Φιλία ὑπ᾿ ἀνδρὸς αὐτῆς τοῦ κόσμου ἤτοι βίου ἀνθρωπίνου ἐκβέβληται· συνεζεύχθη δ᾿ αὐτῷ ἡ μαχλὰς Ἔχθρα, συμβουλευσάσης Μωρίας τῆς θεραπαινίδος αὐτοῦ.
Ξ. Ὦ Φιλία δέσποινα, πάντιμον κάρα,
ποῖ καὶ πόθεν; Καὶ ταῦτα μεστὴ δακρύων,
στυγνή, κατηφής, τὴν κόμην ἐσκυλμένη,
κύπτουσα πρὸς γῆν, ὠχριῶσα τὴν χρόαν,
χιτώνιον πενθῆρες ἠμφιεσμένη,
ἀττημελὴς τὸ ζῶσμα, καὶ τὸ βλαυτίον,
καὶ τὴν κακίστην ἀλλαγὴν ἠλλαγμένη.
Ὁ δὲ στολισμὸς ὁ πρίν, ἡ δὲ πορφύρα,
ἡ δ᾿ εὐπρέπεια, καὶ τὸ τοῦ χείλους ῥόδον,
ὁ δὲ πλόκαμος, ἡ δὲ τῆς ζώνης χάρις,
αἱ δ᾿ ἀρβυλίδες, ἡ δὲ λοιπὴ σεμνότης,
ᾤχοντο πάντα πρὸς τὸ μηδὲν ἀθρόα.
Καὶ νῦν γυναιξὶν ἐμφερὴς θρηνητρίαις,
στυγνὴ βαδίζεις. Ἀλλὰ ποῖ δὴ καὶ πόθεν;
Φ. Γῆθεν πρὸς αὐτὸν τὸν Θεὸν καὶ πατέρα.
Ξ. Ἔρημος οὖν ὁ κόσμος ἐστὶ φιλίας;
Φ. Ἔρημος, ὃς τοσοῦτον ἐξύβριζέ με.
Ξ. Ὕβριζε;
Φ. Καὶ θύραθεν ἐξέῤῥιπτέ με.
Ξ. Θύραθεν;
Φ. Ὥστε καὶ νομισθῆναι θανεῖν.
Ξ. Εἴτ᾿ ἐξέκεισο;
Φ. Καὶ μεμαστιγωμένη.
Ξ. Μελαγχολᾷν τὸν κόσμον ἄντικρυς λέγεις
οὕτω μανικῶς ἐμπαροινήσαντά σοι.
Φ. Τί δ᾿, ἂν τὰ λοιπὰ τῶν ἐμῶν παθῶν μάθῃς;
Νῦν μὲν κατ᾿ ἀμφοῖν πυγμαχοῦντος ταὶν γνάθοιν,
νῦν δ᾿ ἐνθοροῦντος λὰξ κατ᾿ αὐτῆς γαστέρος.
Ἐῶ τὰ λοιπὰ καὶ τὰ μείζονα, ξένε·
ἢ γὰρ μαθών, ἤλγησας ἂν τὴν καρδίαν.
Ξ. Μὴ μὰ πρὸς αὐτοῦ τοῦ πατρός σου, Φιλία.
Μηδὲν σιγήσῃς, ἀλλά μοι τὸ πᾶν φάθι.
Φ. Οὐκοῦν καθιζήσαντες ἀμφὶ τὴν πίτυν,
(Ὁρᾷς τὸ δένδρον ὡς καλὸν καὶ μέγα)
Τὸ πᾶν ἐπεξέλθωμεν ἤδη τοῦ λόγου·
Φ. Ἰδοὺ καθιζήκαμεν. ἄρξας τοῦ λέγειν.
Ξ. Ἐγὼ τὰ πρῶτα τῷ Θεῷ τῇ Τριάδι
ἀεὶ σύνειμι καθαρῶς ἡνωμένη·
ἐν τοῖς ἀσωμάτοις δὲ δεύτεροις νόοις
καὶ ταῖς τρισὶ τριάσι ταῖς ἄνω μένω,
οἷον χερουβὶμ καὶ σεραφὶμ καὶ θρόνοις,
καὶ ταῖς προλούποις ἀΰλοις στραταρχίαις.
