ΕΤΕΡΑ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΟΣΙΟΥ ΜΑΞΙΜΟΥ. (1401)

Στίχοι.

Πηγὴν νάουσαν ἠθικῶν δρόσον λόγων,
Ἐνταῦθ᾿ ἐφεύρεις, εἰ μετέλθῆς γνησίως.
Ὁμολογητοῦ Μαξίμου πόνους, φίλε.
Ἀσπάζου δ᾿ αὐτούς, καὶ μαθήσῃ τὸ κέρδος.

α´. Ἔπεστι παντὶ Χριστιανῷ τῷ ὀρθῶς πιστεύοντι εἰς θεόν, μὴ ἀμεριμνεῖν· ἀλλὰ πάντοτε προσδοκᾶν καὶ ἐκδέχεσθαι πειρασμόν· ἵνα ὅταν ἔλθῃ, μὴ ξενίζηται μηδὲ ταράσσηται· ἀλλ᾿ εὐχαρίστως ὑπομένειν τὸν κόπον τῆς θλίψεως, καὶ ἐννοεῖν τί ψάλλων σὺν τῷ Προφήτῃ λέγει· Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με. Καὶ οὐκ εἶπεν· Ὅτι ἡ παιδεία σου κατέστρεψέ με, ἀλλά, ἀνώρθωσέ με εἰς τέλος.

β´. Ἀρχὴ μὲν καλοῦ, φόβος Θεοῦ· τέλος δέ, ὁ πόθος αὐτοῦ. Ἀρχὴ παντὸς ἀγαθοῦ λόγος ἔμπρακτος, καὶ πρᾶξις ἐλλόγιμος. Διό, οὔτε πρᾶξις λόγου χωρίς, ἀγαθή· οὔτε λόγος πράξεως ἄνευ, ὁ προερχόμενος.

γ´. Πρᾶξις ἐστί, σώματος μέν, νηστεία καὶ ἀγρυπνία· στόματος δέ, ψαλμῳδία· ψαλμῳδίας δὲ κρεῖττον, εὐχή· καὶ σιωπή, λόγου τιμιωτέρα. Καὶ χειρῶν πρᾶξις, τὸ ὑπ᾿ ἐκείνων ἀγογγύστως γινόμενον. Ποδῶν δέ, τὸ δι᾿ αὐτῶν ἐκ πρώτης ἐπιτροπῆς ἀνυόμενον. Ψυχῆς δὲ πρᾶξις, ἐγκράτεια σὺν ἁπλότητι, καὶ ἁπλότης τῇ ἐγκρατείᾳ ἐνεργουμένη. Τοῦ δὲ νοός, ἡ ἐν θεωρίᾳ εὐχή, καὶ ἐν εὐχῇ θεωρία τοῦ Θεοῦ.

δ´. Προηγεῖται πασῶν ἀρετῶν, ἔλεος καὶ ἀλήθεια, ὧν κύημα ἡ ταπείνωσις, καὶ ἡ ἐκ ταύτης κατὰ τοὺς Πατέρας προσγινομένη διάκρισις. Ἧς ἄνευ, οὐδ᾿ ἑτέρα τὸ αὐτῆς ἰδεῖν πέρας δυνήσεται.

ε´. Ἡ μὲν πρᾶξις τὸν τοῦ λόγου ζυγὸν ἀτιμάζουσα, (1404) ᾧδε κἀκεῖσε περὶ τὰ ἀνωφελῆ, οἷὰ τις δάμαλις περιπλανωμένη εὑρίσκεται· ὁ δὲ λόγος, τῆς πρακτικῆς τοὺς ἐντίμους χιτῶνας ἀποποιούμενος, οὐκ εὐσχήμων, κἂν τοιοῦτος εἶναι πως τὸ δοκεῖν σχηματίζεται.

στ´. Ἡ ἀνδρεία ψυχή, ὡς γυνή, παρ᾿ ὅλον αὐτῆς τὸν βίον, εἰς δύο λύχνους, τὸ πρακτικὸν τε καὶ θεωρητικόν, καιομένους κατέχουσα, πράττει τὰ ὀφειλόμενα· τὰ ἐναντία δὲ πάλιν, ἡ παρειμένη ταῖς ἡδοναῖς.

ζ´. Οὐκ ἀρκεῖ τῇ ψυχῇ πρὸς τελείαν κακίας ἀπαλλαγήν, ἡ ἑκούσιος κακοπάθεια, εἰ μὴ καὶ διὰ τῆς ἀκουσίου ἐκπυρουμένη μὴ διαλύηται.

η´. Οἷὰ τις μάχαιρα ἡ ψυχὴ πρὸς τελείαν κακίας ἀπαλλαγήν, εἰ μὴ διὰ πυρὸς διέλθῃ καὶ ὕδατος, τουτέστιν ἑκουσίων πόνων καὶ ἀκουσίων, ἄθραυστος ταῖς ἀντιτυπίαις τῶν συμβαινόντων οὐ συντηρεῖται.

θ´. Ὣσπερ τῶν ἑκουσίων πειρασμῶν, τρία εἰσὶ τὰ καθολικώτερα αἴτια· ὑγεία, πλοῦτος καὶ εὔκλεια· οὕτω καὶ τὰ τῶν ἀκουσίων τρία εἰσί· ζημίαι, ἀσθένειαι καὶ λοιδορίαι. Γίνονται δὲ ταῦτα τισίν, εἰς οἰκοδομήν· τισὶ δέ, εἰς καθαίρεσιν.

ι´. Παρυφέστηκε ψυχῇ μέν, ἐπιθυμία καὶ λύπη σώματι δέ, ἡδονὴ καὶ ὀδύνη. Αἴτιον δέ, τῆς μὲν ὀδύνης, ἡ ἡδονή· θέλοντες γὰρ ἐκφυγεῖν τὴν κατα τὴν ὀδύνην ἐπίπονον αἴσθησιν, πρὸς τὴν ἡδονὴν καταφεύγομεν· λύπης δέ, ἐπιθυμία ἢ ἀῤῥωστία.

ια´. Ἐνδιάθετον μὲν ὁ ἐνάρετος κέκτηται τὸ καλόν· περινενοημένον δέ, ὁ κενόδοξος. Τὸ δὲ κακόν, ὁ μὲν σπουδαῖος, ἐξ ἐπιπολῆς ἔχει· κατὰ βάθους δέ, ὁ φιλήδονος.

ιβ´. Ὀλιγάκις μὲν καὶ οὐκ ἐπιμελῶς εὑρίσκεται πρὸς τὸ κακόν, ὁ τοῦτο μισῶν· πλεονάκις δὲ καὶ προσεκτικώτερον, ὁ ἔτι ταῖς αἰτίαις ἐκείνου προσκείμενος.

ιγ´. Οἷς μὴ κατὰ πρόθεσιν τὸ μετανοεῖν, τούτοις συνεχὲς καὶ τὸ πλημμελεῖν· οἷς δὲ παρὰ πρόθεσιν τὸ ἁμαρτάνειν, ἐμπληροφόρητος ἡ μετάνοια, καὶ τὸ αἴτιον ταύτης οὐχὶ συχνόν.

ιδ´. Αἴσθησις καὶ συνείδησις, λόγῳ τῷ κατὰ προφορὰν συνερχέσθω, ὅπως ὁ εἰρηκὼς θεῖος λόγος, ἐν μέσῳ τούτων εὑρίσκεσθαι, μὴ καταισχύνηται, διὰ τῆς προπετείας ἢ ἀμετρίας τῶν λεγομένων ἢ πραττομένων.

ιε´. (1405) Οὐχ᾿ ὁ τοῖς ἔργοις μὴ ἀδικῶν τὴν ψυχὴν αὐτοῦ, οὗτος καὶ τοῖς λόγοις ἀμίαντον συνετήρησεν. Οὐ δὲ ὁ τούτους φυλάττων, ἤδη καὶ λογισμοὺς οὐκ ἐμόλυνεν. Ὁ γὰρ ἁμαρτάνων, τριττῶς τοῦτο πράττει.

ιστ´. Οὐ δυνήσῃ τὸ πρόσωπον τῆς ἀρετῆς κατιδεῖν, ἡδέως ἔτι τὸ τῆςκακίας κατανοῶν. Μισητὸν δὲ τότε φανεῖται τὸ δεύτερον, ὅτε τοῦ πρώτου ἐπιθυμήσεις τὴν γεῦσιν, καὶ τοσαύτης τὴν ὄψιν ἀποξενώσεις μορφῆς.

ιζ´. Διὰ τῶν λογισμῶν, οὐ τῶν πραγμάτων προηγουμένως πολεμοῦσιν οἱ δαίμονες τὴν ψυχήν. Αὐτὰ γὰρ καθ᾿ αὐτά, ἀναγκαῖα τὰ πράγματα. Καὶ τῶν μὲν πραγμάτων, ἡ ἀκοὴ αἰτία καὶ ὅρασις· τῶν δὲ λογισμῶν, ἡ συνήθεια καὶ οἱ δαίμονες.

ιη´. Τριττὸν μέν, τὸ ἁμαρτητικὸν μέρος τῆς ψυχῆς, ἐν ἔργοις καὶ λόγοις καὶ λογισμοῖς εὑρισκόμενον. Ἐξοδικὸν δέ, τὸ ἀναμαρτησίας καλόν. Ἀπταίστους γὰρ τὰς πέντε αἰσθήσεις καὶ τὸν προφορικὸν συντηρεῖν δεῖ λόγον. Ἐν οἷς ὁ μὴ πταίων, ἀνὴρ φησι τέλειος, δυνατὸς χαλιναγωγῆσαι καὶ τὰ μέλη τοῦ σώματος.

ιθ´. Ἐξαχῶς τὸ ἄλογον μέρος διαιρεῖται τῆς ψυχῆς· εἴς τε τὰς πέντε αἰσθήσεις, καὶ εἰς τὸν κατὰ προφορὰν λόγον, ὃς συνδιαιρεῖται μὲν ἀδιαιρέτως τῷ πάσχοντι, ἀπαθὴς ὤν· ἀναμάττεται δὲ τὴν αὐτοῦ κακίαν παθητικὸς εὑρισκόμενος.

κ´. Οὐ δύναται οὔτε σῶμα καθαρθῆναι νηστείας καὶ ἀγρυπνίας χωρίς· οὔτε ἐλέους καὶ ἀληθείας ψυχή· ἀλλ᾿ οὔτε νοῦς ἄνευ θεωρίας καὶ ὁμιλίας Θεοῦ. Αὗται γὰρ αἱ συζυγίαι, ἐν τούτοις ἐπισημόταται.

κα´. Κυκλοφορουμένη ταῖς εἰρημέναις ἀρεταῖς ἡ ψυχή, ἀπερικτύπητον τὸ ταύτης ἐκ πειρασμῶν καθίστησι φρούριον· ὅ ἐστιν ἡ ὑπομονή· Ἐν τῇ ὑπομονῇ ὑμῶν γὰρ κτήσασθε τὰς ψυχὰς ὑμῶν, ὁ Λόγος φησίν. Εἰ δὲ ἑτέρως ἐχόμενα εἴη, οἷὰ τις πόλις ἀτείχιστος, καὶ ὑπὸ τῶν πόῤῥωθεν ψόφων, δειλίας μοχλοῖς κατασείεσθε εἴωθεν.

κβ´. Οὐχ ὅσοι εἰς τὰ κατὰ λόγον εἰσὶ φρόνιμοι, οὗτοι καὶ εἰς τὰ κατ᾿ ἔννοιαν· ὅσοι δὲ εἰς τὰ κατ᾿ ἔννοιαν, οὗτοι καὶ εἰς τὰ κατ᾿ αἴσθησιν ἔξωθεν εὑρεθήσονται. Εἰ γὰρ καὶ πάντας ὑποφόρους ἔχει ἡ αἴσθησις, ἀλλ᾿ οὐχ ὁμοίους αὐτῇ τοὺς φόρους ἀποδιδόασιν. Ἐξ ἀφελότητος γὰρ οἱ πλείους εἰς τὰ κατ᾿ αὐτὴν τιμᾷν αὐτὴν ὡς αὐτὴ ἀπατεῖ οὐκ ἐπίστανται.

κγ´. Τῇ φύσει ἄτμητος οὖσα ἡ φρόνησις, τέμνεται εἰς διαφόρους τομάς. ᾯ μὲν γὰρ δίδοται πλέον, ᾧ δὲ ἔλαττον μέρος αὐτῆς· ἕως αὐξηθεῖσα ἡ πρακτικὴ ἀρετή, συνδρόμους τε αὐτῇ τὰς γωνικὰς (ἔχουσα) ἀρετάς, τὸ ἐνδεχόμενον ἑκάστῃ ἀποπληρώσει καλόν. (1408) Οἱ πλείους γὰρ κατὰ τὴν ἔλλειψιν τῆς ἐμπράκτου ζωῆς, καὶ τὸ φρονεῖν ἐκληρώσαντο.

