ΕΛΛΗΝΙΚΗ ΠΟΙΗΣΗ, 330- 1453 μ.Χ.

Ένατος - Δέκατος πέμπτος Αιών


ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ ἢ ΜΑΘΗΜΑΤΙΚΟΥ (9ος αι.)

Εὖγε, Τύχη, με ποεῖς ἀπραγμοσύνῃ μ᾿ Ἐπικούρου
ἡδίστη κομέουσα καὶ ἡσυχίῃ τέρπουσα.
Τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν;
Οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον,
Οὐ τιμάς· τιμαὶ δὲ βροτῶν ἀμενητὸς ὄνειρος·
ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος· αἰδέομαι γὰρ
οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν·
μισῶ Λωτοφάγων γλυκερὴν λιποόπατριν ἐδωδήν,
Σειρήνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρῶν·
ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος,
μῶλυ, κακῶν δοξῶν ἀλκτήριον· ὦτα δὲ κηρῷ
ἀσφαλέως κλείσας προσφυγὴν γενετήσιον ὁρμήν.
Ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην.
Τύχη, κάνεις πολύ καλά που με στολίζεις
με την ευχάριστη απραξία του Επίκουρου
και μου προσφέρεις ν᾿ απολαύσω τη γαλήνη.
Τι μου χρειάζεται η ασχολία των ανθρώπων
με τις τόσες έγνοιες;
Τον πλούτο δεν επιθυμώ, φίλο τυφλό και αλλοπρόσαλλο,
ούτε και τις τιμές, που ῾ναι για τους θνητούς
ξεθωριασμένο όνειρο.
Φύγε μακριά μου, σκοτεινή σπηλιά της Κίρκης.
Ντρέπομαι, ενώ κατάγομαι από τον ουρανό,
να τρέφομαι σα ζώο με τα βελανίδια.
Μισώ των Λωτοφάγων τη γλυκειά τροφή
που την πατρίδα σου ν᾿ απαρνηθείς σε κάνει.
Και των Σειρήνων την πλανεύτρα μουσική
την αποδιώχνω σαν εχθρό μου.
Αλλά προσεύχομαι να μου χαρίσει ο Θεός το Μώλυ,
το λουλούδι που μας σώζει την ψυχή
και προστατεύει απ᾿ τις κακογνωμιές.
Και κλείνοντας καλά τ᾿ αυτιά μου με κερί
τη γεννετήσια μου εύχομαι ορμή να γαληνέψω.
Μακάρι, λέγοντας και γράφοντας αυτά,
να φτάσω ώς το τέλος της ζωής μου

Τοῦ ἰδίου

Ψυχρὸν τὸ γῆρας, ἥ τ᾿ ἐμὴ κρᾶσις φύσει
(φεῦ) φλεγματώδης· μὴν δ᾿ ὁ Φεβρουάριος
ψυχρὸς μάλιστα, ζώδιον δ᾿ Ὑδροχόου
τὸ νῦν πολεῦον καὶ συνὸν μεθ᾿ ἡλίου
πήγνυσι καὶ τὸν οἶνον ἔν τισιν τόποις
τούς τ᾿ ἀμφορεῖς ῥήγνυσιν ἐκ τῆς ψύξεως.
ὁ δ᾿ οἶκος ἔνθα νῦν κατασκηνῶ πάλιν
ἀγάννιφός τε και λίαν δυσχείμερος.
ὁ θρασκίας δὲ δριμὴς ἐστι καὶ πικρός,
ὀξύς, δυσαής, Ταρτάρου πνοὰς ἔχων.
ὁ γὰρ νότος λέλοιπεν ἡμῶν τὸ κλίμα.
πῶς οὖν, τοσούτων ψυχροτήτων ἐν μέσῳ
ὁρῶν με συσχεθέντα τὸν ταλάντατον,
ὕδωρ κελεύεις προσφέρεσθαι φίλτατε;
Εἰ γὰρ με πείσεις, ἢ χιὼν γενήσομαι
ἢ καὶ χάλαζα, καὶ θανὼν νεκροστόλοις
ἄψαυστος ὡς κρύσταλλος ὢν φανήσομαι
τῇ σῇ πεποιθὼς ψυκτικῇ παραινέσει.
ἄπελθε τοίνυν εἰς τόπους τῆς Ἰνδίας
εἴς τ᾿ Ἀγησύμβων εἴς τε Βλεμύων πόλεις,
ὅπου λέγουσιν ἀμπέλους μὴ βλαστάνειν·
ἐκεῖσε δεῖξον σὴν ἰατρικήν, σοφέ.
ἡμῖν γὰρ οὐκ ἔνεστι χρεία τῆς τέχνης.
εἰ ζῆν θέλοιμεν καὶ τὸν ἥλιον βλέπειν.
Κρύα τα γηρατειά κι η κράση μου, αλοίμονο,
από τη φύση της φλεγματική.
Κι ο μήνας Φεβρουάριος ο πιο ψυχρός,
μα και το ζώδιο του Υδροχόου που επικρατεί
και συναντιέται με τον ήλιο
παγώνει σ᾿ ορισμένους τόπους ως και το κρασί
και σπάζει απ᾿ τη παγωνιά τους αμφορείς.
Μα και το σπίτι όπου τώρα κάθομαι
κουκουλωμένο από χιόνια, απροστάτευτο και παγερό.
Κι ο βορεινός Θρακιάς σκληρός και ανελέητος
φυσάει τσουχτερός και δυνατός
φέρνοντας τον αέρα μεσ᾿ από τα Τάρταρα.
Γιατί ο Νοτιάς λείπει τελείως από το κλίμα μας.
Πώς, το λοιπόν, αφού με βλέπεις μες στην τόση παγωνιά
να χω σουρώσει ο ταλαίπωρος
μου δίνεις εντολή, αγαπητέ μου, να ριχτώ μες το νερό;
Αμα με πείσεις ή θα γίνω χιόνι, ή χαλάζι και μετά το θάνατο
μες στα νεκροστολίδια μου αλύγιστος
σα κρύσταλλο θα φαίνομαι, υπάκουος στην ψυκτική σου εντολή.
Φύγε λοιπόν στους τόπους της Ινδίας
ή και στις πόλες των Βλεμύων και των Αγησύμβων
που λένε πως το αμπέλι δε βλασταίνει.
Εκεί, σοφέ, να δείξεις την ιατρική σου,
γιατί εμείς αυτή την τέχνη δεν τη χρειαζόμαστε,
αν θέλουμε να ζούμε και να βλέπουμε τον ήλιο.

Τοῦ ἰδίου

Μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
λίην ἄχθομαι ἑλκος, ὅ με βροτὸς οὔτασεν ἀνὴρ
νύκτα δ᾿ ὀρφναίην, ὅτε δ᾿ εὕδουσι βροτοὶ ἄλλοι,
γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ᾿ ἔχειν ἔγχος·
πᾶν δ᾿ ὑπερθερμάνθη ξίφος αἵματι· αὐτὰρ ἔπειτα
οὐρόν τε προέηκεν ἀπήμονά τε λιαρόν τε.
Μητέρα μου, κακή μητέρα και σκληρόκαρδη,
πόνο βαρύ μου φέρνει η πληγή
που μού ‘κανε τη νύχτα στο πυκνό σκοτάδι ένας θνητός
γυμνός, χωρίς ασπίδα, περικεφαλαία και κοντάρι.
Όλο το ξίφος του ζεστάθηκε μες στο καυτό μου αίμα.
Μα ύστερα με φύσηξε ένα απαλό θερμό αεράκι.

ΛΕΟΝΤΟΣ ΧΕΙΡΟΣΦΑΚΤΟΥ

Επιτάφιο επίγραμμα προς το δάσκαλό του, Λέοντα Φιλόσοφο

Θεωρίας ὕψωμα, γνώσεως βάθος,
πλάτος λόγων, φρόνησις, ἁπλότης, πόνος,
θρηνοῦσιν, οἰμώζουσιν· οὐ γὰρ ἐν βίῳ,
Λέοντα νῦν βλέπουσιν, ὦ τῆς ζημίας!

ΛΕΟΝΤΟΣ ΣΤ

«Καρκινική» επιγραφή του Αυτοκράτορα ΛΕΟΝΤΑ ΣΤ᾿:

ὦ γένος ἐμόν, ἐν ᾧ μένω ἐγώ

Τοῦ ἰδίου

Γλυκοτόρνευτοι τάφοι,
σκότους μεστοί τε καὶ γνόφου,
μυχὸς ἀπύθμαντος ἄλλος
καὶ ἀντρονύχιος χάσμη,
ἐν ἀποκρύφοις τηροῦνται,
πᾶσι λυγρῶς τοῖς βιοῦσι,
δεινῶς ἐκεῖσε κοιτάζων,
ὁ ἄγριος αἱμοπότης.