Ἐγὼ μὲν αὐταῖς, καὶ πρὸς αὐτὰς τὴν σχέσιν.
Καὶ πρὸς τὸ θεῖον, καὶ πρὸς ἀλλήλας νέμω.
Καὶ τὰς τοσαύτας τῶν ἄνω μυριάδας
εἰς ἓν συνάπτω, καὶ μίαν σειρὰν πλέκω.
Ἑωσφόρος μόνος με πρὶν ἀπεστράφη,
κἀκ τῶν ἀφ᾿ ὕψους ἀντύζων κατεστράφη.
Οὕτω μὲν οὕτως ἡ νοουμένη κτίσις
ἐμοὶ κρατεῖται, καὶ μένει φρουρουμένη.
Τὴν γὰρ
θεατὴν καὶ κατ᾿ αἴσθησιν φύσιν,
τὸ κοσμικὸν πλήρωμα τὴν κάτω κτίσιν,
τίς ἀμφιβάλλει μὴ κρατεῖσθαι φιλίᾳ;
Ὁ φλήναφος γὰρ Ἐμπεδοκλῆς ἐῤῥέτω,
τὸ νεῖκος εἰπὼν δημιουργὸν τῶν κάτω.
Τί γὰρ νοήσει, καὶ συναίσθεται τίνος
ἄνθρωπος οὐ γνοὺς ὡς τὸ πῦρ φύει καίει,
ἀλλ᾿ εἰς πυρὸς κρατῆρας ἐμπεσὼν μέσους;
Ἢ τίς τὸν
εὐρὺν οὐρανὸν καὶ τὸν μέγαν,
ἄκαμπτον ὄντα τὸ πρὶν εὐθυωρίαν,
ἀρχῇ πιθέσθαι τοὺς λόγους τοῦ φαμένου,
ἔκαμψεν εἰς τὴν σφαῖραν, εἰ μὴ φιλία;
Οἷον γὰρ εἰπεῖν, ὡς καλοῦ καὶ κοσμίου
ἐρῶν ἑαυτοῦ πρὸς κύκλον συνεστράφη;
Ἑαυτὸν αὐτῷ φιλιῶν σφίγγων μέρη.
Ἐγὼ τὰ κύκλα
τῶν ἀπείρων ἀστέρων,
ἁπλῶς ἁπάντων, ἀπλανῶν, πλανωμένων
ἔταξα δεσμῷ καὶ συναφῇ πανσόφῳ.
Ἐγὼ φιλιῶ τῷ
σεληναίῳ κύκλῳ
τὸν ἡλιακὸν δίσκον, ὃς τὸ φῶς βρύει.
Καὶ φιλιῶ τοσοῦτον ὡς καὶ λαμπάδας
κιχρᾷν ἐκείνῳ τοῦτον εἰς νυκτῶν σέλας.
Ἐγὼ τὸ πᾶν
πλήρωμα τοῦ παντὸς βίου
πλοκῇ ξυνεστὼς φύσεων ἐναντίων
κοινῶς ἑνίζων, κἂν διίσταται φύσει.
Ξηρὸν τὸ πῦρ,
ὑγρὸν δὲ χῦσις ἀέρος,
καὶ γειτονοῦσι ταῦτα τοῖν δυοῖν ἐναντίοιν
κοινὸν τὸ θερμόν, τὴν μάχην ἀνατρέπω.
Θερμὸν μὲν
ἀήρ, ἀλλ᾿ ὕδωρ ψυχρὸν φύσει,
ἀγχιθυρεῖ δὲ καὶ κατ᾿ ἀλλήλων πνέει,
ἀλλ᾿ ὑμέσι τενοῦσας τούτοις ὑγρότην
ἄμφω ξυνάπτου καὶ πρὸς εἰρήνην φέρει.
