Ἐπίσκοπος χειροτονείσθω ὑπὸ ἐπισκόπων δύο ἢ τριῶν.
Πρεσβύτερος ὑπὸ ἑνὸς ἐπισκόπου χειροτονείσθω, καὶ διάκονος, καὶ οἱ λοιποὶ κληρικοί.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, παρὰ τὴν τοῦ Κυρίου διάταξιν τὴν ἐπὶ τῇ θυσίᾳ, προσενέγκῃ ἕτερά τινα ἐπὶ τὸ θυσιαστήριον, ἢ μέλι, ἢ γάλα, ἢ ἀντὶ οἴνου σίκερα ἐπιτηδευτά, ἢ ὄρνεις ἢ ζῶά τινα, ἢ ὄσπρια, παρὰ τὴν διάταξιν, καθαιρείσθω· πλὴν νέων χίδρων, ἢ σταφυλῆς, τῷ καιρῷ τῷ δέοντι. Μὴ ἐξὸν δὲ ἔστω προσάγεσθαί τι ἕτερον πρὸς τὸ θυσιαοτήριον, ἢ ἔλαιον εἰς τὴν λυχνίαν, καὶ θυμίαμα τῷ καιρῷ τῆς ἁγίας προσφορᾶς.
Ἡ ἄλλη πᾶσα ὀπώρα εἰς οἶκον ἀποστελλέσθω, ἀπαρχὴ τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις, ἀλλὰ μὴ πρὸς τὸ θυσιαστήριον. Δῆλον δὲ ὡς ὁ ἐπίσκοπος καὶ οἱ πρεσβύτεροι ἐπιμερίσουσι τοῖς διακόνοις, καὶ τοῖς λοιποῖς κληρικοῖς.
Ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, τὴν ἑαυτοῦ γυναῖκα μὴ ἐκβαλλέτω προφάσει εὐλαβείας· ἐὰν δὲ ἐκβάλῃ, ἀφοριζέσθω· ἐπιμένων δέ, καθαιρείσθω.
Ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, κοσμικάς φροντίδας μὴ ἀναλαμβανέτω· εἰ δὲ μή, καθαιρείσθω.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, τὴν ἁγίαν τοῦ Πάσχα ἡμέραν πρὸ τῆς ἐαρινῆς ἰσημερίας μετὰ Ἰουδαίων ἐπιτελέσοι, καθαιρείσθω.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ἐκ τοῦ καταλόγου τοῦ ἱερατικοῦ, προσφορᾶς γενομένης μὴ μεταλάβοι, τὴν αἰτίαν εἰπάτω· καὶ ἐὰν ᾖ εὔλογος, συγγνώμης τυγχανέτω· εἰ δὲ μὴ λέγοι, ἀφοριζέσθω, ὡς αἴτιος βλάβης γενόμενος τῷ λαῷ, καὶ ὑπόνοιαν ἐμποιήσας κατὰ τοῦ προσενέγκαντος, ὡς μὴ ὑγιῶς ἀνενέγκαντος.
Πάντας τοὺς εἰσιόντας πιστούς, καὶ τῶν γραφῶν ἀκούοντας, μὴ παραμένοντας δὲ τῇ προσευχῇ καὶ τῇ ἁγίᾳ μεταλήψει, ὡς ἀταξίαν ἐμποιοῦντας τῇ ἐκκλησίᾳ ἀφορίζεσθαι χρή.
Εἴ τις ἀκοινωνήτῳ κἄν ἐν οἴκῳ συνεύξηται, οὗτος ἀφοριζέσθω.
Εἴ τις καθῃρημένῳ κληρικὸς ὤν κληρικῷ συνεύξηται, καθαιρείσθω καὶ αὐτός.
Εἴ τις κληρικός, ἢ λαϊκός, ἀφωρισμένος, ἤτοι ἄδεκτος, ἀπελθὼν ἐν ἑτέρᾳ πόλει προσδεχθῇ ἄνευ γραμμάτων συστατικῶν, ἀφοριζέσθω καὶ ὁ δεξάμενος, καὶ ὁ δεχθείς.
Εἰ δὲ ἀφωρισμένος εἴη, ἐπιτεινέσθω αὐτῷ ὁ ἀφορισμός, ὡς ψευσαμένῳ καὶ ἀπατήσαντι τὴν ἐκκλησίαν τοῦ Θεοῦ.
Ἐπίσκοπον μὴ ἐξεῖναι καταλείψαντα τὴν ἑαυτοῦ παροικίαν ἑτέρᾳ ἐπιπηδᾶν, κἂν ὑπὸ πλειόνων ἀναγκάζηται, εἰ μή τις εὔλογος αἰτία ᾖ, τοῦτο βιαζομένη αὐτὸν ποιεῖν, ὡς πλέον τι κέρδος δυναμένου αὐτοῦ τοῖς ἐκεῖσε λόγῳ εὐσεβείας συμβάλλεσθαι· καὶ τοῦτο δὲ οὐκ ἀφ᾿ ἑαυτοῦ, ἀλλὰ κρίσει πολλῶν ἐπισκόπων, καὶ παρακλήσει μεγίστῃ.