κδ´. Εἰς μὲν τὰ κατὰ φύσιν, ὀλίγοι φρόνιμοι εὑρεθήσονται· εἰς δὲ τὰ παρὰ φύσιν, πολλοί. Δέει γὰρ τῷ περὶ αὐτὰ ὅλην αὐτῶν τήνφυσικὴν φρόνησιν ἐκκενώσαντες, ἔχουσιν ἐκεῖ μὲν τὸ φρονεῖν ὀλίγον· τὸ πλεῖστον δὲ ἐν τοῖς περιττοῖς, καὶ οὐ τῇ φύσει ἐπαινετοῖς.

κε´. Τῆς εὐλόγου σιωπῆς, ὁ καιρὸς καὶ τὸ μέτρον συνεστιάτορες· πανδαισία δὲ τούτου γίνεται ἡ ἀλήθεια· καθ᾿ ἣν ὁ τοῦ ψεύδους πατὴρ ἐπὶ ψυχὴν ἀποδημοῦσαν ἐρχόμενος, εὑρίσκει ἐπιζητουμένων οὐδέν.

κστ´. Ἐλεήμων ἀληθής, οὐχ ὁ παρέχων ἑκουσίως τὰ περιττά, ἀλλ᾿ ὁ συγχωρῶν τὰ ἀναγκαῖα τοῖς ἀφαρπάζουσιν.

κζ´. Οἱ μὲν τῷ ἔνυλῳ πλούτῳ κτῶνται τὸν ἄϋλον ἐλεημοσύνης θεσμοῖς· οἱ δὲ ἀΰλῳ ἀποκτῶνται τὸν ἔνυλον, ἐν αἰσθήσει τοῦ ἀνεκλείπτου γενόμενοι.

κη´. Φίλον μὲν παντί, τὸ πλουτεῖν ἐν καλοῖς· λυπηρὸν δέ, τῷ θείως πλουτήσαντι μέν, μὴ ἐπὶ πλεῖστον συγχωρηθῆναι δὲ ἐνευφρανθῆναι αὐτῷ.

κθ´. Ἔξωθεν μέν, ἡ ὑγεία δοκεῖ τῆς ψυχῆς· ἔνδοθεν δέ, ἐν τῷ τῆς αἰσθήσεως πυθμένι πέφυκε κρύπτεσθαι ἡ ἀῤῥωστία αὐτῆς. Εἰ δὲ δεῖ πάντως ἔξωθεν μὲν ἐκείνην τῷ ἀναθερισμῷ τῶν ἐλέγχων γενέσθαι, ἔνδοθεν δὲ ταύτην τῷ ἀνακαινισμῷ τοῦ νοός· ἄφρων ὁ τοὺς ἐλέγχους ἀποσειόμενος, καὶ ἐν τῷ τῆς ἀναλγησίας πάντοτε ἀνακεῖσθαι νοσοκομείῳ μὴ αἰσχυνόμενος.

λ´. Μὴ τραχυνθῆς κατὰ τοῦ ἀκουσίως σε χειρουργήσαντος· ἀλλὰ πρὸς τὴν κενωθεῖσαν ἀηδίαν ἀποβλεψάμενος, ταλάνισον μὲν ἑαυτόν· μακάρισον δέ, τὸν αἴτιόν σοι ταύτης γενόμενον οἰκονομίας Θεόν.

λα´. Μὴ πρὸς τὸ δεινὸν ἀπευδοκήσῃς τῆς ἀῤῥωστίας σου· ἀλλὰ διὰ τῶν τῆς φιλοπονίας δραστικωτέρων φαρμάκων, πόῤῥω γενοῦ ταύτης, ὁ τῆς κατὰ ψυχὴν ὑγείας ἐπιμελούμενος.

λβ´. Μὴ συσταλῇς ἀπὸ τοῦ καιρίως σε πλήττοντος· πρόσει δὲ τούτῳ, καὶ ὑποδείξει σοι, ὅσον τὸ ὑποσμῆχον τὴν αἴσθησίν σου κακόν, καὶ φάγῃ ὄψον ἡδὺ τὸ ἐκ τῆς ὑγείας, μετὰ τὸ ἀναλωθῆναι τὸ ἐκ τῆς πικρίας ἀπόβλητον.

λγ´. Ὅσον αἰσθάνῃ τῶν πόνων, τοσοῦτον ἀποδέχου τὸν τούτους διὰ τῶν ἐλέγχων ὑποδεικνῦντὰ σοι. Καθάρσεως γὰρ τελείας αἴτιός σοι καθίσταται· ἧς ἄνευ ἐν καθαρῷ χωρίῳ τῆς εὐχῆς οὐ δύναται γενέσθαι ὁ νοῦς.

λδ´. (1409) Ἐν τῷ ἐλέγχεσθαι, ἢ σιωπᾷν δεῖ, ἢ ἡπίως ἀπολογεῖσθαι τῷ καταλέγοντι· οὐ διὰ τὸ συστῆσαι τὰ οἰκεῖα τὸν ἐλεγχόμενον· διὰ δὲ τὸ ἀναστῆσαι προσκόψαντα ἴσως, τὸν ἐν ἀγνοίᾳ ἐλέγχοντα.

λε´. Ὁ τῷ λυπήσαντι ἀδίκως πρὸ τοῦ προσκληθῆναι ὑπ᾿ αὐτοῦ εὐνοῶν, ἐζημίωται τῶν ἀνηκόντων οὐδέν. Ὁ δὲ μετὰ τὴν πρόσκλησιν, τῆς εὐφορίας τὸ ἥμισυ. Κερδαίνει δὲ ὅλον τὸ προκαταβληθέν, ὁ μήποτε διὰ λύπην ἀποσυνάγωγος εὑρισκόμενος· προστίθησι δὲ καὶ μισθὸν ἑαυτῶ, ὁ τὸ σφάλμα βάλλων ἐπάνω ἑαυτοῦ ἐν παντί.

λστ´. Οὔτε ὁ ὑψηλόφρων ἐπιγινώσκει οἷα τὰ ἑαυτοῦ ἐλαττώματα, οὔτε ὁ ταπεινόφρων τὰ οἰκεῖα καλά. Καλύπτει γάρ, τὸν μέν, ἄγνοια φαύλη· τὸν δέ, θεάρεστος.

λζ´. Τοῖς ἰσοτίμοις ὁ ὑπερήφανος ἐν καλοῖς παραμετρεῖσθαι οὐ βούλεται· ἐν δὲ τοῖς ἐναντίοις, πρὸς τοὺς ὑπερέχοντας, φορητὸν τὸ ἑαυτοῦ παραβαλλόμενον ἡγεῖται ἐλάττωμα.

λη´. Ὁ μὲν ψόγος στεῤῥάν· ὁ δὲ ἔπαινος, ἔκλυτον τὴν ψυχὴν ἀπεργάζεται καὶ νωθροτέραν πρὸς τὰ καλά.

λθ´. Ὑπόστασις μὲν πλούτου, χρυσός· ἀρετῆς δέ, ταπείνωσις. Ὡς οὖν ὁ χρυσοῦ ἀπορῶν πένης ἐστί, κἂν μὴ τοῖς ἔξωθεν φαίνηται· οὕτω παπεινώσεως ἄνευ, ἐνάρετος οὐκ ἔσται ὁ ἀγωνιζόμενος.

μ´. Χρυσοῦ δίχα, ὥσπερ ἔμπορος οὐ πέφυκεν ἔμπορος, κἂν λίαν πρὸς ἐμπορίαν ἐστὶν ἐπιτήδειος· οὕτως οὐδὲ ταπεινοφροσύνης χωρίς, ἐν κατασχέσει τῶν τῆς ἀρετῆς ἡδέων εὑρεθήσεται ὁ ἀσκούμενος, κἂν πάντη τῇ ἑαυτοῦ νουνεχείᾳ θαῤῥῇ.

μα´. Τῇ ταπεινοφροσύνῃ ὁ ἀνιών, κατώτερος τοῦ ἑαυτοῦ φρονήματος γίνεται· ἀνώτερος δέ, ὁ ἐκείνης χωρίς, ὃς οὐδὲ παραμετρεῖσθαι τοῖς ἐλαχίστοις ἑκουσίως ἀνέχεται· καὶ διὰ τοῦτο ἐν ταῖς πρωτοκλισίαις τὸ λυπηρὸν ἐπιδείκνυται.

μβ´. Καλὸν τῷ ἀγωνιστῇ φρονεῖν μὲν ἥττονα τῆς ἐργασίας αὐτοῦ, πράττειν δὲ κρείττονα τῆς δειλίας αὐτοῦ. Οὕτω γὰρ ἂν καὶ ἀνθρώποις αἰδέσιμος, καὶ Θεῷ ἐργάτης εὑρίσκεται ἀνεπαίσχυντος.

μγ´. Ἢ κατορθοῦσθαι δεῖ πρὸς πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ, (1412) ἢ μιᾶς ἀντιποιεῖσθαι τῆς ταπεινοφροσύνης, τὸν δεδοιότα μὴ ξενὸν τῶν τῷ νυμφῶνι ἀνακειμένων ὀφθῆναι.

μδ´. Μίξον τῇ ἁπλότητι τὴν ἐγκράτειαν· καὶ σύζευξον τῇ ταπεινοφροσύνῃ ἀλήθειαν, καὶ ὀφθείσῃ δικαιοσύνῃ συνέστιος· ᾗ ὡς ἐπὶ τραπέζης, ἄλλη πᾶσα φιλεῖ ἐπισυνάγεσθαι ἀρετή.

με´. Τυφλὴ τῆς ταπεινοφροσύνης χωρὶς ἡ ἀλήθεια. Διὰ τοῦτο καὶ τῇ ἀντιλογίᾳ χρῆται παιδαγωγῷ, ἐρεῖσαι μὲν αὐτῇ ἐπὶ τι μοχθούσῃ, μὴ εὑρισκούσῃ δέ, εἰ μὴ τὸ τῆς μνησικακίας ὀχύρωμα.

μστ´. Ἥθος χρηστόν, ὡραιότητα μαρτυρεῖ ἀρετῆς· μελῶν δὲ εὐστάθεια, εἰρηναίαν ψυχήν.

μζ´. Πρῶτον μὲν καλόν, τὸ ἐν μηδενὶ μέρει πταίειν. Δεύτερον δέ, τὸ μὴ αἰδοῖ κατακαλύπτειν τὸ σφάλμα αὐτοῦ· μή τε μήν, ἀναιδεύεσθαι ἐν αὐτῷ, μᾶλλον δὲ πατεινοῦσθαι, καὶ κατηγορούμενον ἑαυτοῦ συγκατηγορεῖν, καὶ δέχεσθαι ἀσμένως τὸ ἐπιτίμιον. Τούτου δὲ μὴ γινομένου, ἀνίσχυρον ἅπαν τὸ τῷ Θεῷ προφερόμενον.

μη´. Πρὸς τῇ ἑκουσίῳ κακοπαθείᾳ, χρὴ καὶ τὴν ἀκούσιον καταδέχεσθαι· τὴν ἐκ διαβολῶν λέγω, ζημιῶν τε καὶ ἀσθενειῶν. Ταῦτα γὰρ ὁ μὴ καταδεχόμενος, ἀλλὰ δυσπετῶν, ὅμοιὸς ἐστι τῷ μὴ μετὰ ἁλός, μετὰ δὲ μέλιτος μόνου βουλομένου ἐσθίειν τὴν ἄρτον αὐτοῦ· ὃς οὐ πάντοτε μὲν τὴν ἡδονὴν ἔχει σύντροφον, τὸν δὲ κόρον ἀεὶ γείτονα κέκτηται.

μθ´. Δεσπότης ὤν, δούλου σχῆμα περιβαλλόμενος φαίνεται, ὁ τὸ διεῤῥωγὸς πλύνων τοῦ πλησίον λόγοις ἐνθέοις ἱμάτιον, ἢ καταῤῥάπτων ταῖς μεταδόσεσι. Σκοπείτω δὲ ὁ τοῦτο ποιῶν, μὴ ποτε διὰ τὸ ὡς δοῦλος τοῦτο τελεῖν, προσαπολέσῃ σὺν τῷ μισθῷ, καὶ τὸ προσὸν αὐτῷ τῆς ἐξουσίας διὰ κενοδοξίας ἀξίωμα.

ν´. Ὣσπερ ἡ πίστις ἐλπιζομένων ὑπόστασις πέφυκεν, οὕτω ψυχῆς μέν, ἡ φρόνησις· ἀρετῆς δέ, ἡ ταπείνωσις. Καὶ θαῦμα, πῶς τὰ αὐτοτελῆ, τῶν συμβεβηκότων δίχα ἀτελῆ καθεστήκασι.

να´. Κύριος φυλάξοι τὴν εἴσοδόν σου, φησί, καὶ τὴν ἔξοδόν σου· τὴν τῶν βρωμάτων δηλονότι καὶ τῶν ῥημάτων, τῇ ἐγκρατείᾳ. Ἐγκρατῶς γὰρ ὁ ἔχων περὶ τὴν τῶν βρωμάτων καὶ ῥημάτων εἴσοδόν τε καὶ ἔξοδον, ἐπιθυμίαν μὲν τὴν ἐξ ὀφθαλμῶν ἀποδιδράσκει· θυμὸν δὲ τὴν ἐξ ἀπονοίας καταπραΰναι, ὧν δεῖ καὶ πρὸ πάντων ποιεῖσθαι τὴν ἐπιμέλειαν τὸν ἀγωνιζόμενον, παντὶ τρόπῳ σπουδαστέον. Ἐν τούτοις γάρ, τὸ μὲν πρακτικὸν ἔῤῥωται· τὸ δὲ θεωρητικόν, ἐστερέωται.