Ὕδωρ μὲν
ὑγρόν, ἡ δὲ γῆ τοὐναντίον,
μέση δ᾿ ἐν ἀμφοῖν ἐμπεσοῦσα ψυχρότης
φίλιον αὐτοῖς ἐμβραβεύει τὸν βίον.
Τὰς τέτταρας
δὲ τοῦ γίγαντος ἡλίου τροπᾶς τίνος φαίημεν;
Οὐχὶ φιλίας;
Χειμὼν γὰρ εὐθὺς οὐ τέτραπται πρὸς θέρος
τῶν ποιοτήτων σφῶν ἐναντιουμένων,
ἀλλ᾿ εἰς ἔαρ μετῆλθεν, εἶτα πρὸς θέρος.
Καὶ τοῦ θέρους ἡ κρᾶσις, οὐκ εἰς τὸ κρύον,
ἀλλ᾿ εἰς μέσον τι, τῶν ὀπώρων τὴν φθίσιν.
Κἀντεῦθεν ὥσπερ ἐξ ἀπαλῶν παρθένων
τῶν συμπλεκουσῶν τὰς κρόκας καὶ τοὺς μίτους
(Ὥρας δὲ ταύτας γνῶθί μοι τὰς παρθένους)
καλὴ τελεῖται τῶν ἑτῶν ἰστουργία.
Ἐγὼ συνιστῶ
τὸν βροτήσιον βίον.
Εὐρωστία καὶ κάλλος ἄμφω φιλίας,
ἄμφω φιλίας ἔργα. Πῶς, ζητεῖς; Μάθε.
Ἂν ἡ τετρακτὺς τῶν χυμῶν σχῇ φιλίαν,
καλῶς ἔχει τὸ σῶμα, καὶ μακρὰν νόσοι.
Εἰ τῶν μελῶν
δ᾿ εὔρυθμός ἐστιν ἡ σχέσις,
ἔχει δὲ καὶ σὐστοιχον ἀλληλουχίαν,
ἐνδύεται δὲ καὶ χρόαν εὐχρουστέρα,
κάλλος καλεῖται τοῦτο τοῖς παλαιοτέροις.
Ἡ γοῦν ὑγεία καὶ τὸ κάλλος φιλίας.
Ἐγὼ πολίζω
τὰς πόλεις ἡ Φιλία,
κἂν εἰ πόλεις λέγει τὶς αὐτὰς τὰς πόλεις,
κἂν αὐτὸ μᾶλλον τῶν πολιτῶν τὸ στίφος.
Πλίνθοι γοῦν ὀπταὶ καὶ λίθων ξεστῶν βάρη
ἐμοὶ ξυνῆλθον εἰς ἑνὸς τοίχου κτίσιν·
δυὰς δὲ τοίχων ἀμφὶ γωνίαν μίαν,
καὶ γωνίαι τέσσαρες εἰς πλήρη δόμον.
Ἐγὼ συνιστῶ
τὰς παρ᾿ ἀνθρώποις τέχνας,
καὶ τῷ σκυτεῖ μὲν φιλιῶ τὸν κναφέα,
τῷ χαλινεργάτῃ δὲ τὸν στρατηλάτην,
καὶ τῷ γεωργῷ τὸν βάναυσον συνδέω,
καὶ τεχνίτην ἅπαντα παντὶ τεχνίτῃ.
Χρήζει γὰρ ὄντως ἁλιεὺς πᾶς γηπόνου·
διδοὺς γὰρ ἰχθύν, ἄρτον ἀντιλαμβάνει·
καὶ γηπόνος πᾶς αὖθις ἀσπαλιέως.
Διδοὺς γὰρ ἄρτον, ἰχθὺν ἀντιλαμβάνει.
Καὶ παντὸς ἅπας ἐνδεὴς ὁ τεχνήτης.
Κἀντεῦθεν εὖ πάσχουσιν αἱ πόλεις πᾶσαι.
Ἐγὼ γάμου
σύμπαντος ἡ νυμφοστόλος.