Εἴ τις πρεσβύτερος, ἢ διάκονος, ἢ ὅλως τοῦ καταλόγου τῶν κληρικῶν, ἀπολείψας τὴν ἑαυτοῦ παροικίαν, εἰς ἑτέραν ἀπέλθῃ, καὶ παντελῶς μεταστὰς διατρίβῃ ἐν ἄλλῃ παροικίᾳ, παρὰ γνώμην τοῦ ἰδίου ἐπισκόπου, τοῦτον κελεύομεν μηκέτι λειτουργεῖν, εἰ μάλιστα προσκαλουμένου αὐτὸν τοῦ ἐπισκόπου αὐτοῦ ἐπανελθεῖν, οὐχ ὑπήκουσεν, ἐπιμένων τῇ ἀταξίᾳ· ὡς λαϊκὸς μέντοι ἐκεῖσε κοινωνείτω.
Εἰ δὲ ὁ ἐπίσκοπος, παρ᾿ ᾧ τυγχάνουσι, παρ᾿ οὐδὲν λογισάμενος τὴν κατ᾿ αὐτῶν ὁρισθεῖσαν ἀργίαν, δέξηται αὐτοὺς ὡς κληρικούς, ἀφοριζέσθω, ὡς διδάσκαλος ἀταξίας.
Ὁ δυσὶ γάμοις συμπλακείς μετὰ τὸ βάπτισμα, ἢ παλλακὴν κτησάμενος, οὐ δύναται εἶναι ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ.
Ὁ χήραν λαβών, ἢ ἐκβεβλημένην, ἢ ἑταίραν, ἢ οἰκέτιν, ἢ τῶν ἐπὶ σκηνῆς, οὐ δύναται εἶναι ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ.
Ὁ δύο ἀδελφὰς ἀγαγόμενος, ἢ ἀδελφιδῆν, οὐ δύναται εἶναι κληρικός.
Κληρικὸς ἐγγύας διδούς, καθαιρείσθω.
Εὐνοῦχος, εἰ μὲν ἐξ ἐπηρείας ἀνθρώπων ἐγένετό τις, ἢ ἐν διωγμῷ ἀφῃρέθη τὰ ἀνδρῶν, ἢ οὕτως ἔφυ, καὶ ἔστιν ἄξιος, ἐπίσκοπος γινέσθω.
Ὁ ἀκρωτηριάσας ἑαυτὸν μὴ γινέσθω κληρικός· αὐτοφονευτὴς γὰρ ἐστιν ἑαυτοῦ, καὶ τῆς τοῦ Θεοῦ δημιουργίας ἐχθρός.
Εἴ τις κληρικὸς ὤν, ἑαυτὸν ἀκρωτηριάσοι, καθαιρείσθω· φονεὺς γὰρ ἐστιν ἑαυτοῦ.
Λαϊκὸς ἑαυτὸν ἀκρωτηριάσας, ἀφοριζέσθω ἔτη τρία· ἐπίβουλος γάρ ἐστι τῆς ἑαυτοῦ ζωῆς.
Ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος ἐπὶ πορνείᾳ, ἢ ἐπιορκίᾳ, ἢ κλοπῇ ἁλούς, καθαιρείσθω, καὶ μὴ ἀφοριζέσθω· λέγει γὰρ ἡ γραφή· Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό. Ὡσαύτως καὶ οἱ λοιποὶ κληρικοί.
Τῶν εἰς κλῆρον προσελθόντων ἀγάμων, κελεύομεν βουλομένους γαμεῖν, ἀναγνώστας, καὶ ψάλτας μόνους.
Ἐπίσκοπον, ἢ πρεσβύτερον ἢ διάκονον, τύπτοντα πιστοὺς ἁμαρτάνοντας, ἢ ἀπίστους ἀδικήσαντας, καὶ διὰ τοιούτων φοβεῖν ἐθέλοντα, καθαιρεῖσθαι προστάττομεν· οὐδαμοῦ γὰρ ὁ Κύριος τοῦτο ἡμᾶς ἐδίδαξε· τοὐναντίον δέ, αὐτὸς τυπτόμενος, οὐκ ἀντέτυπτε, λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων, οὐκ ἠπείλει.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, καθαιρεθείς δικαίως, ἐπὶ ἐγκλήμασι φανεροῖς, τολμήσειεν ἅψασθαι τῆς ποτὲ ἐγχειρισθείσης αὐτῷ λειτουργίας, οὗτος παντάπασιν ἐκκοπτέσθω τῆς ἐκκλησίας.
Εἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης ἐγκρατὴς γένοιτο, ἢ πρεσβύτερος, ἢ διάκονος, καθαιρείσθω καὶ αὐτός, καὶ ὁ χειροτονήσας, καὶ ἐκκοπτέσθω παντάπασι καί τῆς κοινωνίας, ὡς ὁ Σίμων ὁ μάγος ὑπ᾿ ἐμοῦ Πέτρου.
Εἴ τις ἐπίσκοπος κοσμικοῖς ἄρχουσι χρησάμενος, δι᾿ αὐτῶν ἐγκρατὴς ἐκκλησίας γένοιτο, καθαιρείσθω, καὶ ἀφοριζέσθω· καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες.
Εἴ τις πρεσβύτερος, καταφρονήσας τοῦ ἰδίου ἐπισκόπου, χωρὶς συναγάγῃ, καὶ θυσιαστήριον ἕτερον πήξῃ, μηδὲν κατεγνωκώς τοῦ ἐπισκόπου ἐν εὐσεβείᾳ καὶ δικαιοσύνῃ, καθαιρείσθω, ὡς φίλαρχος· τύραννος γάρ ἐστιν. Ὡσαύτως δὲ καὶ οἱ λοιποὶ κληρικοί, καὶ ὅσοι ἂν αὐτῷ προσθῶνται· οἱ δὲ λαϊκοὶ ἀφοριζέσθωσαν. Ταῦτα δὲ μετὰ μίαν, καὶ δευτέραν καὶ τρίτην παράκλησιν τοῦ ἐπισκόπου γινέσθω.
Εἴ τις πρεσβύτερος, ἢ διάκονος, ὑπὸ ἐπισκόπου γένηται ἐν ἀφορισμῷ, τοῦτον μὴ ἐξεῖναι παρ᾿ ἑτέρου δεχθῆναι ἀλλ᾿ ἢ παρὰ τοῦ ἀφορίσαντος αὐτόν, εἰ μὴ ἂν κατὰ συγκυρίαν τελευτήσῃ ὁ ἀφορίσας αὐτὸν ἐπίσκοπος.
Μηδένα τῶν ξένων ἐπισκόπων, ἤ πρεσβυτέρων, ἢ διακόνων ἄνευ συστατικῶν προσδέχεσθαι· καὶ ἐπιφερομένων δὲ αὐτῶν, ἀνακρινέσθωσαν· καὶ εἰ μὲν ὦσι κήρυκες τῆς εὐσεβείας, προσδεχέσθωσαν· εἰ δὲ μή γε, τὰ πρὸς χρείαν αὐτοῖς ἐπιχορηγήσαντες, εἰς κοινωνίαν αὐτοὺς μὴ προσδέξησθε· πολλὰ γὰρ κατὰ συναρπαγὴν γίνεται.
Τοὺς ἐπισκόπους ἑκάστου ἔθνους εἰδέναι χρή τὸν ἐν αὐτοῖς πρῶτον, καὶ ἠγεῖσθαι αὐτὸν ὡς κεφαλήν, καὶ μηδὲν τι πράττειν ἄνευ τῆς ἐκείνου γνώμης· ἐκεῖνα δὲ μόνα πράττειν ἕκαοτον, ὅσα τῇ αὐτοῦ παροικίᾳ ἐπιβάλλει, καὶ ταῖς ὑπ᾿ αὐτὴν χώραις. Ἀλλὰ μηδὲ ἐκεῖνος ἄνευ τῆς πάντων γνώμης ποιείτω τι. Οὕτω γὰρ ὁμόνοια ἔσται, καὶ δοξασθήσεται ὁ θεός, διὰ Κυρίου, ἐν ἁγίῳ Πνεύματι· ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα.
Ἐπίσκοπον μὴ τολμᾶν ἔξω τῶν ἑαυτοῦ ὅρων χειροτονίας ποιεῖσθαι, εἰς τὰς μὴ ὑποκειμένας αὐτῷ πόλεις, καὶ χώρας· εἰ δὲ ἐλεγχθείη τοῦτο πεποιηκώς, παρὰ τὴν τῶν κατεχόντων τὰς πόλεις ἐκείνας, ἢ τὰς χώρας, γνώμην, καθαιρείσθω καὶ αὐτός, καὶ οὓς ἐχειροτόνηοεν.