Τοῦ ἰδίου

ἀπὸ τοὺς «χρησμούς»

Τὸ δεύτερόν τι καινὸν ἄλλο θηρίον,
ἱπταμενός τε πρὸς μεσημβρίαν ὄφις,
βαπτόμενος μέλανι καὶ μέλας ὅλος,
δεινὸς τὸ φῶς κόραξιν ἀφῃρημένος,
γένος γὰρ αἰσχρὸν τῶν ἀφ᾿ ἡλίου πέλων,
οἰκτρῶς κλονήσεις σαυτὸν ἅμα καὶ πόλιν,
καί σον στεναγμὸν τῷ θέρει ἔαρ φανεῖ
καὶ γραμμικοῖς σχήμασι δηλῶν τὸν χρόνον,
ὡς ὑστερήσει τοῦ πατρικοῦ τὸ τέλος.
ἄρκτος δ᾿ ὀλετὴρ ὢν ὄφις τάλας μόνος,
ὢ πῶς γενήσει βρῶμα δεινῶν κοράκων!

Του ιδίου, επίγραμμα για τον Μέγα Φώτιο

Ἔρρε μοι, ὦ τριτάλαινα Πολυμνία· ἔρρετε, Μοῦσαι
αὐτάρ ἐγών ἀπὸ νῦν ῥητορικῆς ἔραμαι
Φώτιον ἀρχιερῆα γεροντοδιδάσκαλον εὑρὼν
ὃς μὲ γάλακτι ἔτρεφεν θειοτέρων μαθέων.

ΘΕΟΔΩΡΟΥ ΣΤΟΥΔΙΤΗ, ιδρυτή της μονής Στουδίου στην Πόλη (9ος αι.)

Εἰς τὸν ὀψοποιόν

Τὸν ὀψοποιὸν τίς σε, τέκνον, οὐ στέφει;
πολὺν φέροντα τὸν κόπον καθημέραν;
δουλευτικόν σοι χρῆμα, μισθὸς δ᾿ οὖν μέγας.
χρῆσις ῥυπώδης, ἀλλὰ πλυτρὶς πταισμάτων.
φλέγει σε νῦν πῦρ, οὐ τὸ μέλλον δὲ κρίνει·
προσβὰς σταθηρὸς λοιπὸν εἰς τὴν ἑψίαν,
ἕωθεν εὐθὺς κλῶν δαλούς, χύτρας κλύε,
βρώσεις προεσψῶν, ὡς Θεοῦ, τὰ τῶν τέκνων.
εὐχαῖς ἁλίζοις ταῦτα ὥσπερ ἀρτύσεις,
ἳν᾿ εὐλογηθῇς ὡς Ἰακὼβ τῷ πάλαι,
καὶ χαῖρε τούτοις ἐκτελῶν σου τὸν δρόμον.
Σένα, τον μάγειρα, παιδί μου, ποιος δε στεφανώνει
με τόσο κόπο που υποφέρεις κάθε μέρα·
βαριά η δουλειά σου, μα ο μισθός μεγάλος
παλεύεις με μουτζούρες και τα κρίματά σου καθαρίζεις,
σε κατακαίει η φωτιά, μα όχι η φωτιά της Κρίσης·
λοιπόν προχώρα, βήμα σταθερό, στο μαγειρείο σου
κι από τη μαύρη νύχτα κόβε ξύλα
και πλένε κατσαρόλες, χύτρες και τηγάνια·
έργο Θεού είναι να μαγειρεύεις για τους αδελφούς σου
κι αλάτι και πιπέρι να ῾ναι οι προσευχές σου·
σαν τον Ιακώβ ευλογημένος να᾿ σαι,
χαρούμενος που έτσι περνά η ζωή σου.

Τοῦ ἰδίου

Ἴαμβος, Εἰς τὸν ἅγιον Γρηγόριον τὸν Θαυματουργόν

Ὡς ἥλιός τις ἐν βίῳ λάμψας μέγας
διασκεδάζεις νύκτα τῆς μοχθηρίας·
καὶ θαυματουργῶν τῶν προσευχῶν τῷ φάει
ἀπεκδιώκεις δαιμόνων τὰ σμήνη, πάτερ.

ΙΩΑΝΝΗ ΓΕΩΜΕΤΡΗ ἢ ΚΥΡΙΩΤΗ (10ος αἰ.)

Εις τον εαυτού πατέρα

Ὃς καὶ νοσοῦντα χερσὶν ἠγκαλιζόμην·
ὃς καὶ θανόντα σὰς περιστείλας κόρας,
ἔλουσα λουτροῖς ἐσχάτοις, τὰ θρεπτά σοι,
καὶ φόρτον ἡδὺν μῆνα βαστάσας ὅλον,
μακρᾶς σε γῆς ἤνεγκα μυρίοις πόνοις·
καὶ συζήγῳ δέδωκα, καὶ τῇ πατρίδι,
ἔκρυψα καὶ τύμβῳ δὲ καὶ τῇ καρδίᾳ,
Ἰωάννης, σῶν φιλτάτων νεώτατος·
ἔγραψα καὶ νῦν τῷδε τῷ τύπῳ, πάτερ·
πάτερ γλυκεῖα κλῆσις, ὄψις ἡδίων·
μικρὸν παρηγόρημα τοῦ πολλοῦ πόθου.

Του ιδίου, Εἰς τὸν βίον

Τὴν ἀρετὴν χθὲς εἶδον ἐν μέσῃ πόλει,
μελαμφοροῦσαν καὶ κατηφείας ὅλην·
τί δ᾿, ἠρόμην, πέπονθας; ἡ δέ· νῦν ἔγνως,
τόλμα, φρόνησις, γνῶσις, ἐν ταῖς γωνίαις,
ἄγνοια δ᾿ ἄρχει καὶ μέθη καὶ δειλία.

του ιδίου, για τους δικαστές

Κρίσιν κριταὶ κρίνουσιν ἐν κριτηρίῳ
ἀεὶ τὸ ῥῶ λέγοντες ἠκριβωμένως.
Κριτὴς δ᾿ ὁ μὴ γνοὺς ἀσφαλῶς τὸ ῥῶ λέγειν
ὀρθῶς προσειπεῖν οὐκ ἂν ἰσχύσῃ λόγον,
ἀλλὰ κλιτὴν μὲν τὸν κριτήν, τὴν δὲ κρίσιν
κλίσιν προσείποι· πάντα λοξὰ καὶ νόθα.

τοῦ ἰδίου, Εἰς τοὺς Φιλοσόφους

Τρεῖς σοφίης πολυΐστορος ἔκκριτοι ἀστέρες οἷοι,
ἐνθέμενοι βίβλοις ὄλβον ἀπειρέστον,
Ἀρχύτας ἦρξε, Πλάτων πλάτυνε, τέλος δ᾿ ἐπὶ πᾶσιν
ὡς ἔτυχε κληθείς, θῆκεν Ἀριστοτέλης.

του ιδίου, για τον Πλάτωνα

ψυχὴν ἀνειπὼν ἀθάνατον ὁ Πλάτων
ἀφῆκε δόξαν ἀθάνατον ἐν βίῳ.

του ιδίου, για τον Ρωμανό Μελωδό

ὁ συγχορευτὴς οὐρανοῦ τῶν ἀγγέλων
καὶ γῆθεν ᾄδει τὰς ἐκεῖ μελωδίας.

τοῦ ἰδίου, Εἰς τὴν νοητὴν οὐσίαν

Ζητῶν ἀπεῖπον τὴν νοητὴν οὐσίαν
Τίς ἐστιν αὕτη, πῶς δὲ τέμνει τὰς δύο,
ἀσώματον καὶ σῶμα; πῶς δ᾿ ἄμφω μόνη
ἔχουσα τῶν δυοῖν δὲ μηδὲν τυγχάνει
πῶς πάντα δ᾿ ἐστὶν ἔστι πάντων δ᾿ οὐκέτι;

τοῦ ἰδίου

Ὥρια πάντα τέθηλε καὶ ἄμπελος ἐς τόκον ὀργᾷ,
σμήνεα δ᾿ ἄρτι μέλι χλωρὸν ὑπεκπρορρέει.
Οὔθατα δὲ σφαραγεῦσι, καὶ ἄρνες ἀεὶ σκαίροντες,
αἶγες δ᾿ εὐγλαγέες, λήια κεκλημένα·
ὄρνεα δ᾿ εὐφωνοῦσι, καὶ ἄλσεα εὔσκια, δένδρα·
ὕδασι δὲ κρυεροῖς ἀμφιγέγηθε πέτρα.
Τέττιξ σύντονον ἠχεῖ, ναυτίλος ἥδιον ᾄδει,
ᾆσον Ἰωάννη, καὶ σύ τι κἂν μογέης.
Όλα καρπίζουν και τ᾿ αμπέλι θέλει να γεννήσει,
ξέχειλες οι κερήθρες από φρέσκο μέλι.
Σφύζουν τα μαστάρια, χαρά για τ᾿ αρνάκια,
βαριές απ᾿ το γάλα οι κατσίκες, τα στάχυα
το θεριστή κιόλας προσμένουν.
Στα δέντρα κελαϊδούνε τα πουλιά,
σκιά δροσερή σκορπούνε τα άλση.
Το γάργαρο νερό παίζει με την πέτρα.
Συναυλία σωστή δίνουν τα τζιτζίκια,
χαρούμενα ο ναύτης τραγουδεί.
Τραγούδα κι εσύ, Ιωάννη, κι ας πονάς!