Ἐγὼ τὸ θῆλυ πρὸς τὸν ἄῤῥενα τρέπω.
Ἐγὼ τὸν ἄνδρα πρὸς τὸ θῆλυ συντρέπω.
Τί γὰρ μύραιναν τὴν θαλασσίαν ὄφιν
τὸ πόντιον πέπεικεν ἐκλιπεῖν βάθος,
ἀναδραμεῖν δὲ τῆς θαλάσσεης τὴν ῥάχιν.
Ἐπιδραμεῖν δὲ καὶ τὸ χερσαῖον πέδον;
Τίς τοῦ
σιδήρου τὴν ἅπασαν οὐσίαν
δούλην καθιστᾷ τῆς μαγνήτιδος λίθου;
Οὐδέν τοι πάντως ἄλλο φιλίας δίχα.
Ἐμοὶ τὸ πᾶν ζῇ, καὶ κρατεῖται, καὶ μένει.
Εἴπω τὸ
μεῖζον, καὶ σιγάτω πᾶς λόγος.
Ἐγὼ Θεὸν τὸν ὄντα, τὸν παντεργάτην,
τὸ Πατρὸς ἐκσφράγισμα, τὸν μέγαν Λόγον,
τὸ παμφαὲς φῶς, τὴν ὑπέρθεον φύσιν,
τὸν ἄχρονον νοῦν, τὴν χρονουργὸν οὐσίαν,
ἐλθεῖν ἔπεισα μέχρι γῆς καὶ τῶν κάτω,
καὶ τὴν παθητικὴν προσλαβεῖν ὅλην φύσιν,
καὶ σωματικὴν ἐνδυθῆναι πορφύραν,
ἐκ παρθενικῶν αἱμάτων ὑφασμένην,
παθεῖν, θανεῖν, φεῦ! τῆς τοσαύτης ἀγάπης,
δι᾿ ἧς τοσοῦτον ἔργον, ὢ φίλτρου ξένου!
Δι᾿ ὃ χρονικῶς μίγνυται τῷ σαρκίνῳ,
ὁ κυριεύων καὶ χρόνου καὶ σαρκίου·
καὶ συνανιστᾷ τὴν πεσοῦσαν εἰκόνα,
ἐν τῷ καθ᾿ αὑτὸν ἀναχωνεύσας πάθει.
Τοιαῦτά μου
τὰ δῶρα τὰ πρὸς τὸν βίον.
Ἀλλ᾿ εἰς νεκροὺς τὰ μῦρα τῆς παροιμίας,
ἀλλ᾿ εἰς ὄνους ἡ λύρα τοὺς κανθηλίους.
Ἐλάνθανον γὰρ ἀχαρίστῳ δραπέτην
ὅλην ἐμαντὴν ἐκδιδοῦσα τῷ βίῳ,
ὃς τὴν ἐμὴν μὲν ἀθετεῖ συνουσίαν
δείλαιοι ἀνδρῶν, εἰς δ᾿ ἀγεννῆ μαχλάδα,
Ἔχθραν καλοῦσι, τὴν ἀτάσθαλον ῥέπει.
Τῆς δουλίδος γὰρ μωρίας ξυνεργίᾳ
αὐτὴν μὲν ἐντὸς εἰσάγει τῆς οἰκείας,
ἡμᾶς τῶν τύπτων ἐξάγει. Ὢ νόμοι, νόμοι!
Καὶ τοὺς ἀθέσμους οὐδὲ κἂν κλέπτῃ γάμους,
ἀλλ᾿ ἀναφανδὸν ἐκτελῖ τὴν αἰσχύνην,
καίτοι πρὸ πάντων ἀγνοῶν καὶ τὴν θέμιν.
Τί φλαῦρον
ἡμῖν, ὥστε λῦσαι τὸν γάμον,
τί δ᾿ ἀγαθὸν πρόσεστι τῇ μοιχαλίδι,
ὥστε πρὸς αὐτὴν ἀντενέγκας τὸν πόθον;
Εἰ γάρ με ταύτῃ συγκρίνειν βούλοιτό τις,
ὀκνῶ τὰ κομψὰ μέμψιν εὐλαβουμένη.
