Πρᾶγμα σεμνὸν οὕτω καὶ τίμιον καὶ τοῖς μακαρίοις καὶ ὁσίοις Πατράσιν ἡμῶν πάλαι καλῶς ἐπινοηθέν, ἡ τῶν μοναστηρίων οἰκοδομή, κακῶς ὁρᾶται πραττόμενον σήμερον. Τινὲς γὰρ ὄνομα μοναστηρίου ταῖς οἰκείαις περιουσίαις καὶ ὑπάρξεσι περιθέμενοι καὶ Θεῷ καθαγιάζειν ταύτας ἐπαγγελλόμενοι, κυρίους τε τῶν ἀφιερωθέντων ἑαυτοὺς ἀναγράφουσι καὶ μόνῃ τῇ προσηγορίᾳ τὸ θεῖον ἀφοσιοῦν ἐκμηχανᾶσθαι διεγνώκασι. Τὴν αὐτὴν γὰρ ἐξουσίαν καὶ μετὰ τὴν ἀφιέρωσιν οὐκ ἐρυθριῶσι σφετερίζεσθαι, ἥνπερ ἔχειν οὐκ ἐκωλύοντο πρότερον. Καὶ τοσαύτῃ καπηλείᾳ προσετρίβη τῷ πράγματι, ὥστε πολλὰ τῶν ἀφιερωθέντων, παρ᾿ αὐτῶν γε τῶν ἀφιερωσάντων, καθορᾶται πιπρασκόμενα, θάμβος ὁμοῦ καὶ μῖσος τοῖς ὁρῶσι παρεχόμενα. Καὶ οὐ μόνον οὐκ ἔστιν αὐτοῖς μεταμέλεια, ἐφ᾿ οἷς τῶν ἅπαξ ἀνατεθειμένων Θεῷ τὴν ἐξουσίαν ἑαυτοῖς ἐπιτρέπουσιν, ἀλλὰ καὶ ἑτέροις ταύτην ἀδεῶς παραπέμπουσιν. Ὥρισεν οὖν διὰ ταῦτα ἡ ἁγία σύνοδος, μηδενὶ ἐξεῖναι μοναστήριον οἰκοδομεῖν ἄνευ τῆς τοῦ ἐπισκόπου γνώμης καὶ βουλῆς. Ἐκείνου δὲ συνειδότος καὶ ἐπιτρέποντος καὶ τὴν ὀφειλομένην ἐπιτελοῦντος εὐχήν, ὡς τοῖς πάλαι θεοφιλῶς νενομοθέτηται, οἰκοδομεῖσθαι μὲν τὸ μοναστήριον, πάντα δὲ τὰ ἐν αὐτῷ προσήκοντα, σὺν αὐτῷ ἐκείνῳ, βρεβίῳ ἐγκαταγράφεσθαι καὶ τοῖς ἐπισκοπικοῖς ἀρχείοις ἐναποτίθεσθαι, μηδαμῶς ἄδειαν ἔχοντος τοῦ ἀφιεροῦντος, παρὰ γνώμην τοῦ ἐπισκόπου, ἑαυτὸν ἡγούμενον ἢ ἀνθ᾿ ἑαυτοῦ ἕτερον καθιστᾶν. Εἰ γὰρ ἅπερ τις ἀνθρώπῳ χαρίζεται, τούτων οὐκέτι κύριος εἶναι δύναται, πῶς ἅπερ τις Θεῷ καθαγιάζει καὶ ἀνατίθησι, τούτων ὑφαρπάζειν τὴν κυριότητα παραχωρηθήσεται;
Ἐπειδή τινες τὸν μονήρη βίον ὑποδύεσθαι σχηματίζονται, οὐχ ἵνα Θεῷ καθαρῶς δουλεύσωσιν, ἀλλ᾿ ἵνα τῇ σεμνότητι τοῦ σχήματος δόξαν εὐλαβείας προσλάβωσι καὶ τῶν οἰκείων ἐντεῦθεν ἡδονῶν ἄφθονον εὑρήσωσι τὴν ἀπόλαυσιν, (τῶν τριχῶν γὰρ μόνον τὴν ἀποβολὴν ποιούμενοι, ἐν τοῖς οἰκείοις παρεδρεύουσι, μηδεμίαν τῶν μοναχῶν ἀποπληροῦντες ἀκολουθίαν ἢ κατάστασιν), ὥρισεν ἡ ἁγία σύνοδος, μηδένα τῶν ἁπάντων τοῦ μοναχικοῦ σχήματος ἀξιοῦν, ἄνευ παρουσίας τοῦ ὀφείλοντος αὐτὸν εἰς ὑποταγὴν ἀναδέχεσθαι καὶ τὴν ἐπ᾿ αὐτῷ ἡγεμονίαν καὶ τῆς ψυχικῆς αὐτοῦ σωτηρίας τὴν πρόνοιαν ἐπαγγέλλεσθαι, ἀνδρὸς ὄντος δηλονότι θεοφιλοῦς καὶ μονῆς προεστηκότος καὶ ἱκανοῦ σῴζειν ψυχήν, ἀρτίως τῷ Θεῷ προσαγομένην. Εἰ δέ τις φωραθείη ἀποκουρεύων τινὰ χωρὶς παρουσίας τοῦ εἰς ὑποταγὴν αὐτὸν ὀφείλοντος ἀναλαμβάνειν ἡγουμένου, τοῦτον μὲν καθαιρέσει καθυποβάλλεσθαι, ὡς ἀπειθοῦντα τοῖς κανόσι καὶ τὴν μοναδικὴν εὐταξίαν διαλύοντα, τὸν δὲ παραλόγως καὶ ἀτάκτως ἀποκουρευθέντα, ἐν ὑποταγῇ καὶ μοναστηρίῳ, ἐν ᾧ ἂν ὁ κατὰ τόπον ἐπίσκοπος δοκιμάσῃ, παραδίδοσθαι. Αἱ γὰρ ἄκριτοι καὶ ἐπισφαλεῖς ἀποκουραὶ καὶ τὸ μοναχικὸν σχῆμα ἠτίμωσαν καὶ τὸ τοῦ Χριστοῦ ὄνομα βλασφημεῖσθαι πεποιήκασιν.
Καὶ τοῦτο κακῶς πραττόμενον, κατὰ πολὺ δὲ χεῖρον παροράσει καὶ ἀμελείᾳ παραπεμπόμενον, τυχεῖν ἐκρίθη διορθώσεως. Εἴ τις οὖν μονῆς προϊστάμενος, τοὺς ὑπ᾿ αὐτὸν τεταγμένους μοναχοὺς ἀποδιδράσκοντας, οὐ μετὰ πολλῆς τῆς ἐπιμελείας ἀναζητείη ἢ ἐφευρίσκων οὐκ ἀναλαμβάνοιτο καὶ τῇ προσηκούσῃ καὶ καταλλήλῳ τοῦ πταίσματος ἰατρείᾳ τὸ νενοσηκὸς ἀνακτᾶσθαι καὶ ἐπιῤῥωννύειν ἀγωνίζοιτο, τοῦτον ὥρισεν ἡ ἁγία σύνοδος ἀφορισμῷ ὑποκεῖσθαι. Εἰ γὰρ ὁ ζῴων ἀλόγων τὴν προστασίαν ἐγχειριζόμενος καὶ τοῦ ποιμνίου καταμελῶν οὐκ ἀτιμώρητος καταλιμπάνεται, ὁ τῶν τοῦ Χριστοῦ θρεμμάτων τὴν ποιμαντικὴν ἀρχὴν καταπιστευθείς καὶ ῥᾳστώνῃ καὶ ῥᾳθυμίᾳ τὴν αὐτῶν σωτηρίαν ἀπεμπολῶν, πῶς οὐ δίκας τοῦ τολμήματος εἰσπραχθήσεται.
Πολυτρόπως ὁ πονηρὸς τοῦ μοναχικοῦ σχήματος τὸ σεβάσμιον ἐπονείδιστον θεῖναι κατηγωνίσατο καὶ πολλὴν εὗρεν εἰς τοῦτο συνδρομὴν τῆς προκατασχούσης αἱρέσεως τὸν καιρόν. Τὰς γὰρ ἰδίας μονὰς τῇ ἀνάγκη τῆς αἱρέσεως οἱ μονάζοντες καταλιμπάνοντες, οἱ μὲν εἰς ἑτέρας, οἱ δὲ εἰς κοσμικῶν ἀνδρῶν μετέπιπτον καταγώγια. Ἀλλὰ γάρ, ὅπερ αὐτοὺς δι᾿ εὐσέβειαν τότε πραττόμενον μακαριστοὺς ἀπέφαινεν, εἰς ἔθος ἄλογον μεταπεσόν, καταγελάστους παρίστησι. Πανταχοῦ γὰρ νῦν τῆς εὐσεβείας ἐξηπλωμένης καὶ σκανδάλων τῆς Ἐκκλησίας ἀπηλλαγμένης, ἔτι τινὲς τῶν οἰκείων μοναστηρίων ἀποφοιτῶντες καὶ καθάπερ τι ῥεῦμα δυσκάθεκτον ὧδε κἀκεῖσε μεταγγιζόμενοί τε καὶ μεταῤῥέοντες, πολλῆς μὲν πληροῦσι τῆς ἀκοσμίας τὰ μοναστήρια, πολλὴν δὲ τὴν ἀταξίαν ἑαυτοῖς συνεισκωμάζουσι καὶ τῆς ὑποταγῆς τὸ σεμνὸν διασπῶσί τε καὶ καταλυμαίνονται. Ἀλλὰ τούτων τὸ ἄστατον τῆς ὁρμῆς καὶ ἀνυπότακτον ἡ ἁγία σύνοδος ἀνακόπτουσα, ὥρισεν, ἵνα εἴ τις μοναχὸς τῆς ἰδίας ἀποδράσας μονῆς εἰς ἕτερον μεταπέσῃ μοναστήριον ἢ εἰς κοσμικὸν εἰσκωμάσῃ καταγώγιον, αὐτός τε καὶ ὁ τοῦτον ὑποδεξάμενος ἀφωρισμένος εἴη ἕως ἂν ὁ ἀποφυγὼν ἐπανέλθῃ, ἐξ ἧς κακῶς ἐξέπεσε μονῆς. Εἰ μέντοι γε ὁ ἐπίσκοπός τινας τῶν μοναχῶν, ἐπὶ εὐλαβείᾳ καὶ βίου σεμνότητι μαρτυρούμενους, εἰς ἕτερον μοναστήριον ἐπὶ καταστάσει τῆς μονῆς θελήσει μετακομίσαι ἢ καὶ εἰς κοσμικὴν οἰκίαν, ἐπὶ σωτηρίᾳ τῶν ἐνοικούντων, δοκιμάσει καταστῆσαι ἢ ἀλλαχόσε εὐδοκήσει ἐπιστῆσαι, τοῦτο οὔτε τοὺς ὑποδεχόμενους, οὔτε τοὺς μοναχοὺς ὑποδίκους ποιεῖ.
Τὰς ἀκρίτους καὶ ἀδοκιμάστους ἀποταγὰς ἐπὶ πολὺ τὴν μοναχικὴν εὐταξίαν λυμαινομένας εὑρίσκομεν. Προπετῶς γάρ τινες εἰς τὸν μονήρη βίον ἑαυτοὺς ἐπιῤῥίπτοντες καὶ πρὸς τὸ τραχὺ καὶ ἐπίπονον κατολιγωροῦντες τῆς ἀσκήσεως, ἐπὶ τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον ἀθλίως πάλιν ἐπαναστρέφουσιν. Ὥρισεν οὖν διὰ τοῦτο ἡ ἁγία σύνοδος, μηδένα τοῦ μοναχικοῦ καταξιοῦσθαι σχήματος, πρὶν ἂν ὁ τῆς τριετίας χρόνος, εἰς πεῖραν αὐτοῖς ἀφεθείς, δοκίμους αὐτοὺς καὶ ἀξίους τῆς τηλικαύτης βιοτῆς παραστήσῃ. Καὶ τοῦτο κρατεῖν παντὶ τρόπῳ παρεκελεύσατο, πλὴν εἰ μήπου τις βαρεῖα προσπεσοῦσα νόσος τὸν χρόνον ἀναγκάσῃ συσταλῆναι τῆς δοκιμασίας, ἢ μήπου τις εἴη ἀνὴρ εὐλαβὴς καὶ τὸν μοναχικὸν βίον ἐν τῷ κοσμικῷ διανύων σχήματι. Ἐπὶ γὰρ τοῦ τοιούτου ἀνδρὸς εἰς ἀπόπειραν παντελῆ καὶ ὁ ἑξαμηνιαῖος ἀρκέσει χρόνος. Εἰ δέ τις παρὰ ταῦτα διαπράξεται, τὸν μὲν ἡγούμενον, τῆς ἡγουμενείας ἐκπίπτοντα, παιδείαν τῆς ἀταξίας τὴν ἐν ὑποταγῇ διαγωγὴν ἐφευρίσκειν, τὸν δὲ μονάσαντα ἐν ἑτέρᾳ μονῇ, τὴν μοναχικὴν ἀκρίβειαν φυλαττούσῃ, παραδίδοσθαι.
Οἱ μοναχοὶ οὐδὲν ἴδιον ὀφείλουσιν ἔχειν, πάντα δὲ τὰ αὐτῶν προσκυροῦσθαι τῷ μοναστηρίῳ. Φησὶ γὰρ ὁ μακάριος Λουκᾶς περὶ τῶν εἰς Χριστὸν πιστευόντων καὶ τὴν τῶν μοναχῶν πολιτείαν διατυπούντων, ὡς οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾿ ἦν αὐτοῖς ἅπαντα κοινά. Διὸ τοῖς ἐθέλουσι μονάζειν ἄδειαν δίδοται περὶ τῶν ὑπαρχόντων αὐτοῖς διατίθεσθαι πρότερον καὶ οἷς ἂν βούλοιντο προσώποις, μὴ κεκωλυμένοις δηλονότι παρὰ τοῦ νόμου τὰ αὐτῶν παραπέμπεσθαι. Μετὰ γάρ τοι τὸ μονάσαι, τῶν προσόντων αὐτοῖς ἁπάντων τὸ μοναστήριον ἔχει τὴν κυριότητα, καὶ οὐδὲν περὶ τῶν οἰκείων φροντίζειν ἢ διατίθεσθαι τούτοις παρακεχώρηται. Εἰ δέ τις φωραθείη κτῆσίν τινα, ἥτις οὐκ ἀπεκληρώθη τῷ μοναστηρίῳ, ἰδιοποιούμενος καὶ φιλοκτησίας πάθει δουλούμενος, ταύτην μὲν παρὰ τοῦ ἡγουμένου ἢ τοῦ ἐπισκόπου ἀναλαμβάνεσθαι καὶ πολλῶν παρουσίᾳ πιπρασκομένην πτωχοῖς καὶ ἀπόροις διανέμεσθαι. Τὸν δέ γε τὴν τοιαύτην κτῆσιν, κατὰ τὸν πάλαι Ἀνανίαν, ὑποσυλᾶν μελετήσαντα, τῷ προσήκοντι ἐπιτιμίῳ ἡ ἁγία σύνοδος ὥρισε σωφρονίζεσθαι. Δῆλον δὲ ὡς ἅτινα περὶ μοναζόντων ἀνδρῶν ἡ ἁγία σύνοδος ἐκανόνισε, τὰ αὐτὰ καὶ περὶ μοναζουσῶν γυναικῶν κρατεῖν ἐδικαίωσεν.
Πολλὰς τῶν ἐπισκοπῶν ὁρῶμεν καταπιπτούσας καὶ ἀφανισμῷ τελείῳ κινδυνευούσας παραδίδοσθαι, ὅτι περ οἱ τούτων προεστηκότες τὴν περὶ αὐτῶν φροντίδα καὶ ἐπιμέλειαν εἰς νεουργίας μοναστηρίων καταναλίσκουσι, καὶ ταύτας διασπῶντες καὶ τὸν σφετερισμὸν τῶν εἰσόδων ἐκμηχανώμενοι, τὴν ἐκείνων ἐπαύξησιν πραγματεύονται. Ὥρισεν οὖν διὰ τοῦτο ἡ ἁγία σύνοδος, μηδενὶ τῶν ἐπισκόπων ἐξεῖναι μοναστήριον ἴδιον ἐπὶ καταλύσει τῆς οἰκείας ἐπισκοπῆς νεουργεῖν. Εἰ δέ τις φωραθείη τοῦτο τολμῶν, αὐτὸν μὲν τῷ προσήκοντι ἐπιτιμίῳ καθυποβάλλεσθαι, τὸ δὲ νεουργηθὲν ὑπ᾽ αὐτοῦ, ὡς μηδὲ τὴν ἀρχὴν μοναστηρίου δίκαιον ἀπειληφός, ὡς ἰδιόκτητον τῷ ἐπισκοπείῳ προσκυροῦσθαι. Οὐδὲν γὰρ τῶν παρανόμως καὶ ἀτάκτως παρυφισταμένων, τὸ πρόκριμα τῶν κανονικῶς συνισταμένων ἀποφέρεσθαι δύναται.
Ὁ θεῖος καὶ ἱερὸς τῶν ἁγίων Ἀποστόλων κανών, τοὺς ἐκτέμνοντας ἑαυτοὺς αὐτοφονευτὰς κρίνει καὶ ἱερεῖς μὲν ὄντας, καθαιρεῖ, μὴ ὄντας δέ, τῆς ἐπὶ τὴν ἱερωσύνην προκοπῆς ἀπείργει, δῆλον ἐντεῦθεν καθιστῶν, ὡς εἴπερ ὁ ἑαυτὸν ἐκτέμνων αὐτοφονευτής ἐστιν, ὁ ἕτερον ἐκτέμνων πάντως φονευτής ἐστι. Θείη δ᾿ ἄν τις τὸν τοιοῦτον δικαίως καὶ τῆς δημιουργίας αὐτῆς ὑβριστήν. Διόπερ ὥρισεν ἡ ἁγία σύνοδος ὡς εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος εὐνουχίζων τινὰ ἐλεγχθείη, ἢ αὐτοχειρίᾳ ἤ ἐξ επιτάγματος, τοῦτον καθαιρέσει καθυποβάλλεσθαι, εἰ δὲ λαϊκὸς εἴη, ἀφορίζεσθαι· πλήν, εἰ μήπου νόσημά τι περιπεσὸν πρὸς ἐκτομὴν τοῦ πεπονθότος ἐκβιάζοιτο. Ὥσπερ γὰρ ὁ τῆς ἐν Νικαίᾳ συνόδου πρῶτος κανὼν τοὺς ἐν νόσῳ χειρουργηθέντας οὐ κολάζει διὰ τὸ νόσημα, οὕτω καὶ ἡμεῖς οὔτε τοὺς ἱερεῖς, ἐπιτάσσοντας εὐνουχίζεσθαι τοὺς νοσοῦντας, κατακρίνομεν, οὔτε μὴν τοὺς λαϊκούς, αὐτοχειρίᾳ πρὸς τὴν ἐκτομὴν χρεωμένους, αἰτιώμεθα· τοὺτο γὰρ ἰατρείαν τοῦ νοσήματος, ἀλλ᾿ οὐκ ἐπιβολὴν τοῦ πλάσματος, ἣ τῆς πλάσεως ὕβριν λογιζόμεθα.
Τοῦ ἀποστολικοῦ καὶ θείου κανόνος τοὺς ἱερεῖς τύπτειν ἐπιχειροῦντας πιστοὺς ἁμαρτήσαντας ἢ ἀπίστους ἀδικήσαντας καθαιρέσει καθυποβάλλοντος, οἱ τὸν οἰκεῖον ἀποθεραπεύειν μηχανώμενοι θυμὸν καὶ τὰς ἀποστολικὰς διατάξεις παραχαράσσοντες τοὺς αὐτοχειρίᾳ τύπτοντας ἐξειλήφασι, μήτε τοῦ κανόνος μηδὲν τοιοῦτον ὑποσημαίνοντος, μήτε τοῦ ὀρθοῦ λόγου τοῦτο νοεῖν ἐπιτρέποντος. Μάταιον γὰρ ὡς ἀληθῶς καὶ λίαν ἐπισφαλές, τὸν αὐτοχειρίᾳ μὲν ἐν τῷ τύπτειν τρὶς ἢ τετράκις πλήξαντα καθαιρεῖσθαι, ἀδείας δὲ διδομένης τύπτειν ἐξ ἐπιτάγματος, τὸν ἀπηνῶς καὶ μέχρι θανάτου τὴν τιμωρίαν ἐπαύξοντα παρορᾶσθαι ἀτιμώρητον. Διόπερ, τοῦ κανόνος τὸ τύπτειν ἁπλῶς κολάζοντος, καὶ ἡμεῖς οὕτω συμψηφιζόμεθα. Χρὴ γὰρ τὸν τοῦ Θεοῦ ἱερέα διδασκαλίαις καὶ νουθεσίαις, ἔσθ᾿ ὅτε δὲ καὶ τοῖς ἐκκλησιαστικοῖς ἐπιτιμίοις, τὸν ἀτακτοῦντα παιδαγωγεῖν, ἀλλὰ μὴ ταῖς μάστιξι καὶ ταῖς πληγαῖς εἰς τὰ τῶν ἀνθρώπων σώματα ἐπιπηδᾶν. Εἰ δέ τινες εἶεν παντελῶς ἀνυποτακτοῦντες καὶ τῷ σωφονισμῷ τῶν ἐπιτιμίων μὴ ὑπείκοντες, τούτους, διὰ τῆς πρὸς τοὺς κατὰ τόπον ἄρχοντας ἐγκλήσεως, οὐδεὶς κωλύει σωφρονίζεσθαι. Καὶ γὰρ καὶ ὁ τῆς ἐν Ἀντιοχείᾳ συνόδου πέμπτος κανών, τοὺς θορυβοῦντας καὶ στάσεις τῇ ἐκκλησίᾳ παρεισάγοντας διὰ τῆς ἔξωθεν χειρὸς ἐκανόνισεν ἐπιστρέφεσθαι.
Οἱ τοῖς πάθεσιν ἑαυτοὺς ἐκδότους παραστήσαντες, οὐ μόνον τὴν ἀπὸ τῶν ἱερῶν κανόνων τιμωρίαν οὐ φρίττουσιν, ἀλλὰ καὶ αὐτῶν ἐκείνων κατορχεῖσθαι τετολμήκασι. Στρεβλοῦσι γὰρ αὐτούς καὶ πρὸς τὸ ἐμπαθὲς αὐτῶν ἀποκιβδηλεύουσι τοῦ θελήματος, ἵνα τῇ φιλοτιμίᾳ τῆς ἐμπαθείας, κατὰ τὸν Θεολόγον Γρηγόριον, μὴ μόνον ἀνεύθυνον αὐτοῖς ᾖ τὸ κακόν, ἀλλὰ καὶ θεῖον νομίζοιτο. Τὸν γὰρ Ἀποστολικὸν κανόνα, τὸν λέγοντα· Σκεῦος χρυσοῦν ἢ ἀργυροῦν ἁγιασθέν, ἢ ὀθόνην μηδεὶς ἔτι εἰς οἰκείαν χρείαν σφετερίζεσθω, παράνομον γάρ, εἰ δέ τις φωραθείη, ἐπιτιμάσθω ἀφορισμῷ. Τοῦτο οὖν εἰς συνηγορίαν τῶν οἰκείων παρανομημάτων ἐκλαμβάνοντες, οὐ, φασί, δεῖν καθαιρέσεως ἀξίους κρίνεσθαι τοὺς τὴν σεβασμίαν τῆς ἁγίας τραπέζης ἐνδυτὴν εἰς οἰκεῖον χιτῶνα ἤ έτερόν τι τῶν ἀμφίων μετασχηματίζοντας, οὐ μήν, ἀλλ᾿ οὐδέ τοὺς τὸ ἅγιον ποτήριον, ὦ τῆς ἀσεβείας, ἢ τὸν σεπτὸν δίσκον ἢ τὰ τούτοις παραπλήσια εἰς ἰδίαν ἐκδαπανῶντας χρείαν ἢ καταχραίνοντας, ὁ γὰρ κανών, φασι, τοὺς εἰς τοῦτο περιπίπτοντας, ἀφορισμῷ μὲν καθυποβάλλεσθαι, ἀλλ᾿ οὐ καθαιρέσει ἐδικαίωσεν. Ἀλλὰ τίς ἂν ἀνάσχοιτο τῆς τοσαύτης παραποιήσεως καὶ δυσσεβείας τὸ μέγεθος; Τοῦ γὰρ κανόνος τοῖς τὸ μόνον ἁγιασθέν εἰς χρῆσιν, ἀλλ᾿ οὐκ εἰς τελείαν ἀρπαγὴν σφετεριζομένοις τὸν ἀφορισμὸν ἐπιπέμποντος, αὐτοὶ καὶ τοὺς καθαρπάζοντας καὶ ἱεροσυλοῦντας τὰ τῶν ἁγίων ἅγια ἐλευθεροῦσι τῆς καθαιρέσεως καὶ τοὺς εἰς βρωμάτων ὑπηρεσίαν, ὅσον γε τῇ ἐφ᾿ ἑαυτοὺς κρίσει, τοὺς σεβάσμιους δίσκους ἢ τὰ ἱερὰ ποτήρια καταμολύνοντας ἀκαθαιρέτους εἰσάγουσι. Καίτοι φανεροῦ καθεστηκότος τοῦ μιάσματος καὶ δῆλον ὄν, ὡς οἱ τὰ τοιαῦτα πράττοντες οὐ μόνον καθαιρέσεως, ἀλλὰ καὶ τῆς ἐσχάτης δυσσεβείας τῷ ἐγκλήματι περιπίπτουσι. Διόπερ ὥρισεν ἡ ἁγία σύνοδος, τοὺς τὸ ἅγιον ποτήριον ἢ τὸν δίσκον ἢ τὴν λαβίδα ἢ τὴν σεβασμίαν ἐνδυτὴν ἢ τὸν λεγόμενον ἀέρα ἢ ἁπλῶς τοὺς ἔν τι τῶν ἐν τῷ θυσιαστηρίῳ ἱερῶν καὶ ἁγίων σκευῶν ἢ ἀμφιασμάτων, εἰς ἴδιον κέρδος ὑφαρπάζοντας ἢ εἰς χρῆσιν αποχρωμένους ἀνίερον, παντελεῖ καθαιρέσει καθυποβάλλεσθαι. Τὸ μὲν γάρ ἐστι βεβηλῶσαι, τὸ δὲ, συλῆσαι τὰ ἅγια. Τοὺς μέντοι τὰ ἔξωθεν τοῦ θυσιαστηρίου ἀφωρισμένα σκεύη τινὰ ἢ ἄμφια εἰς χρῆσιν ἀνίερον ἑαυτοῖς ἢ ἑτέροις παρέχοντας, τούτους καὶ ὁ κανὼν ἀφορίζει καὶ ἡμεῖς συναφορίζομεν, τοὺς δὲ παντελῶς ἀφαρπάζοντες, τῇ τῶν ἱεροσύλων καταδίκῃ καθυποβάλλομεν.
Τοὺς πρεσβυτέρους ἢ διακόνους, κοσμικὰς ἀρχὰς ἢ φροντίδας ἀναδεχομένους ἢ τὰς ἐν τοῖς οἴκοις τῶν ἀρχόντων λεγομένας κουρατωρείας, οἱ θεῖοι καὶ ἱεροὶ κανόνες καθαιρέσει καθυποβάλλουσι. Τοῦτο οὖν καὶ ἡμεῖς ἐπικυροῦντες, καὶ περὶ τῶν λοιπῶν τῶν ἐν τῷ κλήρῳ κατειλεγμένων διοριζόμεθα, ὡς, εἴ τις αὐτῶν κοσμικὰς ἀρχὰς μεταχειρίζοιτο, ἢ τὰς ἐν τοῖς τῶν ἀρχόντων οἴκοις ἢ προαστείοις λεγομένας κουρατωρείας ἀναδέχοιτο, τοῦτον τοῦ οἰκείου κλήρου ἐκδιώκεσθαι· οὐδεὶς γὰρ δύναται, κατὰ τὴν τοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν αὐτόλεκτον καὶ ἀψευδεστάτην φωνήν, δυσὶ κυρίοις δουλεύειν.
Τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου, τοὺς ἐν τοῖς εὐκτηρίοις οἴκοις, ἔνδον οἰκίας οὖσι, λειτουργοῦντας ἢ βαπτίζοντας κληρικούς, παρὰ γνώμην τοῦ ἐπισκόπου, καθαιρέσει καθυποβαλλούσης, καὶ ἡμεῖς τούτῳ συμψηφιζόμεθα. Τῆς γὰρ ἁγίας Ἐκκλησίας ὀρθοτομούσης καὶ τὸν ἀληθῆ πρεσβευούσης λόγον καὶ τὸ σεμνὸν τῆς πολιτείας συντηρούσης τε καὶ ἐκδιδασκούσης, ἀπηχὲς καὶ ἀνόσιον παραχωρεῖν τοὺς ἀπαιδευσίᾳ καὶ ἀναρχίᾳ συζῶντας, εἰς τὰς οἰκίας ὑποδυομένους, τὴν ταύτης εὐταξίαν διασπᾶν καὶ πολλῆς ταραχῆς καὶ σκανδάλων ἀποπληροῦν. Διόπερ, ἡ νῦν ἱερά καὶ θεοσυνέργητος σύνοδος, τῇ οἰκουμενικῇ καὶ ἁγίᾳ ἕκτῃ συνόδῳ συμφωνοῦσα, αποκεκληρωμένους εἶναι τοὺς ἐν τοῖς εὐκτηρίοις οἴκοις, ἔνδον οἰκίας οὖσι, λειτουργοῦντας διωρίσατο, τῆς ἀποκληρώσεως δηλονότι παρὰ τοῦ κατὰ τὸν τόπον ἐπισκόπου αὐτοῖς ἀπονεμηθείσης. Εἰ δέ τινες παρὰ τούτους, τοῦ ἐπισκόπου μὴ εὐδοκοῦντος, εἰς τὰς οἰκίας εἰσπίπτοντες ἅπτεσθαι τῆς λειτουργίας ἀποτολμῶσι, τούτους μὲν καθαιρεῖσθαι, τοὺς δὲ τῆς αὐτῶν κοινωνίας μετασχόντας τῷ ἀφορισμῶ καθυποβάλλεσθαι.
Τὰς τῶν αἱρετικῶν ζιζανίων ἐπισπορὰς ἐν τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ ὁ παμπόνηρος καταβαλών καὶ ταύτας ὁρῶν τῇ μαχαίρᾳ τοῦ Πνεύματος τεμνομένας προῤῥίζους, ἐφ᾿ ἑτέραν ἦλθε μεθοδείας ὁδόν, τῇ τῶν σχισματικῶν μανίᾳ τὸ τοῦ Χριστοῦ σῶμα μερίζειν ἐπιχειρῶν. Ἀλλὰ καὶ ταύτην αὐτοῦ τὴν ἐπιβουλὴν ἡ ἁγία σύνοδος ἀναστέλλουσα παντελῶς, ὥρισε τοῦ λοιποῦ, ἵνα, εἴ τις πρεσβύτερος ἢ διάκονος, ὡς δῆθεν ἐπὶ ἐγκλήμασί τισι τοῦ οἰκείου κατεγνωκὼς ἐπισκόπου, πρὸ συνοδικῆς διαγνώσεως καὶ ἐξετάσεως καὶ τῆς ἐπ᾿ αὐτῷ τελείας κατακρίσεως ἀποστῆναι τολμήσοι τῆς αὐτοῦ κοινωνίας καὶ τὸ ὄνομα αὐτοῦ ἐν ταῖς ἱεραῖς τῶν λειτουργιῶν εὐχαῖς, κατὰ τὸ παραδεδομένον τῇ Ἐκκλησίᾳ, μὴ ἀναφέροι, τοῦτον ὑποκεῖσθαι καθαιρέσει καὶ πάσης ἱερατικῆς ἀποστερεῖσθαι τιμῆς. Ὁ γὰρ ἐν πρεσβυτέρου τάξει τεταγμένος καὶ τῶν μητροπολιτῶν ἁρπάζων τὴν κρίσιν καὶ πρὸ κρίσεως αὐτὸς κατακρίνων, ὅσον τὸ ἐπ᾿ αὐτῷ, τὸν οἰκεῖον πατέρα καὶ ἐπίσκοπον, οὗτος οὐδὲ τῆς τοῦ πρεσβυτέρου ἐστὶν ἄξιος τιμῆς ἢ ὀνομασίας. Οἱ δὲ τούτῳ συνεπόμενοι, εἰ μὲν τῶν ἱερωμένων εἶέν τινες, καὶ αὐτοὶ τῆς οἰκείας τιμῆς ἐκπιπτέτωσαν, εἰ δέ μοναχοὶ ἢ λαϊκοί, ἀφοριζέσθωσαν παντελῶς τῆς Ἐκκλησίας, μέχρις ἄν, τὴν πρὸς τοὺς σχισματικοὺς συνάφειαν διαπτύσαντες, πρὸς τὸν οἰκεῖον ἐπίσκοπον ἐπιστραφεῖεν.
Εἴ τις ἐπίσκοπος, ἐγκλήματος πρόφασιν ποιούμενος κατὰ τοῦ οἰκείου μητροπολίτου, πρὸ συνοδικῆς διαγνώσεως ἀποστήσει ἑαυτὸν τῆς πρὸς αὐτὸν κοινωνίας καὶ μὴ ἀναφέρει τὸ ὄνομα αὐτοῦ, κατὰ τὸ εἰθισμένον, ἐν τῇ θείᾳ μυσταγωγίᾳ, τοῦτον ὥρισεν ἡ ἁγία σύνοδος καθῃρημένον εἶναι· εἰ μόνον ἀποστὰς τοῦ οἰκείου μητροπολίτου σχίσμα ποιήσοι. Δεῖ γὰρ ἔκαστον τὰ οἰκεῖα μέτρα γινώσκειν καὶ μήτε τὸν πρεσβύτερον καταφρονεῖν τοῦ οἰκείου ἐπισκόπου, μήτε τὸν ἐπίσκοπον τοῦ οἰκείου Μητροπολίτου.
Τὰ ὁρισθέντα ἐπὶ πρεσβυτέρων καὶ ἐπισκόπων καὶ μητροπολιτῶν, πολλῷ μᾶλλον καὶ ἐπὶ πατριαρχῶν ἁρμόζει. Ὥστε, εἴ τις πρεσβύτερος ἤ ἐπίσκοπος ἢ μητροπολίτης τολμήσειεν ἀποστῆναι τῆς πρὸς τὸν οἰκεῖον πατριάρχην κοινωνίας καὶ μὴ ἀναφέρει τὸ ὄνομα αὐτοῦ, κατὰ τὸ ὡρισμένον καὶ τεταγμένον, ἐν τῇ θείᾳ μυσταγωγίᾳ, ἀλλὰ πρὸ ἐμφανείας συνοδικῆς καὶ τελείας αὐτοῦ κατακρίσεως σχίσμα ποιήσει, τοῦτον ὥρισεν ἡ ἁγία σύνοδος, πάσης ἱερατείας παντελῶς ἀλλότριον εἶναι, εἰ μόνον ἐλεγχθείη τοῦτο παρανομήσας. Καὶ ταῦτα μὲν ὥρισται καὶ ἐσφράγισται περὶ τῶν προφάσει τινῶν ἐγκλημάτων τῶν οἰκείων ἀφισταμένων προέδρων καὶ σχίσμα ποιούντων καὶ τὴν ἕνωσιν τῆς Ἐκκλησίας διασπώντων. Οἱ γὰρ δι᾿ αἱρεσίν τινα, παρὰ τῶν ἁγίων Συνόδων ἢ Πατέρων κατεγνωσμένην, τῆς πρὸς τὸν πρόεδρον κοινωνίας ἑαυτοὺς διαστέλλοντες, ἐκείνου τὴν αἵρεσιν δηλονότι δημοσίᾳ κηρύττοντος καὶ γυμνῇ τῇ κεφαλῇ ἐπ᾿ ἐκκλησίας διδάσκοντος, οἱ τοιοῦτοι οὐ μόνον τῇ κανονικῇ ἐπιτιμήσει οὐχ ὑποκείσονται, πρὸ συνοδικῆς διαγνώσεως ἑαυτοὺς τῆς πρὸς τὸν καλούμενον ἐπίσκοπον κοινωνίας ἀποτειχίζοντες, ἀλλὰ καὶ τῆς πρεπούσης τιμῆς τοῖς ὀρθοδόξοις ἀξιωθήσονται. Οἱ γὰρ ἐπισκόπων, ἀλλὰ ψευδεπισκόπων καὶ ψευδοδιδασκάλων κατέγνωσαν, καὶ οὐ σχίσματι τὴν ἕνωσιν τῆς ἐκκλησίας κατέτεμον, ἀλλὰ σχισμάτων καὶ μερισμῶν τὴν ἐκκλησίαν ἐσπούδασαν ῥύσασθαι.
Διὰ τὰς φιλονεικίας τε καὶ ταραχάς, τὰς ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ συμβαινούσας, καὶ τοῦτο ὁρίσαι ἀναγκαῖόν ἐστι· τό, μηδενὶ τρόπῳ ἐπίσκοπον καταστῆναι ἐν τῇ ἐκκλησίᾳ, ἧς ἔτι ὁ προεστὼς ζῇ καὶ ἐν τῇ ἰδίᾳ συνίσταται τιμῇ, εἰμὴ αὐτὸς ἑκὼν τὴν ἐπισκοπὴν παραιτήσεται. Χρὴ γὰρ πρότερον τὴν αἰτίαν τοῦ μέλλοντος τῆς ἐπισκοπῆς ἐκδιώκεσθαι, κανονικῶς ἐξεταζομένην, εἰς πέρας ἄγεσθαι, εἶθ᾿ οὕτω, μετὰ τὴν αὐτοῦ καθαίρεσιν, ἕτερον ἀντ᾽ αὐτοῦ εἰς τὴν ἐπισκοπὴν προβιβάζεσθαι. Εἰ δέ τις τῶν ἐπισκόπων, ἐν τῇ ἰδίᾳ συνιστάμενος τιμῇ, μήτε παραιτεῖσθαι βούλοιτο, μήτε τὸν οἰκεῖον ἐθέλοι ποιμαίνειν λαόν, ἀλλὰ τῆς οἰκείας ἀποστὰς ἐπισκοπῆς ὑπὲρ τὸ ἐξάμηνον ἐν ἐτέρῳ διατρίβοι τόπῳ, μήτε βασιλικῷ προστάγματι κατεχόμενος, μήτε ταῖς τοῦ οἰκείου πατριάρχου λειτουργίαις ὑπηρετούμενος, μήτε μὴν ὑπὸ νόσου χαλεπῆς τε καὶ ἀκινησίαν ἐμποιούσης παντελῆ συνεχόμενος, ὁ τοιοῦτος οὖν, ὁ κατὰ μηδεμίαν τῶν εἰρημένων προφάσεων κωλυόμενος, τῆς οἰκείας ἀφιστάμενος ἐπισκοπῆς καὶ ὑπὲρ τὸν ἐξαμηνιαῖον χρόνον ἐν ἑτέρῳ διατρίβων τόπῳ, τῆς τοῦ ἐπισκόπου τιμῆς τε καὶ ἀξίας ἀλλοτριωθήσεται παντελῶς. Τὸν γὰρ τῆς ἐμπιστευθείσης αὐτῷ καταμελοῦντα ποίμνης καὶ ἐν ἑτέρῳ ὑπὲρ τὸ ἑξάμηνον χρονοτριβοῦντα τόπῳ, ὥρισεν ἡ ἁγία σύνοδος τῆς ἀρχιερωσύνης, δι᾿ ἧς ποιμαίνειν ἐτάχθη, παντελῶς ἀλλότριον καθιστᾶναι, καὶ εἰς τὸν αὐτοῦ τῆς ἐπισκοπῆς τόπον ἕτερον ἀντ᾿ αὐτοῦ προχειρίζεσθαι.
Ἐν πᾶσι τῆς ἐκκλησιαστικῆς εὐταξίας φροντίζοντες, καὶ τοῦτο ὁρίσαι ἀναγκαῖον ἐθέμεθα. Ὥστε τοῦ λοιποῦ μηδένα τῶν λαϊκῶν ἢ μοναχῶν ἀθρόον εἰς τὸ τῆς ἐπισκοπῆς ὕψος ἀνάγεσθαι, ἀλλ᾿ ἐν τοῖς ἐκκλησιαστικοῖς βαθμοῖς ἐξεταζόμενον πρότερον, οὕτω τῆς ἐπισκοπῆς τὴν χειροτονίαν ὑποδέχεσθαι. Εἰ γὰρ καὶ μέχρι τοῦ νῦν ἀπὸ τῶν λαϊκῶν ἢ μοναχῶν τινες, ἀπαιτούσης χρείας, παραυτίκα τιμῆς ἄξιοι γεγόνασιν ἐπισκοπικῆς, ἀρετῇ τε διαπρέψαντες καὶ τὰς κατ᾿ αὐτοὺς ἐκκλησίας ὑψώσαντες, ἀλλὰ τό γε σπάνιον οὐδαμοῦ νόμον τῆς Ἐκκλησίας τιθέμενοι, ὁρίζομεν τοῦ λοιποῦ μηκέτι τοῦτο γίνεσθαι, εἰ μὴ κατὰ λόγον ὁ χειροτονούμενος διὰ τῶν ἱερατικῶν προέλθοι βαθμῶν, ἐν ἑκάστῳ τάγματι τὸν νενομισμένον χρόνον ἀποπληρῶν.
Ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ὥστε, εἰ τινες τῶν ἐξ Ἰταλίας κληρικῶν ἢ λαϊκῶν ἢ ἐπισκόπων, ἐν τῇ Ἀσίᾳ ἢ Εὐρώπῃ ἢ Λιβύῃ διατρίβοντες, ὑπὸ δεσμὸν ἢ καθαίρεσιν ἢ ἀναθεματισμὸν παρὰ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου ἐγένοντο, ἵνα ὦσιν οἱ τοιοῦτοι καὶ παρὰ Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως ἐν τῷ αὐτῷ τῆς ἐπιτιμίας ὅρῳ, τουτέστιν ἢ καθῃρημένοι ἢ ἀναθεματισμένοι ἢ ἀφωρισμένοι. Οὓς μέντοι Φώτιος, ὁ ἁγιώτατος ἡμῶν πατριάρχης, κληρικοὺς ἢ λαϊκοὺς ἢ τοῦ ἀρχιερατικοῦ τάγματος καὶ ἱερατικοῦ, ἐν οἱᾳδήποτε παροικίᾳ, ὑπὸ ἀφορισμὸν ἢ καθαίρεσιν ἢ ἀναθεματισμὸν ποιήσει, ἵνα ἔχῃ αὐτοὺς καὶ ὁ ἁγιώτατος πάπας Ἰωάννης καὶ ἡ κατ᾿ αὐτὸν ἁγία τοῦ Θεοῦ Ῥωμαίων ἐκκλησία ἐν τῷ αὐτῷ τῆς ἐπιτιμίας κρίματι, μηδὲν τῶν προσόντων πρεσβείων τῷ ἁγιωτάτῳ θρόνῳ τῆς Ῥωμαίων ἐκκλησίας, μηδὲ τῷ ταύτης προέδρῳ τὸ σύνολον καινοτομουμένων, μηδὲ νῦν, μήτε εἰς τὸ μετέπειτα.
Εἰ καὶ μέχρι τοῦ νῦν ἔνιοι τῶν ἀρχιερέων εἰς τὸ τῶν μοναχῶν κατιόντες σχῆμα ἐπὶ τῷ τῆς ἀρχιερωσύνης ἐβιάζοντο διαμένειν ὕψει, καὶ τοῦτο πράττοντες παρεωρῶντο, ἀλλ᾿ οὖν ἡ ἁγία καὶ οἰκουμενικὴ αὕτη σύνοδος, καὶ τοῦτο ρυθμίζουσα τὸ παρόραμα καὶ πρὸς τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς τὴν ἄτακτον ταύτην ἐπανάγουσα πρᾶξιν, ὥρισεν, ἵνα εἴ τις ἐπίσκοπος ἢ εἴ τις ἄλλος τοῦ ἀρχιερατικοῦ ἀξιώματος πρὸς τὸν μοναδικὸν θελήσοι κατελθεῖν βίον καὶ τὸν τῆς μετανοίας τόπον ἀναπληρῶσαι, μηκέτι τοῦτον τῆς ἀρχιερατικῆς ἀντιποιεῖσθαι ἀξίας. Αἱ γὰρ τῶν μοναχῶν συνθῆκαι ὑποταγῆς λόγον ἐπέχουσι καὶ μαθητείας, ἀλλ᾿ οὐχὶ διδασκαλίας ἢ προεδρείας, οὐδὲ ποιμένειν ἄλλους, ἀλλὰ ποιμαίνεσθαι ἐπαγγέλλονται. Διὸ, καθ᾿ ἃ προείρηται, θεσπίζομεν, μηκέτι τινὰ τῶν ἐν ἀρχιερατικῷ καταλόγῳ καὶ ποιμένων ἐξεταζομένων εἰς τὴν τῶν ποιμαινομένων καὶ μετανοούντων χώραν ἑαυτὸν καταβιβάζειν. Εἴ δέ τις τοῦτο τολμήσειε πρᾶξαι, μετὰ τὴν ἐκφώνησιν καὶ διάγνωσιν τῆς νῦν ἐκπεφωνημένης ψήφου, αὐτὸς ἑαυτὸν τοῦ ἀρχιερατικοῦ ἀποστερήσας βαθμοῦ, οὐκέτι πρὸς τὸ πρότερον, ὅπερ δι᾿ αὐτῶν τῶν ἔργων ἠθέτησεν, ἀξίωμα ἐπαναστρέψει.
Εἴ τις τῶν λαϊκῶν, αὐθεντήσας καὶ καταφρονήσας μὲν τῶν θείων καὶ βασιλικῶν προσταγμάτων, καταγελάσας δὲ καὶ τῶν φρικτῶν τῆς Ἐκκλησίας θεσμῶν τε καὶ νόμων, τολμήσειεν ἐπίσκοπόν τινα τύψαι ἢ φυλακίσαι, ἢ χωρὶς αἰτίας ἢ καὶ συμπλασάμενος αἰτίαν, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.
Ἐπέστειλάς μοι, πιστότατε καὶ λογιώτατε υἱέ μου, πυνθανόμενος καθ᾿ ἣν ὥραν ἀπονηστίζεσθαι δεῖ τὴν τοῦ Πάσχα ἡμέραν, τινὰς μὲν γὰρ τῶν ἀδελφῶν λέγειν φής, ὅτι χρὴ τοῦτο ποιεῖν πρὸς τὴν ἀλεκτοροφωνίαν, τινὰς δέ, ὅτι ἀφ᾿ ἑσπέρας χρή. Οἱ μὲν γὰρ ἐν Ῥώμῃ ἀδελφοί, ὥς φασι, περιμένουσι τὸν ἀλέκτορα, περὶ δὲ τῶν ἐνταῦθα ἔλεγες, ὅτι τάχιον. Ἀκριβῆ δὲ ὅρον τιθέναι ἐπιζητεῖς καὶ ὥραν πάνυ μεμετρημένην, ὅπερ καὶ δύσκολον καὶ σφαλερόν ἐστί. Τὸ μὲν γὰρ ὅτι μετὰ τὸν τῆς Ἀναστάσεως τοῦ Κυρίου ἡμῶν καιρὸν χρὴ τῆς ἑορτῆς καὶ τῆς ευφροσύνης ἐνάρχεσθαι, μέχρις ἐκείνου τὰς ψυχὰς ταῖς νηστείαις ταπεινοῦντας, ὑπὸ πάντων ὁμοίως ὁμολογήσεται. Κατασκεύασας δὲ δι᾿ ὧν ἔγραψάς μοι πάνυ ὑγιῶς καὶ τῶν θείων Εὐαγγελιστῶν αἰσθόμενος, ὅτι μηδὲν ἀπηκριβωμένον ἐν αὐτοῖς περὶ τῆς ὥρας, καθ᾿ ἣν ἀνέστη, φαίνεται. Διαφόρως μὲν γὰρ οἱ Εὐαγγελισταὶ τοὺς ἐπὶ τὸ μνημεῖον ἐλθόντας ἀνέγραψαν κατὰ καιροὺς ἐνηλλαγμένους, καὶ πάντες ἀνεστηκότα ἤδη τὸν Κύριον ἔφασαν εὑρηκέναι, καὶ ὀψὲ σαββάτων, ὡς ὁ Ματθαῖος εἶπε, καὶ πρωΐας ἔτι σκοτίας οὔσης, ὡς ὁ Ἰωάννης γράφει, καὶ ὄρθρου βαθέος, ὡς ὁ Λουκᾶς, καὶ λίαν πρωῒ ἀνατείλαντος τοῦ ἡλίου, ὡς ὁ Μᾶρκος. Καὶ πότε μὲν ἀνέστη, σαφῶς οὐδεὶς ἀπεφήνατο, ὅτι δὲ ὀψὲ σαββάτων τῇ ἐπιφωσκούσῃ μιᾷ σαββάτων, μέχρις ἀνατολῆς ἡλίου τῆς μιᾶς σαββάτων, οἱ ἐπὶ τὸ μνημεῖον παραγενόμενοι οὐκέτι κείμενον αὐτὸν ἐν αὐτῷ κατέλαβον, τοῦτο ἀνωμολόγηται. Καὶ μηδὲ διαφωνεῖν, μηδὲ εναντιοῦσθαι τοὺς Εὐαγγελιστὰς πρὸς ἀλλήλους ὑπολάβωμεν, ἀλλ᾿ εἰ καὶ μικρολογία τις εἶναι δόξει περὶ τὸ ζητούμενον, εἰ συμφωνοῦντες πάντες ἐν ἐκείνῃ τῇ νυκτὶ τὸ τοῦ κόσμου φῶς, τὸν Κύριον ἡμῶν, ἀνατεταλκέναι, περὶ τὴν ὥραν διαφέρονται. Ἀλλ᾿ ἡμεῖς εὐγνωμόνως τὰ λεχθέντα καὶ πιστῶς ἁρμόσαι προθυμηθῶμεν. Τὸ μὲν οὖν ὑπὸ τοῦ Ματθαίου λεχθὲν οὕτως ἔχει· Ὀψὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· Ἂγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸ λίθον, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. Ἀποκριθεὶς δὲ ὁ Ἄγγελος, εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε· ἠγέρθη, καθὼς εἶπε. Τοῦτο δὲ τὸ λεχθὲν ὀψέ, οἱ μέν τινες οἰήσονται, κατὰ τὴν κοινότητα τοῦ ῥήματος, τὴν ἑσπέραν δηλοῦν τοῦ σαββάτου, οἱ δὲ σοφώτερον ἐξακούοντες, οὐ τοῦτο, ἀλλὰ νύκτα βαθεῖαν ἐροῦσιν εἶναι, βραδύτητα καὶ μακρὸν χρόνον τοῦ, ὀψέ, δηλοῦντος· καὶ ὅτι νύκτα λέγει, καὶ οὐχ ἑσπέραν, ἐπήγαγε, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων. Καὶ ἦκον, οὔπω, ὡς οἱ λοιποί φασι, τὰ ἀρώματα φέρουσαι, ἀλλὰ θεωρῆσαι τὸν τάφον, καὶ εὗρον τὸν σεισμὸν γεγονότα καὶ καθήμενον τὸν Ἄγγελον ἐπὶ τοῦ λίθου, καὶ ἀκηκόασι παρ᾿ αὐτοῦ· Οὐκ ἔστιν ὧδε, ἠγέρθη. Ὁμοίως ὁ Ἰωάννης, ἐν μιᾷ τῶν σαββάτων, φησί, Μαρία ἡ Μαγδαληνὴ ἦλθε πρωί, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον καὶ τὸν λίθον ᾐρμένον ἐκ τοῦ μνημείου· πλὴν παρὰ τούτῳ σκοτίας ἔτι οὔσης προεληλύθει. Ὁ δὲ Λουκᾶς φησί· Τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, ἐπὶ τὸ μνῆμα ἦλθον, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. Ὁ βαθὺς ὄρθρος, ἴσως προϋποφαινομένην αὐγὴν ἑωθινὴν ἐμφανίζει τῆς μιᾶς τῶν σαββάτων, διὰ τὸ παρῳχηκέναι ἤδη τελείως σὺν τῇ μετ᾿ αὐτὸ νυκτὶ πᾶν τὸ σάββατον καὶ ἑτέραν ἄρχεσθαι ἡμέραν, ὅτε ἦλθον τὰ ἀρώματα καὶ τὰ μύρα φέρουσαι. Ὅθεν δῆλον, ὡς ἀνειστήκει πρὸ πολλοῦ. Τούτῳ κατακολουθεῖ καὶ ὁ Μάρκος, λέγων· Ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν· καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου· λίαν μὲν γὰρ πρωΐ, καὶ οὗτος εἶπεν, ὅπερ ταυτόν ἐστι τῷ βαθέος ὄρθρου, καὶ ἐπήγαγεν, ἀνατείλαντος τοῦ ἡλίου. Ἡ μὲν γὰρ ὁρμὴ καὶ ἡ ὁδὸς αὐτῶν, δῆλον ὡς ὄρθρου βαθέος καὶ λίαν πρωΐ κατήρχθη, παρέτειναν δὲ κατά τε τὴν πορείαν, καὶ περὶ τὸ μνημεῖον διατρίβουσαι μέχρις ἀνατολῆς ἡλίου· καὶ λέγει καὶ τότε ταύταις ὁ νεανίσκος ὁ λευχείμων· Ήγέρθη, οὐκ ἔστιν ὧδε. Τούτων οὕτως ἐχόντων, τοῦτο τοῖς ἀκριβολογουμένοις ἀποφαινόμεθα, κατὰ ποίαν ὥραν ἢ καὶ ποῖον ἡμιώριον ἢ ὥρας τέταρτον ἄρχεσθαι προσῆκε τῆς ἐπὶ τῇ τοῦ Κυρίου ἡμῶν ἐκ νεκρῶν Ἀναστάσει χαρᾶς. Τοὺς μὲν λίαν ἐπιταχύνοντας καὶ πρὸ νυκτὸς ἐγγὺς ἤδη μεσούσης ἀνιέντας, ως ὀλιγώρους καὶ ἀκρατεῖς μεμφόμεθα, ὡς παρ᾽ ὀλίγον προκαταλύοντας τὸν δρόμον, λέγοντος ἀνδρὸς σοφοῦ· Οὐ μικρὸν ἐν βίῳ τὸ παρὰ μικρόν. Τοὺς δὲ ἐφυστερίζοντας καὶ διαρκοῦντας ἐπὶ πλεῖστον, καὶ μέχρι τετάρτης φυλακῆς ἐγκαρτεροῦντας, καθ᾿ ἣν καὶ τοῖς πλέουσιν ὁ Σωτὴρ ἡμῶν περιπατῶν ἐπὶ τῆς θαλάσσης ἐπεφάνη, ὡς γενναίους καὶ φιλοπόνους ἀποδεχόμεθα. Τοῖς δὲ μεταξύ, ὡς ἐκινήθησαν ἢ ὡς ἠδυνήθησαν, ἀναπαυσαμένοις, μὴ πάνυ διοχλῶμεν, ἐπεὶ μηδὲ τὰς ἓξ τῶν νηστειῶν ἡμέρας ἴσως, μηδὲ ὁμοίως πάντες διαμένουσιν. Ἀλλ᾿ οἱ μὲν καὶ πάσας ὑπερτιθέασιν, ἄσιτοι διατελοῦντες, οἱ δὲ δύο, οἱ δὲ τρεῖς, οἱ δὲ τέσσαρας, οἱ δὲ οὐδεμίαν. Καὶ τοῖς μὲν πάνυ διαπονηθεῖσιν ἐν ταῖς ὑπερθέσεσιν, εἶτα ἀποκαμοῦσι καὶ μόνον οὐκ ἐκλείπουσι, συγγνώμη τῆς ταχυτέρας γεύσεως. Εἰ δέ τινες, οὐχ ὅπως οὐχ ὑπερτιθέμενοι, ἀλλὰ μηδὲ νηστεύσαντες, ἢ καὶ τρυφήσαντες τὰς προαγούσας τέσσαρας, εἶτα ἐλθόντες ἐπὶ τὰς τελευταίας δύο, καὶ μόνας αυτὰς ὑπερτιθέντες, τήν τε παρασκευὴν καὶ τὸ σάββατον, μέγα τι καὶ λαμπρὸν ποιεῖν νομίζουσιν, ἂν μέχρι τῆς ἕω διαμείνωσιν, οὐκ οἶμαι τὴν ἄθλησιν αὐτοὺς πεποιῆσθαι ἴσην τοῖς τὰς πλείονας ἡμέρας προησκηκόσι. Ταῦτα μέν, ὡς φρονῶ, συμβουλεύων περὶ τούτων ἔγραψα.
Περὶ δὲ τῶν ἐν ἀφέδρῳ γυναικῶν, εἰ προσῆκεν αὐτὰς οὕτω διακειμένας εἰς τὸν οἶκον εἰσιέναι τοῦ Θεοῦ, περιττὸν καὶ τὸ πυνθάνεσθαι νομίζω. Οὐδὲ γὰρ αὐτὰς οἶμαι πιστὰς οὔσας καὶ εὐλαβεῖς, τολμήσειν οὕτω διακειμένας ἢ τῇ τραπέζῃ τῇ ἁγίᾳ προσελθεῖν ἤ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ προσάψασθαι. Οὐδὲ γὰρ ἡ τὴν δωδεκαετῆ ῥύσιν ἔχουσα, πρὸς τὴν ἴασιν ἔθιγεν αὐτοί, ἀλλὰ μόνου τοῦ κρασπέδου. Προσεύχεσθαι μὲν γὰρ ὅπως ἂν ἔχῃ τις καὶ ὡς ἂν διάκηται μεμνῆσθαι τοῦ δεσπότου καὶ δεῖσθαι βοηθείας τυχεῖν, ἀνεπίφθονον, εἰς δὲ τὰ ἅγια καὶ τὰ ἅγια τῶν ἁγίων ὁ μὴ πάντῃ καθαρὸς καὶ ψυχῇ καὶ σώματι προσιέναι, κωλυθήσεται.
Αὐτάρκεις δὲ καὶ οἱ γεγαμηκότες ἑαυτῶν ὀφείλουσιν εἶναι κριταί, ὅτι γὰρ ἀπέχεσθαι ἀλλήλων προσῆκον ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάσωσι τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ὦσιν, ἀκηκόατε Παύλου γράφοντος.
Οἱ δὲ ἐν ἀπροαιρέτῳ νυκτερινῇ ῥύσει γενόμενοι, καὶ οὗτοι τῷ ἰδίῳ συνειδότι κατακολουθείτωσαν· καὶ ἑαυτοὺς, εἴτε διακρίνονται περὶ τούτου, εἴτε μή, σκοπείτωσαν. Ὡς γὰρ ἐπὶ τῶν βρωμάτων ὁ διακρινόμενος, φησίν, ἐὰν φάγῃ, κατακέκριται, οὕτω καὶ ἐν τούτοις εὐσυνείδητος ἔστω καὶ εὐπαρρησίαστος, κατὰ τὸ ἴδιον ἐνθύμιον, πᾶς ὁ προσιὼν τῷ Θεῷ· Ταῦτα, σὺ μὲν τιμῶν ἡμᾶς, οὐ γὰρ ἀγνοῶν ἀγαπητέ, τὰ πύσματα ἡμῖν προσήγαγες, ὁμόφρονας ἡμᾶς, ὥσπερ οὖν ἐσμέν, καὶ ὁμοψήφους σεαυτῷ παρασκευάζων. Ἐγὼ δέ, οὐχ ὡς διδάσκαλος, ἀλλ᾿ ὡς μετὰ πάσης ἁπλότητος προσῆκον ἡμᾶς ἀλλήλοις διαλέγεσθαι, εἰς κοινὸν τὴν διάνοιαν ἑμαυτοῦ ἐξέθηκα· ἣν ἐπικρίνας καὶ σύ, συνετώτατέ μου υἱέ, ὅ,τι ἄν σοι φανῇ δίκαιον καὶ βέλτιον, εἰ καὶ οὕτως ἔχειν δοκιμάζοις, περὶ αὐτῶν ἀντιγράψεις. Ἔρρωσθαί σε, ἀγαπητέ μου υἱέ, ἐν εἰρήνῃ λειτουργοῦντα τῷ Κυρίῳ εὔχομαι.
Οὐ τὰ βρώματα ἡμᾶς βαρεῖ, ἱερὲ πάπα, εἰ ἔφαγον οἱ αἰχμάλωτοι ταῦτα, ἅπερ παρετίθεσαν αὐτοῖς οἱ κρατοῦντες αὐτῶν· μάλιστα ἐπειδὴ εἷς λόγος παρὰ πάντων, τοὺς καταδραμόντας τὰ ἡμέτερα μέρη βαρβάρους, εἰδώλοις μὴ τεθυκέναι. Ὁ δὲ ἀπόστολός φησι· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Ἀλλὰ καὶ ὁ Σωτήρ, ὁ πάντα καθαρίζων τὰ βρώματα· Οὐ τὸ εἰσπορευόμενον κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον, λέγει, καὶ τὸ τὰς αἰχμαλώτους γυναῖκας διαφθαρῆναι, ἐξυβριζόντων τῶν βαρβάρων εἰς τὰ σώματα αὐτῶν. Ἀλλ᾿ εἰ μὲν καὶ πρότερον κατέγνωστό τινος ὁ βίος, πορευομένης ὀπίσω ὀφθαλμῶν τῶν ἐκπορνευόντων κατὰ τὸ γεγραμμένον, δῆλον ὅτι ἡ πορνικὴ ἕξις ὕποπτος καὶ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας, καὶ οὐ προχείρως δεῖ τὰς τοιαύτας κοινωνεῖν τῶν εὐχῶν. Εἰ μέν τοι τις ἐν ἄκρᾳ σωφροσύνῃ ζήσασα καὶ καθαρόν, καὶ ἔξω πάσης ὑπονοίας ἐπιδεδειγμένη βίον τὸν πρότερον, νῦν περιπέπτωκεν ἐκ βίας καὶ ἀνάγκης ὕβρει, ἔχομεν παράδειγμα τὸ ἐν τῷ Δευτερονομίῳ τὸ ἐπὶ τῇ νεάνιδι, ἣν ἐν τῷ πεδίῳ εὗρεν ἄνθρωπος καί, βιασάμενος αὐτήν, ἐκοιμήθη μετ᾿ αὐτῆς· Τῇ νεάνιδι, φησίν, οὐ ποιήσετε οὐδέν· οὐκ ἔστι τῇ νεάνιδι ἁμάρτημα θανάτου· ὅτι, ὡς εἴ τις ἀναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ καὶ θανατώσει αυτοῦ τὴν ψυχήν, οὕτω τὸ πρᾶγμα τοῦτο. Ἐβόησεν ἡ νεᾶνις, καὶ ὁ βοηθῶν οὐκ ἦν αὐτῇ. Ταῦτα μέν τοι τοιαῦτα.
Δεινὴ ἡ πλεονεξία καὶ οὐκ ἔστι δι᾿ ἐπιστολῆς μιᾶς παραθέσθαι τὰ θεῖα γράμματα, ἐν οἷς οὐ τὸ λῃστεύειν μόνον φευκτὸν καὶ φρικῶδες καταγγέλλεται, ἀλλὰ καθόλου τὸ πλεονεκτεῖν καὶ ἀλλοτρίων ἐφάπτεσθαι ἐπὶ αἰσχροκερδείᾳ, καὶ πᾶς τοιοῦτος ἐκκήρυκτος Ἐκκλησίας Θεοῦ. Τὸ δὲ ἐν καιρῷ τῆς καταδρομῆς, ἐν τοσαύτῃ οἰμωγῇ καὶ τοσούτοις θρήνοις, τολμῆσαί τινας τὸν καιρὸν τὸν πᾶσιν ὄλεθρον φέροντα νομίσαι ἑαυτοῖς καιρὸν εἶναι κέρδους, ἀνθρώπων ἐστὶν ἀσεβῶν καὶ θεοστυγῶν, οὐδὲ ὑπερβολὴν ἀτοπίας ἐχόντων. Ὅθεν ἔδοξε τοὺς τοιούτους πάντα ἐκκηρύξαι, μήποτε ἐφ᾿ ὅλον ἔλθῃ τὸν λαὸν ἡ ὀργὴ καὶ ἐπ᾿ αὐτοὺς πρῶτον τοὺς προεστῶτας, τοὺς μὴ ἐπιζητοῦντας. Φοβοῦμαι γάρ, ὡς ἡ Γραφὴ λέγει, μὴ συναπολέσῃ ἀσεβὴς τὸν δίκαιον· πορνεία γάρ, φησί, καὶ πλεονεξία, δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε, ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθοσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾿ αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν, τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται. Τοιαῦτα μὲν ὁ ἀπόστολος. Ἐὰν δὲ διὰ τὴν προτέραν πλεονεξίαν, τὴν ἐν τῇ εἰρήνῃ γενομένην, δίκην τιννύντες, ἐν αὐτῷ τῷ καιρῷ τῆς ὀργῆς πάλιν πρὸς τὴν πλεονεξίαν ἐκτραπῶσί τινες, κερδαίνοντες ἐξ αἵματος καὶ ὀλέθρου ἀνθρώπων ἀναστάτων γενομένων ἢ αἰχμαλώτων ἢ πεφονευμένων, τί ἕτερον χρὴ προσδοκᾶν ἤ ὡς ἐπαγωνιζομένους τῇ πλεονεξίᾳ, ἐπισωρεῦσαι ὀργήν καὶ ἑαυτοῖς καὶ παντὶ τῷ λαῷ;
Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος, καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραήλ ἐγενήθη ἡ ὀργή; καὶ εἷς μόνος οὗτος ἥμαρτε, μὴ μόνος ἀπέθανεν ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ; Ἡμῖν δὲ πᾶν τὸ μὴ ἡμέτερον, ἀλλὰ ἀλλότριον τῷ καιρῷ τούτῳ κέρδος, ἀνάθεμα νενομίσθαι προσήκει. Κἀκεῖνος μὲν γὰρ ὁ Ἄχαρ, ἐκ τῆς προνομῆς ἔλαβε· καὶ αὐτοὶ νῦν ἐκ προνομῆς. Κἀκεῖνος μὲν τὰ τῶν πολεμίων· οἱ δὲ νῦν τὰ τῶν ἀδελφῶν, κερδάναντες ὀλέθριον κέρδος.
Μηδεὶς ἐξαπατάτω ἑαυτόν; μήτε ὡς εὑρών, οὔτε γὰρ εὑρόντι κερδαίνειν ἔξεστι. Φησὶ γὰρ τὸ Δευτερονόμιον· Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου καὶ τὸ πρόβατον πλανώμενα ἐν τῇ ὁδῷ ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου. Ἐὰν δὲ μὴ ἐγγίζῃ ο ἀδελφός σου πρὸς σέ, μηδὲ ἐπίστασαι αὐτόν, συνάξεις αυτὰ καὶ ἔσται μετὰ σοῦ, ἕως ἂν ἐκζητήσῃ αὐτὰ ὁ ἀδελφός σου καὶ ἀποδώσεις αὐτῷ. Καὶ οὕτω ποιήσεις τὸν ὄνον αὐτοῦ, καὶ οὕτω ποιήσεις τὸ ἱμάτιον αυτοῦ, καὶ οὕτω ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου, ὅσα ἂν ἀπόληται παρ᾿ αὐτοῦ, καὶ εὑρήσῃς αὐτά. Ταῦτα τὸ Δευτερονόμιον. Ἐν δὴ τῇ Ἐξόδῳ, οὐ μόνον ἐὰν τὰ τοῦ ἀδελφοῦ τις εὕρῃ, ἀλλὰ καὶ τοῦ ἐχθροῦ· Ἀποστροφῇ, φησὶν, ἀποστρέψεις αὐτὰ εἰς τὸν οἶκον τοῦ κυρίου αὐτῶν. Εἰ δὲ ἐν εἰρήνῃ ῥᾳθυμοῦντος καὶ τρυφῶντος καὶ τῶν ἰδίων ἀμελοῦντος ἀδελφοῦ ἢ ἐχθροῦ κερδάναι οὐκ ἔξεσται, πόσῳ μᾶλλον δυστυχοῦντος καὶ πολεμίους φεύγοντος καὶ κατὰ ἀνάγκην τὰ ἴδια ἐγκαταλείποντος;
Ἄλλοι δὲ ἑαυτοὺς ἐξαπατῶσιν, ἀντὶ τῶν ἰδίων τῶν ἀπωλομένων, ἃ εὗρον ἀλλότρια κατέχοντες, ἵνα, ἐπειδὴ αὐτοὺς Βοράδοι καὶ Γότθοι τὰ τῶν πολεμίων εἰργάσαντο, αὐτοὶ ἄλλοις Βοράδοι καὶ Γότθοι γίνωνται. Ἀπεστείλαμεν οὖν τὸν ἀδελφὸν καὶ συγγέροντα Εὐφρόσυνον διὰ ταῦτα πρὸς ὑμᾶς, ἵνα κατὰ τὸν ἐνθάδε τύπον καὶ αὐτὸς δῴῃ ὁμοίως, καὶ ὧν δεῖ τὰς κατηγορίας προσίεσθαι, καὶ οὓς δεῖ ἐκκηρῦξαι τῶν εὐχῶν.
Ἀπηγγέλθη δέ τι ἡμῖν καὶ ἄπιστον ἐν τῇ χώρᾳ ὑμῶν γενόμενον, πάντως που ὑπὸ ἀπίστων καὶ ἀσεβῶν καὶ μὴ εἰδότων μηδὲ ὄνομα Κυρίου· ὅτι ἄρα εἰς τοσοῦτόν τινες ὠμότητος καὶ ἀπανθρωπίας προεχώρησαν, ὥστε τινὰς τοὺς διαφυγόντας αἰχμαλώτους βία κατέχειν. Ἀποστείλατέ τινας εἰς τὴν χώραν, μὴ καὶ σκηπτοὶ πέσωσιν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.
Τοὺς μὲν οὖν ἐγκαταλεχθέντας τοῖς βαρβάροις καὶ μετ᾽ αὐτῶν ἐν τῇ αἰχμαλωσίᾳ ἐπελθόντας, ἐπιλαθομένους ὅτι ἦσαν Ποντικοὶ καὶ χριστιανοὶ, ἐκβαρβαρωθέντας δὲ ὡς καὶ φονεύειν τοὺς ὁμοφύλους ἢ ξύλῳ ἢ ἀγχόνῃ, ὑποδεικνῦναι δὲ ἢ ὁδοὺς ἢ οἰκίας ἀγνοοῦσι τοῖς βαρβάροις, καὶ τῆς ἀκροάσεως ἀπεῖρξαι δεῖ, μέχρις ἂν κοινῆ περὶ αὐτῶν τι δόξῃ συνελθοῦσι, τοῖς ἁγίοις, καὶ πρὸ αὐτῶν τῷ ἁγίῳ Πνεύματι.
Τοὺς δὲ οἴκοις ἀλλοτρίοις ἐπελθεῖν τολμήσαντας, ἐὰν μὲν κατηγορηθέντες ἐλεγχθῶσι, μηδὲ τῆς ἀκροάσεως ἀξιώσῃς, ἐὰν δὲ ἑαυτοὺς ἐξείπωσι καὶ ἀποδῶσιν, ἐν τῇ τῶν ὑποστρεφόντων τάξει ὑποπίπτειν.
Τοὺς δὲ ἐν τῷ πεδίῳ εὑρόντας τι ἢ ἐν ταῖς ἑαυτῶν οἰκίαις, καταλειφθὲν ὑπὸ τῶν βαρβάρων, ἐὰν μὲν κατηγορηθέντες ἐλεγχθῶσιν, ὁμοίως ἐν τοῖς ὑποπίπτουσιν, ἐὰν δὲ ἑαυτοὺς ἐξείπωσι καὶ ἀποδῶσι, καὶ τῆς εὐχῆς ἀξιῶσαι.
Τοὺς δὲ τὴν ἐντολὴν πληροῦντας, ἐκτὸς πάσης αἰσχροκερδείας πληροῦν δεῖ, μήτε μήνυτρα ἢ σῶστρα ἢ εὕρετρα ἢ ᾧ ὀνόματι ταῦτα καλοῦσιν ἀπαιτοῦντας.
Ἡ πρόσκλαυσις ἔξω τῆς πύλης τοῦ εὐκτηρίου ἐστίν, ἔνθα ἑστῶτα τὸν ἁμαρτόντα, χρἠ τῶν εἰσιόντων δεῖσθαι πιστῶν, ὑπὲρ αὐτοῦ εὔχεσθαι. Ἡ ἀκρόασις ἔνδοθι τῆς πύλης ἐν τῷ νάρθηκι, ἔνθα ἑστάναι χρὴ τὸν ἡμαρτηκότα ἕως τῶν κατηχουμένων, καὶ ἐντεῦθεν ἐξέρχεσθαι, ἀκούων γάρ, φησί, τῶν Γραφῶν καὶ τῆς διδασκαλίας, ἐκβαλλέσθω καὶ μὴ ἀξιούσθω προσευχῆς. Ἡ δὲ ὑπόπτωσις, ἵνα ἔσωθεν τῆς πύλης τοῦ ναοῦ ἱστάμενος, μετᾶ τῶν κατηχουμένων ἐξέρχηται· ἡ σύστασις ἵνα συνίσταται τοῖς πιστοῖς καὶ μὴ ἐξέρχηται μετὰ τῶν κατηχουμένων. Τελευταῖον, ἡ μέθεξις τῶν ἁγιασμάτων.
Ἐπεὶ τέταρτον ἤδη Πάσχα ἐπικατείληφε τὸν διωγμόν, αὐτάρκως ἔχει τοῖς μὲν προσενεχθεῖσι καὶ φυλακισθεῖσι, βασάνους τε ανηκέστους ὑπομεμενηκόσι καὶ ἀφορήτους μάστιγας καὶ πολλὰς ἑτέρας δεινὰς ἀνάγκας, ὕστέρον δὲ προδεδομένοις ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, εἰ καὶ μὴ ἐξ ἀρχῆς παρεδέχθησαν διὰ τὴν παρακολουθήσασαν μεγίστην πτῶσιν, ὅμως διὰ τὸ πολλὰ αὐτοὺς ἠθληκέναι καὶ ἐπὶ πολὺ ἀντιμαχέσασθαι, οὐ γὰρ κατὰ προαίρεσιν εἰς τοῦτο ἐληλύθασιν, ἀλλὰ καταπροδοθέντες ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἐπειδὴ καὶ στίγματα τοῦ Ἰησοῦ ἐνδείκνυται ἐν τοῖς σώμασιν αὐτῶν καὶ ἤδη τρίτον τινὲς ἔτος ἔχουσι καταπενθοῦντες, προσεπιτιμηθῆναι αὐτοῖς ἀπὸ τῆς προσελεύσεως καθ᾿ ὑπόμνησιν ἄλλας τεσσαράκοντα ἡμέρας, ἃς καί περ νηστεύσας ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ βαπτισθῆναι, ἐπειράσθη ὑπὸ τοῦ διαβόλου. Εἰς ἃς καὶ αὐτοὶ κατὰ περισσὸν διαγυμνασθέντες, εὐτονώτερόν τε νήψαντες, γρηγορήσουσιν εἰς προσευχὰς τοῦ λοιποῦ, καταμελετῶντες τὸ λελεγμένον ὑπὸ τοῦ Κυρίου πρὸς τὸν πειράζοντα αὐτόν, ἵνα προσκυνήσῃ αὐτῷ· Ὕπαγε ὀπίσω μου Σατανᾶ, γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
Τοῖς δὲ μετὰ τὸ φυλακισθῆναι μόνον καὶ ὑπομεμενηκέναι τὰς εν τῷ δεσμωτηρίῳ, ὡς ἂν ἐν πολιορκίᾳ, θλίψεις τε καὶ δυσωδίας, ὕστερον δὲ χωρὶς πολέμου βασάνων γενομένοις αἰχμαλώτοις, κατὰ πολλὴν πτωχείαν δυνάμεως καὶ κατά τινα τυφλότητα τεθραυσμένοις, ἐπαρκέσει ἐνιαυτὸς πρὸς τῷ ἐτέρῳ χρόνῳ. Ἐπεὶ ὅλως καὶ αὐτοὶ ἐπιδεδώκασιν ἑαυτοὺς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ θλιβῆναι, εἰ καὶ ἀπήλαυσαν ἐν τῷ δεσμωτηρίῳ τῆς παρὰ τῶν ἀδελφῶν πολλῆς αναπαύσεως, ἅπερ πολλαπλασίονα ἀποδώσουσι, ποθοῦντες λυτρωθῆναι ἀπὸ τῆς πικροτάτης αἰχμαλωσίας τοῦ διαβόλου, μεμνημένοι μάλιστα τοῦ λέγοντος· Πνεῦμα Κυρίου ἐπ᾿ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως.
