ΙΩΑΝΝΟΥ ΜΑΥΡΟΠΟΔΟΣ

Ὅτε τὴν οἰκίαν ἀπέλαβεν

Ἔχω πάλιν σε, καὶ βλέπω τὴν φιλτάτην·
πλὴν οὐκ ἔτι κλῆρόν σε πατρικὸν λέγω,
Χριστοῦ δὲ μᾶλλον δῶρον ἠγαπημένον,
χάριν τε λαμπρὰν εὐσεβοῦς βασιλέως,
οἵ μη γλυκεῖαν προστεθεικότες βίαν,
παλίντροπον στρέφουσαν αὖθις ἐνθάδε.
Ὁ μὲν καθ᾿ ὕπνυς δεξιὰν θείαν νέμων,
καὶ πρὸς τὰ τῇδε πολλάκις δοκῶν ἄγειν·
ὁ δὲ προδήλως τὴν ἀνάγκην προσφέρων,
καὶ τῆς πατρῴας τὴν ἀνάκλησιν στέγης
σφοδρῶς ἀπαιτῶν, ὡς ἀσύγγνωστον χρέος,
ἕως ἔπεισαι εγκατοικῆσαι πάλιν.
Καὶ δὴ κατοικῶν ἐξ ὑπαρχῆς δευτέρας,
οὐκ οἶδα μέχρι ποῦ τε, καὶ πόσον χρόνον
νέος καλοῦμαι τῆς παλαιᾶς δεσπότης,
καὶ θαῦμα τὴν ἄπιστον εὐκινησίαν,
καὶ τὴν ἄπιστον, ἣν ἐκινήθην, ἔχω,
οὕτω Θεοῦ στρέφοντος, οἷς οἶδε τρόποις,
καὶ ποικίλως ἄγοντος ἡμῶν τὸν βίον,
εἰς ὃν πεποιθώς εἰμι, καὶ θαῤῥεῖν ἔχω
ὡς καὶ τὸ λοιπὸν εὐθετήσει τοῦ βίου,
τοῖς δεξιοῖς τούτοις με πρὸς σωτηρίαν
ὡς ἀσθενῆ τε καὶ μικρόψυχον φέρων·
τὸ καρτερεῖν γὰρ οὐκ ἐμὸν τἀναντία.
Οὐκοῦν ἀποτρέποις γε ταῦτα, Χριστέ μου·
Μόνοις δὲ τοῖσδε τὴν ἐμὴν ζωὴν ἄγοις,
ὡς χρηστός, ὡς εὔσπλαγχνος, ὡς εὐεργέτης·
εἶτα πρὸς ἄλλον χειραγωγήσοις βίον,
ἄλυπον, ἀστένακτον, ἔξω φροντίζων.
Τίς γὰρ φόβος σοι τῷ κρατοῦντι τῶν ὅλων
ἓν πλάσμα σῶσας δωρεὰν ἔργων δίχα;