Ἐγὼ μέν εἰμι
χαροπός, χρηστὰ βλέπω,
καὶ μειδιῶ τὰ πλεῖστα, καὶ χάριν πνέω,
κἂν δεῖ λαλεῖν ἐνταῦθα γλυκύτης ὅση·
κἂν δεῖ γελᾷν, ἐνταῦθα σεμνότης ὅση.
Ἐν συμπλοκαῖς οὐ μανθάνεις τοὺς δακτύλους,
ἐν τοῖς βαδισμοῖς τοὺς πόδας δ᾿ οὐκ ἂν μάθοις.
Κἂν νῦν πλακοῦντες, νῦν δ᾿ ἅλες τρέφωσί με,
οὐ τοὺς πλακοῦντας προκρίνω τῶν ἁλάτων.
Ἐν τοῖς ἀγαθοῖς τὸν πέλας γοργὸν βλέπω,
πάσχω δὲ πρὸς φαῦλόν τε ἀμβλυωπίαν.
Ἐναρτίας πέφευγα κακίας δύο,
τὴν ὑπόκρισιν, τό τε πέρπερον τρόπον.
Ἐμοῦ μὲν οὖν
τοσαῦτα, τῆς δ᾿ ἔχθρας τίνα;
Φόνιον αἷμα, χεῖρες ᾑματωμέναι,
ὕπωχρος ὄψις, ἐκτετηγμέναι γνάθοι,
φωνὴ τραχεῖα, βάρβαρος δὲ τὸ πλέον,
ἄσεμνος ὕβρις, ἅλμα, κραυγή, θροῦς ὅσος.
Τίς οὖν
φρονῶν ἄνθρωπος, εἰπέ μοι, ξένε,
Βάκχην ἀτεχνῶς, ἀγρίαν, καὶ μαχλάδα;
Ἀλλ᾿ ὁ τρισάνοικτος καὶ ἄθλιος βίος
τοιαῦτα τολμᾷ, καὶ τόσην ἀδικίαν.
Ἐγὼ δὲ καὶ τοσαῦτα παθοῦσα, ξένε,
ὅμως φιλῶ μου τὸν ξυνευνέτην πάλιν.
Πῶς γὰρ δυναίμην μὴ φιλεῖν ἡ Φιλία;
Ἀλλ᾿ ἐν
κενοῖς, εἴποι τις ἴσως, ὦ γύναι,
κακηγορεῖς τὸν ἄνδρα καὶ πόῤῥω λόγου.
Δέον κακῶς γὰρ τὴν θεράπαιναν λέγειν,
ἥτις ποτ᾿ ἔστιν, ἣν ἔφης σὺ μωρίαν·
αὕτη γὰρ αὐτὸν εἰς τὸ μῖσος ἑλκύει·
σὺ δ᾿ ἀλλὰ ἐκείνην ἐξάγεις τῆς εὐθύνης,
πνέεις δὲ πῦρ ἄντικρυς ἀμφὶ τὸν βίον.
Εἰ ταῦτά τις
πρόθοιτο πιθανῶς τάχα,
ἀντιπροθοίμην ταῦτα πιθανωτέρως.
Ἐφ᾿ ᾧ γὰρ ἡμῶν μὴ κλύων τῶν γνησίων.
Ὅλας παρέσχςν ἀκοὰς τῇ δουλίδι,
καίτοι μαθῶν τὸ δοῦλον ἐχθρὸν δεσπόταις.
Πλὴν ἀλλὰ καὶ πῶς τῆς λυσιγάμου γάμος;
Ἢ πῶς φιλίας μὴ παρούσης τῷ γάμῳ
ἔσται τὸ κοινώνημα τῆς συνουσίας;
Βλέπεις φρενῖτιν ἣν νοσεῖ, βλέπεις μέθην,
ὁρᾷς μανικὴν ἐκτροπή, ὁρᾷ νόσου;
Οὐδ᾿ αὐτὸ γοῦν ἔγνωκεν ὡς ἔχθρας φύσις
οὐκ οἶδε δεσμεῖν, ἀλλὰ τοὺς δεσμοὺς λύειν.