νβ´. Τινὲς δὲ περὶ τὴν εἴσοδον τῶν βρωμάτων, πολλὴν ποιοῦνται τὴν ἐπιμέλειαν· περὶ δὲ ἔξοδον τῶν ῥημάτων, ἀμελῶς διατίθενται. Οἱ τοιοῦτοι οὐκ ἐπίστανται πράγειν θυμὸν μὲν ἀπὸ καρδίας, ἐπιθυμίαν δὲ ἀπὸ σαρκός, κατὰ τὴν Ἐκκλησιαστήν· δι᾿ ὧν ἡ καθαρὰ καρδία κτίζεσθαι εἴωθε παρὰ τοῦ καινουργοῦντος Πνεύματος.

νγ´. Τὸ μὲν τῶν βρωμάτων ἀπέριττον, περὶ τὴν ἥττω τρυφῆς ποιότητα· τὸ δὲ τῶν ῥημάτων ἀνέγκλητον, περὶ τὴν κρείττω τῆς σιωπῆς ποσότητα εὑρεθήσεται.

νδ´. Πύρωσον τοὺς νεφρούς σου ἀσιτίᾳ βρωμάτων, καὶ ἔτασον τὴν καρδίαν σου ἐγκρατείᾳ ῥημάτων, καὶ ἕξεις πρὸς ὑπηρεσίαν καλῶν, τό, ἐπιθυμητικόν τε καὶ θυμικόν.

νε´. Ἡ μὲν τῶν ὑπογαστρίων ἡδονὴ καταπίπτει ἐν ἀσκουμένοις, τοῦ σώματος παρακμάσαντος· ἔτι δὲ παραμένει τοῦ φάρυγγος, τῷ μὴ φθάσαντι ταύτην ἐνδίκως κολάσαι. Σπουδάσαι οὖν χρὴ διὰ τῆς αἰτίου, τοῦ αἰτιατοῦ τὸν ὀνειδισμὸν ἀποτρίψασθαι, ὡς ἂν μὴ ξένος ἐκεῖσε τῆς κατὰ τὴν ἐγκράτειαν ἀρετῆς εὑρεθείς, αἰσχυνθῇς.

νστ´. Ἀναγκαῖον εἰδέναι τὸν ἀσκητήν, πότε καὶ τίσι βρώμασι δεῖ ὡς ἐχθρὸν τρέφειν τὸ σῶμα αὐτοῦ· πότε δὲ ὡς φίλον παρακαλεῖν καὶ πάλιν παραμυθεῖσθαι ὡς ἀσθενῆ· ἵνα μὴ λάθῃ τὰ μὲν τοῦ ἀσθενοῦς, τῷ φίλῳ· τὰ δὲ τοῦ φίλου παρατιθεὶς τῷ ἐχθρῷ· καὶ ἑκατέρους ὡς σκανδαλίσας, καιρῷ πειρασμοῦ εὑρήσει πολεμοῦντας αὐτόν.

μζ´. Ὅταν τῆς τρυφῆς τὴν τροφὴν ὁ τρεφόμενος προτιμοτέραν ποιήσηται, τότε ἡ τῶν δακρύων ἐπιδημήσασα χάρις αὐτῷ, παρακαλεῖν ἄρχεται καὶ ἄλλης πάσης ἡδύτητος ἐπιλανθάνεσθαι, ὡς ἤδη τούτων καταποθείσης ἀσυγκρίτῳ ἡδύτητι.

νη´. Τῷ μὲν πλατυνομένῳ συνεστάλη τὰ δάκρυα· ἐξεβλύθη δὲ ταῦτα, τῷ τὴν στενὴν ὁδὸν ἀγαπήσαντι.

νθ´. Οὐκ ἔστιν λύπης ἐκτός, οὔτε ἁμαρτωλός, οὔτε δίκαιος· ἀλλ᾿ ὁ μέν, ὅτι μὴ πάντη ἀπέλιπεν τὸ κακόν· ὁ δέ, ὅτι οὔπω κατέλαβε τὸ ὄντως καλόν.

ξ´. Τῶν ἐφ᾿ ἡμῖν μὲν κατὰ δύναμιν ἀρεταί, εὐχὴ καὶ σιωπή· τῶν οὐκ ἐφ᾿ ἡμῖν δέ, ἀλλ᾿ ὡς τὰ πολλὰ τῆς τοῦ σώματος κατασκευῆς, νηστεία καὶ ἀγρυπνία εἰσίν. Ὅπερ οὖν τῷ ἀγωνιστῇ εὐληπτότερον, τοῦτο μετέρχεσθαι χρή.

ξα´. Οἶκος μὲν εὐχῆς, ἡ ὑπομονή· περικρατεῖται ((1416) γὰρ ἐν αὐτῆ· χρῆμα δέ, ἡ πατείνωσις· τρέφεται γὰρ δι᾿ αὐτῆς.

ξβ´. Λόγους μὴ καρτερῶν, ἐπαίνοις οὐ τιμηθήσῃ· πρὸ δὲ τῆς ἡδονῆς τὴν ὀδύνην ἀποσκοπῶν, ἐκφεύξῃ ταύτης τὸ λυπηρόν.

ξγ´. Μὴ δεσμευθῇς τῷ μικρῷ, καὶ οὐ δουλεύσεις τῷ μείζονι· οὐ γὰρ πέφυκε τὸ μεῖζον κακὸν πρὸ τοῦ μικροῦ διαπλάττεσθαι.

ξδ´. Ἀφορῶν πρός, τὰ μείζω, φοβερὸς ἔσῃ τοῖς ἥττωσιν· εὐκαταφρόνητος δὲ τούτοις ὀφθείσῃ, πρὸς ἐκεῖνα ἀπειρηκώς.

ξε´. Οὐ δυνήσῃ ἐπὶ τὰς μείζους φθάσαι τῶν ἀρετῶν, μὴ τῶν κατὰ δύναμιν καταλαβὼν τὴν ἀκρότητα.

ξστ´. Ἐν οἷς κρατεῖ ἔλεος καὶ ἀλήθεια, ἐν ἐκείνοις καὶ πᾶν εἲ τι θεάρεστον. Ἡ μὲν γὰρ οὐδένα κρίνει ἐλέους χωρίς· τὸ δὲ φιλανθρωπεύεται ἐν οὐδὲν ἀληθείας ἐκτός.

ξζ´. Τῇ ἁπλότητι κερασάμενος τὴν ἐγκράτειαν, ἐν περιλήψει γενήσῃ τῆς ἐκεῖθεν μακαριότητος.

ξη´. Οὐ κόψῃς πάντα τὰ πολεμοῦντά σε πάθη, εἰ μὴ πρότερον τὴν γῆν, ἐξ ἧς ἐτρέφοντο, ἐάσῃς ἀνήροτον.

ξθ´. Οἱ μέν, τὴν τοῦ σώματος μόνον ὕλην ἐκκαθάραι σπεύδουσιν· οἱ δέ, καὶ τὴν τῆς ψυχῆς. Οἱ μὲν γὰρ πρὸς μόνην τὴν κατ᾿ ἐνέργειαν ἁμαρτίαν ἰχὺν ἔλαβον· οἱ δὲ καὶ πρὸς τὸ πάθος· πρὸς δὲ τὴν ἐπιθυμίαν πάνυ ἐλάχιστοι.

ο´. Ὕλην πονηρά, σώματος μὲν ἐμπάθεια, ψυχῆς δὲ ἡδυπάθεια, προσπάθεια δὲ τοῦ νοός. Κατηγορεῖται δὲ τῆς μὲν ἀφή, τῆς δὲ αἱ λοιπαὶ αἰσθήσεις, τῆς δὲ τελευταίας ἐναντία διάθεσις.

οα´. Ὁ μὲν ἡδυπαθὴς πλησίον ἐστὶ τοῦ ἐμπαθοῦς· ὁ δὲ προσπαθής, τοῦ ἡδυπαθοῦς· μακρὰν δὲ ἀμφοτέρων ὁ ἀπαθής.

οβ´. Ἐμπαθής ἐστιν ὁ τὸ ἁμαρτητικὸν ἔχων τοῦ λόγισμοῦ βιαιότερον, κἂν τέως μὴ ἁμαρτάνει ἐκτός. Ἡδυπαθὴς δὲ ὁ τὴν ἐνέργειαν τῆς ἁμαρτίας ἔχων ἀσθενεστέραν τοῦ λογισμοῦ, κἂν πάσχῃ ἐντός. Προσπαθὴς δὲ ὁ τῇ ἐλευθερίᾳ, μᾶλλον δὲ τῇ δουλείᾳ τῶν μέσων, προσκείμενος· ἀπαθὴς δ᾿ ἂν εἴη ὁ τούτων πάντων τὴν διαφορὰν ἀγνοῶν.

ογ´. Ἀπόλλυται ἐκ ψυχῆς ἐμπάθεια μὲν διὰ νηστείας καὶ προσευχῆς, ἡδυπάθεια δὲ δι᾿ ἀγρυπνίας καὶ σιωπῆς, ἡ δὲ προσπάθεια διὰ ἡσυχίας καὶ προσοχῆς· ἀπάθεια δὲ συνίσταται ἐκ μνήμης Θεοῦ.

οδ´. Τῆς ἀπαθείας ἀπὸ χειλέων, κηρία μέλιτος, (1417) οἷα οἱ λόγοι τῆς αἰωνίου ζωῆς ἀποστάζουσι. Τὶς οὖν ἀξιωθείη τοῖς χείλεσιν ἐκείνοις προσάψαι τὰ ἴδια, καὶ μασθῶν ἀνὰ μέσον αὐτῆς αὐλισθῆναι, καὶ ὀσμῆς ἡδείας μεταβαλεῖν ἱματίων ἐκείνης; τουτέστι, νόμοις ἐνηδυνθῆναι τῶν ἀρετῶν, τῶν ὑπὲρ πάντα φησὶ τὰ ἀρώματα ὄντα τῆς αἰσθητῆς διαγνώσεως.

οε´. Τοῦ μὲν ὁρωμένου σώματος, πᾶσα ψυχὴ γυμνωθήσεται· τοῦ δὲ τῆς ἁμαρτίας, οἱ τῆς ἐνταῦθα ζωῆς ὀλίγοι τῶν ἡδέων προσαπολαύσαντες.

οστ´. Νεκροὶ μὲν ἐκ ζώντων πάντες ὀφθήσονται· νεκρωθήσονται δὲ τῇ ἁμαρτίᾳ μόνοι οἱ ἐκ διαθέσεως ταύτην μισήσαντες.

οζ´. Τὶς ἑαυτὸν πρὸ τοῦ κοινοῦ θανάτου τοῦ σώματος ἴδοι τῆς ἁμαρτίας γυμνόν; καὶ τὶς ὁ γνοὺς αὐτόν τε καὶ τὴν ἰδίαν φύσιν, ὁποία ἐστὶ πρὸ τῆς μελλούσης γυμνώσεως;

Ψυχὴν ἔρωτι νυμφικῷ τετρωμένην,
Εὐτὴ συνάπτειν οἶδεν ὦδε νυμφίῳ.

οη´. Τοῦ αἰσθητοῦ τε καὶ νοεροῦ φωτὸς ἡ λογικὴ ἐν μεθορίῳ κειμένη ψυχή, διὰ μὲν τούτου, ὁρᾷν καὶ πράττειν τὰ τοῦ σώματος ἐπετράπη· δι᾿ ἐκείνου δέ, πράττειν τὰ τοῦ πνεύματος. Ἀλλ᾿ ἐπειδὴ ἠμαυρώθη μὲν αὐτῇ ἐκεῖνο, ἐτρανώθη δὲ τοῦτο, διὰ τὴν ἀρχῆθεν συνήθειαν, εἰ μὴ ὅλως μετὰ τοῦ νοεροῦ ἐν τῇ εὐχῇ γένηται, ὁλικῶς τοῖς θείοις ἐνατενίζειν οὐ δύναται. Ἀνάγκη δὲ εἶναι αὐτὴν ἐν μεταιχμίῳ σκότους καὶ φωτός· κατὰ σχέσιν μὲν τούτου, κατὰ δὲ φαντασίαν ἐκείνου ἀναστρεφομένην.

οθ´. Συμπαραμενέτω τῷ νῷ ἡ εὐχή, ὡς ἐν ἡλίῳ ἀκτίς· ἧς ἄνευ αἱ κατ᾿ αἴσθησιν μέριμναι, οἷὰ τινες ἄνυδροι νεφέλαι περιπετόμεναι, τὸν νοῦν εἴργουσι τῆς οἰκείας λαμπρότητος.

π´. Ἔνδον τῆς κατὰ τὴν εὐχὴν στενῆς πύλης, νοῦς παθητικὸς οὐ δύναται εἰσελθεῖν, πρὸ τοῦ τὴν κατὰ σχέσιν ἀπολιπεῖν μέριμναι· περὶ δὲ τὰ περισκήνια ἐκείνης, ὀδυνηθήσεται διὰ παντὸς ἀσχολούμενος.