Τοῖς δὲ μηδ᾿ ὅλως μηδέν τι τοιοῦτον πεπονθόσι, μηδὲ ἐνδειξαμένοις καρπὸν πίστεως, ἀλλ᾿ αὐτομολήσασι πρὸς τὴν κακίαν, προδεδομένοις ὑπὸ δειλίας καὶ φόβου, νῦν δὲ εἰς μετάνοιαν ἐρχομένοις, ἀναγκαῖόν ἐστι καὶ ἁρμόζον, τὴν τῆς ἀκάρπου συκῆς παραβολὴν παραθέσθαι, ὡς ὁ Κύριος λέγει· Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ καὶ ἦλθε καρπὸν ζητῶν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδού, τρία ἔτη ἀφ᾿ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτήν, καὶ βάλω κοπρία· κἂν μὲν ποιήσῃ καρπόν, εἰ δὲ μή γε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν. Ἣν πρὸ ὀφθαλμῶν λαβόντες, ἐνδειξάμενοί τε καρπὸν ἄξιον τῆς μετανοίας ἐν τῷ διαστήματι τοῦ τοσούτου χρόνου, μᾶλλον ὠφεληθήσονται.
Τοῖς γὰρ παντάπασιν ἀπεγνωσμένοις καὶ ἀμετανοήτοις, δέρμα τε Αἰθίοπος ἀμετάβλητον κεκτημένοις καὶ ποικίλματα παρδάλεως, λεχθήσεται τὸ τῆς ἑτέρας συκῆς· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα, διὸ καὶ παραχρῆμα ξηραίνεται. Ἀποπληροῦται γοῦν ἐπ᾿ αὐτοῖς καὶ τὸ ὑπὸ τοῦ Ἐκκλησιαστοῦ εἰρημένον· Διεστραμμένον οὐ δυνήσεται ἐπικοσμηθῆναι καὶ ὑστέρημα οὐ δυνήσεται ἀριθμηθῆναι, εἰ μὴ γὰρ πρότερον τὸ διεστραμμένον διορθωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἐπικοσμηθῆναι, καὶ εἰ μὴ πρότερον τὸ ὑστέρημα ἀναπληρωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἀριθμηθῆναι. Ὅθεν καὶ ἐπὶ τέλους συμβήσεται αὐτοῖς τὸ λελεγμένον ὑπὸ τοῦ προφήτου Ἡσαΐου· Καὶ ὄψονται γάρ, φησί, τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί, ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αυτῶν οὐ σβεσθήσεται καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. Ἐπεὶ καί, ὡς προλέλεκται ὑπ᾿ αὐτοῦ, οἱ δὲ ἄδικοι ὡς θάλασσα ἀναβεβρασμένη, οὕτω κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ μὴ δυνήσονται, καὶ οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ Θεός.
Τοῖς δὲ καθυποκριναμένοις, κατὰ τὸν ἐπιληπτευσάμενον Δαβίδ, ἵνα μὴ ἀποθάνῃ οὐκ ὄντα ἐπίληπτον, καὶ μὴ γυμνῶς ἀπογραψαμένοις τὰ πρὸς ἄρνησιν, ἀλλὰ διαπαίξασι κατὰ πολλὴν στενοχωρίαν, ὡς ἂν παιδία βουλευτικὰ ἔμφρονα ἐν παιδίοις ἄφροσι, τὰ τῶς ἐχθρῶν ἐπιβουλάς, ἤτοι ὡς διελθόντες βωμούς, ἤτοι ὡς χειρογραφήσαντες, ἤτοι ὡς ἀνθ᾿ ἑαυτῶν βαλόντες ἐθνικούς, εἰ καί τισιν αὐτῶν συνεχώρησάν τινες τῶν ὁμολογησάντων, ὡς ἤκουσα, ἐπεὶ μάλιστα κατὰ πολλὴν εὐλάβειαν ἐξέφυγον αὐτόχειρες γενέσθαι τοῦ πυρὸς καὶ τῆς ἀναθυμιάσεως τῶν ἀκαθάρτων δαιμόνων, ἐπεὶ τοίνυν ἔλαθεν αὐτοὺς ἀνοίᾳ, τοῦτο πράξαντας ὅμως, ἑξάμηνος αὐτοῖς ἐπιτεθήσεται τῆς ἐν μετανοίᾳ ἐπιστροφῆς. Οὕτω γὰρ μᾶλλον καὶ αὐτοὶ ὠφεληθήσονται, καταμελετῶντες τὸ προφητικὸν ῥητὸν καὶ λέγοντες· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, ὅσπερ, ὡς ἴστε, ἐν τῷ ἕκτῳ μηνὶ τῆς συλλήψεως τοῦ ἑτέρου παιδίου, τοῦ προκηρύξαντος πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν, συνελήφθη καὶ αὐτὸς κηρύξαι μετάνοιαν. Καὶ γὰρ καὶ τῶν ἁμφοτέρων ἀκούομεν ἐν πρώτοις κηρυσσόντων οὐ μόνον περὶ μετανοίας, ἀλλὰ καὶ περὶ βασιλείας οὐρανῶν, ἥτις καθὼς μεμαθήκαμεν, ἐντὸς ἡμῶν ἐστι, τῷ ἐγγὺς ἡμῶν εἶναι τὸ ῥῆμα, ὃ πιστεύομεν ἐν τῷ στόματι ἑαυτῶν καὶ ἐν τῇ καρδίᾳ ἑαυτῶν. Περὶ ἧς καὶ αὐτοὶ ὑπομνησθέντες, μαθήσονται ὁμολογεῖν ἐν τῷ στόματι ἑαυτῶν, ὅτι Κύριος Ἰησοῦς Χριστός, πιστεύοντες ἐν τῇ καρδίᾳ ἑαυτῶν, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, ἅτε δὴ ἀκούοντες, ὅτι καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Τοῖς δὲ δούλους χριστιανοὺς ἀνθ᾿ ἑαυτῶν ὑποβεβληκόσιν, οἱ μὲν δοῦλοι, ὡς ἂν ὑποχείριοι ὄντες, καὶ τρόπον τινὰ καὶ αὐτοὶ φυλακισθέντες ὑπὸ τῶν δεσποτῶν, καταπειληθέντες τε ὑπ᾽ αυτῶν καὶ διὰ τὸν φόβον αὐτῶν εἰς τοῦτο ἐλελυθότες καὶ κατολισθίσαντες, ἐν ἐνιαυτῷ τὰ τῆς μετανοίας ἔργα δείξουσι, μανθάνοντες τοῦ λοιποῦ, ὡς δοῦλοι Χριστοῦ, ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ καὶ φοβεῖσθαι αὐτόν, ἀκούοντες μάλιστα ὅτι ἕκαστος, ἐάν τι ποιήσῃ ἀγαθόν, τοῦτο κομιεῖται παρὰ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.
Οἱ δὲ ελεύθεροι, ἐν τρισὶν ἔτεσιν ἐξετασθήσονται ἐν μετανοίᾳ, καὶ ὡς ὑποκρινάμενοι καὶ ὡς καταναγκάσαντες τοὺς ὁμοδούλους θῦσαι, ἅτε δὴ παρακούσαντες, τοῦ ἀποστόλου, τὰ αὐτὰ θέλοντος ποιεῖν τοὺς δεσπότας τοῖς δούλοις, ἀνιέντας τὴν ἀπειλήν, εἰδότας, φησίν, ὅτι καὶ ἡμῶν καὶ αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς καὶ προσωποληψία παρ᾿ αὐτῷ οὐκ ἔστιν. Εἰ δέ ἕνα Κύριον ἔχομεν πάντες ἀπροσωπόληπτον, ἐπεὶ καὶ πάντα καὶ ἐν πᾶσιν ἐστιν ὁ Χριστός, ἔν τε βαρβάροις καὶ Σκύθαις, δούλοις καὶ ἐλευθέροις, σκοπεῖν ὀφείλουσιν ὃ κατειργάσαντο, θελήσαντες τὴν ψυχὴν ἑαυτῶν σῶσαι, τοὺς δὲ συνδούλους ἑαυτῶν ἑλκύσαντες ἐπὶ είδωλολατρίαν, δυναμένους καὶ αὐτοὺς ἐκφυγεῖν, εἰ τὸ δίκαιον καὶ τὴν ἰσότητα ἦσαν αὐτοῖς παρασχόντες, ὡς πάλιν ὁ ἀπόστολος λέγει.
Τοῖς δὲ παραδεδομένοις καὶ ἐκπεπτωκόσι, τοῖς τε αὐτοῖς προσεληλυθόσιν εἰς τὸν ἀγῶνα καὶ ὁμολογοῦσιν εἶναι χριστιανοῖς, εμβεβλημένοις τε ἐν τῇ φυλακῇ μετὰ βασάνων, εὔλογόν ἐστιν ἐν ἀγαλλιάσει καρδίας συνεπισχύειν καὶ κοινωνεῖν ἐν πᾶσιν, ἔν τε ταῖς προσευχαῖς καὶ τῇ μεταλήψει τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ καὶ τῇ παρακλήσει τοῦ λόγου, ἵνα εὐτονώτερον ἀγωνισάμενοι καταξιωθῶσι καὶ αὐτοὶ τοῦ βραβείου τῆς ἄνω κλήσεως. Καὶ γὰρ ἑπτάκις, φησί, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται· ὅπερ, εἰ καὶ πάντες οἱ ἐκπεπτωκότες πεποιήκασι, τελειοτάτην καὶ ὁλοκάρδιον μετάνοιαν ἐνεδείξαντο.
Καὶ τοῖς δὲ ὡς ἂν ἐξ ὕπνου ἑαυτοὺς παραπηδῶσιν εἰς τὸν ἀγῶνα, ὠδίνοντα καὶ μέλλοντα ἑλκύσαι, ἑαυτοῖς δὲ πειρασμὸν ἐπισπασαμένοις θαλαττομαχίας καὶ πολλῆς κυματώσεως, μᾶλλον δὲ καὶ τοῖς ἀδελφοῖς προσεκκαίουσιν ἄνθρακας ἁμαρτωλῶν, καὶ αὐτοῖς κοινωνητέον, ἅτε δὴ ἐν ὀνόματι Χριστοῦ παρερχομένοις εἰς τοῦτο· εἰ καὶ μὴ προσέχουσιν αὐτοῦ τοῖς λόγοις, διδάσκοντος προσεύχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν, καὶ πάλιν ἐν εὐχῇ λέγειν τῷ Πατρί· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· ἴσως δὲ καὶ ἀγνοοῦσι τὰς πολλάκις γινομένας ἀναχωρήσεις τοῦ οἰκείου δεσπότου καὶ διδασκάλου ἡμῶν ἀπὸ τῶν θελόντων ἐπιβουλεύειν καὶ ὅτι ἔσθ᾿ ὅτε, οὐδὲ παρρησίᾳ περιεπάτει δι᾽ αὐτούς, καὶ ὅτι καὶ ὅτε ὁ καιρὸς τοῦ πάθους αυτοῦ προσήγγισεν οὐχ ἑαυτὸν παρέδωκεν, ἀλλ᾿ ἐδέξατο, ἕως ἦλθον ἐπ᾿ αὐτὸν μετὰ μαχαιρῶν καὶ ξύλων· λέγει οὖν πρὸς αὐτούς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; οἳ καὶ παρέδωκαν αὐτόν, φησι, Πιλάτῳ. Καθ᾿ ὁμοιότητα γοῦν αὐτοῦ καὶ οἱ κατὰ σκοπὸν αὐτοῦ βαίνοντες πεπόνθασι, μεμνημένοι τῶν θείων αὐτοῦ λόγων, δι᾽ ὧν, ἐπιστηρίζων ἡμᾶς περὶ τῶν διωγμῶν, λέγει· Προσέχετε ἑαυτοῖς, παραδώσουσι γὰρ ἡμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ἡμᾶς. Παραδώσουσι δὲ εἶπεν, ἀλλ᾿ οὐχὶ ἑαυτοὺς παραδώσετε· καὶ ἐπὶ ἡγεμόνας δέ, φησί, καὶ βασιλεῖς ἀχθήσεσθε διὰ τὸ ὄνομά μου, ἀλλ᾿ οὐχὶ ἑαυτοὺς ἄξετε. Ἐπεὶ καὶ μεταπηδᾶν ἡμᾶς βούλεται ἀπὸ τόπων εἰς τόπους διωκομένους διὰ τὸ ὄνομα αὐτοῦ, ὡς πάλιν ἀκούομεν αὐτοῦ λέγοντος· Καὶ ὅτε διώκουσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν. Οὐ γὰρ θέλει αὐτομολεῖν ἡμᾶς πρὸς τοὺς τοῦ διαβόλου ὑπασπιστὰς καὶ δορυφόρους, ὅπως μὴ καὶ πλειόνων θανάτων αἴτιοι αὐτοῖς γινώμεθα, ὡς ἂν καταναγκάζοντες αὐτοὺς μᾶλλον κατατραχύνεσθαι καὶ τελεσιουργεῖν τὰ θανατηφόρα ἔργα, ἀλλ᾿ ἐκδέχεσθαι καὶ προσέχειν ἑαυτοῖς, γρηγορεῖν τε καὶ προσεύχεσθαι, ἵνα μὴ εἰσέλθωμεν εἰς πειρασμόν. Οὕτω Στέφανος πρῶτος κατ᾿ ἴχνος αὐτοῦ μαρτύριον ἀναδεξάμενος, ἐν Ἱεροσολύμοις συναρπασθεὶς ὑπὸ τῶν παρανόμων καὶ ἀχθεὶς ἐν τῷ συνεδρίῳ, λιθοβολούμενος ἐν ὀνόματι Χριστοῦ, ἐδοξάσθη παρακαλῶν καὶ λέγων· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὕτως Ἰάκωβος δεύτερος, συλληφθεὶς ὑπὸ Ἠρώδου, μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη. Οὕτως ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος, πολλάκις συλληφθεὶς καὶ φυλακισθεὶς καὶ ἀτιμασθείς, ὕστερον ἐν Ῥώμῃ ἐσταυρώθη. Ὁμοίως καὶ ὁ περιβόητος Παῦλος, πλεονάκις παραδοθεὶς καὶ ἕως θανάτου κινδυνεύσας, πολλά τε ἀθλήσας καὶ καυχησάμενος ἐν πολλοῖς διωγμοῖς καὶ θλίψεσιν, ἐν τῇ αὐτῇ πόλει καὶ αὐτὸς μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη, ὃς ἐν οἷς ἐκαυχήσαντο κατέληξεν· ὅτι καὶ ἐν Δαμασκῷ σπυρίδι ἐχαλάσθη διὰ τοῦ τείχους νυκτός, καὶ ἐξέφυγε τὰς χεῖρας τοῦ ζητοῦντος αὐτὸν πιάσαι. Τὸ γὰρ προκείμενον ἦν αὐτοῖς, ἐν πρώτοις εὐαγγελίζεσθαι καὶ διδάσκειν τὸν λόγον τοῦ Θεοῦ, ἐν οἷς ἐπιστηρίζοντες τοὺς ἀδελφοὺς ἐμμένειν ἐν τῇ πίστει, καὶ τοῦτο ἔλεγον, ότι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἐζήτουν γὰρ οὐ τὸ ἑαυτῶν συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Καὶ ἦν πολλὰ λέγειν αὐτοῖς εἰς ταῦτα πρὸς τὸ κατὰ λόγον πράσσειν, εἰ μή, ὡς λέγει ὁ ἀπόστολος, ἐπιλείψῃ δ᾿ ἂν ἡμᾶς διηγουμένους ὁ χρόνος.
Ὅθεν οὐκ ἔστιν εὔλογον, οὐδὲ τοὺς ἀπὸ κλήρου αὐτομολήσαντας, ἐκπεπτωκότας τε καὶ ἀναπαλαίσαντας, ἔτι ἐν τῇ λειτουργίᾳ εἶναι, ἅτε δὴ καταλείψαντας τὸ ποίμνιον τοῦ Κυρίου καὶ μωμησαμένους ἑαυτούς, ὅπερ οὐδεὶς τῶν ἀποστόλων πεποίηκε. Καὶ γὰρ ο πολλοὺς διωγμοὺς ἐξανύσας, πολλά τε ἆθλα ἀγωνισμάτων ἐνδειξάμενος, ὁ μακάριος ἀπόστολος Παῦλος, ἐγνωκὼς ὅτι κάλλιόν ἐστιν ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, ἐπιφέρει καὶ λέγει· Τὸ δὲ ἐπιμεῖναι τῇ σαρκί, ἀναγκαιότερον δι᾿ ὑμᾶς. Σκοπῶν γὰρ οὐ τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν, ἀναγκαιότερον τῆς ἑαυτοῦ ἀναπαύσεως ἡγήσατο τὸ παραμένειν τοῖς ἀδελφοῖς καὶ ἐπιμελεῖσθαι αὐτῶν. Ὅς καὶ τὸν διδάσκοντα θέλει εἶναι ἐν τῇ διδασκαλίᾳ, τύπον γινόμενον τῶν πιστῶν. Ὅθεν οἱ ἐν τῇ εἱρκτῇ ἐπιδικαζόμενοι, τῆς λειτουργίας ἐκπεπτωκότες καὶ ἀναπαλαίσαντες, πάνυ ἀναισθητοῦσι· πῶς γὰρ αἰτοῦσιν ὃ κατέλειψαν, δυνάμενοι τοῖς ἀδελφοῖς εὔχρηστοι εἶναι ἐν καιρῷ τοιούτῳ; Ἕως μὲν οὖν ἄπταιστοι ἦσαν, συγγνώμην εἶχον ἐπὶ τῇ παραλόγῳ αὐτῶν πράξει, ὅτε δὲ ἔπταισαν, ὡς ἂν περπερευσάμενοι καὶ ἑαυτοὺς μωμησάμενοι, οὐκέτι δύνανται λειτουργεῖν. Διὸ φροντιζέτωσαν μᾶλλον ἐν ταπεινοφροσύνῃ, πῶς ἐκτελέσουσι παυσάμενοι τῆς κενοδοξίας. Ἀρκεῖ γὰρ αὐτοῖς ἡ κοινωνία μετ᾿ ἐπιστάσεως καὶ ἀκριβείας πρὸς ἀμφότερα γινομένη· καὶ ἵνα μὴ δόξωσι λυπεῖσθαι, μετὰ βίας περιδρασσόμενοι τῆς ἐντεῦθεν ἀναλύσεως, καὶ ἵνα μή τινες ἐκπεσόντες προφασίσωνται, ὡς ἂν διὰ τὴν ἀφορμὴν τῆς ἐπιτιμίας ὑπεκλελυμένοι, οἵτινες πλέον ἁπάντων αἰσχύνην καὶ ὄνειδος ἕξουσι, κατ᾿ ἐκεῖνον τὸν τεθεικότα θεμέλιον καὶ μὴ ἰσχύσαντα ἐκτελέσαι. Ἄρξονται γάρ, φησί, πάντες οἱ παραπορευόμενοι ἐμπαίζειν αὐτόν, λέγοντες· Οὗτος ὁ ἄνθρωπος θεμέλιον ἔθηκε καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
Οἱ γὰρ πρῶτον παραπηδήσαντες ἐν τῷ βράσματι τοῦ διωγμοῦ, περιεστῶτες εἰς τὸ δικαστήριον καὶ θεωροῦντες τοὺς ἁγίους μάρτυρας σπεύδοντας ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐν καλῷ τῷ ζήλῳ προθυμούμενοι, ἐπεδίδουν ἑαυτοὺς εἰς τοῦτο, πολλῇ τῇ παρρησίᾳ χρώμενοι, βλέποντες μάλιστα τοὺς ὑποσυρομένους καὶ ἐκπίπτοντας, δι᾿ οὓς ὑποθεομαινόμενοι ἔσωθεν καὶ ἐνηχούμενοι καταπολεμῆσαι τὸν ὑπεραιρόμενον καὶ ἀντικείμενον, ἔσπευδον ἐν τοῦτο, ἵνα μὴ καὶ δοκῇ παρ᾿ ἑαυτῷ φρόνιμος εἶναι, ἐφ᾿ οἷς κατὰ πανουργίαν ἔδοξε νικᾶν, εἰ καὶ ἐλάνθανεν ἑαυτὸν νικώμενον ὑπὸ τῶν ἐγκαρτερούντων τὰς τῶν ξυστήρων καὶ μαστίγων βασάνους, τήν τε ὀξύτητα τῆς μαχαίρας καὶ τὰς καταφλέξεις τοῦ πυρὸς καὶ τὰς τῶν ὑδάτων καταποντώσεις. Καὶ τοῖς κατὰ πίστιν ὑπεξιοῦσιν εὐχὰς καὶ δεήσεις γίνεσθαι, ἤτοι ὑπὲρ τῶν ἐν φυλακῇ κατατιμωρηθέντων καὶ προδεδομένων ὑπὸ λιμοῦ καὶ δίψης, ἤτοι ὑπὲρ τῶν ἔξωθεν τῆς φυλακῆς ἐπὶ τοῦ δικαστηρίου καταβασανισθέντων διὰ κυστήρων καὶ μαστίγων, ὕστερον δὲ ἡττηθέντων ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἄξιόν ἐστιν ἐπινεῦσαι. Συμπάσχειν γὰρ καὶ συναλγεῖν τοῖς ὀδυρομένοις καὶ στενάζουσιν ὑπὲρ τῶν ἐν τῷ ἀγῶνι ἡττηθέντων ὑπὸ τῆς πολλῆς βίας τοῦ κακομηχάνου διαβόλου, ἤτοι ὑπὲρ γονέων ἢ ἀδελφῶν ἤ τέκνων, οὐδένα οὐδὲν καταβλάπτει. Ἴσμεν γὰρ καὶ δι᾽ ἑτέρων πίστιν ἀπολαύσαντάς τινας τῆς τοῦ Θεοῦ ἀγαθότητος, ἐπί τε ἀφέσει ἁμαρτιῶν καὶ ὑγείᾳ σώματος καὶ ἀναστάσει νεκρῶν. Μεμνημένοι τοίνυν τῶν πολλῶν αὐτῶν καμάτων, ὧν προϋπήνεγκαν ἐν ὀνόματι τοῦ Χριστοῦ, καὶ τῶν ταλανισμῶν, οὐ μὴν ἀλλὰ καὶ μεταγνόντων αὐτῶν καὶ ἀποδυρομένων τὸ πεπραγμένον αὐτοῖς κατὰ προδοσίαν, ἐν ἀτονίᾳ καὶ νεκρότητι τοῦ σώματος, ἔτι τε καὶ μεμαρτυρημένων ἀπολιτεύτων γενομένων ἐν τῷ βίῳ αὐτῶν, συνευχόμεθα καὶ συμπαρακαλοῦμεν ὑπὲρ ἱλασμοῦ αὐτῶν μετὰ τῶν ἄλλων καθηκόντων, διὰ τοῦ γενομένου ὑπὲρ ἡμῶν παρακλήτου πρὸς τὸν Πατέρα, ἱλασκομένου ταῖς ἁμαρτίαις ἡμῶν· Καὶ ἐάν τις γάρ, φησίν, ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν.
Τοῖς γὰρ ἀργύρια δεδωκόσι πρὸς τὸ ἀνενοχλήτους αὐτοὺς παντάπασι γενέσθαι ἀπὸ πάσης κακίας, οὐκ ἔστιν ἔγκλημα προσάγειν, ζημίαν γὰρ καὶ ἀπώλειαν χρημάτων ὑπήνεγκαν, ἵνα μὴ τὴν ψυχὴν ἑαυτῶν ζημιωθῶσιν ἢ ἀπολέσωσιν. Ὅπερ ἄλλοι κατὰ αἰσχροκέρδειαν οὐ πεποιήκασι, καίτοι γε τοῦ Κυρίου λέγοντος· Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ ἢ ἀπολέσῃ, καὶ ὅτι· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐφάνησαν γὰρ παρ᾿ ἐκείνοις Θεῷ δουλεύοντες, τὰ ἀργύρια μισήσαντες καὶ καταπατήσαντες καὶ καταφρονήσαντες αὐτῶν, ἀπεπλήρωσάν τε καὶ ἐν τούτῳ τὸ γεγραμμένον· Λύτρον ἀνδρὸς ψυχῆς, ὁ ἴδιος πλοῦτος. Ἐπεὶ καὶ ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων ἀνέγνωμεν, τοὺς συρέντας ἀντὶ Παύλου καὶ Σίλα ἐν Θεσσαλονίκῃ ἐπὶ τοὺς πολιτάρχας, μετὰ καὶ πλησμονῆς ἀπολυθέντας. Μετὰ γὰρ τὸ καταβαρῆσαι αὐτοὺς πολλὰ διὰ τὸ ὄνομα καὶ ταράξαι τὸν ὄχλον καὶ τοὺς πολιτάρχας, λαβόντες, φησί, τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσωνος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς. Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ Σίλαν εἰς Βέῤῥοιαν.
Ὅθεν οὐδὲ τοῖς καταλείψασι πάντα διὰ τὴν τῆς ψυχῆς σωτηρίαν καὶ ἀναχωρήσασιν ἔστιν ἐγκαλεῖν, ὡς ἂν ἑτέρων δι᾿ αὐτοὺς κατασχεθέντων. Καὶ γὰρ καὶ ἐν τῇ Ἐφέσῳ ἀντὶ Παύλου συνήρπασαν Γάιον εἰς τὸ θέατρον καὶ Ἀρίσταρχον, συνεκδήμους Παύλου, καὶ βουλόμενον εἰσελθεῖν εἰς τὸν δῆμον, ἐπεὶ καὶ δι᾿ αὐτόν, πείσαντα καὶ μεταστήσαντα πολὺν ὄχλον ἐπὶ τὴν θεοσέβειαν, ἡ στάσις ἦν γενομένη, οὐκ εἴων αὐτὸν οἱ μαθηταί, φησίν· Οὐ μὴν ἀλλὰ καί τινες τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. Εἰ δὲ ἐπιμένοιέν τινες ἐρεσχελοῦντες τοῖς εἰλικρινῶς προσέχουσι τῷ λέγοντι· Σώζων, σῶζε τὴν σεαυτοῦ ψυχήν, μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, ὑπομνησθήτωσαν καὶ περὶ τοῦ προκρίτου τῶν ἀποστόλων Πέτρου, βεβλημένου τε ἤδη εἰς φυλακὴν καὶ παραδοθέντος τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, οὐ ἐν νυκτὶ φυγόντος καὶ ῥυσθέντος ἐκ χειρὸς τοῦ φονώδους Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων, κατ᾿ ἐντολὴν τοῦ Ἀγγέλου Κυρίου, γενομένης, φησίν, ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι, δι᾿ οὓς οὐδεμία αἰτία τῷ Πέτρῳ προσάπτεται. Ἐξῆν γὰρ καὶ αὐτούς, ἑωρακότας τὸ γενόμενον, ἐκφυγεῖν, ὡς πάντα τὰ παιδία τὰ ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, εἰ ἐγνώκεισαν οἱ γονεῖς αὐτῶν τὸ μέλλον ἔσεσθαι, ἅπερ ἀνῃρέθησαν ὑπὸ τοῦ μιαιφόνου Ἡρώδου διὰ τὸ ὑπ᾽ αὐτοῦ ζητούμενον ἀπολέσθαι ἓν παιδίον, ὅπερ καὶ αὐτὸ κατ᾽ ἐντολὴν Ἀγγέλου Κυρίου ἐξέφυγεν, ἤδη ἀρξάμενον ταχέως σκυλεύειν καὶ ὀξέως προνομεύειν κατὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος, καθὼς γέγραπται· Κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνομεύειν, διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Οἱ γοῦν Μάγοι, ὡς ἤδη σκυλευθέντες καὶ προνομευθέντες, ὑποτεταγμένως καὶ τιμητικῶς προσκυνοῦσι τὸ παιδίον, ἀνοίγοντες τοὺς θησαυροὺς αὐτῶν καὶ προσφέροντες αὐτῷ καιριώτατα καὶ πρεπωδέστατα δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, ὡς βασιλεῖ καὶ Θεῷ καὶ ἀνθρώπῳ. Ὅθεν οὐκέτι πρὸς τὸν Ἀσσύριον βασιλέα ἠξίωσαν ὑποστρέψαι, συνεργούμενοι ὑπὸ τῆς προνοίας· Χρηματισθέντες γάρ, φησί, κατ᾿ ὄναρ, μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Ὅθεν, ἰδὼν ὁ αἱμοβόρος Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν Μάγων, ἐθυμώθη λίαν καὶ ἀποστείλας, φησίν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον, ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων. Μεθ᾿ ὧν καὶ τὸ πρὸ αὐτοῦ γεννηθὲν ἕτερον παιδίον ζητήσας ἀποκτεῖναι καὶ μὴ εὑρών, τὸν πατέρα αὐτοῦ Ζαχαρίαν ἐφόνευσε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἐκφυγόντος τοῦ παιδίου μετὰ τῆς μητρὸς Ἐλισάβετ, ἐφ᾿ ὧν οὐδεμίαν μέμψιν ἔχουσιν.
Εἰ δέ τινες βίαν πολλὴν καὶ ἀνάγκην πεπόνθασι, χάνον λαβόντες ἐν τῷ στόματι καὶ δεσμούς, καὶ ἐπιμείναντες καρτερῶς τῇ διαθέσει τῆς πίστεως καὶ τὰς χεῖρας αὐτῶν καῆναι καρτερήσαντες, προσαγομένας ἀκοντὶ τῷ ἀνιέρῳ θύματι. Ὥσπερ οὖν ἔγραψάν μοι οἱ ἀπὸ τῆς φυλακῆς τρισμακάριοι μάρτυρες περὶ τῶν ἐν τῇ Λιβύῃ καὶ ἕτεροι δὲ συλλειτουργοί, οἱ τοιοῦτοι, συμμαρτυρούντων αὐτοῖς μάλιστα καὶ τῶν ἄλλων ἀδελφῶν, δύνανται εἶναι ἐν τῇ λειτουργίᾳ, ταχθέντες ἐν τοῖς ὁμολογηταῖς, ὡς καὶ οἱ κατανεκρωθέντες ἐν ταῖς πολλαῖς βασάνοις καὶ μηκέτι ἐξισχύσαντες λαλῆσαι ἢ φθέγξασθαι ἢ κινηθῆναι εις τὸ ἀντιστῆναι τοῖς εἰς μάτην βιαζομένοις, οὐδὲ γὰρ συγκατέθεντο τῇ βδελυρίᾳ αὐτῶν, ὥσπερ οὖν παρὰ συλλειτουργῶν πάλιν ἤκουσα. Ταχθήσεται δὲ ἐν τοῖς ὁμολογηταῖς καὶ πᾶς ὁστισοῦν κατὰ Τιμόθεον πολιτεύεσθαι, πειθόμενος καὶ αὐτὸς τῷ λέγοντι· Δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα, ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
Οὐκ ἐγκαλέσει τις ἡμῖν παρατηρουμένοις τετράδα καὶ παρασκευήν, ἐν αἷς καὶ νηστεύειν ἡμῖν κατὰ παράδοσιν εὐλόγως προστέτακται· τὴν μὲν τετράδα, διὰ τὸ γενόμενον συμβούλιον ὑπὸ τῶν Ἰουδαίων ἐπὶ τῇ προδοσίᾳ τοῦ Κυρίου, τὴν δὲ παρασκευήν, διὰ τὸ πεπονθέναι αὐτὸν ὑπὲρ ἡμῶν. Τὴν δὲ Κυριακήν, χαρμοσύνης ἡμέραν ἄγομεν, διὰ τὸν ἀναστάντα ἐν αὐτῇ, ἐν ᾗ οὐδὲ γόνυ κλίνειν παρειλήφαμεν.
Πάντα μὲν καλὰ καὶ καθαρὰ τὰ τοῦ Θεοῦ ποιήματα, οὐδὲν γὰρ ἄχρηστον ἢ ἀκάθαρτον ὁ τοῦ Θεοῦ πεποίηκε λόγος· Χριστοῦ γὰρ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις, κατὰ τὸν ἀπόστολον. Ἐπειδὴ δὲ ποικίλα καὶ πολύτροπα τὰ τοῦ διαβόλου βέλη καὶ τοὺς ἀκεραιοτέρους τὴν γνώμην παρασκευάζει ταράττεσθαι, κωλύει τε τῆς συνήθους γυμνασίας τοὺς ἀδελφούς, ὑποσπείρων αὐτοῖς λογισμοὺς ἀκαθαρσίας καὶ μολυσμοῦ, φέρε διὰ βραχέων καὶ τὴν τοῦ πονηροῦ πλάνην ἀπελάσωμεν, τῇ τοῦ Σωτῆρος ἡμῶν χάριτι, καὶ τὴν τῶν ἁπλουστέρων γνώμην στηρίξωμεν. Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς, τῶν δὲ ἀκαθάρτων καὶ ἡ συνείδησις καὶ τὰ πάντα μεμόλυνται. Ἄγαμαι δὲ τοῦ διαβόλου τὸ σόφισμα, ὅτι περ φθορὰ καὶ λύμη ὑπάρχων, λογισμοὺς ὑποβάλλει τὸ δοκεῖν μὲν καθαρότητος, ἔστι δὲ τὸ γινόμενον ἐνέδρα μᾶλλον ἢ δοκιμασία. Ἵνα γάρ, ὡς προεῖπον, ἀπασχολήσῃ τοὺς ἀσκητὰς τῆς ἐθίμου καὶ σωτηριώδους μελέτης καὶ δόξῃ κρατεῖν κατὰ τοῦτο, τοιαῦτα κινεῖ βομβύκια, ἅτινα φέρει μὲν οὐδὲν τῷ βίῳ χρήσιμον, κενὰς δὲ ζητήσεις καὶ φλυαρίας, ἃς δεῖ παραιτεῖσθαι. Τί γάρ, εἰπέ μοι, ὦ ἀγαπητὲ καὶ εὐλαβέστατε, ἔχει ἁμάρτημα ἢ ἀκάθαρτον φυσική τις ἐκκρισις; Ὡς εἴ τις ἐθέλοι ποιεῖσθαι ἔγκλημα καὶ τὰς διὰ ῤινῶν ἐκπεμπομένας μύξας καὶ τὰ διὰ τοῦ στόματος πτύσματα. Ἔτι δὲ καὶ τούτων ἔχομεν λέγειν πλείονα, τὰς διὰ γαστέρων ἐκκρίσεις, ἅπερ τῷ ζῴῳ πρὸς τὸ ζῆν ἀναγκαῖα καθέστηκεν. Ἔτι τε, εἰ τῶν τοῦ Θεοῦ χειρῶν ἔργον πιστεύομεν εἶναι τὸν ἄνθρωπον, κατὰ τὰς θείας Γραφάς, πῶς ἠδύνατο ἐκ καθαρᾶς δυνάμεως ἔργον τι γενέσθαι μεμολυσμένον; Καὶ εἰ γένος τοῦ Θεοῦ ὑπάρχομεν, κατὰ τὰς θείας τῶν Ἀποστόλων Πράξεις, οὐδὲν ἔχομεν ἐν ἑαυτοῖς ἀκάθαρτον. Τότε γὰρ μόνον μεμολύσμεθα, ὅτε δὴ τὴν δυσωδεστάτην ἁμαρτίαν ἐργαζόμεθα. Ὅτε δὲ φυσική τις ἀβουλήτως ἔκκρισις γίνεται, τότε τῇ τῆς φύσεως ἀνάγκῃ μετὰ τῶν ἄλλων, ὡς προείπομεν, καὶ τοῦτο ὑπομένομεν. Ἀλλ᾿ ἐπειδή περ οἱ θέλοντες ἀντιλέγειν μόνον τοῖς ὀρθῶς λεγομένοις, μᾶλλον δὲ παρὰ Θεοῦ πεποιημένοις, παραφέρουσι καὶ ῥητὸν εὐαγγελικόν, ὡς ὅτι οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα, ἀναγκαίως αὐτῶν καὶ ταύτην τὴν ἀλογίαν, οὐ γὰρ ἂν εἴποιμεν ζήτησιν, ἐλέγξωμεν. Πρῶτον μὲν γὰρ καὶ τὰς Γραφάς, κατὰ τὰς ἰδίας ἀμαθίας, ἀστήρικτοι ὄντες, βιάζονται. Ἔχει δὲ τὸ θεῖον οὕτω λόγιον· Τινῶν γὰρ πάλιν τούτοις ὁμοίως ἐνδοιαστῶς ἐχόντων περὶ βρωμάτων, αὐτὸς ὁ Κύριος λύων αὐτῶν τὴν ἄγνοιαν, ἤγουν τὴν ἀπάτην δημοσιεύων, φησί, μὴ τὰ εἰσερχόμενα κοινοῦν τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα. Εἶτα ἐπάγει καὶ πόθεν ἐξερχόμενα; Καὶ φησὶ τὰ ἀπὸ τῆς καρδίας, ἐκεῖ γὰρ εἶναι τοὺς πονηροὺς θησαυροὺς τῶν βεβήλων λογισμῶν καὶ τῶν ἄλλων ἁμαρτημάτων γινώσκει. Συντομώτερον δὲ ὁ ἀπόστολος αὐτὸ δεδιδαγμένος, φησί· Βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Φαίη δ᾿ ἄν τις καὶ νῦν εὐλόγως, φυσική τις ἔκκρισις ἡμᾶς οὐ παρίστησι πρὸς τιμωρίαν. Τάχα δὲ καὶ παῖδες ἰατρῶν, ἵνα κἂν ἐκ τῶν ἔωθεν δυσωπηθῶσιν, ὑπὲρ τούτου ἀπολογήσονται, ὅτι τῷ ζώῳ δέδονταί τινες ἀναγκαῖαι διέξοδοι πρὸς τὸ τὸ περιττὸν ἀποπέμπειν τῶν ἐν ἑκάστῳ τῶν ἐν ἡμῖν μελῶν τρεφομένων χυμῶν, οἷον κεφαλῆς περιττώματα, τρίχες, καὶ ἀπὸ κεφαλῆς ὑδατώδη πεμπόμενα, καὶ γαστρὸς διαχωρήματα. Καὶ τοίνυν τῶν σπερματικῶν πόρων ἐκεῖνο περίττωμα. Ποία τοίνυν ἐστὶ πρὸς Θεοῦ, ὦ πρεσβύτα θεοφιλέστατε, ἁμαρτία, αὐτοῦ τοῦ πλάσαντος τὸ ζῶον Δεσπότου θελήσαντος καὶ ποιήσαντος ταῦτα τὰ μέλη, τοιαύτας ἔχειν διεξόδους; Ἐπειδὴ δὲ δεῖ προλαμβάνειν τὰ τῶν πονηρῶν ἐναντιώματα, εἴποιεν γὰρ ἄν, οὐκοῦν οὐκ ἔστιν ἁμαρτία οὐδέ ἡ ἀληθὴς χρῆσις, εἰ τὰ ὄργανα παρὰ τοῦ δημιουργοῦ διαπέπλασται, πρὸς τοῦτο ἐρωτηματικῶς αὐτοὺς παύσωμεν, φάσκοντες· Ποίαν λέγεις χρῆσιν; τὴν ἔννομον, ἣν ὁ Θεὸς ἐπέτρεψε, λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν; ἣν ὁ ἀπόστολος ἀπεδέξατο, εἰπών· Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος; ἢ τὴν δημώδη μέν, λαθραίως δὲ καὶ μοιχικῶς ἐπιτελουμένην; Ἐπεὶ καὶ τῶν ἄλλων τῶν ἐν τῷ βίῳ γινομένων εὑρήσομεν τὰς διαφορὰς κατά τι γινομένας· οἷον φονεύειν οὐκ ἔξεστιν, ἀλλ᾿ ἐν πολέμῳ ἀναιρεῖν τοὺς ἀντιπάλους, καὶ ἔννομον καὶ ἐπαίνου ἄξιον. Οὕτω γοῦν καὶ τιμῶν μεγάλων οἱ κατὰ πόλεμον ἀριστεύσαντες ἀξιοῦνται καὶ στῆλαι τούτων ἐγείρονται, κηρύττουσαι τὰ κατορθώματα. Ὥστε τὸ αὐτό, κατά τι μὲν καὶ κατὰ καιρόν, οὐκ ἔξεστι, κατά τι δὲ καὶ εὐκαίρως, ἀφίεταί τε καὶ συγκεχώρηται. Ὁ αὐτὸς οὖν λόγος καὶ περὶ τῆς μίξεως. Μακάριος ὃς ἐν νεότητι ζυγὸν ἔχων ἐλεύθερον, τῇ φύσει πρὸς παιδοποιΐαν κέχρηνται· εἰ δὲ πρὸς ἀσέλγειαν, πόρνους καὶ μοιχούς, ἡ παρὰ τῷ Ἀποστόλῳ τιμωρία ἐκδέξεται. Δύο γὰρ οὐσῶν ὁδῶν ἐν τῷ βίῳ περὶ τούτων, μιᾶς μὲν μετριωτέρας καὶ βιωματικῆς, τοῦ γάμου λέγω, τῆς δὲ ἑτέρας, ἀγγελικῆς καὶ ἀνυπερβλήτου, τῆς παρθενίας. Εἰ μέν τις τὴν κοσμικήν, ἤτοι τὸν γάμον ἕλοιτο, μέμψιν μὲν οὐκ ἔχει, τοσαῦτα δὲ χαρίσματα οὐ λήψεται· λήψεται γάρ, ἐπείπερ φέρει καὶ αὐτὸς καρπόν, τὸν τριάκοντα. Εἰ δὲ τὴν ἁγνήν τις καὶ ὑπερκόσμιον ἀσπάσοιτο, εἰ καὶ τραχεῖα παρὰ τὴν πρώτην καὶ δυσκατόρθωτος ἡ ὁδός, ὅμως ἔχει χαρίσματα θαυμασιώτερα, τὸν γὰρ τέλειον καρπόν, τὴν ἑκατοντάδα ἐβλάστησεν. Ὥστε τὰ ἀκάθαρτα αὐτῶν καὶ πονηρὰ ζητήματα, λύσεις ἰδίας ἔσχηκε καὶ παρὰ τῶν θείων Γραφῶν πάλαι προλυθείσας. Ὑποστήριζε τοίνυν, ὦ πάτερ, τὰς ὑπὸ σαὐτὸν ἀγέλας ἐκ τῶν ἀποστολικῶν παρακαλῶν, ἐκ τῶν εὐαγγελικῶν ψυχαγωγῶν, ἐκ τῶν ψαλμῶν συμβουλεύων· Ζῆσόν με, λέγων, κατὰ τὸ λόγιόν σου· λόγιον δὲ αὐτοῦ τὸ ἐκ καθαρᾶς καρδίας λατρεύειν αὐτῷ. Τοῦτο γὰρ εἰδὼς ὁ αὐτὸς προφήτης, ὥσπερ ἑαυτὸ μεταφράζων, λέγει· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός; ἵνα μὴ ῥυπώδεις λογισμοί με ταράξωσι. Πάλιν Δαβίδ· Καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με, ἵνα, κἄν ποτε λογισμοί με θορυβήτωσαν, ἰσχυρά τις δύναμις παρὰ σοῦ στηρίξῃ με, ὥσπερ κρηπὶς τυγχάνουσα. Αὐτὸς τοίνυν ταῦτα καὶ τὰ τοιαῦτα συμβουλεύων, λέγε πρὸς τοὺς βράδιον τῇ ἀληθείᾳ πειθομένους· Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ θαρρῶν Κυρίῳ ὅτι πείσεις ἀποσχέσθαι τῆς τοιαύτης κακίας, ψάλλε· Καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Γένοιτο δὲ τοὺς μὲν κακοήθως ζητοῦντας, παύσασθαι τῆς τοιαύτης ματαιοπονίας, τοὺς δὲ δι᾿ εὐσέβειαν ἐνδοιαστῶς ἔχοντας, Πνεύματι ἡγεμονικῷ κρατυνθῆναι. Ὅσοι δὲ βεβαίως τὴν ἀλήθειαν ἐπίστασθε, ἀῤῥαγῆ ταύτην κατέχετε καὶ ἀσάλευτον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾿ οὗ τῷ Πατρὶ δόξα καὶ κράτος, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ἀλλ᾿ ἐπειδὴ περὶ μὲν τῶν αἱρετικῶν ἐμνήσθημεν ὡς νεκρῶν, περὶ δὲ ἡμῶν ὡς ἐχόντων πρὸς σωτηρίαν τὰς θείας Γραφάς, καὶ φοβοῦμαι μήπως, ὡς ἕγραψε Κορινθίοις Παῦλος, τινὲς τῶν ἀκεραίων ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος πλανηθῶσιν ἀπὸ τῆς πανουρίας τῶν ἀνθρώπων καὶ λοιπὸν ἐντυγχάνειν ἑτέροις ἄρξωνται, τοῖς λεγομένοις Ἀποκρύφοις, ἀπατώμενοι τῇ ὁμωνυμίᾳ τῶν ἀληθῶν βιβλίων, παρακαλῶ ἀνέχεσθαι, εἰ περὶ ὧν ἐπίστασθε, περὶ τούτων κἀγὼ μνημονεύων γράφω, διά τε τὴν ἀνάγκην καὶ τὸ χρήσιμον τῆς Ἐκκλησίας. Μέλλων δὲ τούτων μνημονεύειν, χρήσομαι πρὸς σύστασιν τῆς ἑμαυτοῦ τόλμης τῷ τύπῳ τοῦ εὐαγγελιστοῦ Λουκᾶ, λέγων καὶ αὐτός· ἐπειδή περ τινὲς ἐπεχείρησαν ἀνατάξασθαι ἑαυτοῖς τὰ λεγόμενα ἀπόκρυφα καὶ ἐπιμίξαι ταῦτα τῇ θεοπνεύστῳ Γραφῇ, περὶ ἧς ἐπληροφορήθη μεν καθὼς παρέδοσαν τοῖς Πατράσιν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε κἀμοί, προτραπέντι παρὰ γνησίων ἀδελφῶν καὶ μαθόντι ἄνωθεν, ἑξῆς ἐκθέσθαι τὰ κανονιζόμενα καὶ παραδοθέντα, πιστευθέντα τε θεῖα εἶναι βιβλία, ἵνα ἕκαστος, εἰ μὲν ἠπατήθη, καταγνῷ τῶν πλανησάντων, ὁ δὲ καθαρὸς διαμείνας χαίρῃ πάλιν ὑπομιμνησκόμενος. Ἔστι τοίνυν τῆς μὲν Παλαιᾶς Διαθήκης βιβλία τῷ ἀριθμῷ τὰ πάντα εἰκοσιδύο, τοσαῦτα γάρ, ὡς ἤκουσα, καὶ τὰ στοιχεῖα τὰ παρ᾿ Ἑβραίοις εἶναι παραδέδοται, τῇ δὲ τάξει καὶ τὸ ὀνόματι ἔστιν ἕκαστον οὕτω· Πρώτη Γένεσις· εἶτα Ἔξοδος· εἶτα Λευϊτικόν· καὶ μετὰ τοῦτο Ἀριθμοί· καὶ λοιπόν, τὸ Δευτερονόμιον· ἑξῆς δὲ τούτοις ἐστίν Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ Κριταί· καὶ μετὰ τοῦτο ἡ Ῥούθ· καὶ αὖθις ἑξῆς, Βασιλειῶν βιβλία τέσσερα· καὶ τούτων τὸ μὲν πρῶτον καὶ δεύτερον εἰς ἓν βιβλίον ἀριθμεῖται· τὸ δὲ τρίτον καὶ τέταρτον ὁμοίως εἰς ἕν· μετὰ δὲ ταῦτα, Παραλειπομένων πρῶτον καὶ δεύτερον, ὁμοίως εἰς ἓν βιβλίον πάλιν ἀριθμούμενα· εἶτα Ἔσδρα πρῶτον καὶ δεύτερον, ὁμοίως εἰς ἕν· μετὰ δὲ ταῦτα βίβλος Ψαλμῶν, καὶ ἑξῆς Παροιμίαι· εἶτα Ἐκκλησιαστής, καὶ ᾎσμα ᾀσμάτων· πρὸς τούτοις ἔστι καὶ Ἰώβ· καὶ λοιπὸν Προφῆται, οἱ μὲν δώδεκα εἰς ἓν βιβλίον ἀριθμούμενοι· εἶτα Ἡσαΐας Ἱερεμίας, καὶ σὺν αὐτῷ Βαρούχ· Θρῆνοι, καὶ Ἐπιστολή, καὶ μετ᾽ αὐτοὺς Ἰεζεκιήλ, καὶ Δανιήλ. Ἄχρι τούτων τὰ τῆς Παλαιᾶς Διαθήκης ἵστανται. Τὰ δὲ τῆς Καινῆς πάλιν οὐκ ὀκνητέον εἰπεῖν· ἔστι δὲ ταῦτα· Εὐαγγέλια τέσσερα, κατὰ Ματθαῖον, κατὰ Μάρκον, κατὰ Λουκᾶν καὶ κατὰ Ἰωάννην. Εἶτα μετὰ ταῦτα Πράξεις Ἀποστόλων, καὶ Ἐπιστολαὶ καθολικαὶ καλούμεναι τῶν Ἀποστόλων ἑπτά, οὕτως· Ἰακώβου μὲν μία, Πέτρου δὲ δύο, εἶτα Ἰωάννου τρεῖς, καὶ μετὰ ταύτας Ἰούδα μία. Πρὸς τούτοις Παύλου Ἀποστόλου εἰσὶν Ἐπιστολαὶ δεκατέσσαρες, τῇ τάξει γραφόμεναι οὕτω· Πρώτη πρὸς Ῥωμαίους, εἶτα πρὸς Κορινθίους δύο, καὶ μετὰ ταύτας πρὸς Γαλάτας, καὶ ἑξῆς πρὸς Ἐφεσίους, εἶτα πρὸς Φιλιππησίους, καὶ πρὸς Κολοσσαεῖς, καὶ πρὸς Θεσσαλονικεῖς δύο, καὶ ἡ πρὸς Ἑβραίους· καὶ ἑξῆς πρὸς μὲν Τιμόθεον δύο, πρὸς δὲ Τίτον μία, καὶ τελευταία ἡ πρὸς Φιλήμονα μία· καὶ πάλιν Ἰωάννου Ἀποκάλυψις. Ταῦτα πηγαὶ τοῦ σωτηρίου, ὥστε τὸν διψῶντα ἐμφορεῖσθαι τῶν ἐν τούτοις λογίων. Ἐν τούτοις μόνοις τὸ τῆς εὐσεβείας διδασκαλεῖον εὐαγγελίζεται. Μηδεὶς τούτοις ἐπιβαλλέτω, μηδὲ τούτων ἀφαιρείσθω τι. Περὶ δὲ τούτων ὁ Κύριος Σαδδουκαίους ἐδυσώπει, λέγων· πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς, μηδὲ τὰς δυνάμεις αὐτῶν, τοῖς δὲ Ἰουδαίους παρῄνει· ἐρευνᾶτε τὰς Γραφάς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Ἀλλ᾿ ἕνεκά γε πλείονος ἀκριβείας προστίθημι καὶ τοῦτο γράφων ἀναγκαίως, ὡς ἔστι καὶ ἕτερα βιβλία τούτων ἐξωθεν, οὐ κανονιζόμενα μέν, τετυπωμένα δὲ παρὰ τῶν Πατέρων ἀναγινώσκεσθαι τοῖς ἄρτι προσερχομένοις καὶ βουλομένοις κατηχεῖσθαι τὸν τῆς εὐσεβείας λόγον· Σοφία Σολομῶντος, Σοφία Σειράχ, καὶ Ἐσθήρ, καὶἸουδήθ, καὶ Τωβίας, καὶ διδαχὴ ἀγαπητοί, κἀκείνων κανονιζομένων, καὶ τούτων ἀναγινωσκομένων, οὐδαμοῦ τῶν ἀποκρύφων μνήμη, ἀλλ᾿ αἱρετικῶν ἐστιν ἐπίνοια, γραφόντων μὲν ὅτε θέλουσιν αὐτά, χαριζομένων δὲ καὶ προστιθέντων αὐτοῖς χρόνους, ἵνα, ὡς παλαιὰ προσφέροντες, πρόφασιν ἔχωσιν ἀπατᾷν ἐκ τούτων τοὺς ἀκεραίους.
Σὺ μὲν τὰ υἱῷ ἀγαπημένῳ πρέποντα πρὸς Πατέρα γράφεις, ἐγγίσαντα γοῦν σε διὰ τοῦ γράμματος περιεπτυξάμην, πάντων ἐμοὶ ποθεινότατε Ρουφινιανέ. Κἀγὼ δὲ ὡς υἱῷ δυνάμενος γράφειν ἔν τε προοιμίοις καὶ μέσοις καὶ τελευταίοις ἐπέσχον, ἵνα μὴ ἐκ γραμμάτων ἡ σύστασις καὶ ἡ μαρτυρία γνωρίζηται. Σὺ γὰρ ἐμοὶ ἐπιστολή, κατὰ τὸ γεγραμμένον, ἐπιγινωσκομένη καὶ ἀναγινωσκομένη ἐν καρδίᾳ. Οὕτω τοίνυν πίστευε διακείμενος, ναὶ πίστευε, προσαγορεύω σε, καὶ προτρέπω γράφειν· οὐ γὰρ ὀλίγως, ἀλλὰ μεγάλως εὐφραίνεις τοῦτο ποιῶν. ἐπειδὴ δὲ φιλοκάλως καὶ ἐκκλησιαστικῶς, τοῦτο γὰρ πάλιν πρέπει τῇ σῇ εὐλαβείᾳ, ἠρώτησας περὶ τῶν δι᾿ ἀνάγκην ὑποσυρέντων μέν, μὴ φθαρέντων δὲ ἐν τῇ κακοπιστίᾳ, καὶ ἠθέλησας γράψαι με τὰ δόξαντα περὶ αὐτῶν ἐν ταῖς συνόδοις καὶ πανταχοῦ, γίνωσκε, κύριέ μου ποθεινότατε, ὅτι ἐν ἀρχῇ μὲν παυσαμένης τῆς γενομένης βίας, γέγονε σύνοδος παρόντων ἀπὸ τῶν ἔξω μερῶν ἐπισκόπων, γέγονε δὲ καὶ παρὰ τοῖς τὴν Ἑλλάδα κατοικοῦσι συλλειτουργοῖς, οὐδὲν δὲ ἦττον καὶ τοῖς ἐν Ἰσπανίᾳ καὶ Γαλλίᾳ. Καὶ ἤρεσεν, ὅπερ ὧδε καὶ πανταχοῦ, ὥστε τοῖς μὲν καταπεπτωκόσι καὶ προϊσταμένοις τῆς ἀσεβείας, συγγινώσκειν μὲν μετανοοῦσι, μὴ διδόναι δὲ αὐτοῖς τόπον κλήρου, τοῖς δὲ μὴ αὐθεντοῦσι μὲν τῆς ἀσεβείας, παρασυρεῖσι δὲ δι,᾿ ἀνάγκην καὶ βίαν, ἔδοξε δίδοσθαι μὲν συγγνώμην, ἔχειν δὲ καὶ τὸν τόπον τοῦ κλήρου, μάλιστα ὅτι ἀπολογίαν πιθανὴν ἐπορίσαντο. Καὶ ἔδοξε τοῦτό πως οἰκονομικῶς γεγενῆσθαι, διεβεβαιώσαντο γὰρ μὴ μεταβεβλῆσθαι εἰς ἀσέβειαν. Ἵνα δὲ μή, κατασταθέντες τινὲς ἀσεβέστατοι, διαφθείρωσι τὰς ἐκκλησίας, εἵλοντο μᾶλλον συνδραμεῖν τῇ βίᾳ καὶ βαστάσαι τὸ βάρος ἢ λαοὺς ἀπολέσθαι. Τοῦτο δὲ λέγοντες ἔδοξαν καὶ ἡμῖν πιθανῶς λέγειν, διὰ τὸ καὶ προφασίζεσθαι αὐτοὺς τὸν Ἀαρών, τὸν Μωσέως ἀδελφόν, ἐν τῇ ἐρήμῳ συνδραμεῖν μὲν τῇ τοῦ λαοῦ παραβάσει, ἀπολογίαν δὲ ἐσχηκέναι, ἵνα μὴ ὁ λαός, ὑποστρέψας εἰς Αἴγυπτον, ἐπιμείνῃ τῇ εἰδωλολατρίᾳ. Καὶ γὰρ ἦν φαινόμενον εὔλογον ὅτι, μένοντες μὲν ἐν τῇ ἐρήμῳ, δύνανται παύσασθαι τῆς ἀσεβείας, εἰσελθόντες δὲ εἰς Αἴγυπτον, ἐπετρίβοντο καὶ ηὔξανον ἐν αὐτοῖς τὴν ἀσέβειαν. Τούτου τοίνυν ἕνεκα συγγνωστὸν τὸ πρὸς τὸν κλῆρον γέγονε, τοῖς δὲ ἀπατηθεῖσι καὶ βίαν παθοῦσι συγγώμη δίδοται. Ταῦτα καὶ τῇ σῇ εὐλαβείᾳ δηλῶ, θαρρῶν ὅτι καὶ τὰ δόξαντα ὑποδέξεταί σου ἡ θεοσέβεια καὶ οὐ καταγνώσεται ἐκεχειρίαν τῶν συνελθόντων οὕτω. Καταξίωσον δὲ ταῦτα ἀναγνῶναι τῷ ἱερατείῳ καὶ τῷ λαῷ τῷ ὑπὸ σέ, ἵνα καὶ αὐτοὶ γινώσκοντες μὴ μέμφωνται οὕτω σε διακείμενον περὶ τοὺς τοιούτους. Ἀπρεπὲς γὰρ ἦν ἐμὲ γράφειν, δυναμένης τῆς σῆς εὐλαβείας καὶ τὴν ἡμῶν περὶ αὐτοὺς διάθεσιν ἀπαγγεῖλαι καὶ πάντα τὰ λείποντα ἀποπληρῶσαι. Χάρις τῷ Κυρίῳ τῷ πληρώσαντί σε ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Οἱ μὲν οὖν μετανοοῦντες φανερῶς ἀναθεματιζέτωσαν, ὀνομάζοντες Εὐδοξίου καὶ Εὐζωΐου τὴν κακοπιστίαν. Αὐτοὶ γὰρ λοιπόν, βλασφημοῦντες αὐτὸν κτίσημα, ἀπεγράψαντο τῆς Ἀρειανῆς αἱρέσεως προστάται, ὁμολογείτωσαν δὲ τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πίστιν, καὶ μηδεμίαν ἄλλην σύνοδον προκρίνειν ταύτης τῆς συνόδου. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα, ἣ σὺν ἡμῖν ἐν Κυρίῳ προσαγορεύει σε.
Ἀνοήτῳ, φησίν, ἐπερωτήσαντι σοφίαν, σοφία λογισθήσεται, σοφοῦ δέ, ὡς ἔοικεν, ἐπερώτημα καὶ τὸν ἀνόητον σοφίζει. Ὅπερ τῇ τοῦ Θεοῦ χάριτι συμβαίνει ἡμῖν, ὁσάκις ἄν σου δεξώμεθα τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα, ἐπιστατικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα ἀπ᾿ αὐτῆς τῆς ἐρωτήσεως, πολλά, ὧν οὐκ ἐπιστάμεθα, διδασκόμενοι, καὶ γίνεται ἡμῶν διδάσκαλος ἡ περὶ τὸ ἀποκρίνεσθαι μέριμνα. Ἀμέλει καὶ νῦν, οὐδέποτε λαβόντες ἐν φροντίδι τὰ ἐπερωτήματά σου, ἠναγκάσθημεν καὶ ἐπισκέψασθαι ἀκριβῶς, καὶ εἴ τι ἠκούσαμεν παρὰ τῶν πρεσβυτέρων ἀναμνησθῆναι, καὶ τὰ συγγενῆ, ὧν ἐδιδάχθημεν, παρ᾿ ἑαυτῶν ἐπιλογίσασθαι.
Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον καὶ καλῶς ἀπεμνημόνευσας, ὅτι δεῖ τῷ ἔθει τῷ καθ᾿ ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνδιενεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας. Τὸ δὲ τῶν Πεπουζηνῶν οὐδένα μοι λόγον ἔχειν δοκεῖ καὶ ἐθαύμασα, πῶς κανονικὸν ὄντα τὸν μέγαν Διονύσιον παρῆλθεν. Ἐκεῖνο γὰρ ἔκριναν οἱ παλαιοὶ δέχεσθαι βάπτισμα, τὸ μη δὲν τῆς πίστεως παρεκβαῖνον. Ὅθεν, τὰς μὲν αἱρέσεις ὠνόμασαν, τὰ δὲ σχίσματα, τὰς δὲ παρασυναγωγάς. Αἱρέσεις μέν, τοὺς παντελῶς ἀπεῤῥηγμένους καὶ κατ᾿ αὐτὴν τὴν πίστιν ἀπηλλοτριωμένους, σχίσματα δέ, τοὺς δι᾿ αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας, παρασυναγωγὰς δέ, τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. Οἷον, εἴ τις ἐν πταίσματι ἐξετασθείς ἐπεσχέθη τῆς λειτουργίας καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλ᾿ ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν καὶ συναπῆλθον τούτῳ τινές, καταλιπόντες τὴν καθολικὴν ἐκκλησίαν, παρασυναγωγὴ τὸ τοιοῦτον· σχίσμα δέ, τὸ περὶ τῆς μετανοίας διαφόρως ἔχειν πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας· αἱρέσεις δέ, οἷον ἡ τῶν Μανιχαίων καὶ Οὐαλεντίνων καὶ Μαρκιωνιστῶν καὶ αὐτῶν τούτων τῶν Πεπουζηνῶν, εὐθὺς γὰρ περὶ τῆς αὐτῆς τῆς εἰς Θεὸν πίστεως ἐστιν ἡ διαφορά. Ἔδοξε τοίνυν τοῖς ἐξ ἀρχῆς, τὸ μὲν τῶν αἱρετικῶν παντελῶς ἀθετῆσαι, τὸ δὲ τῶν ἀποσχισάντων, ὡς ἔτι ἐκ τῆς Ἐκκλησίας ὄντων, παραδέξασθαι, τοὺς δὲ ἐν ταῖς παρασυναγωγαῖς, μετανοίᾳ ἀξιολόγῳ καὶ ἐπιστροφῇ βελτιωθέντας, συνάπτεσθαι πάλιν τῇ Ἐκκλησίᾳ, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν. Οἱ τοίνυν Πεπουζηνοὶ προδήλως εἰσὶν αἱρετικοί, εἰς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐβλασφήμησαν, Μοντανῷ καὶ Πρισκίλλῃ τὴν τοῦ Παρακλήτου προσηγορίαν ἀθεμίτως καὶ ἀναισχύντως ἐπιφημίσαντες. Εἴτε οὖν ὡς ἀνθρώπους θεοποιοῦντες, κατάκριτοι, εἴτε ὡς τὸ Πνεῦμα τὸ ἅγιον τῇ πρὸς ἀνθρώπους συγκρίσει καθυβρίζοντες, καὶ οὕτω τῇ αἰωνίῳ καταδίκῃ ὑπεύθυνοι, διὰ τὸ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν. Τίνα οὖν λόγον ἔχει τὸ τούτων βάπτισμα ἐγκριθῆναι, τῶν βαπτιζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν καὶ Πρίσκιλλαν; Οὐ γὰρ ἐβαπτίσθησαν οἱ μὴ εἰς τὰ παραδεδομένα ἡμῖν βαπτισθέντες. Ὥστε, εἰ καὶ τὸν μέγαν Διονύσιον τοῦτο παρέλαθεν, ἀλλ᾿ ἡμῖν οὐ φυλακτέον τὴν μίμησιν τοῦ σφάλματος, τὸ γὰρ ἄτοπον, αὐτόθεν πρόδηλον καὶ πᾶσιν ἐναργές, οἷς καὶ μικρὸν τοῦ λογίζεσθαι μέτεστιν. Οἱ δὲ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσί, πλὴν ἀλλ᾿ ἔδοξε τοῖς ἀρχαίοις, τοῖς περὶ Κυπριανὸν λέγω καὶ Φιρμιλιανὸν τὸν ἡμέτερον, τούτους πάντας μιᾷ ψήφῳ ὑποβαλεῖν· Καθαροὺς καὶ Ἐγκρατίτας καὶ Ὑδροπαραστάτας καὶ Ἀποτακτίτας. Διότι ἡ μὲν ἀρχὴ τοῦ χωρισμοῦ διὰ σχίσματος γέγονεν, οἱ δὲ τῆς Ἐκκλησίας ἀποστάντες οὐκ ἔτι ἔσχον τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐφ᾿ ἑαυτούς, ἐπέλιπε γὰρ ἡ μετάδοσις τῷ διακοπῆναι τὴν ἀκολουθίαν. Οἱ μὲν γὰρ πρῶτοι ἀναχωρήσαντες, παρὰ τῶν Πατέρων ἔσχον τὰς χειροτονίας καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν εἶχον τὸ χάρισμα τὸ πνευματικόν. Οἱ δέ, ἀποῤῥαγέντες, λαϊκοὶ γενόμενοι, οὔτε τοῦ βαπτίζειν, οὔτε τοῦ χειροτονεῖν εἶχον ἐξουσίαν, οὔτε ἠδύνατο χάριν Πνεύματος ἁγίου ἑτέροις παρέχειν, ἧς αὐτοὶ ἐκπεπτώκασι· διὸ ὡς παρὰ λαϊκῶν βαπτιζομένους τοὺς παρ᾿ αὐτῶν ἐκέλευσαν, ἐρχομένους ἐπὶ τὴν Ἐκκλησίαν, τῷ ἀληθινῷ βαπτίσματι τῷ τῆς Ἐκκλησίας ἀνακαθαίρεσθαι. Ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισι τῶν κατὰ τὴν Ἀσίαν, οἰκονομίας ἕνεκα τῶν πολλῶν, δεχθῆναι αὐτῶν τὸ βάπτισμα, ἔστω δεκτόν. Τὸ δὲ τῶν Ἐγκρατιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ ὅτι, ἵνα αὐτοὺς ἀπρυσδέκτους ποιήσωσι τῇ Ἐκκλησίᾳ, ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκαταλαμβάνειν βαπτίσματι, ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν. Νομίζω τοίνυν ὅτι, ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν φανερῶς διηγορευμένον, ἡμᾶς προσῆκε. ἀθετεῖν αὐτῶν τὸ βάπτισμα, κἄν τις ᾖ παρ᾿ αὐτῶν εἰληφώς, προσιόντα τῇ Ἐκκλησίᾳ βαπτίζειν. Ἐὰν μέντοι μέλλῃ τῇ καθόλου οἰκονομίᾳ ἐμπόδιον ἔσεσθαι τοῦτο, πάλιν τῷ ἔθει χρηστέον καὶ τοῖς οἴκονομήσασι τὰ καθ᾽ ἡμᾶς Πατράσιν ἀκολουθητέον. Ὑφόρομαι γὰρ μήποτε, ὡς βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι, ἐμποδίσωμεν τοῖς σῳζομένοις διὰ τὸ τῆς προτάσεως αὐστηρόν. Εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα, τοῦτο ἡμᾶς μὴ δυσωπείτω· οὐ γὰρ ἀντιδοδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμέν, ἀλλὰ δουλεύειν ἀκριβείᾳ κανόνων. Παντὶ δὲ λόγῳ τυπωθήτω, τοὺς ἀπὸ τοῦ βαπτισμοῦ ἐκείνων προσερχομένους, χρίεσθαι ὑπὸ τῶν πιστῶν δηλονότι καὶ οὕτω προσιέναι τοῖς μυστηρίοις. Οἶδα δέ, ὅτι τοὺς ἀδελφοὺς τοὺς περὶ Ζώινον καὶ Σατορνῖνον, ἀπ᾿ ἐκείνης ὄντας τῆς τάξεως, προσεδεξάμεθα εἰς τὴν καθέδραν τῶν ἐπισκόπων, ὥστε τοὺς τῷ τάγματι ἐκείνων συνημμένους, οὐκέτι δυνάμεθα διακρίνειν ἀπὸ τῆς Ἐκκλησίας, οἷον κανόνα τινὰ τῆς πρὸς αὐτοὺς κοινωνίας ἐκθέμενοι, διὰ τῆς τῶν επισκόπων παραδοχῆς.
Ἡ φθείρασα κατ᾿ ἐπιτηδεύσιν, φόνου δίκην ὑπέχει, ἀκριβολογίᾳ δὲ ἐκμεμορφωμένου καὶ ἀνέξεικονίστου παρ᾿ ἡμῖν οὐκ ἔστιν. Ἐνταῦθα γὰρ ἐκδικεῖται οὐ μόνον τὸ γεννηθησόμενον, ἀλλὰ καὶ αὐτὴ ἡ ἑαυτῇ ἐπιβουλεύσασα, διότι ὡς ἐπὶ τὸ πολύ ἐναποθνήσκουσι ταῖς τοιαύταις ἐπιχειρήσεσιν αἱ γυναῖκες. Πρόσεστι δὲ τούτῳ καὶ ἡ φθορὰ τοῦ ἐμβρύου, ἕτερος φόνος κατά γε τὴν ἐπίνοιαν τῶν ταῦτα τολμώντων. Δεῖ μέντοι μὴ μέχρι τῆς ἐξόδου παρατείνειν αὐτῶν τὴν ἐξομολόγησιν, ἀλλὰ δέχεσθαι μὲν μετὰ τὸ μέτρον τῶν δέκα ἐτῶν, ὁρίζειν δὲ μὴ χρόνῳ, ἀλλὰ τρόπῳ τῆς μετανοίας τὴν θεραπείαν.
Διάκονος, μετὰ τὴν διακονίαν πορνεύσας, ἀπόβλητος μὲν τῆς διακονίας ἔσται, εἰς δὲ τὸν τῶν λαϊκῶν ἀπωσθεὶς τόπον, τῆς κοινωνίας οὐκ εἰρχθήσεται. Διότι ἀρχαῖός ἐστι κανών, τοὺς ἀπὸ βαθμοῦ πεπτωκότας τούτῳ μόνῳ τῷ τρόπῳ τῆς κολάσεως ὑποβάλλεσθαι, ἀκολουθησάντων, ὡς οἶμαι, τῶν ἐξ ἀρχῆς τῷ νόμῳ ἐκείνῳ τῷ· Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό. Καὶ δι᾿ ἑτέραν δὲ αἰτίαν, ὅτι οἱ μὲν ἐν τῷ λαϊκῷ ὄντες τάγματι, ἐκβεβλημένοι τοῦ τόπου τῶν πιστῶν, πάλιν εἰς τὸν ἀφ᾿ οὗ ἐξέπεσον τόπον ἀναλαμβάνονται, ὁ δὲ διάκονος ἅπαξ ἔχει διαρκῆ τὴν δίκην τῆς καθαιρέσεως, ὡς οὖν οὐκ ἀποδιδομένης αὐτῷ τῆς διακονίας, ἐπὶ ταύτης ἔστησαν μόνης τῆς ἐκδικήσεως. Ταῦτα μὲν οὖν τὰ ἐκ τῶν τύπων, καθόλου δὲ ἀληθέστερόν ἐστιν ἴαμα ἡ τῆς ἁμαρτίας ἀναχώρησις, ὥστε ὁ διὰ σαρκὸς ἡδονὴν ἀθετήσας τὴν χάριν, διὰ τοῦ συντριμμοῦ τῆς σαρκὸς καὶ πάσης δουλαγωγίας τῆς κατ᾿ ἐγκράτειαν, ἀποστὰς τῶν ἡδονῶν, ὑφ᾿ ὧν κατεστράφη, τελείαν ἡμῖν παρέξει τῆς ἰατρεύσεως αὐτοῦ τὴν ἀπόδειξιν. Ἀμφότερα τοίνυν εἰδένα ἡμᾶς δεῖ, καὶ τὰ τῆς ἀκριβείας καὶ τὰ τῆς συνηθείας, ἕπεσθαι δὲ ἐπὶ τῶν μὴ καταδεξαμένων τὴν ἀκρότητα τῷ παραδοθέντι τύπῳ.
Περὶ τριγάμων καὶ πολυγάμων τὸν αὐτὸν ὥρισαν κανόνα, ὃν καὶ ἐπὶ τῶν διγάμων ἀναλόγως· ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγάμων, ἄλλοι δέ, δύο ἔτη· τοὺς δὲ τριγάμους ἐν τρισὶ καὶ τέσσαρσι πολλάκις ἔτεσιν ἀφορίζουσιν. Ὀνομάζουσι δὲ τὸ τοιοῦτον οὐκ ἔτι γάμον, ἀλλὰ πολυγαμίαν, μᾶλλον δὲ πορνείαν κεκολασμένην. Διὸ καὶ ὁ Κύριος τῇ Σαμαρείτιδι, πέντε ἄνδρας διαμειψάσῃ· Ὅν νῦν, φησίν, ἔχεις οὐκ ἔστι σου ἀνήρ, ὡς οὐκ ἔτι ἀξίων ὄντων τῶν ὑπερεκπεσόντων τοῦ μέτρου τῆς διγαμίας τῷ τοῦ ἀνδρὸς ἢ τῆς γυναικὸς καλεῖσθαι προσρήματι. Συνήθειαν δὲ κατελάβομεν ἐπὶ τῶν τριγάμων, πενταετίας ἀφορισμόν, οὐκ ἀπὸ κανόνος, ἀλλ᾿ ἀπὸ τῆς τῶν προειληφότων ἀκολουθίας. Δεῖ δὲ μὴ πάντῃ αὐτοὺς ἀπείργειν τῆς Ἐκκλησίας, ἀλλ᾿ ἀκροάσεως αὐτοὺς ἀξιοῦν ἐν δύο που ἔτεσιν ἢ τρισί, καὶ μετὰ ταῦτα ἐπιτρέπειν συστήκειν μέν, τῆς δὲ κοινωνίας τοῦ ἀγαθοῦ ἀπέχεσθαι, καὶ οὕτως, ἐπιδειξαμένους καρπόν τινα μετανοίας, ἀποκαθιστᾶν τῷ τόπῳ τῆς κοινωνίας.
Τοὺς δὲ ἐπὶ ἐξόδῳ μετανοοῦντας τῶν αἱρετικῶν, δέχεσθαι χρή· δέχεσθαι δέ, δηλονότι οὐκ ἀκρίτως, ἀλλὰ δοκιμάζοντας, εἰ ἀληθινὴν ἐπιδείκνυνται μετάνοιαν καὶ εἰ τοὺς καρποὺς ἔχουσι μαρτυροῦντας τῇ πρὸς τὸ σωθῆναι σπουδῇ.
Τῶν κανονικῶν τὰς πορνείας εἰς γάμον μὴ καταλογίζεσθαι, ἀλλὰ παντὶ τρόπῳ διασπᾷν αὐτῶν τὴν συνάφειαν. Τοῦτο γὰρ καὶ τῇ Ἐκκλησίᾳ πρὸς ἀσφάλειαν λυσιτελές, καὶ τοῖς αἱρετικοῖς οὐ δωσει καθ᾿ ἡμῶν λαβήν, ὡς διὰ τὴν τοῦ ἁμαρτάνειν ἄδειαν ἐπισπωμένων πρὸς ἑαυτούς.
Ἀρρενοφθόροι καὶ ζωοφθόροι καὶ φονεῖς καὶ φαρμακοὶ καὶ μοιχοὶ καὶ εἰδωλολάτραι τῆς αὐτῆς καταδίκης εἰσὶν ἠξιωμένοι, ὥστε ὃν ἔχεις ἐπὶ τῶν ἄλλων τύπον καὶ ἐπὶ τούτων φύλαξον. Τοὺς δὲ ἐν τριάκοντα ἔτεσι μετανοήσαντας ἐπὶ τῇ ἀκαθαρσίᾳ, ἣν ἐν ἀγνοίᾳ ἔπραξαν, οὐκ ἀμφιβάλλειν ἡμᾶς προσῆκεν εἰς τὸ παραδέξασθαι ἦτε γὰρ ἄγνοια συγγνώμης ἀξίους αὐτοὺς ποιεῖ, καὶ τὸ ἑκούσιον τῆς ἐξαγορεύσεως καὶ ἡ παράστασις ἐν τοσούτῳ χρόνῳ γενομένη, σχεδὸν γὰρ ὅλην τὴν γενεὰν ἀνθρώπου παρεδόθησαν τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ ἀσχημονεῖν. Ὥστε, κέλευσον αὐτοὺς ἤδη ἀνυπερθέτως δεχθῆναι, μάλιστα εἰ καὶ δάκρυα ἔχουσι δυσωποῦντά σου τὴν εὐσπλαγχνίαν καὶ βίον ἐπιδείκνυνται ἄξιον συμπαθείας.
