ΙΩΑΝΝΟΥ ΜΑΥΡΟΠΟΔΟΣ

Εἰς τὴν ἑαυτοῦ οἰκίαν, ὅτε διαπράσας ταύτην ἀπέλιπε

Μὴ δυσχέρανε σὺ πρὸς ἡμᾶς οἰκία
ἔρημος οὕτω, καὶ κενὴ λελειμμένη.
Σὺ γὰρ σεαυτῇ πρόξενος τοῦ νῦν πάθους,
ἄπιστος οὗσα τοῖς ἑαυτοῖς δεσπόταις,
καὶ μηδένα στέργουσα τῶν κεκτημένων,
μηδ᾿ εἰς τέλος σώζουσα τὴν ὑπουργίαν.
Οὐ γὰρ πέφυκας τοῖς ἔχουσι προσμένειν·
ἀεὶ δ᾿ ἀμείβειν ἄλλον ἐξ ἄλλου θέλεις,
ἀποστατοῦντος οἰκέτου κακοῦ δίκην.
Πρὶν οὖν προδῷς σύ, καὶ λίπῃς τὸν δεσπότην,
οὗτός σε φεύγει σωφρονῶν ὡς δραπέτην·
πρὸ τοῦ παθεῖν ἄκων δὲ τὴν σὴν ζημίαν,
ἑκών σε ῥίπτει, καὶ λιπὼν ἀποτρέχει,
πλὴν οὐ πάθους ἄμοιρον, οὐδ᾿ οἴκτου δίχα.
Οἰκτίζεται γαρ καὶ λίαν σε, φιλτάτη,
ὡς κτῆμα τερπνόν, ὡς πατρῴαν ἑστίαν,
ὡς ἐκ γένους δῶρόν τε καὶ κλῆρον μόνην,
καί μοι στρέφοις τὰ σπλάγχνα, καὶ τὴν καρδίαν
ὁ πρὸς σὲ θερμὸς ἐκ συνηθείας ἔρως.
Σὺ γὰρ τιθηνός, καὶ τροφός μοι, φιλτάτη,
σὺ παιδαγωγός, καὶ διδάσκαλος μόνη·
ἐν σοὶ πόνους ἤνεγκα μακρούς, καὶ κόπους,
ἐν σοὶ διῆξα νύκτας ἀγρύπνους ὅλας,
ἐν σοὶ διημέρευσα, κάμνων ἐν λόγοις,
τοὺς μέν διορθῶν, τοὺς δὲ συντάττων πάλιν,
κρίνων μαθηταῖς καὶ διδασκάλοις ἔρις
ἕτοιμος ὢν ἅπασιν εἰς ἀποκρίσεις,
καὶ προστετηκὼς ταῖς γραφῖς, καὶ ταῖς βίβλοις.
Ἐν σοὶ σύνηξα γνῶσιν ἐκ μαθημάτων,
ἐν σοὶ δὲ ταύτην τοῖς θέλουσι σκορπίσας,
πολλοὺς σοφοὺς ἔδειξα προῖκα τῶν νέων.
Τούτοις μὲ κάμπτεις, καὶ κατακλᾷς, φιλτάτη·
λόγος δὲ νικᾷ πάντα, καὶ Θεοῦ πόθος,
τρίτον δ᾿ ἀρίθμει τῆς τελευτῆς τὸν φόβον,
οἷς ὡς μύωψιν ἀθρόον πεπληγέντος,
ἄπειμι φεύγων ἔνθεν οὗ Θεὸς φέρει,
ἄλλων πάροικος ἀντὶ τοῦ χθὲς δεσπότου,
προσύλυτός τις οἰκτρὸς ἀντ᾿ ἐγχωρίου,
ἀνέστιός τε καὶ ξένης χρῄζων στέγης,
ὁ τῆς ἑαυτοῦ μὴ φθονήσας τοῖς ξένοις.
Ἐπεὶ δ᾿ ἀπαίρειν καιρὸς εἰς ἀλλοτρίαν,
σὺ χαῖρε πολλά, χαῖρέ μοι σὺ γνησία,
ξένη δὲ μᾶλλον ἔκ γε τῆς νῦν ἡμέρας·
ὅμως δὲ χαῖρε, μῆτερ δευτέρα,
ἡ καὶ τιθηνήσασα, καὶ θρέψασά με,
καὶ πρὸς τέλειον μέτρον ἐξέτι βρέφους
ἀπαρτίσασα, καὶ κατηρτίσάς με.
Νῦν δ᾿ ἄλλους ἕξεις οὕς παιδεύσεις, καὶ θρέψεις,
ἄλλοις παρέξεις πρὸς λόγους εὐκαιρίαν,
εἴπερ λόγους στέργουσιν, ἡμῖν δ᾿ οὐκέτι.
Σῴζου δέ, σῴζου καὶ σύ, πιστὴ γωνία,
ἐν ᾗ λαθὼν ἔζησα τὸν πρὸ τοῦ βίου,
ὑμεῖς τε χρηστοὶ γείτονες σώζοισθέ μοι,
καὶ τῷ μακρυσμῷ μὴ σκυθρωπάζοιτέ μοι.
Πάντων γὰρ ἡ χεὶρ τοῦ Θεοῦ δεδραγμένη
ῥᾷον τίθησι, καὶ τὰ μακρὰν πλησίον·
ἕως συνάξῃ πάντας εἰς κρίσιν μία.