Εἴ τις χειροτονηθεὶς ἐπίσκοπος μὴ καταδέχοιτο τὴν λειτουργίαν καὶ τὴν φροντίδα τοῦ λαοῦ τὴν ἐγχειρισθεῖσαν αὐτῷ, τοῦτον ἀφωρισμένον τυγχάνειν ἕως ἂν καταδέξηται· ὡσαύτως καὶ πρεσβύτερος καὶ διάκονος. Εἰ δὲ ἀπελθὼν μὴ δεχθείη, οὐ παρὰ τὴν ἑαυτοῦ γνώμην ἀλλὰ παρὰ τὴν τοῦ λαοῦ μοχθηρίαν, αὐτὸς μὲν ἔστω ἐπίσκοπος, ὁ δὲ κλῆρος τῆς πόλεως ἀφοριζέσθω, ὅτι τοιούτου λαοῦ ἀνυποτάκτου παιδευταὶ οὐκ ἐγένοντο.
Δεύτερον τοῦ ἔτους σύνοδος γινέσθω τῶν ἐπισκόπων, καὶ ἀνακρινέτωσαν ἀλλήλως τὰ δόγματα τῆς εὐσεβείας, καὶ τὰς ἐμπιπτούσας ἐκκλησιαστικάς ἀντιλογίας διαλυέτωσαν· ἅπαξ μέν, τῇ τετάρτῃ ἑβδομάδι τῆς Πεντηκοστῆς· δεύτερον δέ, Ὑπερβερεταίου δωδεκάτῃ.
Πάντων τῶν ἐκκλησιαστικῶν πραγμάτων ὁ ἐπίσκοπος ἐχέτω τὴν φροντίδα, καὶ διοικείτω αὐτά, ὡς τοῦ Θεοῦ ἐφορῶντος· μὴ ἐξεῖναι δὲ αὐτῷ σφετερίζεσθαί τι ἐξ αὐτῶν, ἢ συγγενέσιν ἰδίοις τὰ τοῦ Θεοῦ χαρίζεσθαι· εἰ δὲ πένητες εἶεν, ἐπιχορηγείτω ὡς πένησιν, ἀλλὰ μὴ προφάσει τούτων τὰ τῆς ἐκκλησίας ἀπεμπολείτω.
Οἱ πρεσβύτεροι, καὶ οἱ διάκονοι, ἄνευ γνώμης τοῦ ἐπισκόπου μηδὲν ἐπιτελείτωσαν· αὐτὸς γὰρ ἐστὶν ὁ πεπιστευμένος τὸν λαὸν τοῦ Κυρίου, καὶ τὸν ὑπὲρ τῶν ψυχῶν αὐτῶν λόγον ἀπαιτηθησόμενος.
Ἔστω φανερὰ τὰ ἴδια τοῦ ἐπισκόπου πράγματα, (εἴ γε καὶ ἴδια ἔχοι) καὶ φανερὰ τὰ Κυριακά· ἵνα ἐξουσίαν ἔχῃ τὰ ἴδια, τελευτῶν ὁ ἐπίσκοπος, οἷς βούλεται καὶ ὡς βούλεται καταλεῖψαι· καὶ μὴ προφάσει τῶν ἐκκλησιαστικῶν πραγμάτων διαπίπτειν τὰ τοῦ ἐπισκόπου, ἐσθ᾿ ὅτε γυναῖκα καὶ παῖδας κεκτημένου, ἢ συγγενεῖς, ἢ οἰκέτας. Δίκαιον γὰρ παρὰ θεῷ καὶ ἀνθρώποις, τὸ μήτε τὴν ἐκκλησίαν ζημίαν τινὰ ὑπομένειν ἀγνοίᾳ τῶν τοῦ ἐπισκόπου πραγμάτων, μήτε τὸν ἐπίσκοπον, ἢ τοὺς αὐτοῦ συγγενεῖς, προφάσει τῆς ἐκκλησίας, δημεύεσθαι, ἢ καὶ εἰς πράγματα ἐμπίπτειν τοὺς αὐτῷ διαφέροντας, καὶ τὸν αὐτοῦ θάνατον δυσφημίαις περιβάλλεσθαι.
Προστάσσομεν τὸν ἐπίσκοπον ἐξουσίαν ἔχειν τῶν τῆς ἐκκλησίας πραγμάτων. Εἰ γὰρ τὰς τιμίας τῶν ἀνθρώπων ψυχὰς αὐτῷ πιστευτέον, πολλοῦ ἂν δέῃ περὶ τῶν χρημάτων ἐντέλλεσθαι, ὥστε κατὰ τὴν αὐτοῦ ἐξουσίαν πάντα διοικεῖσθαι, καὶ τοῖς δεομένοις διὰ τῶν πρεσβυτέρων καὶ διακόνων ἐπιχορηνεῖσθαι μετὰ φόβου Θεοῦ καὶ πάσης εὐλαβείας. Μεταλαμβάνειν δὲ καὶ αὐτὸν τῶν δεόντων (εἴ γε δέοιτο) εἰς τὰς ἀναγκαίας αὐτοῦ χρείας, καὶ τῶν ἐπιξενουμένων ἀδελφῶν, ὡς κατὰ μηδένα τρόπον αὐτοὺς ὑστερεῖσθαι· ὁ γὰρ νόμος τοῦ Θεοῦ διετάξατο, τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας ἐκ τοῦ θυσιαστηρίου τρέφεσθαι· ἐπεί περ οὐδὲ στρατιώτης ποτὲ ἰδίοις ὀψωνίοις ὅπλα κατὰ πολεμίων ἐπιφέρεται.
Ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, κύβοις σχολάζων, καὶ μέθαις, ἢ παυσάσθω, ἢ καθαιρείσθω.
Ὑποδιάκονος, ἢ ἀναγνώστης, ἢ ψάλτης, τὰ ὅμοια ποιῶν, ἢ παυσάσθω, ἢ ἀφοριζέσθω· ὡσαύτως καὶ λαϊκός.
Ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, τόκους ἀπαιτῶν τοὺς δανειζομένους, ἢ παυσάσθω, ἢ καθαιρείσθω.
Ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, αἱρετικοῖς συνευξάμενος μόνον, ἀφοριζέσθω· εἰ δὲ ἐπέτρεψεν αὐτοῖς ὡς κληρικοῖς ἐνεργῆσαί τι, καθαιρείσθω.
Ἐπίσκοπον, ἢ πρεσβύτερον, αἱρετικῶν δεξαμένους βάπτισμα ἢ θυσίαν, καθαιρεῖσθαι προστάττομεν. Τίς γὰρ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;
Ἐπίσκοπος, ἢ πρεσβύτερος, τὸν κατὰ ἀλήθειαν ἔχοντα βάπτισμα ἐὰν ἄνωθεν βαπτίσῃ ἢ τὸν μεμολυσμένον παρὰ τῶν ἀσεβῶν ἐὰν μὴ βαπτίσῃ, καθαιρείσθω, ὡς γελῶν τὸν σταυρὸν καὶ τὸν τοῦ Κυρίου θάνατον, καὶ μὴ διακρίνων ἱερέας ψευδοϊερέων.
Εἴ τις λαϊκὸς τὴν ἑαυτοῦ γυναίκα ἐκβαλὼν ἑτέραν λάβοι, ἢ παρ᾿ ἄλλου ἀπολελυμένην, ἀφοριζέσθω.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, κατὰ τὴν τοῦ Κυρίου διάταξιν μὴ βαπτίσῃ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἀλλ᾿ εἰς τρεῖς ἄναρχους, ἢ εἰς τρεῖς υἱούς, ἢ εἰς τρεῖς παρακλήτους, καθαιρείσθω.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, μὴ τρία βαπτίσματα μιᾶς μυήοεως ἐπιτελέσῃ, ἀλλ᾿ ἓν βάπτισμα, τὸ εἰς τὸν θάνατον τοῦ Κυρίου διδόμενον, καθαιρείσθω. Οὐ γὰρ εἶπεν ὁ Κύριος, εἰς τὸν θάνατόν μου βαπτίσατε· ἀλλά, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ, γάμου, καὶ κρεῶν, καὶ οἴνου, οὐ δι᾿ ἄσκησιν, ἀλλὰ διὰ βδελυρίαν ἀπέχηται, ἐπιλαθόμενος ὅτι πάντα καλὰ λίαν, καὶ ὅτι ἄρσεν καὶ θῆλυ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἀλλὰ βλασφημῶν διαβάλλῃ τὴν δημιουργίαν, ἢ διορθούσθω, ἢ καθαιρείσθω, καὶ τῆς ἐκκλησίας ἀποβαλλέσθω. Ὡσαύτως καὶ λαϊκός.
Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος, τὸν ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας οὐ προσδέχεται, ἀλλ᾿ ἀποβάλλεται, καθαιρείσθω· ὅτι λυπεῖ Χριστόν, τὸν εἰπόντα· Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἐν ταῖς ἡμέραις τῶν ἑορτῶν οὐ μεταλαμβάνει κρεῶν, καὶ οἴνου, βδελυσσόμενος καὶ οὐ δι᾿ ἄσκησιν, καθαιρείσθω, ὡς κεκαυτηριασμένος τὴν ἰδίαν συνείδησιν, καὶ αἴτιος σκανδάλου πολλοῖς γινόμενος.
Εἴ τις κληρικὸς ἐν καπηλείῳ φωραθείη ἐσθίων, ἀφοριζέσθω· πάρεξ τοῦ (ἐν πανδοχείῳ) ἐν ὁδῷ δι᾿ ἀνάγκην καταλύοντος.