Ὁ ἀξίνῃ παρὰ τὸν θυμὸν κατὰ τῆς ἑαυτοῦ γαμετῆς χρησάμενος, φονεύς ἐστι. Καλῶς δέ με ὑπέμνησας καὶ ἀξίως τῆς σεαυτοῦ συνέσεως, εἰπεῖν περὶ τούτων πλατύτερον, διότι πολλαὶ ἐν τοῖς ἐκουσίοις καὶ τοῖς ἀκουσίοις διαφοραί. Ἀκούσιον μὲν γάρ ἐστι παντελῶς καὶ πόρρω τοῦ κατάρξαντος, τὸ ἀκοντίζοντα λίθον ἐπὶ κύνα ἢ δένδρον ἀνθρώπου τυχεῖν· ἡ μὲν γὰρ ὁρμὴ ἦν τὸ θηρίον ἀμύνασθαι ἢ τὸν καρπὸν κατασεῖσαι, ὑπέβη δὲ αὐτομάτως τῇ πληγῇ κατὰ πάροδον ὁ παραπεσών, ὥστε τὸ τοιοῦτον ἀκούσιον. Ἀκούσιον μέντοι, καὶ εἴ τις, βουλόμενος ἐπιστρέψαι τινά, ἱμάντι ἢ ράβδω μὴ σκληρᾷ τύπτοι, ἀποθάνοι δὲ ὁ τυπτόμενος· ἡ γὰρ πρόθεσις ἐνταῦθα σκοπεῖται, ὅτι βελτιῶσαι ἠβούλετο τὸν ἁμαρτάνοντα, οὐκ ἀνελεῖν. Ἐν τοῖς ἀκουσίοις ἐστὶ κἀκεῖνο ὁμοίως, τὸ ἀμυνόμενόν τινα ἐν μάχῃ, ξύλῳ ἢ χειρὶ ἀφειδῶς ἐπὶ τὰ καίρια τὴν πληγὴν ἐνεγκεῖν, ὥστε κακῶσαι αὐτόν, οὐχ ὥστε παντελῶς ἀνελεῖν, ἀλλὰ τοῦτο ἤδη προσεγγίζει τῷ ἑκουσίῳ· ὁ γὰρ τοιούτῳ χρησάμενος ὀργάνῳ πρὸς ἄμυναν ἢ ὁ πεφεισμένως τὴν πληγὴν ἐπαγωγών, δῆλός ἐστι διὰ τὸ κεκρατῆσθαι ὑπὸ τοῦ πάθους ἀφειδῶν τοῦ ἀνθρώπου. Ὁμοίως καὶ ὁ ξύλῳ βαρεῖ ἢ λίθῳ μείζονι τῆς δυνάμεως τῆς ἀνθρωπίνης χρησάμενος, τοῖς ἀκουσίοις ἐναριθμεῖται, ἄλλο μέν τι προελόμενος, ἄλλο δέ τι ποιήσας· ὑπὸ γὰρ τοῦ θυμοῦ τοιαύτην ἤνεγκε τὴν πληγήν, ὥστε ἀνελεῖν τὸν πληγέντα, καίτοι ἡ σπουδὴ ἦν αὐτῷ συντρίψαι τυχόν, οὐχὶ δὲ καὶ παντελῶς θανατῶσαι. Ὁ μέν τοι ξίφει χρησάμενος ἢ ᾡτινιοῦν τοιούτῳ οὐδεμίαν ἔχει παραίτησιν, καὶ μάλιστα ὁ τὴν ἀξίνην ἀκοντίσας· καὶ γὰρ οὐδὲ ἀπὸ χειρὸς φαίνεται πλήξας, ὥστε τὸ μέτρον τῆς πληγῆς ἐπ᾿ αὐτῷ εἶναι, ἀλλ᾿ ἠκόντισεν, ὥστε καὶ τῷ βάρει τοῦ σιδήρου καὶ τῇ ἀκμῇ καὶ τῇ διὰ πλείστου φορᾷ ὀλεθρίαν ἀναγκαίως τὴν πληγὴν γενέσθαι. Ἑκούσιον δὲ πάλιν παντελῶς καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχον, οἷόν ἐστι τὸ τῶν λῃστῶν καὶ τὸ τῶν πολεμικῶν ἐφόδων. Οὗτοι μὲν γὰρ διὰ χρήματα ἀναιροῦσι, τὸν ἔλεγχον ἀποφεύγοντες, οἵ τε ἐν τοῖς πολέμοις ἐπὶ φόνους ἔρχονται, οὔτε φοβῆσαι, οὔτε σωφρονίσαι, ἀλλ᾽ ἀνελεῖν τοὺς ἐναντιουμένους ἐκ τοῦ φανεροῦ προαιρούμενοι. Καὶ μέντοι, κἂν δι᾿ ἄλλην τινὰ αἰτίαν περίεργόν τις φάρμακον ἐγκεράσῃ, ἀνέλῃ δέ, ἑκούσιον τιθέμεθα τὸ τοιοῦτον, οἷα ποιοῦσιν αἱ γυναῖκες πολλάκις, ἐπαοιδαῖς τισι καὶ καταδέσμοις πρὸς τὸ ἑαυτῶν φίλτρον ἐπάγεσθαί τινας πειρώμεναι καὶ προσδιδοῦσαι αὐτοῖς φάρμακα, σκότωσιν ἐμποιοῦντα ταῖς διανοίαις. Αἱ τοιαῦται τοίνυν ἀνελοῦσαι, εἰ καὶ ἄλλο προελόμεναι, ἄλλο ἐποίησαν, ὅμως διὰ τὸ περίεργον καὶ ἀπηγορευμένον τῆς ἐπιτηδεύσεως, ἐν τοῖς ἑκουσίως φονεύουσι καταλογίζονται. Καὶ αἱ τοίνυν τὰ ἀμβλωθρίδια διδοῦσαι φάρμακα, φονεύτριαί εἰσι καὶ αὐταί, καὶ αἱ δεχόμεναι τὰ ἐμβρυοκτόνα δηλητήρια. Ταῦτα μὲν εἰς τοσοῦτον.
Ἡ δὲ τοῦ Κυρίου ἀπόφασις, κατὰ μὲν τὴν τῆς ἐννοίας ἀκολουθίαν, ἐξ ἴσου καὶ ἀνδράσι καὶ γυναιξὶν ἁρμόζει, περὶ τοῦ μὴ ἐξεῖναι γάμου ἐξίστασθαι παρεκτὸς λόγου πορνείας. Ἡ δὲ συνήθεια οὐχ οὕτως ἔχει, αλλ᾿ ἐπὶ μὲν τῶν γυναικῶν, πολλὴν εὑρίσκομεν τὴν ἀκριβολογίαν, τοῦ μὲν ἀποστόλου λέγοντος ὅτι· ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι· τοῦ δὲ Ἱερεμίου ὅτι· Ἐὰν γένηται γυνὴ ἀνδρὶ ἑτέρῳ, οὐκ ἐπιστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς, ἀλλὰ μιαινομένη μιανθήσεται· καὶ πάλιν· Ὁ ἔχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής. Ἡ δὲ συνήθεια, καὶ μοιχεύοντας ἄνδρας καὶ ἐν πορνείαις ὄντας, κατέχεσθαι ὑπὸ τῶν γυναικῶν προστάσει, ὥστε ἡ τῷ ἀφειμένῳ ἀνδρὶ συνοικοῦσα, οὐκ οἶδα εἰ δύναται μοιχαλὶς χρηματίζειν. Τὸ γὰρ ἔγκλημα ἐνταῦθα τῆς ἀπολυσάσης τὸν ἄνδρα ἅπτεται, κατὰ ποίαν αἰτίαν ἀπέστη τοῦ γάμου, εἴτε γαρ τυπτομένη μη φέρουσα τὰς πληγάς, ὑπομένειν ἐχρῆν μᾶλλον ἢ διαζευχθῆναι τοῦ συνοικοῦντος, εἴτε τὴν εἰς τὰ χρήματα ζημίαν μὴ φέρουσα, οὐδὲ αὕτη ἡ πρόφασις ἀξιόλογος. Εἰ δὲ διὰ τὸ ἐν πορνείᾳ αὐτὸν ζῆν, οὐκ ἔχομεν τοῦτο ἐν τῇ συνηθείᾳ τῇ ἐκκλησιαστικῇ τὸ παρατήρημα. Ἀλλὰ καὶ ἀπίστου ἀνδρὸς χωρίζεσθαι οὐ προσετάχθη γυνή, ἀλλὰ παραμένειν δεῖ διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως. Τί γὰρ οἶδας γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ὥστε ἡ καταλιποῦσα μοιχαλίς, εἰ ἐπ᾿ ἄλλον ἦλθεν ἄνδρα, ὁ δὲ καταλειφθείς, συγγνωστὸς καὶ ἡ συνοικοῦσα τῷ τοιούτῳ οὐ κατακρίνεται. Εἰ μέντοι ὁ ἀνήρ, ὁ ἀποστὰς τῆς γυναικός, ἐπ᾿ ἄλλην ἦλθε, καὶ αὐτὸς μοιχός, διότι ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ἡ συνοικοῦσα αὐτῷ, μοιχαλίς, διότι ἀλλότριον ἄνδρα πρὸς ἑαυτὴν μετέστησεν.
Οἱ ὁμνύοντες μὴ καταδέχεσθαι τὴν χειροτονίαν, ἐξομνύμενοι, μὴ ἀναγκαζέσθωσαν ἐπιορκεῖν. Εἰ γὰρ καὶ δοκεῖ τις εἶναι κανὼν ὁ συγχωρῶν τοῖς τοιούτοις, ἀλλὰ πείρᾳ ἐγνώκαμεν, ὅτι οὐκ εὐοδοῦνται οἱ παρορκήσαντες. Σκοπεῖν δὲ δεῖ καὶ τὸ εἶδος τοῦ ὅρκου καὶ τὰ ῥήματα καὶ τὴν διάθεσιν, ἀφ᾿ ἧς ὁμωμόκασι, καὶ τὰς κατὰ λεπτὸν ἐν τοῖς ρήμασι προσθήκας, ὡς ἐὰν μηδεμία ᾖ μηδαμόθεν παραμυθία, χρὴ παντελῶς ἐᾷν τοὺς τοιούτους. Τὸ μέντοι κατὰ Σευῆρον πρᾶγμα, ἤτοι τὸν ὑπὸ τούτου χειροτονηθέντα πρεσβύτερον, τοιαύτην τινά μοι δοκεῖ παραμυθίαν ἔχειν, εἰ καί σοι συνδοκεῖ· τὸν ἀγρὸν ἐκεῖνον τὸν ὑποκείμενον τῇ Μισθείᾳ, ᾧ ἐπεκηρύχθη ὁ ἄνθρωπος, κέλευσον Μασάδοις ὑποτελεῖν. Οὕτω γὰρ κἀκεῖνος οὐ παρορκήσει, μὴ ἀναχωρῶν τοῦ τόπου, καὶ ὁ Λογγῖνος, ἔχων τὸν Κυριακὸν μεθ᾿ ἑαυτοῦ, οὐκ ἐρημώσει τὴν Ἐκκλησίαν, οὐδὲ τὴν ἑαυτοῦ ψυχὴν διὰ τῆς ἀργίας καταδικάσει. Καὶ ἡμεῖς δόξομεν μὴ παρὰ κανόνας ποιεῖν τι, συμπεριφερόμενοι τῷ Κυριακῷ, ὀμόσαντι μὲν συμπαραμένειν Μινδάνοις, καταδεξαμένῳ δὲ την μετάθεσιν· ἡ γὰρ ἐπάνοδος, φυλακὴ ἔσται τοῦ ὅρκου, τὸ δὲ εἶξαι αὐτὸν τῇ οἰκονομίᾳ, εἰς ἐπιορκίαν αὐτῷ οὐ λογισθήσεται, διὰ τὸ μὴ προσκεῖσθαι τῷ ὄρκῳ, μηδὲ πρὸς βραχὺ ἀναχωρῆσαι Μινδάνων, ἀλλὰ παραμένειν εἰς τὸ ἐφεξῆς. Σευήρῳ δὲ προφασιζομένῳ τὴν λήθην, ἡμεῖς συγχωρήσομεν, εἰπόντες ὅτι ὁ τῶν κρυπτῶν γνώστης οὐ περιόψεται τὴν ἑαυτοῦ ἐκκλησίαν ὑπὸ τοιούτου λυμαινομένην, ποιοῦντος μὲν ἀκανονίστως τὸ ἐξ ἀρχῆς, ὅρκῳ δὲ καταδεσμοῦντος παρὰ τὰ Εὐαγγέλια, παρορκεῖν δὲ διδάσκοντος, δι᾿ ὧν μετετέθη, ψευδομένου δὲ νῦν δι᾽ ὧν τὴν λήθην σχηματίζεται. Ἐπειδὴ δὲ οὐκ ἐσμὲν καρδιῶν κριταί, ἀλλ᾿ ἐξ ὧν ἀκούομεν κρίνομεν, δῶμεν τῷ Κυρίῳ τὴν ἐκδίκησιν, αὐτοὶ δὲ ἀδιακρίτως αὐτὸν δεξώμεθα, συγγνώμην δόντες ἀνθρωπίνω πάθει τῇ λήθῃ.
Ὁ δὲ τὸν ἀκούσιον ποιήσας φόνον, ἀρκούντως ἐξεπλήρωσε τὴν δίκην ἐν τοῖς ἕνδεκα ἔτεσι. Δῆλον γὰρ ὅτι ἐπὶ τῶν πληγέντων τὰ Μωϋσέως παρατηρήσομεν, καὶ τὸν κατακλιθέντα μὲν ὑπὸ τῶν πληγῶν, ἃς ἔλαβε, βαδίσαντα δὲ πάλιν ἐπὶ τῇ ράβδῳ αὐτοῦ, οὐ λογισόμεθα πεφονεῦσθαι. Εἰ δὲ καὶ οὐκ εξανέστη μετὰ τὰς πληγάς, ἀλλ᾿ οὖν τῷ μὴ προελέσθαι αὐτὸν ἀνελεῖν, ὁ τυπτήσας, φονευτὴς μέν, ἀλλ᾿ ἀκούσιος διὰ τὴν πρόθεσιν.
Τοὺς διγάμους παντελῶς ὁ κανὼν τῆς ὑπηρεσίας ἀπέκλεισε.
Τοὺς ἐν πολέμοις φόνους οἱ Πατέρες ἡμῶν ἐν τοῖς φόνοις οὐκ ἐλογίσαντο, ἐμοὶ δοκεῖ συγγνώμην διδόντες τοῖς ὑπὲρ σωφροσύνης καὶ εὐσεβείας ἀμυνομένοις. Τάχα δὲ καλῶς ἔχει συμβουλεύειν, ὡς τὰς χεῖρας μὴ καθαρούς, τριῶν ἐτῶν τῆς κοινωνίας μόνης ἀπέχεσθαι.
Ὁ τόκους λαμβάνων, ἐὰν καταδέξητο τὸ ἄδικον κέρδος εἰς πτωχοὺς ἀναλῶσαι καὶ τοῦ λοιποῦ τοῦ νοσήματος τῆς φιλοχρηματίας ἀπαλλαγῆναι, δεκτός ἐστιν εἰς ἱερωσύνην.
Θαυμάζω δέ σου τὴν γραμματικὴν ἀκρίβειαν ἐπὶ τῆς Γραφῆς ἀπαιτοῦντος καὶ λογιζομένου, ὅτι ἠναγκασμένη ἐστὶν ἡ λέξις τῆς ἑρμηνείας τὸ ἑαυτῆς εὔσημον ἐκδιδούσης, οὐ τὸ κυρίως ὑπὸ τῆς ἐβραϊκῆς φωνῆς σημαινόμενον μετατιθείσης. Ἐπεὶ δὲ δεῖ μὴ ἀργῶς παρελθεῖν τὸ ὑπὸ ἀνδρὸς ζητητικοῦ κινηθὲν πρόβλημα, τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης καὶ ἐν τῇ κοσμοποιΐᾳ τὴν αὐτὴν ἔλαχον γένεσιν. Ἐκ τῶν ὑδάτων γὰρ ἐξήχθη καὶ ἀμφότερα τὰ γένη· τὸ δὲ αἴτιον, ὅτι ταὐτόν ἐστιν ἑκατέροις ἰδίωμα, τὰ μὲν γὰρ διανήχέται τὸ ὕδωρ, τὰ δὲ ἐπινήχεται τῷ ἀἐρι, διὰ τοῦτο κοινῇ μὲν αὐτῶν επεμνήσθη. Τὸ δὲ σχῆμα τοῦ λόγου, ὡς μὲν πρὸς τοὺς ἰχθύας ἀκαταλλήλως ἀπεδόθη, ὡς δὲ πρὸς πάντα τὰ ἐν ὕδασι διαιτώμενα, καὶ πάνυ οἰκείως. Τὰ γὰρ πετεινὰ τοῦ οὐρανοῦ ὑποτέτακται τῷ ἀνθρώπῳ καὶ οἱ ἰχθύες τῆς θαλάσσης· καὶ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ πάντα τὰ διαπορευόμενα τρίβους θαλασσῶν. Οὐ γὰρ εἴ τι ἔνυδρον, τοῦτο καὶ ἰχθύς ἐστιν, ὡς τὰ κητώδη, φάλαιναι καὶ ζύγαιναι καὶ δελφῖνες καὶ φῶναι, καὶ προσέτι ἵπποι καὶ κύνες καὶ πρίονες καὶ ξιφίαι καὶ οἱ θαλάσσιοι βόες, εἰ δὲ βούλει, καὶ ἀκαλῆφαι καὶ κτένες καὶ τὰ ὀστρακόρινα πάντα, ὧν οὐδέν ἐστι ἰχθύς, καὶ πάντα διαπορεύεται τρίβους θαλασσῶν, ὡς εἶναι τρία τὰ γένη, πετεινὰ οὐρανοῦ, ἰχθύας θαλάσσης, καὶ ὅσα τῶν ἐνύδρων, τοῖς ἰχθύσιν ἀντιδιαστελλόμενα, διαπορεύονται καὶ αὐτὰ τὰς τρίβους θαλασσῶν.
Ὁ δὲ Νεεμάν, οὐχὶ μέγας παρὰ Κυρίῳ, ἀλλὰ παρὰ τῷ κυρίῳ αὐτοῦ, τοὐτέστι, τῶν παραδυναστευόντων ἦν τῷ βασιλεῖ τῶν Σύρων. Πρόσεχε οὖν ἀκριβῶς τῇ Γραφῇ, καὶ αὐτόθεν εὑρήσεις τὴν λύσιν τοῦ ζητήματος.
Πάλαι πρὸς τὰς παρὰ τῆς εὐλαβείας σου προτεθείσας ἡμῖν ἐρωτήσεις ἀποκρινάμενος, οὐκ ἀπέστειλα τὸ γράμμα, τοῦτο μὲν ὑπὸ τῆς ἀρρωστίας τῆς μακρᾶς καὶ ἐπικινδύνου ἀσχοληθείς, τοῦτο δὲ ὑπὸ τῆς ἀπορίας τῶν διακονουμένων. Ὀλίγοι γὰρ παρ᾿ ἡμῖν καὶ ὁδοῦ ἔμπειροι καὶ παρεσκευασμένοι πρὸς τὰς τοιαύτας ὑπηρεσίας, ὥστε μαθὼν τὰς αἰτίας τῆς βραδύτητος, δὸς ἡμῖν τὴν συγγνώμην. Ἐθαυμάσαμεν δέ σου τὴν φιλομάθειαν ὁμοῦ καὶ τὴν ταπεινοφροσύνην, ὅτι καὶ μαθεῖν καταδέχῃ, τὴν τοῦ διδάσκειν τάξιν πεπιστευμένος, καὶ μανθάνειν παρ᾿ ἡμῶν, οἷς οὐδὲν μέγα πρόσεστι πρὸς γνῶσιν. Ἀλλ᾿ ὅμως, ἐπειδὴ καταδέχῃ διὰ τὸν φόβον τοῦ Θεοῦ ποιεῖν πρᾶγμα οὐ ῥᾳδίως παρ᾿ ἑτέρου γινόμενον, χρὴ καὶ ἡμᾶς τῇ προθυμίᾳ σου καὶ τῇ ἀγαθῇ σπουδῇ συναίρεσθαι, καὶ ὑπὲρ δύναμιν. Ἠρώτησας ἡμᾶς περὶ Βιάνορος τοῦ πρεσβυτέρου, εἰ δεκτός ἐστιν εἰς τὸν κλῆρον διὰ τὸν ὅρκον. Ἐγὼ δὲ ἤδη τινὰ κοινὸν ὅρον περὶ πάντων ὁμοῦ τῶν μετ᾿ αὐτοῦ ὀμωμοκότων τοῖς κατ᾿ Ἀντιόχειαν κληρικοῖς οἶδα ἐκτεθεικώς, ὥστε τῶν μὲν δημοσίων αὐτοὺς ἀπέχεσθαι συλλόγων, ἰδίᾳ δὲ ἐνεργεῖν τὰ τῶν πρεσβυτέρων. Τὸ αὐτὸ δὲ τοῦτο καὶ πρὸς τὴν ἑαυτοῦ ὑπηρεσίαν ἄδειαν αὐτῷ παρέχει, διότι οὐκ ἐν Ἀντιοχείᾳ ἐστὶν ἡ ἱερωσύνη, ἀλλ᾿ ἐν Ἰκονίῳ, ἥν, ὡς αὐτὸς ἐπέστειλας ἡμῖν, τῆς Ἀντιοχείας εἰς οἴκησιν ἀντηλλάξατο. Ἔστιν οὖν δεκτὸς ἐκεῖνος ὁ ἀνήρ, ἀπαιτούμενος παρὰ τῆς εὐλαβείας σου μεταμελέσθαι ἐπὶ τῇ εὐκολίᾳ τοῦ ὅρκου, ὃν ἐπὶ τοῦ ἀπίστου ἀνδρὸς ἐξωμόσατο, βαστάσαι τὴν ἐνόχλησιν τοῦ μικροῦ ἐκείνου κινδύνου μὴ δυνηθείς.
Περὶ τῶν ἐκπεσουσῶν παρθένων, τῶν καθομολογησαμένων τὸν ἐν σεμνότητι βίον τῷ Κυρίῳ, εἶτα διὰ τὸ ὑποπεσεῖν τοῖς πάθεσι τῆς σαρκὸς ἀθετουσῶν τὰς ἑαυτῶν συνθήκας, οἱ μὲν Πατέρες ἡμῶν, ἁπλῶς καὶ πράως συμπεριφερόμενοι ταῖς ἀσθενείαις τῶν κατολισθαινόντων, ἐνομοθέτησαν δεκτὰς εἶναι μετὰ τὸν ἐνιαυτόν, καθ᾽ ὁμοιότητα τῶν διγάμων, διαταξάμενοι. Ἐμοὶ δὲ δοκεῖ, ἐπειδὴ τῇ τοῦ Χριστοῦ χάριτι προϊοῦσα ἡ Ἐκκλησία κραταιοτέρα γίνεται καὶ πληθύνεται νῦν τὸ τάγμα τῶν παρθένων, προσέχειν ἀκριβῶς τῷ κατ᾽ ἔννοιαν φαινομένῳ πράγματι καὶ τῇ τῆς Γραφῆς διανοίᾳ, ἣν δυνατὸν ἐξευρεῖν ἀπὸ τοῦ ἀκολούθου· χηρεία γὰρ παρθενίας ἐλάττων, οὐκοῦν καὶ τὸ τῶν χηρῶν ἁμάρτημα πολλῷ δεύτερόν ἐστι τοῦ τῶν παρθένων. Ἴδωμεν τοίνυν τί γέγραπται Τιμοθέῳ παρὰ τοῦ Παύλου· Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Εἰ τοίνυν χήρα, κρίματι ὑπόκειται βαρυτάτῳ, ὡς τὴν εἰς Χριστὸν ἀθετήσασα πίστιν, τί χρὴ λογίζεσθαι ἡμᾶς περὶ τῆς παρθένου, ἥτις νύμφη ἐστὶ τοῦ Χριστοῦ καὶ σκεῦος ἱερὸν ἀνατεθὲν τῷ Δεσπότῃ; Μέγα μὲν ἁμάρτημα καὶ δούλην, λαθραίοις γάμοις ἑαυτὴν ἐπιδιδοῦσαν, φθορᾶς ἀναπλῆσαι τὸν οἶκον καὶ καθυβρίζειν διὰ τοῦ πονηροῦ βίου τὸν κεκτημένον. Πολλῷ δὲ δήπου χαλεπώτερον, τὴν νύμφην μοιχαλίδα γενέσθαι καὶ τὴν πρὸς τὸν νυμφίον ἕνωσιν ἀτιμάσασαν, ἡδοναῖς ἀκολάστοις ἑαυτὴν δοῦναι. Οὐκοῦν, ἡ μὲν χήρα, ὡς δούλη διεφθαρμένη, καταδικάζεται, ἡ δὲ παρθένος, τῷ κρίματι τῆς μοιχαλίδος ὑπόκειται. Ὥσπερ οὖν τὸν ἀλλοτρίᾳ γυναικὶ συνιόντα, μοιχὸν ὀνομάζομεν, οὐ πρότερον παραδεχόμενοι εἰς κοινωνίαν πρὶν ἢ παύσασθαι τῆς ἁμαρτίας, οὕτω δηλονότι καὶ ἐπὶ τοῦ τὴν παρθένον ἔχοντος διατεθησόμεθα. Ἐκεῖνο δὲ νῦν προδιομολογεῖσθαι ἡμῖν ἀναγκαῖον, ὅτι παρθένος ὀνομάζεται ἡ ἑκουσίως ἑαυτὴν προσαγαγοῦσα τῷ Κυρίῳ καὶ ἀποταξαμένη τῷ γάμῳ καὶ τὸν ἐν ἁγιασμῷ βίον προτιμήσασα, τὰς δὲ ὁμολογίας τότε ἐγκρίνομεν, ἀφ᾿ οὗπερ ἂν ἡ ἡλικία τὴν τοῦ λόγου συμπλήρωσιν ἔσχεν. Οὐδὲ γὰρ τὰς παιδικὰς φωνὰς πάντως κυρίας ἐπὶ τῶν τοιούτων ἡγεῖσθαι προσῆκεν, ἀλλὰ τὴν ὑπὲρ τὰ δεκαὲξ ἢ τὰ δέκα ἑπτὰ γενομένην ἔτη, κυρίαν οὖσαν τῶν λογισμῶν, ἀνακριθεῖσαν ἐπὶ πλεῖον, εἶτα παραμείνασαν καὶ λιπαροῦσαν διὰ ἱκεσιῶν πρὸς τὸ παραδεχθῆναι, τότε ἐγκαταλέγεσθαι χρὴ ταῖς παρθένοις, καὶ τὴν ὁμολογίαν τῆς τοιαύτης κυροῦν, καὶ τὴν ἀθέτησιν αὐτῆς ἀπαραιτήτως κολάζειν. Πολλὰς γὰρ γονεῖς προσάγουσι καὶ ἀδελφοὶ καὶ τῶν προσηκόντων τινὲς πρὸ τῆς ἡλικίας, οὐκ οἴκοθεν ὁρμηθείσας πρὸς ἀγαμίαν, ἀλλά τι βιωτικὸν ἑαυτοῖς διοικούμενοι· ἃς οὐ ῥαδίως προσδέχεσθαι δεῖ, ἕως ἂν φανερῶς τὴν ἰδίαν αὐτῶν ἐρευνήσωμεν γνώμην.
Ἀνδρῶν δὲ ὁμολογίας οὐκ ἔγνωμεν, πλὴν εἰ μή τινες ἑαυτούς τῷ τάγματι τῶν μοναζόντων ἐγκατηρίθμησαν, οἳ κατὰ τὸν σιωπώμενον δοκοῦσι παραδέχεσθαι τὴν ἀγαμίαν. Πλὴν καὶ ἐπ᾿ ἐκείνων, ἐκεῖνο ἡγοῦμαι προηγεῖσθαι προσήκειν, ἐρωτᾶσθαι αὐτοὺς καὶ λαμβάνεσθαι τὴν παρ᾿ αὐτῶν ὁμολογίαν ἐναργῆ, ὥστε, ἐπειδὰν μετατίθενται πρὸς τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον, ὑπάγειν αὐτοὺς τῷ τῶν πορνευόντων ἐπιτιμίῳ.
Ὅσαι γυναῖκες, ἐν αἱρέσει οὖσαι, παρθενίαν ὡμολόγησαν, εἶτα μετὰ ταῦτα γάμον ἀνθείλοντο, οὐχ ἡγοῦμαι χρῆναι καταδικάζεσθαι ταύτας. Ὅσα γὰρ ὁ νόμος λαλεῖ, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. Αἱ δὲ μήπως ὑπελθοῦσαι τὸν ζυγὸν τοῦ Χριστοῦ, οὐδὲ τὴν νομοθεσίαν ἐπιγινώσκουσι τοῦ Δεσπότου, ὥστε δεκταί εἰσι τῇ Ἐκκλησίᾳ μετὰ πάντων καὶ τὴν ἐπὶ τούτοις ἄφεσιν ἔχουσαι ἐκ τῆς πίστεως τῆς εἰς Χριστόν. Καὶ καθόλου τὰ ἐν τῷ κατηχουμένῳ βίῳ γενόμενα εἰς εὐθύνας οὐκ ἄγεται. Τούτους δὲ δηλονότι ἄνευ βαπτίσματος ἡ Ἐκκλησία οὐ παραδέχεται, ὥστε ἀναγκαιότατον ἐπὶ τούτοις τὰ πρεσβεῖα τῆς γενέσεως.
Ἀνὴρ γυναικὶ συνοικῶν, ἐπειδὰν μὴ ἀρκεσθείς τῷ γάμῳ, εἰς πορνείαν ἐκπέσῃ, πόρνον κρίνομεν τὸν τοιοῦτον καὶ πλεῖον αὐτὸν παρατείνομεν ἐν τοῖς ἐπιτιμίοις. Οὐ μέντοι ἔχομεν κανόνα τῷ τῆς μοιχείας αυτὸν ὑπαγαγεῖν ἐγκλήματι, ἐὰν εἰς ἐλευθέραν γάμου ἡ ἁμαρτία γένηται, διότι ἡ μοιχαλὶς μὲν μιαινομένη, φησί, μιανθήσεται, καὶ ουκ ἀναστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς καὶ ὁ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής. Ὁ μέντοι πορνεύσας, οὐκ ἀποκλεισθήσεται τῆς πρὸς τὴν γυναῖκα αὐτοῦ συνοικήσεως. Ὥστε ἡ μὲν γυνή, ἀπὸ πορνείας ἐπανιόντα τὸν ἄνδρα αὐτῆς, παραδέξεται, ὁ δὲ ανὴρ τὴν μιανθεῖσαν τῶν οἴκων ἑαυτοῦ ἀποπέμψει. Τούτων δὲ ὁ λόγος οὐ ῥᾴδιος, ἡ δὲ συνήθεια οὕτω κεκράτηκεν.
Τοὺς ἐξ ἁρπαγῆς ἔχοντας γυναίκας, εἰ μὲν ἄλλοις προμεμνηστευμένας εἶεν ἀφῃρημένοι, οὐ πρότερον χρὴ παραδέχεσθαι, πρὶν ἢ ἀφελέσθαι αὐτῶν καὶ ἐπ᾿ ἐξουσίᾳ τῶν ἐξ ἀρχῆς μεμνηστευμένων ποιῆσαι, εἴτε βούλοιντο λαβεῖν αὐτάς, εἴτε ἀποστῆναι. Εἰ δὲ σχολάζουσάν τις λάβοι, ἀφαιρεῖσθαι μὲν δεῖ καὶ τοῖς οἰκείοις ἀποκαθιστᾶν, ἐπιτρέπειν δὲ τῇ γνώμῃ τῶν οἰκείων, εἴτε γονεῖς εἶεν, εἴτε ἀδελφοί, εἴτε οἰτινεσοῦν προεστῶτες τῆς κόρης. Κἂν μὲν ἕλωνται αυτῷ παραδοῦναι, ἵστασθαι τὸ συνοικέσιον, ἐὰν δὲ ἀνανεύσωσι, μὴ βιάζεσθαι. Τὸν μέντοι ἐκ διαφθορᾶς εἴτε λαθραίας, εἴτε βιαιοτέρας, γυναῖκα ἔχοντα, ἀνάγκη τὸ τῆς πορνείας ἐπιγνῶναι ἐπιτίμιον. Ἔστι δὲ ἐν τέσσαρσιν ἔτεσιν ὡρισμένη τοῖς πορνεύουσιν ἡ ἐπιτίμησις· χρὴ τῷ πρώτῳ ἐκβάλλεσθαι τῶν προσευχῶν καὶ προσκλαίειν αὐτοὺς τῇ θύρᾳ τῆς ἐκκλησίας· τῷ δευτέρῳ δεχθῆναι εἰς ἀκρόασιν· τῷ τρίτῳ εἰς μετάνοιαν· τῷ τετάρτῳ εἰς σύστασιν μετὰ τοῦ λαοῦ, ἀπεχομένους τῆς προσφορᾶς· εἶτα αὐτοῖς ἐπιτρέπεσθαι τὴν κοινωνίαν τοῦ ἀγαθοῦ.
Περὶ δὲ τῶν δύο ἀδελφὰς γαμούντων ἢ ἀδελφοῖς δυσὶ γαμουμένων, ἐπιστολίδιον ἡμῖν ἐκπεφώνηται, οὗ τὸ ἀντίγραφον ἀπεστείλαμέν σου τῇ εὐλαβείᾳ. Ὁ δὲ ἀδελφοῦ ἰδίου γυναῖκα λαβών, οὐ πρότερον δεχθήσεται πρὶν ἀποστῆναι αὐτῆς.
Χήραν, τὴν καταλεγεῖσαν εἰς τὸν ἀριθμὸν τῶν χηρῶν, τουτέστι τὴν διακονουμένην ὑπὸ τῆς Ἐκκλησίας, ἔκρινεν ὁ ἀπόστολος, γαμουμένην παρορᾶσθαι. Ἀνδρὶ δὲ χηρεύσαντι οὐδεὶς ἐπίκειται νόμος, ἀλλ᾿ ἱκανὸν τῷ τοιούτῳ τὸ τῶν διγάμων ἐπιτίμιον. Ἡ μέντοι χήρα, ἑξηκονταετὴς γεγονυΐα ἕληται πάλιν ἀνδρὶ συνοικεῖν, οὐ καταξιωθήσεται τῆς τοῦ ἀγαθοῦ κοινωνίας, ἕως ἂν τοῦ πάθους τῆς ἀκαθαρσίας παύσηται. Ἐὰν μέν τοι πρὸ ἑξήκοντα ἐτῶν ἀριθμήσωμεν αὐτήν, ἡμέτερον τὸ ἔγκλημα, οὐ τοῦ γυναίου.
Ὁ τὴν διεφθαρμένην ὑφ᾿ ἑαυτοῦ εἰς γυναίκα κατέχων, τὸ μὲν ἐπὶ τῇ φθορᾷ ἐπιτίμιον ὑποστήσεται, τὴν δὲ γυναῖκα ἔχειν συγχωρηθήσεται.
Ἡ πορνεία γάμος οὐκ ἔστιν, ἀλλ᾿ οὐδὲ γάμου ἀρχή. Ὥστε, ἐὰν ᾖ δυνατὸν τοὺς κατὰ πορνείαν συναπτομένους χωρίζεσθαι, τοῦτο κράτιστον. Ἐὰν δὲ στέργωσιν ἐκ παντὸς τρόπου τὸ συνοικέσιον, τὸ μὲν τῆς πορνείας ἐπιτίμιον γνωριζέτωσαν, ἀφιέσθωσαν δέ, ἵνα μὴ χεῖρόν τι γένηται.
Περὶ τοῦ πρεσβυτέρου, τοῦ κατ᾿ ἄγνοιαν ἀθέσμῳ γάμῳ περιπαρέντος, ὥρισα ἃ ἐχρῆν· καθέδρας μὲν μετέχειν, τῶν δὲ λοιπῶν ἐνεργειῶν ἀπέχεσθαι, ἀρκετὸν γὰρ τῷ τοιούτῳ ἡ συγγνώμη. Εὐλογεῖν δὲ ἕτερον, τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα, ἀνακόλουθον. Εὐλογία γάρ, ἁγιασμοῦ μετάδοσίς ἐστιν, ὁ δὲ τοῦτο μὴ ἔχων, διὰ τὸ ἐκ τῆς ἀγνοίας παράπτωμα, πῶς ἑτέρῳ μεταδώσει; Μήτε τοίνυν δημοσίᾳ, μήτε ἰδίᾳ εὐλογείτω, μήτε τὸ σῶμα τοῦ Χριστοῦ κατανεμέτω ἑτέροις, μήτε τι ἄλλο λειτουργείτω, ἀλλά, ἀρκούμενος τῇ προεδρίᾳ, προσκλαιέτω ἑτέροις καὶ τῷ Κυρίῳ, συγχωρηθῆναι αὐτὸ τὸ ἐκ τῆς ἀγνοίας ἁμάρτημα.
Ἐκεῖνό γε μὴν γελοῖόν μοι κατεφάνη, τὸ εὔξασθαί τινα ὑείων ἀπέχεσθαι κρεῶν. Ὥστε καταξίωσον διδάσκειν αὐτούς, τῶν ἀπαιδεύτων προσευχῶν καὶ ἐπαγγελιῶν ἀπέχεσθαι, τὴν μέν τοι χρῆσιν ἀδιάφορον εἶναι συγχώρησον. Οὐδὲν γὰρ κτίσμα Θεοῦ ἀπόβλητον, μετ᾿ εὐχαριστίας λαμβανόμενον, ὥστε ἡ εὐχὴ καταγέλαστος, οὐχ ἡ ἀποχὴ ἀναγκαία.
Ἄρχοντας μέν τοι ὀμνύειν ἐπὶ τὸ κακοποιεῖν τοὺς ἀρχομένους καὶ πάνυ θεραπεύεσθαι προσῆκε. Θεραπεία δὲ τούτων διττή· μία μέν, μὴ ὀμνύειν αὐτοὺς διδάσκεσθαι προχείρως, ἑτέρα δέ, μὴ ἐπιμένειν ἐν ταῖς πονηραῖς κρίσεσιν. Ὥστε ὅρκῳ προληφθείς τις εἰς κακοποιΐαν ἕτερου, τήν μέν ἐπὶ τῇ προπετείᾳ τοῦ ὅρκου μετάνοιαν ἐπιδεικνύσθω, μὴ μέντοι προσχήματι εὐλαβείας τὴν πονηρίαν ἑαυτοῦ βεβαιούτω. Οὐδὲ γὰρ Ἡρώδῃ συνήνεγκεν εὐορκήσαντι, ὅς, ἵνα μὴ ἐπιορκήσῃ δῆθεν, φονεύς ἐγένετο τοῦ Προφήτου. Ἅπαξ μὲν ὁ ὅρκος ἀπηγόρευται, πολλῷ δὲ δήπου εἰκὸς τὸν ἐπὶ κακῷ γινόμενον κατακεκρίσθαι. Ὥστε μεταφρονεῖν χρὴ τὸν ὀμνύοντα, οὐχὶ σπουδάζειν βεβαιοῦν ἑαυτοῦ τὸ ἀνόσιον. Ἐξέτασον γὰρ πλατύτερον τὴν ἀτοπίαν· εἴ τις ὀμόσειεν ἐξορύξειν τοὺς ὀφθαλμοὺς τοῦ ἀδελφοῦ, εἰ καλὸν τὸ τοιοῦτον εἰς ἔργον ἀγαγεῖν αὐτῷ; εἴ τις φονεύσειν; εἴ τις ὅλως δι᾿ ὅρκου ἐντολήν τινα παραβήσεσθαι. Ὤμοσα γὰρ καὶ ἔστησα, οὐχὶ τὴν ἁμαρτίαν, ἀλλὰ τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. Ὥσπερ δὲ τὴν ἐντολὴν ἀμεταθέτοις κρίμασι προσῆκε βεβαιοῦσθαι, οὕτω τὴν ἁμαρτίαν παντοίως καθήκει ἀκυροῦσθαι καὶ ἀφανίζεσθαι.
Περὶ τῶν ἁρπαζόντων, κανόνα μὲν παλαιὸν οὐκ ἔχομεν, ἰδίαν δὲ γνώμην ἐποιησάμεθα, τρία ἔτη καὶ αὐτοὺς καὶ τοὺς συναρπάζοντας αὐτοῖς ἔξω τῶν εὐχῶν γίνεσθαι. Τὸ δὲ μὴ βιαίως γινόμενον, ἀνεύθυνόν ἐστιν, ὅταν μὴ φθορὰ ᾖ, μηδὲ κλοπὴ ἡγουμένη τοῦ πράγματος· αὐτεξουσία δὲ ἡ χήρα καὶ ἐπ᾿ αὐτῇ τὸ ἀκολουθῆσαι· ὥστε τῶν σχημάτων ἡμῖν οὐ φροντιστέον.
Ἡ ἀναχωρήσαντος τοῦ ἀνδρὸς καὶ ἀφανοῦς ὄντος, πρὸ τοῦ πεισθῆναι περὶ τοῦ θανάτου αὐτοῦ, ἑτέρῳ συνοικήσασα, μοιχᾶται.
Οἱ τὴν πρὸς θάνατον ἁμαρτίαν ἁμαρτάνοντες κληρικοί, τοῦ βαθμοῦ μὲν κατάγονται, τῆς κοινωνίας δὲ τῶν λαϊκῶν οὐκ ἐξείργονται. Οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό.
Ἡ γυνή, ἡ διὰ τῆς ὁδοῦ κυήσασα καὶ ἀμελήσασα τοῦ κυήματος, τῷ τοῦ φόνου ἐγκλήματι ὑποκείσθω.
Τὰς μοιχευθείσας γυναίκας καὶ ἐξαγορευούσας δι᾽ εὐλάβειαν ἢ ὁπωσοῦν ἐλεγχομένας, δημοσιεύειν μὲν ἐκώλυσαν οἱ Πατέρες ἡμῶν, ἵνα μὴ θανάτου αἰτίαν παράσχωμεν ἐλεγχθείσαις, ἵστασθαι δὲ αὐτὰς ἄνευ κοινωνίας προσέταξαν μέχρι τοῦ συμπληροῦσθαι τὸν χρόνον τῆς μετανοίας.
Ἐπὶ δὲ τοῦ καταλειφθέντος ἀνδρὸς ὑπὸ τῆς γυναικός, τὴν αἰτίαν χρὴ σκοπεῖν τῆς ἐγκαταλείψεως. Κἂν φανῇ ἀλόγως ἀναχωρήσασα, ὁ μὲν συγγνώμης ἐστὶν ἄξιος, ἡ δὲ ἐπιτιμίου· ἡ δὲ συγγνώμη τούτῳ πρὸς τὸ κοινωνεῖν τῇ Ἐκκλησίᾳ δοθήσεται.
Στρατιώτιδες, αἱ τῶν ἀνδρῶν αὐτῶν ἀφανῶν ὄντων γαμηθεῖσαι, τῷ αὐτῷ ὑπόκεινται λόγῳ, ᾧπερ καὶ αἱ διὰ τὴν ἀποδημίαν τῶν ἀνδρῶν, μὴ ἀναμείνασαι τὴν ἐπάνοδον. Πλήν, ἔχει τινὰ συγγνώμην τὸ πρᾶγμα ἐνταῦθα, διὰ τὸ μᾶλλον πρὸς θάνατον εἶναι τὴν ὑπόνοιαν.
Μετὰ τὸ ἀφαιρεθῆναι τὴν ἀλλοτρίαν ὁ γαμήσας, ἐπὶ μὲν τῇ πρώτῃ μοιχείας ἐγκληθήσεται, ἐπὶ δὲ τῇ δευτέρᾳ ἀνεύθυνος ἔσται.
Αἱ κόραι, αἱ παρὰ τὴν γνώμην τοῦ πατρὸς ἀκολουθήσασαι, πορνεύουσι, διαλλαγέντων δὲ τῶν γονέων, δοκεῖ θεραπείαν λαμβάνειν τὸ πρᾶγμα. Οὐκ εὐθὺς δὲ εἰς τὴν κοινωνίαν ἀποκαθίστανται, ἀλλ᾿ ἐπιτιμηθήσονται τρία ἔτη.
Ἡ τῷ μοιχῷ συζῶσα, μοιχαλίς ἐστι πάντα τὸν χρόνον.
Ἡ παρὰ τὴν γνώμην τοῦ δεσπότου ἀνδρὶ ἑαυτὴν ἐκδοῦσα, ἐπόρνευσεν, ἡ δὲ μετὰ ταῦτα πεπαρρησιασμένῳ γάμῳ χρησαμένη, ἐγήματο. Ὥστε, ἐκεῖνο μὲν πορνεία, τοῦτο δὲ γάμος, αἱ γὰρ συνθῆκαι τῶν ὑπεξουσίων οὐδὲν ἔχουσι βέβαιον.
Ἡ ἐν τῇ χηρείᾳ ἐξουσίαν ἔχουσα ἑαυτῆς, συνοικεῖν ἀνέγκλητος, εἰ μηδείς ἐστιν ὁ διασπῶν τὸ συνοικέσιον, τοῦ ἀποστόλου εἰπόντος· Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.
Οἱ ἄνευ τῶν κρατούντων γάμοι, πορνεία εἰσίν. Οὔτε οὖν πατρὸς ζῶντος, οὔτε δεσπότου, οἱ συνιόντες ἀνεύθυνοι εἰσίν, ὡς, ἐὰν ἐπινεύσωσιν οἱ κύριοι τὴν συνοίκησιν, τότε λαμβάνει τό τοῦ γάμου βέβαιον.
Ὅς θανάτου πληγὴν τῷ πλησίον δέδωκε, φονεύς ἐστιν εἴτε ἦρξε τῆς πληγῆς, εἴτε ἠμύνατο.
Ἡ διάκονος, ἡ τῷ ἕλληνι συμπορνεύσασα, οὐ δεκτή ἐστιν εἰς κοινωνίαν, εἰς δὲ τὴν προσφορὰν δεχθήσεται τῷ ἑβδόμῳ ἔτει, δηλονότι ἐν ἁγνείᾳ ζῶσα. Ὁ δὲ μετὰ τὴν πίστιν ἕλλην, πάλιν τῇ ἱεροσυλίᾳ προσιών, ἐπὶ τὸν ἔμετον ὑποστρέφει. Ἡμεῖς οὖν τῆς διακόνου τὸ σῶμα, ὡς καθιερωμένον, οὐκ ἔτι ἐπιτρέπομεν ἐν χρήσει εἶναι σαρκικῇ.
Ἐάν τις, τὸ ὄνομα λαβὼν τοῦ Χριστιανισμοῦ, ἐνυβρίζῃ τὸν Χριστόν, οὐδὲν ὄφελος αὐτῷ ἀπὸ τῆς προσηγορίας.
Ἡ τῷ καταλειφθέντι πρὸς καιρὸν παρὰ τῆς γυναικὸς κατὰ ἄγνοιαν γημαμένη, εἶτα ἀφεθεῖσα διὰ τὸ ἐπανελθεῖν πρὸς αὐτὸν τὴν προτέραν, ἐπόρνευσε μέν, ἐν ἀγνοίᾳ δέ. Γάμου οὖν οὐκ εἰρχθήσεται, κάλλιον δέ, ἐὰν μείνῃ οὕτως.
Ἐγκρατῖται καὶ Σακκοφόροι καὶ Ἀποτακτῖται τῷ αὐτῷ ὑπόκεινται λόγῳ, ᾧ καὶ Ναβατιανοί, ὅτι περὶ μὲν ἐκείνων κανὼν εξεφωνήθη, εἰ καὶ διάφορος, τὰ δὲ κατὰ τούτους ἀποσεσιώπηται. Ἡμεῖς μέντοι ἑνὶ λόγῳ ἀναβαπτίζομεν τοὺς τοιούτους. Εἰ δὲ παρ᾿ ὑμῖν ἀπηγόρευται τὸ τοῦ ἀναβαπτισμοῦ, ὥσπερ οὖν καὶ παρὰ ῥωμαίοις, οἰκονομίας τινὸς ἕνεκα, ἀλλ᾿ ὁ ἡμέτερος λόγος ἰσχὺν ἐχέτω· ὅτι, ἐπειδὴ ὥσπερ Μαρκιωνιστῶν ἐστιν αὐτοβλάστημα ἡ κατ᾿ αὐτοὺς αἵρεσις, βδελυσσομένων τὸν γάμον καὶ ἀποστρεφομένων τὸν οἶνον καὶ τὴν κτίσιν τοῦ Θεοῦ μεμιασμένην εἶναι λεγόντων, οὐ δεχόμεθα αὐτοὺς εἰς τὴν Ἐκκλησίαν, ἐὰν μὴ βαπτισθῶσιν εἰς τὸ ἡμέτερον βάπτισμα. Μὴ γὰρ λεγέτωσαν, ὅτι εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθη μεν, οἵ γε κακῶν ποιητὴν ὑποτιθέμενοι τὸν Θεόν, ἐφαμίλλως τῷ Μαρκίωνι καὶ ταῖς λοιπαῖς αἱρέσεσιν. Ὥστε, ἐὰν ἀρέσκῃ τοῦτο, δεῖ πλείονας ἐπισκόπους ἐν ταυτῷ γενέσθαι καὶ οὕτως ἐκθέσθαι τὸν κανόνα, ἵνα καὶ τῷ ποιήσαντι τὸ ἀκίνδυνον ᾖ, καὶ ὁ ἀποκρινόμενος τὸ ἀξιόπιστον ἔχῃ ἐν τῇ περὶ τῶν τοιούτων ἀποκρίσει.
Ἡ δὲ ἐγκαταλειφθεῖσα παρὰ τοῦ ἀνδρός, κατὰ τὴν ἐμὴν γνώμην, μένειν ὀφείλει. Εἴ γὰρ ὁ Κύριος εἶπεν, ὅτι ἐάν τις καταλίπῃ τὴν γυναῖκα ἐκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, ἐκ τοῦ μοιχαλίδα αὐτὴν ὀνομάσαι, ἀπέκλεισεν αὐτὴν τῆς πρὸς ἕτερον κοινωνίας. Πῶς γὰρ δύναται ὁ μὲν ἀνὴρ ὑπεύθυνος εἶναι, ὡς μοιχείας αἴτιος, ἡ δὲ γυνὴ ἀνέγκλητος εἶναι, ἡ μοιχαλὶς παρὰ Κυρίου, διὰ τὴν πρὸς ἕτερον ἄνδρα κοινωνίαν, προσαγορευθεῖσα;
Αἱ πρὸς ἀνάγκην γινόμεναι φθοραί, ἀνεύθυνοι ἔστωσαν. Ὥστε καὶ ἡ δούλη, εἰ ἐβιάσθη παρὰ τοῦ ἰδίου δεσπότου, ἀνεύθυνός ἐστιν.
Τριγαμίας νόμος οὐκ ἔστιν, ὥστε νόμῳ γάμος τρίτος οὐκ ἄγεται. Τὰ μέντοι τοιαῦτα, ὡς ῥυπάσματα τῆς Ἐκκλησίας ὁρῶμεν, δημοσίοις δὲ καταδίκαις οὐχ ὑποβάλλομεν, ὡς τῆς ἀνειμένης πορνείας αἱρετώτερα.
Τὸ κατὰ τοὺς κληρικούς, ἀδιορίστως οἱ κανόνες ἐξέθεντο, κελεύσαντες μίαν ἐπὶ τοῖς παραπεσοῦσιν ὁρίζεσθαι τιμωρίαν, τὴν ἔκπτωσιν τῆς ὑπηρεσίας, εἴτε ἐν βαθμῷ τυγχάνοιεν, εἴτε καὶ ἀχειροθετήτῳ ὑπηρεσίᾳ προσκαρτεροῖεν.
Ἡ τοῦ κυήματος κατὰ τὴν ὁδὸν ἀμελήσασα, εἰ μὲν δυναμένη περισώσασθαι κατεφρόνησεν, ἢ συγκαλύψειν ἐντεῦθεν τὴν ἁμαρτίαν νομίζουσα ἢ καὶ ὅλως θηριώδει καὶ ἀπανθρώπῳ λογισμῷ χρησαμένη, ὡς ἐπὶ φόνῳ κρινέσθω· εἰ δὲ οὐκ ἠδυνήθη περιστεῖλαι καὶ δι᾿ ἐρημίαν καὶ ἀπορίαν τῶν ἀναγκαίων διεφθάρη τὸ γεννηθέν, συγγνωστὴ ἡ μήτηρ.
Ἡ χήρα δούλη, τάχα οὐ μέγα ἔπταισεν ἑλομένη δεύτερον γάμον ἐν σχήματι ἁρπαγῆς. Ὥστε οὐδὲν τούτου ἕνεκεν ἐγκαλεῖσθαι χρή, οὐ γὰρ τὰ σχήματα κρίνεται, ἀλλ᾿ ἡ προαίρεσις. Δῆλον δὲ ὅτι τὸ τῆς διγαμίας μένει αὐτῇ ἐπιτίμιον.
Τὰς τῶν ἀκουσίων φόνων διαφορὰς πρὸ χρόνων οἶδα, ἐπιστείλας τῇ θεοσεβείᾳ σου, κατὰ τὸ ἐμοὶ δυνατόν, καὶ πλέον ἐκείνων οὐδὲν εἰπεῖν δύναμαι, τῆς δὲ σῆς συνέσεώς ἐστι κατὰ τὸ ἰδίωμα τῆς περιστάσεως ἐπιτείνειν τὰ ἐπιτίμια ἢ καὶ ὑφεῖναι.
Οἱ τοῖς λησταῖς ἀντεπεξιόντες, ἔξω μὲν ὄντες τῆς Ἐκκλησίας, εἴργονται τῆς κοινωνίας τοῦ ἀγαθοῦ, κληρικοὶ δὲ ὄντες, τοῦ βαθμοῦ καθαιροῦνται· Πᾶς γάρ, φησίν, ὁ λαβών μάχαιραν ἐν μαχαίρᾳ ἀποθανεῖται.
Ὁ ἑκουσίως φονεύσας καὶ μετὰ τοῦτο μεταμεληθείς. Ἐν εἴκοσιν ἔτη ἀκοινωνητος ἔσται τοῦ ἁγιασματος, τὰ δὲ εἴκοσιν ἔτη ἀκοινώνητος οἰκονομηθήσεται ἐπ᾿ αὐτῷ· ἐν τέσσαρσιν ἔτεσι προσκλαίειν ὀφείλει, ἔξω τῆς θύρας ἑστὼς τοῦ εὐκτηρίου οἴκου καὶ τῶν εἰσιόντων πιστῶν δεόμενος εὐχὴν ὑπὲρ αὐτοῦ ποιεῖσθαι, ἐξαγορεύων τὴν ἰδίαν παρανομίαν· μετὰ δὲ τὰ τέσσαρα ἔτη εἰς τους ἀκροωμένους δεχθήσεται, ἐν πέντε ἔτεσι μετ᾿ αὐτῶν ἐξελεύσεται· ἐν δὲ ἑπτὰ ἔτεσι μετὰ τῶν ἐν ὑποπτώσει προσευχόμενος ἐξελεύσεται· ἐν τέσσαρσι συστήσεται μόνον τοῖς πιστοῖς, προσφορᾶς δὲ οὐ μεταλήψεται· πληρωθέντων δὲ τούτων μεθέξει τῶν ἁγιασμάτων.
Ὁ ἀκουσίως φονεύσας ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων, οἰκονομηθήσεται δὲ τὰ δέκα ἔτη ἐπ᾿ αὐτῷ οὕτω· δύο μὲν ἔτη προσκλαύσει, τρία δὲ ἔτη ἐν ἀκροωμένοις διατελέσει· ἐν τέσσαρσιν ὑποπίπτων· καὶ ἐν ἐνιαυτῷ συσταθήσεται μόνον, καὶ τῷ ἑξῆς εἰς τὰ ἅγια δεχθήσεται.
Ὁ μοιχεύσας, ἐν ιε´ ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων, οἰκονομηθήσεται δὲ τὰ ιε´ ἔτη ἐπ᾿ αὐτῷ οὕτως· ἐν τέσσαρσι μὲν ἔτεσι προσκλαίων ἔσται· ἐν πέντε δὲ ἀκροώμενος· ἐν τέσσαρσιν ὑποπίπτων· ἐν δυσὶ συνεστὼς ἄνευ κοινωνίας.
Ὁ πόρνος ἐν ἑπτὰ ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων· δύο προσκλαίων καὶ δύο ἀκροώμενος καὶ δύο ὑποπίπτων καὶ ἐν ἑνὶ συνεστὼς μόνον, τῷ ὀγδόῳ δὲ δεχθήσεται εἰς τὴν κοινωνίαν.
Ἡ παρθενίαν ὁμολογήσασα καὶ ἐκπεσοῦσα τῆς ἐπαγγελίας, τὸν χρόνον τοῦ ἐπὶ τῆς μοιχείας ἁμαρτήματος ἐν τῇ οἰκονομίᾳ τῆς καθ᾿ ἑαυτὴν ζωῆς πληρώσει. Τὸ αὐτὸ καὶ ἐπὶ βίον μοναζόντων ἐπαγγειλαμένων καὶ ἐκπιπτόντων.
Ὁ κλέψας, εἰ μὲν ἀφ᾿ ἑαυτοῦ μεταμεληθεὶς κατηγορήσει ἑαυτοῦ, ἐνιαυτὸν κωλυθήσεται μόνης τῆς κοινωνίας τῶν ἁγιασμάτων· εἰ δὲ ἐλεγχθείη, ἐν δυσὶν ἔτεσιν, μερισθήσεται δὲ αὐτῷ ὁ χρόνος εἰς ὑπόπτωσιν καὶ σύστασιν, καὶ τότε ἀξιούσθω τῆς κοινωνίας.
Ὁ τὴν ἀσχημοσύνην ἐν τοῖς ἄρρεσιν ἐπιδεικνύμενος, τὸν χρόνον τοῦ ἐν τῇ μοιχείᾳ παρανομοῦντος οἰκονομηθήσεται.
Ὁ ἐν ἀλόγοις τὴν ἑαυτοῦ ἀσέβειαν ἐξαγορεύων, τὸν αὐτὸν χρόνον ἐξομολογούμενος παραφυλάξεται.
Ὁ ἐπίορκος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται· δυσὶν ἔτεσι προσκλαίων, τρισὶν ἀκροώμενος, τέσσαρσιν ὑποπίπτων, ἐνιαυτὸν συνεστὼς μόνον, καὶ τότε τῆς κοινωνίας ἀξιούμενος.
Ὁ γοητείαν ἢ φαρμακείαν ἐξαγορεύων τὸν τοῦ φονέως χρόνον ἐξομολογήσεται, οὕτως οἰκονομουμένος, ὡς ὁ ἐν ἐκείνῳ τῷ ἁμαρτήματι ἑαυτὸν ἐλέγξας.
Ὁ τυμβωρύχος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται, ἐν δυσὶ προσκλαίων, ἐν τρισὶν ἀκροώμενος, ἐν τέσσαρσιν ὑποπίπτων, ἐνιαυτὸν συνεστώς, καὶ τότε δεχθησόμενος.
Ἡ ἀδελφομιξία τὸν τοῦ φονέως χρόνον ἐξομολογήσεται.
Ἡ τῆς ἀπειρημένης συγγενείας εἰς γάμον ἀνθρώπων σύστασις, εἰ φωραθείη, ὡς ἐν ἁμαρτήμασιν ἀνθρώπων γινομένη, τὰ τῶν μοιχῶν ἐπιτίμια δέξεται.
Ἀναγνώστης, εἰ τῇ ἑαυτοῦ μνηστῇ πρὸ τοῦ γάμου συναλλάξοιεν, ἐνιαυτὸν ἀργήσας, εἰς τὸ ἀναγινώσκειν δεχθήσεται, μένων ἀπρόκοπος, κλεψιγαμήσας δὲ ἄνευ μνηστείας, παυθήσεται τῆς ὑπηρεσίας. Τὸ αὐτὸ καὶ ὑπηρέτης.
Διάκονος ἐν χείλεσι μιανθεὶς καὶ μέχρι τούτου ἡμαρτηκέναι ὁμολογήσας, τῆς λειτουργίας ἐπισχεθήσεται, τοῦ δὲ μετέχειν τῶν ἁγιασμάτων μετὰ τῶν διακόνων ἀξιωθήσεται· τὸ δὲ αὐτὸ καὶ πρεσβύτερος. Εἰ δέ τι πλέον τούτου φωραθείη τις ἡμαρτηκώς, ἐν οἵῳ ἂν ᾖ βαθμῷ, καθαιρήσεται.
Ὁ συνεγνωκὼς ἑκάστῳ τῶν προειρημένων ἁμαρτημάτων καὶ μὴ ὁμολογήσας, ἀλλ᾿ ἐλεγχθεὶς καὶ τοσούτου χρόνου, εἰς ὃν ὀ ἐργάτης τῶν κακῶν ἐπιτετίμηται, καὶ αὐτὸς ἔσται ἐν ἐπιτιμίῳ.
Ὁ μάντεσιν ἑαυτὸν ἐπιδοὺς ἤ τισι τοιούτοις, τὸν χρόνον τῶν φονέων καὶ ἐπιτιμηθήσεται.
Ὁ τὸν Χριστὸν ἀρνησάμενος καὶ παραβὰς τὸ τῆς σωτηρίας μυστήριον, ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς αὐτοῦ προσκλαίων ὀφείλει καὶ ἐξομολογεῖσθαι χρεωστεῖ, ἐν τῷ καιρῷ, ᾧ ἐκβαίνει τοῦ βίου, τῶν ἁγιασμάτων ἀξιούμενος, πίστει τῆς παρὰ Θεοῦ φιλανθρωπίας.
Ἐὰν μέντοι ἕκαστος τῶν ἐν τοῖς προγεγραμμένοις ἁμαρτήμασι γενομένων σπουδαῖος γένηται ἐξομολογούμενος, ὁ πιστευθεὶς παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λύειν καὶ δεσμεῖν, εἰ φιλανθρωπότερος γένοιτο, τὸ ὑπερβάλλον τῆς ἐξομολογήσεως ὁρῶν τοῦ ἡμαρτηκότος, εἰς τό ἐλαττῶσα. τὸν χρόνον τῶν ἐπιτιμίων, οὐκ ἔσται καταγνώσεως ἄξιος, τῆς ἐν ταῖς Γραφαῖς ἱστορίας γνωριζούσης ἡμῖν, τοὺς μετὰ μείζονος πόνου ἐξομολογουμένους ταχέως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταλαμβάνειν.
Ὁ ἀδελφῇ ἰδίᾳ ἐκ πατρὸς ἢ ἐκ μητρὸς συμμιανθεὶς εἰς οἶκον προσευχῆς μὴ ἐπιτραπέσθω παρεῖναι, ἕως ἂν ἀποστῇ τῆς παρανόμου καὶ ἀθεμίτου πράξεως. Μετὰ δὲ τὸ ἐλθεῖν εἰς συναίσθησιν τῆς φοβερᾶς ἁμαρτίας, τριετίαν προσκλαιέτω, τῇ θύρᾳ τῶν εὐκτηρίων οἴκων παρεστηκὼς καὶ δεόμενος τοῦ λαοῦ εἰσιόντος ἐπὶ τὴν προσευχήν, ὥστε ἕκαστον μετὰ συμπαθείας ὑπὲρ αὐτοῦ ἐκτενεῖς ποιεῖσθαι πρὸς Κύριον τὰς δεήσεις. Μετὰ δὲ τοῦτο, ἄλλην τριετίαν εἰς ἀκρόασιν μόνην παραδεχθήτω, καὶ ἀκούων τῶν Γραφῶν καὶ τῆς διδασκαλίας ἐκβαλλέσθω καὶ μὴ καταξιούσθω προσευχῆς. Ἔπειτα, εἴπερ μετὰ δακρύων ἐξεζήτησεν αὐτὴν καὶ προσέπεσε τῷ Κυρίῳ μετὰ συντριμμοῦ καρδίας καὶ ταπεινώσεως ἰσχυρᾶς, διδόσθω αὐτῷ ὑπόπτωσις ἐν ἄλλοις τρισὶν ἔτεσι. Καὶ οὕτως, ἐπειδὰν τοὺς καρποὺς τῆς μετανοίας αξίους ἐπιδείξηται, τῷ δεκάτῳ ἔτει εἰς τὴν τῶν πιστῶν εὐχὴν δεχθήτω, χωρὶς προσφορᾶς, καὶ δύο ἔτη συστὰς εἰς τὴν εὐχὴν τοῖς πιστοῖς, οὕτω λοιπὸν καταξιούσθω τῆς τοῦ ἀγαθοῦ κοινωνίας.
Ὁ αὐτὸς τύπος καὶ περὶ τῶν τὰς νύμφας ἑαυτῶν λαμβανόντων.
Ὁ μέντοι καταλιμπάνων τὴν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα καὶ ἑτέραν ἀγόμενος, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν, τῷ τῆς μοιχείας ὑπόκειται κρίματι. Κεκανόνισται γὰρ παρὰ τῶν Πατέρων ἡμῶν, τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν, διετίαν ἐπακροᾶσθαι, τριετίαν ὑποπίπτειν, τῷ δὲ ἑβδόμῳ συνίστασθαι τοῖς πιστοῖς, καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν μετὰ δακρύων μετανοήσωσιν.
Ὁ αὐτὸς κρατείτω τύπος καὶ ἐπὶ τῶν δύο ἀδελφὰς λαμβανόντων εἰς συνοικέσιον, εἰ καὶ κατὰ διαφόρους χρόνους.
Οἱ δὲ ταῖς μητρυιαῖς ἑαυτῶν ἐπιμαινόμενοι, τῷ αὐτῷ ὑπόκεινται κανόνι, ᾧ καὶ οἱ ταῖς ἑαυτῶν ἀδελφαῖς ἐπιμαινόμενοι.
Τὴν πολυγαμίαν οἱ Πατέρες ἀπεσιώπησαν, ὡς κτηνώδη καὶ παντελῶς ἀλλοτρίαν τοῦ γένους τῶν ἀνθρώπων. Ἡμῖν δὲ παρίσταται πλέον τι πορνείας εἶναι τὸ ἁμάρτημα. Διὸ εὔλογον τοὺς τοιούτους ὑποβάλλεσθαι τοῖς κανόσι, δηλονότι ἐνιαυτὸν προσκλαύσαντας καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς εἶναι.
Ἐπειδὴ πολλοὶ ἐν τῇ τῶν βαρβάρων καταδρομῇ παρέβησαν τὴν εἰς τὸν Θεὸν πίστιν, ὅρκους ἐθνικοὺς τελέσαντες καὶ ἀθεμίτων τινῶν γευσάμενοι τῶν ἐν τοῖς εἰδώλοις τοῖς μαγικοῖς προσενεχθέντων αὐτοῖς, οὗτοι κατὰ τοὺς ἤδη παρὰ τῶν Πατέρων ἡμῶν ἐξενεχθέντας νόμους καὶ κανόνας οἰκονομείσθωσαν. Οἱ μὲν γὰρ ἀνάγκην χαλεπὴν ἐκ βασάνων ὑπομείναντες καὶ μὴ φέροντες τοὺς πόνους καὶ ἑλκυσθέντες πρὸς τὴν ἄρνησι, ἐν τρισὶν ἔτεσιν ἄδεκτοι ἔστωσαν καὶ ἐν δυσὶν ἀκροάσθωσαν καὶ ἐν τρισὶν ὑποπεσόντες, οὕτω δεκτοὶ γενέσθωσαν εἰς τὴν κοινωνίαν. Οἱ δὲ ἄνευ ἀνάγκης μεγάλης προδόντες τὴν εἰς Θεὸν πίστιν καὶ ἁψάμενοι τῆς τραπέζης τῶν δαιμονίων καὶ όμόσαντες ὅρκους ἑλληνικούς, βαλλέσθωσαν μὲν ἐν τρισὶν ἔτεσι, καὶ ἐν δυσὶν ἀκροάσθωσαν, ἐν ὑποπτώσει δὲ εὐξάμενοι ἐν τρισὶν ἔτεσι, καὶ ἐν ἄλλοις τρισὶ συστάντες τοῖς πιστοῖς εἰς τὴν δέησιν, οὕτω δεκτοὶ ἔστωσαν τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ.
Καὶ περὶ τῶν ἐπιορκησάντων, εἰ μὲν ἐκ βίας καὶ ἀνάγκης παρέβησαν τοὺς ὅρκους, κουφοτέροις ὑπόκεινται ἐπιτιμίοις, ὥστε μετὰ ἕξ ἔτη εἶναι αὐτοὺς δεκτούς. Εἰ δὲ ἄνευ ἀνάγκης προδόντες τὴν ἑαυτῶν πίστιν, ἐν δυσὶν ἔτεσι προσκλαύσαντες, καὶ ἐν δυσὶ ἀκροασάμενοι, καὶ ἐν πέμπτῳ ἐν ὑποπτώσει εὐξάμενοι, καὶ ἐν δυσὶν ἄλλοις ἄνευ προσφορᾶς εἰς τὴν κοινωνίαν τῆς προσευχῆς παραδεχθέντες, οὕτω τελευταῖον, ἀξιόλογον δηλαδὴ τὴν μετάνοιαν ἐπιδειξάμενοι, ἀποκατασταθήσονται εἰς τὴν κοινωνίαν τοῦ σώματος τοῦ Χριστοῦ.
Οἱ καταμαντευόμενοι καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν ἐξακολουθοῦντες ἢ εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν καὶ καθάρσει, ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς ἑξαετίας· ἐνιαυτὸν προσκλαύσαντες, καὶ ἐνιαυτὸν ἀκροασάμενοι, καὶ ἐν τρισὶν ἔτεσιν ὑποπίπτοντες, καὶ ἐνιαυτὸν συστάντες τοῖς πιστοῖς, οὕτω δεχθήτωσαν.
Πάντα δὲ ταῦτα γράφομεν, ὥστε τοὺς καρποὺς δοκιμάζεσθαι τῆς μετανοίας· οὐ γὰρ πάντως τῷ χρόνῳ κρίνομεν τὰ τοιαῦτα, ἀλλὰ τῷ τρόπῳ τῆς μετανοίας παρέχομεν. Ἐὰν δὲ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς μᾶλλον δουλεύειν ἐθέλωσιν ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ Εὐαγγέλιον ζωὴν μὴ παραδέχωνται, οὐδεὶς ἡμῖν κοινὸς πρὸς αὐτοὺς λόγος. Ἡμεῖς γὰρ ἐν λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν ὅτι· Σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν.
Μὴ τοίνυν καταδεξώμεθα συναπόλλυσθαι τοῖς τοιούτοις, αλλὰ φοβηθέντες τὸ βαρὺ κρίμα καὶ τὴν φοβερὰν ἡμέραν τῆς ἀνταποδόσεως τοῦ Κυρίου πρὸ ὀφθαλμῶν λαβόντες, μὴ θελήσωμεν ἀλλοτρίαις ἁμαρτίαις συναπόλλυσθαι. Εἰ γὰρ μὴ ἐπαίδευσεν ἡμᾶς τὰ φοβερὰ τοῦ Κυρίου, μηδὲ αἱ τηλικαῦται πληγαὶ εἰς αἴσθησιν ἡμᾶς ἤγαγον, ὅτι διὰ τὴν ἀνομίαν ἡμῶν ἐγκατέλιπεν ἡμᾶς ὁ Κύριος καὶ παρέδωκεν εἰς χεῖρας βαρβάρων καὶ ἀπήχθη αἰχμάλωτος εἰς τοὺς πολεμίους ὁ λαὸς καὶ παρεδόθη τῇ διασπορᾷ, διότι ταῦτα ἐτόλμων οἱ τὸ ὄνομα τοῦ Χριστοῦ περιφέροντες, εἰ μὴ ἔγνωσαν, μηδὲ συνῆκαν, ὅτι διὰ ταῦτα ἤλθεν ἐφ᾿ ἡμᾶς ἡ ὀργὴ τοῦ Θεοῦ· τίς ἡμῖν κοινὸς πρὸς τούτους λόγος; Ἀλλὰ διαμαρτύρεσθαι αὐτοῖς καὶ νυκτὸς καὶ ἡμέρας καὶ δημοσίᾳ καὶ ἰδίᾳ ὀφείλομεν, συνεπάγεσθαι δὲ αὐτῶν ταῖς πονηρίαις μὴ καταδεχώμεθα, προσευχόμενοι μάλιστα μὲν κερδῆσαι αὐτοὺς καὶ ἐξελέσθαι τῆς παγίδος τοῦ πονηροῦ. Ἐὰν δὲ τοῦτο μὴ δυνηθῶμεν, σπουδάσωμεν τὰς γοῦν ἑαυτῶν ψυχὰς τῆς αἰωνίου κατακρίσεως περισώσασθαι.
Τοῖς δὲ κομψοῖς Ἐγκρατίταις πρὸς τὸ σεμνὸν αὐτῶν πρόβλημα, διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντα ἐσθίομεν, ἐκεῖνο λεγέσθω, ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσόμεθα. Κατὰ μὲν γὰρ τὴν ἀξίαν, λάχανα χόρτου ἡμῖν ἐστι τὰ κρέα, κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν. Ἐπεὶ λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλ᾿ ὅμως, οὔτε ὑοσκύαμον φάγοι, ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο, μὴ μεγάλης ἀνάγκης κατεπειγούσης· ὥστε ὁ φαγὼν οὐκ ἠνόμησε.
Ἀφίκετο ἡμῖν γράμματα τὴν ἐπιγραφὴν ἔχοντα Διοδώρου, τὰ δὲ ἐφεξῆς ἄλλου τινὸς πρέποντα εἶναι μᾶλλον ἢ Διοδώρου. Δοκεῖ γὰρ μοί τις τῶν τεχνικῶν, τὸ σὸν πρόσωπον ὑποδύς, οὕτως ἑαυτὸν ἀξιόπιστον ἐθελῆσαι ποιῆσαι τοῖς ἀκροωμένοις· ὅς γε ἐρωτηθεὶς ὑπό τινος, εἰ θεμιτὸν αὐτῷ πρὸς γάμον ἀγαγέσθαι, τῆς γυναικὸς τελευτησάσης, τὴν ἀδελφήν, οὐκ ἔφριξε τὴν ἐρώτησιν, ἀλλὰ καὶ πρᾴως ἤνεγκε τὴν ακοὴν καὶ τὸ ἀσελγὲς ἐπιθύμημα πάνυ γενναίως αὐτῷ καὶ ἀγωνιστικῶς συγκατέπραξεν. Εἰ μὲν οὖν παρῆν μοι τὸ γράμμα, αὐτὸ ἂν ἀπέστειλα, καὶ ἐξήρκεις σαυτῷ τε ἀμῦναι καὶ τῇ ἀληθείᾳ. Ἐπεὶ δὲ ὁ δείξας πάλιν ἀφείλετο καὶ ὥσπερ τι τρόπαιον καθ᾿ ἡμῶν περιέφερεν κεκωλυκότων τὸ ἐξ ἀρχῆς, ἔγγραφον ἔχειν λέγων τὴν ἐξουσίαν, ἀπέστειλα νῦν σοι, ὥστε διπλῇ τῇ χειρὶ ἡμᾶς ἐλθεῖν επὶ τὸν νόθον ἐκεῖνον λόγον καὶ μηδεμίαν αὐτῷ ἰσχὺν καταλιπεῖν, ἵνα μὴ ἔχῃ βλάπτειν ῥαδίως τοὺς ἐντυγχάνοντας.