πα´. Δύναμις μὲν εὐχῆς πείνα βρωμάτων ἑκούσιος· πείνης δέ, τὸ μήτε ὁρᾷν, μήτε ἀκούειν, ὅτι μὴ πᾶσα ἀνάγκη, τῶν ἐγκοσμίων οὐδέν. Τούτων ὁ μὴ ποιούμενος πρόνοιαν, τὸ μὲν τῆς νηστείας οὐκ ἐστρέωσεν οἰκοδόμημα· τὸ δὲ τῆς εὐχῆς ἐν αὐτῇ περιῤῥαγῆναι ἐποίησεν.

πβ´. Ἀπέριττος εἰ μὴ ἐκ πάντων ὁ νοῦς τῶν κατ᾿ αἴσθησιν γένηται, ἀνωφερὴς γνέσθαι οὐ δύναται, καὶ τὸ οἰκεῖον γνωρίσαι ἀξίωμα.

πγ´. Ἔξω μὲν ποιεῖται τῆς ψυχῆς ἡ εὐχή, πάντας τοὺς ἐχθραίνοντας αὐτῇ λογισμούς, δυναμουμένη τοῖς δάκρυσιν· (1420) ἀντεισάγει δὲ τούτους ὁ μετεωρισμὸς τοῦ νοός, νόμῳ εὐτραπελίας ἐνδυναμούμενος· ἣν ὁ ἐξορίζων, συνεξόριστον καὶ τὸ παναίτιον πεποίηκε τῆς παῤῥησίας κακόν.

πδ´. Ἡμέρας μὲν σύμβολον ἡ νηστεία, διὰ τὸ ἔκδηλον· νυκτὸς δὲ διὰ τὸ ἄδηλον, ἡ εὐχή. Ἑκατέραν οὖν τούτων ἐν ἑκατέρᾳ ἐνδίκως ὁ μετερχόμενος, πρὸς τὴν τῶν κατασκόπων ἀπαντήσεται πόλιν, ἐν ᾗ ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς ἐν Χριστῷ.

πε´. Ἡ πνευματικὴ ἐργασία, καὶ σωματικοῦ ἔργου ἐκτὸς συνίστασθαι πέφυκε. Μακάριος οὖν ὁ κρείσσονα τοῦ ἐνύλου ἔργου, τὴν ἄϋλον ἡγησάμενος ἐργασίαν. Δι᾿ αὐτῆς γὰρ τὴν τοῦ ἔργου ἐπλήρωσεν ἔλλειψιν, ζήσας τὴν κεκρυμμένην ζωὴν τῆς εὐχῆς καὶ φανερὰν τῷ Θεῷ.

πστ´. Ὑπομένειν μὲν ἡμᾶς τῇ πίστει παρακαλεῖ ὁ Ἀπόστολος· χαίρειν τῇ ἐλπίδι, τῇ προσευχῇ προσκαρτερεῖν, ἵνα τὸ τῆς χαρᾶς ἡμῖν παραμείνῃ καλόν. Εἰ δὲ τοῦτο, ἄρα ὁ μὴ ὑπομένων, οὐ πιστός· ὁ δὲ οὐ χαίρων, οὐκ εὔελπις· ἀπεβάλετο γὰρ τὴν αἰτίαν τῆς χαρᾶς προσευχήν, ἐν τῷ μὴ προσκαρτερεῖν ἐν αὐτῇ.

πζ´. Εἰ τοῖς ἐγκοσμίοις λογισμοῖς ὁ νοῦς ἐξ ἀρχῆς συναναστραφείς, τοσαύτην ἐν αὐτοῖς τὴν φιλίαν ἐκτήσατο, πόσην οὐκ ἂν οἰκειότητα σχῇ ἐν εὐχῇ συνεχεῖ· καὶ γὰρ ἐν οἷς, φησί, χρονίζει, ἐν αὐτοῖς καὶ πλατύνεσθαι εἴωθεν.

πη´. Ὣσπερ τοῦ ἰδίου οἰκητηρίου πάλαι διαιρεθεὶς ὁ νοῦς, τῆς ἐκείνου λαμπρότητος ἐπελάθετο· οὕτω δεῖ τοῦτον αὖθις ἐν λήθῃ τῶν ὦδε γενόμενον, πρὸς ἐκείνην ἀναδραμεῖν δι᾿ εὐχῆς.

πθ´. Καθάπερ νήπιον πρὸς μαστοὺς ἐναποψυγέντας μητρός, οὕτως εὑρεθήσεται νοῦς πρὸς εὐχὴν τὴν μὴ δυναμένην παρακαλέσαι αὐτόν· πρὸς δὲ τὴν ἄλλως ἔχουσαν, ὡς παιδίον τὸ ὑφ᾿ ἡδονῆς ἐναφυπνοῦν ἐν ταῖς ἀγκάλαις αὐτῆς.

τέσσ. ἀνοικ. Ϟ´. (1421) Ἐκεῖ φησίν, ἐν τῇ πενθίμῳ δηλονότι εὐνῇ τῆς ἐναρέτου ζωῆς, κατὰ τὴν ἐν τῷ Ἄσματι φήσειε νύμφην καὶ ἡ εὐχὴ πρὸς τὸν ἑαυτῆς ἐραστήν, δώσω τοὺς μαστούς μου σοί, εἰ ὁλικῶς μοι διατεθῇς.

τέσσ. ἀνοικ. Ϟα´. Φιλίαν πρὸς τὴν εὐχὴν οὐ δύναται κτήσασθαι, ὁ μὴ πᾶσαν ὕλην ἀπαρνησάμενος, πλὴν τροφῆς καὶ σκέπης. Ἔξω τῶν ἄλλων γενοῦ ἐν εὐχῇ, ὁ θέλων μετὰ μόνου γενέσθαι τοῦ νοῦ.

τέσσ. ἀνοικ. Ϟβ´. Τοῦ θεοφιλοῦς μαρτύριον, εὐχὴ μονολόγιστος· λόγος δὲ καίριος, ἔμφρονος λογισμοῦ· μονοειδὴς δὲ γεῦσις, τῆς ἐλευθέρας εἴη αἰσθήσεως. Ἐν τούτοις οὖν τοῖς τρισίν, ἐῤῥῶσθαι τὰ τῆς ψυχῆς λέγεται.

τέσσ. ἀνοικ Ϟγ´. Λειανθῆναι δεῖ καλῶς καὶ ἀπαλυνθῆναι, ὥσπερ τῶν παίδων, τὴν φύσιν τοῦ εὐχομένου, ὡς ἂν κατὰ τὴν ἐκείνων, εὐείκτως δέξηται τὴν ἐκ τῆς εὐχῆς ἐνταττομένην ἀνάπτυξιν. Διὸ μὴ ἀμέλει, ὁ συναφθῆναι ταύτῃ φιλῶν.

τέσσ. ἀνοικ. Ϟδ´. Οὐ πάντες τὸν αὐτὸν σκοπὸν ἐν εὐχῇ κέκτηνται· ἄλλος μὲν ἄλλον, καὶ ἄλλος δὲ ἕτερον. Ὁ μὲν γὰρ εὔχεται, εἰ οἷόν τε, μετὰ τῆς εὐχῆς εἶναι τὴν καρδίαν αὐτοῦ πάντοτε, καὶ πρὸς τὸ ὑπεραναβῆναι αὐτῆς· ὁ δὲ ἵνα μὴ λογισμοῖς ἐν αὐτῇ περικόπτηται. Πάντες δὲ εὔχονται, ἢ συντηρηθῆναι ἐν ἀγαθοῖς, ἢ μὴ συναπαχθῆναι κακοῖς.

τέσσ. ἀνοικ. Ϟε´. Εἰ ἐξ εὐχῆς, οὐδεὶς ἀταπείνωτος· συντρίβεται γὰρ ὁ ἐν ταπεινώσει εὐχόμενος· οὐκ ἄρα ἐν ταπεινώσει προσεύχεται, ὁ ἔξωθεν θρασυνόμενος.

τέσσ. ἀνοικ. Ϟστ´. Πρὸς τὴν χήραν, τὴν πρὸς τὸν ὠμὸν τὴν δίκην κινοῦσαν κριτήν, ἀφορῶν ὁ εὐχόμενος, οὐκ ἐκκακίσῃς διὰ τὴν βραδυτῆτα τῶν ἀγαθῶν τῆς εὐχῆς.

τέσσ. ἀνοικ. Ϟζ´. Οὐ παραμείνῃ σοι εὐχή, τῷ πρὸς τὰ συλλογιζόμενα ἔσωθεν, καὶ ὁμιλούμενα ἔξωθεν ἐμβραδύνοντι· ἡ αὐτὴ δὲ ὀφθήσεται ὑποστρέφουσα, τῷ δι᾿ αὐτὴν ὑποτεμνομένῳ τὰ πλείονα.

τέσσ. ἀνοικ. Ϟη´. Εἰς λαγόνας ψυχῆς εἰ μὴ εἰσδύνουσι τὰ ῥήματα τῆς εὐχῆς, οὐκ ἂν εἰς τὰς τοῦ προσώπου σιαγόνας τὰ δάκρυα περικλυσθῆναι συγχωρηθήσονται.

τέσσ. ἀνοικ. Ϟθ´. Ἀνατέλλουσι γεωργῷ μὲν τὰ δάκρυα, μὴ κατ᾿ ὄψιν τῶν σπερμάτων ῥιφθέντων τῆς γῆς· μοναχῷ δὲ τὰ δάκρυα ἀναβλύζουσιν, οὐκ ἀπονητὶ μετερχομένῳ τὰ ῥήματα τῆς εὐχῆς.

ῥ´. Κλεὶς οὐρανῶν βασιλείας εὐχή. Ταύτην ὁ κατέχων ὡς δεῖ, (1424) ὁρᾷ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς φίλοις αὐτῆς. Μόνα δὲ τὰ παρόντα περισκοπεῖ, ὁ παῤῥησίαν ἐν ἐκείνῃ μὴ ἐσχηκώς.

ῥα´. Οὐ δύναται ὁ νοῦς ἐν καιρῷ τῆς εὐχῆς μετὰ παῤῥησίας λέγειν πρὸς τὸν Θεόν· Διέῤῥηξας τοὺς δεσμούς μου, σοὶ θύσω θυσίαν αἰνέσεως, εἰ μὴ δειλίας καὶ ῥαθυμίας, πολυυπνίας τε καὶ ἀδηφαγίας, ἐξ ὧν τὸ πταίειν, ἐπιθυμίᾳ τῶν κρειττόνων, ἀποῤῥαγῇ.

ῥβ´. Ἔξω τοῦ πρώτου καταπετάσματος ἵσταται, ὁ ἐν εὐχῇ ῥεμβόμενος· ἔνδοθεν γίνεται, ὁ μονολόγιστον ἐξανύων αὐτήν. Μόνος δὲ εἰς τὰ Ἅγια τῶν ἁγίων παρέκυψεν, ὁ μετὰ τῆς εἰρήνης τῶν φυσικῶν λογισμῶν καὶ τὰ περὶ τῆς πάντα νοῦν ὑπερεχούσης [οὐσίας] διασκεπτόμενος, καί τινος ἐκεῖθεν φωτοφανείας καταξιούμενος.

ῥγ´. Ὁπόταν ἀπὸ τῶν ἔξωθεν σχολάσασα ᾗ ἡ ψυχή, τότε οἷὰ τις φλὸξ περικυκλώσασα ταύτην, ὡς σίδηρον καθάπαξ τῷ πυρὶ πεπυρακτωμένην ὅλην καθίστησι, καὶ ἔστι ψυχὴ μὲν ἡ αὐτή, οὐκέτι δὲ καὶ ἁπτή, ὡς οὐδὲ ὁ πυρακτωθεὶς σίδηρος, ταῖς ἔξωθεν ἐπαφαῖς.

ῥδ´. Μακάριος ὁ ἐν τῷ βίῳ τούτῳ οὑτωσὶ θεωρηθῆναι ἀξιωθείς, καὶ τὸν αὐτὸν φύσει πήλινον ἀνδριάντα, χάριτι πύρινον κατιδών.

ῥε´. Τοῖς μὲν εἰσαγομένοις οἷὰ τις δεσπότης, ὁ νόμος ἐπίκειται τῆς εὐχῆς· τοῖς προκόψασι δέ, ὡς ἔρως ὁ συνελαύνων πεινῶντα καθάπερ πολυτελῆ πρὸς ἑστίασιν.

ῥστ´. Τοῖς καλῶς τὴν πρακτικὴν μετερχομένοις, ποτὲ μὲν ἡ εὐχὴ νεφέλη καθάπερ ἐπισκιάζουσα, τοὺς καυστικοὺς ἀπείργει ἐξ αὐτῶν λογισμούς· ποτὲ δὲ σταγόνας οἷα δακρύων τούτους ἐπιψεκάζουσα, δείκνυσι τὰ πνευματικὰ θεωρήματα.

ῥζ´. ᾨδὴ μὲν ἥδυσμα κιθάρας, τῆς κρουομένης ὑπό τινος ἔξωθεν εὑρεθήσεται· ψυχὴ δὲ μὴ συνερχούσης αὐτῇ ἐν εὐχῇ τῆς ἐν πνεύματι μυστικῆς προσφωνήσεως, εὐκατάνυκτος οὐ πέφυκε δείκνυσθαι. Τὸ γάρ, Τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, καὶ τὰ ἑξῆς, εἰς τοῦτο ἐνάγει τὸν προσευχόμενον.