ΣΥΜΕΩΝ του ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ, ὕμνος Θ´

1



5




10




15
Αἲ αἲ Θεέ μου, κύριε, παντοκράτορ·
τίς χορτασθῇ σου τοῦ ἀοράτου κάλλους;
τίς ἐμπλησθῇ σου τῆς ἀκαταληψίας;
τίς ἀξίως πορευθῇ τῶν ἐντολῶν σου
καὶ τὸ φῶς θεάσεται τοῦ σοῦ προσώπου
μέγα, θαυμαστόν, μὴ χωρούμενον ὅλως
ἐν τούτῳ τῷ βαρεῖ καὶ σκοτεινώδει κόσμῳ,
τὸ τὸν ὁρῶντα ἀφαιρούμενον κόσμου
μετὰ σώματος; ὢ μυστηρίου ξένου·
τίς ὁ τὸ τεῖχος παρελθὼν τῆς σαρκὸς αὐτοῦ;
τίς ὁ διαβὰς τῆς φθορᾶς τὸ γνοφῶδες
καὶ κόσμον πάντα καταλείψας ἐκρύβη;
βαβαὶ γνώσεως καὶ λόγων εὐτελείας·
ποῦ γὰρ ἐκρύβη ὁ τὸν κόσμον περάσας
καὶ πάντων ἔξω γενόμενος, ὧν βλέπει;

Ολόκληρος ο ΣΤ´ Ύμνος

τοῦ ἰδίου

Ὕμνος Ι´ ὅτι ὁ θάνατος τῇ λύπῃ καὶ τῶν στερροτέρων καθάπτεται.

Ἤκουσα πρᾶγμα ξένον καὶ πλῆρες θάμβους,
φύσιν ἄϋλον, τὴν λίθου στερροτέραν,
ἶσον ἀδάμαντος καλουμένου παθοῦσαν,
ὃς μὴ μαλαχθεὶς ἢ πυρὶ ἢ σιδήρῳ
γέγονε κηρὸς ἐμπλεχθεὶς τῷ μολύβδῳ.
Ἄρτ᾿ ἐπίστευσα μικρὸν ὕδατος ῥεῦμα
πέτρας τὸ στερρὸν ἐγχρονίζον κοιλαίνειν
καὶ ὄντως οὐδὲν ἄτρεπτον τῶν ἐν βίῳ.
Μηδεὶς μ᾿ ἐκ τοῦ νῦν ἀπατᾶν νομιζέτω!
Φεῦ τῷ βλέποντι τὰ φεύγοντα τοῦ βίου
ὡς κρατούμενα καὶ τερπομένῳ τούτοις!
Ταῦτα πείσεται, ἅπερ κἀγώ, ὁ τάλας.
Νύς μ᾿ ἐχώρισεν ἀδελφοῦ γλυκυτάτου,
τὸ ἄτμητον φῶς τῆς ἀγάπης τεμοῦσα.
Πράγμα άκουσα παράξενο που καταπλήσσει:
Άυλη φύση στερότερη από πέτρα
πως έπαθε όμοια με το φημιστό διαμάντι,
Που ενώ η φωτιά δεν το μαλάκωσε κι η σφύρα,
κερί με το μολύβι ως μπλέχτηκε έχει γίνει·
Πίστεψα τώρα πως μικρές νερού σταγόνες
τρώνε με τον καιρό τη σκληρή πέτρα
και τίποτε στη ζωή αμετάβλητο δε μένει.
Με το παρόν πως με γελά μην πει κανένας.
Αλί σ᾿ αυτόν που όσα περνούν της ζωής τα βλέπει
στα χέρια του ως να τα ῾χει και τα φχαριστιέται.
Τα ίδια θα πάθει, όσα έπαθα, ο δυστυχισμένος.
Από γλυκύτατο με χώρισε αδελφόν η νύχτα
Το ακομμάτιαστο κόβοντας φως της αγάπης.

Επίγραμμα του ΜΙΧΑΗΛ ΨΕΛΛΟΥ (11ος αι.)

σε έναν από τους τέσσερις ίππους του Λυσίππου, που βρίσκονταν στον Ιππόδρομο της Κωνσταντινούπολης:

Ἔμπνους ὁ χαλκοῦς ἵππος οὗτος, ὃν βλέπῃς·
ἔμπνους ἀληθῶς καὶ φριμάσσεται τάχα.
Τὸν πρόσθιον δὲ τούτου ἐξαίρων πόδα,
βαλεῖ σε καὶ λάξ, εἴπερ ἔλθῃς πλησίον.
Δραμεῖν καθορμᾷ, στῆθι, μὴ προσεγγίσῃς·
μᾶλλον δὲ φεῦγε, μὴ λάβῃς τὸ τοῦ λόγο.

Τοῦ ἰδίου

μαγικὰ λόγια τῶν ἀπὸ Ζωροάστρου μάγων.