Πρῶτον μὲν οὖν, ὃ μέγιστον ἐπὶ τῶν τοιούτων ἐστί, τὸ παρ᾿ ἡμῖν ἔθος, ὃ ἔχομεν προβάλλειν, νόμου δύναμιν ἔχον, διὰ τὸ ὑφ᾿ ἁγίων ἀνδρῶν τοὺς θεσμοὺς ἡμῖν παραδοθῆναι· τοῦτο δὲ τοιοῦτόν ἐστιν. Ἐάν τις, πάθει ἀκαθαρσίας ποτὲ κρατηθείς, ἐκπέσῃ πρὸς δυοῖν ἀδελφῶν ἄθεσμον κοινωνίαν, μήτε γάμον ἡγεῖσθαι τοῦτο, μηθ᾿ ὅλως εἰς ἐκκλησίας πλήρωμα παραδέχεσθαι πρότερον ἢ διαλῦσαι αὐτοὺς ἀπ᾿ ἀλλήλων· ὥστε, εἰ καὶ μηδὲν ἕτερον εἰπεῖν ἦν, ἐξήρκει τὸ ἔθος πρὸς τὴν τοῦ κακοῦ φυλακήν. Ἐπεὶ δὲ ὁ τὴν ἐπιστολὴν γράψας, ἐπιχειρήματι κιβδήλῳ κακὸν τοσοῦτον ἐπειράθη τῷ βίῳ ἐπαγαγεῖν, ἀνάγκη μηδὲ ἡμᾶς τῆς ἐκ τῶν λογισμῶν βοηθείας ὑφέσθαι, καίτοι γε ἐπὶ τῶν σφόδρα ἐναργῶν μείζων ἐστὶ τοῦ λόγου ἡ παρ᾿ ἑκάστῳ πρόληψις. Γέγραπται, φησίν, ἐν τῷ Λευϊτικῷ· Γυναῖκα ἐπ᾿ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον, ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπ᾿ αὐτῇ, ἔτι ζώσης αὐτῆς. Δῆλον οὖν ἐκ τούτου εἶναί φησιν, ὅτι συγχωρεῖται λαμβάνειν τελευτησάσης. Πρὸς δὴ τοῦτο, πρῶτον μὲν ἐκεῖνο ἐρῶ ὅτι, ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἐπεὶ οὕτω γε καὶ περιτομῇ καὶ σαββάτῳ καὶ ἀποχῇ βρωμάτων ὑποκεισόμεθα. Οὐ γὰρ δή, ἐὰν μέν τι εὕρωμεν συντρέχον ἡμῶν ταῖς ἡδοναῖς, τῷ ζυγῷ τῆς δουλείας τοῦ νόμου ἑαυτοὺς ὑποθήσομεν, ἐὰν δέ τι φανῇ βαρὺ τῶν νομίμων, τότε πρὸς τὴν ἐν Χριστῷ ἐλευθερίαν ἀποδραμούμεθα. Ἠρωτήθημεν, εἰ γέγραπται λαμβάνειν γυναῖκα ἐπ᾿ ἀδελφῇ. Εἴπομεν, ὅπερ ἀσφαλὲς ἡμῖν καὶ ἀληθές, ὀτι οὐ γέγραπται. Τὸ δὲ ἐκ τῆς ἀκολούθου ἐπιφορᾶς τὸ σιωπηθὲν συλλογίζεσθαι νομοθετοῦντός ἐστιν, οὐ τὰ τοῦ νόμου λέγοντος· ἐπεὶ οὕτω γε ἐξέσται τῷ βουλομένῳ κατατολμῆσαι καὶ ἔτι ζώσης τῆς γυναικὸς λαμβάνειν τὴν ἀδελφήν, τὸ γὰρ αὐτὸ τοῦτο σόφισμα καὶ ἐπ᾽ ἐκείνου ἁρμόζει. Γέγραπται γάρ, φησίν· Οὐ λήψῃ ἀντίζηλον, ὡς τήν γε ἔξω τοῦ ζήλου λαβεῖν οὐκ ἐκώλυσεν. Ὁ δὴ συνηγορῶν τῷ πάθει, ἀζηλότυπον εἶναι διοριεῖται τὸ ἦθος τῶν ἀδελφῶν. Ἀνῃρημένης οὖν τῆς αἰτίας, δι᾿ ἣν ἀπηγόρευσε τὴν ἁμφοτέρων συνοίκησιν, τί τό κωλύον ἔσται λαμβάνειν τὰς ἀδελφάς; Ἀλλ᾿ οὐ γέγραπται ταῦτα, φήσομεν, ἀλλ᾿ οὐδὲ ἐκεῖνα ὥρισται, ἡ δὲ ἔννοια τοῦ ἀκολούθου ὁμοίως ἁμφοτέροις τὴν ἄδειαν δίδωσιν. Ἔδει δὲ μικρὸν ἐπὶ τὰ κατόπιν τῆς νομοθεσίας ἐπαναδραμόντα, ἀπηλλάχθαι πραγμάτων. Ἔοικε γὰρ οὐ πᾶν εἶδος ἁμαρτημάτων περιλαμβάνειν ὁ νομοθέτης, ἀλλ᾿ ἰδίως ἀπαγορεύειν τὰ τῶν Αἰγυπτίων, ὅθεν ἀπῇρεν ὁ Ἰσραήλ, καὶ τὰ τῶν Χαναναίων, πρὸς οὕς μεθίστατο. Ἔχει γὰρ οὕτως ἡ λέξις· Κατὰ τὰ ἐπιτηδεύματα τῆς Αἰγύπτου, ἐν ᾗ παρῳκήσατε ἐπ᾽ αὐτῆς, οὐ ποιήσετε, καὶ τῶν τὰ ἐπιτηδεύματα τῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάξω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε. Ὥστε τοῦτο εἰκός που τὸ εἶδος τῆς ἁμαρτίας μὴ ἐμπολιτεύεσθαι τότε παρὰ τοῖς ἔθνεσι, διό, μηδὲ τῆς ἐπ᾿ αὐτῷ φυλακῆς προσδεηθῆναι τὸν νομοθέτην, ἀλλ᾿ ἀρκεσθῆναι τῷ ἀδιδάκτῳ ἔθει, πρὸς τὴν τοῦ μίσους διαβολήν. Πῶς οὖν, τό μεῖζον ἀπαγορεύσας, τὸ ἔλαττον ἐσιώπησεν; Ὅτι ἐδόκει πολλοὺς τῶν φιλοσάρκων, πρὸς τὸ ζώσαις ἀδελφαῖς συνοικεῖν, τὸ ὑπόδειγμα βλάπτειν τοῦ πατριάρχου. Ἡμᾶς δὲ τί χρή ποιεῖν; τὰ γεγραμμένα λέγειν ἢ τὰ σιωπηθέντα περιεργάζεσθαι; Αὐτίκα τὸ μὴ δεῖν μιᾷ ἐταίρᾳ κεχρῆσθαι πατέρα καὶ υἱόν, ἐν μὲν τοῖς νόμοις τούτοις οὐ γέγραπται, παρὰ δὲ τῷ Προφήτῃ μεγίστης κατηγορίας ἠξίωτι Υἱὸς γάρ, φησί, καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην εἰσεπορεύοντο. Πόσα δὲ εἴδη ἄλλα τῶν ἀκαθάρτων παθῶν, τὸ μὲν τῶν δαιμόνων διδασκαλεῖον ἐξεῦρεν, ἡ δὲ θεία Γραφὴ ἀπεσιώπησε, τὸ σεμνὸν ἑαυτῆς ταῖς τῶν αἰσχρῶν ὀνομασίαις καταρρυπαίνειν οὐχ αἱρουμένη, ἀλλὰ γενικοῖς ὀνόμασι τὰς ἀκαθαρσίας διέβαλεν, ὡς καὶ ὁ Ἀπόστολος Παῦλός φησι· Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, τῷ τῆς ἀκαθαρσίας ὀνόματι τάς τε τῶν ἀῤῥένων ἀῤῥητοποιΐας καὶ τὰς τῶν θηλειῶν περιλαμβάνων· ὥστε οὐ πάντως ἡ σιωπὴ ἄδειαν φέρει τοῖς φιληδόνοις. Ἐγὼ δὲ οὐδὲ σεσιωπῆσθαι τὸ μέρος τοῦτο φημί, ἀλλὰ καὶ πάνυ σφοδρῶς ἀπηγορευκέναι τὸν νομοθέτην, τὸ γάρ· Οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου ἀποκαλύψαι ἀσχημοσύνην αὐτῶν, ἐμπεριεκτικόν ἐστι καὶ τούτου τοῦ εἴδους τῆς οἰκειότητος. Τί γὰρ ἂν γένοιτο οἰκειότερον ἀνδρὶ τῆς ἑαυτοῦ γυναικός, μᾶλλον ὁ τῆς ἑαυτοῦ σαρκός; Οὐ γὰρ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία, ὥστε διὰ τῆς γυναικὸς ἡ ἀδελφὴ πρὸς τὴν τοῦ ἀνδρὸς οἰκειότητα μεταβαίνει. Ὡς γὰρ μητέρα γυναικὸς οὐ λήψεται, οὐδὲ θυγατέρα τῆς γυναικός, διότι μηδὲ ἀδελφὴν ἑαυτοῦ. Καὶ τὸ ἀνάπαλιν, οὐδὲ τῇ γυναικὶ ἐξέσται τοῖς οἰκείοις τοῦ ἀνδρὸς συνοικεῖν, κοινὰ γὰρ ἐπ᾿ ἀμφοτέρων τῆς συγγενείας τὰ δικαια. Ἐγὼ δὲ παντὶ τῷ περὶ γάμου βουλευομένῳ διαμαρτύρομαι, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου καὶ ὁ καιρὸς συνεσταλμένος ἐστίν, ἵνα καὶ οἱ ἔχοντες ὦσιν. Ἐὰν δέ μοι παραναγινώσκῃ τό· Αὐξάνεσθε καὶ πληθύνεσθε, καταγελῶ τοῦ τῶν νομοθεσιῶν τοὺς καιροὺς μὴ διακρίνοντος. Πορνείας παραμυθία ὁ δεύτερος γάμος, οὐχὶ ἐφόδιον εἰς ἀσέλγειαν. Εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, φησίν, οὐχὶ δὲ καὶ γαμοῦντες παρανομείτωσαν. Οἱ δέ, οὐδὲ πρὸς τὴν φύσιν ἀποβλέπουσιν, οἱ τὴν ψυχὴν λημῶντες τῷ πάθει τῆς ἀτιμίας, πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας. Ἐκ ποίας γὰρ συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν; Ἀδελφοὺς αὐτοὺς ἀλλήλων ἢ ἀνεψιοὺς προσεροῦσιν; ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγχυσιν. Μὴ ποιήσῃς, ὦ ἄνθρωπε, τὴν θείαν μητρυιὰν τῶν νηπίων, μηδὲ τὴν ἐν μητρὸς τάξει περιθάλπειν ὀφείλουσαν, ταύτην ἐφοπλίσῃς ταῖς ἀμειλίκτοις ζηλοτυπίαις, μόνον γὰρ τὸ μῖσος τῶν μητρυιῶν καὶ μετὰ θάνατον ἐλαύνει τὴν ἔχθραν. Μᾶλλον δὲ οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται, αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται. Κεφάλαιον δὲ τῶν εἰρημένων, εἶμεν νομῳ τις ὁρμᾶται πρὸς τὸν γάμον, ἤνοικται πᾶσα ἡ οἰκουμένη, εἰ δὲ ἐμπαθὴς αὐτῷ ἡ σπουδὴ, διὰ τοῦτο καὶ πλέον ἀποκλεισθήτω, ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. Πλείονά με λέγειν ὡρμημένον, τὸ μέτρον ἐπέχει τῆς ἐπιστολῆς. Εὔχομαι δὲ ἢ τὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν τοῦ πάθους ἀποδειχθῆναι ἢ μὴ ἐπιδημῆσαι τῇ ἡμετέρᾳ τὸ ἄγος τοῦτο, ἀλλ᾽ ἐν οἷς ἐτολμήθη τόποις ἐναπομεῖναι.
Ἐνέτυχόν σου τοῖς γράμμασι μετὰ πάσης μακροθυμίας καὶ ἐθαύμασα, πῶς δυνάμενος ἡμῖν συντόμως καὶ εὐκόλως ἀπολογήσασθαι διὰ τῶν πραγμάτων, τοῖς μὲν κατηγορουμένοις ἐπιμένειν καταδέχῃ, λόγοις δὲ μακροῖς θεραπεύειν ἐπιχειρεῖς τὰ ἀνίατα. Οὔτε πρῶτοι, οὔτε μόνοι, ὦ Γρηγόριε, ἐνομοθετήσαμεν γυναίκας ἀνδράσι μὴ συνοικεῖν, ἀλλ᾿ ἀνάγνωθι τὸν κανόνα τὸν ἐξενεχθέντα παρὰ τῶν ἁγίων Πατέρων ἡμῶν ἐν τῇ συνόδῳ Νικαίας, ὃς φανερῶς ἀπηγόρευσε συνεισάκτους μὴ εἶναι. Ἀγαμία δὲ ἐν τούτῳ ἔχει τὸ σεμνόν, ἐν τῷ κεχωρίσθαι τῆς μετὰ γυναικῶν διαγωγῆς· ὡς ἐὰν ἐπαγγελλόμενός τις τῷ ὀνόματι, ἔργῳ τὰ τῶν ταῖς γυναιξὶ συνοικούντων ποιῆται, δῆλός ἐστι τὸ μὲν τῆς παρθενίας σεμνὸν ἐν τῇ προσηγορίᾳ διώκων, τοῦ δὲ καθ᾿ ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος. Τοσούτῳ οὖν μᾶλλον ἐχρῆν σε εὐκόλως εἷξαι ἡμῶν τῇ ἀξιώσει, ὅσῳ περ λέγεις ἐλεύθερος εἶναι παντὸς σωματικοῦ πάθους. Οὔτε γὰρ τὸν ἑβδομηκονταετῆ γεγονότα πείθομαι ἐμπαθῶς γυναικὶ συνοικεῖν, οὔτε ὡς ἐπὶ γενομένῃ τινὶ ἀτόπῳ πράξει ὡρίσαμεν, ἃ καὶ ὡρίσαμεν. Ἀλλ᾽ ἐπειδὴ ἐδιδάχθημεν παρὰ τοῦ ἀποστόλου, μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον, οἴδαμεν δέ, ὅτι τὸ παρά τινων ὑγιῶς γινόμενον, ἄλλοις ἀφορμὴ πρὸς ἁμαρτίαν ὑπάρξει, τούτου ἕνεκεν προσετάξαμεν, ἑπόμενοι τῇ διαταγῇ τῶν ἁγίων Πατέρων, χωρισθῆναί σε τοῦ γυναίου, Τί οὖν ἐγκαλεῖς τῷ χωρεπισκόπῳ καὶ παλαιᾶς ἔχθρας μέμνησαι; Τί δὲ ἡμᾶς καταμέμφῃ, ὡς εὐκόλους ἀκοὰς ἔχοντας εἰς τὸ τὰς διαβολὰς προσίεσθαι, ἀλλ᾿ οὐχὶ σεαυτῷ, μὴ ἀνεχομένῳ ἀποστῆναι τῆς πρὸς τὴν γυναῖκα συνηθείας; Ἔκβαλε τοίνυν αὐτὴν ἀπὸ τοῦ οἴκου σου καὶ κατάστησον αὐτὴν ἐν μοναστηρίῳ. Ἔστω ἐκείνη μετὰ παρθένων καὶ σὺ ὑπηρετοῦ ὑπὸ ἀνδρῶν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ δι᾿ ὑμᾶς βλασφημῆται. Ἕως δ᾿ ἂν ταῦτα ποιῇς, αἱ μυριάδες, ἅς περ σὺ γράφεις διὰ τῶν ἐπιστολῶν, οὐδὲν ὠφελήσουσί σε, ἀλλὰ τελευτήσεις ἀργῶν καὶ δώσεις τῷ Κυρίῳ λόγον περὶ τῆς σεαυτοῦ ἀργίας. Ἐὰν δὲ τολμήσῃς, μὴ διορθωσάμενος σεαυτὸν ἀντέχεσθαι τῆς ἱερωσύνης, ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ, καὶ οἱ δεχόμενοί σε, ἐκκήρυκτοι κατὰ πᾶσαν ἐκκλησίαν γενήσονται.
Πάνυ με λυπεῖ, ὅτι ἐπιλελοίπασι λοιπὸν οἱ τῶν Πατέρων κανόνες καὶ πᾶσα ἀκρίβεια τῶν ἐκκλησιῶν ἀπελήλαται. Καὶ φοβοῦμαι μή, κατὰ μικρὸν τῆς ἀδιαφορίας ταύτης ὁδῶ προϊούσης, εἰς παντελῆ σύγχυσιν ἔλθῃ τὰ τῆς Ἐκκλησίας πράγματα. Τοὺς ὑπηρετοῦντας τῇ Ἐκκλησίᾳ, ἡ πάλαι ταῖς τοῦ Θεοῦ ἐκκλησίαις ἐμπολιτευομένη συνήθεια, μετὰ πάσης ἀκριβείας δοκιμάζουσα παρεδέχετο καὶ ἐπολυπραγμονεῖτο πᾶσα αὐτῶν ἡ ἀναστροφή, εἰ μὴ λοίδοροί εἰσιν, εἰ μὴ μέθυσοι, εἰ μὴ πρόχειροι πρὸς τὰς μάζας, εἰ παιδαγωγοῦσιν ἑαυτῶν τὴν νεότητα, ὥστε κατορθοῦν δύνασθαι τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδείς ὄψεται τὸν Κύριον. Καὶ τοῦτο ἐξήταζον μὲν πρεσβύτεροι καὶ διάκονοι, οἱ συνοικοῦντες αὐτοῖς, ἐπανέφερον δὲ τοῖς χωρεπισκόποις, οἳ τὰς παρὰ τῶν ἀληθινῶς μαρτυρούντων δεξάμενοι ψήφους καὶ ὑπομνήσαντες τὸν ἐπίσκοπον, οὕτως ἐνηρίθμουν τὸν ὑπηρέτην τῷ τάγματι τῶν ἱερατικῶν. Νῦν δέ, πρῶτον μὲν ἡμᾶς παρωσάμενοι καὶ μὴ δὲ ἐπαναφέρειν ἡμῖν καταδεχόμενοι, εἰς ἑαυτοὺς τὴν ὅλην περιεστήσατε αὐθεντίαν. Ἔπειτα καὶ καταρραθυμοῦντες τοῦ πράγματος, πρεσβυτέροις καὶ διακόνοις ἐπετρέψατε, οὓς ἂν ἐθέλωσιν ἀπὸ ἀνεξετάστου βίου κατὰ προσπάθειαν, ἢ τὴν ἀπὸ συγγενείας ἢ τὴν ἐξ ἄλλης τινὸς φιλίας, ἐπεισάγειν τῇ Ἐκκλησίᾳ τοὺς ἀναξίους. Διὸ πολλοὶ μὲν ὑπηρέται ἀριθμοῦνται καθ᾿ ἑκάστην κώμην, ἄξιος δὲ λειτουργίας θυσιαστηρίου οὐδείς, ὡς ὑμεῖς αὐτοὶ μαρτυρεῖτε, ἀποροῦντες ἀνδρῶν ἐν ταῖς ψηφοφορίαις. Ἐπεὶ οὖν ὁρῶ τὸ πρᾶγμα λοιπὸν εἰς ἀνήκεστον προϊόν, μάλιστα νῦν τῶν πλείστων, φόβῳ τῆς στρατολογίας, εἰσποιούντων ἑαυτοὺς τῇ ὑπηρεσίᾳ, ἀναγκαίως ἦλθον εἰς τὸ ἀνανεώσασθαι τοὺς τῶν Πατέρων κανόνας καὶ ἐπιστέλλω ὑμῖν ἀποστεῖλαί μοι τὴν ἀναγραφὴν ἑκάστης κώμης τῶν ὑπηρετούντων καὶ ὑπὸ τίνος εἰσῆκται ἕκαστος, καὶ ἐν ποίῳ βίῳ ἐστίν. Ἔχετε δὲ καὶ αὐτοὶ παρ᾿ ἑαυτοῖς τὴν ἀναγραφήν, ὥστε συγκρίνεσθαι τοῖς παρ᾿ ἡμῖν ἀποκειμένοις γράμμασι τὰ ὑμέτερα καὶ μηδενὶ ἐξεῖναι ἑαυτόν, ὅτε βούλεται, παρεγγράφειν. Οὕτω μέντοι μετὰ τὴν πρώτην ἐπινέμησιν, εἴ τινες ὑπὸ πρεσβυτέρου εἰσήχθησαν, ἐπὶ τοὺς λαϊκοὺς ἀπορριφθῶσιν, ἄνωθεν δὲ γένηται αὐτῶν παρ᾿ ὑμῶν ἐξέτασις, κἂν μὲν ἄξιοι ὦσι, τῇ ὑμετέρᾳ Ψήφῳ παραδεχθήτωσαν, ἐπεὶ καθαρίσατε τὴν Ἐκκλησίαν, τοὺς ἀναξίους αὐτῆς ἀπελαύνοντες. Καὶ τοῦ λοιποῦ, ἐξετάζετε μὲν τοὺς ἀξίους καὶ παραδέχεσθε, μὴ ἀριθμεῖτε δὲ πρὶν εἰς ἡμᾶς ἐπανενεγκεῖν ἢ γινώσκετε, ὅτι λαϊκὸς ἔσται ὁ ἄνευ ἡμετέρας γνώμης εἰς ὑπηρεσίαν παραδεχθείς.
Τὸ τοῦ πράγματος ἄτοπον, περὶ οὗ γράφω, διατί μὲν ὅλως ὑπωπτεύθη καὶ ἐλαλήθη, ὀδύνης ἐπλήρωσέ μου τὴν ψυχήν, τέως δὲ ἐφάνη μοι ἄπιστον. Τό οὖν περὶ αυτοῦ γράμμα, ὁ μὲν συνεγνωκὼς ἑαυτῷ, δεξάσθω ὡς ἴαμα, ὁ δὲ μὴ συνεγνωκώς, ὡς προφυλακτήριον, ὁ δὲ ἀδιάφορος, ὅπερ ἀπεύχομαι ἐφ᾿ ὑμῖν εὑρεθῆναι, ὡς διαμαρτυρίαν. Τί δέ ἐστιν ὃ λέγω; Φασί τινας ὑμῶν παρὰ τῶν χειροτονουμένων λαμβάνειν χρήματα, ἐπισκιάζειν δὲ ὀνόματι εὐσεβείας τοῦτο δὲ χεῖρον ἐστίν. Ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι ἀγαθοῦ ποιῇ, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἶποι τις, τῷ καλῷ συνεργῷ. Ταῦτα, λοιπὸν οὕτος ἔχει, τοῦ μὴ γινέσθω, ἀλλὰ διορθωθήτω, ἐπεὶ ἀνάγκη λέγειν πρὸς τὸν δεχόμενον τὸ ἀργύριον, ὅπερ ἐῤῥέθη παρὰ τῶν ἀποστόλων πρὸς τὸν θέλοντα δοῦναι, ἵνα Πνεύματος ἁγίου μέτουσίαν ὠνήσηται· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν. Κουφότερος γὰρ ὁ δι᾿ ἀπειρίαν ὠνήσασθαι θέλων ἢ ὁ πιπράσκων τὴν τοῦ Θεοῦ δωρεάν· πρᾶσις γὰρ ἐγένετο καὶ ὃ σὺ δωρεὰν ἔλαβες, ἐὰν πωλῇς, ὡσανεὶ πεπραμένος τῷ Σατανᾷ, ἀφαιρεθήσῃ τοῦ χαρίσματος, καπηλείαν γὰρ ἐπεισάγεις τοῖς πνευματικοῖς καὶ τῇ Ἐκκλησίᾳ, ἔνθα πεπιστεύμεθα σῶμα καὶ αἷμα Χριστοῦ. Ταῦτα οὕτω γίνεσθαι οὐ χρή, ὃ δέ ἐστι τὸ τέχνασμα λέγω. Νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ ἅμα λαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν· λαβεῖν δέ ἐστιν, ὁτεδήποτε τὸ λαβεῖν. Παρακαλῶ οὖν, ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν, ἀπόθεσθε καὶ μὴ τὰς χεῖρας μολύναντες τοιούτοις λήμμασιν ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν ἅγια μυστήρια. Σύγγνωτε δέ μοι, ὅτι πρῶτον μὲν ὡς ἀπιστήσας, εἶτα δὲ ὡς πεισθεὶς ἀπειλῶ. Εἴ τις μετὰ ταύτην μου τὴν ἐπιστολὴν πράξειέ τι τοιοῦτον, τῶν μὲν ἐνταῦθα θυσιαστηρίων ἀναχωρήσει, ζητήσει δὲ ἔνθα τὴν τοῦ Θεοῦ δωρεὰν ἀγοράζων μεταπωλεῖν δύναται. Ἡμεῖς γὰρ καὶ αἱ ἐκκλησίαι τοῦ Θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἓν δὲ προσθεὶς παύσομαι. Διὰ φυλαργυρίαν γίνεται ταῦτα, ἡ δὲ φιλαργυρία καὶ ῥίζα πάντων τῶν κακῶν ἐστι καὶ ὀνομάζεται εἰδωλολατρία. Μὴ οὖν τοῦ Χριστοῦ προτιμήσητε τὰ εἴδωλα διὰ μικρὸν ἀργύριον, μηδὲ πάλιν τὸν Ἰούδαν μιμήσησθε, λήμματι προδιδόντες δεύτερον τὸν ἅπαξ ὑπὲρ ἡμῶν σταυρωθέντα· ἐπεὶ καὶ τὰ χωρία καὶ αἱ χεῖρες τῶν τοὺς καρποὺς τούτους δεχομένων, ἀκελδαμὰ κληθήσονται.
Τῶν ἐν τῇ Ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων, τὰ μὲν ἐκ τῆς εγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέντα ἡμῖν ἐν μυστηρίῳ παρεδεξάμεθα. Ἅπερ ἀμφότερα τὴν αὐτὴν ἰσχὺν ἔχει πρὸς τὴν εὐσέβειαν καὶ τούτοις οὐδεὶς ἀντερεῖ, ὅστις γε κἂν κατὰ μικρὸν γοῦν θεσμῶν ἐκκλησιαστικῶν πεπείραται. Εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθῶν, ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν, παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες τὸ Εὐαγγέλιον, μᾶλλον δὲ εἰς ὄνομα ψιλὸν περιϊστῶντες τὸ κήρυγμα. Οἷον, ἵνα τοῦ πρώτου καὶ κοινοτάτου πρῶτον μνησθῶ, τῷ τύπῳ τοῦ Σταυροῦ τοὺς εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἠλπικότας κατασημαίνεσθαι, τίς ὁ διὰ γράμματος διδάξας; Τὸ πρὸς ἀνατολὰς τετράφθαι κατὰ τὴν προσευχήν, ποῖον ἡμᾶς ἐδίδαξεν γράμμα; Τὰ τῆς Ἐπικλήσεως ῥήματα ἐπὶ τῇ ἀναδείξει τοῦ ἄρτου τῆς εὐχαριστίας καὶ τοῦ ποτηρίου τῆς εὐλογίας, τίς τῶν ἁγίων ἐγγράφως ἡμῖν καταλέλοιπεν; Οὐ γὰρ δὴ τούτοις ἀρκούμεθα, ὧν ὁ ἀπόστολος ἤ τὸ Εὐαγγέλιον ἐπεμνήσθη, ἀλλὰ καὶ προλέγομεν καὶ ἐπιλέγομεν ἕτερα, ὡς μεγάλην ἔχοντα πρὸς τὸ μυστήριον τὴν ἰσχύν, ἐκ τῆς ἀγράφου διδασκαλίας παραλαβόντες. Εὐλογοῦμεν δὲ τὸ ὕδωρ τοῦ Βαπτίσματος, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ προσέτι αὐτὸν τὸν βαπτιζόμενον, ἀπὸ ποίων ἐγγράφων; Οὐκ ἀπὸ τῆς σιωπωμένης ὡς μυστικῆς παραδόσεως; Τίς δέ; αὐτὴν τοῦ ἐλαίου τὴν χρῖσιν, τίς λόγος γεγραμμένος ἐδίδαξε; Τὸ δὲ τρὶς βαπτίζεσθαι τὸν ἄνθρωπον, πόθεν; Ἀλλὰ καὶ ὅσα περὶ τὸ Βάπτισμα, ἀποτάσσεσθαι τῷ Σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐκ ποίας ἐστὶ Γραφῆς; Οὐκ ἐκ τῆς ἀδημοσιεύτου ταύτης καὶ ἀποῤῥήτου διδασκαλίας, ἣν ἐν ἀπολυπραγμονήτῳ καὶ ἀπεριεργάστῳ σιγῇ οἱ Πατέρες ἡμῶν ἐφύλαξαν, καλῶς ἐκεῖνο δεδιδαγμένοι, τῶν μυστηρίων τὸ σεμνὸν σιωπῇ διασῴζεσθαι; Ἃ γὰρ οὐδὲ ἐποπτεύειν ἔξεστι τοῖς ἀμυήτοις, τούτων πῶς ἂν ἦν εἰκὸς τὴν διδασκαλίαν θριαμβείειν ἐν γράμμασι; (καὶ μεθ᾿ ἕτερα) Οὗτος ὁ λόγος τῆς τῶν ἀγράφων παραδόσεως, ὡς μὴ καταμελετηθεῖσαν τῶν δογμάτων τὴν γνῶσιν, εὐκαταφρόνητον τοῖς πολλοῖς γενέσθαι διὰ συνήθειαν. Ἄλλο γὰρ δόγμα καὶ ἄλλο κήρυγμα. Τὰ μὲν γὰρ δόγματα σιωπᾶται, τὰ δὲ κηρύγματα δημοσιεύεται. Σιωπῆς δὲ εἶδος καὶ ἡ ἀσάφεια, ᾗ κέχρηται ἡ Γραφή, δυσθεώρητον κατασκευάζουσα τῶν ὅογμάτων τὸν νοῦν, πρὸς τὸ τῶν ἐντυγχανόντων λυσιτελές. Τούτου χάριν πάντες μὲν ὁρῶμεν κατ᾽ ἀνατολὰς ἐπὶ τῶν προσευχῶν, ὀλίγοι δὲ ἴσμεν, ὅτι τὴν ἀρχαίαν ἐπιζητοῦμεν πατρίδα τὸν παράδεισον, ὃν ἐφύτευσεν ὁ Θεὸς ἐν Ἐδὲμ κατὰ ἀνατολάς. Καὶ ὀρθοὶ μὲν πληροῦμεν τὰς εὐχὰς ἐν τῇ μιᾷ τοῦ σαββάτου, τὸν δὲ λόγον οὐ πάντες οἴδαμεν. Οὐ γὰρ μόνον ὡς συναναστάντες Χριστῷ καὶ τὰ ἄνω ζητεῖν ὀφείλοντες, ἐν τῇ ἀναστασίμῳ ἡμέρᾳ τῆς δεδομένης ἡμῖν χάριτος διὰ τῆς κατὰ τὴν προσευχὴν στάσεως ἑαυτοὺς ὑπομιμνῄσκομεν, ἀλλ᾿ ὅτι δοκεῖ πως τοῦ προσδοκωμένου αἰῶνος εἶναι εἰκών. Διὸ καὶ ἀρχὴ οὖσα ἡμερῶν, οὐχὶ πρώτη παρὰ Μωϋσέως, ἀλλὰ μία ὀνόμασται· Ἐγένετο γάρ, φησίν, ἑσπέρα καὶ ἐγένετο πρωὶ ἡμέρα μία, ὡς τῆς αὐτῆς ἀνακυκλουμένης πολλάκις. Καὶ μία τοίνυν ἡ αὐτή, καὶ ὀγδόη, τὴν μίαν ὄντως ἐκείνην καὶ ἀληθινὴν ὀγδόην, ἧς καὶ ὁ Ψαλμῳδὸς ἓν τισιν ἐπιγραφαῖς τῶν ψαλμῶν ἐπεμνήσθη, δι᾿ ἑαυτῆς ἐμφανίζουσα τὴν μετὰ τὸν χρόνον τοῦτον κατάστασιν, τὴν ἄπαυστον ἡμέραν, τὴν ἀνέσπερον, τὴν ἀδιάδοχον, τὸν ἄληκτον ἐκεῖνον καὶ ἀγήρω αἰῶνα. Ἀναγκαίως οὖν τὰς ἐν αὐτῇ προσευχὰς ἐστῶτας ἀποπληροῦν τοὺς ἑαυτῆς τροφίμους ἡ Ἐκκλησία παιδεύει, ἵνα τῇ συνεχεῖ ὑπομνήσει τῆς ἀτελευτήτου ζωῆς τῶν πρὸς τὴν μετάστασιν ἐκείνην ἐφοδίων μὴ ἀμελῶμεν. Καὶ πᾶσα δὲ ἡ Πεντηκοστὴ τῆς ἐν τῷ αἰῶνι προσδοκωμένης ἀναστάσεώς ἐστιν ὑπόμνημα, ἡ γὰρ μία ἐκείνη καὶ πρώτη ἡμέρα, ἑπτάκις ἑπταπλασιασθεῖσα, τὰς ἑπτὰ τῆς ἱερᾶς Πεντηκοστῆς ἑβδομάδας ἀποτελεῖ. Ἐκ πρώτης γὰρ ἀρχομένη, εἰς τὴν αὐτὴν καταλήγει, δι᾽ ὁμοίων τῶν ἐν τῷ μέσῳ ἐξελιττομένη πεντηκοντάκις. Διὸ καὶ αἰῶνα μιμεῖται τῇ ὁμοιότητι, ὥσπερ ἐν κυκλικῇ κινήσει ἀπὸ τῶν αὐτῶν ἀρχομένη σημείων καὶ εἰς τὰ αὐτὰ καταλήγουσα· ἐν ᾗ τὸ ὄρθιον σχῆμα τῆς προσευχῆς προτιμᾶν οἱ θεσμοὶ τῆς Ἐκκλησίας ἡμᾶς ἐξεπαίδευσαν, ἐκ τῆς ἐναργοῦς ὑπομνήσεως οἱονεὶ μετοικίζοντες ἡμῶν τὸν νοῦν απὸ τῶν παρόντων ἐπὶ τὰ μέλλοντα. Καὶ καθ᾿ ἑκάστην δὲ γονυκλισίαν καὶ διανάστασιν ἔργῳ δείκνυμεν, ὅτι διὰ τῆς ἁμαρτίας εἰς γῆν κατεῤῥύημεν καὶ διὰ τῆς φιλανθρωπίας τοῦ κτίσαντος ἡμᾶς εἰς οὐρανὸν ἀνεκλήθημεν. Ἐπιλείψει με ἡ ἡμέρα τὰ ἄγραφα τῆς Ἐκκλησίας μυστήρια διηγούμενον. Ἐῶ τ᾿ ἄλλα, αὐτὴν δὲ τὴν ὁμολογίαν τῆς πίστεως, πιστεύειν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἐκ ποίων γραμμάτων ἔχομεν; Εἰ μὲν γὰρ ἐκ τῆς τοῦ Βαπτίσματος παραδόσεως, κατὰ τὸ τῆς εὐσεβείας ἀκόλουθον, ὡς βαπτιζόμεθα, οὕτω καὶ πιστεύειν ὀφείλοντες, ὁμοίαν τῷ Βαπτίσματι τὴν ὁμολογίαν κατατιθέμεθα, συγχωρησάτωσαν ἡμῖν ἐκ τῆς αὐτῆς ἀκολουθίας, ὁμοίαν τῇ πίστει τὴν δόξαν ἀποδιδόναι. Εἰ δὲ τὸν τρόπον τῆς δοξολογίας ὡς ἄγραφον παραιτοῦνται, δότωσαν ἡμῖν τῆς τε κατὰ τὴν πίστιν ὁμολογίας καὶ τῶν λοιπῶν, ὧν ἀπηριθμησάμεθα, ἐγγράφους τὰς ἀποδείξεις. Εἶτα τοσούτων ὄντων ἀγράφων καὶ τοσαύτην ἐχόντων ἰσχὺν εἰς τὸ τῆς εὐσεβείας μυστήριον, μίαν λέξιν ἡμῖν ἐκ Πατέρων εἰς ἡμᾶς ἐλθοῦσαν οὐ συγχωρήσουσιν, ἣν ἡμεῖς ἐκ τῆς ἀνεπιτηδεύτου συνηθείας τοῖς ἀδιαστρόφοις τῶν ἐκκλησιῶν ἐναπομείνασαν εὕρομεν, οὐ μικρὸν τὸν λόγον ἔχουσαν, οὐδὲ βραχεῖαν συντέλειαν εἰς τὴν τοῦ μυστηρίου δύναμιν εἰσφερομένην;
Πρός γε μὴν τὸ ἀμάρτυρον καὶ ἄγραφον εἶναι τὴν σὺν τῷ Πνεύματι δοξολογίαν, ἐκεῖνο λέγομεν, ὅτι εἰ μὲν μηδὲν ἕτερον ἄγραφον, μηδὲ τοῦτο παραδεχθήτω, εἰ δὲ τὰ πλεῖστα τῶν μυστικῶν ἀγράφως ἡμῖν ἐμπολιτεύεται, μετὰ πολλῶν ἑτέρων καὶ τοῦτο καταδεξώμεθα. Ἀποστολικὸν δὲ οἶμαι καὶ τὸ ταῖς ἀγράφοις παραδόσεσι παραμένειν· ἐπαινῶ γὰρ φησίν, ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε, καὶ τὸ· κρατεῖτε τὰς παραδόσεις, ἃς παρελάβετε εἴτε διὰ λόγου, εἴτε δι᾿ ἐπιστολῆς, ὧν μάλιστα μία ἐστὶ καὶ ἡ παροῦσα αὕτη, ἣν οἱ ἐξ ἀρχῆς διαταξάμενοι παραδιδόντες τοῖς ἐφεξῆς, συμπροϊούσης ἀεὶ τῷ χρόνῳ τῆς χρήσεως, διὰ μακρᾶς τῆς συνηθείας ταῖς ἐκκλησίαις ἐγκατερρίζωσαν. Ἃρ᾿ οὖν, εἰ ὡς ἐν δικαστηρίῳ τῆς διὰ τῶν ἐγγράφων ἀποδείξεως ἀποροῦντες, μαρτύρων ὑμῖν πλῆθος παρεστησάμεθα, οὐκ ἂν τῆς ἀφιείσης παρ᾿ ἡμῶν ψήφου τύχοιμεν; Ἐγὼ μὲν οὕτως οἶμαι· Ἐπὶ στόματος γὰρ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Εἰ δὲ καὶ τὸν πολὺν χρόνον πρὸς ἡμῶν ὄντα ἐναργῶς ὑμῖν ἐπεδείκνυμεν, οὐκ ἂν ἐδόξαμεν ὑμῖν εἰκότα λέγειν, μὴ εἶναι καθ᾿ ἡμῶν τὴν δίκην εἰσαγώγιμον ταύτην; Δυσωπητικὰ γάρ πως τὰ παλαιὰ τῶν δογμάτων, οἱονεὶ πολιᾷ τινι τῇ ἀρχαιότητι τὸ αἰδέσιμον ἔχοντα.
Τί πεπόνθαμεν δεινόν, εἰ μὴ τάχα τοῦτο λυπηρόν, ὅτι μη δὲν πεπόνθαμεν, μηδὲ ἐνομίσθημεν ἄξιοι τῶν ὑπὲρ Χριστοῦ παθημάτων; Εἰ δὲ ὅτι δεινὰ κατέχει τὸν οἶκον τῆς προσευχῆς, ὑμεῖς δὲ ἐν τῷ ὑπαίθρῳ προσκυνεῖτε τὸν οὐρανοῦ καὶ γῆς ποιητήν, τοῦτο ἡμᾶς ἀνιᾷ. Ἐνθυμήθητε ὅτι οἱ μὲν ἕνδεκα μαθηταὶ ἐν τῷ ὑπερῴῳ ἦσαν ἀποκεκλεισμένοι, οἱ δὲ σταυρώσαντες τὸν Κύριον ἐν τῷ περιβοήτῳ ναῷ τὴν ἰουδαϊκὴν λατρείαν ἐπλήρουν. Ἰούδας γάρ, τὸν δι᾿ ἀγχόνης θάνατον τοῦ μετ᾿ αἰσχύνης ζῆν προτιμήσας, ἔδειξε τάχα τῶν νῦν ἀπερυθριασἁντων πρὸς πᾶσαν ἀνθρώπων κατάγνωσιν καὶ διὰ τοῦτο ἀναιδῶς πρὸς τὰ αἰσχρὰ διακειμένων, ἑαυτὸν αἱρετώτερον. Μόνον μὴ ἐξαπατηθῆτε ταῖς ψευδολογίαις αὐτῶν, ἐπαγγελλομένων ὀρθότητα πίστεως. Χριστέμποροι γὰρ οἱ τοιοῦτοι καὶ οὐχὶ χριστιανοὶ, τὸ ἀεὶ κατὰ τὸν βίον αὐτοῖς λυσιτελοῦν τοῦ κατὰ ἀλήθειαν ζῆν προτιμῶντες. Ὅτε ἐνόμισαν κτᾶσθαι τὴν κενὴν ταύτην ἀρχὴν προσέθεντο τοῖς ἐχθροῖς τοῦ Θεοῦ· ὅτε εἶδον τοὺς λαοὺς ἀγριαίνοντας, σχηματίζονται πάλιν τὴν ὀρθότητα. Οὐκ οἶδα εἰ ἐπίσκοποι εἶεν, μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν προβεβλημένον. Αὕτη ἐστὶν ἡ ἐμὴ κρίσις, ὑμεῖς δέ, εἴ τινα ἔχετε μεθ᾿ ἡμῶν μερίδα, τὰ αὐτὰ ἡμῖν φρονήσετε δηλονότι, εἰ δὲ ἀφ᾿ ἑαυτῶν βουλεύεσθε, τῆς ἰδίας γνώμης ἐστὶν ἕκαστος κύριος· ἡμεῖς ἀθῷοι ἀπὸ τοῦ αἵματος τούτου.
Τὸ κοινωνεῖν καθ᾿ ἑκάστην ἡμέραν καὶ μεταλαμβάνειν τῶν θείων μυστηρίων καλὸν καὶ ἐπωφελές, αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον. Ἡμεῖς μέντοι τέταρτον καθ᾿ ἑκάστην ἑβδομάδα κοινωνοῦμεν, τῇ Κυριακῇ, τῇ τετράδι, τῇ παρασκευῇ καὶ τῷ σαββάτῳ, καὶ ἐν ταῖς ἄλλαις ἡμέραις, ἐὰν ᾖ μνήμη ἁγίου τινός. Τὸ δὲ ἐν τοῖς τοῦ διωγμοῦ καιροῖς ἀναγκάζεσθαί τινα, μὴ παρόντος ἱερέως ἢ λειτουργοῦ, τὴν κοινωνίαν ἰδίᾳ χειρὶ λαμβάνειν, μηδαμῶς εἶναι βαρύ, περιττόν ἐστιν ἀποδεικνύναι, διὰ τὸ καὶ τὴν μακρὰν συνήθειαν τοῦτο δι᾽ αὐτῶν τῶν πραγμάτων πιστώσασθαι. Πάντες γὰρ οἱ κατὰ τὰς ἐρήμους σχολάζοντες, ἔνθα μή ἐστιν ἱερεύς, κοινωνίαν οἴκοι κατέχοντες ἀφ᾿ ἑαυτῶν μεταλαμβάνουσιν. Ἐν Ἀλεξανδρείᾳ δὲ καὶ ἐν Αἰγύπτῳ ἕκαστος καὶ τῶν ἐν λαῷ τελούντων ὡς ἐπὶ τὸ πλεῖστον ἔχει κοινωνίαν ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ὅτε βούλεται μεταλαμβάνει δι᾿ ἑαυτοῦ. Ἅπαξ γὰρ τοῦ ἱερέως τὴν θυσίαν τελειώσαντος καὶ δεδωκότος, ὁ λαβὼν αὐτὴν καὶ μεταλαμβάνων, ὡς παρὰ τοῦ ἱερέως μεταλαμβάνειν πιστεύειν ὀφείλει. Καὶ γὰρ καὶ νῦν τῇ ἐκκλησίᾳ, ὁ ἱερεὺς ἐπιδίδωσι τὴν μερίδα, καὶ κατέχει αὐτὴν ὁ ὑποδεξάμενος μετ᾿ ἐξουσίας ἁπάσης, καὶ οὕτω προσάγει τῷ στόματι τῇ ἰδίᾳ χειρί. Ταὐτὸν οὖν ἐστι τῇ δυνάμει, εἴτε μίαν μερίδα δέξεταί τις παρὰ τοῦ ἱερέως, εἴτε πολλὰς μερίδας ὁμοῦ.
Σπούδασον, ὦ ἱερεῦ, σαὐτὸν παραστῆσαι ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Μηδέποτε στῇς εἰς σύναξιν, ἔχθραν ἔχων κατά τινος, ἵνα μὴ φυγαδεύσῃς τὸν Παράκλητον ἐν ἡμέρᾳ συνάξεως. Μὴ δικάζου, μὴ φιλονείκει, ἀλλ᾿ ἐν τῇ ἐκκλησίᾳ μένων προσεύχου καὶ ἀναγίνωσκε μέχρι τῆς ὥρας, ἐν ᾗ δεῖ σε τελέσαι τὴν θείαν μυσταγωγίαν. Καὶ οὕτω παράστηθι ἐν κατανύξει καὶ καθαρᾷ καρδίᾳ τῷ ἁγίῳ θυσιαστηρίῳ, μὴ περιβλέπων ἔνθεν κἀκεῖθεν, αλλὰ φρίκῃ καὶ φόβῳ παριστάμενος τῷ ἐπουρανίῳ βασιλεῖ. Μὴ διὰ θεραπείαν ἀνθρωπίνην ἐπισπεύσῃς τὰς εὐχὰς ἢ συντέμῃς, μηδὲ λάβῃς πρόσωπον ἀνθρώπου, ἀλλ᾿ ὅρα πρὸς μόνον τὸν προκείμενον βασιλέα καὶ τὰς παρεστώσας κύκλῳ δυνάμεις. Ἄξιον σαυτὸν ποίησον τῶν ἱερῶν κανόνων. Μὴ συλλειτούργει οἷς ἀπηγόρευται. Βλέπε τίνι παρέστηκας, πῶς ἱερουργεῖς, καὶ τίσι μεταδίδως. Μὴ ἐπιλάθῃ τῆς δεσποτικῆς ἐντολῆς καὶ τῆς τῶν ἁγίων ἀποστόλων· Μὴ δότε γάρ, φησί, τὰ ἅγια τοῖς κυσί, καὶ τοὺς μαργαρίτας μὴ βάλητε ἔμπροσθεν τῶν χοίρων. Βλέπετε τοὺς κύνας, καὶ τὰ εξῆς. Ὅρα μὴ πτοηθῇς ἄνθρωπον εἰς πτῶσίν σου. Μὴ παραδῶς τὸν Υἱὸν τοῦ Θεοῦ εἰς χεῖρας ἀναξίων. Μὴ ἐντραπῇς τινὰ τῶν ἐνδόξων τῆς γῆς, μηδ᾿ αὐτὸν τὸν τὸ διάδημα περικείμενον, ἐν τῇ ὥρᾳ ἐκείνῃ. Τοῖς δὲ τῆς θείας μεταλήψεως ἀξίοις μεταδίδου δωρεάν, ὡς καὶ αὐτὸς ἔλαβες. Οἷς οἱ θεῖοι κανόνες οὐκ ἐπιτρέπουσι, μὴ μεταδίδου, ὡς ἐθνικοὶ γὰρ ἐλογίσθησαν· καὶ ἐὰν μὴ ἐπιστρέψωσιν, οὐαὶ καὶ αὐτῖς καὶ τοῖς μεταδιδοῦσιν αὐτοῖς. Ὅρα, ἐγὼ πρᾶγμα οὐκ ἔχω, σὺ ὄψει, μὴ ἐξ ἀμελείας σῆς, μῦς ἢ ἄλλο τι ἅψηται τῶν θείων μυστηρίων, μηδὲ νοτισθῶσιν ἢ καπνισθῶσιν ἢ χειρισθῶσιν ὑπὸ ἀνιέρων καὶ ἀναξίων. Ταῦτα καὶ τὰ τοιαῦτα φυλάσσων, καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
Ἐὰν παιδίον κατηχούμενον, ὡς ἐτῶν ἑπτά, ἢ ἄνθρωπος τέλειος, εὐκαιρήσῃ που προσφορᾶς γινομένης καὶ ἀγνοῶν μεταλάβῃ, τί ὀφείλει γίγνεσθαι περὶ αὐτοῦ; Ἀπόκρισις. Φωτισθῆναι ὀφείλει, παρὰ Θεοῦ γὰρ κέκληται.
Ἐὰν δαιμονιζόμενος κατηχούμενος ᾖ καὶ θελήσῃ οὗτος ἢ οἱ ἴδιοι αὐτοῦ, ἵνα λάβῃ τὸ ἅγιον βάπτισμα, εἰ ὀφείλει λαβεῖν ἢ οὔ, καὶ μάλιστα ἐὰν περὶ τὸν θάνατον ἐστίν; Ἀπόκρισις. Ἐὰν ὁ δαιμονιζόμενος μὴ καθαρισθῇ ἀπὸ τοῦ ἀκαθάρτου πνεύματος, οὐ δύναται λαβεῖν τὸ ἅγιον βάπτισμα· περὶ δὲ τὴν ἔξοδον βαπτίζεται.
Ἐὰν πιστός τις ὢν δαιμονίζηται, εἰ ὀφείλει μεταλαμβάνειν τῶν ἁγίων μυστηρίων ἤ οὔ; Ἀπόκρισις. Ἐὰν μὴ ἐξαγορεύῃ τὸ μυστήριον, μήτε ἄλλως πως βλασφημῇ, μεταλαμβανέτω, μὴ μέν τοι καθ᾿ ἑκάστην· ἀρκεῖ γὰρ αὐτῷ κατὰ Κυριακὴν μόνον.
Ἐάν τις κατηχούμενος ὤν, ἀσθενῶν γένηται ἐκφρενὴς καὶ μὴ δύνηται ἑαυτῷ ὁμολογῆσαι τὴν πίστιν, καὶ παρακαλῶσιν οἱ ἴδιοι αὐτοῦ, ἵνα λάβῃ τὸ ἅγιον βάπτισμα ἕως ζῇ, εἰ ὀφείλει λαβεῖν ἢ οὔ; Ἀπόκρισις. Ὀφείλει λαβεῖν, ἐὰν μὴ ὑπὸ πνεύματος ἀκαθάρτου πειράζηται.
Ἐὰν γυνὴ συγγένηται μετὰ τοῦ ἀνδρὸς αὐτῆς τὴν νύκτα, ἢ ἀνὴρ μετὰ τῆς γυναικός, καὶ γένηται σύναξις, εἰ ὀφείλουσι μεταλαβεῖν ἢ οὔ; Ἄπόκρισις. Οὐκ ὀφείλουσι, τοῦ ἀποστόλου βοῶντος· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζηται τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.
Ἐὰν γυνὴ κατηχουμένη δέδωκε τὸ ὄνομα αὑτῆς, ἵνα φωτισθῇ, καὶ περὶ τὴν ἡμέραν τοῦ βαπτίσματος γέγονεν αὐτῇ τὰ κατ᾿ ἔθος τῶν γυναικῶν, εἰ ὀφείλει φωτισθῆναι αὐτῇ τῇ ἡμέρᾳ ἢ ὑπερθέσθαι, καὶ πόσον ὑπερθέσθαι; Ἀπόκρισις. Ὑπερθέσθαι ὀφείλει ἕως οὗ καθαρισθῇ.
Ἐὰν γυνὴ ἴδῃ τὰ κατ᾿ ἔθος τῶν γυναικείων αὐτῆς, εἰ ὀφείλει προσέρχεσθαι τοῖς μυστηρίοις αὐτῇ τῇ ἡμέρᾳ ἢ οὔ; Ἀπόκρισις. Οὐκ ὀφείλει ἕως οὗ καθαρισθῇ.
Γυνή, ἐὰν γεννήσῃ τὸ Πάσχα, εἰ ὀφείλει νηστεῦσαι καὶ μὴ πιεῖν οἶνον ἢ ἀπολύεται τῆς νηστείας καὶ τοῦ μὴ πιεῖν οἶνον διὰ τὸ γεννῆσαι; Ἀπόκρισις. Ἡ νηστεία ἐπενοήθη διὰ τὸ τὸ σῶμα ταπεινῶσαι. Εἰ οὖν τὸ σῶμα ἐν ταπεινώσει ἐστὶ καὶ ἀσθενείᾳ, ὀφείλει μεταλαβεῖν, καθὼς βούλεται καὶ δύναται βαστάσαι τροφῆς καὶ ποτοῦ.
Εἰ ὀφείλει κληρικὸς εὔχεσθαι παρόντων Ἀρειανῶν ἢ ἄλλων αἱρετικῶν, ἢ εἰ οὐδὲν αὐτὸν βλάπτει ὁπόταν αὐτὸς ποιῇ τὴν εὐχήν, ἤγουν τὴν προσφοράν; Ἀπόκρισις. Ἐν τῇ θείᾳ ἀναφορᾷ ὁ διάκονος προσφωνεῖ πρὸ τοῦ ἀσπασμοῦ· Οἱ ἀκοινώνητοι περιπατήσατε. Οὐκ ὀφείλουσιν οὖν παρεῖναι, εἰ μὴ ἂν ἐπαγγέλωνται μετανοεῖν καὶ ἐκφεύγειν τὴν αἵρεσιν.
Ἐάν τις ᾖ ἀσθενῶν καὶ ἐκτακεὶς πάνυ ἀπὸ τῆς πολλῆς ἀσθενείας καὶ ἔλθῃ τὸ ἅγιον Πάσχα, εἰ πάντως ὀφείλει νηστεῦσαι ἢ ἀπολύει αὐτὸν ὁ κληρικὸς λαμβάνειν ὃ δύναται, ἢ καὶ ἔλαιον καὶ οἶνον, διὰ τὴν πολλὴν αὐτοῦ ἀσθένειαν; Ἀπόκρισις. Ἀπολύεσθαι ὀφείλει μεταλαμβάνειν καὶ τῆς τροφῆς καὶ τοῦ ποτοῦ ὁ ἀσθενῶν, πρὸς ὃ δύναται βαστάσαι, τὸ γὰρ μεταλαμβάνειν ἐλαίου τὸν ἅπαξ ἐκτακέντα, δίκαιον ἐστίν.
Ἐάν τις καλέσῃ κληρικὸν εἰς τὸ ζεῦξαι γάμον, ἀκούσῃ δὲ τὸν γάμον παράνομον ἢ θειογαμίαν ἢ γοῦν ἀδελφὴν τελευτησάσης γυναικὸς τὴν μέλλουσαν ζεύγνυσθαι, εἰ ὀφείλει ἀκολουθῆσαι ὁ κληρικὸς ἤ προσφορὰν ποιῆσαι; Ἀπόκρισις. Ἅπαξ εἴπατε, ἐὰν ἀκούσῃ ὁ κληρικὸς τὸν γάμον παράνομον, εἰ οὖν ὁ γάμος παράνομός ἐστιν, οὐκ ὀφείλει ὁ κληρικὸς κοινωνεῖν ἁμαρτίαις ἀλλοτρίαις.
Ἐὰν ὀνειρασθεὶς ὁ λαϊκὸς ἐρωτήσῃ κληρικόν, εἰ ὀφείλει ἐπιτρέψαι αὐτῷ κοινωνῆσαι ἦ οὔ; Ἀπόκρισις. Εἰ μὲν ὑπόκειται ἐπιθυμίᾳ γυναικός, οὐκ ὀφείλει, εἰ δὲ ὁ σατανᾶς πειράζει αὐτόν, ἵνα διὰ τῆς προφάσεως ταύτης ἀλλοτριῶται τῆς κοινωνίας τῶν θείων μυστηρίων, ὀφείλει κοινωνῆσαι, ἐπεὶ οὐ παύσεται ὁ πειράζων κατ᾿ ἐκεῖνον τὸν καιρόν, ὅτε ὀφείλει κοινωνεῖν, ἐκτιθέμενος αὐτῷ.
Τοῖς ζευγνυμένοις εἰς γάμου κοινωνίαν, περὶ ποίων ἡμερῶν τῆς ἑβδομάδος παρατίθεσθαι χρὴ ἀπέχεσθαι τῆς πρὸς ἀλλήλους κοινωνίας, καὶ ποίας ἔχειν ἐπ᾿ ἐξουσίας; Ἀπόκρισις. Ὅ προείρηκα καὶ νῦν λέγω. Ὁ ἀπόστολος λέγει· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζητε τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. Ἐξ ἀνάγκης δὲ τὸ Σάββατον καὶ τὴν Κυριακὴν ἀπέχεσθαι δεῖ, διὰ τὸ ἐν αὐταῖς τὴν πνευματικὴν θυσίαν ἀναφέρεσθαι τῷ Κυρίῳ.
Ἐάν τις μὴ ἔχων ἑαυτὸν χειρίσηται ἢ κρημνίσῃ ἑαυτόν, εἰ γίνεται προσφορὰ ὑπὲρ αὐτοῦ ἢ οὔ; Ἀπόκρισις. Ὑπὲρ αὐτοῦ διακρίναι ὀφείλει ὁ κληρικός, εἰ τὸ ἀληθὲς ἐκφρενὴς ὢν πεποίηκε τοῦτο. Πολλάκις γὰρ οἱ διαφέροντες τῷ πεπονθότι, θέλοντες ἐπιτυχεῖν τῆς προσφορᾶς καὶ τῆς ὑπὲρ αὐτοῦ εὐχῆς, καταψεύδονται καὶ λέγουσιν, ὅτι οὐκ εἶχεν έαυτόν. Ἐνίοτε δὲ ἀπὸ ἐπηρείας ἀνθρώπων ἢ ἄλλως πως ἀπὸ ὀλιγωρίας πεποίηκε τοῦτο, καὶ οὐ χρὴ προσφορὰν ἐπάνω αὐτοῦ γενέσθαι, αὐτοφονευτὴς γὰρ ἑαυτοῦ ἐστι. Δεῖ οὖν πάντως τὸν κληρικὸν μετ᾿ ἀκριβείας ἐρευνῆσαι, ἵνα μὴ ὑπὸ κρῖμα πέσῃ.
Ἐάν τινος γυνὴ πνευματιᾷ, ὥστε καὶ σίδηρα φορεῖν, ὁ δὲ ἀνὴρ λέγει ὅτι οὐ δύναμαι ἐγκατεύεσθαι καὶ θέλει λαβεῖν ἄλλην, εἰ ὀφείλει λαβεῖν ἐτέραν ἢ οὔ; Ἀπόκρισις. Μοιχεία μεσολαβεῖ τῷ πράγματι, καὶ περὶ τούτου τὶ ἀποκρίνασθαι οὐκ ἔχω, οὐδὲ ἐφευρίσκω, κατὰ δὲ πνευματικὴν ἀπόφασιν, οὐκ ὀφείλει.
Ἐὰν νηστεύων τις ἐπὶ τῷ κοινωνῆσαι, νιπτόμενος τὸ στόμα ἢ ἐν τῷ βαλανείῳ κατέπιεν ὕδωρ, μὴ θέλων, εἰ ὀφείλει κοινωνῆσαι; Ἀπόκρισις. Ναί, ἐπεὶ εὑρὼν ὁ σατανᾶς ἀφορμὴν τοῦ κωλύειν αὐτὸν τῆς κοινωνίας, συχνότερον τοῦτο ποιήσει.
Συχνῶς ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ μὴ ποιοῦντες, ἆρα ὑπὸ κατάκρισιν ἐσμέν; Ἀπόκρισις. Εἰ καὶ μὴ ποιοῦμεν, ἀλλ᾿ οὐκ ἐνδέχεται μὴ μέμφεσθαι ἑαυτούς ὅτι ἀκούοντες παρακούομεν, μέρος δὲ σωτηρίας ἐστὶ καὶ τὸ μέμφεσθαι ἑαυτούς.
Ἐκ ποίας κείρας κρίνονται παρὰ Θεοῦ τὰ ἁμαρτήματα; Ἀπόκρισις. Πρὸς τὴν γνῶσιν καὶ τὴν φρόνησιν ἑκάστου, οἱ μὲν ἀπὸ δεκαετοῦς κείρας, οἱ δὲ καὶ μείζονος.
Ὄφρα δὲ μὴ ξείνῃσι νόον κλέπτοιο βίβλοισι, πολλαὶ γὰρ τελέθουσι παρέγγραπτοι κακότητες, δέχνυσο τοῦτον ἐμοῖο τὸν ἔγκριτον, ὦ φίλ᾿ ἀριθμόν. Ἱστορικαὶ μὲν ἔασι βίβλοι δυοκαίδεκα πᾶσαι) τῆς ἀρχαιοτέρας ἑβραϊκῆς σοφίης. Πρωτίστη Γένεσις· εἶτα Ἔξοδος, Λευϊτικόν τε· ἔπειτ᾿ Ἀριθμοί· εἶτα Δεύτερος νόμος· ἔπειτ᾿ Ἰησοῦς, καὶ Κριταί· Ῥούθ, ὀγδόη· Ἡ δ᾿ ἐνάτη δεκάτη τε βίβλοι, πράξεις Βασιλήων, καὶ Παραλειπόμεναι· ἔσχατον Ἔσδραν ἔχεις. Αἱ δὲ στιχηραὶ πέντε, ὧν πρῶτός γ᾿ Ἰώβ· ἔπειτα Δαυίδ, εἶτα τρεῖς Σολομώντειαι, Ἐκκλησιαστής, ᾎσμα, καὶ Παροιμίαι· καὶ πένθ᾿ ὁμοίως Πνεύματος προφητικοῦ. Μίαν μέν εἰσίν ἐς γραφήν οἱ δώδεκα, Ὠσηέ, κ᾿ Ἀμώς, καὶ Μιχαίας ὁ τρίτος· ἔπειτ᾿ Ἰωήλ, εἶτ᾿ Ἰωνᾶς, Ἀβδίας, Ναούμ τε, Ἀββακούμ τε καὶ Σοφονίας, Ἀγγαῖος, εἶτᾳ Ζαχαρίας, καὶ Μαλαχίας. Μία μὲν οἵδε· δευτέρα δ᾿ Ἡσαΐας Ἔπειθ᾿ ὁ κληθεὶς Ἱερεμίας ἐκ βρέφους· εἶτ᾿ Ἰεζεκιήλ, καὶ Δανιήλου χάρις. Ἀρχαίας μὲν ἔθηκα δύω καὶ εἴκοσι βίβλους, τοῖς τῶν Ἑβραίων γράμμασιν ἀντιθέτους. Ἤδη δ᾿ ἀρίθμει καὶ νέου μυστηρίου· Ματθαῖος μὲν ἔγραψεν Ἑβραίοις θαύματα Χριστοῦ Μᾶρκος· δ᾿ Ἰταλίῃ, Λουκᾶς Ἀχαϊάδι· πᾶσι δ᾿ Ἰωάννης κήρυξ μέγας, οὐρανοφοίτης· ἔπειτα Πράξεις τῶν σοφῶν Ἀποστόλων. Δέκα δὲ Παύλου τέσσαρές τ᾿ ἐπιστολαί· ἑπτὰ δὲ καθολικαί, ὧν, Ἰακώβου μία, δύω δὲ Πέτρου, τρεῖς δ᾿ Ἰωάννου πάλιν· Ἰούδα δ᾿ ἐστὶν ἑβδόμη· πάσας ἔχεις. Ἐν δὲ τούτων ἐκτός, οὐκ ἐν γνησίαις.
Πλὴν ἀλλ᾿ ἐκεῖνο προσμαθεῖν μάλιστά σοι προσῆκον. Οὐχ ἅπασα βίβλος ἀσφαλής, Ἡ σεμνὸν ὄνομα τῆς Γραφῆς κεκτημένη. Εἰσί γάρ εἰσιν ἔσθ᾿ ὅτε ψευδώνυμοι Βίβλοι, τινὲς μὲν ἔμμεσοι καὶ γείτονες, Ὡς ἄν τις εἴποι, τῶν ἀληθείας λόγων· Αἱ δ᾿ ἄρα νόθοι τε καὶ λίαν ἐπισφαλεῖς, Ὥσπερ παράσημα καὶ νόθα νομίσματα, Ἅ βασιλέως μὲν τὴν ἐπιγραφὴν ἔχει, Κίβδηλα δ᾿ ἐστί, ταῖς ὕλαις δολούμενα. Τούτου χάριν σοι τῶν θεοπνεύστων ἐρῶ Βίβλον ἑκάστην. Ὡς δ᾽ ἂν εὐκρινῶς μάθῃς, Τὰς τῆς Παλαιᾶς πρῶτα Διαθήκης ἐρῶ. Ἡ Πεντάτευχος τὴν κτίσιν, εἶτ᾿ Ἔξοδον, Λευϊτικόν τε τὴν μέσην ἔχει βίβλον· μεθ᾿ ἣν Ἀριθμούς, εἶτα Δευτερονόμιον. Τούτοις Ἰησοῦν προστίθει καὶ τοὺς Κριτάς· Ἔπειτα τὴν Ρούθ, Βασιλειῶν τε τέσσαρας Βίβλους· Παραλειπομένων δέ γε δύω Βίβλοι· Ἔσδρας ἐπ᾽ αὐταῖς πρῶτος, εἶθ᾿ ὁ δεύτερος. Ἑξῆς στιχηρὰς πέντε σοι Βίβλους ἐρῶ· Στεφθέντα τ᾿ ἄθλοις ποικίλων παθῶν Ἰώβ, Ψαλμῶν τε βίβλον, ἐμμελες ψυχῶν ἄκος· Τρεῖς δ᾿ αὖ Σολομῶντος τοῦ Σοφοῦ· Παροιμίαι, Ἐκκλησιαστής, ᾎσμα τ᾿ αὖ τῶν ᾀσμάτων. Ταύταις Προφήτες προστίθει τοὺς δώδεκα· Ὠσηὲ πρῶτον, εἶτ᾿ Ἀμὼς τὸν δεύτερον, Μιχαίαν, Ἰωήλ, Ἀβδίαν, καὶ τὸν τύπον Ἰωνᾶν αὐτοῦ τοῦ τριημέρου πάθους, Ναοὺμ μετ᾿ αὐτούς, Ἀββακοὺμ εἶτ᾿ ἔνατον, Σοφονίαν, Ἀγγαῖόν τε, καὶ Ζαχαρίαν, Διώνυμόν τε ἄγγελον Μαλαχίαν. Μεθ᾿ οὓς Προφήτας μάνθανε τοὺς τέσσαρας, Παρρησιαστὴν τὸν μέγαν Ἡσαΐαν, Ἱερεμίαν τε συμπαθῆ, καὶ μυστικὸν Ἰεζεκιήλ, ἔσχατον δὲ Δανιήλ, Τὸν αὐτὸν ἔργοις καὶ λόγοις σοφώτατον· Τούτοις προσεγκρίνουσι τὴν Ἐσθὴρ τινές. Καινῆς Διαθήκης ὅρα μοι βίβλους λέγειν· Εὐαγγελιστὰς τέσσαρας δέχου μόνους, Ματθαῖον, εἶτα Μάρκον, οἷς Λουκᾶν τρίτον Προσθείς, ἀρίθμει τὸν Ἰωάννην χρόνῳ Τέταρτον, ἀλλὰ πρῶτον ὕψη δογμάτων, Βροντῆς γὰρ υἱὸν εἰκότως τοῦτον καλῶ, Μέγιστον ἠχήσαντα τῷ Θεοῦ λόγῳ. Δέχου δὲ βίβλον Λουκᾶ καὶ τὴν δευτέραν, Τὴν τῶν καθολικῶν Πράξεων Ἀποστόλων· Τὸ σκεῦος ἑξῆς προστίθει τῆς ἐκλογῆς, Τὸν τῶν ἐθνῶν κήρυκα, τὸν Ἀπόστολον Παῦλον, σοφῶς γράψαντα ταῖς ἐκκλησίαις Ἐπιστολὰς δὶς ἑπτά· Ῥωμαίοις μίαν, ᾗ χρὴ συνάπτειν πρὸς Κορινθίους δύο, Τὴν πρὸς Γαλάτας, τήν τε πρὸς Ἐφεσίους, Μεθ᾿ ἣν τὴν ἐν Φιλίπποις, εἶτα τὴν γεγραμμένην Κολοσσαεῦσι, Θεσσαλονικεῦσι δύο, Δύο Τιμοθέῳ, Τίτῳ δὲ καὶ Φιλήμονι, Μίαν ἑκάστῳ, καὶ πρὸς Ἑβραίους μίαν. Τινὲς δέ φασι τὴν πρὸς Ἑβραίους νόθον Οὐκ εὖ λέγοντες· γνησία γὰρ ἡ χάρις Εἶεν. Τί λοιπόν; Καθολικὰς ἐπιστολὰς Τινὲς μὲν ἑπτά φασιν, οἱ δὲ τρεῖς μόνας Χρῆναι δέχεσθαι, τὴν Ἰακώβου μίαν, Μίαν τε Πέτρου, τοῦ τ᾿ Ἰωάννου μίαν. Τινὲς δὲ τὰς τρεῖς, καὶ πρὸς αὐταῖς τὰς δύο Πέτρου δέχονται, τὴν Ἱούδα δ᾿ ἑβδόμην· Τὴν δ᾿ Ἀποκάλυψιν τοῦ Ἰωάννου πάλιν, Τινὲς μὲν ἐγκρίνουσιν, οἱ πλείους δέ γε Νόθον λέγουσιν. Οὗτος ἀψευδέστατος Κανὼν ἂν εἴη τῶν θεοπνεύστων Γραφῶν.
Ἕν καὶ τοῦτο τῶν εἰς τὴν ἁγίαν ἑορτὴν συντελούντων ἐστί, τὸ κατανοῆσαι ἡμᾶς τὴν ἔννομόν τε καὶ κανονικὴν ἐπὶ τῶν πεπλημμεληκότων οἰκονομίαν, ὅπως ἂν θεραπευθείη πᾶν ἀρρώστημα ψυχικόν, τὸ διά τινος ἁμαρτίας ἐπιγινόμενον. Ἐπειδὴ γὰρ ἡ καθολικὴ αὕτη τῆς κτίσεως ἑορτή, κατὰ τὴν τεταγμένην περίοδον τοῦ ἐνιαυσίου κύκλου, καθ᾿ ἕκαστον ἔτος ἐν παντὶ πληρουμένου τῷ κόσμῳ ἐπὶ τῇ ἀναστάσει τοῦ πεπτωκότος ἐπιτελεῖται, πτῶσις δέ ἐστιν ἡ ἁμαρτία, ἀνάστασις δὲ ἡ ἐκ τοῦ πτώματος τῆς ἁμαρτίας ἀνόρθωσις, καλῶς ἂν ἔχοι κατὰ τὴν ἡμέραν ταύτην οὐ μόνον τοὺς ἐκ παλιγγενεσίας μεταστοιχειουμένους διὰ τῆς τοῦ λουτροῦ χάριτος τῷ Θεῷ προσάγειν, ἀλλὰ καὶ τοὺς διὰ τῆς μετανοίας τε καὶ ἐπιστροφῆς ἀπὸ τῶν νεκρῶν ἔργων εἰς τὴν ζῶσαν ὁδὸν πάλιν ἐπανιόντας, καὶ τούτους χειραγωγεῖν εἰς τὴν σῴζουσαν ἐλπίδα, ἧς διὰ τῆς ἁμαρτίας ἀπεξενώθησαν. Ἔστι δὲ οὐ μικρὸν ἔργον τὸ τοὺς περὶ τούτων λόγους οἰκονομῆσαι ἐν τῇ ὀρθῇ τε καὶ δεδοκιμασμένῃ κρίσει, κατὰ τὸ παράγγελμα τοῦ Προφήτου τὸ κελεῦον, δεῖν οἰκονομεῖν τοὺς λόγους ἐν κρίσει, ἵνα, καθὼς ἔχει τὸ λόγιον, μήτε σαλευθῇ εἰς τὸν αἰῶνα, καὶ εἰς μνημόσυνον αἰώνιον γένηται δίκαιος. Ὥσπερ γὰρ καὶ ἐπὶ τῆς σωματικῆς θεραπείας, ὁ μὲν σκοπὸς τῆς ἰατρικῆς τέχνης εἷς ἐστι, τὸ ὑγιᾶναι τὸν κάμνοντα, τὸ δὲ εἶδος τῆς ἐπιμελείας διάφορον, κατὰ γὰρ τὴν ποικιλίαν τῶν ἀρρωστημάτων καταλλήλως καὶ ἡ θεραπευτικὴ μέθοδος ἑκάστῳ τῶν νοσημάτων προσάγεται, οὕτω, πολλῆς οὔσης καὶ ἐν τῇ ψυχικῇ νόσῳ τῆς τῶν παθῶν ποικιλίας, ἀναγκαίως πολυειδὴς γενήσεται ἡ θεραπευτικὴ ἐπιμέλεια, πρὸς λόγον τοῦ πάθους ἐνεργοῦσα τὴν ἴασιν. Ὥς δ᾿ ἂν γένοιτό τις τεχνικὴ μέθοδος περὶ τοῦ προκειμένου προβλήματος, οὕτω τὸν λόγον διαληψόμεθα. Τρία ἐστὶ τὰ περὶ τὴν ψυχὴν ἡμῶν θεωρούμενα κατὰ τὴν πρώτην διαίρεσιν, τό τε λογικὸν καὶ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές. Ἐν τούτοις εἰσὶ καὶ τὰ κατορθώματα τῶν κατ᾿ ἀρετὴν βιούντων, καὶ τὰ πτώματα τῶν εἰς κακίαν ἀπορρεόντων. Διὸ προσήκει τὸν μέλλοντα τὴν κατάλληλον θεραπείαν προσάγειν τῷ νενοσηκότι τῆς ψυχῆς μέρει, πρότερον μὲν ἐπισκέπτεσθαι ἐν τίνι συνέστη τὸ πάθος, εἶθ᾽ οὕτω τῷ πεπονθότι προσάγειν ἁρμοδίως τὴν θεραπείαν, ὡς ἂν μὴ δι᾿ ἀπειρίαν τῆς θεραπευτικῆς μεθόδου, ἄλλο μὲν ᾖ τὸ νοσῆσαν μέρος, ἕτερον δὲ τὸ τὴν θεραπείαν δεχόμενον, ὥσπερ ἀμέλει βλέπομεν πολλοὺς τῶν ἰατρῶν, ἐν ἀπειρίᾳ τοῦ πρωτοπαθοῦντος μέρους, προσεπιτρίβοντας τὴν νόσον, δι᾿ ὧν θεραπεύουσι. Τῆς γὰρ ἀρρωστίας οὔσης πολλάκις κατὰ θερμοῦ ἐπικράτησιν, ἐπειδὴ τοῖς κατὰ πλεονασμὸν τοῦ ψυχροῦ κεκακωμένοις, χρήσιμον τὸ θερμαῖνόν τε καὶ ἀναθάλπον ἐστὶ τὸ τούτοις κατὰ λόγον συνενεγκόν, ἀπερισκέπτως τὸ αὐτὸ ἐν ἀμετρίᾳ θερμότητος ἐκκαιομένοις ἐπαγαγόντες, δυσίατον τὸ πάθος ἐποίησαν. Ὥσπερ τοίνυν ἀναγκαιοτάτη τοῖς ἰατροῖς ἐνομίσθη ἡ κατανόησις τῆς τῶν στοιχείων ἰδιότητος, ὅπως ἂν ἑκάστου τῶν εὖ ἢ κακῶς διακειμένων γένοιτο τοῦ παρὰ φύσιν διατεθέντος ἡ ἐπανόρθωσις, οὕτω καὶ ἡμεῖς ἐπὶ ταύτην ἀναδραμόντες τὴν διαίρεσιν τῶν ἐν τῇ ψυχῇ θεωρουμένων, ἀρχὴν καὶ ὑπόθεσιν τῆς καταλλήλου τῶν παθῶν θεραπείας ποιησώμεθα τὴν γενικὴν θεωρίαν. Οὐκοῦν, τριχῇ, καθὼς ἔφημεν, διῃρημένης τῆς ἰδιότητος τῶν τῆς ψυχῆς κινημάτων εἰς τὸ λογικόν τε καὶ ἐπιθυμητικὸν καὶ θυμοειδές, κατόρθωμα μὲν τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς ἐστιν ἡ εὐσεβὴς περὶ τὸ θεῖον ὑπόληψις καὶ ἡ τοῦ καλοῦ τε καὶ κακοῦ διακριτικὴ ἐπιστήμη καὶ ἡ τρανήν γε καὶ ἀσύγχυτον ἔχουσα περὶ τῆς φύσεως τῶν ὑποκειμένων τὴν δόξαν, τί μέν ἐστι αἱρετὸν ἐν τοῖς οὖσι, τί δέ βδελυκτὸν καὶ ἀπόβλητον. Καὶ πάλιν ἐκ τοῦ ἐναντίου πάντως ἡ ἐν τῷ μέρει τούτῳ κακία θεωρηθήσεται, ὅταν ἀσέβεια μὲν ᾖ περὶ τὸ θεῖον, ἀκρισία δὲ περὶ τὸ ὄντως καλόν, ἐνηλλαγμένη δὲ καὶ ἐσφαλμένη ἡ περὶ τὴν τῶν πραγμάτων φύσιν ὑπόληψις, ὥστε τιθέναι τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, καθώς φησιν ἡ Γραφή. Τοῦ δὲ ἐπιθυμητικοῦ μέρους ἡ μὲν ἐνάρετός ἐστι κίνησις, τὸ πρὸς τὸ ὄντως ἐπιθυμητὸν καὶ ἀληθῶς καλὸν ἀνάγεσθαι τὸν πόθον, καὶ εἴ τις ἐν ἡμῖν ἐρατικὴ δύναμίς τε καὶ διάθεσις, ἐκεῖ κατασχολεῖσθαι πᾶσαν, ἐν τῷ πεπεῖσθαι μηδὲν ὀρεκτὸν εἶναι τῇ ἑαυτοῦ φύσει ἄλλο, πλὴν τῆς ἀρετῆς καὶ τῆς τὴν ἀρετὴν πηγαζούσης φύσεως. Παρατροπὴ δὲ καὶ ἁμαρτία τοῦ τοιούτου μέρους ἐστίν, ὅταν τις μεταγάγῃ τὴν ἐπιθυμίαν πρὸς τὴν ἀνυπόστατον κενοδοξίαν ἢ πρὸς τὸ ἐπικεχρωσμένον τοῖς σώμασιν ἄνθος, ὅθεν γίνεται ἡ φιλοχρηματία καὶ ἡ φιλοδοξία καὶ ἡ φιληδονία καὶ πάντα τὰ τοιαῦτα, ὅσα τοῦ τοιούτου ἤρτηται τῆς κακίας γένους. Πάλιν δὲ τῆς θυμώδους διαθέσεως κατόρθωμα μέν ἐστιν ἡ πρὸς τὸ κακὸν ἀπέχθεια καὶ ὁ πρὸς τὰ πάθη πόλεμος καὶ τὸ πρὸς ἀνδρείαν ἐστομῶσθαι τὴν ψυχήν, ἐν τῷ μὴ καταπτήσσειν τὰ τοῖς πολλοῖς φοβερὰ νομιζόμενα, ἀλλὰ μέχρις αἵματος τὴν ἁμαρτίαν ἀντικαθίστασθαι, καταφρονεῖν δὲ θανατικῆς ἀπειλῆς καὶ ἀλγεινῶν κολαστηρίων καὶ τῆς τῶν ἡδίστων διαζεύξεως καὶ πάντων ἅπαξ τῶν διά τινος συνηθείας καὶ προλήψεως ἐν ἡδονῇ τοὺς πολλοὺς κατεχόντων κρείττονα γενέσθαι, τῆς πίστεως καὶ τῆς ἀρετῆς προμαχόμενον. Τὰ δὲ ἀποπτώματα τοῦ τοιούτου μέρους ἐστὶν ἅπασι πρόδηλα, ὁ φθόνος, τὸ μῖσος, ἡ μῆνις, αἱ λοιδορίαι, αἱ συμπλοκαί, αἱ φιλόνεικοί τε καὶ ἀμυντικαὶ διαθέσεις, αἱ μέχρι πολλοῦ παρατείνουσαι τὴν μνησικακίαν καὶ πολλοὺς εἰς φόνους καὶ αἵματα κατάγουσαι. Μὴ γὰρ εὑρὼν ὁ ἀπαίδευτος λογισμός, ὅπου χρήσηται λυσιτελῶς τῷ ὅπλῳ, ἐφ᾿ ἑαυτὸν τρέπει τὴν τοῦ σιδήρου ἀκμήν, καὶ γίνεται τὸ ἐκ τοῦ Θεοῦ δοθὲν ἡμῖν ἀμυντήριον ὅπλον τῷ κακῶς κεχρημένῳ ὀλέθριον.