Ὅπως δὲ σαφῶς
τοῖς καθ᾿ ἡμᾶς ἐντύχῃς,
κἀκ τῶν θύραθεν τῶν λόγων πιστωτέον.
Ἡ μὲν γὰρ ἐμπίπτουσα καὶ πρὸς τὴν φύσιν,
αὐτὴν ἑαυτῇ φιλονεικεῖν κορθύει·
τὸν Ἐτεοκλῆ καὶ Πολυνείκειν βλέπε·
ἔχθρας γὰρ ἀμφοῖν ἐγχορευσάσης μέςου
ἑκάτερος τέθνηκεν ἐξ ἐκατέρου.
Ἐγὼ δὲ συνδέουσα τοὺς ἀλλοτρίους,
Κρείττων καθιστῶ συγγενῶν ὁμογνίων.
Ὁ γὰρ Ὀρέστης καὶ Πυλάδης οἱ φίλοι
ἐμοὶ κατεπράξαντο τοὺς τόσους ἄθλους.
Ἀκήκοας, βέλτιστε, τῆς τραγῳδίας,
ἐντεῦθεν ἀντάκουε τῆς ῥαψῳδίας.
Ἕως μὲν ἔχθρα τὴν σπάθην Ἀχιλλέως
θήγει κατ᾿ αὐτοῦ τοῦ Μυκηναίου ξίφους,
ὁ Πριάμου παῖς πυρφόρος πρὸς τὸν στόλον
τῆς Θετταλικῆς ἡρεμούσης ἀσπίδος·
κόλον δὲ τὸ πρὶν μαυρὸν εἰς χεῖρας δόρυ·
Αἴαντι τῷ γιγάντι τῷ πελωρίῳ
ἐπὰν δ᾿ ἐγὼ λάβοιμι τὸν τοῦ Πηλέως,
ἄλλως ῥιφέντος τοῦ κύβου τοῦ τῆς μάχης
ὁ χθὲς διώκων εἰς φυγὴν νῶτα κλίνει
καὶ νεκρὸς Ἕκτωρ ὁ στροβῶν τὴν Ἑλλάδα
τὴν μήτραν οἰκτρῶς ἐκ ποδοῖν ἐζωσμένος,
ἱππηλατῶν δείλαιον ἱππηλασίαν,
χαίτας ἐκείας τὰς καλὰς καὶ κοσμίας,
καὶ τὸν καλὸν βόστρυχον εἰς κόνιν σύρω,
καὶ τὸ τρόπαιο τοῖς Ἀχαιοῖς ὡς μέγα.
Οὕτω διεστήκαμε ἀλλήλων, ξένε,
καὶ βελτίων τίς. Σοὶ δίδωμι τὴν κρίσιν.
Ἀλλ᾿ οὐχ ὁ βίος ταῦτα, τὴν δ᾿ ἔχθραν λαβών, ἐμὲ
ξένην ἔδειξε καὶ τῆς ἐστίας.
Ἐγὼ μὲν οὖν
ἄνειμι πρὸς τὸν Πατέρα·
ἡ δ᾿ ἔχθρα λοιπὸν εγχορευέτω κάτω,
καὶ παιζέτω τὰ τέκνα ταύτης εἰς μέσον.
Βούλῃ μαθεῖν
τὰ τέκνα τῆς ἔχθρας τίνα;
Υἱοὶ φθόνος, λόχος τε, καὶ τρίτος φόνος.
Θυγατέρες δὲ κακία, μῆνις, μάχη.
Αὕτη μὲν οὖν,
ὡς εἶπον, αὐτῆς τοῖς τέκνοις
παῤῥησιαζέσθωσαν ἀμφὶ τὸν βίον·
ἐγὼ δὲ λοιπὸν πρὸς τὸν αἰθέρα τρέχω.