Δίζεο σὺ ψυχῆς ὁχετόν, ὅθεν, ἢ νίνι τάξει,
σώματι θητεύσας ἐπίταξιν ἀφ᾿ ἧς ἐῤῥύης,
αὖθις ἀναστήσεις, ἱερῷ λόγῳ ἔργον ἑνώσας.
Μηδὲ κάτω νεύσῃς· κρημνὸς κατὰ γῆς ὑπόκειται,
ἑπταπόρου σύρων κατὰ βαθμῖδος,
ἣν ὑπὸ δεινῆς ἀνάγκης θρόνος ἐστί.
Σὸν γὰρ ἀγγεῖον θῆρες χθονὸς οἰκήσουσιν.
Μὴ σὺ αὔξανε τὴν εἰμαρμένην·
οὐ γὰρ ἀπὸ πατρικῆς ἀρχῆς ἀτελές τι τροχἄζει.
Ἀλλ᾿ οὐκ εἰσδέχεται κείνης τὸ θέλειν πατρικὸς νοῦς,
μέχρις ἂν ἐξέλθῃ λήθης, καὶ ῥῆμα λαλήσῃ,
μνήμην ἐνθεμένη πατρικοῦ συνθήματος ἁγνοῦ,
χρή σε σπεύδειν πρὸς τὸ φάος, καὶ πρὸς πατρὸς αὐγάς,
ἔνθεν ἐπέμφη σοι ψυχὴ πολὺν ἐσσαμένη νοῦν.
Αὐτὸς δὲ χθὼν κατοδύρεται ἐς τέκνα μέχρις·
ψυχῆς ἐξωστῆρες ἀνάπνοοι εὕλυτοί εἰσιν.
Λαιῆς ἐν λαγόσιν κοίτης, ἀρετῆς πέλε πηγή,
ἔνδον ὅλη μίμνονσα, τὸ παρθένον οὐ προϊεῖσα.
Ψυχὴ ἡ μερόπων θεὸν ἄγξει πως ἐς ἑαυτήν,
οὐδὲν θνητὸν ἔχουσα, ὅλη θεόθεν μεμέθυσται·
ἁρμονίαν αὐχεῖ γάρ, ὑφ᾿ ᾗ πέλε σῶμα βρότειον.
Ὅττι ψυχὴ πῦρ δυνάμει πατρὸς οὗσα φαεινόν,
ἀθάνατός τε μενει, καὶ ζωῆς δεσπότης ἐστί,
καὶ ἴσχει κόσμου πολλὰ πληρώματα κόλπων.
Ζήτησον παράδεισον.
Μὴ πνεῦμα μολύνῃς, μηδὲ βαθύνῃς τὸ ἐπίπεδον.
Ἔτσι καὶ εἰδώλῳ μερὶς εἰς τόπον ἀμφιφάοντα.
Μηδὲ τὰ τῆς ὕλης σκύβαλον κρημνῷ καταλήψῃς.
Μὴ ἐξάξῃς, ἵνα μὴ ἐξιοῦσα ἔχῃ τι·
ἐκτείνας πύρινον νοῦν·
ἔργον ἐπ᾿ εὐσεβίης, ῥευστὸν καὶ σῶμα σαώσεις.
Ἐκ δ᾿ ἄρα κόλπων γαίης θρώσκουσ᾿, οὕποτ᾿ ἀληθὲς
σῆμα βροτῷ ἀνδρὶ χθόνιοι κύνες δεικνύντες.
Ἡ φύσις πείθει εἶναι τοὺς δαίμονας ἁγνούς,
καὶ τὰ κακῆς ὕλης βλαστήματα χρηστὰ καὶ ἐσθλά.
Αἱ ποιναὶ μερόπων ἄγκτειραι.
Ἠγείσθω ψυχῆς βάθος ἄμβροτον· ὄμματα δ᾿ ἄρδην
πάντ᾿ ἐκπετάσον ἄνω·
ὦ τολμηροτάτης φύσεως ἀνθρώπων τέχνασμα.
Πολλάκις ἣν λέξῃς μοι, ἀθρήσεις πάντηλεκτόν.
Οὔτε γὰρ οὐράνιος κυδρὸς τότε φαίνεται ὄγκος·
ἀστέρες οὐ λάμπουσι τὸ μήνς φῶς κεκάλυπται,
χθὼν οὐχ ἕστηκε βλέπεται δὲ τὰ πάντα κεραυνοί.
Μὴ φύσεως καλέσῃς αὔτοπτον ἄγαλμα.
Πάντοθεν ἀπλάστῳ ψυχῇ, πυρὸς ἡνία τεῖνον.
Ἡνίκα μὲν βλέψῃς μορφῆς ἄτερ εὐΐερον πῦρ
λαμπόμενον σκιρτηδὸν ὅλον κατὰ βενθεα κόσμου,
κλῦθι πυρὸς τὴν φωνήν.
Σύμβολα πατρικὸς νόος ἐνέσπειρε ταῖς ψυχαῖς.
Μάνθανε τὸ νοητόν, ἐπεὶ νόον ἔξω ὑπάρχει.
Ἔστι δὲ δή τι νοητόν, ὃ χρή σε νοεῖν νόου ἄνθει.
Εἰσὶν πάντα πυρὸς ἑνὸς ἐκγεγαῶτα·
πάντα γὰρ ἐξετέλησε πατὴρ καὶ νῷ παρέδωκε.
Δευτέρῳ, ὃν πρῶτον κληΐζεται ἔνθεα ἀνδρῶν.
Νοουμέναι ἱυγγες πατρόθεν νοέουσι καὶ αὐταί,
βουλαῖς ἀφθέγκτοισι κινούμεναι ὥστε νοήσαι.
Ὢ πῶς κόσμος ἔχει νοεροὺς ἀνοχῆας ἀκαμπεῖς!
Ἑαυτὸν ὁ Πατὴρ ἥρπασεν·
οὐδ᾿ ἐν ἑῇ δυνάμει νοερᾷ κλείσας ἴδιον πῦρ.
Πατὴρ οὐ φόβον ἐνθρώσκει, πειθὼ δ᾿ ἐπιχεύει.

ΙΑΚΩΒΟΥ ΠΡΟΣ ΜΙΧΑΗΛ ΨΕΛΛΟΝ

Ποίημα του ηγουμένου στο μοναστήρι του Ολύμπου της Βιθυνίας ΙΑΚΩΒΟΥ προς τον Μιχαήλ Ψελλό, ο οποίος μόνασε, (το μοναχικό όνομα ήταν Μιχαήλ, το κοσμικό Κωνσταντίνος) για λίγο διάστημα εκεί, φεύγοντας μετά.

Ὧ δέσποτα Ζεῦ καὶ πάτερ καὶ βακλέα
ὀβριμοβουγάϊε καὶ βαρυβρέμων,
Ὄλυμπον οὐκ ἤνεγκας κἂν βραχὺν χρόνον,
οὐ γὰρ παρῆσαν αἱ θεαί σου, Ζεῦ πάτερ.

Η πρώτη στροφή της ποιητικής «απάντησης» του Ψελλού στο παραπάνω ποίημα (η ακροστιχίδα όλου του ποιήματος είναι: «Μέθυσον Ἰάκωβον εὐρύθμως ᾄδω, Κώνστας.» Παρακάτω δεν παρατίθεται ακροστιχισμένη).

Μέθη καὶ πότοι, καὶ χοροί,
Ἰάκωβος, ἡ σὺ πανήγυρις, καὶ
σὺν πότῳ κρότοι καὶ τρυφαὶ
καὶ χάριτες, ὀρχίσματα καὶ
κύμβαλα καὶ βοτρύων ἐκθλίψεις
καὶ ῥᾶγες ληνοβατούμενας
καὶ κοιλίαι πίθων πληρούμεναι.

Τοῦ ἰδίου,

Πρὸς ἀναίσθητον Λοίδορον
Καὶ βάτραχοι φωνάζουσιν, ἀλλ᾿ ἐκ τελμάτων.
Καὶ κῦνες ὑλακτοῦσι, ἀλλ᾿ μακρόθεν,
καὶ κάνθαροι παίζουσιν, ἀλλ᾿ ἐν κοπρίαις,
οὐκοῦν, τί καινόν, εἰ λαλούσιο οἱ λίθοι.
Μικρὸν παραλλάττοντες ἀδρῶν βατράχων.

Τοῦ ἰδίου,

Εἰς τὸ φλάμουλον τοῦ Μονομάχου ἔχον ἱστορισμένους τὸν ἅγιον Γεώργιον, τὸν βασιλέα ἔφιππον φέροντα λόγχην, καὶ τοὺς Βαρβάρους διώκοντα

Μάρτυς, Βασιλεῦ, Ἵππε, Λόγχη, Βάρβαροι,
σύμπνοι, δίωκε, σπεῦδε, πλῆττε, πίπτετε.

ΧΡΙΣΤΟΦΟΡΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ (11ος αι.)

Προς μοναχόν Ανδρέαν

Πολλοὶ λέγουσιν (εἰ δ᾿ ἀληθεῖς οἱ λόγοι
οὐκ οἶδα) πλὴν λέγουσι· καὶ πείθουσί με,
ὡς σφόδρα χαίρεις, ὦ μοναστὰ καὶ πάτερ,
εἴ τις σὲ σεπτοῖς δεξιοῦται λειψάνοις
ἀνδρῶν μαρτύρων ἢ σεβαστῶν μαρτύρων,
θήκας δὲ πολλὰς λειψάνων θείων ἔχεις,
ἃς ἐξανοίγων τοῖς φίλοις σου δεικνύεις·
τοῦ Προκοπίου μάρτυρος χεῖρας δέκα,
Θεοδώρου δὲ πέντε καὶ δέκα γνάθους,
καὶ Νέστορος μὲν ἄχρι τῶν ὀκτὼ πόδας,
Γεωργίου δὲ τέσσαρας κάρας ἅμα,
καὶ πέντε μαστοὺς Βαρβάρας ἀθλοφόρου·
καὶ νῦν μὲν ὀστᾶ δώδεκα βραχιόνων
τοῦ καλλινίκου μάρτυρος Δημητρίου,
νῦν τ᾿ αὖ καλάμους εἴκοσι σκελῶν ὅλων
τοῦ Παντελεήμονος (ὢ τῆς πληθύως!)