Τούτων τοίνυν κατὰ τὸ εἰρημένον διευκρινηθέντων τρόπον, ὅσα μὲν ἅμαρτήματα τοῦ λογιστικοῦ τῆς ψυχῆς ἅπτεται μέρους, χαλεπώτερα παρὰ τῶν Πατέρων ἐκρίθη καὶ μείζονος καὶ διαρκεστέρας καὶ ἐπιπονωτέρας τῆς ἐπιστροφῆς ἄξια, οἷον, εἶ τις ἠρνήσατο τὴν εἰς Χριστὸν πίστιν, ἢ πρὸς Ἰουδαϊσμὸν ἢ πρὸς εἰδωλολατρίαν ἢ πρὸς Μανιχαϊσμὸν ἢ πρὸς ἄλλο τι τοιοῦτον ἀθεΐας εἶδος αὐτομολήσας ἐφάνη. Ὁ μὲν ἑκουσίως ἐπὶ τὸ τοιοῦτον ὁρμήσας κακόν, εἶτα καταγνοὺς ἑαυτοῦ, χρόνον τῆς μετανοίας ἔχει ὅλον τὸν τῆς ζωῆς αὐτοῦ. Οὐδέποτε γὰρ μυστικῆς ἐπιτελουμένης εὐχῆς μετὰ τοῦ λαοῦ προσκυνῆσαι τὸν Θεὸν καταξιοῦται, ἀλλὰ κατὰ μόνας μὲν εὔξεται, τῆς δὲ κοινωνίας τῶν ἁγιασμάτων καθόλου ἀλλότριος ἔσται, ἐν δὲ τῇ ὥρᾳ τῆς ἐξόδου αὐτοῦ, τότε τῆς τοῦ ἁγιάσματος μερίδος ἀξιωθήσεται. Εἰ δὲ συμβαίη παρ᾿ ἐλπίδα ζῆσαι αὐτόν, πάλιν ἐν τῷ κρίματι διαβιώσεται, ἀμέτοχος τῶν μυστικῶν ἁγιασμάτων μέχρι τῆς ἐξόδου γινόμενος. Οἱ δὲ βασάνοις καὶ τιμωρίαις χαλεπαῖς αἰκισθέντες ἐν ῥητῷ χρόνῳ ἐπετιμήθησαν, οὕτω φιλανθρωπίᾳ ἐπ᾿ αὐτῶν χρησαμένων τῶν Ἁγίων Πατέρων ὡς οὐ ψυχῆς γενομένης ἐν πτώματι, ἀλλὰ τῆς σωματικῆς ἀσθενείας πρὸς τὰς αἰκίας οὐκ ἀντισχούσης, διὸ τῷ μέτρῳ τῶν ἐν πορνείᾳ πλημμελησάντων καὶ ἡ βεβιασμένη τε καὶ ἐπώδυνος παράβασις ἐν τῇ ἐπιστροφῇ συνεμετρήθη.
Οἱ δὲ πρὸς γόητας ἀπιόντες ἢ μάντεις ἢ τοὺς διὰ δαιμόνων καθάρσιά τινα καὶ ἀποτροπιασμοὺς ἐνεργεῖν ὑπισχνουμένους, οὗτοι ἐρωτῶνται δι᾿ ἀκριβείας καὶ ἀνακρίνονται, πότερον ἐπιμένοντες τῇ εἰς Χριστὸν πίστει ὑπ᾿ ἀνάγκης τινὸς συνηνέχθησαν ἐκείνῃ τῇ ἁμαρτίᾳ, κακώσεώς τινος ἢ ἀφορήτου ζημίας ταύτην αὐτοῖς τὴν ὁρμὴν ἐμποιησάσης, ἤ, καθόλου καταφρονήσαντες τοῦ πεπιστευμένου παρ᾿ ἡμῶν μαρτυρίου, τῇ τῶν δαιμόνων συμμαχίᾳ προσέδραμον. Εἰ μὲν γὰρ ἐπὶ ἀθετήσει τῆς πίστεως καὶ πρὸς τὸ μὴ πιστεύειν εἶναι Θεὸν τὸν παρὰ τῶν χριστιανῶν προσκυνούμενον ἐκεῖνο ἐποίησαν, δηλαδὴ τῷ κρίματι τῶν παραβάντων ὑπαχθήσονται. Εἰ δέ τις ἀβάστακτος ἀνάγκη κατακρατήσασα τῆς μικροψυχίας αὐτῶν εἰς τοῦτο προήγαγε, διά τινος ἠπατημένης ἐλπίδος παρακρουσθέντας, ὡσαύτως ἔσται καὶ ἐπ᾿ αὐτῶν ἡ φιλανθρωπία, καθ᾿ ὁμοιότητα τῶν πρὸς τὰς βασάνους ἐν τῷ καιρῷ τῆς ὁμολογίας ἀντισχεῖν μὴ δυνηθέντων.
Τῶν δὲ δι᾿ ἐπιθυμίαν καὶ ἡδονὴν γινομένων ἁμαρτημάτων τοιαύτη ἐστὶν ἡ διαίρεσις· τὸ μὲν γὰρ καλεῖται μοιχεία, τὸ δὲ πορνεία. Τισὶ μὲν οὖν τῶν ἀκριβεστέρων ἤρεσε καὶ τὸ κατὰ πορνείαν πλημμέλημα μοιχείαν εἶναι νομίζειν, διότι μία ἐστὶν ἡ νόμιμος συζυγία, καὶ γυναικὸς πρὸς ἄνδρα, καὶ ἀνδρὸς πρὸς γυναῖκα. Πᾶν οὖν τὸ μὴ νόμιμον, παράνομον πάντως· καὶ ὁ μὴ τὸ ἴδιον ἔχων, δηλαδὴ τὸ ἀλλότριον ἔχει, τῷ γὰρ ἀνθρώπῳ μία δέδοται παρὰ τοῦ Θεοῦ βοηθός, καὶ τῇ γυναικὶ μία ἐφήρμοσται κεφαλή. Οὐκοῦν, εἰ μέν τις τὸ ἴδιον αὐτοῦ σκεῦος, καθὼς ὀνομάζει ὁ θεῖος ἀπόστολος, ἑαυτῷ κτήσαιτο, συγχωρεῖ ὁ νόμος τῆς φύσεως τὴν δικαίαν χρῆσιν, εἰ δέ τις ἔξω τοῦ ἰδίου τραπείῃ, ἐν ἀλλοτρίῳ πάντως γενήσεται· ἀλλότριον δὲ ἑκάστῳ πᾶν τὸ μὴ ἵδιον, κἂν μὴ ὁμολογούμενον ἔχῃ τὸν κυριεύοντα. Οὐκοῦν, οὐ πόρρω τοῦ κατὰ τὴν μοιχείαν πλημμελήματος καὶ ἡ πορνεία τοῖς τὸν ἀκριβέστερον ἐξετάζουσι λογισμὸν ἐδείχθη, λεγούσης καὶ τῆς θείας Γραφῆς ὅτι· Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν. Πλὴν ἀλλ᾿ ἐπεὶ τοῖς ἀσθενεστέροις ἐγένετό τις παρὰ τῶν Πατέρων συμπεριφορά, διεκρίθη τὸ πλημμέλημα τῇ γενικῇ διαιρέσει ταύτῃ, ὡς πορνείαν μὲν λέγεσθαι τὴν χωρὶς ἀδικίας ἑτέρου γινομένην τινὶ τῆς επιθυμίας ἐκπλήρωσιν, μοιχείαν δέ, τὴν ἐπιβουλήν τε καὶ ἀδικίαν τοῦ ἀλλοτρίου. Ἐν ταύτῃ δὲ καὶ τὴν ζῳοφθορίαν καὶ τὴν παιδεραστίαν εἶναι λογίζονται, διότι καὶ ταῦτα φύσεώς ἐστι μοιχεία, εἰ γὰρ τὸ ἀλλότριόν τε καὶ παρὰ φύσιν γίνεται ἡ ἀδικία. Ταύτης οὖν τῆς διαιρέσεως καὶ ἐν τούτῳ τῷ εἴδει τῆς ἁμαρτίας γεγενημένης, καθολικὴ μέν ἐστι θεραπεία, τὸ τῆς ἐμπαθοῦς λύσσης τῆς περὶ τὰς τοιαύτας ἡδονὰς καθαρὸν ἐκ μεταμελείας γενέσθαι τὸν ἄνθρωπον. Ἐπεὶ δὲ τῶν ἐν πορνείᾳ μολυνθέντων ἀδικία τις τῇ ἁμαρτίᾳ ταύτῃ οὐ καταμέμικται, διὰ τοῦτο διπλασίων ὡρίσθη τῆς ἐπιστροφῆς ὁ χρόνος τοῖς ἐν μοιχείᾳ μιανθεῖσι καὶ ἐν τοῖς ἄλλοις τοῖς ἀπηγορευμένοις κακοῖς, ζωοφθορίᾳ τε καὶ τῇ κατὰ τοῦ ἄρρενος λύσσῃ. Διπλασιάζεται γάρ, ὡς εἶπον, ἐπὶ τῶν τοιούτων ἡ ἁμαρτία, μία μέν, ἡ κατὰ τὴν ἄθεσμον ἡδονήν, ἑτέρα δέ, ἡ κατὰ τὴν τοῦ ἀλλοτρίου ἀδικίαν συνισταμένη. Διαφορὰ δέ τίς ἐστιν ἐν τῷ λόγῳ τῆς μετανοίας καὶ ἐπὶ τῶν καθ᾿ ἡδονὴν πλημμελημάτων τοιαύτη· ὁ μὲν γὰρ ἀφ᾿ ἑαυτοῦ πρὸς τὴν ἐξαγόρευσιν τῶν ἁμαρτιῶν ὁρμήσας, αὐτῷ, τῷ καταδέξασθαι δι᾿ οἰκείας ὁρμῆς γενέσθαι τῶν κρυφίων κατήγορος, ὡς ἤδη τῆς θεραπείας τοῦ πάθους ἀρξάμενος καὶ σημεῖον τῆς πρὸς τὸ κρεῖττον μεταβολῆς ἐπιδειξάμενος, ἐν φιλανθρωποτέροις γίνεται τοῖς ἐπιτιμίοις· ὁ δὲ φωραθεὶς ἐπὶ τῷ κακῷ, ἤ διά τινος ὑποψίας ἢ κατηγορίας ἀκουσίως ἀπελεγχθείς, ἐν ἐπιτεταμένῃ γίνεται τῇ ἐπιστροφῇ, ὥστε, καθαρισθέντα δι᾿ ἀκριβείας αὐτόν, οὕτως ἐπὶ τὴν τῶν ἁγιασμάτων κοινωνίαν παραδεχθῆναι. Ἔστι τοίνυν ὁ κανὼν τοιοῦτος, ὥστε τοὺς ἐν πορνείᾳ μολυνθέντας, ἐν τρισὶ μὲν ἔτεσι καθόλου τῆς εὐχῆς ἀποβλήτους εἶναι, ἐν τρισὶ δὲ τῆς ἀκροάσεως μετέχειν μόνης, ἐν ἄλλοις δὲ τρισὶν ἔτεσιν μετὰ τῶν ἐν ἐπιστροφῇ ὑποπιπτόντων προσεύχεσθαι, καὶ τότε μετέχειν τῶν ἁγιασμάτων. Ἐπὶ δὲ τῶν σπουδαιοτέρᾳ κεχρημένων τῇ ἐπιστροφῇ καὶ τῷ βίῳ δεικνύντων τὴν πρὸς τὸ ἀγαθὸν ἐπάνοδον, ἔξεστι τῷ οἰκονομοῦντι πρὸς τὸ συμφέρον τῇ ἐκκλησιαστικῇ οἰκονομίᾳ συντεμεῖν τὸν χρόνον τῆς ἀκροάσεως καὶ τάχιον εἰς ἐπιστροφὴν ἀγαγεῖν· καὶ πάλιν καὶ τοῦτον συντεμεῖν τὸν χρόνον καὶ τάχιον ἀποδοῦναι τὴν κοινωνίαν, ὅπως ἂν τῇ ἑαυτοῦ δοκιμασίᾳ ἐγκρίνοι τὴν τοῦ θεραπευομένου κατάστασιν. Ὥσπερ γὰρ τὸ τοῖς χοίροις ῥίπτειν τὸν μαργαρίτην ἀπείρηται, οὕτω τὸ ἀποστερεῖν τοῦ τιμίου μαργαρίτου τὸν ἤδη ἄνθρωπον, διὰ τῆς καθαρότητός τε καὶ τῆς ἀπαθείας γενόμενον, τῶν ἀτόπων ἐστίν. Ἡ δὲ κατὰ τὴν μοιχείαν, ἤτοι κατὰ τὰ λοιπὰ εἴδη τῆς ἀκαθαρσίας γενομένη παρανομία, καθὼς προείρηται, κατὰ πάντα ἐν τῷ αὐτῷ κρίματι θεραπευθήσεται, ἐν ᾧ καὶ τὸ τῆς πορνείας ἄγος, τῷ δὲ χρόνῳ μόνῳ διπλασιάζεται. Παρατηρηθήσεται δὲ καὶ ἐπ᾿ αὐτῷ ἡ τοῦ θεραπευομένου διάθεσις, ὃν τρόπον καὶ ἐπὶ τῶν τῷ μολυσμῷ τῆς πορνείας συνεχθέντων, ὥστε ἢ θᾶττον ἢ βραδύτερον γενέσθαι αὐτοῖς τὴν τοῦ ἀγαθοῦ μετουσίαν.
Λείπεται πρὸς τούτοις τὸ θυμοειδὲς τῆς ψυχῆς προθεῖναι εἰς ἐξέτασιν, ὅταν παρασφαλεῖσα τῆς ἀγαθῆς τοῦ θυμοῦ χρήσεως, εἰς ἁμαρτίαν ἐκπέσῃ. Πολλῶν δὲ ὄντων τῶν κατὰ θυμὸν εἰς ἁμαρτίαν ἐνεργουμένων καὶ πάντων κακῶν, ἤρεσέ πως τοῖς Πατράσιν ἡμῶν, ἐν τοῖς ἄλλοις μὴ λίαν ἀκριβολογεῖσθαι, μηδὲ πολλῆς ἄξιον ἡγεῖσθαι σπουδῆς τὸ θεραπεύειν πάντα τὰ ἐκ τοῦ θυμοῦ παραπτώματα, καίτοι γε τῆς Γραφῆς οὐ μόνον τὴν ψιλὴν ἀπαγορευούσης πληγήν, ἀλλὰ καὶ πᾶσαν λοιδορίαν ἢ βλασφημίαν καὶ εἴ τι ἄλλο τοιοῦτον ὁ θυμὸς ἀπεργάζεται, μόνου δὲ τοῦ κατὰ φόνον ἄγους τὴν παραφυλακὴν ἐποιήσαντο διὰ τῶν ἐπιτιμίων. Διῄρηται δὲ τὸ τοιοῦτον κακὸν τῇ διαφορᾷ τοῦ ἑκουσίου τε καὶ ἀκουσίου. Ἐν οἷς ἑκούσιος μέν ἐστι φόνος, πρῶτον μὲν ὁ ἐκ παρασκευῆς τετολμημένος τοῦ εἰς αὐτὸ τοῦτο εὐτρεπισαμένου, ὅπως ἂν τὸ ἄγος ἐργάσηται, Ἔπειτα δὲ κἀκεῖνος ἐν τοῖς ἑκουσίοις ἐνομίσθη, ὅταν τις ἐν συμπλοκῇ καὶ μάχῃ, τύπτων τε καὶ τυπτόμενος, ἐνέγκῃ κατά τινος καιρίαν τὴν διὰ τῆς χειρὸς πληγήν. Ὁ γὰρ ἅπαξ τῷ θυμῷ κρατηθεὶς καὶ τῇ ὁρμῇ τῆς ὀργῆς χαριζόμενος, οὐδὲν ἂν παρὰ τὸν καιρὸν τοῦ πάθους τῶν ἀνακόψαι τὸ κακὸν δυναμένων ἐπὶ νοῦν λάβοι, ὥστε καὶ τὸ ἐκ τῆς συμπλοκῆς ἀποτέλεσμα τοῦ φόνου εἰς ἔργον προαιρέσεως, οὐκ εἰς ἀποτυχίαν ἀνάγεται. Οἱ δὲ ἀκούσιοι φανερὰ ἔχουσι τὰ γνωρίσματα, ὅταν τις πρὸς ἐτερόν τι τὴν σπουδὴν ἔχων ἐξ ἀποτυχίας τι τῶν ἀνηκέστων δράσῃ. Ἐπὶ τούτων τοίνυν, ὁ μὲν ἑκούσιος φόνος εἰς τριπλασίονα χρόνον παρατείνεται τοῖς δι᾿ ἐπιστροφῆς θεραπευομένοις τὸ ἑκούσιον ἄγος. Τρὶς ἐννέα γάρ εἰσιν ἐνιαυτοί, καθ᾿ ἕκαστον βαθμὸν τῆς ἐννεάδος τῶν ἐτῶν ὁρισθείσης, ὥστε ἐν μὲν τῷ παντελεῖ ἀφορισμῷ ἐννεατῆ χρόνον διαγενέσθαι ἀπειργόμενον τῆς Ἐκκλησίας, ἄλλα δὲ τοσοῦτα ἔτη ἐν τῇ ἀκροάσει παραμεῖναι, μόνης τῆς τῶν διδασκάλων καὶ τῆς τῶν Γραφῶν ἀκροάσεως ἀξιούμενον, ἐν ἐπιστροφῇ προσευχόμενον, οὕτως ἐλθεῖν ἐπὶ τὴν μετουσίαν τοῦ ἁγιάσματος. Δηλονότι, καὶ ἐπὶ τοῦ τοιούτου ἡ αὐτὴ παρατήρησις ἔσται παρὰ τοῦ οἰκονομοῦντος τὴν Ἐκκλησίαν καὶ πρὸς τὸν λόγον τῆς ἐπιστροφῆς συντμηθήσεται αὐτῷ καὶ ἡ τοῦ ἐπιτιμίου παράτασις, ὥστε, ἀντὶ ἐννέα ἐτῶν ἐφ᾿ ἑκάστῳ βαθμῷ, ὀκτὼ ἢ ἑπτὰ ἢ ἕξ ἢ πέντε μόνα γενέσθαι, εἴπερ τὸ μέγεθος τῆς ἐπιστροφῆς νικῴη τὸν χρόνον καὶ ὑπερβάλλοιτο τῇ σπουδῇ τῆς διορθώσεως τοὺς ἐν τῇ μακρᾷ προθεσμία ραθυμότερον ἑαυτοὺς ἀπὸ τῆς κηλῖδος καθαίροντας. Τὸ δὲ ἀκούσιον, συγγνωστὸν μέν, οὐ μὴν ἐπαινετὸν ἐκρίθη. Τοῦτο δὲ εἶπον, ὥστε δῆλον γενέσθαι ὅτι, κἂν ἀκουσίως τις γένηται ἐν τῷ τοῦ φόνου μιάσματι, ὡς ἤδη βέβηλον αὐτὸ ὑπὸ τοῦ ἄγους γενόμενον, ἀπόβλητον ἱερατικῆς χάριτος ὁ κανὼν ἀπεφήνατο. Ὅσος δὲ ἐστὶν ἐπὶ τῇ ψιλῇ πορνείᾳ τοῦ καθαρσίου ὁ χρόνος, τοσοῦτος καὶ ἐπὶ τῶν ἀκουσίως πεφονευκότων ἐδοκιμάσθη καλῶς ἔχειν. Δηλαδὴ καὶ ἐν τούτῳ τῆς προαιρέσεως τοῦ μετανοοῦντος δοκιμαζομένης, ὥστε, εἰ ἀξιόπιστος γένοιτο ἡ ἐπιστροφή, μὴ πάντως παραφυλαχθῆναι τὸν ἀριθμὸν τῶν ἐτῶν, ἀλλὰ διὰ συντομίας ἀγαγεῖν αὐτὸν εἰς τὴν τῆς Ἐκκλησίας ἀποκατάστασιν καὶ εἰς τὴν τοῦ ἀγαθοῦ μετουσίαν. Εἰ δέ τις μέν, μὴ πληρώσας τὸν χρόνον τὸν ἐκ τῶν κανόνων ἀφωρισμένον, ἐξοδεύοι τοῦ βίου, κελεύει ἡ τῶν Πατέρων φιλανθρωπία, μετασχόντα τῶν ἁγιασμάτων, μὴ κενὸν τοῦ ἐφοδίου πρὸς τὴν ἐσχάτην ἐκείνην καὶ μακρὰν ἀποδημίαν ἐκπεμφθῆναι. Εἰ δὲ μετασχὼν τοῦ ἁγιάσματος πάλιν εἰς τὴν ζωὴν ἐπανέλθοι, ἀναμένειν τὸν τεταγμένον χρόνον, ἐν ἐκείνῳ τῷ βαθμῷ γενόμενον, ἐν ᾧ ἦν πρὸ τῆς κατὰ ἀνάγκην αὐτῷ δοθείσης κοινωνίας.
Τὸ δὲ ἕτερον εἶδος τῆς εἰδωλολατρίας, οὕτω γὰρ ὀνομάζει τὴν πλεονεξίαν ὁ θεῖος ἀπόστολος, οὐκ οἶδ᾿ ὅπως ἀθεράπευτον ὑπὸ τῶν Πατέρων ἡμῶν παρώφθη, καίτοι γε δοκεῖ τὸ τοιοῦτον κακὸν τῆς τριττῆς ἐν τῇ ψυχῇ καταστάσεως πάθος εἶναι. Καὶ γὰρ ὁ λογισμὸς τῆς τοῦ καλοῦ κρίσεως ἁμαρτάνων, ἐν τῇ ὕλῃ τὸ καλὸν εἶναι φαντάζεται, οὐ πρὸς τὸ ἄϋλον ἀναβλέπων κάλλος. Καὶ ἡ ἐπιθυμία πρὸς τὰ κάτω ῥεῖ, τοῦ ἀληθοῦς ὀρεκτοῦ ἀπορρέουσα. Καὶ ἡ φιλόνεικός τε καὶ θυμώδης διάθεσις, πολλὰς τῆς τοιαύτης ἁμαρτίας τὰς ἀφορμὰς λαμβάνει. Καί, τὸ ὅλον εἰπεῖν, συμφωνεῖ ἡ τοιαύτη νόσος τῷ ἀποστολικῷ τῆς πλεονεξίας ὅρῳ. Ὁ γὰρ θεῖος ἀπόστολος, οὐ μόνον αὐτὴν εἰδωλολατρίαν, ἀλλὰ καὶ ρίζαν πάντων τῶν κακῶν ἀπεφήνατο. Καὶ ὅμως τὸ τοιοῦτον εἶδος παρώφθη τῆς νόσου ἀνεπίσκεπτόν τε καὶ ἀτημέλητον, διὸ καὶ πλεονάζει κατὰ τὰς ἐκκλησίας τὸ τοιοῦτον ἀρρώστημα, καὶ οὐδεὶς τοὺς ἐπὶ τὸν κλῆρον ἀγομένους περιεργάζεται, μήπως τῷ τοιούτῳ εἴδει τῆς εἰδωλολατρίας κατεμιάνθησαν. Ἀλλὰ περὶ μὲν τούτων, διὰ τὸ παρεῖσθαι τοῖς Πατράσιν ἡμῶν, ἀρκεῖν ἡγούμεθα τῷ δημοσίῳ τῆς διδασκαλίας λόγῳ, ὅπως ἂν οἷόν τε ᾖ θεραπεύειν, ὥσπερ τινὰ πάθη πληθωρικὰ τὰς πλεονεκτικὰς ἀρρωστίας διὰ τοῦ λόγου καθαίροντες. Μόνην δὲ τὴν κλοπὴν καὶ τὴν τυμβωρυχίαν καὶ τὴν ἱεροσυλίαν πάθη νομίζομεν, διὰ τὸ οὕτως ἐκ τῆς τῶν Πατέρων ἀκολουθίας τὴν παράδοσιν ἡμῖν περὶ τούτων γενέσθαι, καίτοι γε παρὰ τῆς θείας Γραφῆς καὶ ὁ πλεονασμὸς καὶ ὁ τόκος τῶν ἀπειρημένων ἐστί, καὶ τὸ ἐκ δυναστείας τινὸς τῇ ἰδίᾳ κτήσει προσαγαγεῖν τὰ ἀλλότρια, κἂν ἐν προσχήματι πραγματείας τὸ τοιοῦτον τύχῃ γινόμενον. Ἐπειδὴ τοίνυν τὸ καθ᾿ ἡμᾶς εἰς ἐξουσίαν κανόνων οὐκ ἀξιόπιστον, τὴν ἐπὶ τῶν ὁμολογουμένως ἀπηγορευμένων κακονικὴν κρίσιν ἤδη τοῖς εἰρημένοις προσθήσομεν. Διῄρηται δὲ ἡ κλοπὴ εἴς τε λῃστείαν καὶ εἰς τοιχωρυχίαν· καὶ εἷς μὲν ἐπ᾿ ἀμφοτέρων σκοπός, ἡ τῶν ἀλλοτρίων ἀφαίρεσις, πολλὴ δὲ κατὰ τὴν γνώμην αὐτῶν ἡ πρὸς ἀλλήλους ἐστὶ διαφορά. Ὁ μὲν γὰρ λῃστὴς καὶ τὴν μιαιοφονίαν εἰς συμμαχίαν τοῦ σπουδαζομένου παραλαμβάνει, πρὸς αὐτὸ τοῦτο παρασκευαζόμενος καὶ ὅπλοις καὶ πολυχειρία καὶ τοῖς ἐπικαίροις τῶν τόπων, ὥστε τὸν τοιοῦτον τῷ κρίματι τῶν ἀνδροφόνων ὑπάγεσθαι, διὰ μεταμελείας πρός τήν Ἐκκλησίαν τοῦ Θεοῦ ἐπαναγάγοι! Ὁ δὲ δι᾿ ὑφαιρέσεως λανθανούσης σφετεριζόμενος τὸ ἀλλότριον, εἶτα δι᾿ ἐξαγορεύσεως τὸ πλημμέλημα ἑαυτοῦ τῷ ἱερεῖ φανερώσας, τῇ περὶ τὸ ἐναντίον τοῦ πάθους σπουδῇ θεραπεύσει τὴν ἀρρωστίαν. Λέγω δέ, διὰ τοῦ τὰ προσόντα παρέχειν τοῖς πένησιν, ἵνα, τῷ προέσθαι ἃ ἔχει, φανερὸς γένηται καθαρεύων τῆς κατὰ πλεονεξίαν νόσου. Εἰ δὲ καὶ μηδὲν ἔχοι, μόνον δὲ τὸ σῶμα ἔχοι, κελεύει ὁ ἀπόστολος, διὰ τοῦ σωματικοῦ κόπου τὸ τοιοῦτον ἐξιάσασθαι πάθος, ἔχει δὲ ἡ λέξις οὕτως· Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
Ἡ δὲ τυμβωρυχία καὶ αὕτη διῄρηται εἰ τό συγγνωστόν τε καὶ ἀσύγγνωστον. Εἰ μὲν γάρ τις τῆς ὁσίας φειδόμενος καὶ ἄσυλον ἀφεὶς τὸ κεκρυμμένον σῶμα, ὡς μὴ ἀναδειχθῆναι ἡλίῳ τὴν ἀσχημοσύνην τῆς φύσεως, λίθοις τισὶ τῶν τῷ τάφῳ προβεβλημένων συγχρήσαιτο εἰς ἔργου τινὸς κατασκευήν, ἐπαινετὸν μὲν οὐδὲ τοῦτό ἐστι, πλὴν ἀλλὰ συγγνωστὸν ἐποίησεν ἡ συνήθεια, ὅταν εἰς προτιμότερόν τι καὶ κοινωφελέστερον ἡ τῆς ὕλης μετάθεσις γένηται. Τὸ δὲ διερευνᾶσθαι τὴν κόνιν ἀπὸ τῆς γεωθείσης σαρκὸς καὶ ἀνακινεῖν τὰ ὁστὰ, ἐλπίδι τοῦ κόσμου τινὰ τῶν συγκατορυχθέντων κερδᾶναι, τοῦτο τῷ αὐτῷ κρίματι κατεδικάσθῃ, ᾧ καὶ ἡ ψιλὴ πορνεία, καθὼς ἐν τῷ προλαβόντι διῄρηται λόγῳ, ἐπισκοποῦντος δηλαδὴ τοῦ οἰκονόμου ἐξ αὐτοῦ τοῦ βίου τὴν ἰατρείαν τοῦ θεραπευομένου, ὥστε συντεμεῖν τὴν ἐκ τῶν κανόνων ὁρισθεῖσαν τοῦ ἐπιτιμίου προθεσμίαν.
Ἡ δὲ ἱεροσυλία παρὰ μὲν τῇ ἀρχαίᾳ Γραφῇ οὐδὲν ἐνομίσθη τῆς φονικῆς κατακρίσεως ἀνεκτοτέρα, ὁμοίως γὰρ ὅτε ἐπὶ φόνῳ ἁλοὺς καὶ ὁ τὰ ἀνατεθέντα τῷ Θεῷ ὑφελόμενος τὴν διὰ τῶν λίθων τιμωρίαν ὑπέσχον. Ἐπὶ δὲ τῆς ἐκκλησιαστικῆς συνηθείας, οὐκ οἶδ᾿ ὅπως συγκατάβασίς τις ἐγένετο καὶ συμπεριφορά, ὥστε ἀνεκτότερον νομισθῆναι τὸ τῆς τοιαύτης νόσου καθάρσιον, ἐν ἐλάττονι γὰρ χρόνῳ παρὰ τὴν μοιχείαν τοῖς τοιούτοις τὸ ἐπιτίμιον διετάξατο ἡ τῶν Πατέρων παράδοσις. Πανταχοῦ δὲ ἐν πλημμελήματος εἴδει καθορᾶν τοῦτο προσήκει πρὸ πάντων, οἷα ἐστὶν ἡ τοῦ θεραπευομένου διάθεσις, καὶ μὴ τὸν χρόνον οἴεσθαι πρὸς θεραπείαν ἀρκεῖν, τίς γὰρ ἂν ἐκ τοῦ χρόνου ἴασις γένοιτο; ἀλλὰ τὴν προαίρεσιν τοῦ ἑαυτὸν δι᾿ ἐπιστροφῆς θεραπεύοντος. Ταῦτά σοι, ὦ ἄνθρωπε τοῦ Θεοῦ, κατὰ πολλὴν σπουδὴν ἐκ τῶν προχείρων συνθέντες, διὰ τὸ δεῖν τοῖς τῶν ἀδελφῶν ἐπιτάγμασι πείθεσθαι, κατὰ σπουδὴν ἀπεστείλαμεν. Σὺ δὲ τὰς συνήθεις ὑπὲρ ἡμῶν εὐχὰς τῷ Θεῷ προσάγων μὴ διαλείπῃς, χρεωστεῖς γάρ, ὡς εὐγνώμων υἱός, τῷ κατὰ Θεόν σε γεννήσαντι τὴν διὰ τῶν προσευχῶν γηροκομίαν, κατὰ τὴν ἐντολὴν τὴν κελεύουσαν· τιμᾷν τοὺς γονέας, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Δῆλον δέ, ὅτι ὡς σύμβολον ἱερατικὸν δέξῃ τὸ γράμμα, καὶ οὐκ ἀτιμάσεις τὸ ξένιον, κἄν τι μικρότερον τῆς σῆς μεγαλοφυΐας ᾖ.
Οὐχ ἁπλῶς πρὸς τὸ τῶν ἁμαρτημάτων μέτρον δεῖ τὴν ἐπιτιμίαν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτανόντων στοχάζεσθαι προαιρέσεως, μή ποτε ῥάψαι τὸ διεῤῥωγὸς βουλόμενος, χεῖρον τὸ σχίσμα ποιήσῃς, καὶ ἀνορθῶσαι τὸ καταπεπτωκὸς σπουδάζων, μείζονα ἐργάσῃ τὴν πτῶσιν. Οἱ γὰρ ἀσθενεῖς καὶ διακεχυμένοι καὶ τὸ πλέον τῇ τοῦ κόσμου δεδεμένοι τρυφῇ, ἔτι καὶ ἐπὶ γένει καὶ δυναστείᾳ μέγα φρονεῖν ἔχοντες, ἡρέμα μὲν καὶ κατὰ μικρὸν ἐν οἷς ἂν ἁμάρτωσιν ἐπιστρεφόμενοι, δύναιντ᾿ ἄν, εἰ καὶ μὴ τέλειον, ἀλλ᾿ οὖν ἐκ μέρους τῶν κατεχόντων αὐτοὺς ἀπαλλαγῆναι κακῶν. Ἐὰν δὲ ἀθρόον τις ἐπαναγάγῃ τὴν παίδευσιν, ἐκ τῆς ἐλάττονος αὐτοὺς ἀπεστέρησε διορθώσεως. Ψυχὴ γάρ, ἐπειδὰν ἀπερυθριάσαι βιασθῇ, εἰς ἀνελπιστίαν ἐκπίπτει καὶ οὔτε προσηνέσι λόγοις εἴκει λοιπόν, οὔτε ἀπειλῇ κάμπτεται, οὔτε εὐεργεσία προτρέπεται, ἀλλὰ γίνεται πολὺ χείρων τῆς πόλεως ἐκείνης, ἣν ὁ Προφήτης κακίζων, ἔλεγεν· Ὄψις πόρνης ἐγένετό σοι καὶ ἀπηναισχύντησας πρὸς πάντας. Διὰ τοῦτο πολλῆς δεῖται συνέσεως τῷ ποιμένι πρὸς τὸ περισκοπεῖν πάντοθεν τὴν τῆς ψυχῆς ἕξιν. Ὥσπερ γάρ εἰς ἀπόνοιαν αἴρονται πολλοὶ καὶ εἰς ἀπόγνωσιν τῆς ἑαυτῶν καταπίπτουσι σωτηρίας ἀπὸ τοῦ μὴ δυνηθῆναι πικρῶν ἀνασχέσθαι φαρμάκων, οὕτως εἰσί τινες, οἳ διὰ τὸ μὴ δοῦναι τιμωρίαν τῶν ἁμαρτημάτων ἀντίρροπον, εἰς ὀλιγωρίαν ἐκτρέπονται καὶ πολλῶν γίνονται χείρους καὶ πρὸς μεῖζον ἁμαρτάνειν παράγονται. Χρὴ τοίνυν μηδὲν τούτων ἀνεξέταστον ἀφεῖναι, ἀλλά, πάντα διερευνησάμενον ἀκριβῶς, καταλλήλως τὰς παρ᾿ ἑαυτοῦ προσάγειν τὸν ἱερώμενον, ἵνα μὴ ματαίως αὐτῷ γίνηται ἡ σπουδή.
Πολλοὺς ὁρῶ τοῦ σώματος τοῦ Χριστοῦ μετέχοντας ἁπλῶς καὶ ὡς ἔτυχε καὶ συνηθείᾳ καθαρᾷ ἑπόμενοι μετέχουσιν. Ἂν ἐπιστῇ, φησίν, ὁ τῆς ἁγίας Τεσσαρακοστῆς καὶ τοῦ Πάσχα καιρός, οἷος ἂν ᾖ τις, μετέχει τῶν μυστηρίων. Ἀλλ᾿ οὐ χρὴ ἑορτὰς ἐπιτηρεῖν, ἀλλὰ συνειδὸς καθαίρειν καὶ τότε μετέχειν, ὁ γὰρ ἀκάθαρτος καὶ ἀνάξιος οὐδὲ ἐν ἑορτῇ δίκαιος ἂν εἴη μετέχειν τῆς ἁγίας καὶ φρικωδεστάτης σαρκός. Ἐννόησον γάρ, ὅτι οἱ τῆς παλαιᾶς θυσίας μετέχοντες πολλὴν ἐκέκτηντο τὴν φειδῶ, προηγνίζοντό τε καὶ πάντοθεν ἐκαθαίροντο. Σὺ δὲ θυσίᾳ προσιών, ἣν καὶ ἄγγελοι φρίττουσι, καιρῶν περιόδοις τὸ πρᾶγμα περιορίζεις καὶ μιαραῖς χερσὶ καὶ χείλεσι κατατολμᾷς τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ; Καὶ βασιλέα μέν, οὐκ ἂν ἕλοιο καταφιλῆσαι, ὀδωδότος σου τοῦ στόματος, τὸν δὲ βασιλέα τοῦ οὐρανοῦ ψυχῇ καταφιλεῖς ὀδωδυίᾳ; ὕβρις τὸ πρᾶγμα ἐστίν. Οὐκοῦν εἰ τῆς μεταλήψεως οὐκ εἶ ἄξιος, οὐδέ τῆς εὐχῆς καὶ τῆς συστάσεως τῶν ἀξίων. Ἄκουσον γὰρ καὶ τοῦ Κυρίου λέγοντος· Οἱ ἐν μετανοίᾳ προσέλθετε, ὅσοι δὲ μὴ μετέχουσιν, οὐ ἐν μετανοίᾳ εἰσίν.
Πολλοὶ τῆς θυσίας ταύτης ἅπαξ τοῦ ἐνιαυτοῦ μεταλαμβάνουσιν, ἕτεροι δίς, ἄλλοι πολλάκις· πρὸς οὓς ἅπαντας ἡμῖν ὁ λόγος ἐστίν. Οὐ πρὸς τοὺς ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἐν τῇ ἐρήμῳ καθεζομένους· ἐκεῖνοι γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο ποιοῦσι. Τίνας οὖν χρὴ ἐπαινέσαι, τοὺς ἅπαξ, τοὺς πολλάκις ἢ τοὺς ὀλιγάκις; Οὔτε τοὺς ἅπαξ, οὔτε τοὺς πολλάκις, οὔτε τοὺς ὀλιγάκις, ἀλλὰ τοὺς μετὰ καθαροῦ συνειδότος, τοὺς μετὰ βίου ἀλήπτου. Οἱ τοιοῦτοι ἀεὶ προσίτωσαν, οἱ δὲ μὴ τοιοῦτοι μηδ᾿ ἅπαξ. Τί δήποτε; Ὅτι κρῖμα ἑαυτοῖς λαμβάνουσι καὶ κατάκριμα καὶ κόλασιν καὶ τιμωρίαν. Καὶ μὴ θαυμάσῃς· ὥσπερ γὰρ ἡ τροφή, φύσει οὖσα θρεπτική, ἐὰν εἰς κακόχυμον ἐμέσῃ, πάντα ἀπόλλυσι καὶ διαφθείρει καὶ γίνεται νόσου ἀφορμή οὕτω δὴ καὶ τὰ τῶν ἁγίων μυστήρια. Τραπέζης ἀπολαύεις πνεματικῆς, καὶ πάλιν φύρεις βορβόρῳ τὸ στόμα; Μύρῳ χρίεις, καὶ πάλιν δυσωδίας πληροῖς μετ᾿ ἐνιαυτὸν τῆς μεταλήψεως μετέχων; Τεσσαράκοντα ἡμέρας οἴει ἀρκεῖν σοι πρὸς καθαρισμὸν τῶν ἁμαρτημάτων παντὸς τοῦ χρόνου, καὶ πάλιν, ἑβδομάδος παρελθούσης, ἐκδίδως σαυτὸν τοῖς προτέροις; Εἰπὲ δή μοι, ἐάν ὑγιάνας, μετὰ τεσσαράκοντα ἡμέρας ἀπὸ νόσου μακρᾶς, πάλιν ἐκδίδως τοῖ νοσοποιοῖς σιτίοις, οὐχὶ καὶ τὸν πρότερον κόπον ἀπώλεσας καὶ ἑαυτὸν μειζόνως ἔβλαψας; Εἰ γὰρ τὰ φυσικὰ μεθίστανται, πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως. Ἡμέρας τεσσαράκοντα ἀπονέμεις τῇ ὑγείᾳ τῆς ψυχῆς, τάχα δὲ οὐ τεσσαράκοντα, καὶ προσδοκᾷς ἐξιλεώσασθαι τὸν Θεόν; Παίζεις; εἰπέ μοι. Οὐκοῦν διὰ τοῦτο καὶ ὁ διάκονος ἐπιφωνεῖ, λέγων· Τὰ ἅγια τοῖς ἁγίοις. Τουτέστιν, ὅς οὐκ ἔστιν ἅγιος, μὴ προσίτω· οὐχ ἀπλῶς φησιν, ἁμαρτημάτων καθαρός, ἀλλὰ ἅγιος.
Προσφώνησις, τῶν Ἁγίων θεοφανείων ἐπιστάντων ἐν Κυριακῆ. Καὶ τὸ ἔθος καὶ τὸ πρέπον ἡμᾶς ἀπαιτεῖ πᾶσαν Κυριακὴν τιμᾶν καὶ ἐν ταύτῃ πανηγυρίζειν, ἐπειδήπερ ἐν ταύτῃ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἐκ νεκρῶν ἀνάστασιν ἡμῖν ἐπρυτάνευσε. Διὸ ἐν ταῖς ἱεραῖς Γραφαῖς καὶ πρώτη κέκληται, ὡς ἀρχὴ τῆς ζωῆς ἡμῖν ὑπάρχουσα, καὶ ὀγδόη, ἅτε δὴ ὑπεραναβεβηκυΐα τῶν Ἰουδαίων σαββατισμόν, Ἐπεὶ οὖν συνέβη τὴν τῶν ἁγίων Θεοφανείων νήστιμον ἡμέραν εἶναι, ταύτην οἰκονομήσωμεν καὶ πρὸς ἑκάτερον ἐπιστημόνως χωρήσομεν, ἵνα, μεταλαμβάνοντες ὀλίγων φοινίκων, ἐκκλίνωμεν ἅμα καὶ τὰς αἱρέσεις τὰς μὴ τιμώσας τὴν ἀναστάσιμον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἡμέραν, καὶ τὸ ὀφειλόμενον τῇ νηστίμῳ ἡμέρᾳ ἀποδῶμεν, περιμένοντες τὴν ἑσπερινὴν σύναξιν, ἥτις ἐνταῦθα, Θεοῦ θέλοντος, τελεῖται. Συναχθῶμεν τοίνυν ἀπὸ ὥρας ἐνάτης ἐνταῦθα.
Περὶ τῶν κοινωνησάντων τοῖς Ἀρειανοῖς καὶ μέχρι τοῦ νῦν τὰς ἐκκλησίας κατεχόντων, ὡς ἔχει τὸ ἔθος γινέσθω. Οὕτω μέν τοι, ὥστε ἑτέρους καταστῆναι, μαρτυρουμένους ἐν ὀρθοδοξίᾳ, κἀκείνους αὐλίζεσθαι. Οὕτως οἰκονομουμένων καὶ τούτων, ὥσπερ καὶ ἐν ταῖς ἄλλαις πόλεσι πεποιήκασιν οἱ ἐν τῇ Θηβαΐδι ὀρθόδοξοι ἐπίσκοποι, οἱ καταστάντες παρὰ Ἀπόλλωνος τοῦ ἐπισκόπου καὶ κοινωνήσαντες τοῖς ἔχουσι τὰς ἐκκλησίας Ἀρειανοῖς ἐπιτιμάσθωσαν, εἴ γε γνώμῃ ἑαυτῶν πεποιήκασι τοῦτο. Εἰ δὲ ὑπήκοοι γεγόνασι τῷ οἰκείῳ ἐπισκόπῳ, αὐλιζέσθωσαν ὡς μὴ ἐπεγνωκότες τὸ εὔλογον. Καὶ εἰ μὲν πάντες οἱ λαοὶ τούτους ἀποποιοῦνται μετὰ τῶν ἄλλων, ἕτεροι χειροτονείσθωσαν· εἰ δὲ ἀντιποιοῦνται αὐτῶν μετ᾿ ἐκείνων, οἷς κεκοινωνήκασι, ταύτης καὶ οὗτοι ἀποπειράσθωσαν τῆς συνηθείας, ᾗ ἐχρήσαντο οἱ ἐν Θηβαΐδι πάντες ὀρθόδοξοι ἐπίσκοποι.
Περὶ Βίστου, καταστάντος Ἐρέβῃ πρεσβυτέρου, ζητητέον· καὶ εἰ μὲν ἀποταξαμένην τινὰ ζῶντος τοῦ ἀνδρὸς ἐβιάσατο, μὴ συγχωρείσθω εἶναι πρεσβύτερος, ὅπου γε οὐδὲ ὡς λαϊκὸς ὀφείλει συνάγεσθαι, τῆς Ἐκκλησίας εἰωθυίας τοὺς τοιούτους χωρίζειν. Οὐ φέρει δὲ τοῦτο πρόκριμα τῷ ἐπισκόπῳ Ἀπόλλωνι, εἰ ἐξ ἀγνοίας αὐτὸν κατέστησε, τῆς ἁγίας συνόδου κελευσάσης, τοὺς ἀναξίους μετὰ τὴν χειροτονίαν ἐλεγχομένους ἐπὶ ἐγκλήματι ἐκβάλλεσθαι.
Περὶ δὲ Σούρ, ἐπειδὴ ὁ ἐπίσκοπος Ἀπόλλων διεβεβαιώσατο καὶ ἀπεσταλκέναι τοῦτον καὶ ἀλλότριον τῆς Ἐκκλησίας πεποιηκέναι, ἔστω οὕτως ὡς ἀπεφήνατο ὁ ἐπίσκοπος, χρωμένου ἐκείνου ταῖς οἰκείαις δικαιολογίαις, εἴ γε βούλεται καὶ μέμφεται τὴν ἀπόφασιν τοῦ ἐπισκόπου.
Περὶ δὲ Πανούφ, τοῦ καταστάντος διακόνου ἐν τῇ Λυκῷ, δεῖ ζητῆσαι καί, εἰ μὲν εὑρεθείη οὗτος ἔτι κατηχούμενος τυγχάνων, τὴν ἀδελφιδῆν ἑαυτοῦ πρὸς γάμου κοινωνίαν δεξάμενος, μετὰ δὲ τὸ βάπτισμα εἰς κλῆρον ἀχθείς, μενέτω ἐν τῷ κλήρῳ, εἴ γε κεκοίμηται ἐκείνη καὶ μετὰ τὸ βάπτισμα οὐκ ἐκοινώνησεν αὐτῇ. Εἰ δὲ πιστὸς τυγχάνων τὴν αὐτὴν ἀδελφιδῆν ἑαυτοῦ πρὸς γάμου κοινωνίαν ἐδέξατο, ἔστω τοῦ κλήρου ἀλλότριος, οὐ γὰρ πρόκριμα τῷ ἐπισκόπῳ φέρει Ἀπόλλωνι, εἰ ἐξ ἀγνοίας κατέστησεν αὐτόν.
Περὶ Ἰακὼβ χρὴ ζητῆσαι, εἰ ἀναγνώστης ὤν, ἐγκλήματι πορνείας ὑπεύθυνος ἐδείχθη καὶ παρὰ τῶν πρεσβυτέρων ἐξεβλήθη, εἶτα κεχειροτόνηται, οὗτος βαλλέσθω, ἀκριβοῦς ἐξετάσεως γενομένης καὶ μὴ μόνον ἐκ ψιθυρισμῶν ἢ κακολογιῶν ὑποψίας εἰς αὐτὸν γενομένης. Εἰ δὲ μὴ εὑρεθείη ὑπεύθυνος, μενέτω ἐν τῷ κλήρῳ, οὐ γὰρ δεῖ ταῖς ματαίαις διαβολαῖς προσέχειν.
Περὶ τῶν ὀφειλόντων χειροτονεῖσθαι, οὗτος ἔστω τύπος, ὥστε πᾶν τὸ ἱερατεῖον συμφωνεῖν καὶ αἱρεῖσθαι, καὶ τότε τὸν ἐπίσκοπον δοκιμάζειν καί, συναινοῦντος αὐτῷ τοῦ ἱερατείου, χειροτονεῖν ἐν μέσῃ τῇ ἐκκλησίᾳ, παρόντος τοῦ λαοῦ καὶ προσφωνοῦντος τοῦ ἐπισκόπου, εἰ καὶ ὁ λαὸς δύναται αὐτῷ μαρτυρεῖν. Χειροτονία δὲ λαθραίως μὴ γινέσθω, τῆς γὰρ Ἐκκλησίας εἰρήνην ἐχούσης, πρέπει παρόντων τῶν ἁγίων τὰς χειροτονίας ἐπὶ τῆς ἐκκλησίας γίνεσθαι. Ἐν δὲ τῇ ἐνορίᾳ, εἰ μὲν κοινωνήσαντές εἰσί τινες ταῖς τῶν κοινωνησάντων γνώμαις, μὴ ἄλλως χειροτονείσθωσαν, ἀλλὰ τῶν ἀληθῶς ὀρθοδόξων κληρικῶν δοκιμαζόντων, παρόντος πάλιν τοῦ ἐπισκόπου, καὶ προσφωνοῦντος παρόντι τῷ λαῷ, μόνον ἵνα μὴ περιδρομή τις γένηται.
Τὰ προσφερόμενα εἰς λόγον θυσίας, μετὰ τὰ ἀναλισκόμενα εἰς τὴν τῶν μυστηρίων χρείαν, οἱ κληρικοὶ διανεμέσθωσαν· καὶ μήτε κατηχούμενος ἐκ τούτων ἐσθιέτω ἢ πινέτω, ἀλλὰ μᾶλλον οἱ κληρικοὶ καὶ οἱ σὺν αὐτοῖς πιστοὶ ἀδελφοί.
Ἐπειδὴ Ἱέραξ τόν δε, ὡσανεὶ ἐπὶ πορνείᾳ διαβαλλόμενον, οὐκ ὀφείλειν λέγει ἐν τῷ κλήρῳ εἶναι, ὁ δὲ ἐπίσκοπος Ἀπόλλων διϊσχυρίσατο τηνικαῦτα μηδέν κατήγορον ἐν μέσῳ ἐληλυθέναι κατ᾿ αὐτοῦ, ἐξεταζέσθω καὶ οὗτος· καὶ εἰ μὲν κατήγορος τις ἀνάφύεται πίστεως ἄξιος καὶ τὸ ἔγκλημα ἀποδείκνυται, φερομένων ἀξιοπίστων μαρτύρων, τῆς ἔκκλησίας ἐκβαλλέσθω, εἰ δὲ τοῦ κλήρου ἄξιός ἐστι καὶ ἐπὶ σωφροσύνῃ μαρτυρεῖται, μενέτω ἐν τούτῳ.
Ὥστε γνώμῃ παντὸς τοῦ ἱερατείου οἰκονόμον ἀποδειχθῆναι ἕτερον, ἐφ᾿ ᾧ συντέθειται καὶ ὁ ἐπίσκοπος Ἀπόλλων, πρὸς τὸ τὰς ἐκκλησίας εἰς δέον ἀναλίσκεσθαι.
Αἱ χῆραι καὶ οἱ πένητες καὶ οἱ παρεπιδημοῦντες ξένοι πάσης ἀναπαύσεως ἀπολαυέτωσαν, καὶ μή τις τὰ τῆς ἐκκλησίας ἰδιοποιείσθω.
Ἀφήγησις περὶ τῶν λεγομένων Καθαρῶν. Δεδήλωκέ μοι ἡ σὴ εὐλάβεια, ὥς τινες τῶν ὀνομαζόντων ἑαυτοὺς Καθαροὺς προσελθεῖν βούλονται τῇ Ἐκκλησίᾳ. Ἐπειδὴ τοίνυν ἡ μεγάλη σύνοδος, ἡ γενομένη ἐν Νικαίᾳ παρὰ τῶν μακαρίων Πατέρων ἡμῶν, ὥρισεν ὥστε χειροτονεῖσθαι τοὺς προσερχομένους, θέλησον κατὰ τὸν τύπον τοῦτον τοὺς ἐθέλοντας προσέρχεσθαι τῇ Ἐκκλησίᾳ χειροτονεῖν, εἴ γε ὁ βίος αὐτῶν ὀρθός ἐστι καὶ μη δὲν τούτοις ἀντίκειται.
Ἀγάθωνι ἐπισκόπῳ. Ἀγνοῶν τοὺς τῆς Ἐκκλησίας νόμους, Μάξιμος διϊσχυρίσατο παρανόμῳ συμβιώσει συνῆφθαι καὶ ἐπειδὴ θορυβεῖ αὐτὸν τὸ ἀσύνακτον εἶναι, διεβεβαιώσατο, ἐπειδὴ ἀγνοίᾳ τὸ παράνομον ἔδρασεν, ἐκ συμφώνου ἀπέχεσθαι τῆς παρανόμου συμβιώσεως, κἀκείνης ἀγαπώσης τοῦτο. Ἐὰν τοίνυν δοκιμάσῃς ὅτι τοῦτο ποιοῦσιν ἐκ συμφώνου καὶ μὴ ἀπατῶσιν, ἐπειδὴ δεκαέτης ἐστὶ χρόνος, εἰ σκοπεῖς μετὰ κατηχουμένων αὐτοὺς συνάγεσθαι τέως, οὕτω διοίκησον. Εἰ δὲ συνορᾷς ὅτι ἀπατῆσαι βούλονται καὶ δεῖται τὰ κατ᾿ αὐτοὺς ἔτι στύψεως, ὄπερ ὁ Θεὸς ὑποβάλλει σοι, τοῦτο ποίησον, πανταχοῦ πρὸς τὸ ἐπέχον ὁδηγούμενος, ἐπὶ γὰρ τῶν τόπων τυγχάνων, τὰς γνώμας αὐτῶν μᾶλλον εἰδέναι δύνασαι.
Μηνᾷ ἐπισκόπῳ. Νόμιμον πρᾶγμα πεποιήκασιν οἱ πρεσβύτεροι ἐν Γεμίνῳ τῇ κώμῃ, εἰ ἀληθεύει ἡ κομίζουσα τὸ γράμμα Εὐσταθία· φάσκει γάρ, ὅτι Κυράδιον ἀδικοῦσαν καὶ μὴ βουλομένην ἀναστεῖλαι τὴν ἀδικίαν, ἐχώρισαν τῆς συνάξεως. Ἐπειδὴ τοίνυν εὖρον ὡς, τὸ ἑαυτῆς κακὸν θεραπεύσασα, βούλεται συναχθῆναι, θέλησον παρασκευάσαι αὐτὴν ἀποθέσθαι πρῶτον τὴν ἀδικίαν καὶ πεῖσαι μετανοῆσαι, ἵν᾿ οὕτως, εἰ συνίδοις ὅτι νόμῳ Θεοῦ προσέρχεται, τῆς συνάξεως ὀρεγομένη, ἐπιστρέψῃς αὐτῇ μετὰ τῶν λαῶν συνάγεσθαι.
Ἕκαστα τῶν καθ᾿ ἡμᾶς πραγμάτων, ὅταν εὐθὺ φέρηται κανονικῆς ευταξίας, οὐδένα μὲν ἡμῖν ἐντίκτει θόρυβον, ἀπαλλάττει δὲ καὶ τῆς παρά τινων δυσφημίας, μᾶλλον δὲ καὶ τὰς παρὰ τῶν εὖ φρονούντων εὐφημίας ἡμῖν προξενεῖ. Τίς γὰρ οὐκ ἂν ἀποδέξαιτο ψῆφον ἀπροσκλινῆ, ἥπερ ἂν γένοιτο παρά τινων; ἢ πῶς τὸ κρίνειν ὀρθῶς καὶ ἐννόμως οὐκ ἀνεπίπληκτον ἔσται, μᾶλλον δὲ παντὸς ἐπαίνου μεστόν; Καὶ ταῦτα γράφω νυνί, τῆς σῆς θεοσεβείας ἐν τοῖς ἑαυτῆς γράμμασι τοῖς σταλεῖσι πρὸς ἐμέ τε καὶ τὸν ὁσιώτατον καὶ θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συνεπίσκοπον Πρόκλον, ἐπίσκοπον μεν ὀνομαζούσης τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον Πέτρον, αὐτοῦ κλαίοντος, καὶ τῆς ἐκνεμηθείσης αὐτῷ ἐκκλησίας παραλόγως κεκινῆσθαι λέγοντος. Ἦν δ᾿ ἀκόλουθον, ἢ τὸ τῆς ἱερωσύνης ὄνομα μετὰ τοῦ πράγματος ἔχειν αὐτόν, ἤγουν, εἴπερ μὴ ἦν ἄξιος τοῦ προεστᾶναι θείου θυσιαστηρίου, μηδ᾿ αὐτῇ τιμᾶσθαι τῇ κλήσει τῆς ἐπισκοπῆς. Ἀλλ᾿ ἴσως δόξειεν ἂν τῇ σῇ θεοσεβείᾳ σκληρὸς εἶναί τις καὶ ἀφιλάλληλος ὁ παρ᾿ ἐμοῦ λόγος· ἔχει δὲ οὐχ οὕτω κατὰ τὸ ἀληθές. Ἐλεῆσαι γὰρ τάχα που νομίζομεν τὸν πρεσβύτην, μόνην αὐτῷ τὴν κλῆσιν ἀφέντες. Μακρῷ δὲ ἦν ἄμεινον ἐννοῆσαι καὶ τὸ ἕτερον· φάσκει γὰρ δύνασθαι μὲν συστῆναι τῇ οἰκείᾳ ὑπολήψει, οὐ λαβεῖν δὲ καιρὸν ἀπολογίας, οὔτε μὴν ἀκρόασιν αὐτῷ προτεθῆναι κανονικήν. Εἰ δ᾿ ἐγεγόνει τι τοιοῦτον, αὐτὴ τῶν ὑπομνημάτων ἡ σύστασις διήλεγξεν ἂν αὐτόν, ἢ ἁλόντα τοῖς αἰτιάμασιν ἔνοχον ἀποπεφασμένον καὶ οὐδὲν ἔχοντα λοιπὸν εἰπεῖν ὡς ἠδικημένον, ἢ γοῦν ἐλεύθερον ἀποφήνασα πάλιν ἐδίδου τὸ προεστᾶναι τῆς ἐκκλησίας, ἣ καὶ ὑπὸ χεῖρα γέγονε τὴν ἑαυτοῦ. Οὐδενὸς δὲ πεπραγμένου τοιούτου, καταβοᾷ τοῦ πράγματος καὶ ἀδικίαν ἀφόρητον ὑποστῆναί φησι καὶ ἀθέσμως ἐκβεβλῆσθαι προσεπάγων, ὅτι καὶ ἡρπάγη πάντα τὰ προσόντα αὐτῷ χρήματα. Ἡ σὴ τοιγαροῦν ὁσιότης, ἐννοοῦσα καὶ τὸ τοῖς θείοις κανόσι δοκοῦν καὶ τὸ πρέπον τῇ Ἐκκλησίᾳ καὶ τοῖς τεταγμένοις εἰς ἱερὰν λειτουργίαν, ἔτι τε πρὸς τούτοις καὶ τὰ παρ᾽ ἡμῶν δυσωπηθεῖσα γράμματα, στησάτω τοῦ πρεσβύτου τὸ δάκρυον. Καὶ εἰ μὲν ἕλοιτο δικάσασθαι πρὸς τοὺς ἐπάγοντας αὐτῷ τὰς αἰτίας, δικαζέσθω κατὰ τὸ εἰωθὸς ἐπὶ τῆς σῆς θεοσεβείας, συμπαρόντων δηλονότι τῶν ὑπὸ τὴν αὐτῆς χεῖρα θεοσεβεστάτων ἐπισκόπων, ἐκτὸς εἰ μὴ παραιτοῖτό τινας ὡς ὑπόπτους. Οὐδένα μὲν γὰρ τῶν θεοσεβεστάτων ἐπισκόπων ἐχθρὰ φρονεῖν ἀδελφῷ πιστεύομεν. Ἵνα δὲ μὴ πρόφασις αὕτη γένηται, τὴν ἐσομένην ἐπ᾿ αὐτῷ κρίσιν παραλύουσα, πρὸς τὸ μὴ ἐν δίκῃ πεποιῆσθαι δοκεῖν, οὐδέν ἐστι τὸ λυποῦν ἀπεῖναι τοῦ συνεδρίου τῶν ἐν ὑποψίᾳ τινάς.
Τὰ δὲ ἀδίκως ληφθέντα παρ᾿ αὐτοῦ χρήματα, ἀναδοθῆναι δίκαιον κατὰ δύο τρόπους· Πρῶτον μέν, ὅτι οὐδὲ ἐχρῆν ὅλως γενέσθαι τι τοιοῦτον καὶ ὅτι λυπεῖ σφόδρα καὶ εἰς ἐσχάτην ἀκηδίαν καταφέρει τοὺς ἁπανταχόσε γῆς ὄντας θεοσεβεστάτους ἐπισκόπους τὸ ἀπαιτεῖσθαι λόγους τῆς οἰκονομίας τῶν παραπιπτόντων αὐτοῖς ἀναλωμάτων, εἴτε ἐκ προσόδων ἐκκλησιαστικῶν, εἴτ᾿ οὖν καὶ ἀπὸ τῆς τινῶν καρποφορίας. Ἕκαστος γὰρ ἡμῶν τῶν ἰδίων καιρῶν δώσει λόγον τῷ πάντων κριτῇ. Κειμήλια μὲν γὰρ καὶ κτήσεις ἀκινήτους, ἀνεκποιήτους ταῖς ἐκκλησίαις σῴζεσθαι χρή, θαρσεῖσθαι δὲ τοῖς κατὰ καιρὸν τὴν θείαν διέπουσαν ἱερωσύνην τῶν παραπιπτόντων ἀναλωμάτων τὴν οἰκονομίαν.
Τοὺς δὲ τῆς παραιτήσεως λιβέλλους οὐ κατὰ προαίρεσιν οἰκείαν, ἀλλ᾿ ὡς ἐξ ἀνάγκης καὶ φόβου καὶ τῆς τινῶν ἀπειλῆς ἐπιδοῦναι φησί, καὶ ἑτέρως δὲ πρᾶγμά ἐστιν οὔτε τοῖς τῆς Ἐκκλησία; ἀρέσκον θεσμοῖς, λιβέλλους παραιτήσεων προσάγειν τινὰς τῶν ἱερουργῶν. Εἰ γὰρ εἰσιν ἄξιοι τοῦ λειτουργεῖν, ἔστωσαν ἐν τούτῳ, εἰ δὲ ἀνάξιοι, μὴ ἀπὸ παραιτήσεως ἐξίτωσαν, κατεγνωσμένοι δὲ μᾶλλον ἐπὶ πράγμασιν, ὧν ἄν τις πολλὴν ποιήσαιτο τὴν καταβοήν, ὡς ἔξω τρεχόντων πάσης ἀκολουθίας. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα. Σὲ ἡ σὺν ἡμῖν ἐν Κυρίῳ προσαγορεύει.
Τοῖς κατὰ Λιβύην καὶ Πεντάπολιν ἐπισκόποις (Κανὼν α´, β´) Παντὸς τοῦ χρησίμου καὶ ἀναγκαίου πρὸς οἰκοδομὴν τῶν λαῶν, τελοῦντος δὲ καὶ ὑπόληψιν τῶν ἁγίων ἐκκλησιῶν, φροντίδα ποιεῖσθαι χρή. Γέγραπται γάρ, ὅτι εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ, Μοναστηρίων τοίνυν πατέρες τῶν κατὰ τὴν Θηβαίων ἐπαρχίαν, ἄνδρες εὐλαβεῖς καὶ οὐκ ἀθαύμαστον ἔχοντες πολιτείαν, ἐλθόντες ἐν Ἀλεξανδρείᾳ, ἐρωτώμενοί τε παρ᾿ ἐμοῦ τήν κατάστασιν τῶν αὐτόσε μοναστηρίων, ἐδίδασκον ὅτι σκανδαλίζονται πολλοὶ διὰ τοιαύτην αἰτίαν. Νεωστὶ γεγαμηκότες τινὲς καὶ οἷον ἐξ αὐτῶν καταβάντες τῶν νυμφώνων, συναρπάζουσί τινας τῶν θεοφιλεστάτων ἐπισκόπων καί, οὐδενὸς τάχα που τὰ κατ᾿ αὐτοὺς καταγγέλλοντος, χειροτονοῦνται κληρικοί, ἤγουν πρεσβύτεροι. Ἕτεροι δέ τινες ἐξ αὐτῶν τῶν μοναστηρίων, ὡς ἄτακτοι ἐκβαλλόμενοι, πάλιν ὑποτρέχουσι τὰς χειροτονίας καί, γενόμενοι κληρικοί, εἰσέρχονται καὶ ἐν αὐτοῖς τοῖς μοναστηρίοις, ὅθεν ἐκβέβληνται, καὶ βούλονται προσφέρειν καὶ ὅσα κληρικοῖς ἔθος πληροῦν καὶ ταῦτα δρᾷν, ὡς καί τινας τῶν εἰδότων αὐτοὺς παραιτεῖσθαι καὶ τὰς συνάξεις καὶ μὴ ἀνέχεσθαι κοινωνεῖν, λειτουργούντων ἐκείνων. Ἐπειδὴ τοίνυν πρὸς οἰκοδομήν, ὡς ἔφην, τῶν λαῶν πάντα χρὴ πράττεσθαι παρ᾽ ἡμῶν, ἐπιτηρείτω ταῦτα ἡ θεοσέβεια ὑμῶν. Καὶ εἰ μέλλει τις χειροτονεῖσθαι κληρικός, περιεργαζέσθω τὸν βίον αὐτοῦ· καὶ πότερόν ποτε γαμετὴν ἔχει ἢ οὐ· καὶ πῶς καὶ πότε ἠγάγετο· καὶ εἰ ἀπέσχετο· καὶ εἰ μή τίς ἐστι τῶν ἐκβεβλημένων ἢ παρ᾿ ἑτέρου θεοσεβεστάτου ἐπισκόπου ἢ ἐκ μοναστηρίου· καὶ τότε χειροτονείτω, ἀδιάβλητον εὑρεθέντα. Τηρήσομεν γὰρ οὕτω καθαρὸν καὶ τὸ ἑαυτῶν συνειδὸς καὶ ἀδιάβλητον τὴν ἱεράν σεπτήν λειτουργίαν.
Ἐὰν δὲ χωρισμὸν ὑπομείνωσί τινες, ἐπιτιμηθέντες πταισμάτων ἕνεκα, εἶτα μέλλωσι τελευτᾶν κατηχούμενοι ὄντες, βαπτιζέσθωσαν καὶ μὴ ἀποδημείτωσαν τῶν ἀνθρωπίνων ἀμέτοχοι τῆς χάριτος, ἤγουν ἀκοινώνητοι. Δοκεῖ γὰρ προσέχειν καὶ τοῦτο τοῖς τῆς Ἐκκλησίας θεσμοῖς. Προσείπατε τὴν παρ᾿ ὑμῖν ἀδελφότητα. Ὑμᾶς ἡ σὺν ἡμῖν ἐν Κυρίῳ προσαγορεύει.
Τῷ θεοφιλεστάτῳ συλλειτουργῷ (τῷδε), Γεννάδιος καὶ ἡ ἐνδημοῦσα τῇ βασιλίδι Κωνσταντινουπόλει, νέᾳ Ῥώμῃ, ἁγία σύνοδος. Ὁ Δεσπότης ἡμῶν καὶ Θεὸς καὶ Σωτὴρ Ἰησοῦς Χριστός, ἐγχειρίσας τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς τοῦ Εὐαγγελίου τὸ κήρυγμα καὶ διδασκάλους τούτους ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἀνθρώποις ἐξαποστείλας, παρεκελεύσατο διαρρήδην, ἣν εἰλήφασι παρ᾿ αὐτοῦ δωρεάν, ταύτην καὶ αὐτοὺς τοῖς ἀνθρώποις μεταδιδόναι δωρεάν, μὴ κτωμένους ὑπὲρ αὐτῆς χαλκὸν ἢ ἄργυρον ἢ χρυσὸν ἤ τινα περιουσίαν ἄλλην ὅλως, ὑλικὴν ἢ γεώδη· μὴ γὰρ εἶναι τῶν ἐπουρανίων καὶ πνευματικῶν χαρισμάτων ἀμοιβὴν τὰ γεηρὰ καὶ ἐπίκηρα. Ταύτην τὴν ἐντολὴν οὐ μόνον ἐκείνοις, ἀλλὰ καὶ ἡμῖν δι᾿ ἐκείνων ἐνετείλατο, οὕς εἰς τὸν οἰκεῖον βαθμόν τε καὶ τόπον ὑπεισαγαγεῖν κατηξίωσε. Καὶ δεῖ, καθάπερ ἐκεῖνοι τότε, καὶ ἡμᾶς νῦν ἀκριβῶς φυλάττειν τε καὶ παρατηρεῖν καὶ μὴ σοφίζέσθαι τὰ ἄσοφα, μηδὲ κύβον ἀναρριπτεῖν ἐπικίνδυνον. Δωρεάν, φησίν, ἐλάβετε, δωρεὰν δότε. Μὴ κτήσησθε χαλκόν, μηδὲ ἄργυρον, μήτε χρυσὸν εἰς τὰς ζώνας ἡμῶν. Ἁπλοῦς καὶ σαφὴς ὁ τῆς ἐντολῆς ταύτης λόγος ἐστίν, οὐδὲν ποικῖλον ἔχων, οὐδὲ δυσέφικτον, οὐδὲ σοφιστικῆς δεόμενον ἐξηγήσεως, παρ᾿ ἐμοῦ, φησίν, ἐδέξασθε τὸ τῆς ἱερωσύνης ἀξίωμα. Εἰ μὲν ὑπὲρ αὐτοῦ μοι μικρὸν ἢ μέγα τι κατεβάλεσθε καὶ τοῦτο ὑμῖν πέπραται παρ᾿ ἐμοῦ, πωλεῖτε καὶ ὑμεῖς ἑτέροις αὐτό, εἰ δὲ δωρεὰν εἰλήφατε, δότε καὶ ὑμεῖς δωρεάν. Τί τῆς ἐντολῆς ταύτης σαφέστερον; Τί δὲ τοῖς πειθαρχοῦσι λυσιτελέστερον; Οὐαὶ τῷ ὄντι τοῖς κτήσασθαι τὴν τοῦ Θεοῦ δωρεὰν ἢ διδόναι ταύτην διὰ χρημάτων ὑπειληφόσιν· εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας οἱ τοιοῦτοι κατὰ τὴν ἀπόφασιν τοῦ ἁγίου Πέτρου ὑπάρχουσι, συλληφθέντες ὑπὸ τῆς ἑαυτῶν φιλαργυρίας. Ὅθεν καὶ τῶν ὁσίων καὶ μακαρίων Πατέρων τῶν τῆς ἁγίας καὶ μεγάλης οἰκουμενικῆς συνόδου τῆς ἐν Χαλκηδόνι συναχθείσης, τῷ δεσποτικῷ τούτῳ νόμῳ συνᾴδων ὁ περὶ τούτου κανών, ἡμῖν σαφῶς οὑτωσί λέξεσιν αὐταῖς ἐκπεφώνηται· Εἴ τις ἐπίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιήσαιτο καὶ εἰς πρᾶσιν καταγάγοι τὴν ἄπρατον χάριν, καὶ χειροτονήσοι ἐπὶ χρήμασιν ἐπίσκοπον ἢ χωρεπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον ἢ ἕτερόν τινα τῶν ἐν τῷ κλήρῳ καταριθμουμένων, ἤ προβάλοιτο ἐπὶ χρήμασιν οἰκονόμον ἢ ἔκδικον ἢ παραμονάριον ἢ ὅλως τινὰ τοῦ κλήρου, δι᾿ αἰχροκέρδειαν οἰκείαν, ὁ τοῦτο ἐπιχειρήσας, ἐλεγχθείς, κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμόν, καὶ ὁ χειροτονούμενος μηδὲν ἐκ τῆς κατ᾿ ἐμπορίαν ὠφελείσθω χειροτονίας ἢ προβολῆς, ἀλλ᾿ ἔστω ἀλλότριος τῆς ἀξίας ἢ τοῦ φροντίσματος, οὗπερ ἐπὶ χρήμασιν ἔτυχεν. Εἰ δέ τις καὶ μεσιτεύων φανείη τοῖς αἰσχροῖς τούτοις καὶ ἀθεμίτοις λήμμασι, καὶ οὗτος, εἰ μὲν κληρικὸς εἴη, τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ· εἰ δέ λαϊκὸς ἢ μονάζων, ἀναθεματιζέσθω. Κάλλιστα καὶ λίαν εὐσεβῆ τοῦ κανόνος τῶν ἁγίων Πατέρων ὑπάρχει τὰ παραγγέλματα, πᾶσαν ἔφοδον σατανικὴν καὶ πᾶν ἐγχείρημα διαβολικόν, κατὰ τῆς πνευματικῆς φερόμενον δωρεᾶς, ἀπωθούμενά τε καὶ ἀνακόπτοντα. Οὐ βούλεται γὰρ οὐδαμῶς διὰ χρημάτων γίνεσθαι τῆς χειροτονίας τὴν προβολὴν ἢ ὑποδέχεσθαι, οὔτε παρὰ τοῦ ταύτην ἐνεργοῦντος, οὔτε παρὰ τοῦ τῆς χειροτονίας τὴν προβολὴν ὑποδεχομένου. Ἀλλ᾿ οὐδὲ πρὸ τοῦ καιροῦ τῆς χειροτονίας, οὐδὲ μετὰ τὸν καιρὸν τῆς χειροτονίας, οὐδὲ κατὰ τὸν καιρὸν αυτὸν τῆς χειροτονίας, ὑπὲρ τῆς χειροτονίας δίδοσθαι χρήματα συγχωρεῖ, καθόλου γὰρ τὴν ἐπὶ τῷ πράγματι τούτῳ δωροδοκίαν ἀπέφησεν. Ὅμως ἐπειδὴ νῦν καίτοι προδήλως τούτων οὕτω κεκωλυμένων, ἐφωράθησάν τινες κατὰ τὴν Γαλατῶν, ὀλιγωροῦντες καὶ παραβαίνοντες δι᾿ αἰσχροκέρδειαν καὶ φυλαργυρίαν τὰ σωτήρια ταῦτα καὶ φιλάνθρωπα παραγγέλματα, εὖ ἔχειν ἔδοξε καὶ ἡμῖν, αὐτὰ ταῦτα πάλιν ἀνανεώσασθαι μετὰ τῆς ἁγίας συνόδου, τῆς ἐνδημούσης ἐν ταύτῃ τῇ βασιλευούσῃ νέᾳ Ῥώμῃ, ὥστε, δίχα πάσης ἐπινοίας καὶ πάσης προφάσεως καὶ παντὸς σοφισμοῦ, τὴν ἀσεβῆ καὶ βδελυρὰν ταύτην, οὐκ οἶδ᾿ ὅπως, ἐπεισελθοῦσαν συνήθειαν ταῖς ἁγιωτάταις ἐκκλησίαις, παντελῶς ἐκτεμεῖν, ἵνα ἀληθῶς ἀκαπηλεύτου καὶ καθαρᾶς παρὰ τῶν ἀρχιερέων τῆς ἐπὶ τῶν χειροτονουμένων ἀναρρήσεως γινομένης, ἄνωθεν ἡ τοῦ ἁγίου Πνεύματος χάρις ἐπιφοιτᾷ, ὡς νῦν γε, οὐκ οἶδα, εἰ διὰ χρημάτων τὴν προβολὴν ποιουμένων, καὶ οὐ τῆς χειρὸς καθαρῶς ἐνεργούσης, ἐπιφοιτᾷ τῷ προχειριζομένῳ κατὰ τὴν φωνὴν τοῦ κηρύγματος, καὶ οὐχὶ συστέλλεται μᾶλλον ἡ τοῦ ἁγίου Πνεύματος χάρις. Ἴσθι τοίνυν τὰ πάντα, θεοσεβέστατε, πάντα τὸν ὁντιναοῦν ἁλισκόμενον ἐπὶ τοιούτῳ τινὶ ἐπίσκοπον ἢ χωρεπίσκοπον ἢ περιοδευτὴν ἢ πρεσβύτερον ἢ διάκονον ἢ ἄλλον ὁντιναδήποτε τοῦ κανόνος, ἢ λαικόν, κοινῷ δόγματι τῶν ἀρχιερέων κατακεκρίσθαι καὶ κοινῇ ψήφῳ, καθὼς περὶ τούτου καὶ ὁ τῶν ἁγίων Πατέρων κανὼν φθάσας διαλαλεῖ. Δεῖ γὰρ εἶναι χάριν τὴν χάριν καὶ μηδαμοῦ παρ᾽ αὐτῇ μεσιτεύειν ἀργύριον. Ἔστω τοίνυν καὶ ἔστιν ἀποκήρυκτος καὶ πάσης ἱερατικῆς ἀξίας τε καὶ λειτουργίας ἀλλότριος καὶ τῇ κατάρᾳ τοῦ ἀναθέματος ὑποκείμενος ὅ τε ταύτην κτᾶσθαι διὰ χρημάτων οἰόμενος καὶ ὁ ταύτην παρέχειν ἐπὶ χρήμασιν ὑπισχνούμενος, εἴτε κληρικός, εἴτε λαϊκὸς εἴη, κἂν ἐλέγχοιτο, κἂν μὴ ἐλέγχοιτο τοῦτο ποιεῖν. Οὐ γὰρ οἷόν τε συμβιβασθῆναί ποτε τὰ ἀσύμβατα, οὐδὲ Θεῷ συμφωνῆσαι τὸν μαμωνᾶν, ἢ τοὺς τούτῳ δουλεύοντας δουλεῦσαι Θεῷ, δεσποτικὴ καὶ αὕτη ἐστὶν ἀπόφασις ἀναμφίλεκτος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Τούτοις ἐπιθαρροῦντες ἡμεῖς κατὰ δύναμιν καὶ τούτοις ὑπείκοντες, μετὰ τοῦ ταῦτα φήσαντος, κατὰ τῶν ταῦτα παρανομούντων τὴν ἀπόφασιν πεποιήμεθα. Φροντισάτω δὲ καὶ ἡ σὴ ὁσιότης, ταῦτα διὰ πάσης φυλακῆς ποιουμένη, δῆλα καταστῆσαι δι᾿ ἀντιγράφων, καὶ τοῖς ὑπὸ σὲ θεοφιλεστάτοις ἐπισκόποις καὶ περιοδευταῖς, καὶ τοῖς ἄλλοις ἅπασιν, ἵνα ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ πάντες ὁμοῦ χριστιανοὶ συμφραξάμενοι κατὰ τοῦ κοινοῦ δυσμενοῦς, ἰσχύσωμεν σὺν Θεῷ τὴν ὑπ᾿ ἐκείνου φυτευθεῖσαν ἐν ἡμῖν τῆς φιλαργυρίας ῥίζαν, ἅμα πᾶσιν αὐτῆς τῶν κακῶν τοῖς βλαστήμασιν ἐκτεμεῖν. Πᾶσαν τὴν σὺν σοὶ ἐν Χριστῷ ἀδελφότητα προσαγορεύομεν. Ἐρρωμένως ἐν Κυρίῳ ὑπερεύχου ἡμῶν, θεοφιλέστατε ἀδελφέ. Γεννάδιος ἐπίσκοπος Κωνσταντινουπόλεως, νέας Ρώμης, ὑπέγραψα.