Οἶκτος δὲ πᾶς, καὶ πᾶσα φιλανθρωπία,
καὶ ζῆλος ἔμφρων, καὶ καλῶν πάντων ἔρως,
ὁρᾷς ὅπως ἅπαντα συμφεύγουσί μοι.
Ξ. Καὶ ταῦτα μέν, δέσποινα Φιλία, βλέπω·
Συνεννοῶ δὲ καὶ τὸ μέλλον οὗ δράμῃ.
Καὶ δακρύω μὲν τῆς ἀβουλίας χάριν
τὸν οἰκτρὸν ὄντως καὶ ταλαίπωρον βίον
σὲ δ᾿ ἄξια δρᾷν, ὧνπερ ἂν ἔτλης, κρίνω.
Πλὴν ἀλλ᾿ ἰδού σε ποτνιῶμαι δακρύων,
πρὸς τοῦ τεκόντος ἀπαιτῶν, πρὸς τῶν χρόνων,
πρὸς τῶν ἀΰλων οὐσιῶν σύνελθέ μοι,
τὴν καλύβην εἴσελθε, τὴν στέγην μάθε,
ἀποῤῥόφησον φιάλης νηφαλίου,
καὶ τοὺς τρύφους γεύθητι τοῦ ποτηρίου,
καὶ τοῦ ἵδους μέτασχε καὶ τῶν ἁλάτων.
Φ. Μὴ τοῦτό μοι, μὴ τοῦτο, μὴ τοῦτο, ξένε.
Ἅλις γάρ, ὧν πέπονθα τῷ πρόσθεν χρόνῳ.
Τί πλειόνων δεῖ;
Τῶν παρελθόντων ἅλις.
Ξ. Δίκαια φῇς, δέσποινα, καὶ καλῶς λέγεις.
Οἷς γὰρ πέπονθας καὶ τὰ μέλλοντα κρίνεις.
Ὅρκῳ δ᾿ ἐγώ σοι πιστοποιῶ τὸν λόγον.
Οὐδὲν γὰρ ἂν δράσω σε τῶν ἐναντίων,
οὐκ αἰσχύνω τὸ φίλτρον, οὐ τὴν ἀγάπην·
οὐχί, πρὸς αὐτῶν, ὧν ἔφης, φρικτῶν λόγων.
Φ. Δύναιο δ᾿ ἄν μοι ταῦτα προσφέρεν ἕδνα.
Εἴ σοι παράσχου τοῦ γάμου τὰς ἐγγύας;
Ξ. Τὰ ποῖα; Λέξον, ὡς ἐγὼ παράσχομαι.
Φ. Χαίρειν ἐπ᾿ ἄλλων ἀγαθοῖς ἐξέστί σοι;
Ξ. Ἔξεστιν. Φ. Ἐν λύπαις δὲ λυπεῖσθαι νόθοις;
Ξ. Μάλιστα. Φ. Τὰς στρεβλὰς δὲ φεύγειν διπλόας;
Λαλεῖν δὲ ταῦτά, καὶ φρονεῖν ἐν καρδίᾳ;
Ξ. Καὶ τοῦτο πάντως. Ἄλλο λοιπὸν πυνθάνου.
Φ. Ἔχειν τὰ σαυτοῦ τῶν φίλων ἐν δευτέρῳ;
Ξ. Ἔχειν. Φ. Δι᾿ αὐτοὺς καὶ θανάτων πολλάκις;
Ξ. Ναὶ καὶ θανατᾷν. Φ. Καὶ φθονοῦσι μὴ φθονεῖν;
Ξ. Ναί. Φ. Τοὺς δὲ βασκαίνοντας ἀγαπᾷν; Ξ. Πάνυ.
Φ. Δέδοικα ταῦτα μὴ λόγῳ μὲν προσδέχῃ,
ἔργῳ δ᾿ ἀπαρνήσαιο.
Ξ. Καὶ μὴν ὤμοσα.
Φ. Ἄρθρει τὸν ὅρκον, ὡς ἐμὲ ξυλλαμβάνεις.