Εἴ τις κληρικὸς ὑβρίσοι τὸν ἐπίσκοπον, καθαιρείσθω· ἄρχοντα γὰρ τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
Εἴ τις κληρικὸς ὑβρίσοι πρεσβύτερον, ἢ διάκονον, ἀφοριζέσθω.
Εἴ τις κληρικὸς χωλόν, ἢ κωφόν, ἢ τυφλόν, ἢ τὰς βάσεις πεπληγμένον χλευάσοι, ἀφοριζέσθω. Ὡσαύτως καὶ λαϊκός.
Ἐπίσκοπος, ἢ πρεσβύτερος, ἀμελῶν τοῦ κλήρου ἢ τοῦ λαοῦ, καὶ μὴ παιδεύων αὐτοὺς τὴν εὐσέβειαν, ἀφοριζέσθω· ἐπιμένων δὲ τῇ ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ, καθαιρείσθω.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, τινὸς τῶν κληρικῶν ἐνδεοῦς ὄντος, μὴ ἐπιχορηγοῖ τὰ δέοντα, ἀφοριζέσθω· ἐπιμένων δὲ, καθαιρείσθω, ὡς φονεύσας τὸν ἀδελφὸν αὐτοῦ.
Εἴ τις τὰ ψευδεπίγραφα τῶν ἀσεβῶν βιβλία ὡς ἅγια ἐπὶ τῆς ἐκκλησίας δημοσιεύοι, ἐπὶ λύμῃ τοῦ λαοῦ καὶ τοῦ κλήρου, καθαιρείσθω.
Εἴ τις κατηγορία γένηται κατὰ πιστοῦ, πορνείας ἢ μοιχείας ἢ ἄλλης τινὸς ἀπηγορευμένης πράξεως, καὶ ἐλεγχθείη, εἰς κλῆρον μὴ προαγέσθω.
Εἴ τις κληρικὸς διὰ φόβον ἀνθρώπινον, Ἰουδαίου ἢ Ἕλληνος ἢ αἱρετικοῦ, ἀρνήσεται, εἰ μὲν τὸ ὄνομα τοῦ Χριστοῦ, ἀποβαλλέσθω· εἰ δὲ τὸ ὄνομα τοῦ κληρικοῦ, καθαιρείσθω· μετανοήσας δέ, ὡς λαϊκὸς δεχθήτω.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ, φάγῃ κρέα ἐν αἵματι ψυχῆς αὐτοῦ, ἢ θηριάλωτον, ἢ θνησιμαῖον, καθαιρείσθω· τοῦτο γὰρ ὁ νόμος ἀπεῖπεν· εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω.
Εἴ τις κληρικός, ἢ λαϊκός, εἰσέλθῃ εἰς συναγωγὴν Ἰουδαίων ἢ αἱρετικῶν προσεύξασθαι, καὶ καθαιρείσθω καὶ ἀφοριζέσθω.
Εἴ τις κληρικός, ἐν μάχῃ τινὰ κρούσας, καὶ ἀπὸ τοῦ ἑνὸς κρούσματος ἀποκτείνῃ, καθαιρείσθω διὰ τὴν προπέτειαν αὐτοῦ· ἐὰν δὲ λαϊκὸς ᾖ, ἀφοριζέσθω.
Εἴ τις κληρικὸς εὑρεθῇ τὴν Κυριακὴν ἡμέραν νηστεύων, ἢ τὸ Σάββατον, (πλὴν τοῦ ἑνὸς μόνου), καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Εἰ τις παρθένον ἀμνήστευτον βιασάμενος ἔχοι, ἀφοριζέσθω· μὴ ἐξεῖναι δὲ αὐτῷ ἑτέραν λαμβάνειν, ἀλλ᾿ ἐκείνην κατέχειν, ἣν καθῃρετίσατο, κἂν πενιχρὰ τυγχάνῃ.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, δευτέραν χειροτονίαν δέξηται παρά τινος, καθαιρείσθω καὶ αὐτός, καὶ ὁ χειροτονήσας· εἰ μή γε ἄρα συσταίη, ὅτι παρὰ αἱρετικῶν ἔχει τὴν χειροτονίαν. Τοὺς γὰρ παρὰ τῶν τοιούτων βαπτισθέντας ἢ χειροτονηθέντας, οὔτε πιστούς, οὔτε κληρικοὺς εἶναι δυνατόν.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὑποδιάκονος, ἢ ἀναγνώστης, ἢ ψάλτης, τὴν ἁγίαν Τεσσαρακοστὴν τοῦ Πάσχα οὐ νηστεύει, ἢ τετράδα, ἢ παρασκευήν, καθαιρείσθω, ἐκτὸς εἰ μὴ δι᾿ ἀσθένειαν σωματικὴν ἐμποδίζοιτο· εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω.
Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὅλως τοῦ καταλόγου τῶν κληρικῶν, νηστεύοι μετὰ Ἰουδαίων, ἢ ἑορτάζοι μετ᾿ αὐτῶν, ἢ δέχοιτο παρ᾿ αὐτῶν τὰ τῆς ἑορτῆς ξένια, οἷον ἄζυμα ἤ τι τοιοῦτον, καθαιρείσθω· εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω.
Εἴ τις χριστιανὸς ἔλαιον ἀπενέγκοι εἰς ἱερὸν ἐθνῶν, ἢ εἰς συναγωγὴν Ἰουδαίων, ἐν ταῖς ἑορταῖς αὐτῶν, ἢ λύχνους ἅπτοι, ἀφοριζέσθω.
Εἴ τις κληρικός, ἢ λαϊκός, ἀπὸ τῆς ἁγίας ἐκκλησίας ἀφέληται κηρόν, ἢ ἔλαιον, ἀφοριζέσθω, καὶ τὸ ἐπίπεμπτον προστιθέτω μεθ᾿ οὗ ἔλαβεν.
Σκεῦος χρυσοῦν ἢ ἀργυροῦν ἁγιασθέν, ἢ ὀθόνην, μηδεὶς ἔτι εἰς οἰκείαν χρῆσιν σφετεριζέσθω· παράνομον γάρ. Εἰ δέ τις φωραθείη, ἐπιτιμάσθω ἀφορισμῷ.
Ἐπίσκοπον κατηγορηθέντα ἐπί τινι παρὰ ἀξιοπίστων ἀνθρώπων, καλεῖσθαι αὐτὸν ἀναγκαῖον ὑπὸ ἐπισκόπων· κἂν μὲν ἀπαντήσῃ, καὶ ὁμολογήσῃ, ἢ ἐλεγχθείη, ὁριζέσθω τὸ ἐπιτίμιον. Ἐὰν δὲ καλούμενος μὴ ὑπακούσῃ, καλείσθω καὶ δεύτερον, ἀποστελλομένων ἐπ᾿ αὐτὸν δύο ἐπισκόπων. Ἐὰν δὲ καὶ οὕτω μὴ ὑπακούσῃ, καλείσθω καὶ τρίτον, δυὸ πάλιν ἐπισκόπων ἀποστελλομένων πρὸς αὐτόν. Ἐὰν δὲ καὶ οὕτω καταφρονήσας μὴ ἀπαντήσῃ, ἡ σύνοδος ἀποφαινέσθω κατ᾿ αὐτοῦ τὰ δοκοῦντα· ὅπως μὴ δόξῃ κερδαίνειν φυγοδικῶν.
Εἰς μαρτυρίαν τὴν κατὰ ἐπισκόπου αἱρετικὸν μὴ προσδέχεσθαι, ἀλλὰ μηδὲ πιστὸν ἕνα μόνον. Ἐπὶ στόματος γὰρ δύο, ἢ τριῶν μαρτύρων, σταθήσεται πᾶν ῥῆμα.
Ὅτι οὐ χρὴ ἐπίσκοπον τῷ ἀδελφῷ, ἢ τῷ υἱῷ, ἢ ἑτέρῳ συγγενεῖ χαριζόμενον, εἰς τὸ ἀξίωμα τῆς ἐπισκοπῆς χειροτονεῖν ὃν βούλεται· κληρονόμους γὰρ τῆς ἐπισκοπῆς ποιεῖσθαι οὐ δίκαιον, τὰ τοῦ Θεοῦ χαριζόμενον πάθει ἀνθρωπίνῳ· οὐ γὰρ τὴν τοῦ Θεοῦ ἐκκλησίαν ὑπὸ κληρονόμους ὀφείλει τιθέναι. Εἰ δέ τις τοῦτο ποιήσει, ἄκυρος μενέτω ἡ χειροτονία· αὐτὸς δὲ ἐπιτιμάσθω ἀφορισμῷ.
Εἴ τις ἀνάπηρος ᾖ τὸν ὀφθαλμόν, ἢ τὸ σκέλος πεπληγμένος, ἄξιος δέ ἐστιν ἐπισκοπῆς, γινέσθω· οὐ γὰρ λώβη σώματος αὐτὸν μιαίνει, ἀλλὰ ψυχῆς μολυσμός.
Κωφὸς δὲ ὤν, καὶ τυφλός, μὴ γινέσθω ἐπίσκοπος· οὐχ ὡς μεμιασμένος, ἀλλ᾿ ἵνα μὴ τὰ ἐκκλησιαστικὰ παρεμποδίζοιτο.
Ἐάν τις δαίμονα ἔχῃ, κληρικὸς μὴ γινέσθω, ἀλλὰ μηδὲ τοῖς πιστοῖς συνευχέσθω· καθαρισθεὶς δέ, προσδεχέσθω, καί, ἐὰν ᾖ ἄξιος, γινέσθω.