Τό δὲ οὕτω συντέμνειν ἡμᾶς, φησί, τοὺς τῆς μετανοίας χρόνους, οὐκ ἂν δόξειε μὴ λόγον σῷζον τῆς ὀρθῶς, ὡς οἶμαι, λογιζομένοις. Ἐπεὶ γάρ, οὔτε παρὰ τῷ μεγάλῳ Πατρὶ Βασιλείῳ, οὔτε μὴν παρὰ τοῖς ἀρχαιοτέροις τῶν θεσπεσίων ἡμῶν Πατέρων, νηστεία τις ἢ ἀγρυπνία ἢ γονυκλισιῶν ἀριθμὸς ὡρίσθη τοῖς ἁμαρτάνουσι, μόνη δὲ τῆς ἱερᾶς ἀποχὴ κοινωνίας, δεῖν ἡμεῖς ᾠήθημεν, τοῖς γνησίως μετανοοῦσι καὶ τὴν σάρκα σκληραῖς ἀγωγαῖς κατατρύχειν προθυμουμένοις καὶ βίον εὐγνωμόνως μετιέναι τῆς πρῴην κακίας ἀντίρροπον, κατὰ τὸ μέτρον τῆς ἐγκρατείας ἀντιμετρεῖν αὐτοῖς καὶ τὴν τοῦ χρόνου τῆς μετανοίας ἐλάττωσιν. Οἷον, εἴ τις οἴνου μὴ πίνειν ἐπὶ ῥηταῖς ἡμέραις καταδέξαιτο, ἐνιαυτὸν καὶ ἡμεῖς ἐκρίναμεν ἀφαιρεῖν ἕνα, τῆς ὁρισθείσης τῷ αὐτοῦ πταίσματι πρὸς τῶν Πατέρων ἐπιτιμίας. Ὡσαύτως, εἰ κρέως ἐγκράτειαν ἐπαγγέλλεται πρὸς καιρόν, ἕτερον ἡμεῖς χρόνον ἐκκόπτειν ἐδοκιμάσαμεν, ἢ τυροῦ καὶ ᾠῶν, ἤ ἰχθύος ἢ ἐλαίου, καὶ οὕτω καθ᾿ ἑκάστην ἐγκράτειαν ἑνὸς τῶν τοιούτων εἰδῶν, ἕνα χρόνον περιαιρεῖν. Οὐ μὴν ἀλλὰ καὶ εἰ συχναῖς γονάτων κλίσεσι τὸ θεῖον ἐξευμενίζειν αἱρεῖται, ὁμοίως ποιεῖν· καὶ μάλιστα, εἰ φιλότιμον πρὸς ἐλεημοσύνην καὶ τῆς δυνάμεως οὐκ ἀποδέουσαν τὴν προαίρεσιν ἐπιδείκνυται. Εἰ δὲ καὶ μετὰ τὸ παράπτωμα τὸν θεοφιλῆ τις καὶ μονότροπον βίον ὑπῆλθεν, ἔτι συντομωτέραν αὐτῷ μνηστεύειν ἄφεσιν καλῶς ἔχειν ἐδοκιμάσαμεν, διὰ βίου μέλλοντι κακοπάθειαν μετιέναι, ἀγωγῇ τοιᾷδε προσήκουσαν.
Ἡ διὰ τῶν λογισμῶν ἐπὶ τὴν καρδίαν τῆς ἡδονῆς προσβολή, ὡς ἁμαρτία μήπω ἀπηργασμένη καὶ ἀνεπιτίμητος τὸ παράπαν.
Ὁ συνδυασμὸς μετανοίαις ἀποπλύνεται δώδεκα.
Ἡ πάλη ἢ στεφάνων ἢ τιμωρίας ἀξία.
Ἡ συγκατάθεσις, αἰτία καὶ ἀρχὴ τῶν ἐπιτιμίων.
Ὁ μολυνθεὶς καθ᾿ ὕπνους τῷ τῆς ἐκκρίσεως πάθει, ἡμέραν μίαν τῆς κοινωνίας ἐκβάλλεται, τὸν δὲ πεντηκοστὸν ᾄσας ψαλμὸν καὶ τεσσαράκοντα ἐννέα μετανοίας ποιήσας, οὕτω τοῦ ῥύπου καθαρθῆναι πιστεύεται.
Ὁ δὲ ἐγρηγορότος τοῦ σώματος μολυνθείς, εἰς ἑβδόμην ἡμέραν τῆς κοινωνίας εἴργεται, τὸν πεντηκοστὸν καθ᾿ ἑκάστην ᾄδων καὶ τεσσαράκοντα ἐννέα μετανοίας ποιῶν.
Ὁ μαλακίαν διαπραξάμενος, τεσσαράκοντα ἡμέρας ἐπιτιμᾶται, ξηροφαγίᾳ διαιτώμενος καὶ μετανοίας ἑκάστης ποιῶν ἑκατόν.
Ἡ δὲ εἰς ἀλλήλους μῖξις, οἷα διπλῆν ἐργαζομένη τὴν μαλακίαν, μέχρις ὀγδοήκοντα ἡμερῶν τὸ δηλωθὲν ἐπιτίμιον δέχεται.
Εἰ δέ τις τῶν τοῦ κλήρου πρὸ τοῦ ἱερωθῆναι τῷ τῆς μαλακίας περιπέπτωκε πάθει, μὴ θαρρῶν ἴσως ὡς παρὰ τοῦτο μόνον τῆς ἱερωσύνης ἀποπεμφθήσεται, ἀποχρῶσαν πρότερον δεξάμενος ἐπιτίμησιν, οὕτως εἰς ἱερωσύνην ἐρχέσθω. Εἰ δὲ τούτῳ μετὰ τὴν ἱερωσύνην ἑάλω, ἐπὶ ἐνιαυτὸν ἕνα ταύτης ἀργήσας καὶ τοῖς εἰωθόσιν σωφρονισθείς, πρὸς τὴν ἱερωσύνην ἐπανιέτω. Εἰ δὲ μετὰ τὴν ἐπίγνωσιν τῆς ἁμαρτίας δὶς ἢ τρὶς τοῦτο ἐργάσαιτο, τῆς ἱερωσύνης παυσάμενος, εἰς ἀναγνωστῶν τάξιν ἐρχέσθω.
Ἀλλὰ καὶ τῶν γυναικῶν, ἡ εἰς ἀσπασμοὺς ἀνδρὸς ἐλθοῦσα καὶ ἐπαφάς, μὴ μέντοι διαφθαρεῖσα, τὸ τῆς μαλακίας ἐπιτίμιον δέχεται.
Παντὶ τῷ πορνεύσαντι Μοναχῷ, ἤ λαϊκῷ, διετῆ χρόνον μὴ κοινωνεῖν ὑποτιθέμεθα, εἴγε μετὰ τὴν ἐννάτην προθυμεῖται ξηροφαγίᾳ χρῆσθαι, καὶ μετανοίας ποιεῖν διακοσίας πεντήκοντα· ἐὰν δ᾿ ἀμελῶς ἔχῃ, τὸν ὁρισθέντα τοῖς Παντράσι πληροῦτω χρόνον.
Τὸν μοιχὸν μετὰ τρία ἔτη τῆς Κοινωνίας μετέχειν ἀξιοῦμεν, μὴ δυσχεραίνοντα τὴν μετὰ τὴν ἐννάτην ξηροφαγίαν, ἀλλὰ καὶ μετανοίας ἑκάστης βάλλοντα ν´ ῥαθύμως διακείμενον, τὸ τέλος τοῦ καιροῦ περιμένειν, ὃ οἱ Πατέρες ὡρίσαντο.
Τὸν τῇ ἰδίᾳ ἐπιμανέντα ἀδελφῇ, μετὰ ἔτη γ´ τῆς Κοινωνίας ἀξιοῦσθαι κελεύομεν· εἰ μέχρις ἑσπέρας νηστεύεινν αἱρῆται καὶ ξηροφαγεῖν, καὶ μετανοίας καθ᾿ ἑκάστην φ´ ποιεῖν.
Τὸν τῇ ἰδίᾳ νύμφη ἐπιμιγέντα, εἰς δύο τῆς Κοινωνίας ἐκβάλλομεν, εἰ μετὰ τὴν θ´ εἴη ξηροφαγῶν καὶ μετανοίας καθ᾿ ἑκάστην τριακοσίας εἴη ποιῶν. Ἀμελείᾳ δὲ δουλεύων, τὰ ὁρισθέντα τοῖς Πατράσιν ἔτη πληρούτω.
Τοῖς αὐτοῖς ἐπιτιμίοις ὑπόκειται καὶ ὁ τῇ ἰδίᾳ ἐπιμανείς πενθερᾷ, τῆς γυναικὸς αὐτοῦ μὴ χωριζόμενος, κατὰ τὸν λέγοντα νόμον· Τὰ ἐξ ἀρχῆς βέβαια ἐκ τῶν ἐπισυμβαινόντων οὐκ ἀκυροῦται.
Τὰς ἐν ἀφέδρῳ γυναίκας, μηδενὸς τῶν ἁγίων ἄπτεσθαι μέχρις ἑπτὰ ἡμερῶν, ὁ β´ κανὼν τοῦ ἁγίου Διονυσίου, ἀλλὰ δὴ καὶ ὁ ζ´ τοῦ Τιμοθέου διακελεύεται. Τοῦτο καὶ ὁ παλαιὸς παραγγέλει νόμος. Ἀλλ᾿ οὐδὲ ἀνδράσι μίγνυσθαι συγχωρεῖ, συμβαίνει γὰρ παρὰ τοῦτο ἀσθενῆ καὶ ἐξίτηλα γίνεσθαι τὰ σπειρόμενα. Ἐντεῦθεν καὶ ὁ θεῖος Μωϋσῆς τὸν τοῦ λελωβημένου πατέρα κατέλευσεν, ὅτι δι᾿ ἀκρασίαν τῆς γυναικὸς τὸν καθάρισμὸν οὐ ἀνέμεινε. Τὴν δὲ ἐν τῷ καιρῷ τῆς αὖτῆς ἀκαθαρσίας καταφρονήσασαν καὶ ἁψαμένην τῶν θείων μυστηρίων, τεσσαράκοντα ἡμέρας ἀκοινώνητον εἶναι κελεύουσιν.
Τὸν ἀῤῥενομανήσαντα τρία ἔτη τῆς Κοινωνίας εἴργεσθαι τὸν τοιοῦτον ἔδοξε, κλαίοντα καὶ νηστεύοντα καὶ πρὸς ἑσπέραν ξηροφαγοῦντα καὶ μετανοίας διακοσίας ποιοῦντα. Περὶ πλείονος δὲ τὴν ῥᾳστώνην ποιούμενος, τὰ ιε´ ἔτη πληρούτω.
Παιδίον δὲ πρός τινος φθαρέν, εἰς ἱερωσύνην οὐκ ἔρχεται. Εἰ γὰρ κἀκεῖνο διὰ τὸ ἀτελὲς τῆς ἡλικίας οὐχ ἥμαρτεν, ἀλλὰ τὸ αὐτοῦ σκεῦος ἐῤῥάγη καὶ εἰς ἱερὰν ὑπουργίαν ἄχρηστον γέγονεν. Εἰ δὲ εἰς τοὺς μηροὺς τὴν ῥοὴν ἐδέξατο, προσφόρως ἐπιτιμώμενον, εἰς ἰερωσύνην προβῆναι οὐ κωλυθήσεται.
Τὸν ἑκούσιον μὲν φόνον εὶς πενταετίαν, τὸν ἀκούσιον δὲ εὶς τριετίαν τῆς Κοινωνίας ἐκβάλλομεν, εἴγε μετὰ τὴν μέχρις ἑσπέραν νηστείαν ὁ αὐτόχειρ ἀκροτάτῃ χρῆται ξηροφαγίᾳ καὶ μετανοίας προθυμεῖται καθ᾿ ἑκάστην ποιεῖν τριακοσίας· νωθρῶς δὲ διακείμενος, τῶν Πατέρων τὸν ὅρον πληρούτω.
Τὰς φθειρούσας τὰ ἔμβρυα κατ᾿ ἐπιτήδευσιν καὶ τὰς διδούσας καὶ λαμβανούσας φάρμακα, ὥστε ἀμβλωθρίσαι καὶ ἄωρα τὰ βρέφη ἐκπεσεῖν, ἡμεῖς μέχρι τῶν ε´ ἤ καὶ τριῶν ἐτῶν τὸ πλεῖον, οἰκονομεῖσθαι ταύτας ὁριζόμεθα.
Ἡ δὲ ἀκουσίως τὸ βρέφος ἀποβαλοῦσα, εἰς ἕν ἔτος τὴν ἐπιτίμησιν δέχεται.
Ἡ δὲ τῷ βρέφει ἐπικοιμώμενη καὶ ἀποπνίξασα, μετὰ ἔτη τρία τῆς κοινωνίας ἀξιοῦται, κρεῶν ρηταῖς ἡμέραις ἀπεχομένη καὶ τυροῦ, καὶ τὰ λοιπὰ ἐμπόνως ἐπιτελοῦσα. Καὶ εἰ μὲν ἐκ ραθυμίας ἢ ἀκρασίας τῶν γονέων τοῦτο συνέβη, φόνῳ ἑκουσίῳ παρείκασται, εἰ δὲ ἐξ ἐπιβουλῆς τοῦ ἀντικειμένου, συγγνώμης τὸ πρᾶγμα ἄξιον. Πλὴν καὶ τοῦτο δεῖται μετρίων ἐπιτιμίων, δι᾿ ἕτερα γὰρ πταίσματα ἡ ἐγκατάλειψις αὕτη γέγονεν.
Παιδίου ἀβαπτίστου ἀποθανόντος τῇ τῶν οἰκείων γονέων ἀμελείᾳ, εἰς γ´ ἔτη οἱ γονεῖς τῆς κοινωνίας ἐκβάλλονται, ξηροφαγοῦντες ἐν αὐτοῖς καὶ γονάτων κλίσεσι τὸ θεῖον ἐξιλεούμενοι, κλαυθμῷ τε καὶ τῇ κατὰ δύναμιν ἐλεημοσύνῃ, ποιοῦντες καθ᾿ ἑκάστην μετανοίας μ´.
Μοναχή, ἑτέραις συνεγνωκυῖα μοιχείαν ἢ παιδοφθορίαν καὶ μὴ φανεροῦσα τῇ προεστώσῃ, ἴσον ἔχει τὸ ἐπιτίμιον τῇ πραττούσῃ, κατὰ τὸν οα´ κανόνα τοῦ μεγάλου Βασιλείου.
Τὰς ἐκτιθεμένας τὰ οἰκεῖα βρέφη πρὸς ταῖς ἐσόδοις τῶν ἐκκλησιῶν ὡς φονευτρίας ὁ νόμος κολάζει, κἂν τινες ἀνελόμενοι ταῦτα περιποιήσωνται.
Τὸν ἑκουσίως μετανοοῦντα κλέπτην, ἕως μ´ ἡμερῶν τῆς κοινωνίας ἀπείργομεν, τὸν δὲ ἐλεγχθέντα, ἕως μηνῶν ἕξ, μετὰ τὴν θ´ ξηροφαγοῦντα, καὶ μετανοίας ρ´ καθ᾿ ἑκάστην ποιοῦντα.
Ὁ δὲ δημοσίου κλοπῆς ἑαλωκὼς περὶ τὰ λεγόμενα κεφαλαιώδη κλέμματα, εἰς ἱερωσύνην οὐκ ἔρχεται, ἀλλ᾿ εἰ καὶ μετὰ ταύτην τῷ πάθει περιπέσειε τούτῳ, τῆς ἱερωσύνης ἀπογυμνοῦται, κατὰ τὸν κε´ τῶν ἁγίων Ἀποστόλων.
Τὸν τυμβωρύχον εἰς ἔτος ἓν ὁρίζομεν εἶναι ἀκοινώνητον, μετὰ τὴν θ´ ξηροφαγοῦντα καὶ μετανοίας διακοσίας ἑκάστης ἡμέρας βάλλοντα.
Ἡ ἱεροσυλία ἐν ἐλάττονι χρόνῳ ἢ ἡ μοιχεία κολάζεται, κατὰ τὸν ἅγιον Γρηγόριον Νύσσης, οἰκονομεῖται δὲ ἕως τριετίας.
Τοὺς ἐξ ἀνάγκης (ἢ χωρὶς ἀνάγκης) ἐπιορκήσαντας, ἕνα χρόνον τὴν Κοινωνίαν δεῖν ᾠήθημεν ὑπερτίθεσθαι, μετὰ τὴν ἐνάτην ξηροφαγοῦντας, καὶ διακοσίας πεντήκοντα καθ᾽ ἑκάστην μετανοίας ποιοῦντας.
Τοῖς γοητείαν ἢ φαρμακείαν ἐξαγορεύουσιν, ἐπὶ τρία ἔτη τῆς μετανοίας τὴν οἰκονομίαν συντέμνει, εἴτε προθυμηθεῖεν ἡμέρας ἑκάστης περὶ πλείστου τὴν νηστείαν ποιεῖσθαι, καὶ μετὰ ὥραν ἐνάτην ἀπεσκληκυίᾳ καὶ ξηρᾷ τροφῇ χρῆσθαι, καὶ ὅσον ἀτέχνως ἀποζῆν, ἀλλὰ καὶ προσκυνήσεις ποιεῖν διακοσίας πεντήκοντα, τὸ μέτωπον εὐλαβῶς τῇ γῇ προσερείδοντας. Τούτοις εὐθύνει καὶ τῶν γυναικῶν τὰς ποιούσας περίαπτα, καὶ μαντείας μετερχομένας.
Γυνὴ οὔτε λαϊκή, οὔτε μονάζουσα, δι᾿ οἰονδήποτε πταῖσμα τῆς Ἐκκλησίας χωρίζεται, ὅτι μὴ μόνον τῆς κοινωνίας, Λέγει γὰρ ὁ κανών, ὅτι τοῦτο ποιοῦμεν, διὰ τὸ πολλὰς ὑπό αἰσχύνης ἑαυτὰς διαχειρίσασθαι, ὥσπερ οὔτε πρεσβύτερος, οὔτε διάκονος, διὰ τό· «Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό».
Ἐμπεσόντος τινὸς ἀκαθάρτου εἰς φρέαρ ἢ εἰς ἔλαιον ἢ εἰς οἶνον, ὁ τούτου γευσάμενος ἐπὶ τρεῖς ἡμέρας κρέατος καὶ τυροῦ μὴ ἀπτέσθω, ἑπτὰ δὲ μὴ κοινωνείτω.
Ὁ μετὰ τὴν θείαν ἐμέσας μετάληψιν, μ´ ἡμέρας τῆς θείας ἀφίσταται κοινωνίας, τὸν ν´ ᾄδων ψαλμὸν καθ᾿ ἑκάστην καὶ μετανοίας ποιῶν ν´, κἂν ὁπωσδήποτε τοῦτο συμβῇ. Εἰ γὰρ καὶ μὴ τέως ἀφορμὴν αὐτὸς οἴεται δοῦναι, ἀλλά γε δι᾿ ἕτερά τινα ἴδια πταίσματα τοῦτο πάντως παρεχωρήθη.
Ἐὰν τινας πέσῃ μὲ τὴν μητρυιάν του, τρία ἔτη ἐπιτιμᾶται, νηστεύων δηλονότι ἕως ἑσπέρας, καὶ ξηροφαγῶν καὶ ποιῶν καθ᾿ ἑκάστην γονυκλισίας πεντακοσίας. Ἐὰν πέσῃ μὲ μητέρα καὶ θυγατέρα ἐν ταὐτῷ, τέσσαρα ἔτη ἐπιτιμᾶται, ξηροφαγῶν μετὰ τὴν ἐννάτην, καὶ ποιῶν γονυκλισίας τριακοσίας καθ᾿ ἑκάστην. Ἐάν τινας ἀρσενοκοιτήσῃ δύω ἀδελφούς, ὁμοίως ἐπιτιμᾶται. Ἐὰν ἀρσενοκοιτήσῃ τις τὸν γαμβρόν του, τέσσαρα ἔτη ἐπιτιμᾶται, ξηροφαγῶν μετὰ τὴν ἐννάτην, καὶ ποιῶν καθ᾿ ἑκάστην γονυκλισίας διακοσίας. Ἐὰν τις ἀρσενοκοιτήσῃ τὸν ἀδελφόν του, ὀκτὼ χρόνους ἐπιτιμᾶται, ξηροφαγῶν μετὰ τὴν ἐννάτην, καὶ ποιῶν καθ᾿ ἑκάστην γονυκλισίας τετρακοσίας. Ἐὰν δέ τις ἀδελφὸς μικρότερος ἀρσενοκοιτηθῇ ἀπὸ τὸν μεγαλῄτερον, χωρὶς νὰ ἀρσενοκοιτήσῃ αὐτός, τρεῖς χρόνους ἐπιτιμᾶται, ξηροφαγῶν μετὰ τὴν θ´ καὶ ποιῶν γονυκλισίας ἑκατόν. Ἐὰν τις πέσῃ μὲ τὴν θυγατέρα του μίαν φοράν, πέντε χρόνους ἐπιτιμᾶται· εἰ δὲ περισσότερον, ἓξ χρόνους καὶ ἑπτά, ξηροφαγῶν μετὰ τὴν ἐννάτην, καὶ ποιῶν καθ᾿ ἑκάστην γονυκλισίας πεντακοσίας. Ἐὰν τις πέσῃ μὲ τὴν μητέρα του μίαν φοράν, ἑπτὰ χρόνους ἐπιτιμᾶται· εἰ δὲ πολλάκις, δώδεκα χρόνους, ξηροφαγῶν μετὰ τὴν θ´ καὶ ποιῶν γονυκλισίας πεντακοσίας. Ἐὰν τις πέσῃ μὲ τὴν ἐκ τοῦ ἁγίου βαπτίσματος θυγατέρα του μίαν φοράν, ὀκτὼ χρόνους ἐπιτιμᾶται· εἰ δὲ περισσότερον, δέκα χρόνους, ξηροφαγῶν μετὰ τὴν θ´ καὶ ποιῶν γονυκλισίας πεντακοσίας. Ἐὰν τις πέσῃ μὲ τὴν συντέκνισσάν του, ὀκτὼ χρόνους ἐπιτιμᾶται, ξηροφαγῶν μετὰ τὴν ἐννάτην, καὶ ποιῶν γονυκλισίας τριακοσίας καθ᾿ ἑκάστην. Ἐὰν τινας πέσῃ εἰς κτῆνος πολλάκις, ἔχων καὶ γυναῖκα, ὀκτὼ χρόνους ἐπιτιμᾶται· εἰ δὲ οὐκ εἶχε γυναῖκα, καὶ ἅπαξ, ἤ δίς, ἤ τὸ πολὺ τρὶς ἔπεσε, τρεῖς χρόνους ἐπιτιμᾶται, ξηροφαγῶν μετὰ τὴν ἐννάτην, καὶ ποιῶν μετανοίας τριακοσίας. Τὰ αὐτὰ ἐπιτιμία νὰ λαμβάνῃ καὶ ἡ γυνὴ ὅπου πέσει μὲ κτῆνος. Ἐὰν τις πέσῃ μὲ τὴν πρώτην τοῦ ἐξαδέλφην, δύω χρόνους ἐπιτιμᾶται, ξηροφαγῶν μετὰ τὴν θ´ καὶ ποιῶν καθ᾿ ἑκάστην γονυκλισίας πεντακοσίας. Ἐὰν τις πέσῃ μὲ ἐθνικήν, ἤγουν Ἑβραίαν, ἢ Τούρκισσαν, ἤ καὶ αἱρετικήν, μὴ ἔχων γυναῖκα νόμιμον, τρεῖς χρόνους ἐπιτιμᾶται, ξηροφαγῶν μετὰ τὴν ἐννάτην, καὶ ποιῶν καθ᾿ ἑκάστην γονυκλισίας διακοσίας. Παρομοίως ἐπιτιμᾶται καὶ ἡ γυνὴ ἡ μὴ ἔχουσα ἄνδρα νόμιμον, ἐὰν μὲ Ἑβραῖον πέσῃ, ἤ μὲ Τοῦρκον, ἤ μὲ αἱρετικόν, ἤγουν Λατῖνον ἤ Ἀρμένιον. Εἰ δὲ ὁ ἄνδρας ἔχων γυναῖκα, καὶ ἡ γυνὴ ἔχουσα ἄνδρα νόμιμον, ἔπειτα πέσουν μὲ τὰ τοιαῦτα ἐθνικά, ἤ αἱρετικὰ πρόσωπα, τέσσαρας ἤ πέντε χρόνους ἐπιτιμῶνται, ξηροφαγοῦντες μέχρις θ´ καὶ ποιοῦντες καθ᾿ ἑκάστην γονυκλισίας διακόσιας πεντήκοντα. Ἐὰν δὲ γυνὴ Πρεσβυτέρου ἤ Διακόνου μοιχευθῇ, τρεῖς χρόνους ἐπιτιμᾶται, ξηροφαγοῦσα μετὰ τὴν ἐννάτην, καὶ γονυκλισίας ποιοῦσα καθ᾿ ἑκάστην τριακοσίας, βαρύτερα δηλαδὴ ἀπὸ τὰς ἄλλας μοιχαλίδας, καθ᾿ ὅτι φονεύουσι τοὺς ἄνδρας των, μὲ τὸ νὰ γίνωνται αἴτιαι νὰ καθαιροῦνται τῆς Ἱερωσύνης μὲ τὴν τοιαύτην μοιχείαν. Οἱ δὲ ἄνδρες αὐτῶν, ἐάν μὲν θέλουν νὰ τὰς ἔχουν, καθαιροῦνται τῆς ἱερωσύνης, εἰ δὲ θέλουν νὰ ἔχουν τὴν ἱερωσύνην, χωρίζονται ἀπὸ αὐτάς, πρὸ τοῦ νὰ συνευρεθοῦν μὲ αὐτὰς ὕστερον ἀπὸ τὴν μοιχείαν, κατὰ τὸν η´ τῆς ἐν Νεοκαισαρείᾳ. Ἐὰν δέ τις γυνὴ πέσῃ μὲ δύω ἀδελφούς, τρεῖς χρόνους ἐπιτιμᾶται, ξηῥοφαγοῦσα μετὰ τὴν ἐννάτην, καὶ μετανοίας ποιοῦσα καθ᾿ ἑκαστην διακοσίας. Ἐὰν γυνὴ πέσῃ μὲ εὐνοῦχον, τρεῖς χρόνους ἐπιτιμᾶται, ξηροφαγοῦσα μετὰ τὴν ἐννάτην, καὶ γονυκλισίας ποιοῦσα καθ᾿ ἑκάστην τριακοσίας. Ἐὰν τινας ἀρσενοκοιτήσῃ τὴν γυναῖκά του, ὀκτὼ χρόνους ἐπιτιμᾶται, ξηροφαγῶν μετὰ τὴν ἐννάτην, καὶ ποιῶν καθ᾿ ἑκάστην μετανοίας διακοσίας.
Τοῦ ἀποστόλου λέγοντος· Δοκιμαζέτω ἕκαστος ἑαυτὸν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω, ὁ γὰρ ἀναξίως ἐσθίων καὶ πίνων, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί· εἰ γὰρ ἑαυτοὺς διακρίνομεν, οὐκ ἂν ἐκρινόμεθα, κρινόμενοι δέ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εὔδηλον ὅτι χρὴ προαγνίζειν καὶ προκαθαίρειν ἑαυτοὺς ἀπὸ πάσης ἐναντίας πράξεως καὶ οὕτω προσιέναι τῇ θείᾳ μυσταγωγίᾳ, ἵνα μὴ εἰς ὄλεθρον ψυχῆς καὶ σώματος γένηται. Φησὶ γὰρ ὁ Θεὸς διὰ Μωσέως πρὸς τὸν Ἰσραήλ· Πᾶς ἄνθρωπος, ὃς ἂν ἔλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτῶν ἐπ᾽ αὐτοῖς, ἐξολοθρεύσει Κύριος τὴν ψυχὴν ἐκείνην. Καὶ πάλιν· Εὐλαβεῖς ποιήσατε τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου. Ἔνθεν γὰρ ὁ ἀπόστολος λέγει πρὸς τοὺς ἀναξίως κοινωνοῦντας, ὡς εἴρηται, ὅτι διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί, τουτέστιν ἀσθενοῦσι καὶ τελευτῶσι. Διὸ δὴ καὶ ὁ θεῖος Δαυίδ, ὅτε ἔμελλεν ἐσθίειν καὶ οἱ σὺν αὐτῷ τοὺς ἄρτους τῆς προθέσεως, οἵτινες ὑπῆρχον προτύπωσις τοῦ Σώματος τοῦ Χριστοῦ, τοῦτο εὐθὺς ἠρώτησεν ὁ ἀρχιερεὺς τῷ Δαυίδ, εἰ καθαροί εἰσιν ἀπὸ κοίτης γυναικός, καὶ τότε δέδωκεν αὐτοῖς τοὺς ἄρτους.
Τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ κυρίῳ Ἀδριανῷ, πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης, Ταράσιος ἐλέῳ Θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, ἐν Κυρίῳ χαίρειν. Πολυμερῶς καὶ πολυτρόπως, εὐαγγελικῶς, ἀποστολικῶς τε καὶ πατρικῶς διδασκόμεθα, ἀφιλάργυρον τὸν τρόπον ἔχειν ἐν τῇ τῆς ἱερωσύνης ἁγιστείᾳ καὶ μὴ χρυσίζεσθαι ἢ ἀργυρίζεσθαι ἤ τι σφετερίζεσθαι ἐπὶ χειροτονίᾳ παντὸς ἱερατικοῦ ἀνδρός, ὡς ὑποδείξομεν ἐν ταῖς καθυποτεταγμέναις χρήσεσιν ἀπό τε γραφικῶν θεηγοριῶν καὶ πατρικῶν διδασκαλιῶν. Οἱ γὰρ ἐπιτιθέντες χεῖρας ὑπηρέται τοῦ Πνεύματος εἰσιν, οὐχὶ πρᾶται τοῦ Πνεύματος, δωρεὰν γὰρ λαμβάνοντες τὴν χάριν τοῦ Πνεύματος, δωρεὰν δίδοσθαι τοῖς παρ᾿ αὐτῶν μεταλαμβάνουσιν ἀπεφήναντο, ἐκ τῆς Κυριακῆς φωνῆς ταύτην τὴν ἐλευθεριότητα εἰληφότες. Εἰ δέ τις ἐλεγχθείη χρυσίῳ ταύτην ὠνησάμενος, ἀποκήρυκτον διαγορεύουσι τὸν τοιοῦτον τῆς ἱερατικῆς τάξεως. Εἰ γὰρ καὶ ὀνόματι τὴν ἱερωσύνην κεκλήρωται, ἀλλ᾿ οὖν διαψεύδεται ὁ λόγος ἐπὶ τῷ πράγματι· Οὐδεὶς γὰρ Θεῷ δουλεύειν δύναται καὶ μαμωνᾷ, ὡς εὐαγγελικῶς ἐμάθομεν. Καὶ ἐπειδὴ ἠκούσαμεν προφητικῶς τοῦ Θεοῦ βοῶντος· Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, αὖθίς τε ἐπαπειλοῦντος καὶ λέγοντος· Ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ρομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, τὸ αἷμα ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω, φόβῳ τοῦ τῆς σιωπῆς παραγγέλματος ἤ κατακρίματος, ἀναγγέλλομεν τοῖς προέδροις πᾶσι τῶν καθ᾿ ἡμᾶς ἐκκλησιῶν, ἵνα μετὰ παρρησίας κατὰ τὸν θεῖον ἀπόστολον εἴπωμεν· Καθαροί ἐσμεν ἀπὸ τοῦ αἵματος τῶν παραβαινόντων τὰς κανονικὰς διατάξεις, καὶ πάνυ γε μᾶλλον τῶν ἐπὶ χρήμασι χειροτονησάντων ἢ χειροτονοηθέντων, Πέτρου τοῦ θείου ἀποστόλου, οὗ καὶ τὴν καθέδραν ἐκληρώσατο ἡ ἀδελφικὴ ὑμῶν ἁγιότης, ὡς Σίμωνα τὸν μάγον, τούτους καθελόντος. Τούτου ἕνεκεν οὐχ ὑποστελλόμεθα τοῦ ἀναγγέλλειν τὴν ἀλήθειαν, φυλάττοντες καὶ κρατοῦντες τὰ παρὰ τῶν ἁγίων Ἀποστόλων καὶ τῶν ἀοιδίμων Πατέρων ἡμῶν κανονικῶς ἐκδοθέντα καί, εἴ τι τούτων παρεβάθη ὑπό τινων, βδελυττόμεθα. Ἡ γοῦν ἀδελφικὴ ἡμῶς ἱεροπρεπὴς ἀρχιερωσύνη, ἡ ἐνθέσμως καὶ κατὰ Θεοῦ βούλησιν πρυτανεύουσα τὴν ἱεραρχικὴν ἀγιστείαν, διαβόητος ἔχει την δόξαν. Εἴρηκε γὰρ διὰ τοῦ Προφήτου ὁ μέγας καὶ πρῶτος ἀρχιερεὺς Χριστὸς ὁ Θεὸς ἡμῶν· Ζῶ ἐγώ, ἀλλ᾿ ἢ τοὺς δοξάζοντάς με δοξάδω. Οἶδας γάρ, ἄνευ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, ὅτι φορητοτέρα μᾶλλόν ἐστι Μακεδονίου καὶ τῶν ἀμφ᾿ αὐτὸν Πνευματομάχων ἡ δυσσεβὴς αἵρεσις. Ἐκείνων γάρ κτίσμα καὶ δοῦλον τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἅγιον Πνεῦμα ληρῳδούντων, οὗτοι ἑαυτῶν, ὡς δοκοῦσι, δοῦλον αὐτὸ ποιοῦσι. Πᾶς γὰρ δεσπότης, ὅτι ἂν ἔχοι, εἰ βούλοιτο, πιπράσκει, εἴτε οἰκέτην, εἴτε ἕτερον, ὃ κέκτηται. Ὡσαύτως καὶ ὁ ἀγοράζων, δεσπότης βουλόμενος εἶναι τοῦ ἠγορασμένου, διὰ τιμῆς ἀργυρίου τοῦτο κτᾶται. Οὕτως, οἱ ταύτην τὴν ἄθεσμον πρᾶξιν ἐργαζόμενοι, καταβιβάζουσι τὸ Πνεῦμα τὸ ἅγιον, ἴσα ἁμαρτάνοντες τοῖς βλασφημοῦσιν ἐν Βεελζεβοὺλ ἐκβάλλειν τὰ δαιμόνια τὸν Χριστὸν ἤ, τό γε ἀληθέστερον εἰπεῖν, παρεοίκασιν Ἰούδᾳ τῷ προδότῃ, ὃς τοῖς θεοκτόνοις Ἰουδαίοις τιμῆς ἀργυρίου τὸν Χριστὸν ἀπεμπολήσατο. Ὡς οὖν τὸ ἅγιον Πνεῦμα ὁμοούσιόν ἐστι Χριστῷ τῷ Θεῷ ἡμῶν, τῆς αὐτῆς, παντί που δῆλον, ἔσονται μερίδος, ὡς ἀποδέδεικται. Εἰ δὲ οὐ πιπράσκεται, πρόδηλον γὰρ ὅτι οὐδαμῶς, ἀναμφιλέκτως οὐκ ἔστιν ἐν αὐτοῖς ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἤτοι ἡ τῆς ἱερωσύνης ἁγιστεία· καὶ εἰ οὐκ ἔλαβον, οὐδὲ ἔχουσι. Μνησθήτωσαν γὰρ τοῦ ἁγίου Πέτρου πρὸς τὸν τοῦτο ἐπιτηδεύσαντα, οὕτω λέγοντος· Οὐκ ἔστι σοι μερίς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Εἰ γὰρ ἀπεμπολεῖται ἡ τῆς ἱερωσύνης ἀξία, ἄρα περιττὴ αὐτοῖς ἡ κατὰ τὸν βίον σεμνὴ πολιτεία καὶ ἡ ἐν ἁγνείᾳ καὶ ἀρετῇ ἀναστροφή. Περιττὸς κατ᾿ αὐτοὺς καὶ Παῦλος ὁ θεῖος ἀπόστολος διδάσκων, δεῖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, σώφρονα, κόσμιον, διδακτικόν, ἐγκρατῆ, νηφάλιον, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Οἴχεται τοίνυν ταῦτα πάντα ἐκ τοῦ πράτου καὶ ἀγοραστοῦ τῆς ἱερωσύνης. Αἱ οὖν ὑποκείμεναι ἁγιόλεκτοι χρήσεις, ἀλλότριον πάντῃ τῆς ἱερωσύνης ἀποφαίνονται τὸν ποτὲ διδόντα ἢ λαμβάνοντα, ἐν οἱῳδήποτε χρόνῳ, εἴτε καὶ πρὸ τῆς χειροτονίας, εἴτε καὶ μετὰ τὴν χειροτονίαν, λαβεῖν γὰρ ἐστι, τὸ λαβεῖν ὁτεδήποτε. Ἀλλὰ καὶ πάσας τὰς προβολὰς τὰς ἐκκλησιαστικὰς ἀφαιροῦσιν ἐπὶ τῇ τῶν χρημάτων δόσει. Κανὼν κθ´ τῶν ἁγίων Ἀποστόλων. Εἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης ἐγκρατὴς γένηται, ἢ πρεσβύτερος ἢ διάκονος, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, καὶ ἐκκοπτέσθω παντάπασι καὶ τῆς κοινωνίας, ὡς Σίμων ὁ μάγος ὑπ᾿ ἐμοῦ Πέτρου. Ἐκ τῶν Πράξεων τῶν Ἀποστόλων. Ἰδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα, ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον. Πέτρος δὲ εἶπε πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Οὐκ ἔστι σοι μερίς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου, εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. Ἐκ τῆς τρίτης τῶν Βασιλειῶν. Καὶ οὐκ ἐπέστρεψεν Ἱεροβοὰμ ἀπὸ τῆς κακίας αυτοῦ, καὶ ἐπέστρεψε καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν· ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ καὶ ἐγένετο ἱερεὺς εἰς τὰ ὑψηλά. Καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ Ἱεροβοάμ καὶ ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς. Ἐκ τῆς τετάρτης τῶν Βασιλειῶν. Καὶ ἐπέστρεψε Νεεμὰν πρὸς Ἐλισσαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ, καὶ εἶπεν· Ἰδοὺ δὴ ἔγνωκα, ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ἀλλ᾿ ἢ ἐν τῷ Ἰσραήλ· καὶ νῦν λάβε τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου. Καὶ εἶπεν Ἐλισσαιέ· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψωμαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν καὶ ἠπείθησε. Καὶ μετ᾿ ὀλίγα· Καὶ εἶπε Γιεζῆ τὸ παιδάριον Ἐλισσαιέ· Ἰδοὺ ἐφείσατο ὁ Κύριός μου Νεεμὰν τοῦ Σύρου τοῦ λαβεῖν ἐκ χειρὸς αὐτοῦ, ἃ ἐνήνοχε· ζῇ Κύριος, εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήψομαι παρ᾿ αὐτοῦ τι, Καὶ ἐδίωξε Γιεζῆ ὀπίσω Νεεμάν. Καὶ μετὰ βραχέα. Καὶ εἶπε Νεεμάν· Λάβε διτάλαντον ἀργυρίου· καὶ ἔλαβεν δύο τάλαντα ἀργυρίου ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολάς. Καὶ μεθ᾿ ἕτερα· Καὶ εἶπε πρὸς αὐτὸν Ἐλισσαιέ· Πόθεν Γιεζῆ; Καὶ εἶπε Γιεζῆ· Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα. Καὶ εἶπε πρὸς αὐτὸν Ἐλισσαιέ· Οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ; Καὶ οἶδα ὅτι ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συνάντησίν σου· καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἰμάτια, καὶ λήψῃ ἐν αὐτῷ κήπους καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας, καὶ ἡ λέπρα Νεεμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰ τὸν αἰῶνα. Καὶ ἐξῆλθεν ἐκ τοῦ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών. Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς εἰς τὸν Ἡσαΐαν ἑρμηνείας. Νόμον ἔδωκεν εἰς βοήθειαν, ἵνα εἴπωσιν, οὐχ ὡς τὸ ρῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ· οὗτος δὲ ὁ νόμος οὐκ ἔστιν ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἐγγαστριμύθου, οὐ γὰρ πρὸς ἀπάτην ἐπινενόηται, ὥσπερ ἐκεῖνα, ἀλλ᾿ ἀληθείας ἐστὶ διδάσκαλος. Κἀκεῖνοι μὲν ἐπ᾽ ἀργυρίῳ μαντεύονται. Τοῦτο γάρ ἐστι τὸ καταγέλαστον, ὅτι καὶ ἀργύριον αὐτοῖς τελοῦσι μισθὸν τοῦ κέρδους οἱ ἀπατώμενοι. Τὸ δὲ ῥῆμα τοῦ νόμου οὐκ ἔστι τοιοῦτον, ὥστε δῶρα δοῦναι περὶ αὐτοῦ· δωρεὰν δότε. Ὁρᾷς πῶς ἠγανάκτησε Πέτρος ἐπὶ Σίμωνι, ἀργύριον ἐπὶ τῆς τοῦ Πνεύματος χάριτος προσκομίσαντι· Τὸ ἀργύριόν σου σὺν σοί, φησίν, εἰς ἀπώλειαν, ὅτι ἐνόμισας τὴν δωρεὰν τοῦ Θεοῦ διὰ χρημάτων κτᾶσθαι. Οὐκ ἔστιν οὖν ὁ τοῦ Εὐαγγελίου λόγος, ὡς τὰ πωλούμενα ρήματα τῶν ἐγγαστριμύθων. Τί γὰρ ἄν τις δῴη ἄξιον αὐτοῦ ἀντάλλαγμα; Ἄκουε τοῦ Δαυῒδ διαποροῦντος καὶ λέγοντος· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Οὐκ ἔστιν οὖν δῶρα δοῦναι περὶ τούτου ἀντάξια τῆς ἀπ᾿ αὐτοῦ χάριτος· ἓν δῶρον ἄξιον, ἡ φυλακὴ τοῦ δωρηθέντος. Ὁ δούς σοι τὸν θησαυρόν, οὐχὶ τιμὴν ἀπαιτεῖ τοῦ δοθέντος, ἀλλὰ φυλακὴν ἀξίαν τοῦ δεδομένου. Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς τοὺς ὑφ᾿ ἑαυτὸν ἐπισκόπους, ὥστε μὴ χειροτονεῖν ἐπὶ χρήμασι. Νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ ἅμα λαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν. Λαβεῖν δέ ἐστιν ὁτεδήποτε τὸ λαβεῖν. Παρακαλῶ οὖν ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν ἀπόθεσθε, καὶ μὴ τὰς χεῖρας μολύναντες τοῖς τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν τὰ ἅγια μυστήρια. Ἐκ τοῦ βίου τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Προσῆλθεν ὁ τῆς μακρυγορίας ἡμῖν αἴτιος τοῖς ἐπισκόποις πᾶσιν Εὐσέβιος, ὁ κατήγορος τῶν ἓξ λοιπῶν ἐπισκόπων, ἀξιῶν δεχθῆναι εἰς κοινωνίαν. Προσαντιλέγουσί τινες τῶν ἐπισκόπων, μὴ δεῖν αὐτὸν δεχθῆναι ὡς συκοφάντην. Ἐπὶ τούτοις ἱκέτευε, λέγων· Ἐπειδὴ ἡ δίκη τὸ πλεῖστον μέρος ἐπὶ ἔτη δύο ἐβασανίσθη, εἰς μάρτυρας δὲ γεγένηται ἡ ὑπέρθεσις, δέομαι τῆς ὑμετέρας θεοφιλίας, σήμερον παρ᾿ αὐτὰ δοῦναί με τοὺς μάρτυρας. Εἰ γὰρ καὶ Ἀντωνῖνος τετελεύτηκεν ὁ ἐπίσκοπος, ὁ λαβὼν τὸ χρυσίον καὶ χειροτονήσας, ἀλλ᾿ οὖν γε μένουσιν οἱ δεδωκότες καὶ χειροτονηθέντες. Ἐδικαίωσεν ἡ παροῦσα σύνοδος ζητηθῆναι τὸ πρᾶγμα καὶ ἄρχεται ἡ ὑπόθεσις ἐξ ἀναγνώσματος τῶν πρῴην πραχθέντων ὑπομνημάτων. Εἰσῆλθον οἱ μάρτυρες, εἰσῆλθον καὶ οἱ ἓξ τῶν δεδωκότων καὶ χειροτονηθέντων. Ἐν ἀρχῇ ἠρνοῦντο, ἐπιμενόντων δὲ τῶν μαρτύρων, τῶν μὲν λαϊκῶν, τῶν δὲ πρεσβυτέρων, οἷς ἔδοξαν τεθαρρηκέναι, πρῶτον μὲν ἠρνοῦντο, ὡς δὲ οἱ μάρτυρες ἤλεγχον, τόπον αὐτοὺς ὑπομιμνήσκοντες καὶ καιρῶν καὶ τὰ εἴδη τῶν ἐνεχύρων λέγοντες καὶ τὴν ποσότητα, οὐ πάνυ καλῶς αὐτῶν διακειμένης τῆς συνειδήσεως, αὐθαίρετοι ὁμολογοῦσι, δίχα πολλῆς ἀνάγκης, ὅτι δεδώκαμεν καὶ γεγόναμεν, τοιαύτην νομίσαντες ἀκολουθίαν εἶναι καὶ ἵνα τῆς λειτουργίας τῆς δημοσίας ἐλευθερωθῶμεν. Καὶ νῦν δεόμεθα, εἰμή ἐστιν ὅσιον ἡμᾶς εἶναι ἐν τῇ λειτουργίᾳ τῆς Ἐκκλησίας, ἐπεὶ κἄν τὸ χρυσίον, ὃ δεδώκαμεν, ἵνα λάβωμεν, τῶν γὰρ γυναικῶν ἡμῶν δεδώκαμέν τινα σκεύη. Ὁ Ἰωάννης πρὸς ταῦτα ὑπέσχετο τῇ συνόδῳ, ὅτι τοῦ μὲν βουλευτηρίου ἐγὼ αὐτοὺς ἀπαλλάξω, ἀξιώσας τὸν βασιλέα, ὑμεῖς δὲ προστάξατε λαβεῖν αὐτούς, ὅ δεδώκασι, παρὰ τῶν Ἀντωνίνου κληρονόμων. Προσέταξεν ἡ σύνοδος τὸ μὲν χρυσίον αὐτοὺς λαβεῖν παρὰ τῶν κληρονόμων τοῦ Ἀντωνίνου, κοινωνεῖν δὲ ἔνδον τοῦ θυσιαστηρίου, εἶναι δὲ ἀπὸ ἱερέων, ἵνα μὴ τούτων συγχωρηθέντων ἔθος γένηται ἰουδαϊκὸν ἢ αἰγυπτιον, τοῦ πωλεῖν καὶ ἀγοράζειν τὴν ἱερωσύνην. Φασὶ γὰρ τὸν λυμεῶνα καὶ ψευδώνυμον πατριάρχην τῶν Ἰουδαίων κατ᾿ ἔτος ἀμείβειν ἤ παρ᾿ ἔτος τοὺς ἀρχισυναγώγους ἐπὶ συλλογῇ τοῦ ἀργυρίου, ὁμοίως καὶ τὸν ζηλωτὴν τούτου, τὸν Αἰγυπτίων Πατριάρχην, ἵνα πληρωθῇ τὸ προφητικόν· Οἱ ἱερεῖς αὐτῆς μετὰ δώρων ἀπεκρίνοντο καὶ οἱ Προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. Ἐκ τῶν κανόνων τῶν χλ´ ἁγίων Πατέρων τῶν ἐν Χαλκηδόνι συνελθόντων. Εἴ τις ἐπίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιήσαιτο καὶ εἰς πράσιν καταγάγοι τὴν ἄπρατον χάριν καὶ χειροτονήσοι ἐπὶ χρήμασιν οἰκονόμον ἢ ἔκδιδον ἢ παραμονάριον ἢ ὅλως τινά τοῦ κανόνος, δι᾿ αἰσχροκέρδειαν οἰκείαν ὁ τοῦτο ἐπιχειρήσας ἐλεγχθείς, κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμόν, καὶ ὁ χειροτονούμενος μηδὲν ἐκ τῆς κατ᾿ ἐμπορίαν ὠφελείσθω χειροτονίας ἢ προβολῆς, ἀλλ᾿ ἔστω ἀλλότριος τῆς ἀξίας ἤ τοῦ φροντίσματος, οὗπερ ἐπὶ χρήμασιν ἔτυχεν. Εἰ δέ τις μεσιτεύων φανῇ τοῖς οὕτως αἰσχροῖς καὶ ἀθεμίτοις λήμμασι, καὶ οὗτος, εἰ μὲν κληρικός, τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ, εἰ δὲ λαϊκὸς ἢ μονάζων, ἀναθεματιζέσθω. Ἐκ τῆς Ἐγκυκλίου ἐπιστολῆς Γενναδίου τοῦ ἁγιωτάτου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ τῆς σὺν αὐτῷ συνόδου. Ἔστω τοίνυν καὶ ἔστιν ἀποκήρυκτος καὶ πάσης ἱερατικῆς ἀξίας καὶ λειτουργίας ἀλλότριος καὶ τῇ κατάρᾳ τοῦ ἀναθέματος ὑποκείμενος ὅ τε κτᾶσθαι ταύτην τὴν ἱερωσύνην διὰ χρημάτων οἰόμενος καὶ ὁ ταύτην παρέχειν ἐπὶ χρήμασιν ὑπισχνούμενος, εἴτε κληρικὸς εἴτε λαϊκὸς εἴη, κἂν ἐλέγχοιτο, κἂν μὴ ἐλέγχοιτο τοῦτο ποιεῖν. Οὐ γὰρ οἷόν τε συμβιβασθῆναί ποτε τὰ ἀσύμβατα, οὐδὲ Θεῷ συμφωνῆσαι τὸν μαμωνᾶν ἤ τοὺς τούτῳ δουλεύοντας δουλεῦσαι Θεῷ. Δεσποτικὴ καὶ αὕτη ἐστὶν ἀπόφασις ἀναμφίλεκτος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐκ τῶν κανόνων τῆς ΣΤ´ συνόδου. Τοὺς ἐπὶ χρήμασι χειροτονουμένους, εἴτε ἐπισκόπους ἢ οἱουσδήποτε κληρικούς, καὶ οὐ κατὰ δοκιμασίαν καὶ τοῦ βίου αἵρεσιν, καθαιρεῖσθαι προστάσσομεν, ἀλλὰ καὶ τοὺς χειροτονήσαντας. Ἀκούσωμεν ταῦτα πάντες καὶ ἐνωτισώμεθα οὐ μόνον ἀρχιερεῖς, ἀλλὰ καὶ οἱ ἐν τῷ κλήρῳ καταριθμούμενοι καὶ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Δεῖ γὰρ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μήποτε παραρρυῶμεν, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἠγοράσθημεν ἐκ τῆς ματαίας πατροπαραδότου ἀναστροφῆς, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ. Οὕτω καὶ ἡμᾶς δίδαξον, ἄνερ ἱερώτατε, ἔπεσθαι τοῖς γραφικοῖς καὶ εὐαγγελικοῖς καὶ ἀποστολικοῖς, κανονικοῖς τε καὶ πατρικοῖς, παραγγέλμασι, πειθόμεθα γὰρ τοῖς ρήμασι τοῦ στόματος ὑμῶν. Ἐπὶ τῶν ὑψηλῶν ἀνάβηθι, ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου, πορεύθητι ἐνπλατυσμῷ, κήρυξον μετὰ παρρησίας, ὅπως ἐξαρθῇ καὶ εἰς ἀφανισμὸν οἰχήσεται ἡ διὰ χρημάτων χειροθεσία· καὶ πᾶν εἴ τι διὰ φιλαργυρίαν ταύτῃ ἀδικίαν τε καὶ ἐμπορίαν αἰσχροκερδῶς παρέπεται. Ταύτης γὰρ μετὰ τῶν συστοιχούντων αὐτῇ ἐξαιρουμένης ἐκ τοῦ περιουσίου λαοῦ, τοῦ τῷ ὀνόματι τοῦ Χριστοῦ κεκλημένου καὶ δωρεὰν τυχόντος τῆς ἀπολυτρώσεως, πάντα τὰ τῇ κακίᾳ συναπτόμενα μιάσματα πρόρριζα συνεκτμηθήσονται καὶ οἱ ἱερεῖς ὡς φοῖνιξ ἀνθήσουσι, Χριστοῦ εὐωδίαν τοῖς σῳζομένοις ἐμπνέοντες καὶ τῇ ἐκκλησίᾳ ἐπινικίως προσᾴδοντες· Περιεῖλε Κύριος ἐκ σοῦ τὰ ἀδικήματά σου, ἔτι δὲ καὶ τοὺς δρεπομένους καρποὺς γλυκάζοντες, πληθύνοντές τε αὐτοὺς ἐν γήρει πίονι, τῆς μακαρίας ἐκείνης, λέγω, καὶ ἀκηράτου ζωῆς κληρονόμους ἀναδεικνύοντες.
Ἐὰν κατὰ ἄγνοιαν πλυθῇ ἀντιμίνσιον, οὐκ ἀποτίθεται τὸν ἁγιασμόν, οὐδὲ βέβηλον γίνεται.
Ὁ δίγαμος οὐ στεφανοῦται, ἀλλὰ καὶ ἐπιτιμᾶται μὴ μεταλαβεῖν τῶν ἀχράντων μυστηρίων ἔτη δύο· ὁ δὲ τρίγαμος, ἔτη πέντε.
Ὁ ἐξ ἀνάγκης ἐπ᾿ ὀλίγον χρόνον ἐν τῷ νάρθηκι τῆς ἐκκλησίας καταμονὴν ποιησάμενος, οὐ κατακρίνεται. Ἐὰν δὲ χρονίσῃ, αὐτὸς μὲν μετ᾿ ἐπιτιμίων ἐκβληθήσεται, ὁ δὲ ναὸς ἀπολήψεται τὰ οἰκεῖα.
Τῶν ἀδιαθέτως τελευτώντων, χρὴ δέχεσθαι τὰς ὑπὲρ αὐτῶν γινομένας εὐποιΐας, εἴγε καὶ ζῶντες πρόθεσιν εἶχον τοῦ οὕτω ταύτας τελεσθῆναι.
Ἐὰν φθάσῃ ὁ Εὐαγγελισμὸς τῇ μεγάλῃ Πέμπτῃ ἢ τῇ μεγάλῃ Παρασκευῇ, οὐχ ἁμαρτάνομεν οἴνου τηνικαῦτα μεταλαμβάνοτες καὶ ἰχθύων.
Ὁ ἔχων εὐχὴν ἡγουμένου, πρεσβύτερος ὤν, χειροτονεῖ ἀναγνώστην καὶ ὑποδιάκονον ἐν τῇ ἰδίᾳ μονῇ.
Ἐάν τις ἐν ἀσωτείᾳ ἔζησε μέχρις ἐτῶν εἴκοσιν ἤ καὶ ἐπέκεινα, εἶτα φανῇ ποιῶν ἔργα ἀρετῆς, οὐ χρὴ αὐτὸν χειροτονεῖσθαι, τὸ γὰρ ἱερὸν ἀμόλυντον εἶναι δεῖ.
Οἱ ἀπὸ παλλακίδος ἤ διγάμων ἢ τριγάμων τικτόμενοι παῖδες, ἐὰν ἄξιον ἱερωσύνης ἐπιδείξωνται βίον, χειροτονοῦνται.
Δεῖ μεταδιδόναι τῆς θείας κοινωνίας τῷ ἀσθενοῦντι, ἀποθανεῖν κινδυνεύοντι, καὶ μετὰ τὸ γεύσασθαι βρώσεως.
Χρὴ χάριν ἀσπασμοῦ κλίνειν γόνυ ἐν Κυριακῇ καὶ ἐν ὅλῃ τῇ Πεντηκοστῇ, οὐ μὴν τὰς ἐξ ἔθους γονυκλισίας ποιεῖν.
Οὐχ ἁμαρτάνει τις ὑπὲρ τριῶν ἀνθρώπων μίαν προσκομίζων προσφορὰν ἢ μίαν ἅπτων κανδήλαν.
Ὅτι οὐ χρὴ σφραγῖδα ποιεῖν ἐν τῇ εὐχῇ τοῦ σκευοφυλακίου ἐπὶ τὸ ἅγιον ποτήριον.
Ὅτι οὐ χρὴ ἄνευ θερμοῦ λειτουργῆσαι πρεσβύτερον, εἰ μὴ κατὰ πολλὴν περίστασιν, καὶ εἰ οὐδαμῶς εὑρίσκεται θερμόν.
Τὸν ἀθετήσαντα μοναχὸν τὸ σχῆμα καὶ πάλιν ἐπιστρέψαντα, δεῖ πάλιν ἐνδύειν αὐτόν, ἣν ἀπεδύσατο μοναχικὴν στολήν, χωρὶς τῶν τεταγμένων εὐχῶν.
Δεῖ τὰς μοναζούσας εἰσιέναι εἰς τὸ ἅγιον θυσιαστήριον καὶ ἅπτειν κηρὸν καὶ κανδήλαν καὶ κοσμεῖν αὐτὸ καὶ σαροῦν.
Οὐ χρὴ τοὺς μοναχοὺς τῇ μεγάλῃ Τεσσαρακοστῇ ἔργα γεωργικὰ μετιέναι καὶ προφάσει τούτων εἰς οἶνον καταλύειν καὶ ἔλαιον, ταῦτα γὰρ γαστριμαργίας εἰσὶν ἐπιτηδεύματα.
Διὰ τρεῖς αἰτίας ἐφεῖται τῷ μοναχῷ τῆς ἰδίας ἀναχωρεῖν μονῆς· ἐὰν ᾖ ὁ ἡγούμενος αἱρετικός, ἐὰν εἴσοδος γυναικῶν εἰς τὴν μονὴν γίνεται, καὶ ἐὰν παιδία κοσμικὰ ἐν τῷ κοινοβίῳ μανθάνωσιν.
Ἄτοπον γὰρ τὰ ἐν τῇ μονῇ πραττόμενα δι᾿ αὐτῶν δημοσιεύεσθαι .
Τοὺς ὄντας ἐν ἐπιτιμίοις μοναχοὺς χρὴ συνεσθίειν τοῖς λοιποῖς καὶ συνεύχεσθαι, μετέχειν δὲ καὶ εὐλογίας, ἤτοι κατακλαστοῦ, ἅμα τῇ αὐτῶν ἐξομολογήσει.
Τῇ τῶν ἁγίων Ἀποστόλων νηστείᾳ καὶ τῇ τοῦ ἁγίου Φιλίππου χρὴ τοὺς ἐν τῇ μονῇ καθημένους μοναχούς, τετράδος καὶ παρασκευῆς, ἅπαξ πρὸς ἑσπέραν σιτεῖσθαι, τοὺς δὲ ἐργαζομένους, μετὰ τὴν ἕκτην γεύεσθαι ὥραν καὶ ἑσπέρας δειπνεῖν.
Ἐὰν φθαρῇ μονάστρια ὑπὸ βαρβάρων ἢ ἀτάκτων ἀνδρῶν, καὶ ἦν ὁ προτοῦ βίος αὐτῆς ἄμεπτος, εἰς τεσσαράκοντα ἡμέρας ἐπιτιμᾶται. Εἰ δὲ ὁ πρῴην αὐτῆς βίος μεμολυσμένος ἦν, τὸ τῆς μοιχείας ἐπιτίμιον ἐκπληροῖ.
Ὁ τὸ μοναχικὸν ἐνδὺς σχῆμα φόβῳ στρατείας ἢ ἄλλῃ τινι πανουργίᾳ, ὡς δῆθεν τούτου καταγελῶν, καὶ τοῦτο μετὰ τὴν ἀνάγκην ἢ τὴν ὑπόκρισιν ἀποθέμενος, εἰς τεσσαρακοστὰς τρεῖς ἡμερῶν ἐπιτιμᾶται, καὶ οὕτω τῇ ἁγίᾳ πρόσεισι κοινωνίᾳ.
Μοναχοῦ πρεσβυτέρου νέου μοναστρίαις ὑπηρετοῦντος καὶ μεταδιδόντος εὐχαῖς, οὐ χρὴ κοινωνεῖν ἐξ αὐτοῦ.
Ὅτι οὐ χρὴ τὸν ἡγούμενον τὸ κουκούλιον τοῦ μαθητοῦ ἐκβάλλειν καὶ διώκειν αὐτόν.
Τὸν ἀθετήσαντα τὸ ἅγιον σχῆμα καὶ μὴ διορθούμενον, οὐ χρὴ ὑπὸ στέγην ἄγειν ἢ χαίρειν λέγειν αὐτῷ.
Ἐάν τις ἀσθενὴς ᾖ καὶ ἐπιζητῇ τὸ ἅγιον βάπτισμα ἢ τὸ ἅγιον σχῆμα, χρὴ διδόναι ἀνυπερθέτως καὶ μὴ κωλύειν τὴν χάριν.
Ὅτι οὐ χρὴ λειτουργῆσαι πρεσβύτερον μοναχὸν ἄνευ μανδύου.
Τοὺς ἄδηλα πταίσματα ἐξομολογουμένους, τῆς μὲν κοινωνίας ἀπείργειν δεῖ τὸν δεχόμενον τὴν ἐκείνων ἐξομολόγησιν· εἰς δὲ τὴν ἐκκλησίαν αὐτοὺς εἰσέρχεσθαι μὴ κωλύειν, μηδὲ θριαμβεύειν τὰ κατ᾿ αὐτούς, ἀλλ᾿ ἐπιεικῶς τούτους νουθετεῖν, τῇ μετανοίᾳ προσανέχειν καὶ προσευχῇ καὶ οἰκονομεῖν τὰ προσήκοντα τούτοις ἐπιτίμια, κατὰ τὴν ἑκάστου προαίρεσιν.
Μοιχοὶ καὶ κτηνοβάται καὶ ἀνδροφόνοι καὶ οἱ τοιοῦτοι, ἐὰν οἴκοθεν τὴν ἰδίαν ἐξομολογήσωνται ἀνομίαν, ἄδηλον τοῖς πολλοῖς ἔτι τυγχάνουσαν, τῆς κοινωνίας μὲν κωλύονται καὶ τὰ ἐπιτίμια δέχονται, εἰς τὴν ἐκκλησίαν δὲ εἰσερχόμενοι ἵστανται μέχρι τῆς τῶν κατηχουμένων εὐχῆς. Ἐὰν δὲ δῆλα τὰ τούτων ὦσι πταίσματα, τότε λοιπὸν κατὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν ἐκπληροῦσι τὰ ἐπιτίμια.
Ἐὰν ἐξομολογήσηται λαϊκὸς τὰ ἑαυτοῦ σφάλματα ἐκ προαιρέσεως, δύναται ποιῆσαι οἰκονομίαν ὁ δεχόμενος.
Κατ᾿ ἐπιτροπὴν τοῦ ἐπισκόπου ποιεῖ σταυροπήγιον καὶ πρεσβύτερος.
Ὅτι οὐ χρὴ μεταδιδόναι τοῖς λαμβάνουσιν τόκον, ἢ συνεσθείειν αὐτοῖς, ἐπιμένουσι τῇ παρανομίᾳ.
Δεῖ νηστεύειν τοὺς μοναχοὺς τῇ τετράδι τῆς Τυροφάγου καὶ τῇ παρασκευῇ, καὶ μετὰ τὴν τῶν Προηγιασμένων ἀπόλυσιν ἐσθίειν τυρόν, ὅπῃ ἂν ἐπιχωριάζωσιν, εἰς ἀνατροπὴν τοῦ δόγματος τοῦ Ἰακώβου καὶ τῆς τῶν Τετραδιτῶν αἱρέσεως.
Εἴ τις παλλακὴν κεκτημένος, οὐ βούλεται ἤ καταλιπεῖν αὐτὴν ἢ εὐλογηθῆναι καὶ μετὰ ἱερολογίας ἔχειν, οὐ χρὴ δέχεσθαι τὰ παρ᾿ αὐτοῦ προσφερόμενα τῇ ἐκκλησίᾳ, ἧς τοὺς θείους θεσμοὺς διὰ τῶν ἔργων καταφρονῶν ἐνυβρίζει.
Ἐὰν μοναχὸς τὸ ἅγιον ἀποθέμενος σχῆμα κρεωφαγήσῃ καὶ γυναῖκα λάβῃ, δεῖ, μὴ ἐπιστρέφοντα τοῦτον, ἀναθέματι καθυποβληθῆναι καὶ ἄκοντα τὰ μοναχικὰ ἐνδυθῆναι καὶ μοναστηρίῳ ἐγκατακλεισθῆναι.
Οὐ δεῖ τὸν ἅπαξ πορνεύσαντα χειροτονεῖσθαι, εἰ καὶ τοῦ πάθους ἀπέστη, φησὶ γὰρ ὁ μέγας Βασίλειος· Εἰ καὶ νεκροὺς ἀνιστᾷ ὁ τοιοῦτος, ἱερεὺς οὐ γενήσεται.
Ὁ ἀπόστολος λέγων· Εἴ τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν, οὐχ ὃν ὁ δεῖνα καὶ ὁ δείνα πορνεύοντα λέγειν δοκεῖ, ἀλλὰ τὸν ὀνομαζόμενον, ἤτοι πᾶσι γινωσκόμενον. Τὰ γὰρ ἀναισχύντως πλημμελούμενα, πλείονα τὴν τιμωρίαν ἐφέλκεται.
Ἐὰν γυναικὸς γεννησάσης τὸ βρέφος κινδυνεύῃ ἀπὸ ἡμερῶν τριῶν ἢ πέντε, τὸ μὲν βρέφος βαπτιζέσθω, ἄλλην δὲ γυναῖκα βεβαπτισμένην καὶ καθαρὰν δέον θηλάζειν αὐτό, τὴν δὲ τούτου μητέρα, ἐν ᾧ τὸ βρέφος κεῖται κοιτῶνι, μὴ εἰσιέναι, μήτε ἅπτεσθαι ὅλως αὐτοῦ, ἕως ἡμέρας τεσσαράκοντα, ἐφ᾿ ᾧ εἰς τέλος καθαρθῆναι καὶ λαβεῖν παρὰ τοῦ ἱερέως εὐχήν.
Ὅτι οὐ δεῖ ὁδοιπορεῖν ἄνευ ἀνάγκης ἢ βίας ἐν Κυριακῇ.
Τὴν Ἀποκάλυψιν τοῦ Παύλου καὶ τὰ λεγόμενα Βροντολόγια καὶ Σεληνοδρόμια ἢ Καλανδολόγια οὐ χρὴ δέχεσθαι, βέβηλα γὰρ πάντα.
Τὴν Ἀποκάλυψιν Ἔσδρα καὶ Ζωσιμᾶ καὶ τὰ δύο Μαρτύρια τοῦ ἁγίου Γεωργίου καὶ τῶν ἁγίων μαρτύρων Κηρύκου καὶ Ἰουλίττης καὶ τὴν βίβλον Μάρκου καὶ Διαδόχου οὐ χρὴ δέχεσθαι, ἀπόβλητα γὰρ καὶ οὐ δεκτά.
Ὅτι οὐ δεῖ ἐργάζεσθαι τὴν ἑβδομάδα τῆς Διακαινησίμου, οὐδὲ τῷ σαββάτῳ τῆς ἀπολυσίμου ψάλλειν τὸν ἄμωμον, οὐδὲ τὰς πέμπτας φυλάττειν.
Ὁ χειρισάμενος τὸν ἑαυτοῦ πατέρα καὶ ἀποκτείνας ἑκουσίως, τὰ τοῦ φόνου ἐπιτίμια τελέσει ἔτη τριάκοντα πέντε.
Κατὰ περίστασιν καὶ μοναχὸς λιτὸς βαπτίζει, ὡσαύτως καὶ διάκονος κατὰ περίστασιν βαπτίζει.
Χρὴ τὰ ἀβάπτιστα νήπια, ἐὰν εὑρεθῇ τις εἰς τόπον μὴ ὄντος ἱερέως, βαπτισθῆναι. Εἰ βαπτίσει δὲ καὶ ὁ ἴδιος πατὴρ ἤ οἱοσδήποτε ἄνθρωπος, μόνον ἵνα ἐστὶ χριστιανός, οὐκ ἔστιν ἁμαρτία.
Τὰς Ἐκκλησίας, τὰς ὑπὸ τῶν αἱρετικῶν ἐνθρονισθείσας, παρακελευόμεθα ὡς εἰς κοινὸν οἶκον κατ᾿ ἀνάγκην εἰσιέναι καὶ ψάλλειν, πήξαντες ἐν μέσῳ σταυρόν, ἐν δὲ τῷ θυσιαστηρίῳ μήτε εἰσέρχεσθαι, μήτε θυμιᾶν, μήτε εὐχὴν ἐπιτελεῖν, μήτε κανδήλαν ἤ λύχνον ἅπτειν.
Ὅτι δεῖ τὸν ἀθετοῦντα μοναχὸν τὸ ἅγιον σχῆμα καὶ πάλιν ἐπιστρέφοντα κατηχεῖσθαι ὑπὸ τῶν ἀδελφῶν τὰ δέοντα, ἀλλ᾽ οὐχὶ ἐκ τῶν κατηχήσεων. Ἀλλ᾿ ἕκαστος ἐξ ὧν ἐπιχορηγεῖται ὑπὸ τοῦ Κυρίου λόγων, καὶ ψάλλειν τὸν κατανυκτικὸν κανόνα τοῦ πλαγίου ἤχου, καὶ τιθέναι τὰ ἰμάτια αὐτοῦ ἐν τῷ θυσιαστηρίῳ ὑποκάτω τῆς ἀγίας τραπέζης ὡς ἐπὶ τοῦ σχήματος, καὶ ἀπὸ τοῦ Εὐαγγελίου τῆς λειτουργίας κουρεύειν αὐτὸν τὸν ἡγούμενον καὶ ἐνδύειν τὸ σχῆμα μηδὲν ἐκφωνοῦντα.
Τὸν μὴ νηστεύοντα τετράδα καὶ παρασκευὴν ἱερέα οὐ χρὴ κοινωνεῖν ἐξ αὐτοῦ, κἂν δοκῇ ὀρθόδοξος εἶναι, τὸ γὰρ ἐκ μέρους εὐσεβεῖν καὶ ἐκ μέρους κοινοῦσθαι βέβηλον.
Ὅτι δεῖ τοὺς ἐργαζομένους μοναχοὺς τῇ ἁγίᾳ Τεσσαρακοστῇ, τὴν ἐνάτην ὥραν γεύσασθαι ἄρτου βραχέος καὶ τῇ ἑσπέρᾳ δειπνεῖν.
Ὅτι οὐ χρὴ ἐν τῇ ἁγίᾳ Τεσσαρακοστῇ τοὺς μοναχοὺς ἐργασίαν ποιεῖν καὶ προφάσει τοῦ ἔργου καταλύειν εἰς οἶνον καὶ ἔλαιον, ταῦτα γὰρ γαστριμαργίας ἐπιτηδεύματα.
Πόσαι κεφάλαια ἐκβάλλουσι τὸν μοναχὸν ἀπὸ τῆς μονῆς; Πρῶτον μέν, εἰ ἔστιν ὁ ἡγούμενος αἱρετικός· δεύτερον, εἰ ἔστιν εἴσοδος γυναικῶν ἐν τῇ μονῇ· τὸ δὲ τρίτον, ἐὰν παιδία μανθάνωσι κοσμικὰ ἐν τῷ κοινοβίῳ. Ἄτοπον γὰρ τοῦτο, τὸ δημοσιεύεσθαι τὰ ἐν τῇ μονῇ καλῶς πραττόμενα, ὥς φησι τὸ Εὐαγγέλιον· Μὴ σαλπίσητε ἔμπροσθεν ὑμῶν, ὅταν εὖ ποιῆτε.