Τοῦ ἰδίου

Εἰς τὴν τοῦ βίου ἀνισότητα

Δίκαια ταῦτα, δημουργέ μου λόγε,
πηλὸν μὲν εἶναι πάντας ἀνθρώπους ἕνα
καὶ χοῦν τὸν αὐτόν, ἀλλὰ καὶ φύσιν μίαν,
τελεῖν δέ πως ἄνισον αὐτοῖς τὸν βίον;
ναὶ ναὶ στάσιν τὰ πάντα πάντως οὐκ ἔχει,
κἂν γὰρ δεήσῃ συστραφέντα τὸν βίον
κύκλους ἑλίττειν βακχικῆς ἀταξίας,
ἐν μὲν χιλίοις πλουσίοις ἢ μυρίοις
εἷς δυστυχήσας συγκάτεισι τοῖς κάτω,
ἐν δ᾿ αὖ πένησιν ἀθλίοις τρισμυρίοις
τρεῖς εὐπραγοῦσι καὶ γίνονται τῶν ἄνω.
τῷ τοῦ δικαίου τήκομαι ζήλῷ, λόγε,
καὶ ταῦτα πρὸς σὲ φθέγγομαι τὸν δεσπότην,
σὺ δ᾿ ἀλλ᾿ ἀνάσχου μακροθυμῶν, ὡς ἔθος,
καὶ τῶν ἐμῶν ἄκουε νῦν γογγυσμάτων.
μὴ τὸν μὲν αὐτὸς ἔπλασας ταῖς χερσί σου,
τούτου δὲ πλάστης ἄλλος; ἢ τί λεκτέον;
οὐκ ἔργα τῶν σῶν πάντες εἰσὶ δακτύλων;
ἀλλ᾿ οἱ μὲν αὐτῶν οὐκ ἀναγκαίων μόνον
κατατρυφῶσιν, ἀλλὰ καὶ πολλῷ πλέον
καὶ τοῖς περιττοῖς ἐντρυφῶσι τοῦ βίου,
οἱ δὲ γλίχονται καὶ μονοβλώμου τρύφους
ἢ μᾶλλον εἰπεῖν καὶ τραπέζης ψιχίων.
δίκαιε, ποῦ δίκαια ταῦτα τυγχάνει;
ἕως πότε στήσειας ἡμῖν τὴν κτίσιν;
σύσσεισον αὐτὴν ἢ κατάκλυσον πάλιν·
μηδεὶς κιβωτοῦ δευτέρας αὖθις τύχοι,
μὴ Νῶέ τις γένοιτο καὶ πάλιν νέος·
οἴχοιντο πάντες· λείψανον μὴ μεινάτω.
εἰ δ᾿, ὡς ὑπέσχου, μακρόθυμε Χριστέ μου,
τὴν γῆν ἐς αὖθις οὐ κατακλύζειν θέλεις,
καὶ γὰρ φυλάττεις οἶδα τὰς ὑποσχέσεις,
Ἄτλαντα χειρὶ σῇ βαλὼν ἐκ τῶν ἄνω
τὴν πᾶσαν αὐτῷ συγκατάστρεψον κτίσιν,
μιγνὺς πόλον γῇ καὶ τὰ πάντα συμφύρων·
οὕτω γὰρ ἂν γένοιτο πάντων ἰσότης.

Τοῦ ἰδίου

Εἰς τοὺς ἐξωνηθέντας βόλους τοῦ δικτύου παρ᾿ αὐτοῦ

Ἀναπλέων χθὲς πρωῒ τὴν Προποντίδα
ἄνδρας κατεῖδον ἓξ ἀγρευτὰς ἰχθύων
βάλλοντας ἀμφίβληστρον ἐν βυθῷ μέσῳ·
καὶ δὴ παρασχὼν χρύσινον τούτοις ἕνα
ὠνησάμην τρεῖς δικτύου χαίρων βόλους,
ἕξειν δοκῶν τι καὶ πλέον τοῦ χρυσίνου.
βάλλουσι τοίνυν· καὶ τὸ μὲν πρῶτον λίθους,
τὸ δεύτερον δὲ ψάμμον εἷλκον ἐκ βάθους·
ὡς δ᾿ ἐγκαθῆκαν τὴν σαγήνην τὸ τρίτον,
ἀνεῖλκον οὐδὲν ἄλλο πλὴν ὕδωρ μόνον.
εἰ γοῦν τινές μοι τῶν φιλούντων τοὺς μύθους
τεκμήριον λέγουσι ταῦτα τῆς τύχης,
ὡς εὐτυχὴς ἔγωγε· τί πλέον θέλω,
εἴ μοι χορηγεῖ ταῦτα μᾶλλον ἡ τύχη,
ἃ κόσμος αὐτὸς ἀφθονώτατα τρέφει,
ὕδωρ, λίθους καὶ ψάμμον; ὢ χρηστῆς τύχης.

ΙΩΑΝΝΗ ΜΑΥΡΟΠΟΔΟΣ

Νομοφύλακα Πανεπιστημίου Κωνσταντινουπόλεως, Επισκόπου Ευχαϊτών. (11ος αι.)

Εἴπερ τινὰς βούλοιο τῶν ἀλλοτρίων
τῆς σῆς ἀπειλῆς ἐξελέσθαι, Χριστέ μου,
Πλάτωνα καὶ Πλούταρχον ἐξέλοιό μοι.
Ἄμφω γάρ εἰσι καὶ λόγον καὶ τὸν τρόπον
τοῖς σοῖς νόμοις ἔγγιστα προσπεφυκότες·
εἰ δ᾿ ἠγνόησαν ὡς θεὸς σὺ τῶν ὅλων,
ἐνταῦθα τῆς σῆς χρηστότητος δεῖ μόνον,
δ᾿ ἣν ἅπαντας δωρεὰν σώζειν ἐθέλεις.
Αν θά ήθελες, κάποιους άλλους
να εξαιρέσεις από την κρίση σου Χριστέ μου
ας εξαιρέσεις για μένα, Πλάτωνα και Πλούταρχο·
Γιατί αμφότεροι με τα έργα και τη ζωή τους
βρέθηκαν πολύ κοντά στους δικούς σου νόμους.



Τοῦ ἰδίου

Εἰς ἑαυτόν

1



5




10




15




20




25




30




35




40


«Πλουτοῦσι πολλοί» - παῦε. καὶ τίς μοι λόγος;
πτωχοὺς γὰρ ἕξει πάντας ἐξ ἴσου τάφος,
ἁβρούς, μέσους, ἥττους τε καὶ πενεστάτους.
τὰ νῦν δὲ παῖξαι μικρὸν αὐτοῖς ἐνδίδου,
ἕως κενὰς φέροντες αἴσθωνται χέρας.
«πολλοὺς θρόνοι φέρουσιν ὑψηλοὺς ἄνω.»
ἐγὼ δὲ γῆθεν ἔκπαλαι πεπλασμένος,
εἰς γῆν τε νεύω, καὶ κάτω ζητῶ μένειν,
πολλῷ δὲ τὴν ἔπαρσιν ἐκκλίνω φόβῳ,
μήπως σκοτωθεὶς ὑψόθεν χαμαὶ πέσω,
τῆς αὐθαδείας ἀξίαν διδοὺς δίκην·
ὅθεν ταπεινὴν ἀσφάλειαν ἐκλέγων,
πεζῇ βαδίζω, πεζὸν ὢν ζῷον φύσει,
πᾶσιν μὲν οὐκ ἄποπτος ὡς ἐκ τῶν ἄνω,
πολλοῖς δὲ καὶ κάτωθεν ὢν ἐγνωσμένος,
ὓ μεῖζον. οἷδα μᾶλλον εἰς εὐδοξίαν,
ὅταν τις αὐτὸς ἐκ ταπεινοῦ χωρίου
πρὸς ὕψος ἐκτείνοιτο καὶ δοκῇ μέγας
ὥσπερ κολοσσός, μῆκος οἰκεῖον φέρων,
καὶ μηδὲν εἰς δίαρμα, χρῄζων τοῦ τόπου.
ὅσοι δὲ κομπάζουσι βαθμοῖς καὶ θρόνοις,
οὕτοι κολοιῶν οὐδὲν εἰσι βελτίους
μέγα φρονούνων ἐν πτεροῖς ἀλλότριοις,
ὧν ἡ πάλιν ψίλωσις αἰσχύνει πλέον
τῶν προσθέτων γὰρ χρωμάτων τῇ συγκρίσει
εἰς μεῖζον ἐξάγουσι τὴν ἀμορφίαν.
«ἀλλὰ κροτοῦσι πᾶς ὄχλος τοὺς ἐν μέσῳ».
εἰπὼν ὄχλον, βέλτιστε, μὴ ζητεῖ πλέον·
ὄχλος γὰρ οὐδὲν ἄλλο πλὴν ὄντως ὄχλος,
βοὰς ἀτάκτους τοῖς κρατοῦσι προσνέμων
ὡς πρόσφορον μείλιγμα τῆς ἐξουσίας,
πλέον δὲ μηδὲν συντελῶν τῶν χρησίμων,
μᾶλλον δὲ οὗν μέγιστα καὶ βλάπτειν ἔχων·
φυσᾷ γὰρ αὐτοὺς τοῖς ἐπαίνοις πολλάκις,
πείθων ἀκούειν ὡς ἀληθεῖς τοὺς λόγους·
οἱ δ᾿ εἰσὶν οὐδέν, πλὴν μόνον κενοὶ ψόφοι,
ἐπηρεασταὶ τῶν κενῶν φρονημάτων,
ψεῦσται, πλάνοι, γόητες, ἀνδράσιν γέλως,
βόθρος δ᾿ ἀνάνδροις· οἷς ὁ πιστεύων ἄνους.
κραυγῆς δὲ πολλῆς οὐ πάνυ φροντιστέον.
καὶ ψῆρες ὀξύφωνον, ἀλλὰ κουφόνουν.
τούτοις ἔγωγε τοῖς λογισμοῖς καὶ λόγοις
ἄγων ἐμαυτὸν ἐκπεραίνω τὸν βίον.