Τοῦ αὐτοῦ.

Φωτίζεται νοῦς γνωστικῆς θεωρίας
Πρὸς ὕψος ἀρθείς, τοῖσδ᾿ ἐπεντυχὼν λόγοις.

ῥη´. Ἀναγκαῖον εἰδέναι τὸν γνωστικόν, πότε ὁ νοῦς αὐτοῦ εἰς τὴν χώραν τῶν νοημάτων ἐστίν· πότε δὲ εἰς τὴν τῶν λογισμῶν· καὶ πότε εἰς τὴν κατ᾿ αἴσθησιν. Καὶ ἐν ταύτῃ πάλιν, εἰ ἐν τοῖς κατὰ καιρόν, ἢ ἐν τοῖς παρὰ καιρὸν μᾶλλον εὑρίσκεται.

ῥθ´. Ἐν νοήμασιν οὐκ ὢν ὁ νοῦς ἐν λογισμοῖς πάντως ἐστίν· ἐν λογισμοῖς δὲ ὤν, ἐν νοήμασιν οὐκ ἔστιν. Ἐν δὲ τῇ αἰσθήσει γενόμενος, μετὰ πάντων ἐστίν.

ῥι´. (1425) Διὰ τοῦ νοήματος μὲν ὁ νοῦς διέρχεται πρὸς τὰ νοητά· διὰ δὲ τοῦ λογισμοῦ πρὸς τὰ λογικὰ ὁ λόγος· πρὸς δὲ τὴν πρακτικήν, διὰ τῆς φαντασίας ἡ αἴσθησις.

ῥια´. Εἰς ἑαυτὸν ὁ νοῦς συναγόμενος, οὐδὲν οὔτε τῶν κατὰ τὸν λογισμὸν θεωρεῖ· γυμνοὺς δὲ νόας καὶ θείας αὐγάς, βλυζούσας εἰρήνην τε καὶ χάριν.

ῥιβ´. Ἄλλο ὁ νοῦς τοῦ πράγματος, καὶ ἄλλο ὁ λόγος αὐτοῦ· καὶ ἕτερον τὸ ὑπὸ τὴν αἴσθησιν ἀναγόμενον. Καὶ τὸ μὲν ἔστιν οὐσία· τὸ δέ, συμβεβηκός· τὸ δέ, ἡ τοῦ ὑποκειμένου διαφορά.

ῥιγ´. Πολλὰς ὁδοὺς ἀνατέμνων ὁ νοῦς, ἀκόρεστος δείκνυται· πρὸς μίαν δὲ συναγόμενος τῆς εὐχῆς, πρὸ τῆς ἐντελείας στενοχωρούμενος φαίνεται, λιπαρῶν τὸν μέτοχον ἀπολυθῆναι, πρὸς τὰ ἀφ᾿ ὧν, ἐξελύληθεν.

ῥιδ´. Ἄνωθεν ἠγμένος ὁ νοῦς, οὐκ ἀναδραμεῖται αὖθις ἐκεῖσε, εἰ μὴ τελείαν τῶν κάτω ποιήσηται καταφρόνησιν διὰ τῆς περὶ τὰ θεῖα σχολῆς.

ῥιε´. Εἴ τε μὴ τὴν ψυχήν σου δύνῃ μετὰ μόνων ποιῆσαι τῶν περὶ αὐτὴν λογισμῶν, κἂν τὸ σῶμα σου μονάζειν ἀναγκάζον, τὴν περὶ αὐτὸ ἀθλιότητα διὰ παντὸς ἐννοούμενος· οὕτω γὰρ τῷ χρόνῳ ἐλέει Θεοῦ, καὶ πρὸς τὸ πρῶτον ἀναδραμεῖν δυνήσῃ τῆς εὐγενείας ἀξίωμα.

ῥιστ´. Ὁ μὲν πρακτικὸς ὑποτάσσειν εὐκόλως δύναται τὸν νοῦν τῇ εὐχῇ· ὁ δὲ θεωρητικός, τὴν εὐχὴν τῷ νοΐ. Ὁ μὲν ἀπὸ τῶν φαινομένων συστέλλων σχημάτων τὴν αἴσθησιν· ὁ δὲ τὴν ψυχὴν πρὸς τοὺς ἐγκεκρυμμένους τοῖς ῥήμασι λόγους μεταβιβάζων. Καὶ ὁ μὲν σωμάτων πείθει λόγους τὸν νοῦν ἐννοεῖν· ὁ δὲ ἀσωμάτων κατανοεῖν. Ἀσώματοι δὲ εἰσι λόγοι σωμάτων, ἰδιότητές τε καὶ οὐσίαι αὐτῶν.

ῥιζ´. Ὅταν τὸν νοῦν σου τῆς τῶν σωμάτων, καὶ βρωμάτων, καὶ χρημάτων ἡδυπαθείας ἐλευθερώσῃς, τότε καὶ ὅπερ ἂν ποιεῖς, δῶρον καθαρὸν τῷ Θεῷ λογισθήσεται· ἀντιδοθήσεται δέ σοι τοῦ διανοιγῆναι (1428) τοὺς τῆς καρδίας σου ὀφθαλμούς, καὶ τρανῶς ἐμμελετᾷν τοῖς ἐγκεκρυμμένοις ἐν αὐτῇ νόμοις Θεοῦ, οἵτινες ὑπὲρ μέλι καὶ κηρίον τῷ νοητῷ σου λογισθήσονται λάρυγγι, τῇ ἀπ᾿ αὐτῶν ἐκδιδομένῃ ἡδύτητι.

ῥιη´. Οὐ δυνήσῃ σωμάτων καὶ χρημάτων, καὶ τῆς τῶν ἀναγκαίων βρωμάτων ἐπιθυμίας ὑπέρτερον ποιῆσαι τὸν νοῦν, εἰ μὴ ἐν τῇ καθαρᾷ τῶν δικαίων χώρᾳ εἰσάξῃς αὐτόν· καθ᾿ ἥν, ἥ τε τοῦ θανάτου καὶ ἡ τοῦ Θεοῦ μνήμη ἐπαναβλαστήσασα, ἀπὸ γηΐνης καρδίας ἀπαλείψει πᾶν ἐνθυμίου ἀνάστημα.

ῥιθ´. Οὐδὲν οὔτε ἐννοίας θανάτου φοβερώτερον, οὔτε Θεοῦ μνήμης θαυμασιώτερον. Ἡ μὲν γάρ ἐστι λύπης σωτηριούδους παρεκτική· ἡ δέ, εὐφροσύνης χαριστική. Ἐμνήσθην γάρ, φησὶν ὁ Προφήτης, τοῦ Θεοῦ, καὶ ηὐφράνθην. Καὶ ὁ Σοφός· Μιμνήσκου τὰ ἔσχατὰ σου, καὶ οὐχ ἁμαρτήσεις. Ἀδύνατον γὰρ τινα τοῦ δευτέρου ἐν κατασχέσει γενέσθαι, μὴ πεῖραν τῆς τοῦ προτέρου λαβόντα στυφότητος.

ῥκ´. Ἕως ἂν τὴν τοῦ Θεοῦ δόξαν ἀνακεκαλυμμένῳ προσώπῳ οὐκ ἴδῃ ὁ νοῦς, οὐ δύναται ἡ ψυχὴ λέγειν ἐν αἰσθήσει αὐτῆς· Ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ τερφθήσομαι· ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. Κάλλυμα γὰρ κεῖται τὸ τῆς φιλαυτίας ἐπὶ τὴν καρδίαν αὐτῆς, πρὸς τὸ μὴ ἀνακαλυφθῆναι αὐτῇ τὰ θεμέλια τῆς οἰκουμένης, ἅτινὰ εἰσιν οἱ λόγοι τῶν γεγονότων, ὅπερ ἐξ αὐτῆς οὐ περιειρεῖται, ἑκουσίων πόνων καὶ ἀκουσίων χωρίς.

ῥκα´. Οὐ μετὰ τὴν ἐξ Αἰγύπτου φυγήν· ἥτις ἐστὶν ἡ κατ᾿ ἐνέργειαν ἁμαρτία· οὐδὲ μετὰ τὴν θαλάσσης διάβασιν, τῆς κατὰ σχέσιν λέγω δουλείας· ἀλλὰ μετὰ τὴν ἐν ἐρήμῳ διατριβήν, μεταξὺ κειμένην ἐνεργημάτων καὶ κινημάτων κακίας, τοῦ Ἰσραὴλ ὁ δημαγωγὸς κατασκοπεῖν δύναται τὴν γῆν τῆς ἐπαγγελίας, ἥτις ἐστὶν ἡ ἀπάθεια, τὴν ὀπτικὴν ἀποστέλλων καὶ ἐποπτικὴν αὐτοῦ δύναμιν.

ῥκβ´. Οἱ μὲν ἐν τῇ ἐρήμῳ καθήμενοι, τουτέστιν, ἐν τῇ τῶν κακῶν ἀνενεργησία, ἀκοῇ μόνῃ τῆς μακαρίας ἐκείνης γῆς τὰ ἀγαθά. . . οἱ δὲ τὰ ἐν ἐκείνῃ κατασκοπήσαντες, ἐν περινοίᾳ δηλονότι ψυχῆς τῶν ὀρωμένων θεωρίας γεγόνασι. Οἱ δὲ καταξιωθέντες ἐν αὐτῇ εἰσελθεῖν, ὅλῃ τῇ αἰσθήσει τῶν ἐξ αὐτῆς ἀποῤῥεόντων ὡς γάλα καὶ μέλι, τῆς πρώτης φημὶ καὶ δευτέρας θεωρίας, λόγων ἐνεφορήθησαν.

ῥκγ´. Οὔπω συνεσταυρώθη Χριστῷ, ὁ ἔτι φυσικὰς κινήσεις ἔχων σαρκός· οὐδὲ συνετάφη, ὁ ψυχικὰς ἐνθυμήσεις ἐπισυρόμενος· πῶς οὖν συναναστῇ αὐτῷ ὁ τοιοῦτος, ἐν καινότητι ζωῆς πολιτεύεσθαι.

ῥκδ´. (1420) Τριῶν οὐσιῶν τῆς ψυχῆς περιεκτικωτέρων ἀρετῶν, νηστείας, εὐχῆς τε καὶ σιωπῆς, ἀναγκαῖον τὸν μὲν ἐξ εὐχῆς λύεσθαι μέλλοντα, εἰς τὴν θεωρίαν ἐπαναπαύεσθαι· τὸν δὲ ἐκ σιωπῆς, εἰς ἠθικὴν ὁμιλίαν, εἰς δευτέραν καὶ κεχαρισμένην τροφὴν τὸν νηστεύοντα.

ῥκε´. Ἐν τοῖς οἰκείοις ἕως ὑπάρχει ὁ νοῦς, σώζει τὸ καθ᾿ ὁμοίωσιν, ἀγαθός τε καὶ συμπαθὴς εὑρισκόμενος. Ἐν δὲ τοῖς κατ᾿ αἴσθησιν γεγονώς, εἰ μὲν εὐχερῶς καὶ [μὴ] προσηκόντως κατέρχεται, πεῖραν διδοὺς καὶ λαμβάνων, ἐν ἐκείνοις εὐρωστῶν, αὖθὶς τε πρὸς ἑαυτὸν ἐπανέρχεται, περὶ τὸν καιρὸν καὶ τὴν χρείαν, ὣς τις στρατηγὸς ἀπερίσκεπτος εὑρεθήσεται, τὸ πολὺ αὐτοῦ ὑποτεμνόμενος τῆς δυνάμεως ἐν τῷ μάχεσθαι. Πλὴν οὐ πάντες ἐκείνου ἐκτὸς εὑρεθήσονται, ὅσοι ἐντὸς τοῦ ἐμπεριεχομένου γενέσθαι οὐκ ἴσχυσαν.

ῥκστ´. Ὁ μὲν αἰσθητὸς ἥλιος, ξένας τὰς ἑαυτοῦ ἐκτῖνας ἐξ οἰκίας κεκλεισμένης καθίστησι· οὐκ ἂν δὲ τὰς οἰκείας ὁ νοητὸς ἐπαφήσει, τῇ μὴ κεκλεισμένας ἐχούσῃ τὰς αἰσθήσεις ἀπὸ τῶν ὁρωμένων ψυχῇ.

ῥκζ´. Γνωστικός ἐστιν, ὁ τὰς μὲν καταβάσεις αὐτοῦ μεγαλοπρεπῶς· ταπεινοπρεπῶς δὲ τῆς ψυχῆς τὰς ἀναβάσεις διατιθέμενος.

ῥκη´. Μέλιττα μὲν λειμῶνα περινοστοῦσα, ἐκεῖθεν τῷ μέλιτι τὰς ἀφορμὰς προσπορίζεται· ψυχὴ δὲ εἰς αἰῶνας περισκοποῦσα, ποικίλον αὐτόθεν τὸν γλυκασμὸν τῇ διανοίᾳ ἐνίησιν.