Τὴν τεσσαρακοστὴν τῶν ἁγίων Ἀποστόλων, ἤτοι τὴν νήστιμον αὐτῶν, χρὴ νηστεύειν τετράδι καὶ παρασκευῇ τοὺς ἐργαζομένους ἕως ὥρας ἕκτης, καὶ οὕτω γεύεσθαι καὶ τὴν ἐνάτην ὥραν ἀριστᾶν. Ὡσαύτως δὲ καὶ τοῦ ἁγίου Φιλίππου, ὥραν ἕκτην γεύεσθαι καὶ ἑσπέρας δειπνεῖν, τοὺς δὲ ἐν τῇ μονῇ, ἅπαξ ἕως ἑσπέρας.
Ἐὰν πρεσβύτερός ἐστιν ἢ διάκονος ἢ ἀναγνώστης καθῃρημένος καὶ εὑρεθῇ μοναχός, εὐλογεῖ τὴν τράπεζαν.
Ἐάν τις ἀθετήσῃ τὸ ἅγιον σχῆμα καὶ οὐ διορθοῦται, τὴν δὲ ὀρθοδοξίαν κρατῇ, οὐ χρὴ τὸν τοιοῦτον ὑπὸ στέγην ἄγειν, οὔτε συνεσθίειν ἢ χαίρειν λέγειν.
Ὅσην ἔχει ἐπιποθίαν ἡ τιμιότης σου ἰδεῖν τὴν ταπείνωσιν ἡμῶν, τοσαύτην οἰέσθω καὶ τὴν ἡμετέραν εἶναι πρὸς τὴν κατ᾿ ὀφθαλμοὺς ὁμιλίαν. Ἀλλ᾿ ἐπειδὴ γέγραπται· Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, αλλὰ τοῦ ἐλεοῦντος Θεοῦ, αὐτῷ ἀναθετέον τὸν πόθον καὶ ἐπιρριπτέον τὴν μέριμναν, καὶ αὐτὸς ποιήσει, ὁπηνίκα καὶ βούλεται, θέλημα τῶν φοβουμένων αὐτόν. Τὸ δὲ νῦν ἔχον, ἀναγκαῖον περὶ τῶν προταθέντων κεφαλαίων ὑπὸ τῶν πνευματικῶν ἡμῶν ἀδελφῶν, Ἱλαρίωνος καὶ Εὐστρατίου, μεσολαβούσης τῆς σῆς εὐλαβείας, ἀποκριθῆναι τὰ εἰκότα. Ὡς ἂν δὲ εὐσύνοπτα γένηται τὰ λεγόμενα, ἑκάστου προταθέντος κεφαλαίου, κατὰ συνέχειαν καὶ ἡ ἀπόκρισις εἴη.
Ἐρώτησις. Περὶ τῶν χειροτονηθέντων πρεσβυτέρων ἐν Ῥώμῃ, ἐν Νεαπόλει καὶ Λογγοβαρδίᾳ ἀκηρύκτων καὶ ἀπολελυμένων, εἰ χρὴ τούτους δέχεσθαι καὶ κοινωνεῖν αὐτοῖς καὶ συνεσθίειν καὶ συμψάλλειν. Ἀπόκρισις. Ἐν καιρῷ αἱρέσεως, οὐ κατὰ τὰ ἐν εἰρήνῃ τυπωθέντα πάντως ἀπαραλείπτως γίνεται, διὰ τὴν ἀναγκάζουσαν χρείαν, ὅπερ φαίνεται πεποιηκὼς ὅτε μακαριώτατος Ἀθανάσιος καὶ ὁ ἁγιώτατος Εὐσέβιος, ὑπερορίους χειροτονίας ἀμφότεροι ποιησάμενοι. Καὶ νῦν δὲ τὸ αὐτὸ ὁρᾶται πραττόμενον ἐν τῇ παρούσῃ αἱρέσει, ὥστε οἱ ἀποδηλωθέντες, εἰ οὐ προδήλως εἰσὶ κατεγνωσμένοι, οὐδαμῶς ἐκ τοῦ οὕτω χειροτονηθῆναι ἀποτρόπαιοι, ἀλλὰ προσδεκτέοι κατὰ τὰς τέσσαρας προτάσεις.
Ἐρώτησις. Περὶ τῶν χειροτονηθέντων πρεσβυτέρων ὑπερόριᾳ ἐν Σικελίᾳ, εἰ χρὴ τούτους δέχεσθαι. Ἀπόκρισις. Τοῦτο τὸ ἐρώτημα, ὅμοιον τοῦ προτεθέντος, εἰ καὶ καθ᾿ ὕφεσιν τόπου. Ὁμοίως οὖν δηλονότι ἕξει καὶ τὴν ἀπόκρισιν.
Ἐρώτησις. Περὶ τῶν κοινωθεισῶν ἐκκλησιῶν ἐκ τῶν ἱερέων, κοινωνησάντων τῇ αἱρέσει, καὶ κατεχομένων ὑπ᾿ αὐτῶν, εἰ χρὴ εἰσιέναι εἰς αὐτὰς χάριν εὐχῆς καὶ ψαλμῳδίας. Ἀπόκρισις. Οὐ χρὴ τὸ καθόλου εἰς τοιαύτας ἐκκλησίας εἰσιέναι, κατὰ τοὺς εἰρημένους τρόπους, ἐπειδὴ γέγραπται· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ἅμα γὰρ τῷ εἰσαχθῆναι τὴν αἵρεσιν, ἀπέστη ὁ ἔφορος τῶν ἐκεῖσε ἄγγελος, κατὰ τὴν φωνὴν τοῦ μεγάλου Βασιλείου, καὶ κοινὸς οἶκος ὁ τοιοῦτος χρηματίζει ναός, καί· Οὐ μὴ εἰσέλθω, φησίν, εἰς ἐκκλησίαν πονηρευομένων, καὶ ὁ ἀπόστολος· Τίς συγκατάθεσις ναοῦ Θεοῦ μετὰ εἰδώλων;
Ἐρώτησις. Περὶ τῶν κοινωθεισῶν Ἐκκλησιῶν ὑπὸ τῶν αὐτῶν ἱερέων καὶ (μὴ) κατεχομένων ὑπ᾿ αὐτῶν, εἰ χρὴ ἐν αὐταῖς ψάλλειν καὶ εὔχεσθαι. Ἀπόκρισις, Χρὴ μὲν οὖν εἰσιέναι ἐν ταῖς τοιαύταις ἐκκλησίαις εἰς τὸ ψάλλειν καὶ εὔχεσθαι, ἀλλ᾿ εἰπερ ἀσφαλῶς μὴ καταχραίνοιντο ὑπὸ τῶν (αὐτῶν), ἀλλὰ κατέχονται ὑπὸ τῶν ὀρθοδόξων ἐς τόδε. Τετύπωται δὲ ἐνταῦθα, ὑπὸ σεσωσμένου ἐπισκόπου ἤ ἱερέως, τὰ ἀνοίξια τῆς ἐκκλησίας γίνεσθαι, ὑποφαινομένης εὐχῆς, ὥστε, εἰ τοῦτο γένοιτο, καὶ τὸ λειτουργεῖν ἐκεῖσε οὐκ ἀπᾷδον. Παράδειγμα τὸ τὸν ἅγιον Ἀθανάσιον, ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως παρακαλούμενον, μίαν ταύτην χάριν παρασχέσθαι, ἐν Ἀλεξανδρείᾳ ἕνα ναὸν παραδοῦναι τοῖς Ἀρειανοῖς εἰς τὸ συνάγεσθαι, κατανεῦσαι, ἄνπερ ἐν Κωνσταντινουπόλει λήψοιτο καὶ αὐτὸς τὴν αὐτὴν χάριν, τοῦ συνάγεσθαι τοὺς ὀρθοδόξους ἐν ἑνὶ ναῷ, προκατεχομένῳ ὑπὸ τῶν Ἀρειανῶν.
Ἐρώτησις. Περὶ τῶν ἐν σώματι ἁγίων, εἰ χρὴ εἰσιέναι εἰς κοιμητήρια αὐτῶν καὶ εὔχεσθαι καὶ προσκυνεῖν αὐτοῖς, κατεχομένοις ὑπὸ τῶν μιανθέντων ἱερέων. Ἀπόκρισις. Οὐ παραχωρεῖ ὁ κανών, κατὰ τὰ προδηλωθέντα, εἰσιέναι εἰς τὰ κοιμητήρια αὐτῶν, γέγραπται [γάρ·] Ἱνατί ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; Εἰ μή τι ἂν ἐξ ἀνάγκης, κατὰ μόνον τὸ ἀσπάσασθαι τὸ τοῦ ἁγίου λείψανον, ἡ εἴσοδος γένοιτο.
Ἐρώτησις. Περὶ τῶν λαβόντων τὸ μοναχικὸν σχῆμα ἐκ τῶν κοινωθέντων ἱερέων, πῶς τούτους δέχεσθαι δεῖ; Ἀπόκρισις, Ὁμολογοῦντας ἡμαρτηκέναι καὶ ἐπιτιμηθέντας χρόνῳ τινί, εἶθ᾿ οὕτω δεχομένους παρὰ σεσωσμένου πρεσβυτέρου, προσδεκτέον.
Ἐρώτησις. Περὶ τῶν ὑπογραψάντων μοναχῶν καὶ κληρικῶν ἐν τῇ αἱρέσει, πῶς χρὴ τούτους δέχεσθαι, χωρίς ἐπιτιμίου ἤ μετὰ ἐπιτιμίου, ἐὰν ὁμολογήσωσι μηκέτι ἐνεργεῖν ἐν τῇ ἱερατείᾳ; Καὶ εἰ ἔξεστιν ἡμῖν διδόναι ἐπιτίμιον τοῖς τοιούτοις. Ἀπόκρισις. Δηλονότι μετὰ τῶν προσηκόντων ἐπιτιμίων. Οὕτω γὰρ τοὺς καρποὺς τῆς μετανοίας ἐπιδεικνύμενοι, εἶεν ἂν ἄξιοι συναφθῆναι τῷ ὀρθοδόξῳ σώματι· διδόναι δὲ ὑμᾶς ἐπιτίμιον τοῖς τοιαύτοις, οὐκ ἀποκριτέον, γέγραπται γάρ· Ἀλλήλων τὰ βάρη βαστάζετε.
Ἐρώτησις. Περὶ τῶν μοναχῶν τῶν ἀδιαφόρως παραβαλλόντων τοῖς τυχοῦσι καὶ συνευχομένοις καὶ συνεσθίουσιν αὐτοῖς, εἰ χρὴ δέχεσθαι τοὺς τοιούτους εἰς συνεστίασιν καὶ ψαλμῳδίαν. Ἀπόκρισις. Τοῦ ἀποστόλου λέγοντος· Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβε παρ᾿ ἡμῶν· καὶ πῶς οὐχὶ καὶ ἀφ᾿ ἑαυτῶν τὸ καλὸν κρίνετε; Εἰ μὲν οὖν ἀπόσχοιντο τῆς ἐφαμάρτου συνηθείας, καταδεχόμενοι καὶ ἐπιτιμίαν τὴν προσήκουσαν, δεκτέοι· ἐπιτηρητέον δέ, τίνες εἰσὶν οὕς φατε τυχόντας, ἆρα αἱρετικοὶ ἤ προδήλως κατεγνωσμένοι ἐπὶ τῷ βίῳ. Περὶ τούτων φησὶν ὁ ἀπόστολος· Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης καὶ τὰ ἑξῆς, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
Ἐρώτησις. Περὶ τῶν πρεσβυτέρων, τῶν βεβρωκότων μετὰ αἱρετικῶν ἅπαξ καὶ δὶς καὶ μὴ κοινωνησάντων ἢ ὑπογραψάντων, εἰ χρὴ τούτους δέχεσθαι εἰς συνεστίασιν καὶ ψαλμῳδίαν, χωρὶς σφραγῖδος ἢ μετὰ σφραγῖδος. Ἀπόκρισις, Ἐπὶ τῶν τοιούτων τηρητέον, εἰ οἱ βεβρωκότες ἱερεῖς μετὰ ἱερέων αἱρετικῶν ἤ λαϊκῶν ἔφαγον, καὶ ὁμολογούμενον, εἰ ὀρθοφρονούντων μέν, [μὴ] κοινωνούντων δὲ τοῖς αἱρετικοῖς, μεῖζον δὲ τὸ κρῖμα ἐπὶ τῶν ἱερωμένων. Μετανοίᾳ δὲ ἀξιολόγῳ προσδεκτέον ἑκατέρους, κοινωνῆσαι δὲ χρὴ αὐτοῖς ἄλλων τε προσευχῶν καὶ σφραγίδων.
Ἐρώτησις. Περὶ τῶν ὑπογραψάντων κοσμικῶν ἐν τῇ αἱρέσει καὶ κοινωνούντων, εἰ χρὴ τοὺς τοιούτους κοσμικοὺς κοσμικοῖς ὀρθοδόξοις συνεσθίειν. Ἀπόκρισις, Ἡ ἀδιαφορία τῶν κακῶν τὸ αἴτιον· Ἀναμέσον γάρ, φησί, καθαροῦ καὶ βεβήλου οὐ διέστελλον. Χρὴ οὖν, εἴ περ ζηλωταὶ εἰσιν ὀρθοδοξοῦντες, μὴ προσίεσθαι τοὺς τοιούτους εἰς συνεστίασιν, εἰ μὴ πρότερον ὑπὲρ τῆς πονηρᾶς ὑπογραφῆς ἐπιτιμηθεῖεν, εἶτα καὶ ἀπόσχοιντο τῆς αἱρετικῆς κοινωνίας. Ἐπειδὴ δὲ κατὰ περίστασιν φεύγοντες τοὺς κινδύνους, χραίνονται τῇ αἱρετικῇ κοινωνίᾳ τινές, ὁμολογοῦντας τὴν προπέτειαν καὶ μετανοοῦντας, προσδεκτέον εἰς συνεστίασιν. Καὶ τοῦτο οὐκ ἀδιαφόρως, ἀλλὰ κατὰ σύμβασίν τινα περιστατικὴν καὶ φέρουσαν ἐντεῦθεν κέρδος ἀμφοτέροις, ἀλλ᾿ οὐ ζημίαν ψυχικήν.
Ἐρώτησις. Περὶ τῶν θελόντων βαπτισθῆναι, ἐὰν μὴ εὑρεθῇ ὀρθόδοξος πρεσβύτερος ἢ ἄμεμπτος, εἰ χρὴ βαπτισθῆναι ὑπὸ τῶν κοινωθέντων ἱερέων ἢ ἀκηρύκτων, μάλιστα ἐὰν θάνατος κατεπείγῃ. Ἀπόκρισις. Τύπος τοιοῦτος ἐξεφωνήθη ἐνταῦθα παρά τε ὁμολογητῶν ἱεραρχῶν τε καὶ καθηγουμένων, τοὺς εἰρημένους πρεσβυτέρους παύεσθαι μὲν τῆς λειτουργίας διὰ τὴν αἱρετικὴν κοινωνίαν, συγχωρεῖσθαι δέ, μὴ εὑρισκομένου ἱερέως, καὶ βαπτίζειν καὶ μεταδιδόναι τῶν ἁγιασμάτων, προτετελεσμένων ἐξ ἀκρατήτου ἱερέως, σχῆμά τε διδόναι μοναχοῦ, εὐχήν τε ποιεῖν ἐπὶ ἐκκομιδῇ, Εὐαγγέλιόν τε ἐκφωνεῖν ἐπὶ ὄρθρου, καὶ γε τῶν Θεοφανείων ὕδωρ εὐλογεῖν, ὡς εἰρηται, κατὰ περίστασιν, διὰ τὸ μὴ ἐναπομένειν τοὺς λαοὺς παντάπασιν ἀνηκόους τοῦ Εὐαγγελίου καὶ ἀφωτίστους. Εἰ οὖν συναρέσκει καὶ ὑμῖν, κρατείτω ὁ τοιοῦτος τύπος καὶ ἐν τοῖς αὐτόθι.
Ἐρώτησις. Περὶ τῶν ἀποσχισάντων καὶ μετανοίᾳ προσερχομένων, εἰ ἔξεστι τοῖς τοιούτοις ἐπιτιμίαν διδόναι ἢ δέχεσθαι αὐτούς. Ἀπόκρισις. Ἤδη ἐν τοῖς ἀνωτέρω προδεδήλωται, ὅτι χρὴ διδόναι, καὶ παρέλκον τὸ αὐτὸ ἐπικυκλεῖν.
Ἐρώτησις. Ἐὰν επίσκοπος, ἐν ἐγκλήματι περιπεσών, ὑπὸ συνόδου καθαιρεθείη, εἶτα πάλιν χειροτονήσῃ πρεσβύτερον, ὁ δὲ αὐτὸς πρεσβύτερος, ἐν μοναστηρίῳ παραγενόμενος, ὑπὸ τοῦ ἰδίου πατρὸς δέξηται ἐπιτιμίαν πρὸ χρόνων, καὶ μετὰ ταῦτα ἐνεργῇ ἐν τῇ ἱερωσύνῃ, εἰ χρὴ δέχεσθαι τὸν τοιοῦτον ἱερέα, εἰ ἀνέγκλητός ἐστι, δεόμεθα. Ἀπόκρισις. Προφανοῦς οὔσης τῆς ἀτοπίας, οὐδὲ ἐπερωτῆσαι ὑμᾶς ἐχρῆν περὶ τοῦ τοιούτου ἐγκλήματος, εἴρηκε γὰρ ὁ Κύριος· Οὐ δύναται σαπρὸν δένδρον καρπὸν καλὸν ποιεῖν· οὐχ ὅτι ὑπὸ τοῦ ἰδίου ἡγουμένου, ἀλλὰ κἂν ὑπὸ ἁγίου τινὸς ἐπιτιμηθεὶς ὁ τοιοῦτος ἀπολέλυται τοῦ λειτουργεῖν, οὔτε γὰρ αὐτὸς ἱερεύς, οὔτε ὁ λύσας ἅγιος. Ἐπεὶ οὕτω, παρατραπήσεται πάντα τὰ κανονικὰ παραγγέλματα καὶ οἰχήσεται.
Ἐρώτησις. Περὶ τῶν πρεσβυτέρων τῶν ἀπὸ ὀρθοδόξων χειροτονηθέντων, μὴ ὑπογραψάντων δὲ μηδὲ κοινωνησάντων, συμφαγόντων δὲ μόνον μετὰ Κωνσταντίνου τοῦ Μητροπολίτου. Ἀπόκρισις. Ἐν τοῖς ἀνωτέρω προαπεδόθη ὁ περὶ τούτου λόγος. Εἴτε οὖν μετὰ Κωνσταντίνου, εἴτε μεθ᾿ οἱουδήποτε τῶν ἑτεροδόξων ἡ συνεστίασις γέγονε, μετανοίᾳ ἀξιολόγῳ ὁ συνεστιασθεὶς τοῦ ἐγκλήματος ἀπολέλυται, οὐ μόνον πρὸς συνεστίασιν τῶν πεφυλαγμένων, ἀλλὰ καὶ πρὸς ἣν ἠξιώθησαν ἱερωσύνην. Τὸ δὲ μέτρον τοῦ ἐπιτιμίου οὐ δυνατὸν ὡρισμένως ὑποβάλλειν, διὰ ποιότητα καὶ προσώπου καὶ τρόπου, ὥστε ἐν δυσὶν ἢ τρισὶ τεσσαρακοσταῖς ἀρκεῖσθαι τὸν ἐπιτιμηθέντα.
Ἐρώτησις. Περὶ πρεσβυτέρων, ὁμοίως ὑπὸ ὀρθοδόξων χειροτονηθέντων καὶ κατὰ ἄγνοιαν συμφαγόντων μετὰ πρεσβυτέρων βεβρωκότων μετὰ τοῦ αὐτοῦ μητροπολίτου. Ἀπόκρισις, Γέγραπται· Πᾶν τὸ ἐν ἀγνοίᾳ, καθαρισθήσεται, ὥστε ἀνένοχοί εἰσι παντὸς ἐπιτιμίου.
Ἐρώτησις. Περὶ πρεσβυτέρων ὀρθοδόξων, ἤγουν Ἱλαρίωνος, καὶ Εὐστρατίου μοναχοῦ, ἂν ἔχωσιν ἐξουσίαν διδόναι τὰ ἐπιτίμια. Ἀπόκρισις. Προείρηται κἂν τοῖς ἀνωτέρω, ὅτι χρὴ διδόναι. Ἐπειδὴ δὲ ἐμφαίνει ἡ ἐρώτησις, εἰ δεῖ καὶ τὸν μὴ ἔχοντα ἱερωσύνην διδόναι κατὰ ἀπορίαν πρεσβυτέρου καὶ πίστιν προσιόντος, οὐκ ἔξω τοῦ εἰκότως, καὶ τὸν ἁπλῶς μοναχὸν ἐπιτίμιον διδόναι.
Ἐρώτησις. Περὶ μονάζοντος, τοῦ λαβόντος τὸ ἱερὸν σχῆμα κατὰ ἄγνοιαν ἀπὸ πρεσβυτέρου χειροτονηθέντος ὑπὸ καθῃρημένου. Ἀπόκρισις. Εἴρηται ἐν ἑτέρῳ κεφαλαίῳ, ὅτι πᾶν τὸ κατὰ ἄγνοιαν καθαρισθήσεται καὶ οὐκ ἐξὸν ἀποστρέφεσθαι τὴν μετὰ τοιούτων συνεστίασιν, καὶ ἐπὶ ἄλλων τὴν σύμβασιν ποιούντων ὁμοίως καὶ φιλίαν. Ταῦτά σοι μὲν ὡς συμψύχῳ καὶ συμπόνῳ ἡμεῖς κατὰ τὸ ἐφικτὸν ἀνεπτύξαμεν, αὐτὸς δὲ μεταδοίης ἀσφαλῶς τοῖς ἐπερωτήσασιν ἀδελφοῖς· Οὐ γὰρ πάντων ἡ πίστις, οὐδὲ πολλοῖς ἐκπέφρασται τὰ τοιάδε, οὐ μόνον διὰ τὴν ἄγνοιαν τῶν ἀνομησάντων, ἀλλὰ καὶ διὰ τοὺς πειρασμοὺς τῶν κρατούντων. Ἀνθ᾿ ὧν δὲ οἱ εὐλαβέστατοι ἀπεστάλκασιν ἀποστολῶν πολλῶν τε καὶ καλῶν, ἀμείψοιντο παρὰ Θεοῦ τὴν ἀξίαν μισθαποδοσίαν, καὶ τάδε τὰ δύο μαλακίσκια εἰς ὑπόμνημα φιλίας. Ἔρρωσθε ἐν Κυρίῳ, τιμιώτατοι, προσευχόμενοι ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας.
Οὐκ ἦν ἄρα, ὡς ἔοικεν, κόρος τῷ πονηρῷ τῶν κακῶν, οὐδέ τι τῶν ἐφευρημάτων καὶ μηχανημάτων πέρας, ἃ κατὰ τοῦ ἀνθρωπίνου γένους ἐξ ἀρχῆς ἀνακινεῖν ἐμελέτησεν. Ἀλλὰ μυρίαις μὲν ὅσαις ἀπάταις πρὸ τῆς ἐν σαρκὶ τοῦ Δεσπότου παρουσίας τὸν ἄνθρωπον ὑπηγάγετο, εἰς ἀλλοφύλους καὶ παρανόμους ἀποβουκολήσας πράξεις, ἐξ ὧν καὶ τὴν κατ᾿ αὐτοῦ τυραννίδα κατὰ κράτος ἀνεδήσατο, μυρίαις δὲ καὶ μετὰ ταῦτα πλάναις καὶ δελεάσμασιν ὑποσκελίζειν καὶ παρασύρειν τοὺς αὐτῷ πειθομένους οὐ διέλιπεν. Ἐντεῦθεν Σίμωνες καὶ Μαρκίωνες, Μοντανοί τε καὶ Μάνητες καὶ ἡ ποικίλη καὶ πολύτροπος τῶν αἱρέσεων θεομαχία ἐπλήθυνεν. Ἐντεῦθεν Ἄρειος καὶ Μακεδόνιος καὶ Νεστόριος, Εὐτυχής τε καὶ Διόσκορος καὶ τὸ λοιπὸν τῆς ἀσεβείας σύνταγμα, καθ᾿ ὧν αἱ ἅγιαι καὶ Οἰκουμενικαὶ συνεκροτήθησαν ἑπτά σύνοδοι καὶ τῶν κατὰ τόπους ἱερῶν καὶ θεοφόρων ἀνδρῶν συνελέγη τὰ συστήματα, τὰς πονηρὰς παραφυάδας τῇ μαχαίρᾳ τοῦ Πνεύματος αὐτορρίζους ἐκθερίσαντες καὶ καθαρὸν παρασκευάσαντες ἀναφυῆναι τῆς Ἐκκλησίας τὸ λήιον. Ἀλλὰ τούτων ἐκποδὼν γεγενημένων καὶ σιγῇ καὶ λήθῃ παραδεδομένων, ἐλπὶς ἀγαθὴ καὶ βαθεῖα τοῖς εὐσεβέσιν ὑπετρέφετο μὴ ἄν ποτε καινοτέρων δυσσεβημάτων ἐφευρετὰς γενέσθαι, ἐν πᾶσιν οἷς ἐπείρασεν ὁ πονηρὸς εἰς τοὐναντίον αὐτῷ τῶν βουλευμάτων περιτραπέντων, μήτε μὴν τῶν ἤδη κατάκρισιν συνοδικῶς δεδεγμένων ὑπερασπιστάς τινας καὶ προμάχους ἀναφανῆναι, τῇ καταστροφῇ καὶ τῷ πάθει τῶν ἀρξάντων καὶ τῶν εἰς μίμησιν ἐκείνων ἐλθεῖν μελετώντων ἀνακοπτομένων. Καὶ ταύταις μὲν ταῖς ἐλπίσιν ὁ εὐσεβὴς λογισμὸς ἐπανεπαύετο, μάλιστα δὲ κατὰ τὴν βασιλεύουσαν πόλιν, ἐν ᾗ πολλὰ Θεοῦ συνεργίᾳ τῶν ἀνελπίστων κατώρθωται, πολλαὶ δὲ γλῶσσαι τὴν προτέραν διαπτυσάμεναι μυσαρότητα τὸν κοινὸν ἁπάντων πλάστην καὶ δημιουργὸν μεθ᾿ ἡμῶν ὑμνεῖν ἐδιδάχθησαν, ὥσπερ ἀπό τινος ὑψηλοῦ καὶ μετεώρου χώρου τὰς τῆς ὀρθοδοξίας πηγὰς τῆς βασιλίδος ἀναδιδούσης, καὶ καθαρὰ τῆς εὐσεβείας τὰ νάματα εἰς τὰ τῆς οἰκουμένης διαρρεούσης πέρατα, καὶ ποταμῶν δίκην ἀρδευούσης τοῖς δόγμασιν τὰς ἐκεῖσε ψυχάς. Αἵτινες χρόνος πολὺς ἐξ οὗ καταξηρανθεῖσαι τοῖς τῆς ἀσεβείας ἢ ἐθελοθρησκείας ὑπεκκαύμασιν καὶ εἰς ἐρήμους καὶ ἀγόνους ἀποχερσωθεῖσαι, ὅμως τὸν τῆς διδασκαλίας ὄμβρον ὑποδεξάμενοι τὸ Χριστοῦ γεώργιον καρποφοροῦσιν ἐνευθυνούμεναι. Καὶ γὰρ οἱ τὴν Ἀρμενίαν οἰκοῦντες, τῷ τῶν Ἰακωβιτῶν ἐνισχημένοι δυσσεβήματι καὶ πρὸς τὸ ὀρθὸν τῆς εὐσεβείας ἀπαυθαδιαζόμενοι κήρυγμα, ἀφ᾿ οὗπερ ἡ πολυάνθρωπος ἐκείνη καὶ ἁγία τῶν Πατέρων ἡμῶν κατὰ Καλχηδόνα συνεκροτήθη σύνοδος, τῶν ὑμετέρων εὐχῶν ἡμῖν ἐπαμυνόντων τὴν μακρὰν ἐκείνην πλάνην ἀποθέσθαι ἐνεδυναμώθησαν. Καὶ λατρεύει σήμερον καθαρῶς καὶ ὀρθοδόξως ἡ τῶν Ἀρμενίων λῆξις τὴν χριστιανῶν λατρείαν, Εὐτυχῆ καὶ Σεβῆρον καὶ Διόσκορον καὶ τοὺς κατὰ τῆς εὐσεβείας πετροβόλους Πέτρους καὶ τὸν Ἁλικαρνασέα Ἰουλιανὸν καὶ πᾶσαν αὐτῶν τὴν πολύσπορον διασποράν, ὡς ἡ καθολικὴ Ἐκκλησία, μυσαττομένη καὶ δεσμοῖς ἀλύτοις τοῦ ἀναθέματος ὑποβάλλουσα. Ἀλλά γε δὴ καὶ Βουλγάρων ἔθνος βαρβαρικὸν καὶ μισόχριστον εἰς τοσαύτην μετέκλινεν ἡμερότητα καὶ θεογνωσίαν, ὥστε τῶν δαιμονίων καὶ πατρῴων ἐκστάντες ὀργίων καὶ τῆς Ἑλληνικῆς δεισιδαιμονίας ἀποσκευασάμενοι τὴν πλάνην, εἰς τὴν τῶν χριστιανῶν παραδόξως μετενεκεντρίσθησαν πίστιν. Ἀλλ᾿ ὢ πονηρᾶς καὶ βασκάνου καὶ ἀθέου βουλῆς τε καὶ πράξεως. Ἡ γὰρ τοιαύτη διήγησις, εὐαγγελίων οὖσα ὑπόθεσις, εἰς κατήφειαν μετατίθεται, τῆς εὐφροσύνης καὶ χαρᾶς εἰς πένθος τραπείσης καὶ δάκρυα. Οὔπω γὰρ ἐκείνου τοῦ ἔθνους οὐδ᾿ εἰς δύο ἐνιαυτοὺς τὴν ὀρθὴν τῶν χριστιανῶν τιμῶντος θρησκείαν, ἄνδρες δυσσεβεῖς καὶ ἀποτρόπαιοι καὶ τί γὰρ οὐκ ἄν τις εὐσεβῶν τούτους ἐξονομάσειεν; ἄνδρες ἐκ σκότους ἀναδύντες, τῆς γὰρ ἑσπερίου μοίρας ὑπῆρχον γεννήματα οἴμοι, πῶς τὸ ὑπόλοιπον ἐκδιηγήσομαι; Οὗτοι πρὸς τὸ νεοπαγὲς εἰς εὐσέβειαν καὶ νεοσύστατον ἔθνος ὥσπερ κεραυνὸς ἢ σεισμὸς ἢ χαλάζης πλῆθος, μᾶλλον δὲ οἰκειότερον εἰπεῖν, ὥσπερ ἄγριος μονιὸς ἐμπηδήσαντες, τὸν ἀμπελῶνα Κυρίου τὸν ἠγαπημένον καὶ νεόφυτον καὶ ποσὶν καὶ ὁδοῦσιν, ἤτοι τρίβοις αἰσχρᾶς πολιτείας καὶ διαφθορᾷ δογμάτων, τό γε εἰς τόλμαν ἧκον τὴν αὐτῶν, κατανεμησάμενοι ἐλυμήναντο. Ἀπὸ γὰρ τῶν ὀρθῶν καὶ καθαρῶν δογμάτων καὶ τῆς τῶν Χριστιανῶν ἀμωμήτου πίστεως παραφθείρειν τούτους καὶ ὑποσπᾶν κατεπανουργεύσαντο. Καὶ πρῶτον μὲν αὐτοὺς οὐχ ὁσίως εἰς τὴν τῶν Σαββάτων νηστείαν μετέστησαν· οἶδεν δὲ καὶ ἡ μικρὰ τῶν παραδοθέντων ἀθέτησις καὶ πρὸς ὅλην τοῦ δόγματος ἐπιτρῖψαι καταφρόνησιν. Ἔπειτα δὲ τὴν τῶν νηστειῶν πρώτην ἑβδομάδα, τῆς ἄλλης νηστείας περικόψαντες, εἰς γαλακτοποσίας καὶ τυροῦ τροφὴν καὶ τὴν τῶν ὁμοίων ἀδηφαγίαν καθείλκυσαν, ἐντεῦθεν αὐτοῖς τὴν ὁδὸν τῶν παραβάσεων ἐμπλατύνοντες καὶ τῆς εὐθείας τρίβου καὶ βασιλικῆς διαστρέφοντες. Καὶ δὴ καὶ τοὺς ἐνθέσμῳ γάμῳ πρεσβυτέρους διαπρέποντας οἱ πολλὰς κόρας χωρὶς ἀνδρός γυναῖκας δεικνύοντες καὶ γυναῖκας παῖδας ἐκτρεφούσας, ὧν οὐκ ἔστιν πατέρας θεάσασθαι, οὗτοι τοὺς ὡς ἀληθῶς Θεοῦ ἱερεῖς μυσάττεσθαί τε καὶ ἀποστρέφεσθαι παρεσκεύασαν, τῆς Μανοῦ γεωργίας ἐν αὐτοῖς τὰ σπέρματα κατασπείροντες καὶ ψυχὰς ἄρτι βλαστάνειν ἀρξαμένας τὸν σπόρον τῆς εὐσεβείας τῇ τῶν ζιζανίων ἐπισπορᾷ λυμαινόμενοι. Ἀλλά γε δὴ καὶ τοὺς ὑπὸ πρεσβυτέρων μύρῳ χρισθέντας ἀναμυρίζειν αὐτοὶ οὐ πεφρίκασιν, ἐπισκόπους ἑαυτοὺς ἀναγορεύοντες, καὶ τὸ τῶν πρεσβυτέρων χρῖσμα ἄχρηστον εἶναι καὶ εἰς μάτην ἐπιτελεῖσθαι τερατευόμενοι. Ἆρ᾿ ἔστιν ὃς τηλικαύτην ἀκοῇ παρείληφεν ἄνοιαν, ἣν κατατολμᾶν οἱ παράφρονες οὐκ ἐνάρκησαν, τοὺς ἅπαξ μύρῳ χρισθέντας ἀναχρίοντες καὶ τὰ τῶν χριστιανῶν ὑπερφυῆ καὶ θεῖα μυστήρια εἰς λῆρον μακρὸν καὶ πλατὺν ἐξορχούμενοι γέλωτα; Καὶ τό γε σοφὸν τῶν ὡς ἀληθῶς ἀμυήτων, οὐ γὰρ ἔξεστιν, φασίν, ἱερεῦσιν τοὺς τελουμένους μύρῳ ἁγιάζειν, ἀρχιερεῦσιν γὰρ μόνοις ἐνομίσθη. Πόθεν ὁ νόμος; Τίς δ᾿ ὁ νομοθέτης; Ποῖος τῶν ἀποστόλων; Τῶν πατέρων δέ; Ἀλλὰ τῶν συνόδων, ἡ ποῦ καὶ πότε συστᾶσα; Τίνων δὲ κρατήσασα ψήφοις; Οὐκ ἔξεστιν ἱερεῖ μύρῳ τοὺς βαπτιζομένους σφραγίζειν; Οὐκοῦν οὐδὲ βαπτίζειν ὅλως, οὐδὲ ἱερᾶσθαι ἄρα, ἵνα σοι μηδὲ ἡμίτομος ὁ ἱερεύς, ἀλλ᾿ ὁλόκληρος εἰς ἀνίερον εἴη κλῆρον ἀπεληλαμένος. Ἱερουργεῖ τὸ δεσποτικὸν σῶμα καὶ αἷμα Χριστοῦ καὶ τοὺς πάλαι μυσταγωγηθέντας δι᾿ αὐτῶν καθαγιάζει· πῶς οὐχ ἁγιάσει μύρῳ, χρίων τοὺς νῦν τελουμένους; Βαπτίζει ὁ ἱερεύς, καθάρσιον δῶρον τῷ βαπτιζομένῳ τελεσιουργῶν· πῶς, ἧς τελεσιουργὸς αὐτὸς ὑπάρχει καθάρσεως, ἀφαιρήσεις αὐτοῦ τὴν φυλακὴν καὶ σφραγῖδα; Ἀλλ᾿ ἀφαιρεῖς τὴν σφραγῖδα; μηδ᾿ ὑπηρετεῖν ἐπιτρέψῃς τῷ δώρῳ, μηδ᾿ ἐν αὐτῷ τινας τελεσιουργεῖν, ἵνα σε, γυμνοῖς ὁ σὸς ἱερεὺς ἐνδιαπρέπων ὀνόμασιν, τῆς αὐτῆς αὐτῷ χοροστασίας κορυφαῖον δείξῃ καὶ ἐπίσκοπον. Ἀλλὰ γὰρ οὐχὶ μόνον εἰς ταῦτα παρανομεῖν ἐξηνέχθησαν, ἀλλὰ καί, εἴ τις κακῶν ἐστι κορωνίς, εἰς ταύτην ἀνέδραμον. Πρὸς γάρ τοι τοῖς εἰρημένοις ἀτοπήμασιν καὶ τὸ ἱερὸν καὶ ἅγιον Σύμβολον, ὃ πᾶσι τοῖς συνοδικοῖς καὶ οἰκουμενικοῖς ψηφίσμασιν ἄμαχον ἐχει τὴν ἰσχύν, νόθοις λογισμοῖς καὶ παρεγγράπτοις λόγοις καὶ θράσους ὑπερβολῇ κιβδηλεύειν ἐπεχείρησαν, ὦ τῶν τοῦ πονηροῦ μηχανημάτων, τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἐκ τοῦ Πατρὸς μόνον, ἀλλά γε καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι καινολογήσαντες. Τίς ποτε τοιαύτην παρὰ τῶν πώποτε ἀσεβησάντων φωνὴν ἤκουσε ῥαγεῖσαν; Ποῖος σκολιὸς ὄφις εἰς τὰς ἐκείνων καρδίας τοῦτο ἠρεύξατο; Τίς ὅλως ἀνάσχοιτο τῶν ἐν χριστιανοῖς τελούντων ἐπὶ τῆς ἁγίας Τριάδος δύο εἰσάγειν αἴτια, Υἱοῦ μὲν καὶ Πνεύματος τὸν Πατέρα, τοῦ Πνεύματος δὲ πάλιν τὸν Υἱόν, καὶ εἰς διθεΐαν τήν μοναρχίαν λύειν καὶ μηδὲν ἧττον τῆς ἑλληνικῆς μυθολογίας τὴν τῶν χριστιανῶν σπαράττειν θεολογίαν, καὶ τῆς ὑπερουσίου καὶ μοναρχικῆς Τριάδος ἐξυβρίζειν τὸ ἀξίωμα; Διὰ τί δὲ καὶ ἐκπορευθείη τοῦ Υἱοῦ τὸ Πνεῦμα; Εἰ γὰρ ἡ ἐκ τοῦ Πατρὸς ἐκπόρευσις τελεία, τελεία δὲ ὅτι θεὸς τέλειος ἐκ Θεοῦ τελείου, τίς ἡ ἐκ τοῦ Υἱοῦ ἐκπόρευσις, καὶ διὰ τί; Περιττὸν γὰρ ἂν εἴη τοῦτο καὶ μάταιον. Ἔτι δέ, εἰ ἐκπορεύεται τοῦ Υἱοῦ τὸ Πνεῦμα, ὥσπερ ἐκ Πατρός, τί μὴ καὶ ὁ Υἰὸς ἐκ τοῦ Πνεύματος γεννᾶται, ὥσπερ ἐκ Πατρός, ἵνα εἴη πάντα τοῖς ἀσεβοῦσιν ἀσεβῆ, καὶ αἱ γνῶμαι καὶ τὰ ῥήματα, καὶ μηδὲν αὐτοῖς ἀτόλμητον ὑπολείποιτο; Σκόπει δὲ κἀκεῖνο. Εἰ γὰρ ἐν ᾧ τοῦ Πατρὸς ἐκπορεύεται τὸ Πνεῦμα ἡ ἰδιότης ἐπιγινώσκεται αὐτοῦ, ὡσαύτως δὲ καὶ ἐν ᾧ γεννᾶται ὁ Υἱὸς ἡ τοῦ Υἱοῦ· ἐκπορεύεται δέ, ὡς ὁ ἐκείνων λῆρος, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, πλείοσιν ἄρα ἰδιότησι διαστέλλεται τὸ Πνεῦμα τοῦ Πατρὸς ἤπερ ὁ Υἱός. Κοινὸν μὲν γὰρ Πατρὶ καὶ Υἱῷ ἡ ἐξ αὐτῶν τοῦ Πνεύματος πρόοδος, ἰδία δὲ τοῦ Πνεύματος ἥ τε ἐκ τοῦ Πατρὸς ἐκπόρευσις καὶ μὴν καὶ ἡ ἐκ τοῦ Υἱοῦ. Εἰ δὲ πλείοσιν διαφοραῖς διαστέλλεται τὸ Πνεῦμα ἤπερ ὁ Υἱός, ἐγγυτέρω ἄν εἴη τῆς πατρικῆς οὐσίας ὁ Υἱὸς ἤπερ τὸ Πνεῦμα. Καὶ οὕτως ἡ Μακεδονίου πάλιν κατὰ τοῦ Πνεύματος παρακύψει τόλμα, τὸ ἐκείνων ὑποδυομένη δρᾶμα καὶ τὴν σκηνήν. Ἄλλως τε δέ, εἰ πάντα τὰ κοινὰ Πατρὸς καὶ Υἱοῦ, καὶ τοῦ Πνεύματος πάντως ὑπάρχει κοινά, ὡς τὸ θεός, τὸ βασιλεύς, τὸ κύριος, τὸ δημιουργός, τὸ παντοκράτωρ, τὸ ὑπερούσιον, τὸ ἁπλοῦν, τὸ ἀσχημάτιστον, τὸ ἀσώματον, τὸ ἀόρατον, ἁπλῶς τὰ ἄλλα πάντα· κοινὸν δὲ Πατρὸς καὶ Υἱοῦ ἡ τοῦ Πνεύματος ἐξ αὐτῶν πρόοδος, καὶ ἐξ ἑαυτοῦ ἄρα ἐκπορευθήσεται τὸ Πνεῦμα, καὶ ἀρχὴ ἔσται αὐτὸ ἑαυτοῦ καὶ αἴτιον ἅμα καὶ αἰτιατόν· ὅπερ οὐδ᾽ οἱ τῶν Ἑλλήνων μῦθοι ἀνεπλάσαντο. Ἀλλὰ καὶ εἰ μόνου Πνεύματός ἐστι τὸ εἰς ἀρχὰς ἀναφέρσθαι διαφόρους, πῶς οὐκ ἔστιν μόνου Πνεύματος τὸ πολύαρχον ἔχειν ἀρχήν; Ἔτι δέ, εἰ ἐν οἷς Πατρὶ καὶ Υἱῷ κοινωνίαν ἐκαινούργησαν, τὸ Πνεῦμα τούτοις ἀποτειχίζουσιν, Πατὴρ δὲ κατ᾿ οὐσίαν Υἱῷ, ἀλλ᾿ οὐ κατά τι τῶν ἰδιωμάτων εἰς κοινωνίαν συνάπτεται, τῆς κατ᾿ οὐσίαν ἄρα συγγενείας τὸ Πνεῦμα περιορίζουσιν. Ὁρᾷς ὡς μάτην οὗτοι, μᾶλλον δ᾿ εἰς πρόχειρον θήραν τῶν πολλῶν, τὸ τῶν χριστιανῶν ἑαυτοῖς ἐπέθεσαν ὄνομα; Ἐκπορεύεται τὸ Πνεῦμα τοῦ Υἱοῦ. Πόθεν ἤκουσας τοῦτο; Ἐκ ποίων εὐαγγελιστῶν τὴν φωνὴν ἔχεις ταύτην; Ποίας συνόδου τὸ βλάσφημον τοῦτο ῥῆμα; Ὁ Κύριος καὶ θεὸς ἡμῶν φησιν· τὸ Πνεῦμα, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Οἱ δὲ τῆς καινῆς ταύτης δυσσεβίας πατέρες «τὸ Πνεῦμα», φασίν, «ὅ παρὰ τοῦ Υἱοῦ ἐκπορεύεται». Τίς οὐ κλείσει τὰ ὦτα πρὸς τὴν ὑπερβολὴν τῆς βλασφημίας ταύτης; Αὕτη κατὰ τῶν εὐαγγελίων ἵσταται, πρὸς τὰς ἁγίας ἀπομάχεται συνόδους, τοὺς μακαρίους καὶ ἁγίους παραγράφεται Πατέρας, τὸν μέγαν Ἀθανάσιον, τὸν ἐν θεολογίᾳ περιβόητον Γρηγόριον, τὴν βασίλειον τῆς Ἐκκλησίας στολήν, τὸν μέγαν Βασίλειον, τὸ χρυσοῦν τῆς οἰκουμένης στόμα, τὸ τῆς σοφίας πέλαγος, τὸν ὡς ἀληθῶς Χρυσόστομον. Καὶ τί λέγω τὸν δεῖνα ἢ τὸν δεῖνα; κατὰ πάντων ὁμοῦ τῶν ἁγίων, προφητῶν, ἀποστόλων, ἱεραρχῶν, μαρτύρων, καὶ αὐτῶν τῶν δεσποτικῶν φωνῶν ἡ βλάσφημος αὕτη καὶ θεομάχος φωνὴ ἐξοπλίζεται. Τὸ Πνεῦμα τοῦ Υἱοῦ ἐκπορεύεται; Πότερον τὴν αὐτὴν ἐκπόρευσιν ἤ τῆς πατρῴας ἀντίθετον; Εἰ μὲν γὰρ τὴν αὐτήν, πῶς οὐ κοινοῦνται αἱ ἰδιότητες, αἷς καὶ μόναις ἡ τριὰς τριὰς εἶναι καὶ προσκυνεῖσθαι χαρακτηρίζεται; Εἰ δὲ ἐκείνης ἀντίθετον, πῶς ἡμῖν οὐ Μάνεντες καὶ Μαρκίωνες τῷ ῥήματι τούτῳ προκύπτουσιν, τὴν θεομάχον πάλιν κατὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γλῶσσαν προτείνοντες; Πρὸς δέ γε τοῖς εἰρημένοις, εἰ ἐκ τοῦ Πατρὸς μὲν ὁ Υἱὸς γεγέννηται, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, ὡς εἰς δύο αἰτίας ἀναφερόμενον, οὐδὲ τὸ σύνθετον εἶναι διαδράσειεν. Ἔτι δέ, εἰ ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς γεγέννηται, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, τίς ἡ καινοτομία τοῦ Πνεύματος, μὴ καὶ ἕτερόν τι αὐτοῦ ἐκπεπορεῦσθαι; Ὡς συνάγεσθαι κατὰ τὴν ἐκείνων θεομάχων γνώμην μὴ τρεῖς, ἀλλὰ τέσσαρας τὰς ὑποστάσεις, μᾶλλον δ᾽ ἀπείρους, τῆς τετάρτης αὐτοῖς ἄλλην προβαλλούσης, κἀκείνης πάλιν ἑτέραν, μέχρις ἂν εἰς τὴν ἑλληνικὴν πολυπλήθειαν ἐκπέσωσιν; Πρὸς δέ γε τοῖς εἰρημένοις κἀκεῖνο ἄν τις ἐπισκοπήσειεν, ὡς εἴπερ ἡ τοῦ Πνεύματος ἐκ τοῦ Πατρὸς πρόοδος εἰς ὕπαρξιν συντελεῖ, τί συνοίσει τῷ Πνεύματι ἡ ἐκ τοῦ Υἱοῦ ἐκπόρευσις, τῆς πατρικῆς ἀρκούσης εἰς ὕπαρξιν; Οὐ γάρ τις εἰς ἕτερόν τι τῶν περὶ τὴν οὐσίαν συντελεῖν κατατολμήσειε λέγειν, πάσης διπλόης καὶ συνθέσεως τῆς μακαρίας καὶ θείας ἐκείνης φύσεως ὡς ἀπωτάτω κειμένης. Χωρὶς δὲ τῶν εἰρημένων, εἰ πᾶν ὅπερ μή ἐστι κοινὸν τῆς παντοκρατορικῆς καὶ ὁμοουσίου καὶ ὑπερφυοῦς Τριάδος ἑνός ἐστι μόνου τῶν τριῶν, οὐκ ἔστι δὲ ἡ τοῦ Πνεύματος προβολὴ κοινὸν τῶν τριῶν, ἑνὸς ἄρα ἐστὶν μόνου τῶν τριῶν. Πότερον οὖν ἐκ τοῦ Πατρὸς φήσουσιν ἐκπορεύεσθαι τὸ Πνεῦμα; Καὶ πῶς οὐκ ἐξομόσονται τὴν φίλην αὐτοῖς καὶ καινὴν μυσταγωγίαν; Εἰ δ᾿ ἐκ τοῦ Υἱοῦ, τί μὴ κατ᾿ ἀρχὰς ἐθάρρησαν αὐτῶν ὅλην ἐκκαλύψαι τὴν θεομαχίαν, ὡς οὐ μόνον τὸν Υἱὸν εἰς τὴν τοῦ Πνεύματος προβολὴν ἐγκαθιστῶσιν, ἀλλὰ καὶ τοῦ Πατρὸς ταύτην ἀφαιροῦνται; Οἷς ἀκόλουθον δήπου καὶ τὴν γέννησιν τῇ προβολῇ συμμετατιθέντας μηδὲ τὸν Υἱὸν ἐκ τοῦ Πατρός, ἀλλὰ τὸν Πατέρα τερατολογεῖν ἐκ τοῦ Υἱοῦ γεγεννῆσθαι, ἵνα μὴ τῶν δυσσεβούντων μόνον, ἀλλὰ καὶ τῶν μαινομένων ὦσιν πρωτοστάται. Ὅρα δὲ κἀντεῦθεν κατάφωρον αὐτῶν τὸ δεσσεβὲς καὶ ἀνόητον δεικνύμενον βούλημα. Ἐπεὶ γὰρ ἅπαν, ὃ θεωρεῖται καὶ λέγεται ἐν τῇ παναγίᾳ καὶ ὁμοφυεῖ καὶ ὑπερουσίῳ Τριάδι, ἤ κοινόν ἐστι πάντως ἢ ἑνὸς καὶ μόνου τῶν τριῶν, ἡ δὲ τοῦ Πνεύματος προβολὴ οὔτε κοινόν ἐστιν, ἀλλ᾿ οὐδ᾿ ὡς οὗτοί φασιν ἑνὸς καὶ μόνου τινός, ἵλεως δὲ ἡμῖν εἴη, καὶ εἰς τὰς ἐκείνων τρέποιτο τὸ βλάσφημον κεφαλάς, οὐκ ἄρα ὅλως ἐστὶν ἐν τῇ ζωαρχικῇ καὶ παντελείῳ Τριάδι ἡ τοῦ Πνεύματος προβολή. Καὶ μυρία ἄν τις τὴν ἄθεον αὐτῶν γνώμην διελέγχων τοῖς εἰρημένοις ἐπιμετρήσειεν, ἃ τῆς ἐπιστολῆς ὁ νόμος οὐκ ἐᾷ νῦν ἐντάττειν, οὐδὲ παρατίθεσθαι. Διὸ καί, ἅπερ εἴρηται στοιχειωδῶς τε καὶ ἐν τύπῳ ἀπηγγέλθησαν, τῶν κατὰ μέρος ἐλέγχων καὶ τῆς ἐν πλάτει διδασκαλίας Θεοῦ διδόντος εἰς τὴν κοινὴν ταμιευομένων συνέλευσιν. Ταύτην τὴν ἀσέβειαν οἱ τοῦ σκότους ἐκεῖνοι ἐπίσκοποι, ἐπισκόπους γὰς ἑαυτοὺς ἐπεφήμιζον, μετὰ τῶν ἄλλων ἀθεμίτων εἰς τὸ ἁπαλὸν ἐκεῖνο καὶ νεοσύστατον τῶν Βουλγάρων ἔθνος ἐνέσπειραν. Ἦλθεν ἡ τούτων φήμη εἰς τὰς ἡμετέρας ἀκοάς. Ἐπλήγημεν διὰ μέσων τῶν σπλάγχνων καιρίαν πληγήν, ὡς εἴ τις τὰ ἔκγονα τῆς κοιλίας αὐτοῦ κατ᾿ ὀφθαλμοὺς ἴδοι ὑπὸ ἐρπετῶν καὶ θηρίων σπαρασσόμενά τε καὶ διασπώμενα. Καὶ γάρ, οἷς κόποι καὶ πόνοι καὶ ἱδρῶτες εἰς τὴν ἐκείνων ἀναγέννησίν τε καὶ τελείωσιν κατεβλήθησαν, ἀναλόγως αὐτοῖς συμπεσεῖν ἀφόρητον τὴν λύπην καὶ τήν συμφοράν, τῶν γεννημάτων παραπολλυμένων, ἐξεγένετο. Οὕτω γὰρ ἐθρηνήσαμεν ἐπὶ τῷ συνεχθέντι παθήματι, ὅσον χαρᾶς ἐπληρώθημεν τῆς παλαιᾶς πλάνης ἀπαλλαγέντας αὐτοὺς θεασάμενοι. Ἀλλ᾿ ἐκείνους μὲν ἐθρηνήσαμέν τε καὶ θρηνοῦμεν, καὶ ἀνορθωθῆναι τοῦ πτώματος οὐ δώσομεν τοῖς ὀφθαλμοῖς ἡμῶν ὕπνον, οὐδὲ τοῖς βλεφάροις νυσταγμόν, ἕως ἂν αὐτοὺς εἰς τὸ τοῦ Κυρίου κατὰ τὸ δυνατὸν ἡμῖν εἰσελάσωμεν σκήνωμα. Τοὺς δὲ νέους τῆς ἀποστασίας προδρόμους, τοὺς θεραπευτὰς τοῦ ἀντικειμένου, τοὺς μυρίων ἐνόχους θανάτων, τοὺς κοινοὺς λυμεῶνας, τοὺς τὸ ἁπαλὸν ἐκεῖνο καὶ νεοσύστατον εἰς τὴν εὐσέβειαν ἔθνος τοσούτοις καὶ τηλικούτοις σπαραγμοῖς διασπαράξαντας, τούτους τοὺς ἀπατεῶνας καὶ θεομάχους συνοδικῇ καὶ θείᾳ κατεκρίναμεν ψήφῳ. Οὐ νῦν αὐτῶν τὴν ἀπόφασιν καθορίζοντες, ἀλλ᾿ ἐκ τῶν ἤδη συνόδων καὶ ἀποστολικῶν θεσμῶν τὴν προωρισμένην αὐτοῖς καταδίκην ὑπεκφαίνοντες καὶ πᾶσι ποιοῦντες ἐπίδηλον. Πέφυκεν γὰρ τὸ ἀνθρώπινον οὐχ οὕτω ταῖς παρελθούσαις τιμωρίαις ἀσφαλίζεσθαι ὡς ταῖς ὁρωμέναις σωφρονίζεσθαι, καὶ τῶν φθασάντων ὑπάρχει βεβαίωσις ἡ τῶν ἐνεστηκότων συμφώνησις. Διὸ τούτους, ἐπιμένοντας αὐτῶν τῇ πολυτρόπῳ πλάνῃ, πάσης ἀγέλης χριστιανῶν ἐκκηρύκτους ἐποιησάμεθα. Καὶ γὰρ ὁ τῶν ἁγίων Ἀποστόλων τέταρτος καὶ ἑξηκοστὸς κανὼν τοὺς ἐν τοῖς σάββασιν νηστείαν ἐπιτηδεύοντας ὧδέ πως ἀπορραπίζων φησίν· Εἴ τις κληρικὸς εὑρεθῇ τὴν κυριακὴν ἡμέραν νηστεύων ἢ τὸ σάββατον, πλὴν τοῦ ἑνὸς μόνου, καθαιρείσθω· εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω. Ναὶ δὴ καὶ ὁ τῆς ἁγίας καὶ Οἰκουμενικῆς ἕκτης συνόδου πέμπτος καὶ πεντηκοστὸς κανών, οὕτω πως ἀποφαινόμενος· Ἐπειδὴ μεμαθήκαμεν τοὺς ἐν τῇ Ῥωμαίων πόλει ἐν ταῖς ἁγίαις τῆς τεσσαρακοστῆς νηστείαις τοῖς ταύτης σάββασιν νηστεύειν παρὰ τὴν παραδοθεῖσαν ἐκκλησιαστικὴν ἀκολουθίαν, ἔδοξεν τῇ ἁγίᾳ συνόδῳ, ὥστε κρατεῖν καὶ ἐπὶ τὴν Ῥωμαίων ἐκκλησίαν ἀπαρασαλεύτως τὸν κανόνα τὸν λέγοντα· εἴ τις κληρικὸς εὑρεθῇ τῇ ἁγίᾳ κυριακῇ νηστεύων ἢ τὸ σάββατον, πλὴν τοῦ ἑνὸς καὶ μόνου, καθαιρείσθω· εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω. Ἀλλά γε δὴ καὶ ὁ τῆς ἐν Γάγγρᾳ συνόδου περὶ τῶν τὸν γάμον βδελυσσομένων κανὼν τέταρτος ταῦτά φησιν· Εἴ τις διακρίνοιτο παρὰ πρεσβυτέρου γεγαμηκότος, ὡς μὴ χρῆναι λειτουργήσαντος αὐτοῦ προσφορᾶς μεταλαμβάνειν, ἀνάθεμα ἔστω. Ὡσαύτως δὲ ψῆφον ὁμόφωνον φέρει κατ᾿ αὐτῶν καὶ ἡ ἕκτη σύνοδος, τοῦτον ἀναγράφουσα τὸν τρόπον· Ἐπειδὴ ἐν τῇ Ῥωμαίων ἐκκλησίᾳ ἐν τάξει κανόνος παραδεδόσθαι διέγνωμεν, τοὺς μέλλοντας διακόνου ἢ πρεσβυτέρου ἀξιοῦσθαι χειροτονίας καθομολογεῖν ὡς οὐκέτι ταῖς αὐτῶν συνάπτονται γαμεταῖς, ἡμεῖς, τῷ ἀρχαίῳ ἐξακολουθοῦντες κανόνι τῆς ἀποστολικῆς ἀκριβείας καὶ τάξεως, τὰ τῶν ἱερῶν ἀνδρῶν κατὰ νόμους συνοικέσια καὶ ἀπὸ τοῦ νῦν ἐρρῶσθαι βουλόμεθα, μηδαμῶς αὐτῶν τὴν πρὸς γαμετὰς συνάφειαν διαλύοντες ἢ ἀποστεροῦντες αὐτοὺς τῆς πρὸς ἀλλήλους κατὰ καιρὸν τὸν προσήκοντα ὁμιλίας. Ὥστε εἴ τις ἄξιος εὑρεθῇ πρὸς χειροτονίαν διακόνου ἢ ὑποδιακόνου, οὗτος μηδαμῶς κωλυέσθω ἐπὶ τὸν τοιοῦτον βαθμὸν ἐμβιβάζεσθαι, γαμετῇ συνοικῶν νομίμῳ. Μήτε μὴν ἐν τῷ τῆς χειροτονίας καιρῷ ἀπαιτείσθω ὁμολογεῖν ὡς ἀποστήσεται τῆς νομίμου πρὸς τὴν οἰκείαν γαμετὴν ὁμιλίας, ἵνα μὴ ἐντεῦθεν τὸν ἐκ Θεοῦ νομοθετηθέντα καὶ εὐλογηθέντα τῇ αὐτοῦ παρουσίᾳ γάμον καθυβρίζειν ἐκβιασθῶμεν, τῆς τοῦ εὐαγγελίου φωνῆς βοώσης· Οὓς ὁ Θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω, καὶ τοῦ ἀποστόλου διδάσκοντος· τίμιον τὸν γάμον ἐν πᾶσι καὶ τὴν κοίτην ἀμίαντον, καὶ δέδεσθαι γυναικί; μὴ ζήτει λύσιν. Εἴ τις οὖν τολμήσει, παρὰ τοὺς ἀποστολικοὺς κανόνας κινούμενος, τινὰ τῶν ἱερωμένων, πρεσβύτερόν φαμεν ἢ διάκονον ἢ ὑποδιάκονον, ἀποστερεῖν τῆς πρὸς τὴν νόμιμον γυναῖκα συναφείας τε καὶ κοινωνίας, καθαιρείσθω. Ὡσαύτως καὶ εἴ τις πρεσβύτερος ἢ διάκονος τὴν αὐτοῦ γυναῖκα προφάσει εὐλαβείας ἐκβάλλει, ἀφοριζέσθω· ἐπιμένων δὲ καθαιρείσθω. Ἡ δὲ κατάλυσις τῆς πρώτης ἑβδομάδος καὶ ὁ ἀναμυρισμὸς τῶν ἤδη βεβαπτισμένων καὶ μεμυρισμένων οὐδὲ κακόνων, οἶμαι, δεήσεται εἰς κατάγνωσιν, αὐτόθεν καὶ μόνης τῆς διηγήσεως πᾶσαν ὑπερβολὴν ἐκνικώσης δυσσεβήματος. Οὐ μὴν ἀλλὰ καὶ ἡ κατὰ τοῦ Πνεύματος, μᾶλλον δὲ καθ᾿ ὅλης τῆς ἁγίας Τριάδος, ὑπερβολὴν οὐ λείπουσα βλασφημία, κἄν μηδὲν ἕτερον εἴη τῶν προειρημένων τετολμημένον, ἐξαρκεῖ καὶ μόνον μυρίοις αὐτοὺς ὑπαγαγεῖν ἀναθέμασιν. Τούτων τὴν γνῶσιν καὶ είδησιν κατὰ τὸ παλαιόν τῆς Ἐκκλησίας ἔθος ἀνενεγκεῖν τῇ ὑμετέρᾳ ἐν Κυρίῳ ἀδελφότητι ἐδικαιώσαμεν, καὶ προθύμους καὶ συναγωνιστὰς γενέσθαι ἐπὶ τῇ καθαιρέσει τῶν δυσσεβῶν τούτων καὶ ἀθέων κεφαλαίων παραινοῦμέν τε καὶ δεόμεθα, καὶ μὴ λιπεῖν τὴν πατρῴαν τάξιν, ἣν ὑμᾶς οἱ πρόγονοι δι᾿ ὧν ἔπραξαν κατέχειν παραδεδώκασιν. Ἀλλὰ σπουδῇ πολλῇ καὶ προθυμίᾳ ἀνθ᾿ ὑμῶν τοποτηρητάς τινας ἑλέσθαι καὶ ἀποστεῖλαι, ἄνδρας τὸ ὑμέτερον ἐπέχοντας πρόσωπον, εὐσεβείᾳ καὶ ἱερωσύνῃ καὶ λόγῳ καὶ βίῳ κεκοσμημένους, ὡς ἂν τὴν ἀρτιφανῆ τῆς ἀσεβείας ταύτης ἐφερπύσασαν γάγγραιναν ἐκ μέσου τῆς Ἐκκλησίας ποιησώμεθα καὶ τοὺς ἐκμανέντας τοσαύτην ἐπισπορὰν πονηρίας εἰς τὸ νεοπαγὲς καὶ νεοσύστατον ἔθνος εἰσενεγκεῖν αὐταῖς ἀνασπάσαι ῥίζαις καὶ τῷ πυρὶ παραδοῦναι διὰ τῆς κοινῆς ἀποφάσεως, ὃ τοὺς κατηραμένους ὑποδέχεσθαι τὰ κυριακὰ θεσπίζουσι λόγια. Οὕτω γὰρ τῆς μὲν ἀσεβείας ἐλαυνομένης καὶ τῆς εὐσεβείας κραταιουμένης, ἐλπίδας ἔχομεν ἀγαθὰς εἰς τὴν παραδοθεῖσαν αὐτοῖς ἐπαναστρέψαι πίστιν καὶ τὸ νεοκατήχητον εἰς Χριστὸν καὶ νεοφώτιστον τῶν Βουλγάρων πλήρωμα. Καὶ γὰρ οὐ μόνον τὸ ἔθνος τοῦτο τὴν εἰς Χριστὸν πίστιν τῆς προτέρας ἀσεβείας ἠλλάξατο, ἀλλά γε δὴ καὶ τὸ παρὰ πολλοῖς πολλάκις θρυλούμενον καὶ εἰς ὠμότητα καὶ μιαιφονίαν πάντας δευτέρους ταττόμενον, τοῦτο δὴ τὸ καλούμενον Ῥῶς, οἵ δὴ καὶ κατὰ τῆς ῥωμαϊκῆς ἀρχῆς, τοὺς πέριξ αὐτῶν δουλωσάμενοι κἀκεῖθεν ὑπέρογκα φρονηματισθέντες, χεῖραν ἀντῆραν. Ἀλλ᾿ ὅμως νῦν καὶ οὗτοι τὴν τῶν χριστιανῶν καθαρὰν καὶ ἀκίβδηλον θρησκείαν τῆς ἑλληνικῆς καὶ ἀθέου δόξης, ἐν ᾗ κατείχοντο πρότερον, ἀντηλλάξαντο, ἐν ὑπηκόων ἑαυτοὺς καὶ προξένων τάξει ἀντὶ τῆς πρὸ μικροῦ καθ᾽ ἡμῶν λεηλασίας καὶ τοῦ μεγάλου τολμήματος ἀγαπητῶς ἐγκαταστήσαντες. Καὶ ἐπὶ τοσοῦτον αὐτοὺς ὁ τῆς πίστεως πόθος καὶ ζῆλος ἀνέφλεξεν, Παῦλος πάλιν βοᾷ· εὐλογητὸς ὁ Θεὸς εἰς τοὺς αἰῶνας, ὥστε καὶ ἐπίσκοπον καὶ ποιμένα δέξασθαι καὶ τὰ τῶν χριστιανῶν θρησκεύματα διὰ πολλῆς σπουδῆς καὶ ἐπιμελείας ἀσπάζεσθαι. Τούτων οὖν οὕτω τῇ τοῦ φιλανθρώπου Θεοῦ χάριτι, τοῦ πάντας ἀνθρώπους θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τῶν παλαιῶν αὐτοῖς δοξασμάτων μετατιθεμένων καὶ τὴν εἰλικρινῆ τῶν χριστιανῶν πίστιν ἐκείνων ἀλλασσομένων, εἰ διανασταίη καὶ ἡ ὑμετέρα ἀδελφότης συμπροθυμηθῆναι καὶ συγκατεργάσασθαι εἰς τὴν ἐκκοπὴν καὶ καῦσιν τῶν παραφυάδων, ἐν Κυρίῳ Ἰησοῦ Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν πεποιθότες ἐσμέν, ὅτι τὸ ποίμνιον αὐτοῦ ἐπὶ πλέον ἔτι μᾶλλον αὐξηθήσεται καὶ πληρωθήσεται τὸ εἰρημένον ὅτι· Εἰδήσουσί με πάντες ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, καί· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστολικῶν διδαγμάτων, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Δεῖ οὖν παρ᾽ ὑμῶν ἀνθ᾿ ὑμῶν στελλομένους καὶ τὸ ὑμέτερον ὑποδυομένους ἱερὸν καὶ ὅσιον πρόσωπον τὴν ὑμετέραν αὐθεντίαν, ἣν ὑμεῖς ἐν Πνεύματι ἁγίῳ ἐκληρώσασθε ἐγχειρισθῆναι, ὡς ἂν περί τε τούτων τῶν κεφαλαίων καὶ περὶ ἑτέρων τούτοις παραπλησίων ἐξ αὐθεντίας ὦσιν ἀποστολικοῦ θρόνου καὶ λέγειν ἱκανοὶ καὶ πράττειν ἀκώλυτοι. Καὶ γὰρ δὴ καὶ ἀπὸ τῶν τῆς Ἰταλίας μερῶν συνοδική τις ἐπιστολὴ πρὸς ἡμᾶς ἀναπεφοίτηκεν ἀρρήτων ἐγκλημάτων γέμουσα, ἅτινα κατὰ τοῦ οἰκείου αὐτῶν ἐπισκόπου οἱ τὴν Ἰταλίαν οἰκοῦντες μετὰ πολλῆς κατακρίσεως καὶ ὅρκων μυρίων διεπέμψαντο, μὴ παριδεῖν αὐτοὺς οὕτως οἰκτρῶς ὀλλυμένους καὶ ὑπὸ τηλικαύτης βαρείας πιεζομένους τυραννίδος, καὶ τοὺς ἱερατικοὺς νόμους ὑβριζομένους καὶ πάντας θεσμοὺς Ἐκκλησίας ἀνατρεπομένους. Ἅ καὶ πάλαι μὲν διὰ μοναχῶν καὶ πρεσβυτέρων ἐκεῖθεν ἀναδραμόντων εἰς πάντων ἀκοὰς διεφέροντο, Βασίλειος δ᾿ ἄρα ἦν καὶ Ζωσιμᾶς, Μητροφάνης τε καὶ σὺν αὐτοῖς ἕτεροι, οἵ τήν τοιαύτην τεραννίδα ἀπωδύροντο καὶ πρὸς ἐκδίκησιν τῶν ἐκκλησιῶν ἐξεκαλοῦντο δακρύοντες. Νῦν δέ, ὡς ἔφθην εἰπών, καὶ γράμματα διάφορα καὶ ἐκ διαφόρων ἐκεῖθεν ἀναπεφοίτηκεν τραγῳδίας ἁπάσης καὶ μυρίων θρήνων γέμοντα. Τὸν τὰ ἴσα κατὰ τὴν ἐκείνων ἀξίωσίν τε καὶ ἐξαίτησιν, καὶ γὰρ εἰς πάντας τοὺς ἀρχιερατικοὺς καὶ ἀποστολικοὺς, θρόνους διαδοθῆναι ταῦτα μετὰ φρικτῶν ὅρκων καὶ παρακλήσεων ἐδυσώπησαν, ὡς αὐτὰ ἐκεῖνα παραστήσει ἀναγινωσκόμενα, τῷδε ἡμῶν τῷ γραμματείῳ ἐνετάξαμεν, ἵνα καὶ περὶ τούτων, τῆς ἁγίας καὶ Οἰκουμενικῆς ἐν Κυρίῳ συνόδου ἀθροιζομένης, τὰ τῷ θεῷ καὶ τοῖς συνοδικοῖς κανόσι δοκοῦντα ψήφῳ βεβαιωθείη κοινῇ, καὶ εἰρήνη βαθεῖα τὰς τοῦ Χριστοῦ ἐκκλησίας καταλήψοιτο. Καὶ γὰρ οὐ μόνον τὴν ὑμετέραν μακαριότητα ἐπὶ τοῦτο προκαλούμεθα, ἀλλά γε δὴ καὶ τῶν ἄλλων ἀρχιερατικῶν καὶ ἀποστολικῶν θρόνων οἱ μὲν ἤδη καὶ πάρεισιν, οἱ δὲ οὐ μετὰ πολὺν χρόνον παρεῖναί εἰσι προσδόκιμοι. Μὴ οὖν ἡ ὑμετέρα ἐν Κυρίῳ ἀδελφότης ἀναβολῇ τινι καὶ παρατάσει χρόνου τοὺς ἀδελφοὺς αὐτῆς διατρίβειν ὑπὲρ τὸ δέον ποιήσῃ, γινώσκουσα ὡς εἴ τι παρὰ τὴν αὐτῆς ὑστέρησιν οὐ κατὰ τὸ δέον ἐλλειπές τι διαπραχθείη, οὐχ ἕτερός τις, ἀλλ᾿ εἰς ἑαυτὴν αὐτὴ τὸ κατάκριμα ἐπισπάσαιτο. Καὶ τοῦτο δὲ προστεθῆναι χρεὼν τοῖς γράμμασιν ἡγησάμεθα, ἵνα τὴν ἁγίαν καὶ Οἰκουμενικὴν ἑβδόμην σύνοδον ταῖς ἁγίαις καὶ Οἰκουμενικαῖς ἕξ συνόδοις συντάττειν καὶ συναριθμεῖν παντὶ τῷ ὑφ᾿ ὑμᾶς τῆς Ἐκκλησίας παραδοθείη πληρώματι. Φήμη γὰρ ἧκεν εἰς ἡμᾶς ὥς τινες τῶν ὑπὸ τὸν ἀποστολικὸν ὑμῶν θρόνον ἐκκλησίαι, μέχρι τῆς ἕκτης τὰς Οἰκουμενικάς ἀριθμοῦσαι συνόδους, τὴν ἑβδόμην οὐκ ἴσασιν. Ἀλλὰ τὰ μὲν ἐν αὐτῇ κυρωθέντα, εἴπερ τι ἄλλο, διὰ σπουδῆς καὶ σεβασμιότητος ἄγουσιν, αὐτὴν δ᾿ ἀνακηρύττειν ἐπὶ τῆς Ἐκκλησίας, ὥσπερ καὶ τὰς ἄλλας, οὔπω ἔτυχον ἐπιγνώσεως, καίτοι τὸ ἴσον ἐκείναις ἁπανταχοῦ διασῳζούσης ἀξίωμα. Καὶ γὰρ καὶ αὕτη μεγίστην καθεῖλεν δυσσέβειαν, συμπαρέδρους αὐτῇ καὶ συμψήφους τοὺς ἐκ τῶν τεσσάρων ἥκοντας ἀρχιερατικῶν θρόνων ἔχουσα. Παρῆν γάρ, ὡς δῆλον, ἀπὸ μὲν τοῦ ὑμετέρου ἀποστολικοῦ θρόνου, τῆς Ἀλεξανδρείας, Θωμᾶς μοναχὸς πρεσβύτερος καὶ οἱ σὺν αὐτῷ, ἀπὸ δὲ Ἱεροσολύμων καὶ Ἀντιοχείας Ἰωάννης καὶ οἱ σὺν αὐτῷ καὶ ἀπό γε τῆς πρεσβυτέρας Ῥώμης Πέτρος ὁ εὐλαβέστατος πρωτοπρεσβύτερος καὶ ἕτερος Πέτρος πρεσβύτερος, μοναχὸς καὶ ἡγούμενος τῆς κατὰ Ῥώμην εὐαγοῦς μονῆς τοῦ ἁγίου Σάβα. Καὶ τούτων ἁπάντων συνεληλυθότων ἅμα τῷ ἡμετέρῳ πατροθείῳ, τῷ ἁγιωτάτῳ καὶ τρισμακαρίστῳ ἀνδρί, Ταρασίῳ ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως, ἡ μεγάλη καὶ Οἰκουμενικὴ ἑβδόμη σύνοδος συνεκροτήθη, τὴν τῶν εἰκονομάχων ἢ Χριστομάχων θριαμβεύσασα καὶ καθελοῦσα δυσσέβειαν. Ἧς ἴσως, τοῦ βαρβαρικοῦ καὶ ἀλλοφύλου τῶν Ἀράβων κατασχόντος τὰς χώρας ἔθνους, οὐκ ἐγένετο ῥᾷστον τὰ πρακτικὰ πρὸς ὑμᾶς διακομισθῆναι. Δι᾿ ἣν αἰτίαν παρὰ πολλοῖς τῶν αὐτόθι ταύτης αἱ τάξεις, εἰ καὶ τιμῶνται καὶ περιέπονται, ἀλλ᾿ οὖν ὅτι ταύτης εἰσίν, ὥς φασιν, οὐκ εἰσὶν ἐν γνώσει. Χρὴ δ᾿ οὖν καὶ ταύτην, εἰσίν, καθάπερ ἔφημεν, μεγάλην τε καὶ ἁγίαν καὶ Οἰκουμενικὴν καὶ ταῖς πρὸ αὐτῆς ἓξ συνόδοις συνανακηρύττειν. Τὸ γὰρ μὴ οὕτω διαπράττεσθαι καὶ ποιεῖν πρῶτον μὲν ἀδικεῖν ἐστι τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, τηλικαύτην ὑπερορῶντας σύνοδον καὶ τοσούτῳ μέρει τὸν σύνδεσμον αὐτῆς καὶ τὴν συνάφειαν διασπῶντας καὶ διαλύοντας. Δεύτερον δὲ καὶ τῶν εἰκονομαχούντων, ὧν οὐδὲν ἔλαττον τῶν ἄλλων αἱρετικῶν εὖ οἶδ᾿ ὅτι μυσάττεσθε τὸ δυσσέβημα, πλατύνειν ἐστὶ τὰ στόματα, οὐχὶ Οἰκουμενικῇ συνόδῳ τὴν αὐτῶν καθαιρεθῆναι δυσσέβειαν, ἀλλ᾿ ἑνὸς θρόνου κρίσει τὴν δίκην ὑπέχειν πρόφασιν ἐχόντων εἰς τό τερατεύεσθαι. Δι᾿ ἅπερ ἅπαντα ἔν τε τοῖς συνοδικοῖς γράμμασιν καὶ ἐν ἀλλαις ἁπάσαις ἐκκλησιαστικαῖς ἱστορίαις καὶ συζητήσεσιν ἀριθμεῖν ταύτην καὶ συγκαταλέγειν ταῖς ἁγίαις καὶ Οἰκουμενικαῖς ἓξ συνόδοις, ἑβδόμην μετ᾽ ἐκείνας τάττοντας, ἀξιοῦμέν τε καὶ ὡς ἀδελφοῖς ἀδελφοὶ παραινοῦμεν, τὰ πρέποντα εἰσηγούμενοι. Χριστὸς δὲ ὁ ἀληθινὸς θεὸς ἡμῶν, ὁ πρῶτος καὶ μέγας ἀρχιερεύς, ὁ ἑκούσιον ὑπὲρ ἡμῶν ἑαυτὸν καλλιερησάμενος σφάγιον καὶ τὸ οἰκεῖον αἷμα λύτρον ὑπὲρ ἡμῶν καταθέμενος, δοίη μὲν τὴν ὑμετέραν ἀρχιερατικὴν καὶ τιμίαν κεφαλὴν κρείττω τῶν κύκλῳ καθισταμένων βαρβαρικῶν ἐθνῶν ὀφθῆναι, δοίη δὲ γαληνὸν καὶ ἤρεμον ἐξανύειν τὸν τοῦ βίου δρόμον· δοίη δὲ τυχεῖν καὶ τῆς ἄνω κληρουχίας ἀνεκλαλήτῳ χαρᾷ καὶ εὐφροσύνῃ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία καὶ ἧς ἀπέδρα ὀδύνη πᾶσα καὶ στεναγμὸς καὶ κατήφεια, ἐν αὐτῷ Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Ὑπερευχόμεθα ὑμῶν κατὰ χρέος τῆς πατρικῆς ὁσιότητος μεμνῆσθαι καὶ αὐτοὶ τῆς ἡμῶν μὴ διαλίποιτε μετριότητος.