 

Τοῦ ἰδίου

Εις τον εαυτού τάφον

Θαύμαζε μηδέν, ἀλλὰ φρίσσε τὴν θέαν·
βλέπεις γὰρ ὢν ἄνθρωπος ἀνθρώπου πάθος·
τὸ πτῶμα κοινόν, ἀλλ᾿ ἄνισος ὁ χρόνος.
Καὶ τὸν σὸν ἄλλοις ὕστερον δείξεις τάφον.
Ἕως δὲ μέλλει, γνῶθι τὴν σαυτοῦ φύσιν,
καὶ σωφρονίζων συμφοραῖς ἀλλοτρίαις.

ΜΙΧΑΗΛ ΓΛΥΚΑ (12ος αι.)

Τῆς φυλακῆς ἡ κάκωσις, ἡ τσίκνα, τὸ καρβούνιν,
ἐγὼ τὸ ἐξεύρω μοναχός, ἐμέναν καίει μόνον,
μόνος ἐγὼ δαμάζομαι κ᾿ ἐγὼ τὴν πείραν ἔχω

Ἡ φυλακὴ καὶ ὁ θάνατος καὶ χείρων τοῦ θανάτου·
ἡ φυλακὴ καὶ κάματος καὶ χείρων τῆς καμίνου·
οἵαν ἂν εἴπῃς κόλασιν, παχυμερῶς κολάζει,
παχυμερῶς στενοχωρεῖ καὶ θλίβει καὶ δαμάζει·
ἡ θλίψης δὲ τῆς φυλακῆς, ἡ μέριμνα, ἡ ἀνάγκη
πολυμερής, πολύτροπος, πολυειδής, ποικίλη.
Καθ᾿ ὥραν φθάνει ὁ θάνατος, καθ᾿ ὥραν ἀποθνήσεις·
χωρὶς θαλάσσης πνίγεσαι, χωρὶς πυρὸς ἐξάπτεις,
μέλη καὶ μέλη τέμνεσαι καὶ δίχα μαχαιρίου·
οὐκ ἔναι πόνος πούποτε νὰ μὴ σὲ κατακρούσῃ.

 

Τοῦ ἰδίου
Στίχ. 138-163
οὐκ ἔναι πόνος πούποτε νὰ μὴ σὲ κατακρούσῃ·
φύλλον θροεῖ σε ἂν σαλευθῇ, πουλὶν ἂν ἴδῃς τρέμεις,
ἂν γένῃ κτύποτς πούποτε, μόδιν ἀγγέλους βλέπεις,
φοβεῖσαι μὴ ἔλθῃ μήνυμα τὸ οὐκ ἤθελες ν᾿ ἀκούσῃς,
ἀδημονεῖς, ἐννοιάζεσαι, συντρίβεσαι, τρομάσσεις,
βλέπεις ἡμέραν, θλίβεσαι, φοβεῖσαι ὡς οὐ πρέπει.
πάλιν τὴν νύκταν δειλιᾷς, τὸ τί νὰ φέρῃ οὐκ οἶδες,
στενοχωρεῖσαι, ἀγανακτεῖς, ἐδῶ κ᾿ ἐκεῖ προσκρούεις,
ὡς ἐννοιασμένον περπατεῖς καὶ ὡσὰν ἐνταλωμένον,
τόπον ἐκ τόπου μεριμνᾷς καὶ τόπος οὐ χωρεῖ σε·
λιποθυμεῖς, σκοτίζεσαι, κοντοανασαίνεις, πίπτεις,
κεῖται τὸ σῶμα σου νεκρόν, ἄψυχον τὴν τελείαν,
ὀψὲ καὶ μόλις γρηγορεῖς, μόλις ἐπαναφέρεις·
τὴν γῆν δαγκάνεις, εὔχεσαι, περακαλεῖς καὶ λέγεις:
«Χριστέ μου, δὸς ἀνάπαυσιν, Χριστέ μου, φέρε ὑπνίτζιν,
Χριστέ, παραμυθῆσον με, Χριστέ, ἀποκοίμισέ με,
νὰ παύσουν αἱ ὀδύναι μου, νὰ χαλαρώσῃ ὁ πόνος!»

 

Στίχ. 274-281
ἐλάκτισεν ὁ γάϊδαρος, καὶ δέρουσι τὸ σάγμα,
νὰ γίνῃ καλοπαίδευτον, ἄλλον νὰ μὴ λακτίσῃ.
Ἡ θάλασσα ζαλίζεται, βρυχᾶται, κυματίζει,
καὶ τὸν περάτην τὸν πτωχὸν ὡς πταίστην ἀνατάσσουν.
Ἄρτι καὶ νόμος ἀπρακτεῖ τελείως ὁ κελεύων:
ἃ παρ᾿ ἑτέρων γίνουται μὴ καταβλέπειν ἄλλους·
καὶ τί ὠφελοῦν τὰ περισσά, τὰ τοῦτα καὶ τὰ ἐκεῖνα,
ἐδῶ τὸ δός, ἐκεῖ τὸ δός, παρέκει οὐκ ἔλαθέ μας;

 

Στίχ. 285-301
Βλέπεις, ἀπῆρε με ἡ χολή, τὸ τί λαλῶ οὐκ ἐξεύρω,
ἔβρασεν ἡ καρδία μου, παρέκει οὐδὲν βαστάζω,
νὰ δώσω εἰς πέτραν καὶ λυθῶ, νὰ ποίσω θέαμα μέγα,
ἀπὸ στεναχωρίας μου νὰ πνίξω τὸν ἑαυτόν μου,
παντὶ νὰ γένῃ ἐξακουστόν, ὁ κόσμος νὰ θαυμάσῃ·
ναί, νὰ τὸ ποιήσω οὐ μέλει με, πολλὰ παρεπονήθην·
ἐγὼ ψηφίζω θάνατον, χρεωστῶ καὶ νὰ τὸν δώσω.
Ἦλθον εἰς κόσμον σήμερον, σήμερον ὑπαγαίνω·
ἔδε καὶ τί χολομανῶ καὶ τί βαρεὰ στριγγίζω,
καὶ λέγω τὰ οὐκ ἐνδέχονται καὶ τὰ μὲ οὐδὲν ἁρμόζουν;
Εἰς ἀστρικὸν καταπλοκῆς, εἰς ὥραν ἀδικίας,
ἡ μάννα μου μ᾿ ἐγέννησε δωρεὰν καὶ πεισματίζω·
μάτην, ψυχή μου, ἀδημονεῖς, μάτην περιστατεῖσαι·
ἐκεῖνο τὸ σὲ ἀπόκειται καὶ τὸ σὲ περιμένει,
εἰς τὸ ἐκ παντὸς θέλει ἐλθεῖν, μὴ κρούῃς καὶ λαμβάνῃς.
Ψυχή μου, παρακλήθητι, μὴ σὲ νικήσῃ ὁ πόνος,
μὴ πάθῃς τὶ μικρόψυχον καὶ νὰ χαροῦν οἱ ἐχθροί σου...

 

Καθεὶς κοιμᾶται ὡς ἔστρωσεν,
ὡς ἔσπειρεν θερίζει.

 

Ἂν ἴδῃς εἰς τὸ πέλαγον καράβιν κινδυνεῦον
ἐσὺ λέγεις ἀϊλλοίμονον κι ἐκεῖ θωροῦν ἀγγέλους.

 

ΙΩΑΝΝΗ ΤΖΕΤΖΗ (12ος αι.)

Τὸν ἀετόν μου τις ὄφις περιθέει,
 περιθέων δὲ πλεκτάναις συγκατέχει,
 συγκατέχων δὲ τοῦ καλοῦ κατισχύει,
 κατισχύων δὲ πρὸς θάνατον ἀπάγει,
ἀπάγομαι δέσμιος αὐτὸς τῷ πάθει.

