. |
Λέγει πάλιν ὁ ἀδελφός· παρακαλῶ νὰ μοῦ εἰπῇς ἔχει πόνον καὶ βίαν ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος, ἢ μετὰ ἀνέσεως καὶ γαλήνης ἐξέρχεται; ὁ δὲ Ὅσιος εἶπε· τέκνον, ἐπειδὴ ἀκόμη δὲν ἀπέθανον, τί γνωρίζω; κατὰ δὲ θεωρίαν σου λέγω, καὶ πρόσεχε· εἶναι δίκαιοι, καὶ δίδουσι πικρὸν θάνατον, καὶ εἶναι ἁμαρτωλοὶ καὶ δίδωσι γλυκὺ θάνατον. Ἀλλ᾿ οὖν ὁ πικρὸς θάνατος τοῦ δικαίου, ἐπέρνει αὐτοῦ τὰς πικρὰς ἁμαρτίας, εἴτι ὡς ἄνθρωπος ἐν τῷ βίῳ ἥμαρτεν. Οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ μόνος ὁ Θεός. Ὁ δὲ γλυκὺς θάνατος τοῦ ἁμαρτωλοῦ, ἐπέρνει αὐτοῦ τὸ μικρὸν δικαίωμα, ὅπερ πολλάκις μετὰ βίας ἐποίησε, καὶ ἀπέρχεται ὁ μὲν δίκαιος, πάνυ καθαρός, ὁ δὲ ἁμαρτωλὸς πάνυ ἀκάθαρτος.
Καὶ λέγω σοι τέκνον, ὅτι ἐὰν καὶ πικρὸς φαίνεται τοῦ δικαίου ὁ θάνατος, ἀλλὰ πρὸς ὥραν· ἀλλὰ ἀπὸ τότε πάντοτε χαίρεται καὶ ἀγάλλεται εὐφροσύνως. Τῷ δὲ ἁμαρτωλῷ, ἐὰν καὶ πρὸς ὥραν φαίνεται γλυκὺς ὁ θάνατος, ἀλλὰ πάντοτε φλέγεται, καὶ παιδεύεται ἐν τῷ ἀσβέστῳ πυρί. Εἶναι δὲ καὶ ἄνομοι ἄλλοι καὶ δίδωσι πικρὸν θάνατον, καὶ παρευθὺς τῇ κολάσει παραπέμπονται. Εἶναι δὲ καὶ ἄλλοι δίκαιοι, καὶ δίδωσι γλυκὺ θάνατον, καὶ παρευθὺς φέρονται εἰς τὴν αἰώνιον Ζωήν. Πολλαὶ γάρ εἰσιν αἱ κρίσεις τοῦ Θεοῦ, καὶ διακρίνει τοῦ καθ᾿ ἑνὸς τὸν βίον πρέποντι θανάτῳ. Καὶ λοιπὸν κατὰ τὴν πολιτείαν τοῦ καθ᾿ ἑνὸς ἀνθρώπου, καὶ τέλος αὐτῷ ἀποδείχνει ὁ δίκαιος κριτής· οὐκ ἔστιν οὖν τέκνον τὸ ἀποθανεῖν φόβος, ἀλλὰ τῇ ὥρᾳ ἐκείνῃ κριθῆναι.
Ὅταν λοιπὸν ἐξέλθη ἡ ψυχὴ ἐκ τοῦ σώματος αὐτῆς, παραλαμβάνουσιν αὐτὴν Ἄγγελοι πολλοί, συντρέχουσι δὲ καὶ ἐκεῖνοι οἱ Ἄγγελοι ὁποῦ φυλάσσουν τὸ γένος τῶν Χριστιανῶν, καὶ περιμένουν νὰ ἰδοῦσι τί μέλλει γενέσθαι εἰς τὴν ψυχὴν ἐκείνην. Συνάγονται δὲ καὶ πλήθη δαιμόνων, καὶ στέκονται τότε ἐκεῖ· καὶ οἱ μὲν Ἄγγελοι διαλαλοῦσι τὰ ἀγαθὰ αὐτῆς ἔργα, οἱ δὲ δαίμονες τὰ πονηρά· οὕτως οὖν ἵστανται τὰ δύο μέρη, καὶ περιμένουν νὰ ἔλθῃ ἄνωθεν ἡ ἀπόφασις, ἢ τῆς σωτηρίας, ἢ τῆς κατακρίσεως. Ποῖον λοιπὸν κόπον καὶ πόνον καὶ θλίψιν νομίζεις νὰ ἔχῃ ἡ ψυχὴ ἐν τῇ ὥρᾳ ἐκείνῃ; ἄλλοτε μὲν ἐννοοῦσα ἐὰν ἀπωλείας ἀπόφασις θὰ ἔλθῃ, τρομάζει ἐκ τοῦ φόβου· ἄλλοτε δὲ σωτηρίας ἀπόφασις νὰ ἔλθῃ, πυκνῶς τὰς χεῖρας εἰς ὕψος σηκώνουσα, καὶ παρακαλῇ νὰ μὴν δοθῇ εἰς τὰς χεῖρας τῶν σκοτεινῶν δυνάμεων. Ἔχουσι καὶ οἱ Ἄγγελοι τότε πολὺν κόπον, ἐλπίζοντες νὰ δεχθοῦν σωτηρίας ἀπόφασιν. Ὁμοίως καὶ τὰ πονηρὰ πνεύματα περιμένουν νὰ ἀπολαύσουν ἀπωλείας ἀπόφασιν, καὶ ὅπου λοιπὸν νεύσει ὁ δίκαιος κριτής, ἐκεῖ καὶ ἀπολύεται ἡ ψυχή· ἢ τοῖς Ἀγγέλοις τοῦ Θεοῦ εἰς σωτηρίαν, ἢ τοῖς πονηροῖς δαίμοσιν εἰς ἀπώλειαν. Τοῦτο ἐστι τέκνον ὁ φόβος καὶ ὁ τρόμος καὶ ἡ δειλία, τὸ μὴ κατακριθῆναι εἰς ἀπώλειαν, καὶ τὸ μὴ ἐμπεσεῖν εἰς χεῖρας τῶν πονηρῶν δαιμόνων, ἐπειδὴ τὸ ἀποθανεῖν, φυσικὸν πρᾶγμα ἐστὶ τοῖς πᾶσι προκείμενον· τότε λοιπόν, τότε ὀδυνᾶται ἡ ψυχὴ βιαίως, ὅτε μέλλει νὰ ἀκούσῃ τὸ πρόσταγμα τοῦ Θεοῦ, καὶ τρέμει, μήποτε καταλάβῃ αὐτὴν πρόσταξις εἰς ἀπώλειαν φέρουσα.