Ὅτι ἀχειροτονήτος μοναχὸς ἀναγινώσκειν ἐπ᾿ ἄμβωνος κεκώλυται, οὐ μὴν καὶ εἰσιέναι εἰς τὸ θυσιαστήριον. Ἐρώτησις. Εἰ χρὴ μοναχὸν εἰσιέναι εἰς τὸ ἅγιον θυσιαστήριον, κωλύει γὰρ τοῦτο ὁ λγ´ κανὼν τῆς ἐν τῷ Τρούλλῳ ἁγίας συνόδου, ὅς καὶ οὐ παραχωρεῖ ἐπὶ ἄμβωνος ψάλλειν ἢ ἀναγινώσκειν ἀσφράγιστόν τινα ἢ μοναχόν· ὁμοίως καὶ ὁ τῆς ἐν Λαοδικίᾳ κανὼν ιε´ καὶ ὁ κα´ καὶ ὁ τῆς ἐν Νικαίᾳ τὸ δεύτερον κανὼν ιδ´. Ἀπόκρισις. Τὸ μὲν δίχα χειροθεσίας ἐπὶ ἄμβωνος ὡς ἀναγνώστην ποιῆσαι τὸν μοναχὸν τὰς τοῦ ἀναγνώστου ὑπηρεσίας, κεκώλυται τὸ δὲ εἰς θυσιαστήριον εἰσιέναι, χάριν ὑφάψεως κηρίου ἢ κανδήλας, τὸν μηδενὶ ἐγκλήματι γενόμενον ἔνοχον, οὐκ οἶμαι δεῖν κωλυθῆναι, διὰ τὴν τοῦ μοναχικοῦ σχήματος σεμνότητα.
Ἐρώτησις. Εἰ χρὴ μὴ κλίνειν ἐν σαββάτῳ γόνυ, ὥσπερ οὐδὲ ἐν Κυριακῇ, ἢ Πεντηκοστῇ. Ἀπόκρισις. Ἀπὸ τοῦ κανόνος μὲν οὐ κεκώλυται· οἱ πολλοὶ δὲ διὰ τὸ μὴ ἐπακολουθεῖν ἐν σαββάτῳ νηστείαν, οὐδὲ γόνυ κλίνουσιν.
Ἐρώτησις. Εἰ χρὴ τὴν ἐν τῷ Αὐγούστῳ νηστείαν ἐπιτελεῖν. Ἀπόκρισις. Ἦν ἡ νηστεία πρότερον ἐν τῷ καιρῷ τούτω· μετετέθη δὲ διὰ τὸ μὴ περιπίπτειν ταῖς κατὰ τὸν καιρὸν τοῦτον γινομέναις ἐθνικαῖς νηστείας. Πλὴν καὶ ἔτι πολλοὶ τῶν ἀνθρώπων ταύτην τὴν νηστείαν νηστεύουσιν.
Ἐρώτησις. Εἰ δεῖ τὸν δαιμονιζόμενον μεταλαμβάνειν τῶν ἁγιασμάτων· ὁ μὲν γὰρ ἅγιος Τιμόθεος, εἰς τὰς πρὸς αὐτὸν ἐρωτήσεις εἶπεν ἄλλως, καὶ οἱ ἅγιοι Ἀπόστολοι ἄλλως, καὶ οἱ μεταγενέστεροι ἄλλως. Ἀπόκρισις. Εἰ ἀπὸ μέλανος ἐνοχλεῖται χυμοῦ τις, ὡς δαιμονᾷν δοκεῖν, οὐ κωλυθήσεται· εἰ δὲ τῇ ἀληθείᾳ δαιμονῶν ἐστιν, ἥκιστα τῶν ἁγιασμάτων ἀξιωθήσεται, ὅτι οὐδὲ κοινωνία φωτὶ πρὸς σκότος.
Ἐρώτησις. Εἰ δεῖ τὰ προσφερόμενα ἐν τῇ ἐκκλησίᾳ, οἷον προσφορὰς καὶ νάματα, ἀδιαφόρως ἐσθίειν τὸν ἱερέα, καὶ ὡς βούλεται καὶ εἰ ὡς ἅρτον κοινὸν ὀφείλει ταῦτα ἐσθίειν· καὶ εἰ πολλὰ τοιαῦτα συναχθείη, τί δεῖ ταῦτα ποιεῖν; Ἀπόκρισις. Τὰ μὲν τῆς ὑψωθείσης κλάσματα οὐχί· ἀλλ᾿ ἐν τῇ ἐκκλησίᾳ μόνη ἐσθίειν, ἔς τ᾿ ἂν ἅπαντα δαπανήσωσι· τὰ δὲ περιττὰ τῶν ἄλλων μὴ μετὰ γάλακτος, καὶ τυροῦ, καὶ ὠῶν, καὶ ἰχθύων, ἀλλ᾿ ἀποτεταγμένως, καὶ ἰδιαζόντως.
Ἐρώτησις. Εἰ ὁπουδήποτε ἀποκαρεὶς μοναχός τις βλάπτεται κατά τι συμβὰν ψυχικῶς, καὶ βουλόμενος ὑποχωρῆσαι δεσμηθῇ παρὰ τοῦ οἰκείου προεστῶτος, τί ποιήσει; τῆς βλάβης καταφρονήσει, ἢ τοῦ δεσμοῦ; Ἀπόκρισις. Χρὴ τοῦτον λέγειν τῷ προεστῶτι δι᾿ ὃ βλάπτεται· καὶ εἰ ἔστι προφανὴς κίνδυνος ἐκ τούτου, ὑποχωρεῖν ἐκεῖθεν, καὶ μὴ τοῦ δεσμοῦ φροντίζειν.
Ἐρώτησις. Ἡγούμενος τελευτῶν, κατέλιπεν ἕτερον ἀνθ᾿ ἑαυτοῦ, δεσμήσας αὐτὸν μὴ ὑποχωρῆσαι· ἀλλ᾿ ὁ τοιοῦτος καταγνοὺς ἑαυτοῦ ἀσθένειαν, ὑπεχώρησε, Τί γοῦν χρὴ ποιῆσαι περὶ τοῦ δεσμοῦ; Ἀπόκρισις. Ἄλογος ὁ δεσμός, καὶ διὰ τοῦτο ἀνίσχυρος, καὶ ὁ δεσμευθεὶς ἀπολυθήσεται ἀρχιερεῖ προσελθών, καὶ τὰ καθ᾿ ἑαυτὸν ἀπαγγείλας.
Ἐρώτησις. Εἰ χρὴ τὸν ἐπὶ ἐγκλήματι καθαιρεθέντα ἱερέα, ἢ ἑκουσίως τὴν ἱερωσύνην καταλείψαντα, καταγνόντα ἑαυτοῦ, προλέγειν, τό, Εὐλογητὸς ὁ Θεός, καὶ τό, ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ τό, Χριστὸς ὁ ἀληθινός, ἢ θυμιᾷν μετὰ θυμιατοῦ, ἢ μεταλαμβάνειν ἔνδον τοῦ θυσιαστηρίου; Ἀπόκρισις. Οὐχί εἰς γὰρ τὸν τῶν λαϊκῶν τόπον ταχθήσεται.
Ἐρώτησις. Ὅπερ λέγει ὁ ἅγιος Βασίλειος ἐν τοῖς μικροῖς ἐπιτιμίοις· Ἔστω ἀπὸ εὐλογίας κατὰ τὴν ἀναλογίαν τοῦ σφάλματος, τί ἐστιν; Ἀπόκρισις. Τὸ ἀποστερηθῆναί τινα τῆς διδομένης εὐλογίας ἐν τῇ ἐκκλησίᾳ.
Ἐρώτησις. Τοὺς κεκωλυμένους ἀπὸ τῆς ἁγίας δωρεᾶς, εἰ χρὴ ἐσθίειν ὑψωμένας προσφορᾶς: Ἀπόκρισις. Εὑρίσκομεν ἐν τῷ βίῳ τοῦ ἁγίου Θεοδώρου τοῦ Συκεώτου τοὺς τοιούτους κεκωλυμένους.
Ἐρώτησις. Εἰ χρὴ κατὰ τὸ Κανονικὸν τοῦ Νηστευτοῦ κανονίζειν τινάς; Ἀπόκρισις. Τὸ τοιοῦτον Κανονικὸν πολλῇ συγκαταβάσει χρησάμενον πολλοὺς ἀπώλεσε διὸ οἱ ἐν γνώσει τοῦ καλοῦ ὄντες, καὶ ἐκ τούτου σφαλλόμενοι, ἐπανορθωθήσονται.
«Θεσπίζομεν τοίνυν, τάξιν νόμων ἐπέχειν τοὺς ἁγίους ἐκκλησιαστικοὺς κανόνας τοὺς ὑπὸ τῶν ἁγίων τεσσάρων συνόδων ἐκτεθέντας ἢ βεβαιωθέντας, τοὐτέστι τῆς ἐν Νικαίᾳ τῶν τιη´ καὶ τῆς ἐν Κωνσταντινουπόλει τῶν ἁγίων ρν´ πατέρων καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἐν ᾗ Νεστόριος κατεκρίθη, καὶ τῆς ἐν Καλχηδόνι, καθ᾿ ἣν Εὐτυχὴς μετὰ Νεστορίου ἀνεθεματίσθη, τῶν γὰρ προειρημένων ἁγίων δ´ συνόδων καὶ τὰ δόγματα καθάπερ τὰς θείας γραφὰς δεχόμεθα καὶ τοὺς κανόνας ὡς νόμους φυλάττομεν».
ΤΙΤΛΟΣ ΔΕΥΤΕΡΟΣ Περὶ βασιλέως. Κεφ. α´. Βασιλεύς ἐστιν ἔννομος ἐπιστασία, κοινὸν ἀγαθὸν πᾶσι τοῖς ὑπηκόοις, μήτε κατὰ ἀντιπάθειαν τιμωρῶν, μήτε κατὰ προσπάθειαν ἀγαθοποιῶν, ἀλλ᾿ ἀνάλογος τις ἀγωνοθέτης τὰ βραβεῖα παρεχόμενος. β´. Σκοπὸς τῷ βασιλεῖ τῶν τε ὄντων καὶ ὑπαρχόντων δυνάμεων δι᾿ ἀγαθότητος ἡ φυλακή, καὶ ἀσφάλεια, καὶ τῶν ἀπολωλότων δι᾿ ἀγρύπνου ἐπιμελείας ἡ ἀνάληψις, καὶ τῶν ἀπόντων διὰ σοφίας καὶ δικαίων τροπαίων καὶ ἐπιτηδεύσεων ἡ ἀνάκτησις. γ´. Τέλος τῷ βασιλεῖ τὸ εὐεργετεῖν, διὸ καὶ εὐεργέτης λέγεται, καὶ ἡνίκα τῆς εὐεργεσίας ἐξατονήσῃ, δοκεῖ κιβδηλεύειν κατὰ τοῖς παλαιοὺς τὸν βασιλικὸν χαρακτῆρα. δ´. Ὑπόκειται ἐκδικεῖν καὶ διατηρεῖν ὁ βασιλεὺς πρῶτον μὲν πάντα τὰ ἐν τῇ θείᾳ γραφῇ γεγραμμένα, ἔπειτα δὲ καὶ τὰ παρὰ τῶν ἑπτὰ ἁγίων συνόδων δογματισθέντα, ἔτι δὲ καὶ τοὺς ἐγκεριμένους ῥωμαϊκοὺς νόμους. ε´. Ἐπισημότατος ἐν ὀρθοδοξίᾳ καὶ εὐσεβείᾳ ὀφείλει εἶναι ὁ βασιλεύς, καὶ ἐν ζήλῳ θείῳ διαβόητος, ἔν τε τοῖς ὑπὲρ τῆς τριάδος δογματισθείσιν ἔν τε τοῖς ὑπὲρ τῆς οἰκονομίας λαμπρότατα καὶ ἀσφαλέστατα διὰ τὴν κατὰ σάρκα οἰκονομίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁρισθείσιν· τουτέστι τὸ ὁμοούσιον τῆς τρισυποστάτου θεότητος ἄτμητον καὶ ἀσυναίρετον διατηρῶν, καὶ τὴν ἐν, τῷ ἑνὶ Χριστῷ τῶν δύο φύσεων καθ᾿ ὑπόστασιν ἕνωσιν ὡσαύτως ἀσύγχυτον καὶ ἀδιαίρετον τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον αὐτόν. καὶ τὰ τούτοις ἑπόμενα, οἷον ἀπαθῆ καὶ πάθητον, ἄφθαρτον καὶ φθαρτόν, ἀόρατον καὶ ὁρατόν, ἀναφῆ καὶ ἁπτόν, ἀπερίγραπτον καὶ περιγραπτόν, καὶ τὸ διττὸν τῶν θελήσεων καὶ τῶν ἐνεργειῶν χωρὶς ἐναντιότητος καὶ τὸ ἄγραπτον καὶ τὸ γραπτόν. ς´. Τὰ τοῖς παλαιοῖς νομοθετηθέντα τὸν βασιλέα δεῖ ἑρμηνεύειν, καὶ ἐκ τῶν ὁμοίων τέμνειν τὰ περὶ ὦν οὐ κεῖται νόμος. ζ´. Ἐν τῇ τῶν νόμων ἑρμηνείᾳ δεῖ καὶ τῇ συνηθείᾳ προσέχειν τῆς πόλεως. τὸ δὲ παρὰ κανόνας εἰσαγόμενον οὐκ ἐᾶται πρὸς ὑπόδειγμα. η´. Φιλαγάθως δεῖ τοὺς νόμους ἑρμηνεύειν τὸν βασιλέα· ἐν γὰρ τοῖς ἀμφιβόλοις τὴν φιλόκαλον ἑρμηνείαν προσιέμεθα. θ´. Οὐ δεῖ μεταποιεῖν τὰ πρόδηλον ἑρμηνείαν ἔχοντα. ι´. Περὶ ὦν ἔγγραφος οὐ κεῖται νόμος. παραφυλάττειν δεῖ τὸ ἔθος καὶ τὴν συνήθειαν, εἰ δὲ καὶ τοῦτο ἐκλείπει, ἀκολουθεῖν δεῖ τοῖς παραπλησίως ἔχουσι τῷ ζητουμένῳ. ια´. Ὥσπερ ἡ θέσις τοῦ νόμου ἡ ἔγγραφός ἐστιν ἤ ἄγραφος, οὕτω καὶ ἡ ἀναίρεσις αὐτοῦ ἡ δι᾿ ἐγγράφου γίνεται νόμου ἢ δι᾿ ἀγράφου, τουτέστι διὰ τῆς ἀχρηστίας. ιβ´. Τότε κεχρήμεθα τῇ συνηθείᾳ τινὸς πόλεως ἢ ἐπαρχίας, ὅτε ἀμφισβητηθεῖσα ἐν δικαστηρίῳ βεβαιωθῇ. τὰ δὲ μακρᾷ συνηθείᾳ δοκιμασθέντα καὶ ἐπὶ πολλοὺς ἐνιαυτοὺς φυλαχθέντα οὐχ ἧττον τῶν ἐγγράφων κρατοῦσιν. ΤΙΤΛΟΣ ΤΡΙΤΟΣ Περὶ Πατριάρχου Κεφ. α´. Πατριάρχης ἐστὶν εἰκὼν ζῶσα χριστοῦ καὶ ἔμψυχος, δ᾿ ἔργων καὶ λόγων χαρακτηρίζουσα τὴν ἀλήθειαν. β´. Σκοπὸς τῷ πατριάρχῃ, πρῶτον μέν, οὓς ἐκ Θεοῦ παρέλαβε εὐσέβεια καὶ σεμνότητι βίου διαφυλάξαι. ἔπειτα δέ, καὶ πάντας τοὺς αἱρετικοὺς κατὰ τὸ δυνατὸν αὐτῷ πρὸς τὴν ὀρθοδοξίαν καὶ τὴν ἕνωσιν τῆς ἐκκλησίας ἐπιστρέψαι (αἱρετικοὶ δὲ τοῖς νόμοις καὶ τοῖς κανόσι καλοῦνται καὶ οἱ τῇ καθολικῇ μὴ κοινωνοῦντες ἐκκλησία), ἔτι δὲ καὶ τοὺς ἀπίστους διὰ τῆς λαμπρᾶς καὶ περιφανεστάτης καὶ θαυμασίας αὐτοῦ πράξεως ἐκπλήττων μιμητὰς ποιήσαι τῆς πίστεως. γ´. Τέλος τῷ πατριάρχῃ ἡ τῶν καταπεπιστευμένων αὐτῷ ψυχῶν σωτηρία, καὶ τὸ ζῆν μὲν Χριστῷ, ἐσταυρῶσθαι δὲ τῷ κόσμῳ. δ´. Ἴδια πατριάρχου τὸ εἶναι διδακτικόν, τὸ πρὸς πάντας ὑψηλούς τε καὶ ταπεινοὺς ἀστενοχωρητως ἐξισοῦσθαι, καὶ πρᾷον μὲν εἶναι ἐν δικαιοσύνῃ, ἐλεγκτικὸν δὲ πρὸς τοὺς ἀπειθοῦντας, ὑπὲρ δὲ τῆς ἀληθείας καὶ τῆς ἐκδικήσεως τῶν δογμάτων λαλεῖν ἐνώπιον βασιλέως καὶ μὴ αἰσχύνεσθαι. ε´. Τὰ παρὰ τῶν παλαιῶν κανονισθέντα καὶ παρὰ τῶν ἁγίων πατέρων ὁρισθέντα καὶ παρὰ τῶν ἁγίων συνόδων ἐκτεθέντα· τὸν πατριάρχην μόνον δεῖ ἑρμηνεύειν. ς´. Τὰ παρὰ τῶν ἀρχαίων πατέρων ἐν συνόδοις ἢ ἐν ἐπαρχίαις ἰδικῶς καὶ καθολικῶς πραχθέντα καὶ οἰκονομηθέντα τὸν πατριάρχην δεῖ διαιτᾶν καὶ διακρίνειν. ζ´. Οἱ προγενέστεροι κανόνες καὶ εἰς τοὺς μεταγενεστέρους ἕλκονται, ὡσαύτως δὲ καὶ αἱ προγενέστεροι πράξεις καὶ οἰκονομίαι καὶ εἰς τοὺς μεταγενεστέρους ἕλκονται καὶ κρατοῦσιν, ἐπὶ τῶν ὁμοίων δηλονότι προσώπων τε καὶ πραγμάτων. η´. Τῆς πολιτείας ἐκ μερῶν καὶ μορίων ἀναλόγως τῷ ἀνθρώπῳ συνισταμένης, τὰ μέγιστα καὶ ἀναγκαιότατα μέρη βασιλεύς ἐστι καὶ πατριάρχης, διὸ καὶ ἡ κατὰ ψυχὴν καὶ σῶμα τῶν ὑπηκόων εἰρήνη καὶ εὐδαιμονία βασιλείας ἐστὶ καὶ ἀρχιερωσύνης ἐν πᾶσιν ὁμοφροσύνη καὶ συμφωνία. θ´. Ὁ Κωνσταντινουπόλεως θρόνος βασιλείᾳ ἐπικοσμηθεὶς ταῖς συνοδικαῖς ψήφοις πρῶτος ἀνεῤῥήθη, αἷς οἱ θεῖοι κατακολουθοῦντες νόμοι καὶ τὰς ὑπὸ τοὺς ἑτέρους θρόνους γινομένας ἀμφισβητήσεις ὑπὸ τὴν ἐκείνου προστάττουσιν ἀναφέρεσθαι διάγνωσιν καὶ κρίσιν. ι´. Πασῶν τῶν μητροπόλεων καὶ ἐπισκοπείων, μοναστηρίων τε καὶ ἐκκλησιῶν ἡ πρόνοια καὶ φροντίς, ἔτι δὲ καὶ κρίσις καὶ κατάκρισις καὶ ἀθώωσις, τῷ οἰκείῳ πατριάρχῃ ἀνάκειται. τῷ δὲ Κωνσταντινουπόλεως προέδρῳ ἔξεστι καὶ ἐν ταῖς τῶν ἄλλων θρόνων ἐνορίαις, ἐν οἷς οὔκ ἐστὶ προκαθιέρωσις ναοῦ, σταυροπήγια διδόναι, οὐ μὴν ἀλλὰ καὶ τὰς ἐν τοῖς ἄλλοις θρόνοις γινομένας ἀμφισβητήσεις ἐπιτηρεῖν καὶ διορθοῦσθαι καὶ πέρας ἐπιτιθέναι ταῖς κρίσεσιν. ια´. Τῶν ψυχικῶν ἁπάντων ἡ πρόνοια τῷ πατριάρχῃ ἀνάκειται, ἀναφέρεται δὲ καὶ εἰς ἑτέρους, οἷς ἂν ἐκεῖνος ἀναφέρεσθαι ὁρίσῃ. ὡσαύτως δὲ καὶ μετανοίας καὶ ἐπιστροφῆς ἀπό τε ἁμαρτημάτων καὶ αἱρέσεων αὐτὸς καὶ μόνος καθίσταται διαιτητής τε καὶ γνώμων, καὶ οὓς ἂν αὐτὸς ὁρίσῃ. καὶ κατὰ τὰς μητροπόλεις δὲ καὶ ἐπισκοπὰς τοῖς μητροπολίταις τε καὶ ἐπισκοποῖς ἡ αὐτὴ φυλάττεται τάξις καὶ ἐξουσία.
Τὰ καλῶς καὶ δικαίως καὶ σὺν τῷ προσήκοντι λόγῳ ἀποτελούμενα ἐν διαφόροις τόποις καὶ ἐπαρχίαις τῶν ὀρθοδόξων, καὶ τούτων μάλιστα ὅσα ποτὲ δυσκολίας τινὸς πειραθέντα ἐν τῇ καταστάσει αὐτῶν, καὶ ἀναγκαῖος χρῄζοντα ἐνδεχομένης τινὸς θεραπείας καὶ διορθώσεως, μετασκευάζονται ἐπὶ τὸ εὔθετον, καὶ ἐπανάγονται ἀπὸ τῆς δυσχερείας καὶ κακώσεως αὐτῶν προνοίᾳ καὶ κηδεμονίᾳ ἔμφρονι τῶν κατὰ τόπον προϊσταμένων, ταῦτα καὶ τῇ καθ᾿ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλῃ Ἐκκλησίᾳ, καὶ τῇ περιωπῇ τοῦ οἰκουμενικοῦ Θρόνου ἐμφανιζόμενα καὶ ἀναφερόμενα ἐπιβεβαιοῦνται ὡς καλῶς καὶ δικαίως γεγενημένα εἰς ἀσφαλεστέραν αὐτῶν καὶ μονιμωτέραν σύστασιν. Ἐπειδὴ τοιγαροῦν καὶ τανῦν ἀνηνέχθη ἡμῖν, ὡς ὁ αὐτόθι Φίλος ὀνόματι υἱὸς τοῦ χατζῆ Πολυζώη, λαβὼν εἰς γυναῖκα αὐτοῦ τὴν Ἄννα, καὶ συνοικήσας μέχρι τινὸς μετ᾿ αὐτῆς, χαλεπῆς καὶ ἀφορήτου τὸ παράπαν ἐξ ἀρχῆς ἐπειράθη τῆς μετ᾿ αὐτῆς συνοικήσεως, διὰ τινα ἐνοῦσαν αὐτῆς τῷ στόματι νόσον καὶ ἀποφορὰν μετ᾿ ἀηδίας ἥκιστα φορητῆς, δι᾿ ἣν αἰτίαν ἀδυνάτως ἔχων πάντῃ προσεγγίζειν αὐτῇ ἄχρηστόν τε καὶ μάταιον καὶ ἀνενέργητον ὅλως ἀνεδείκνυτο αὐτῷ τό τοῦ γάμου μυστήριον, ἐκίνησεν ἀγωγὴν περὶ τούτου αὐτόθι ἐπὶ τοῦ ἐκκλησιαστικοῦ κριτηρίου τῆς θεοφιλίας σου, καὶ παραστήσας τὸ τοιοῦτον ἐλάττωμα καὶ χαλεπὸν νόσημα τῆς γυναικὸς αὐτοῦ ταύτης, διὰ μαρτυρίας τῆς μητρὸς αὐτῆς, συμφωνίας τε γενομένης ἐκ κοινῆς συναινέσεως τῶν μερῶν ἀμφοτέρων διαλυθῆναι τὸν γάμον, ἀπεφάνθη ἐκκλησιαστικῶς ὑπὸ τῆς θεοφιλίας σου καὶ τῶν κληρικῶν καὶ ἀρχόντων τῆς ἐπαρχίας σου διαζευχθῆναι αὐτοὺς ἀπ᾿ ἀλλήλων καὶ διαχωρισθῆναι τοῦ λοιποῦ τῆς μεταξὺ γαμικῆς συναφείας, καντεῦθεν καὶ διεζεύχθησαν ἀπ᾿ ἀλλήλων, καὶ λαβοῦσα ἡ ῥηθεῖσα Ἄννα μετὰ τῆς μητρὸς αὐτῆς πᾶσαν αὐτῆς τὴν προῖκα, ἄσπρα τε καὶ πράγματα καὶ λοιπὰ ἔξοδα αὐτῶν παρὰ τοῦ ῥηθέντος Φίλου ἐξώφλησαν πρὸς αὐτόν, καὶ ἐξισάσθησαν κατὰ τέλειον ἐξισασμόν, καθὼς καὶ τὸ ἐμφανισθὲν ἡμῖν μετὰ τὴν γενομένην αὐτόθι τελείαν ἐκκλησιαστικὴν διάζευξιν ἐξοφλητικὸν γράμμα δηλοποιεῖ κατησφαλισμένον ὄν ἐπιβεβαιώσει τῆς σῆς θεοφιλίας, καὶ μαρτυρικαῖς ὑπογραφαῖς τῶν κληρικῶν καὶ γερόντων τῆς ἐπαρχίας σου· κἀντεῦθεν ὁ ῥηθεὶς Φίλος ἐδεήθη καὶ τῆς ἡμῶν μετριότητος ἐπιβεβαιωθῆναι αὐτῷ καὶ παρ᾿ ἡμῶν τῇ δυνάμει καὶ ἐξουσίᾳ καὶ κρίσει τῆς καθ᾿ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας τὴν ἀπὸ τῆς ῥηθείσης γυναικὸς αὐτοῦ Ἄννης διάζευξιν καὶ δι᾿ ἡμετέρου πατριαρχικοῦ διαζυγίου γράμματος· οὗ τὴν δέησιν ὡς εὔλογον καὶ δικαίαν προσηνῶς ἀποδεξάμενοι, γράφοντες ἀποφαινόμεθα, ἵνα ὁ ῥηθεῖς Φίλος ὑπάρχῃ διεζευγμένος καὶ κεχωρισμένος τοῦ λοιποῦ ἀπὸ τῆς ῥηθείσης γυναικὸς αὐτοῦ Ἄννης, καὶ μηδαμῶς ἔχῃ τοῦ γάμου συνάφειαν μετ᾿ αὐτῆς ὡς πάντῃ ξένος καὶ ἀλλότριος· ἔχει δὲ καὶ ἄδειαν λαβεῖν ἑτέραν γυναῖκα κατὰ νόμον ἀκώλυτον αὐτῷ καὶ στεφανωθῆναι ἐκείνην ἐκκλησιαστικῶς, μηδενὸς ἐναντιουμένου αὐτῷ ἢ αὐτῇ ἱερωμένου ἢ λαϊκοῦ, ἐν βάρει ἀργίας καὶ ἀλύτου ἀφορισμοῦ. Ὅθεν εἰς ἔνδειξιν τοῦ διαζευχθῆναι αὐτὸν ἤδη καὶ παρ᾿ ἡμῶν, τῇ δυνάμει καὶ ἐξουσίᾳ καὶ κρίσει τῆς καθ᾿ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, ἐδόθη αὐτῷ καὶ τὸ παρὸν ἡμέτερον πατριαρχικὸν τοῦ διαζυγίου γράμμα.
Ἐν ἔτει ζρα´ μηνὶ Μαΐῳ ἰνδικτιῶνος ς´. Τῆς ἡμῶν μετριότητος προκαθημένης μετὰ τοῦ σοφωτάτου καὶ μακαριωτάτου πάπα καὶ πατριάρχου Ἀλεξανδρείας καὶ πάσης Αἰγύπτου, Πενταπόλεως, Λιβύης καὶ Αἰθιοπίας κυρ Μελετίου καὶ κριτοῦ τῆς οἰκουμένης, ἔχοντας καὶ τὴν γνώμην τοῦ μακαριωτάτου κυρ Ἰωακεὶμ Ἀντιοχείας καὶ Ἱεροσολύμων κυρ Σωφρονίου, συμπαρόντων καὶ τῶν καθευρεθέντων ἱερωτάτων καὶ λογιωτάτων μητροπολιτῶν καὶ ὑπερτίμων καὶ θεοφιλεστάτων ἀρχιεπισκόπων καὶ ἐπισκόπων μετὰ τῶν ἄλλων καὶ ιβ´, εὐλόγως τινὰ τῇ ἁγίᾳ ταύτῃ καὶ μεγάλη συνόδῳ ἐζητήθη ἐμπόνως εἰς σύστασιν ἄγοντα τὴν ἐκκλησίαν Χριστοῦ. Κεφάλαια ιβ´ γινόμενα παρὰ τῆς ἁγίας μεγάλης συνόδου τῆς γενομένης ἐν τῷ καιρῷ τοῦ παναγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου κυρ Ἱερεμίου εἰς κατάστασιν ἐκκλησιαστικήν. δ´. Τοῦ κατὰ καιροὺς πατριάρχου πρὸς Κύριον τυχὸν ἐκδημοῦντος ἤ καὶ διὰ παραιτήσεως ἀναχωροῦντος, ἢ τινι βίᾳ καὶ βασιλείας ὀργῇ, μὴ παρὰ τῶν λαχόντων ἢ καὶ πλησιοχώρων, ὡς ἄλλοτε, πατριάρχην προβαίνειν τε καὶ καθίστασθαι, ψήφῳ μόνῃ τῶν πέριξ τῶν καὶ τοῦ δωδεκάτου ἀριθμοῦ, ἐφ᾿ ᾧ τινες ἔξω τῶν νόμων καὶ τοῦ δικαίου ἀνοήτως στηριζόμενοι ἐγένοντο αἴτιον (Παπ.-Κερ.: αἴτιοι) τοῦ ἀπολέσθαι τὴν ἐκκλησίαν καὶ πᾶσαν τάξιν ἀνατραπῆναι· μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ τοῦ Μπατέστου 15 προχείρισις. Ἀλλὰ πάντας μετακαλουμένους (Παπ.-Κερ.: λεσαμένους) εὐθὺς παραγίνεσθαι ὧδε καὶ κανονικῶς πατριάρχην προχειρίζεσθαι, ἐν πᾶσιν ἕκαστον τὸ συμφέρον τῆς ἐκκλησίας τοῦ ἰδίου συμφέροντος προτιμῶντα. Εἰ (cod.: ἢ) ἀκολούθως τῇ προταξίᾳ παρὰ ταῦτα τολμῶσι τινες (cod.: τολμώντων τινῶν) καὶ πατριάρχην πάλιν οὕτω προβάλλουσι (cod.: λλόμενον), τήν τε προβολὴν ταύτην καὶ ψῆφον καὶ χειροτονίαν τοῦ πατριάρχου ἄκυρον καὶ ὡς μὴ γεγονυῖαν εἶναι καὶ τοὺς ταύτης ἐργάτας ἀρχιερεῖς σὺν ἅμα τοῖς συναινέσαι καὶ ὑπουργῆσαι τῷ ἀνοσιουργήματι τούτῳ τολμήσασιν (cod.: σουσιν) ἱερωμένοις καὶ λαϊκοῖς σὺν τῇ τελείᾳ καθαιρέσε καὶ τῷ ἀλύτῳ ἀφορισμῷ καὶ τῷ ἀναθέματι τῷ αἰωνίῳ ἐνόχους γίνεσθαι, διὰ τὴν ἐπίτασιν τοῦ κακοῦ. Παπ.-Κερ.: Παπαδόπουλος Κεραμεὺς cod. : Cod. Paris gr. 1323
1. Τὸ ὄνομα νόμος εἶναι πολυσήμαντον ἀλλ᾿ ἡμεῖς ἐνταῦθα εἰς δύω διαιροῦμεν τὸν νόμον εἰς νόμον ἐκκλησιαστικὸν καὶ εἰς νόμον πολιτικόν. 2. Νόμος ἐκκλησιαστικὸς εἶναι, κατὰ διαίρεσιν ἁπλήν, ὅσα ὥρισαν καὶ ἐθέσπισαν οἱ Κανόνες τῶν ἁγίων Ἀποστόλων, οἱ Κανόνες τῶν ἁγιωτάτων Συνόδων, οἰκουμενικῶν καὶ τοπικῶν μερικῶν, καί τινες Κανόνες τῶν θεοφόρων Πατέρων, οἱ ὁποῖοι ἐδέχθησαν καὶ ἐκυρώθησαν καὶ παρὰ ἁγίων Συνόδων. Ἔτι δὲ καί τινες Νεαραὶ τῶν σοφῶν βασιλέων, ὅπου περὶ ἐκκλησιαστικῶν ὑποθέσεων θεσπίζουσι καὶ ἐδέχθησαν συνοδικῶς παρὰ τῆς ἁγίας ἡμῶν Ἐκκλησίας· διά τι, καθὼς ἡ ἱερωσύνη εἶναι βασιλείας ἁγιασμὸς καὶ ἀναστοιχείωσις, οὕτω καὶ ἡ βασιλεία εἶναι ἱερωσύνης δύναμις καὶ κραταίωμα. Καθὼς εἶπε καὶ ἕνας σοφὸς βασιλεύς: μέγιστον δῶρον ὁ Θεὸς τοῖς ἀνθρώποις ἔδωκεν, ἱερωσύνην καὶ βασιλείαν· ὅτι ἡ ἱερωσύνη κατακοσμεῖ καὶ διέπει τὰ οὐράνια, ἡ δὲ βασιλεία οἰκονομεῖ μὲ νόμους δικαίους τὰ ἐπίγεια. 3. Νόμος πολιτικὸς εἶναι τὰ ὅσα σοφοὶ νομοθέται ἐν ταῖς πολιτείαις περὶ πάσης ὑποθέσεως ἐνομοθέτησαν, ἀλλὰ παρ᾿ Ἑλλήνων λαβόντες καὶ ἄλλα παρ᾿ ἑαυτῶν προσθέντες, ὅσα ἀποβλέπουσι τὸ δίκαιον καὶ σεμνὸν καὶ ὠφέλιμον τοῦ κοινοῦ τῆς πολιτείας καὶ τῶν κατὰ μέρος ἀνθρώπων. Καθὼς πολλοὶ βασιλεῖς, ἔχοντες πλησίον τοὺς σοφοὺς καὶ νομικοὺς ἀνθρώπους, τὰς Νεαρὰς ἐθέσπισαν καὶ ἄλλους ὁρισμούς, ὡς ἡ χρεία ἐκάλει. Τῶν ὁποίων βασιλέων τὰ ὀνόματα καὶ τῶν νομοθετῶν καὶ τὰ ὀνόματα τῶν νόμων, πολλὰ ὄντα, διὰ τὴν συντομίαν, τὰ ἀφίνομεν. 4. Γίνεται καὶ ἅλλη διαίρεσις τῶν νόμων: ὁ ἐκκλησιαστικὸς νόμος, ἢ εἶναι ἐντολὴ Θεοῦ καὶ λέγεται νόμος θεῖος, ὁ ὁποῖος διαιρεῖται εἰς γραπτὸν νόμον καὶ εἰς εὐαγγελικόν. Καὶ γραπτὸς εἶναι τὰ ὅσα ἡ Παλαιὰ Διαθήκη νομοθετεῖ, ἡ ὁποία θεία Γραφή, ἡ Πεντάτευχος τοῦ Μωϋσέως καθολικῶς, σὺν τοῖς Προφήταις καὶ Ψαλμοῖς, Νόμος λέγεται καὶ κυρίως Νόμος λέγεται ὁ διὰ Μωϋσέως παρὰ Θεοῦ δοθείς. Εὐαγγελικὸς δὲ εἶναι, ὅσα νομοθετεῖ τὸ ἅγιον Εὐαγγέλιον· ἢ εἶναι ἐντολαὶ καὶ κανόνες ἁγίων Ἀποστόλων, ἱερῶν Συνόδων καὶ θεοφόρων Πατέρων καὶ λέγονται καὶ ταῦτα πάντα Νόμος Ἐκκλησιαστικός. 5. Ὁ δὲ πολιτικὸς Νόμος, ὡς εἴπομεν, ἐθεσπίσθη παρὰ νομοθετῶν καὶ βασιλέων σοφῶν, κατὰ διαφόρους καιρούς. 6. Ὁ ἐκκλησιαστικὸς Νόμος ἀποβλέπει εἰς τὴν σωτηρίαν τῶν ψυχῶν καὶ εἰς τὴν εὐταξίαν τῆς Ἐκκλησίας. Ὁ πολιτικὸς Νόμος ἀποβλέπει εἰς τὸ δίκαιον, αἴσιον καὶ συμφέρον πάντων ἀνθρώπων· διὰ νὰ μὴ φθείρονται ἀδικοῦντες ἀλλήλους. Καθὼς λέγει καὶ ὁ σοφὸς Κικέρων: ἡ τοῦ λαοῦ σωτηρία ὑπέρτατος νόμος. Καὶ ὁ σοφὸς Πλάτων: Τίνι γὰρ ἂν πόλις ἀρέσκοι ἄνευ νόμων; 7. Τὰ δὲ τοῦ δικαίου παραγγέλματα εἶναι ταῦτα τὰ τρία: καλῶς βιοῦν, ἕτερον μὴ βλάπτειν καὶ τὸ οἰκεῖον δίκαιον ἑκάστῳ νέμειν. 8. Καὶ κάθε ἄνθρωπος, ὁποῦ μὲ ἄλλον ἔχει διαφοράν, μὲ ἕνα ἀπὸ τὰ τρία ταῦτα ἠμπορεῖ νὰ νικήσῃ τὸν ἐναντίον του: ἢ μὲ ἀπάτην, καὶ τοῦτο εἶναι ἀδικία καὶ ἁμαρτία, ἤ μὲ τὴν βίαν, καὶ τοῦτο εἶναι τυραννία καὶ ἀδικία, ἤ μὲ τὸν νόμον, τὸν ἐκκλησιαστικὸν ἤ πολιτικόν, καὶ τοῦτο εἶναι δίκαιον, θεάρεστον, ἐπαινετὸν καὶ χριστιανικόν. 9. Νόμος λέγεται ὁ καθόλου, ἐντολὴ δὲ λέγεται ἡ κατὰ μέρος ὁρίζουσα περὶ ἑνὸς πράγματος. 10. Κατὰ διαίρεσιν γενικήν, εἰς δύω διαιρεῖται ὁ νόμος: εἰς τὴν θεραπείαν τοῦ Θεοῦ καὶ τοῦτος εἶναι ὁ ἐκκλησιαστικὸς νόμος· καὶ εἰς τὴν δικαιοσύνην καὶ φιλανθρωπίαν τῶν ἀνθρώπων, τῶν ἀδελφῶν μας, καὶ τοῦτος εἶναι ὁ πολιτικὸς νόμος. Διὰ τοῦτο καὶ δύω πλάκες ἐγράφησαν παρὰ Θεοῦ καὶ τοῖς ἀνθρώποις· ἐδόθησαν· καὶ στοχάσου, ἂν δὲν περιέχωνται τὰ πάντα τῶν νόμων, ἐκκλησιαστικῶν καὶ πολιτικῶν, εἰς τὰ δύω ταῦτα: Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς καὶ καρδίας καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 11. Καὶ καθὼς οἱ καλοὶ ἰατροὶ εἰς τοὺς ἀρρώστους εἶναι σωτῆρες, ἔτζι οἱ νομοὶ εἰς τοὺς ἀδικουμένους· ἢ καθὼς τά καλὰ βοτάνα ὠφελοῦσι τοὺς ἀρρώστους, ἔτζι οἱ νόμοι τοὺς ἁμαρτάνοντας καὶ ἀδικουμένους. Ὅθεν καλῶς λέγει καὶ ἕνας σοφός: νόμος τὸ τιμιώτερον ἐν ρητοῖς. Καί, ὡς λέγει ὁ μέγας Βασίλειος: ὁ νόμος εἶναι κανὼν τῶν δικαίων καὶ ἀδίκων, προστάζων ἐκείνα ὅπου πρέπει νὰ κάμωμεν καὶ ἐμποδίζων ἐκεῖνα ὅπου δὲν πρέπει νὰ κάμωμεν. 12. Οἱ ἐκκλησιαστικοὶ νόμοι εἶναι σωτῆρες τῶν ψυχῶν πάντων τῶν χριστιανῶν, ἀπὸ ἀρχιερέων ἕως λαϊκῶν. 13. Οἱ πολιτικοὶ νόμοι εἶναι τῆς ζωῆς πάντων ἀνθρώπων ἡγεμόνες, τῶν πόλεων καὶ χωρῶν ἐπιστάται καὶ πασῶν τῶν ὑποθέσεων κανόνες δίκαιοι· πρὸς τοὺς ὁποίους νόμους καθ᾿ ἕνας χρέος ἀπαραίτητον ἔχει νὰ εὐθύνῃ καὶ νὰ ὑποτάττῃ τὴν γνώμην του· εἰ δὲ παρανομεῖ καὶ τὴν ἀπόφασιν τοῦ νόμου δὲν δέχεται, εἶναι σκολιὸς καὶ κακότροπος καὶ τὸν ἑαυτὸν του φθείρει καὶ εἰς τοὺς ἄλλους γίνεται παράδειγμα τῆς παρανομίας καὶ ἀδικίας, καθὼς λέγει καὶ ὁ σοφὸς Πλάτων: ὅστις γὰρ νόμων φθορεύς ἐστί, σφόδρα ποὺ δόξειεν ἂν νέων τε καὶ ἀνοήτων ἀνθρώπων διαφθορεὺς εἶναι. Διὰ τοῦτο ἐπαινετῶς εἶπεν ὁ νομοθέτης Σόλων: τότε ἄριστα καὶ καλὰ κυβερνῶνται αἱ πόλεις, ὅταν οἱ ἄνθρωποι πείθωνται εἰς τοὺς ἄρχοντας καὶ κριτὰς καὶ αὐτοὶ πείθωνται εἰς τοὺς νόμους. 14. Εἰς καὶ μόνος ὑπέρτατος, ὑπερούσιος, ὁ Θεός, δὲν εἶναι ὑποκείμενος εἰς νόμον, ἀλλὰ νομοθέτης, ἐπειδὴ καὶ κάθε ἐνέργεια καὶ προσταγὴ τοῦ Θεοῦ εἶναι νόμος αὐτοῦ τοῦ νομοδότου. Πάντες δὲ οἱ ἄνθρωποι, βασιλεῖς, ἀρχιερεῖς καὶ παντὸς τάγματος, εἶναι ὑποκείμενοι εἰς τοὺς νόμους, ἐκκλησιαστικοὺς καὶ πολιτικούς. Ναί, ἔλαβον οἱ ἀρχιερεῖς παρὰ Θεοῦ ἐξουσίαν ἁμαρτίας λύειν τῶν μετανοούντων, ὄχι ὅμως νὰ ἀθετοῦν ποτὲ ἐντολὰς τοῦ Θεοῦ καὶ κανόνας τῶν ἁγίων Ἀποστόλων καὶ ἱερωτάτων Συνόδων· διά τι ἂν ἕνας δένῃ καὶ ἄλλος λύῃ, τέλος ποτὲ δὲν ἦτον. Ὁμοίως καὶ οἱ βασιλεῖς ἔχουσι παρὰ Θεοῦ τὴν ἐξουσίαν καὶ δύναμιν νὰ δεφενδεύουν τὴν Ἐκκλησίαν κατὰ τοὺς ἱεροὺς νόμους καὶ νὰ ὑπερμαχοῦν διὰ τὴν δικαιοσύνην ὑπὲρ τοῦ κοινοῦ συμφέροντος καὶ κατ᾿ ἰδίαν πάντων ἀνθρώπων, ὄχι ὅμως κανόνας καὶ νόμους δικαίους νὰ ἀθετοῦν. 15. Καλῶς λέγει καὶ ὁ χρησμός: Εὔδαιμον πτολίεθρον ἑνὸς κήρυκος ἀκούειν. Τοὐτέστιν εὐτυχεστάτη πόλις εἶναι ἐκείνη, ὅπου πάντες ἄκουουν ἑνὸς κήρυκος μόνον καὶ τοῦτος εἶναι ὁ νόμος. 16 Βεβαιούμεθα ἀπὸ τῶν θείων Πατέρων τῆς ἁγίας ἡμῶν Ἐκκλησίας, ὅτι οἱ Ἑβραῖοι, ἄνδρες τε καὶ γυναῖκες, παιδιόθεν ἐσυνήθιζον καὶ ἐμάνθανον τὰ τέκνα τους νὰ ἰξεύρουν τὸν νόμον τοῦ Θεοῦ, ὅπου ἔδωκε τῷ Μωϋσεῖ· καὶ πάντες ἴξευρον καὶ ἕτοιμοι ἦτον εἰς ἀπόκρισιν πρὸς τοὺς ἐρωτῶντας· διά τι ἡ, φρόνησις εἶναι φύσικον χάρισμα εἰς τὸν ἄνθρωπον, ἡ δὲ γνῶσις ἀποκτᾶται διὰ μαθήσεως. Λοιπὸν δὲν εἶναι αἰσχύνη εἰς ἀρχιερεῖς, ἱερεῖς καὶ λαϊκούς, νὰ μὴν ἰξεύρουν οἱ μὲν ἱερεῖς τοὺς ἐκκλησιαστικοὺς νόμους, οἱ δὲ λαϊκοὶ τοὺς πολιτικούς; ἀλοίμονον καὶ τὶ ἀμάθεια εἶναι αὐτὴ εἰς τὸ ὀρθόδοξον γένος μας; ὁποῦ ἄμποτε νὰ μὴν ἀληθεύσῃ καὶ εἰς ἡμᾶς, καθὼς εἰς τοὺς Ἑβραίους, βαρβαρωθέντας ὕστερον, ἡ προφητεία τοῦ Ἰεζεκιήλ: οὐαὶ ἐπὶ οὐαὶ ἔσται καὶ ἀγγελία ἐπὶ ἀγγελίαν ἔσται καὶ ζητηθήσεται δρᾶσις ἐκ προφήτου καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων. Ἄρχων ἐνδώσεται ἀφανισμὸν καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται. Αὐτὰ ἀρμόζουσιν εἰς ἀρχιερεῖς καὶ ἱερεῖς, ὅπου δὲν ἰξεύρουν τὸν ἐκκλησιαστικὸν νόμον καὶ ἐκλύονται καὶ αὐτοὶ καὶ ὁ λαός. 17. Ἐπειδὴ δὲ ἡ ἁγία ἡμῶν Ἐκκλησία οὐ μόνον προτιμᾶται πάντων τῶν ἄλλων πραγμάτων, ἀλλὰ καὶ αὐτῆς τῆς βασιλείας, ὡς τάξιν ἔχουσα τῆς ἀγγέλων χοροστασίας καὶ διαδοχῆς τῶν Ἀποστόλων καὶ πάντες οἱ τοῦ ἱεροῦ τάγματος χρέος ἔχομεν ἀπαραιτητὸν τὰ ἐκκλησιαστικὰ προστάγματα νὰ φυλάττωμεν, κατὰ τὸ λόγιον: τοῖς τῆς Ἐκκλησίας χρὴ δουλεύειν νόμοις καὶ οὓς ἔθετο περὶ πάντων μὴ ὑπερβαίνειν θριγκούς, δηλ. φραγμούς, διὰ τοῦτο περὶ Ἐκκλησιαστικοῦ Νόμου συντόμως πρῶτον, σὺν Θεῷ, εἰρήσθω, διαιρουμένου εἰς τρία μέρη: Περὶ ἀρχιερέων, Περὶ πρεσβυτὲρων καὶ πάντων κληρικῶν καὶ Περὶ ἱερομονάχων, καὶ μοναχῶν, ἡσυχαστῶν ἐν μοναστηρίοις καὶ σκήταις. 18. Ἰξευρε καὶ τοῦτο: κάθε νόμος ἐκθέτεται φανερὰ εἰς ὅλους χωρὶς καμίαν δυσκολίαν καὶ σύντομος καὶ ὄχι δυσνόητος· ὑπὲρ πάντων γὰρ τῶν ἀνθρώπων ἐτέθησαν οἱ νόμοι διὰ νὰ τοὺς γινώσκουν ὅλοι καὶ νὰ συμφωνήσωσι τὴν ζωὴν των καὶ πολιτείαν μὲ αὐτοὺς τοὺς νὸμους. Διότι, μὴ γινώσκοντες τοὺς νόμους, παρανομοῦσι καὶ τὰ ἐξ ἀγνοίας παράνομα παιδείαν οὐκ ἔχουσιν.
72. Ἐρώτηση: Τινὲς δ᾿ αἰσχροκέρδειαν ἴσως τοὺς προσιόντας πνευματικοὶ κανονίζουσιν ἐλεημοσύνας ποιεῖν, καὶ τὸ δόμα ζητοῦσι. Κωλύουσι δὲ τὸ εὐχέλαια καὶ λειτουργίας ποιεῖν διὰ ζημίαν τῶν ἱερέων, εἰ καὶ καλὸν εἶναι τούτοις δοκεῖ τὸ τοιοῦτον. Ποῖον δὲ ἐκ τούτων τὸ κρεῖσσον; Ἀπόκριση: Τὸ τοὺς πνευματικοὺς Πατέρας ἐκδιδάσκειν τοὺς δι᾿ ἐξαγόρευσιν πλημμελημάτων αὐτοῖς προσιόντας, ἐλεημοσύνας ποιεῖν καὶ αἰχμαλώτων ἐλευθερίας, εὐχέλαιά τε καὶ λειτουργίας καὶ λοιπὰ ὅμοια, ἀγαθὸν καὶ ὑπὸ τῶν Πατέρων τεταγμένον, καὶ λίαν ἐπωφελές· καὶ ὅσῳπερ διεγείρει τίς τινα πρὸς τὰ ὑπὲρ αὐτοῦ θεῖα ἔργα, εἴτε πρόθυμον εὐρὼν, εἴτε μὴ πρόθυμον διεγείρας πολλὴν αὐτῷ προξενεῖ τὴν ὠφέλειαν, καὶ κοινωνὸς ἔσται τῷ ἐνεργοῦντι τοῦ μισθοῦ. Καὶ χρὴ οὐ μόνον ἡμαρτηκότας πρὸς ἔλεον καὶ τὰ λοιπὰ διεγείρειν, ἀλλὰ καὶ τὸν μὴ πλημμελήσαντα ἀδελφόν, ὅπερ ἐστὶν ἀδύνατον μὴ ἁμαρτῆσαί τινα. Ὅμως εἰ καὶ δικαίως βιῶν ἐστί τις, καὶ τούτου δίκαιος ἔσται, ἐκ τοῦ τὰ ἔργα τῆς δικαιοσύνης ποιεῖν. Δικαιοσύνη δὲ ἀπονέμειν τῷ Θεῷ καὶ τῷ ἀδελφῷ καθὰ διδασκόμεθα τὰ τῆς ὀφειλῆς καὶ ἀγάπης. Ἀγάπη δὲ εἰς Θεὸν καὶ τὸ καθαρεύειν μὲν καὶ προσεύχεσθαι καὶ ἀνυμνεῖν αὐτὸν καὶ δοξολογεῖν, καὶ προστρέχειν αὐτοῦ τοῖς θείοις ναοῖς. Πρὸς τούτοις δὲ καὶ τὸ προσάγειν αὐτῷ ἐξ ὧν λαμβάνομεν παρ᾿ αὐτοῦ, εἰς δόξαν αὐτοῦ καὶ τιμὴν καὶ ἡμετέραν κάθαρσιν, καὶ τοῦ θείου ἁγιασμοῦ μετοχήν. Καὶ ἐν τοῖς ἀδελφοῖς δὲ οὐ μόνον διὰ τῆς ἀμνησικάκου γνώμης καὶ καλῆς διαθέσεως καὶ τρόπου εἰρηνικοῦ, καὶ συνεργίας τῆς διὰ λόγων καὶ ἐπαίνων καὶ ἐγκωμίων, ἀπονέμειν τὸ ὀφειλόμενον, ἀλλὰ καὶ δι᾿ ἔργων τοῦτο δεικνύναι, ἐν τῷ τρέφειν πεινῶντα, καὶ ποτίζειν διψῶντα, καὶ ξένον συνάγειν, καὶ γυμνὸν περιβάλλειν, καὶ ἀσθενῆ ἐπισκέπτεσθαι, καὶ τῶν ἐν φυλακῇ προνοεῖσθαι, ὡς ἐδίδαξεν ὁ Σωτήρ, δι᾿ ὧν καὶ εὐλογημένους καλεῖ τοὺς τὰ τοιαῦτα δρῶντας, καὶ τὴν βασιλείαν αὐτοῖς χαρίζεται. Ἀναγκαιότατον οὖν, ὡς εἴρηται, τὸ ἀγαθοεργεῖν ἐκδιδάσκειν, καὶ ἐλεημοσύνας καὶ θυσίας ἱερὰς ἐκτελεῖν τοὺς ἀδελφούς. Καὶ τοῖς ἐγκλήμασι μὲν ὑποκειμένοις ὡς κανόνα τοῦτο διδόναι χρὴ, τοὺς λοιποὺς δὲ τοῦτο παραινεῖν ποιεῖν καὶ μὴ ἐνεχομένους ἐγκλήμασι, διά τε τὴν πρὸς Θεὸν ὀφειλήν, καὶ τὸ μὴ ἀναμάρτητόν τινα εἶναι. Καὶ ὑπὲρ γονέων δὲ καὶ συγγενῶν καὶ λοιπῶν ἄλλων εὐσεβῶν ὀφείλειν προσφέρειν Θεῷ πάντας, καὶ ὑπὲρ τιμῆς καὶ μνήμης ἁγίων, ὡς ἂν μεσίτας ἐκεῖσε εὕροιμεν καὶ συγκοινωνοὺς τῆς δόξης Χριστοῦ. Καὶ ταῦτα μὲν διδάσκειν τοὺς προσιόντας θεοφιλῶς ἐνεργεῖν· οὐ μὴν δὲ τοὺς πνευματικοὺς Πατέρας ἐπὶ κέρδει τοῦτο ποιεῖν, τά τοῦ Θεοῦ νοσφιζομένους· ζημία γὰρ αὐτοῖς ἡ μεγίστη, καὶ λόγον ἀπαιτηθήσονται. Καὶ οἱ μὲν διδόντες ἐκεῖνο ποιοῦσι τὸ τῶν ῥιπτόντων τὰ ὑπάρχοντα παρὰ τοὺς πόδας τῶν ἀποστόλων οἱ δέ γε παρακρατοῦντες, ὅπερ σὺν τῇ Σαπφείρᾳ ὁ Ἀνανίας, καὶ χεῖρον· ἐπεὶ ἐκεῖνος ἐκ τῶν ἰδίων ἐνοσφίσατο. Οὗτος γὰρ ὁ Ἀνανίας ἐπαγγειλάμενος ἅπαν δοῦναι τὸ τοῦ κτήματος τίμημα, καὶ νοσφισάμενος ἐξ αὐτοῦ, παρὰ τοὺς πόδας τοῦ θείου τέθνηκε Πέτρου συνάμα τῇ γυναικὶ, ἱερόσυλος ἐκφανθείς, οὗ τὸ κατάκριμα οἶμαι, ὡς καὶ προέφην, λαμβάνειν εἰς ἑαυτούς, τοὺς παρακρατοῦντας τά τοῦ Θεοῦ καὶ ἐξ αὐτῶν θησαυρίζοντας. Τὴν χρείαν δέ γε μόνην λαμβάνειν ὡς κοπιῶντά τινα, οὐκ ἀπόβλητον. Καὶ Παῦλος τοῦτό φησιν, ἀπὸ τοῦ κοπιῶντος γεωργοῦ καὶ τοῦ ποιμαίνοντος ποίμνην παριστῶν ἡμῖν, εἰ καὶ αὐτὸς ἀδάπανον ἐτίθη τὸ Εὐαγγέλιον, καὶ τοὺς μισθοὺς ἐλπίζων ἐξ οὐρανοῦ οὐκ ἐχρήσατο ταύτῃ τῇ ἐξουσίᾳ. Διὸ καὶ κοπιῶν ἦν καὶ ἐργαζόμενος ταῖς χερσί. «Καὶ ταῖς χρείαις μου», φησί, «καὶ τοῖς οὖσι μετ᾿ ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες αὗται». Διὸ ὁ τῶν ψυχῶν οἰκονόμος ὀφείλει σχεδὸν μηδενὸς ἅπτεσθαι τῶν προσφερομένων, εἰ δυνατόν, ἵνα μὴ ἀνάγκην ἔχῃ ἀνασπᾶν ἀλλοτρίας ἀκάνθας· εἰ δέ γε χρεία τροφῆς ἢ ἐνδύματος, μὴ τὸ περιττόν, ἀλλὰ τὸ πρὸς χρείαν μόνον ποιείτω, καὶ τὰς εὐχὰς ἀποδιδότω, καὶ τὰς θυσίας ἐκτελείτω ὑπὲρ τοῦ προσενέγκαντος τῷ Θεῷ, μεμνημένος καὶ τῶν πενήτων, καὶ ὅτι οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ ἕτεροι τῆς χρείας ἀνάγκην ἔχουσιν. Εἰ δὲ καὶ ἰδιώτης ὁ τὰ τῶν μετανοούντων δεχόμενος, ἀσφαλιζέσθω πλέον ὅτι διὰ τῆς ἱερωσύνης τὰ τῆς σωτηρίας τοῖς ἀνθρώποις ἐνεργεῖται, καὶ διὰ τῆς Ἱερᾶς δὲ θυσίας καὶ εὐχελαίου καὶ τῶν λοιπῶν τελετῶν ἡ ἄφεσίς τε καὶ κάθαρσις δίδοται, καὶ ἡ μεταδόσις τοῦ ἁγιασμοῦ, καὶ μᾶλλον τῆς χρείας ἔχουσι κοινωνίας ἡ μετὰ Χριστοῦ ἕνωσις. Διὸ εἰ πάθει τις οἰκείω, ἢ ὡς διαφθονούμενος ἱερεῖ, ἢ ὡς παρακερδαίνειν αὐτὸς βουλόμενος, κωλύει μὲν ἱερεῦσι διδόναι, ἢ τὴν φρικτὴν θυσίαν ἢ τά τοῦ εὐχελαίου γενέσθαι ὑπὲρ τινος, προφασίζεται δὲ τὴν ἐλεημοσύνην, καὶ τοῦτο κρεῖσσον εἶναι πάντων φησί, καὶ ἀποστερεῖ τινα τῶν πιστῶν τῆς ἀπὸ τοῦ ἁγίου ἐλαίου καὶ τῶν εὐχῶν καθάρσεως, καὶ τοῦ θείου ἀπὸ τῆς κοινωνίας ἢ ἱερουργίας ἁγιασμοῦ, αὐτὸς τὸν περὶ τούτου λόγον μᾶλλον ἀπαιτηθήσεται. Πλὴν καὶ ἕκαστον τῶν ἁμαρτημάτων τὸ οἰκεῖον ἕξει καὶ ἀνάλογον ἐπιτίμιον, καὶ οὐ πάντα δι᾿ ἑνὸς ἔσονται συγχωρούμενα· ἀλλ᾿ εἰ μὲν φόνος εἴη τὸ ἔγκλημα, μετὰ τὸν κανόνα τῆς Ἐκκλησίας καὶ αἰχμαλώτου λύτρον ὑπὲρ τοῦ ἡμαρτηκότος καὶ τοῦ τεθνηκότος εἰ περιουσίαν ὁ φονεύσας ἔχει, γινέσθω ψυχὴ ἀντὶ τῆς ψυχῆς· εἰ δέ γε ἐμβρύου ἀποβολή, δι᾿ ἀναδοχῆς καὶ ἀνατροφῆς πτωχοῦ νηπίου ἡ ἰατρεία ἔστω. Εἰ δὲ πορνεῖα ἢ μοιχεία ἢ τις ἀκαθαρσία, δι᾿ ἀποχῆς πρῶτον μὲν τοῦ πταίσματος καὶ τῆς ἁμαρτίας, ἔπειτα δὲ διὰ τῆς κατὰ δύναμιν κακοπαθείας τῆς σαρκός· ὅτι καὶ τρυφῆς καὶ σαρκὸς ἡδονῆς τὸ ἁμάρτημα. Καὶ ὡς τῇ Εὔᾳ λῦπαι ἀντὶ τῆς ἡδονῆς, καὶ τῷ Ἀδὰμ ἱδρῶτες καὶ ἄκανθαι, ὁμοίως στένωσις σαρκὸς εἰς ταπείνωσιν αὐτῆς τε καὶ ἰατρείαν ἔσται τῷ διὰ φιληδονίας πεσόντι. Εἰ δ᾿ οὐ προαίρεσις οὐδὲ ἰσχύς, δι᾿ ἐλεημοσύνης ἰατρευθήτω ἤ ἐγκρατείας ἤ λυτρώσεως αἰχμαλώτου, εἰ εὐπορία τῷ ἡμαρτηκότι ἐστὶν εἰ δὲ ἀδικίας ἔργα συνέβη, διὰ τῆς ἀποδόσεως τοῦ ληφθέντος ἔσται τῆς ἁμαρτίας ἀπαλλαγή. Ἐλεημοσύνη δὲ κατὰ τὸν Ζακχαῖον κάθαρσις ἔστω τοῦ τῆς ἀδικίας καὶ ἁρπαγῆς ἐγκλήματος. Εἰ δὲ βλασφημία ἤ ἄρνησίς τινι γέγονε, διὰ προσευχῆς συνεχοῦς, ἵνα τὴν βλασφημίαν ἐξέλῃ, καὶ δακρύων, ἵν᾿ ἐκπλυνθῇ, καὶ ἐλεημοσύνης ἵν᾿ ἐλέους ἐπιτύχῃ ἀθετήσας τὸν ποιητήν, καὶ ἐγκρατείας διὰ τὰς κρεοφαγίας καὶ τὰς ἀκαθάρτους ἄλλας τροφάς. Ἐπιορκία δὲ εἰ συμβαίη, ἤ διαβολὴ τινος πρὸς ἕτερον, ἢ προδοσία πρὸς ἄρχοντα πταίσαντος ἢ μὴ πταίσαντος, διὰ τῶν ὁμοίων τῆς βλασφημίας διορθωθήσεται ὁ πεσών, καὶ τοῦ ἀπαλλάξαι τὸν ἄνθρωπον τοῦ κακοῦ. Ἐνέχεται γὰρ τοῦτο πρῶτον ποιήσαι, εἰ δύναται, ὡς καὶ τὴν ἀδικίαν πρῶτον ἀποδοῦναι ὁ ἀδικήσας ἢ κλέψας, εἴτε τι τινος εὑρηκώς, καὶ μᾶλλον εἰ καὶ ἐντολὴ γέγονε· καὶ οὐδὲν ἔσται τὸ λῦον, εἰ μὴ ἤ τῷ ἀδικηθέντι, ἢ τῷ ἀπολέσαντι ἀποδῷ, ἢ τοῖς τέκνοις αὐτοῦ, ἢ τοῖς πένησιν ἀδελφοῖς διακρίσει πνευματικοῦ Πατρός· καὶ ἐν τοῖς λοιποῖς πᾶσι ποιεῖν, ὡς καὶ κανόνες διακελεύονται. Διο χρὴ τὸν οἰκονομοῦντα ψυχὰς τούτους εἰδέναι, καὶ κατὰ τὸν ὅρον ποιεῖν, καὶ μήτε ἀφιέναι ἀκαίρως, συμπαθῶς δῆθεν, ὅτι ἀπόλλυσι, μηθ᾿ ὑπερβαίνειν ὡς δῆθεν ἐξακριβούμενον καὶ καθαρὸν ὄντα, ἵνα μὴ παραπέμψῃ τῇ ἀπογνώσει· ἐν ἀρίστῳ δὲ μέτρῳ πάντα ποιεῖν ἄριστον δὲ τὸ τῶν ἁγίων ὅτι καὶ δι᾿ αὐτῶν εἰς ἡμᾶς ἡ δωρεά· καὶ ἔσται ἐν ἡμῖν, εἰ τὰ ἐκείνων τηρεῖν σπουδάζομεν. Ἔσται δὲ κατ᾿ αὐτοὺς καὶ συγκαταβάσεως τρόπος τοῖς προθυμίαν ἐνδεικνυμένοις καὶ μετανοοῦσι θερμῶς καὶ τοῦ κακοῦ ἀφισταμένοις, οἳ καὶ τὸν κριτὴν ἰλεοῦνται, καὶ μεταδοῦναι τούτοις καὶ ἔνδον τοῦ ὡρισμένου τοῦ ἀγαθοῦ διὰ τὸ θερμὸν καὶ τὴν μετάνοιαν ἀγαθόν. Ἁπλῶς δὲ ἐν τοῖς τῶν ζώντων ἁμαρτήμασι πᾶσιν ἡ τῶν αἰχμαλώτων ἀνάῤῥυσις προτιμότερα τῶν ἄλλων ἔργων ὅτι πρῶτον παντὸς ἔργου τὸ ψυχὴν ἐξαγαγεῖν ἀπὸ ἀσεβείας τε καὶ δουλείας· ὃ ἐστὶν ἐκ θανάτου ἐξαγαγεῖν καὶ τοῦτο καλύπτει πλῆθος ἁμαρτιῶν, ὡς γέγραπται. Ἔπειτα ἐλεημοσύνη εἰ μὴ ἱκανὸς βίος εἴη τῷ ἁμαρτήσαντι· ἐν ταύτῃ δὲ ὀρφανοῦ πρόνοια ἀπορουμένου τε καὶ πτωχοῦ, προτιμηθήσεται μᾶλλον· εἶτα ἀσθενούντων καὶ τῶν ἐν φυλακαῖς καὶ τῶν λοιπῶν ἐπιμέλεια. Τὰ τῶν λειτουργιῶν δὲ γινέσθω μετὰ τὸ στῆναι τὸν πταίσαντα τῆς ἁμαρτίας, καὶ μετανοεῑν γνησίως· εἰς κατάκριμα γὰρ ἔσται προσφερομένη μερὶς ὑπὲρ ἐνεργοῦντος τὴν ἁμαρτίαν· καὶ ὥσπερ ὁ κοινωνῶν ἀναξίως εἰς, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, φησὶν ὁ Παῦλος, οὕτω κατάκριμα ἔξει καὶ ὁ προσφέρων ἀναξίως, ἐν τῷ μὴ ἀφίστασθαι τῆς ἁμαρτίας, ἡ καὶ ἑορτὴν ποιεῖν τῷ Θεῷ ἢ τοῖς ἁγίοις αὐτοῦ. Τὸ δέ γε εὐχέλαιον ἀναγκαιότατον ὡς ἱερὰ τελετὴ καὶ τῶν ἑπτὰ μυστηρίων ὑπέρ τε ἀῤῥωστούντων, ὡς παρελάβομεν, καὶ ὑπὲρ πιστοῦ, παντὸς βουλομένου προσελθεῖν τοῖς φρικτοῖς μυστηρίοις, μᾶλλον δὲ καὶ ὑπὲρ παντὸς περιπεπτωκότος ἁμαρτήμασι, καὶ τὸν κανόνα τῆς μετανοίας τετελεκότος, καὶ πρὸς τὸ κοινωνῆσαι σπεύδοντος, ἔνδοσιν παρὰ τοῦ Πατρὸς εἰληφότος· ἀφίησι γὰρ ἡ τοῦ ἁγίου ἐλαίου ἱερὰ τελετή τε καὶ χρίσις τὰ ἁμαρτήματα, ὡς ὁ Ἀδελφόθεος γράφει· καὶ αἱ εὐχαὶ πρὸς τοῦτο συντελοῦσι τῶν ἱερέων. Τοῖς δὲ κεκοιμημένοις λυσιτελεστάτη πρὸ παντὸς ἡ ἱερουργία· τὰ δὲ λοιπὰ δεύτερα· ὅτι πέπαυται μὲν ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας ἀποθανών, κοινωνεῖ δὲ διὰ τῆς θυσίας Χριστῷ καὶ εὐφροσύνης θείας καὶ χάριτος ἐκπληροῦται, καὶ πάσης ἐκλυτροῦται ὀδύνης θείῳ ἐλέει. Πρὸ πάντων οὖν ὑπὲρ αὐτοῦ τὰ τῆς ἱερουργίας τελείσθω· ἔπειτα εἰ βίος ἐστὶν αὐτῷ, γινέσθω καὶ λύτρωσις αἰχμαλώτων, καὶ ἐλεημοσύναι τοῖς πένησι, καὶ οἰκοδομαὶ θείων οἴκων, καὶ λοιπὰ ἕτερα πρὸς σωτηρίαν αὐτοῦ συντείνοντα. 75. Ἐρώτηση: Ποία κρείττων ἐλεημοσύνη ἐστίν; Ἀπόκριση: Ὁ βουλόμενος ποιεῖν ἐλεημοσύνην, εἰ δύναται ὁ πάντων ὑπὲρ ἐλευθερίας, ὡς ἔφημεν, ποιείτω τῶν αἰχμαλώτων, καὶ μάλιστα νηπίων καὶ παίδων κινδυνευόντων κατὰ ψυχὴν· εἶτα ὑπέρ τε ἱερέων αἰχμαλώτων καὶ γηραιῶν καὶ λοιπῶν. Δεύτερον δὲ διδότω ἀσθενέσι λελωβημένοις τε καὶ λοιποῖς τοῖς καὶ πολλῆς βοηθείας δεομένοις. Σὺν αὐτοῖς δὲ καὶ τοῖς διὰ Θεὸν ἐναποκλείστοις τῶν μοναχῶν, ὡς οἱ Πατέρες φασίν, ἐπεὶ Θεοῦ δοῦλοι οὗτοι, καὶ ἔργον ἐνεργοῦσιν ἀγγέλων, καὶ διὰ Θεὸν εἰσιν ἐναπόκλειστοι, καὶ εἴ γε ζῶσι κατὰ Θεόν, ἐν αὐτοῖς πᾶσαι πληροῦνται αἱ ἐντολαί· ἔπειτα τοῖς ἐν φυλακῇ καὶ χήραις, καὶ λοιποῖς ἄλλοις, μὴ ἔθος ἔχουσι τῆς οἰκίας ἐξελθεῖν καὶ τελευταῖον τοῖς λοιποῖς ἅπασι πτωχοῖς. Καὶ ἡ τῶν ξένων δὲ θεραπεία καὶ μάλιστα ἐνδεῶν πολὺν παρέχεται τὸν μισθόν. Ὡς καὶ ὁ Σωτὴρ ἡμῶν ὁ καὶ κριτὴς καὶ Θεὸς ἐδίδαξεν. 76. Ἐρώτηση: Εἰ ἔχων τις νομίσματα δέκα, αἰχμάλωτος δ᾿ ἐστὶ καὶ πένητες δέκα, τίνι δώσει ἐκ τούτων; Ἀπόκριση: Εἰ δυναταί τις διὰ τῶν δέκα νομισμάτων αἰχμάλωτον ῥύσασθαι, κρεῖσσον δοῦναι ὑπὲρ αὐτοῦ ἥπερ εἰς δέκα ἢ καὶ πλείονας πτωχοὺς τοὺς διὰ τροφὴν αἰτοῦντας μόνον, εἴ γε ἐλπὶς ταύτην παρ᾿ ἄλλων εὑρεῖν. Εἰ δὲ λιμοῦ κίνδυνος καὶ θανάτου, καὶ τῷ αἰχμαλώτῳ καὶ τοῖς πτωχοῖς μεριστέον. Τὰ γὰρ τῆς βίας ἀναγκαιότερα.
3. Ἐρώτηση: Τί χρὴ ποιῆσαι μετὰ τὴν θανὴν τῶν μοιχαλίδων τις; Ἀπόκρισις: Μὴ θάπτεσθαι ὑπὸ Ἱερέως, ἐὰν μὴ μετανοήσωσι καὶ χωρισθῶσι ζῶντες, ὥς φησι καὶ ὁ Μέγας Βασίλειος ἐν κανόνι λβ´. Ὅτι καὶ εἰς τὴν νῆσον Ῥόδον, διὰ νὰ εὐλογήσῃ τις Πνευματικὸς μοιχαλίδα, ἐφυλακίσθη ὑπὸ τοῦ ἄρχοντος τῆς νήσου μῆνας ἕξ, ἐκαθῃρέθη ὑπὸ τοῦ ἀρχιερέως· μετὰ παρακλήσεως πλείστης πολλῶν ἀνθρώπων καὶ αὐτοῦ πολλῶν δακρύων, μᾶλλον δὲ διὰ τὴν στέρησιν τῶν πνευματικῶν, ὅτι ἐν τοῖς ὄρεσιν ἦν κατοικῶν ἐν μοναστηρίῳ, ἐσυγχωρήθη τοῦ ἐξαγορεύειν μόνου. Καὶ πρόσεχε, οἱ μοιχοὶ μετὰ ἀφορισμοῦ μὴ ἐσθίειν ἀντίδωρον ἢ κοινωνίας, ἕως οὗ μετανοήσωσι. 18. Ἐρώτηση: Φυλακτάρια, ἢ βοτάνα χωρὶς γοητείας, ἢ ποτήριον εἰς τὴν κεφαλὴν μεθ᾿ ὕδατος, διὰ τὸν ἥλιον, ἢ κουνενὸν εἰς τὸν ὀμφαλόν, τὶ κωλύει διὰ τὸν πόνον; Ἀπόκριση: Φυλακτάρια, ἔχοντα μόνον εὐαγγέλιον χωρὶς χαρακτήρων, ἢ καὶ βότανα χωρὶς γοητείας, ἢ καὶ ποτήριον μεθ᾿ ὕδατος, ἢ κουνενὸν χωρὶς ἐπῳδῆς καὶ γοητείας, ἵνα ἐλευθερωθῇ συντόμως τὸ ἄλγος τοῦ σώματος, ὁ Θεὸς δίδει τὴν ἴασιν, καὶ οὐχ ἁμαρτάνεις, ὅτι οὔκ ἐστι γοητεία τοῦτο· ὁ κανὼν τοὺς γόητας καὶ ἐπῳδοὺς καὶ φαρμακοὺς κωλύει. Εἰ δὲ τὰ φάρμακα, ἕκαστον ἔχει τὴν αὐτοῦ ἐνέργειαν διὰ τήν τοῦ Θεοῦ βοηθείας, ὥσπερ καὶ οἱ ἰατροὶ καὶ ἅγιοι Ἀνάργυροι διὰ τῆς βοτάνης καὶ Θεοῦ δυνάμεως ἐθεράπευον.