ῥκθ´. Ἡ ἐμφαγούσα μὲν ἔλαφος ὄφεις, ἰὸν τοῦ σβέσαι, πρὸς ὑδάτων τρέχει πηγάς· ψυχὴ δὲ ἡ βέλεσι θείοις τρωθεῖσα, ἄπαυστον ἕλκει τὸν τρώσαντα ἔρωτα.

ῥλ´. Ψιλοὶ μὲν λογισμοὶ τῇ μοναδικῇ ζωὴ ἐπιφύονται· ἐπιλογισμοὶ δὲ τῇ δυαδικῇ· τῇ δὲ πολυσχιδεῖ ψυχῇ, (1432) λογισμοὶ μὲν ἀπελήλανται· νόες δὲ μόνοι γυμνοὶ σωμάτων αὐτῇ προσπελάζοντες, τοὺς περὶ Προνοίας καὶ κρίσεως λόγους, ὣς τινα θεμέλια γῆς ἀνακαλύπτοντες, αὐτῇ ἐμφανίζουσιν.

ῥλα´. Οἱ λογισμοί, οὔτε τοῦ ἀλόγου μέρους εἰσὶ τῆς ψυχῆς· οὐδὲ γάρ ἐστι λογισμὸς ἐν τοῖς ἀλόγοις· οὔτε τοῦ νοεροῦ· ἐπεὶ μηδὲ ἐν ἀγγέλοις· αὐτῆς δὲ τῆς λογικῆς ὄντες γεννήματα, ὡς κλίμακι τῇ φαντασίᾳ χρώμενοι, ἀναβαίνουσι μὲν πρὸς τὸν νοῦν ἀπὸ τῆς αἰσθήσεως, τὰ ἐκείνης αὐτῷ ἀπαγγέλοντες· καταβαίνουσι δὲ πρὸς αὐτὴν ἐξ αὐτοῦ τὰ ἐκείνου ὑποτιθέμενοι.

ῥλβ´. Ὥς τινες ἐκ βυθοῦ ἀναφερόμενοι, καί τινος εἰς βοήθειαν ἐπιλαβέσθαι πειρώμενοι, οἱ πονηροὶ λογισμοὶ εὑρεθήσονται, ὁλκάδα καθάπερ, κινδυνευούσης τῆς κακίας δακρύων κατακλυσμῷ.

ῥλγ´. Κατὰ τὴν ὑποκειμένην ποιότητα τῆς ψυχῆς, ἢ ὡς πειραταὶ καταποντίζειν, ἢ ὡς ἐρέται συμβοηθεῖν κινδυνευούσῃ, οἱ περὶ αὐτὴν συνάγονται λογισμοί· οἱ μὲν πρὸς πέλαγος ἐννοιῶν ἕλκοντες τῶν ἀπρεπῶν λογισμῶν· οἱ δὲ τὴν ἆσσον παρεκλεγόμενοι, καὶ πρὸς γαληνίους ἀκτὰς τὸν νοῦν ἐποκείλουσιν.

ῥλδ´. Ἕβδομον τὸν τῆς κενοδοξίας λογισμὸν ὄντα, ἡ ἐφεμένη ὡς ἔσχατον ἀποβαλέσθαι χιτῶνα ψυχή, εἰ μὴ τοὺς πρὸ αὐτοῦ ἀπεκδύσηται, οὐ δυνήσεται μετ᾿ αὐτοὺς ὄγδοον ἐπενδύσασθαι. Ὃν καὶ οἰκητήριον οὐράνιον καλεῖν οἶδεν ὁ θεῖος Ἀπόστολος, καὶ διὰ στεναγμῶν ἐπενδύεσθαι τοὺς δι᾿ αὐτὸ τῶν ὑλικῶν γυμνητεύοντας.

ῥλε´. Τῇ μὲν τελείᾳ εὐχῇ, ἄγγελοι παραβάλλειν πεφύκασι λογισμοί· τῇ δὲ μέσῃ, πνευματικοί· τῇ δὲ εἰσαγωγικῇ, οἱ φυσιολόγοι.

ῥλστ´. Ὣσπερ τὸ εὐγενὲς τοῦ κόκκου διὰ τοῦ στάχυος, οὕτω καὶ τὸ εἰλικρινὲς τῆς θεωρίας διὰ προσευχῆς εἴωθεν ἐμφανίζεσθαι· κέκτηται δὲ ὁ μέν, εἰς ἀποτροπὴν τῶν σπερμολόγων ὀρνέων, οἷὰ τινα δόρατα, τοὺς περιστοιχοῦντας ἀνθέρικας· τὸ δέ, τοὺς φιλοσοφοῦντας ἐν πειρασμοῖς λογισμούς, πρὸς τὴν ἐκείνων ἀναίρεσιν.

ῥλζ´. Τὰ μὲν ὁρώμενα τῆς ψυχῆς, διὰ τὴν πρᾶξιν, περιστερᾶς περιηργυρωμένα καθάπερ εἰσὶ πτερά· (1433) τὰ δὲ νοουμένα, φημὶ δὴ τὰ μετάφρενα, διὰ τὴν θεωρίαν ὡς ἐν χλωρότητι χρυσίου καθίσταται· ἡ γὰρ μὴ οὕτως ὡραιωθεῖσα ψυχή, πετασθῆναι καὶ καταπαῦσαι οὐ δύναται, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία ἐστίν.

Λειμὼν ἐνθάδε καρπῶν πεπληρωμένος,
Πνευματικῆς πράξεως καὶ θεωρίας.

λρη´. Ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ, πάλαι μὲν τοῖς παλαιοῖς προσφέρειν ἐν τῷ ναῷ προσετέτακτο. Νυνὶ δὲ ἡμᾶς, πρακτικῆς μὲν ἀπαρχάς, ἐγκράτειαν δεῖ Θεῷ προσφέρειν καὶ τὴν ἀλήθειαν· θεωρητικῆς δὲ ἀρετῆς, ἀγάπην καὶ προσευχήν· δι᾿ ἐκείνων μέν, ἀλόγου ἐπιθυμίας καὶ τοῦ θυμοῦ τὰς ὁρμὰς ἀνακόπτοντας· διὰ τούτων δέ, ἐννοίας κενάς, καὶ τὰς ἐκ τούτων ἐπιβουλάς.

ῥλθ´. Πρακτικῆς ἀρχὴ μέν, ἐγκράτεια καὶ ταπείνωσις, ἀλήθεια, σωφροσύνη καὶ ταπεινοφροσύνη· τέλος δὲ αὐτῆς, λογισμῶν εἰρήνη καὶ ἁγιασμὸς σώματος.

ῥμ´. Πρᾶξίς ἐστιν, οὐ τὸ πράττειν καλῶς δύνασθαι μόνον τὰ καλά, ἀλλὰ καὶ τὸ ὡς δεῖ πράττειν αὐτά, τὸν καιρὸν καὶ τὸ μέτρον πρὸς τὰ πρακτέα συνεπιφερομένου τοῦ πράττοντος.

ῥμα´. Θεωρία ἐστίν, οὐ τὸ θεωρεῖν μόνον ὡς ἔχουσι τὰ σώματα φύσεως, ἀλλὰ καὶ τοὺς λόγους αὐτῶν πρὸς τί βλέπουσιν.

ῥμβ´. Οὐκ ἔστιν οὔτε πρᾶξις ἀσφαλὴς θεωρίας ἐκτός, οὔτε θεωρία ἀληθὴς πράξεως ἄνευ. Χρὴ γὰρ καὶ πρᾶξιν ἐλλόγιμον εἶναι, καὶ θεωρίαν ἔμπρακτον· ἵνα τῇ μέν, ἀνίσχυρον εὑρίσκηται ἡ κακία· τῇ δέ, δυνατὴ ἡ ἀρετὴ ἐν εὐδοκίαις χρηστότητος.

ῥμγ´. Πέρας μὲν πρακτικῶν, ἡ νέκρωσις τῶν παθῶν· τέλος δὲ γνωστικῆς, ἡ θεωρία τῶν ἀρετῶν.

ῥμδ´. Ὡς ὕλη τῷ εἴδει, οὕτω πρᾶξις τῇ θεωρίᾳ· καὶ ὡς ὀφθαλμὸς προσώπῳ, οὕτω θεωρία τῇ πράξει ὀφθήσεται.

ῥμε´. Ἐν τῷ κατὰ τὴν πρακτικὴν ἀρετὴν σταδίῳ, πολλοὶ μεν τρέχουσιν· εἷς δὲ λαμβάνει τὸ βραβεῖον, ὁ πρὸς τὸ πέρας αὐτῆς ἐλθεῖν τῇ θεωρίᾳ ἐπιθυμῶν.

ῥμστ´. Κατανύξεως μὲν πόμα πίνει ὁ πρακτικὸς ἐν εὐχῇ· ποτηρίῳ δὲ κρατίστῳ μεθύσκεται, ὁ θεωριτικός. Ὁ μὲν ἐν τοῖς κατὰ φύσιν φιλοσοφῶν· ὁ δέ, καὶ ἑαυτὸν ἀγνοῶν ἐν τῷ εὔχεσθαι.

ῥμζ´. (1436) Οὐ συγχωρεῖται ὁ πρακτικὸς εἰς πνευματικὴν ἐπὶ πολὺ θεωρίαν ἐγκαρτερεῖν. Εὑρίσκεται γὰρ ὡς ἐπιξενωθεὶς τινι, καὶ τῆς ἐκείνου ταχέως οἰκίας ὑπεξερχόμενος.

ῥμη´. Ἐν πύλαις μὲν εἰσέρχονται οἱ πρακτικοὶ τῶν ἐντολῶν τοῦ Θεοῦ ἐν τῷ εὔχεσθαι· ὡς ἐν αὐλαῖς δὲ ἀρετῶν ἐν ὕμνοις θεωρητικοί· οἱ μὲν εὐχαριστοῦντες, ὅτι ἐλύληθαν τῶν δεσμῶν· οἱ δέ, ὅτι καὶ αἰχμαλώτους εἰλήφασι τοὺς πολεμοῦντας αὐτούς.

ῥμθ´. Χρὴ κατὰ τὸ τῆς πρακτικῆς κράτος, καὶ τὸ τῆς θεωρίας εὑρίσκεσθαι, ἵνα μὴ καθ᾿ ὁμοιότητα πλοίου τοῦ μὴ κατάλληλα τὰ ἱστία ἐπιφερομένου, ἢ κίνδυνον ὑπομείνῃ ἐν ἀνέμων σφοδρότησιν διὰ τὴν ἀμετρίαν αὐτῶν, ἢ ζημίαν πνευμάτων διὰ τὴν πρὸς τὸ σκάφος σμικρότητα.

ῥν´. Ἐρέτας μὲν τοῦ λογικοῦ πλοίου, νόει τοὺς εὐσεβεῖς λογισμούς· κώπας δέ, τὰς ζωτικὰς δυνάμεις τῆς ψυχῆς, θυμὸν καὶ ἐπιθυμίαν, βούλησιν καὶ προαίρεσιν. Τούτων ὁ μὲν πρακτικός, ἐν χρείᾳ ἐστὶ πάντοτε· οὐ πάντοτε δὲ ὁ θεωρητικός. Ἐν γὰρ τῷ καιρῷ τῆς εὐχῆς χαίρειν οὗτος πᾶσιν εἰπών, αὐτὸς ἑαυτὸν ἐπὶ τῶν τῆς διαγνώσεως οἰάκων καθίζων, διὰ πάσης ἐγρήγορε τῆς κατὰ θεωρίαν νυκτός, αἰνέσεις προσάγων τῷ συνοχεῖ τοῦ παντός. Καὶ ποὺ τι καὶ μέλος ἐρωτικὸν ἀναλαβόμενος, τῇ ἑαυτοῦ προσεπᾴδει ψυχῇ, τοὺς τῆς ἄλλης θαλάσσης ἀποσκοπῶν μετεωρισμούς, καὶ ὡς ῥοθίζας κινήσεις, τὰ θεῖα καταπληττόμενος ῥήματά τε καὶ δικαιώματα.

ῥνα´. Ὁ μέσως ἔχων περὶ πρᾶξιν καὶ θεωρίαν, οὔτε πάντη ταῖς κώπαις κατὰ τοὺς ναυτικοὺς ποιεῖται τὸν πλοῦν, οὔθ᾿ ὅλως, τοῖς νοητοῖς ἱστέοις· ἀλλὰ δι᾿ ἀμφοτέρων τὴν χρείαν τῆς εὐπλοΐας ἐργάζεται· ἡδέως φέρων καὶ τοὺς πόνους τῆς πράξεως, διὰ τὸ μέτριον τῆς θεωρίας· καὶ τοὺς λόγους τῆς ἀτελοῦς θεωρίας, διὰ τὸ βοηθεῖσθαι ὑπὸ τῆς πράξεως.

ῥνβ´. Ὁ μὲν θεωρητικός, τῇ γνώμῃ τὴν φύσιν ἔχων συντρέχουσαν, ὡς οἷὸν τι ῥεῦμα, ἀπόνως ποιεῖται τὸ πλώϊμον· ὁ δὲ πρακτικός, ἐναντιουμένην εὑρίσκων τῇ προαιρέσει τὴν σχέσιν, πολὺν λογισμῶν ὑφίσταται κλύδωνα, ὡς εἰς ἀπευδοκίας μικροῦ δεῖν διὰ τὸ βάρος ἐλθεῖν.