Τοῦ ἰδίου

Καὶ Σκύθην Σκύθαις εὕροις με, Λατῖνον τοῖς Λατίνοις
καὶ πᾶσιν ἄλλοις ἔθνεσιν ὡς ἕνα γένους τούτων.
Καὶ Σκύθην ἀσπαζόμενος οὕτω προσαγορεύω:
[καλὴ ἡμέρα σου, αὐθέντριά μου, καλὴ ἡμέρα σου, αὐθέντα μου]
σαλαμαλὲκ ἀλτὴ σαλαμαλὲκ ἀλτοῦγεπ.
Τοῖς Πέρσαις πάλιν περσικῶς οὕτω προσαγορεύω:
[καλὴ ἡμέρα σου, ἀδελφέ, ποῦ ὑπάγεις, πόθεν εἶσαι, φίλε;]
ἀσὰν χαΐς κουρούπαρζα χαντάζαρ χαραντάση.
Τῷ δὲ Λατίνῳ προσφωνῶ κατὰ Λατίνων γλῶσσαν:
[καλῶς ἦλθες, αὐθέντα μου, καλῶς ἦλθες, ἀδελφέ.]
βένε βενέστι δόμινε, βένε βενέσι φράτερ,
[πόθεν εἶσαι καὶ ἀπὸ ποίου θέματος ἦλθες;]
οὖνδε ἒς ἒτ δεκούαλε προβίντζια βενέστι;
[πῶς, ἀδελφέ, ἦλθες εἰς ταύτην τὴν πόλιν;]
κόμοδο, φράτερ, βενέστι ἰνίσταμ τζιβιτάτεμ;
[πεζός, καβαλλάριος, διὰ θαλάσσης, θέλεις ἀργῆσαι;]
πεδόνε, καβαλλάριους, περμάρε, βὶς μοράρε;
Τοῖς Ἀλανοῖς προσφθέγγομαι κατὰ τὴν τούτων γλῶσσαν:
[καλὴ ἡμέρα σου, αὐθέντα μου, ἀρχόντισσα, πόθεν εἶσαι;]
ταπαγχὰς μέσφιλι χσινὰ κορθὶ καντά, καὶ τἄλλα.
ἂν δ᾿ ἔχει Ἀλάνισσα παπᾶν φίλον, ἀκοῦσαις ταῦτα:
[οὐκ αἰσχύνεσαι, αὐθέντριά μου, νὰ γαμῇ τὸ μουνίν σου παπᾶς;]
τὸ φάρνετζ κίντζι μέσφιλι καὶτζ φουὰ σαοῦγγε.
Τοῖς δ᾿ Ἄραψιν ὡς Ἄραψιν ἀραβικῶς προσλέγω:
[ποῦ ὑπάγεις, πόθεν εἶσαι, αὐθέντριά μου; αὐθέντα μου, καλὴ ἡμέρα σου]
ἀλενταμὸρ μενένεντε σιτὴ μουλὲ σεπάχα.
Πάλιν τοῖς Ρῶς ὡς ἔχουσιν ἔθος προσαγορεύω:
[ὑγίαινε, ἀδελφέ, ἀδελφίτζα, καλὴ ἡμέρα σου]
τὸ σδρᾶ<στε>, βράτε, σέστριτζα, καὶ δόβρα δένη λέγων:
τοῖς δ᾿ ἄρ᾿ Ἑβραίοις προσφυῶς ἑβραϊκῶς προσλέγω:
[μεμαγευμένε οἶκε στόμα φάραγγα καταπίνων μυίας τυφλὲ]
μεμακωμένε βὴθ φαγὴ βεελζεβοὺλ τιμαῖε
[Ἑβραῖε λίθε, ὁ Κύριος ἦλθεν, ἀστραπὴ εἰς τὴν κεφαλήν σου]
ἔβερ ἐργάμ, μαρὰν ἀθά, βεζὲκ εἰς τὸ χωθάρ σου.
οὕτω τοῖς πᾶσι προσλαλῶ πρόσφορα καὶ πρεπώδη
καλλίστης ἔργον ἐγνωκὼς οἰκονομίας τοῦτο.

τοῦ ἰδίου, ἀπὸ τὶς Χιλιάδες (III, 335)

Οὗτος ὁ Βελισάριος ὁ στρατηγὸς ὁ μέγας,
Ἰουστινιάνειος ὢν ἐν χρόνοις στρατηλάτης,
πρὸς πᾶσαν τετραμέρειαν γῆς ἐφαπλώσας νίκας,
ὕστερον φθόνῳ τυφλωθείς, ὢ τύχης τῆς ἀστάτου.
ἔκπωμα ξύλινον κρατῶν ἐβόᾳ τῷ Μιλίῳ:
Βελισαρίῳ ὀβολὸν δότε τῷ στρατηλάτῃ,
ὃν τύχη μὲν ἐδόξασεν, ἀποτυφλοῖ δ᾿ ὁ φθόνος.
ἄλλοι φασὶ τῶν χρονικῶν μὴ τυφλωθῆναι τοῦτον.
ἐξ ἐπιτίμων δ᾿ ἄτιμον ἐσχάτως γεγονέναι,
καὶ πάλιν εἰς ἀνάκλησιν δόξης ἐλθεῖν προτέρας.

ΘΕΟΔΩΡΟΥ ΠΡΟΔΡΟΜΟΥ (12ος αι.),

της «ερωτικής απογοήτευσης»

Ἔκτισα πύργον ὀχυρόν, ἐγχώρυγον τοῦ πόθου,
καὶ ἔλεγα ὅτι ἔνι ἀπρόδοτος, τίς νά μὲ τὸν ἐπάρῃ;
ἀρτίως θωρῶ προδίδοτας καὶ ὅτι ἀπληκεύουν ξένοι·
ἀνάθεμά με ἀπὸ τὸν νοῦν, ἂν ἀνακτίσω πύργον
κι οὐδὲν τσεργώνω ὡς ἔτυχε καὶ κατουνεύω ὡς εὕρω.

 

Τοῦ ἰδίου

Πόθοι μου, πόθοι, πόθοι μου, ἔρωτες, ἔρωτές μου
μικροὺς σᾶς ἐπαρέλαβα καὶ ἄγουρους σᾶς ἐποῖκα
καὶ εἰς τὴν καρδιάν μου ηὐξήθητε κι᾿ ἐγίνεσθε μεγάλοι.
Κι᾿ ἐδάρτε ὅταν ἠνδράθητε καὶ ἤλπιζα εὐχαριστίαν,
μάλιστα δαπανεῖτε με καὶ κατατέμνετέ με.
Οὐκ οἷδα ἀχαριστότερον εἰς τὸν παρόντα βίον.

 

ΘΕΟΔΩΡΟΥ ΠΡΟΔΡΟΜΟΥ Ἐπὶ ἀποδήμου τῇ φιλίᾳ

ΝΙΚΗΤΑ ΕΥΓΕΝΙΑΝΟΥ, για τον Θεόδωρο Πρόδρομο

μουσεῖον οὖν ἔμψυχον εἶχεν ἡ Πόλις
τὸν Πρόδρομον σέ, τὴν τεραστίαν φύσιν,
ἀλλ᾿ ἐν σκιαῖς νῦν καὶ τόποις ἀνηλίοις
ὁ τῶν λόγων ἥλιος, ἡ ξένη πλάσις.

Μιχαὴλ Χωνιάτης, Ἐπίσκοπος Ἀθηνῶν (12ος-13ος αι.)
«Θρῆνος τῶν Ἀθηνῶν»