Τὸν ἐξ ἐθνικοῦ βίου προσελθόντα, καὶ βαπτισθέντα, ἢ ἐκ φαύλης διαγωγῆς, οὐ δίκαιόν ἐστι πάραυτα προχειρίζεσθαι ἐπίσκοπον· ἄδικον γάρ, τὸν μηδέπω πεῖραν ἐπιδειξάμενον, ἑτέρων εἶναι διδάσκαλον· εἰμή που κατὰ θείαν χάριν τοῦτο γένηται.
Εἴπομεν, ὅτι οὐ χρὴ ἐπίσκοπον, ἢ πρεσβύτερον καθιέναι ἑαυτὸν εἰς δημοσίας διοικήσεις, ἀλλὰ προσευκαιρεῖν ταῖς ἐκκλησιαστικαῖς χρείαις. Ἢ πειθέσθω οὖν τοῦτο μὴ ποιεῖν, ἢ καθαιρείσθω. Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν, κατὰ τὴν Κυριακὴν παρακέλευσιν.
Οἰκέτας εἰς κλῆρον προχειρίζεσθαι ἄνευ τῆς τῶν δεσποτῶν γνώμης οὐκ ἐπιτρέπομεν, ἐπὶ λύπῃ τῶν δεσποτῶν τῶν κεκτημένων· οἴκων γὰρ ἀνατροπὴν τὸ τοιοῦτον ἐργάζεται. Εἰ δέ ποτε καὶ ἄξιος φανείη οἰκέτης πρὸς χειροτονίαν βαθμοῦ, οἷος καὶ ὁ ἡμέτερος Ὀνήσιμος ἐφάνη, καὶ συγχωρήσωσιν οἱ δεσπόται, καὶ ἐλευθερώσωσι, καὶ τοῦ οἴκου ἐξαποστείλωσι, γινέσθω.
Ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, στρατείᾳ σχολάζων καὶ βουλόμενος ἀμφότερα κατέχειν, Ῥωμαϊκὴν ἀρχὴν καὶ ἱερατικὴν διοίκησιν, καθαιρείσθω. Τὰ γὰρ Καίσαρος, Καίσαρι· καὶ τὰ τοῦ Θεοῦ, τῷ Θεῷ.
Εἴ τις ὑβρίσοι βασιλέα ἢ ἄρχοντα παρὰ τὸ δίκαιον, τιμωρίαν τιννύτω· καὶ εἰ μὲν κληρικός, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Ἔστω ὑμῖν πᾶσι κληρικοῖς καὶ λαϊκοῖς βιβλία σεβάσμια καὶ ἅγια, τῆς μὲν Παλαιᾶς Διαθήκης, Μωυσέως, πέντε· Γένεσις, Ἔξοδος, Λευιτικόν, Ἀριθμοί, Δευτερονόμιον· Ἰησοῦ Ναυῆ, ἕν· Κριτῶν, ἕν· Ρούθ, ἕν· Βασιλειῶν, τέσσαρα· Παραλειπομένων, τῆς βίβλου τῶν ἡμερῶν, δύο· Ἔσδρα, δύο· Ἐσθήρ, ἕν· Μακκαβαίων, τρία· Ἰώβ, ἕν· Ψαλτηρίου, ἕν· Σολομῶντος, τρία, Παροιμίαι, Ἐκκλησιαστής, ᾎσμα ᾈσμάτων· Προφητῶν, δώδεκα· Ἡσαΐου, ἕν· Ἱερεμίου, ἕν· Ἰεζεκιήλ, ἕν· Δανιήλ, ἕν. Ἔξωθεν δὲ ὑμῖν προσιστορείσθω μανθάνειν ὑμῶν τοὺς νέους τὴν Σοφίαν τοῦ πολυμαθοῦς Σειράχ. Ἡμέτερα δὲ (τουτέστι, τῆς Καινῆς Διαθήκης), Εὐαγγέλια τέσσαρα· Ματθαίου, Μάρκου, Λουκᾶ καὶ Ἰωάννου· Παύλου ἐπιστολαὶ, δεκατέσσαρες· Πέτρου ἐπιστολαί, δύο· Ἰωάννου, τρεῖς· Ἰακώβου, μία· Ἰούδα, μία· Κλήμεντος ἐπιστολαί, δύο· καὶ αἱ Διαταγαὶ ὑμῖν τοῖς ἐπισκόποις δι᾿ ἐμοῦ Κλήμεντος, ἐν ὀκτὼ βιβλίοις προσπεφωνημέναι· ἃς οὐ χρὴ δημοσιεύειν ἐπὶ πάντων διὰ τὰ ἐν αὐταῖς μυστικά· καὶ αἱ Πράξεις ἡμῶν τῶν Ἀποστόλων.