ῥνγ´. Οὔτε χώρα μὴ καλῶς κατεργασθεῖσα, πολύχουν καὶ καθαρὸν ἀντιπαρέχειν τῷ σπείροντι εἴωθεν, οὔτε ὁ τὴν πρακτικὴν μετερχόμενος, εἰ μὴ ἐπιμελῶς ταύτην καὶ φανητίας ἄνευ μετέρχεται, τὸν ἐξ εὐχῆς ὄψεται καρπὸν πολύν τε καὶ καθαρόν.

ῥνδ´. (1437) Ἐπὶ μὲν τῶν ἐνύλων, ὁ νοῦς συνεργὸν ἔχει τὸν λογισμόν· ἐπὶ δὲ τῶν ἀΰλων, εἰ μὴ αὐτὸν παραιτήσηται, ὡς σκώλωπα [alii, σκόλοπα] ἕξει κολαφίζοντα.

ῥνε´. Κάλυμμα μὲν ἔχει ὁ πρακτικὸς ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐν εὐχῆ, τὴν γνῶσιν τῶν αἰσθητῶν, ἀνακαλυφθῆναι διὰ τὴν σχέσιν μὴ δυνάμενον· μόνος δὲ ὁ θεωρητικὸς διὰ τὸ ἄσχετον, ἀνακεκαλυμμένῳ προσώπῶ ὁρᾷν ἀπὸ μέρους δύναται τὴν δόξαν τοῦ Θεοῦ.

ῥνστ´. Ἡ μετὰ πνευματικῆς θεωρίας εὐχή, ἡ γῆ τῆς ἐπαγγελίας ἐστίν, καθ᾿ ἣν ῥέει ὡς μέλι καὶ γάλα ἡ γνῶσις τῶν περὶ προνοίας καὶ κρίσεως λόγων Θεοῦ· ἡ δὲ μετά τινος φυσικῆς, ἡ Αἴγυπτος, ἐν ᾗ τῶν παχυτέρων ἐπιθυμιῶν μνήμη τοῖς εὐχομένοις ἐγγίνεται. Ἡ δὲ γε ἁπλῆ, τὸ μάνα ἐστὶ τὸ ἐν τῇ ἐρήμῳ, τὸ διὰ τὸ μονοειδές, τοῖς μὲν ἀκαρτερήτοις ἐναποκλεῖον τὰ δι᾿ ἐπιθυμίας τῶν ἐπηγγελμένων καλά· τοῖς δὲ ἐγκαρτεροῦσι τῇ τοιαύτῃ ἀπεστενωμένῃ τροφῇ, προξενοῦν τὴν κρείττω γεῦσιν καὶ μένουσαν.

ῥνζ´. Πρᾶξις σὺν θεωρίᾳ μὲν ὡς σῶμα μετὰ πνεύματος ἡγεμονικοῦ· ἄνευ δὲ θεωρίας, ὡς σὰρξ μετὰ πνεύματος προαιρετικοῦ λογισθήσεται.

ῥνη´. Τῆς λογικῆς ψυχῆς, αὐλὴ μὲν ἡ αἴσθησις· ναὸς δέ, ἡ διάνοια· ἀρχιερεὺς δέ, ὁ νοῦς περικοπτόμενος λογισμῶν· ἐν τῷ ναῷ δέ, ὁ ὑπὸ εὐκαίρων· ἐπ᾿ οὐδενὶ δὲ τούτων, ὁ εἰς τὸ θεῖον ἱερατεῖον ἀξιωθεὶς εἰσελθεῖν.

ῥξ´. Πρακτικὸς μέν, ἐπιθυμεῖ ἀναλῦσαι, διὰ τοὺς πόνους, καὶ συγγενέσθαι Χριστῷ· θεωρητικὸς δέ, εὐδοκεῖ μᾶλλον σαρκὶ παραμένειν· καὶ διὰ τὴν χαράν, ἣν δέχεται ἐξ εὐχῆς, καὶ διὰ τὴν τοῦ πλησίον πρὸς τὰ γήϊνα ὠφέλειαν.

ῥξα´. Ἐπὶ μὲν τῶν λογιωτέρων, ἡ θεωρία προηγεῖται τῆς πράξεως· ἐπὶ δὲ τῶν ἀγροικοτέρων, τῆς θεωρίας ἡ πρᾶξις· εἰς ἓν δὲ τέλος χρηστὸν ἀμφότεραι καταλήγουσι. Συντομώτερον δὲ τοῦτο ὀφθήσεται, οἷς ἡ θεωρία προηγεῖται τῆς πράξεως.

ῥξβ´. (1440) Παράδεισος, ἡ θεωρία τῶν νοητῶν ἐστιν. Ἐν τούτῳ ὁ μὲν γνωστικὸς ὡς ἐν οἰκίᾳ ἔνδοθεν εἰσέρχεται ἐν εὐχῇ· ὁ δὲ πρακτικός, ὡς παροδίτης ὀφθήσεται, ἐπιθυμῶν μὲν ἔνδοθεν παρακύπτειν· μὴ συγχωρούμενος δέ, διὰ τὸ ὑπερανεστηκέναι τὸν φραγμὸν τῆς πνευματικῆς ἡλικίας αὐτοῦ.

ῥξγ´. Τὰ μὲν σωματικὰ πάθη θηρίοις ἐοίκασι· πτηνοῖς δέ, τὰ ψυχικά· ἀλλὰ τὰ μὲν ἀπὸ τοῦ λογικοῦ δύναται ἀμπελῶνος ἀποτειχίζειν ὁ πρακτικός· οὐκέτι δὲ καὶ τὰ πετεινά, εἰ μὴ ἐν θεωρίᾳ πνευματικῇ γένηται, κἂν ὅτι μάλιστα ποιήσεται σπουδὴν πρὸς τὴν τῶν ἔνδοθεν φυλακήν.

ῥξδ´. Ἠθικῆς εὐπρεπείας κρείττων πρακτικὸς γενέσθαι οὐ δύναται, εἰ μὴ καὶ αὐτὸς κατὰ τὸν πατριάρχην Ἀβραὰμ ἔξω γένηται, ὡς μὲν τῆς οἰκείας, τοῦ φυσικοῦ νόμου, ὡς δὲ συγγενείας, τῆς ἥλικος αὐτῷ καὶ κατὰ σχέσιν ζωῆς. Οὕτω γὰρ καὶ οὗτος, ὡς σφραγῖδα λήψεται τῆς γενικῆς ἡδονῆς τὴν ἀφαίρεσιν, καθ᾿ ἣν τὸ ἀπὸ γενέσεως κάλυμμα περικείμενον, τὴν παντελῆ ἐλευθερίαν οὐ συγχωρεῖ παρασχεθῆναι ἡμῖν.

ῥξε´. Οὔτε πῶλος ἐν ἔαρι ἔνδον φάτνης μένειν, καὶ τὰ ἐκείνης ἐσθίειν ἀνέχεται· οὔτε νεοτελὴς νοῦς τὸ ἀπεστενωμένον ἐπὶ πολὺ καρτερεῖν τῆς εὐχῆς οὐ δύναται· ἡδέως μᾶλλον κατ᾿ ἐκεῖνον ἔχων, ἐπὶ τὸ πλάτος τῆς φυσικῆς θεωρίας ἐξέρχεσθαι, τῆς κατὰ τὴν ψαλμῳδίαν εὑρισκομένης καὶ τὴν ἀνάγνωσιν.

ῥξστ´. Ὡς μὲν ὀσφύας ἔχει περιεζωσμένας, νηστείαν καὶ ἁγνείαν ἡ πρακτική, τὰς ζωτικὰς δυνάμεις αὐτῆς· ὡς λύχνους δὲ καιομένους, σιωπήν τε καὶ προσευχήν, τὰς γνωστικὰς ἡ θεωρητικὴ ἀρετάς, ἐφιστῶσα· ἡ μὲν ἐκείναις, τὸν λογισμὸν ὡς παιδαγωγόν· ἡ δὲ ταύταις, ὡς νυμφοστόλον λόγον τὸν ἐνδιάθετον.

ῥξζ´. Νοῦς ἀτελής, εἰς τὸν κατάκαρπον ἀμπελῶνα τὸν τῆς εὐχῆς οὐ συγχωρεῖται εἰσέρχεσθαι· εἰς μόνα δὲ καὶ μόλις, ὡς πρὸς ἐπιφυλλάδας πτωχός, τὰ ψιλὰ τῶν ψαλμῶν ἀπηχήματα.

ῥξη´. Ὣσπερ οὐ πάντες οἱ εἰς βασιλέως ὁμιλίαν ἐρχόμενοι, συναριστᾷν αὐτῷ δύνανται· οὕτως οὐδὲ οἱ εἰς ἐντυχίαν εὐχῆς ἥκοντες, πάντες ἐν θεωρίᾳ τῇ κατ᾿ ἐκείνην ὀφθήσονται.

ῥξθ´. Θυμοῦ μὲν κημός, ἡ εὔκαιρος γίνεται σιωπή· ἀλόγου δὲ ἐπιθυμίας, ἡ σύμμετρος ἐδωδή. Δυσκαθέκτου δὲ λογισμοῦ, ἡ [μονολόγιστος] προσευχή.

ῥο´. Καὶ εἰς τὸν κάτω βυθὸν καὶ εἰς τὸν ἄνω ὁ ὑποδῦναι βουλόμενος, ὁ μὲν διὰ τὸν αἰσθητόν, ὁ δὲ διὰ τὸν νοητὸν μαργαρίτην, ἵνα αὐτὸν ἀνιμήσηται, εἰ μὴ γυμνωθῇ οὗτος τῆς ἐσθῆτος, (1441) ἐκεῖνος δὲ τῆς αἰσθήσεως, ἀμφότεροι τοῦ ἐπιζητουμένου διαμαρτήσονται.

ῥοα´. Ὁ μὲν ἔνδοθεν τῆς διανοίας αὐτοῦ γενόμενος νοῦς, ἐν τῷ εὔχεσθαι, ὡς μετὰ νύμφης νυμφίος ἐν τῷ νυμφῶνι διαλεγόμενος εὑρεθήσεται· ὁ δὲ μὴ συγχωρούμενος εἰσελθεῖν, ἔξωθεν ἱστάμενος στενάζων βοᾷ· Τὶς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τὶς ὁδηγήσει με, ἕως τοῦ μὴ βλέπειν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς ἐν τῷ εὔχεσθαι.

ῥοβ´. Ὁποία ἡ χωρὶς ἁλὸς τῷ φάρυγγι λογιζομένη τροφή, τοιαύτη καὶ ἡ ἐκτὸς κατανύξεως λογισθήσεται τῷ νῷ μετερχομένη εὐχή.

ῥογ´. Ἡ μὲν ἔτι καταδιώκουσα ψυχὴ τὴν εὐχήν, τῇ ὠδινούσῃ ὑπάρχει παρεμφερής· ἡ δὲ καταλαβοῦσα, τῇ κυησάσῃ, καὶ πλήρει γενομένῃ διὰ τὸν τόκον χαρᾶς.

ῥοδ´. Πάλαι μὲν ὁ Ἀμοῤῥαῖος ἐν τῷ ὄρει οἰκῶν, ἐτίτρωσκεν ἐξερχόμενος τοὺς παραβιαζομένους διέρχεσθαι· νυνὶ δὲ ἡ πονηρὰ λήθη διώκει τοὺς πρὸ τῆς ἁγνείας ἐπὶ τὴν ὑψηλοτέραν ἐπιχειροῦντας ἀναβαίνειν εὐχὴν τῆς ἁπλότητος.

ῥοε´. Τῆς καθαρᾶς εὐχῆς, ἐν ἔχθρᾳ πολλῇ πεφύκασιν εἶναι οἱ δαίμονες. Καταπλήττει δὲ τούτους, οὐχὶ πλῆθος τῶν κακῶν [καλῶν], ὡς τοὺς ἔξωθεν πολεμίους τὸ στράτευμα· ἀλλ᾿ ἡ τριῶν συμφωνία, νοῦ πρὸς λόγον, καὶ λόγου πρὸς αἴσθησιν.

ῥοστ´. Ἡ μὲν ψιλὴ εὐχή, ὡς ἄρτος ὀφθήσεται ἀρχομένους στηρίζουσα· ἡ δὲ μετά τινος θεωρίας, ὡς ἔλαιον πιαίνουσα· ἡ δὲ ἀνείδεος, ὡς οἶνος εὐώδης, οὗ οἱ ἐμφορούμενοι ἀπλήστως ἐξίστανται.

ῥοζ´. Ἄγριος μὲν ὄνος, πόλεως μὲν λέγεται πολυοχλίας καταγελᾷν· καὶ μονόκερως δὲ ὑπ᾿ οὐδενὸς δεσμεῖσθαι δυνάμενος. Νοῦς δὲ φύσεως, καὶ τῶν περὶ φύσιν βασιλεύσας λόγων, ματαιότητος μὲν καταγελᾷ λογισμῶν προσευχόμενος· παρ᾿ οὐδενὸς δὲ δύναται τῶν ὑπὸ τὴν αἴσθησιν κατεξουσιάζεσθαι.