Ἔρως Ἀθηνῶν τῶν πάλαι θρυλουμένων
ἔγραψε ταῦτα ταῖς σκιαῖς προσαθύρων
καὶ τοῦ πόθου τὸ θάλπον ὑπαναψύχων.
Ἐπεὶ δ᾿ ἔτ᾿ οὐκ ἦν οὐδαμοῦ φεῦ! προσβλέπειν
αὐτὴν ἐκείνην τὴν ἀοίδημον πόλιν
τήν, δυσαρίθμου καὶ μακραίωνος χρόνου
λήθης βυθοῖς κρύψαντος, ἠφαντωμένην,
ἐρωτολήπτων ἀτεχνῶς πάσχω πάθος·
οἳ τὰς ἀληθεῖς τῶν ποθουμένων θέας
ἀμηχανοῦντες ὡς παρόντων προσβλέπειν,
τὰς εἰκόνας ὁρῶντες αὐτῶν, ὡς λόγος,
παραμυθοῦντας, τῶν ἐρώτων τὴν φλόγα.
Ὡς δυστυχὴς ἔγωγε, καινὸς Ἰξίων,
ἐρῶν Ἀθηνῶν, ὡς ἐκεῖνος τῆς Ἥρας.
εἶτα λαθὼν εἴδωλον ἠγκαλισμένος.
Φεῦ! οἷα πάσχω καὶ λέγω τε καὶ γράφω.
Οἰκῶν Ἀθήνας οὐκ Ἀθήνας που βλέπω,
κόνιν δὲ λυπρὰν καὶ κενὴν μακαρίαν.
Ποῦ νῦν τὰ σεμνὰ, τλημονεστάτη πόλις;
Ὡς φροῦδα πάντα καὶ κατάλληλα μύθοις,
δίκαι, δικασταὶ, βήματα, ψῆφοι, νόμοι,
δημηγορίαι (τε) πειθανάγκη ῥητόρων,
βουλαὶ, πανηγύρεις τε καὶ στρατηγίαι
τῶν πεζομάχων ἅμα καὶ τῶν ναυμάχων,
ἡ παντοδαπὴ Μοῦσα, τῶν λόγων κράτος.
Ὄλωλε σύμπαν τῶν Ἀθηνῶν τὸ κλέος·
γνώρισμα δ᾿ αὐτῶν οὐδ᾿ ἀμυδρόν τις ἴδῃ.
Συγγνωστὸς οὐκοῦν, εἴπερ οὐκ ἔχων βλέπειν
τῶν Ἀθηναίων τὴν ἀοίδημον πόλιν,
ἴνδαλμα ταύτης γράφειν.
Η αγάπη για την Αθήνα, την άλλοτε ένδοξη
έγραψε αυτούς τους στίχους, ακόμα λατρεύοντας τις σκιές
και φέρνοντας δροσιά στης νοσταλγίας μου τη θέρμη·
γιατί πουθενά, αχ πουθενά, δε βλέπεις πια
την χιλιοτραγουδισμένη πόλη, όπως ήταν κάποτε.
Πολύς ο καιρός, ασύλληπτος για τις αισθήσεις μας,
που κρύβεται θαμμένη βαθειά μες στη λήθη.
Γι᾿ αυτό κι εγώ πικρά υποφέρω, σαν τον ερωτευμένο
που δεν μπορεί να αντικρίσει το πρόσωπο της αγαπημένης του,
που δεν μπορεί να τη δει μπροστά του ολοζώντανη,
και μόνο την εικόνα της θυμάται, σαν να μιλάει μαζί της,
παρηγοριέται και σβήνει τη φλόγα του έρωτά του.
Κακότυχος λοιπόν είμαι κι εγώ, σαν τον Ιξίονα:
Αγαπάω την Αθήνα όπως αυτός κάποτε αγάπησε την Ήρα,
ανύποπτος αγκαλιάζοντας το απατηλό της είδωλο.
Πώς πονάω αλί, τί λέω, τί γράφω;
Ζω στην Αθήνα, μα πουθενά δεν βλέπω την Αθήνα,
μόνο σκόνη θλιβερή, πουθενά γνήσια ευτυχία.
Τί έγιναν οι ναοί σου, δύσμοιρη πόλη;
Χάθηκαν όλα, σαν παραμύθι:
Το δικαστήριο κι οι δικαστές, το βήμα των ρητόρων,
οι ψήφοι, οι νόμοι, οι δημηγορίες των ρητόρων,
οι συνεδριάσεις της βουλής, οι λαμπρές γιορτές,
οι πολέμαρχοι στη στεριά και στην θάλασσα,
η πληθωρική Μούσα, η δύναμη του λόγου.
Χάθηκε χωρίς ίχνη το μεγαλείο της Αθήνας,
ούτε ένα σημάδι δεν έμεινε, έστω και θαμπό.
Γι᾿ αυτό συγχωρέστε με, εμένα, που δεν μού έδωσε η Μοίρα
να δω με τα μάτια μου την πολυθρύλητη πόλη της Αθηνάς,
αν η πένα μου χάραξε εδώ την εικόνα της

ΘΕΟΔΩΡΟΥ ΜΕΤΟΧΙΤΗ λόγιου, μαθηματικού και αστρονόμου (13ος –14ος)

Ἤτοι τὴν μὲν ἐγὼ σοφίην νέαν ἀνάνειρα
ὕψος εἰς ἀριδείκετον ἐκλείπουσαν πάλαι,
φάσι ἀνὰ μερόπεσσι βρουτοῖς πολλὰ μογῆσας.
Ἔκ τ᾿ ὀλίγων ἐμπυρευμάτων φλούγα μεγίστην
τῆς θ᾿ ἄρα σουφίης περίφαντον ἐκήα λαμπρὰν
λαμπετόεσσαν ἐμοὶ τιμᾲν ἀνά τε νῦν, ἀνά θ᾿ ἑξῆς
ὕστερον ἔπειτα διὰ πάντ᾿ αἰῶ διδοῖσαν.
Πραγματικά εγώ αυτή τη σοφία την αστρονομική
ως νέα ανύψωσα σε δακτυλοδεικτούμενο ύψος
μεταξύ των θνητών, ενω από καιρού είχε εκλείψει.
Από λίγες κρυμμένες σπίθες μέσα στη στάκτη
αναψα λαμπρή φλόγα αυτής της σοφίας,
ορατή από παντού, που δίνει σε μένα αστραποβολούσα τιμή
και τώρα και συνεχώς στο μέρον δια μέσου των αιώνων.

ΜΑΡΚΟΥ ΑΓΓΕΛΟΥ (14ος αι.)

Εἰς τὸν Ἔρωταν

Ἔρως ὁ βαρὺς δυνάστης,
τίς τὴν φύσιν εἶ καὶ πόθεν;
Ἆρ᾿ αἰθὴρ ἐξέφηνέ σε;
ὕδωρ δ᾿ ἐμαιεύσατό σε;
Τίς δ᾿; ἐκ γῆς τὴν βλάστην ἔσχες
ἢ παρ᾿ οὐδενὸς μὲν τούτων,
οἴκοθεν δ᾿ αὐτὸς βλαστήσας,
οὐρανοῦ μὲν κατωρχήσω,
κατεπύρσευσας δ᾿ αἰθέρα,
τὸν ἀέρα δὲ διέπτης,
ὕδατι δ᾿ ἐπεῖδες λείως;
ἐπὶ γῆς δὲ βάθρον ἔσχες
ὡς οὐδὲν τῶν ὄντων μέρος
ἄπειρον τῆς σῆς ἰσχύος.

ΜΑΝΟΥΗΛ ΦΙΛΗ (14ος αι.)

Εις τον στρουθοκάμηλον

Ἀπὸ καμήλου καὶ στρουθοῦ σύνθετον εἶδον τέρας
Οὔτε πτηνὸν οὔτε πεζόν, ἐξ ἐκατέρων γένος·
Ὂ καὶ τῇ χέρςῳ σπένδεται, καὶ πρὸς αἰθέρα τρέχει,
Καὶ γίνεται μεταίχμιον τούτοιν ἀμφοῖν τὸ ζῷον,
Ἀξύμβλητον, οὐδέτερον, ἡμιτελὲς, ἀστεῖον.
Εἰς γὰρ ἀγώνισμα κοινὸν τοῦ σκήνους προκειμένου,
Καὶ μαχομένης πρὸς τὴν γῆν τῆς ἐν αἰθέρι βίας,
Τὸ μὲν παχὺ τοῦ σώματος καὶ πῖον καὶ γεῶδες
ἐναπομένει τῷ βαρεῖ τῆς ὑποςπώσης ὕλης.
Καὶ τοῦτο δῆλον ἐξ αὐτῶν τῶν στέρνων καὶ τῶν νώτων
Καὶ τῆς πυγῆς καὶ τῶν ποδῶν καὶ τῆς ἀδρᾶς ἰγνύης·
Ὅσον δὲ κοῦφον καὶ λεπτόν, αὖθις αἰθὴρ λαμβάνει
Καὶ γίνεται τὸ σπάραγμα τῆς ἀνθολκῆς τῆς ξένης.
Τράχηλος κοῦφος καὶ λεπτὸς καὶ γλίσχρος καὶ προμήκης·
Ἡ μέντοι παραπτέρωσις, ἠρέμα πλημμελοῦσα,
Περισκεπὲς καθίστησιν ἐν μέρει τὸ σαρκίον,
Ὥς τοῦ τάχους τῶν ποδῶν ἀρκοῦντος πρὸς τὸν δρόμον·
Τὸ δὲ πτηνόν τε καὶ πεζὸν ἀνασοβοῦν καὶ τρέχον

ΒΗΣΣΑΡΙΩΝΟΣ Τραπεζοῦντος

Επίγραμμα επιτάφιο του ΒΗΣΣΑΡΙΩΝΑ (15ος αι.) για το δάσκαλό του, Γεώργιο Γεμιστό-Πλήθωνα

Γαῖαν σώματι, ψυχῇ δ᾿ ἄστρα Γεώργιος ἴσχει
Παντοίης σοφίης σεμνότατος τέμενος.
Πολλοὺς μὲν φῦσεν ἀέρας θεοειδέας
Ἑλλὰς προῦχοντος σοφίῃ, τῇ τε ἄλλη ἀρετῇ
ἀλλὰ Γεμιστός, ὅσον Φαέθων ἄστρων παραλλάσσει τόσον
τῶν ἄλλων ἁμφότερον κρατέει.