ῥοη´. Χρὴ τὸν ἀγωνιζόμενον, τὴν μὲν αἴσθησιν αὐτοῦ, εἰς τὴν μονοειδὴ συστέλλειν τροφήν· τὸν δὲ νοῦν, εἰς τὴν μονολόγιστον προσευχήν· οὕτως γὰρ ἄσχετος γεγονὼς ἐκ παθῶν, καὶ ἐπὶ τὸ ἁρπάζεσθαι πρὸς Κύριον ἥξει ἐν τῷ προσεύχεσθαι.

ῥοθ´. (1444) Ῥάβδον μὲν ὁ κυσὶν ἐπισείων ἠγρίωσε καθ᾿ ἑαυτοῦ· δαίμονας δέ, ὁ καθαρῶς ἐκβιαζόμενος εὔχεσθαι.

ῥπ´. Οἱ μὲν ἡδυπαθεῖς προσευχόμενοι, ἅτε ὑλώδεις ὄντες, ὡς βατράχους ἔχουσι τοὺς λογισμοὺς περισπῶντας αὐτούς· οἱ δὲ μετριοπαθεῖς, τὰς θεωρίας ὡς ἀηδόνας κατατερπούσας αὐτούς, τῇ ἀπ᾿ ἄλλων εἰς ἄλλους ἀκρέμονας, τουτέστι ποικίλας θεωρίας, μεταβάσει· σιγὴ δὲ πρόσεστι τοῖς ἀπαθέσι καὶ ἠρεμία πολλὴ ἐκ λογισμῶν καὶ νοημάτων ἐν τῷ προσεύχεσθαι.

ῥπα´. Πάλαι μὲν ἡ τοῦ Μωσέως Μαρία τῶν πολεμίων τὴν πτῶσιν θεασαμένη, τὸ τύμπανον ἀραμένη, ἐξῆρχε ταῖς ᾀδούσαις τὰ ἐπινίκια· νυνὶ δὲ εἰς εὐφημίαν τῆς νικησάσης τὰ πάθη ψυχῆς, ἡ κρείττων ἐν ἀρεταῖς ἀγάπη διεγερθεῖσα, τὴν μετ᾿ ᾠδῆς κιθάραν ὥσπερ τινὰ θεωρίαν μεταχειριζομένη ταύτῃ πάλαι τὴν πονηθεῖσαν εἰς κάλλους περιουσίαν, οὐ παύεται σὺν τοῖς περὶ τὴν αὐτὴν ἀγαλλιωμένη αἰνεῖν τὸν Θεόν.

ῥπβ´. Ὁπόταν διὰ συνεχείας τῆς κατὰ τὴν εὐχὴν κατασχεθῇ τὰ λόγια τῶν ψαλμῶν ἐν τῇ καρδίᾳ τοῦ εὐχομένου, τότε καὶ αὐτὸς γῆ καθάπερ ἀγαθή, ἄρχεται αὐτομάτως ἀναφέρειν, ὡς μὲν ῥόδα, τὴν θεωρίαν τῶν ἀσωμάτων· ὡς δὲ ἴα, τὸ ποικίλον τῶν θείων κριμάτων δυσθεώρητον.

ῥπγ´. Ἐν ὕλῃ μὲν δεσμευθεῖσα φλόξ, φωτοφόρος καθίσταται· ἐξ ὕλης δὲ λυθεῖσα ψυχή, θεοφόρος εὑρίσκεται. Κἀκείνη μὲν αἴρεσθαι πέφυκεν ἄχρι τοῦ ὑπεκκαύματος· αὕτη δέ, μέχρι τοῦ κατὰ τὸν θεῖον ἔρωτα συμπεράσματος.

ῥπδ´. Ἡ τελείως ἑαυτὴν ἀρνησαμένη ψυχή, καὶ ὁλικῶς ἀνατεθεῖσα πρὸς εὐχήν, αὕτη οὐχ ὅτε βούλεται κάτω γίνεται, ἄνωθεν εὑρισκομένη τῆς κτίσεως· ἀλλ᾿ ὅτε δίκαιον εἶναι δόξει τῷ πάντα σταθμῷ καὶ μέτρῳ διεξάγοντι τὰ ἡμέτερα.

ῥπε´. Ὅταν ἐξ ψυχῆς μὲν ἡ ἀκηδία ἀπελαθῇ· ἐκ διανοίας δὲ ἡ πονηρία ἐκτιναχθῇ, τότε ὁ νοῦς γυμνὸς γινόμενος τῇ ἁπλότητι, ζωῇ τε τῇ ἀτέχνῳ καὶ δίχα παντὸς τοῦ κατὰ τὴν αἰσχύνην ἐπικαλύμματος, καὶ τοῦ κατὰ τὴν φανητίαν προβλήματος, ᾆσμα μὲν ᾄδει καὶ οὗτος καινὸν τῷ Θεῷ· εὐχαριστεῖ δὲ μέλος ἀνακρουόμενος ἐν εὐφροσύνῃ, τῷ τῆς μελλούσης τὰ ἐγκαίνια προερτάζειν βιώσεως.

ῥπστ´. Ὅταν τινὰς θειοτέρας ἐνεργείας ἐνεργεῖσθαι ἄρξηται ἡ εὐχομένη ψυχή, τότε καὶ αὐτὴ κατὰ τὴν ἐν ᾌσμασι Νύμφην, πρὸς τὰς ὁμοιοτρόπους τοιαῦτα ὑποφωνεῖ· Ἀδελφιδὸς μου ἀπέστειλε τὴν χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς, καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ᾿ αὐτόν.

ῥπζ´. Καὶ στρατιώτης ἐκ τοῦ πολέμου ἐπαναλύσας, (1445) τὸ βάρος τῶν ὅπλων ἀποσκευάζεται· καὶ πρακτικὸς τοὺς λογισμούς, εἰς θεωρίαν ἐρχόμενος· οὔτε γὰρ ἐκεῖνος εἰ μὴ ἐν πολέμῳ χρείαν ἔχει τῶν ὅπλων, οὔτε οὗτος τῶν λογισμῶν.

ῥπη´. Οἱ μὲν πρακτικοὶ ὡς ἔχουσι θέσεως θεωροῦσι τὰ σώματα· οἱ δὲ θεωρητικοί, ὡς ἔχουσι φύσεως· μόνοι δὲ τοὺς λόγους ἀμφοτέρων ὁρῶσιν οἱ γνωστικοί.

ῥπθ´. Ἐν μὲν τοῖς λόγοις τῶν σωμάτων, γινώσκονται τὰ ἀσώματα· ἐν ἀσωμάτοις δέ, λόγος ὁ ὑπερούσιος, πρὸς ὃν ἐπείγεται πᾶσα σπουδαία ἀναλῦσαι ψυχή.

ῥ,τέσσ. ἀνοικ. Ϟ´. Οἱ λόγοι τῶν σωμάτων, ὡς ὀστᾶ εἰσι τοῖς αἰσθητοῖς ἐπικαλυπτόμενοι, οὓς ἴδῃ οὐδείς, τῶν ἔξω μὴ γενομένων τῆς προσπαθείας τῶν αἰσθητῶν.

ῥ,τέσσ. ἀνοικτ. Ϟα´. Ἀποτίθεται καὶ στρατιώτης τὰ ὅπλα, καταλείψας τὸν πόλεμον· καὶ θεωρητικὸς τοὺς λογισμούς, ἀναλύων πρὸς Κύριον.

ῥ,τέσσ. ἀνοικ. Ϟβ´. Καὶ στρατηγὸς ἐν πολέμῳ σκύλων διαμαρτάνων, ἐν ἀθυμίᾳ καθίσταται· καὶ πρακτικὸς ἐν εὐχῇ, θεωρίας πνευματικῆς.

ῥ,τέσσ. ἀνοικ. Ϟγ´. Ἔλαφος μὲν ἐπὶ σωματικῶν ὑδάτων τρέχει πηγάς, ὑπὸ [ὄφεως] θηρὸς ὡς ὁ δηχθείς· ψυχὴ δέ, ἡ τῷ γλυκυτάτῳ βέλει τρωθεῖσα τῷ τῆς εὐχῆς, ἐπὶ ἀσωμάτων αὐγάς.

ῥ,τέσσ. ἀνοικ. Ϟδ´. Οὔτε σωματικὸς ὀφθαλμὸς τὸν κόκκον τοῦ σίτου ἰδεῖν δύναται, οὔτε νοῦς πρακτικὸς τὴν φύσιν τὴν ἑαυτοῦ, εἰ μὴ γυμνωθῇ, ἐκεῖνος μέν, ἐλύτρου, οὗτος δέ, σχέσεως τῆς περικαλυπτούσης αὐτόν.

τέσσ. ἀνοικ. Ϟε´. Κρύπτοναι ἀστέρες μέν, ἡλίου ἀνατολῇ· λογισμοὶ δὲ ἐκλιμπάνουσι, τοῦ νοῦ πρὸς τὴν οἰκείαν βασιλείαν ἐπαναστρέφοντος.

ῥ.τέσσ. ἀνοικ. Ϟστ´. Μετὰ τὸ τέλὸς τῆς πρακτικῆς, αἱ πνευματικαὶ θεωρίαι περιχυθεῖσαι τῷ νῷ, οἷὰ τινες ἀκτῖνες ἡλίου αἱ τοῦ ὁρίζοντος ὑπερκύψασαι, δοκοῦσιν ἔξωθεν αὐτοῦ προσβάλλειν, οἰκεῖαι οὖσαι, καὶ διὰ καθαρότητα ἐκεῖνον περιπτυσσόμεναι.

ῥ,τέσσ. ἀνοικ. Ϟζ´. Τοιαῦτα καὶ νοῦς θεωρητικὸς ἐκλαλεῖν δύναται, ὅτε ἄνωθεν ἀπ᾿ οὐρανοῦ καταβῇ, φύσεως ἀνάγκαις ἐπικλιθείς· οἷα καὶ ὁ φθεγξάμενος· Θείου κάλλους τί ὑπάρχει θαυμασιώτερον; καὶ τὶς ἔννοια τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας χαριεστέρα; Ποῖος δὲ οὕτω πόθος δριμὺς καὶ ἀφόρητος, ὡς ὁ ἀπὸ Θεοῦ ἐγγινόμενος τῇ ἀπὸ πάσης κακίας κεκαρθαμένῃ ψυχῇ, καὶ ἀπὸ διαθέσεως λεγούσῃ, ὅτι Τετρωμένη ἀγάπης ἐγώ;

ῥ,τέσσ. ἀνοικ. Ϟη´. Ἐκείνου ἐστὶν τὸ λέγειν· Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ, (1448) τοῦ μὴ κοπιῶντος ὀπίσω Θεοῦ κατακολουθεῖν δι᾿ εὐχῆς, μηδὲ ἡμέραν ἀνθρώπους ἐπιθυμοῦντος θεάσασθαι.

ῥ.τέσσ.ἀνοικ. Ϟθ´. Λεγέτω καὶ ψυχὴ πρακτικὴ μετὰ τὴν ἀπόθεσιν τῶν κακῶν, κατὰ τὴν ἐν τῷ ᾌσματι ἐπὶ τῶν ἐκβιαζομένων αὖθις αὐτὴν πονηρῶν δαιμόνων καὶ λογισμῶν, ἐπιβλέπειν εἰς ματαιότητα καὶ μανίας ψευδεῖς· Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς.

σ´. Ὢ ψυχῆς θεοφιλοῦς, τῆς λέγειν τολμώσης πρὸς Θεόν, Ἀπάγγειλόν μοι, ὁ ποιμὴν ὁ καλός, ποῦ ποιμαίνεις τὰ πρόβατά σου, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ τοὺς ἄρνας σου· ἵνα τούτοις ἀκολουθοῦσα, μὴ γένωμαι ὡς πεπλανημένη ἐν ἀγέλαις ἑταίρων.

σα´. Ζητοῦσα τὸν τῆς εὐχῆς ἡ πρακτικὴ κρατῆσαι λόγον, καὶ μὴ δυναμένη, τοιαῦτα, κατὰ τὴν ἐν ᾌσμασι, καὶ αὐτῇ βοᾷ· Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησα· ἐζήτησα, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέ μου. Ἀναστήσομαι δὴ δι᾿ εὐχῆς ἐπιπονωτέρας, καὶ κυκλώσασα ἐν τῇ πόλει ἐν ταῖς πλατείαις καὶ ταῖς ἀγοραῖς, ζητήσω ὃν ἠγάπησα. Ἴσως εὑρεθήσεταί μοι, ὁ ἐν παντὶ τῷδε ὤν, καὶ τοῦ παντὸς ἔξω. Χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν αὐτοῦ.

σβ´. Ὅταν ὅλη δακρύων ἐκ τῆς περὶ τὴν εὐχὴν χαρᾶς ἄρξηται γίνεσθαι ἡ ψυχή, τότε καὶ αὐτὴν παῤῥησιαζομένη, ὡς πρὸς τὸν ἑαυτῆς νυμφίον βοᾷ· Καταβήτω ἀδελφίδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω τῶν ἐμῶν ὡς ἀκροδρύων τὴν πονηθεῖσαν παράκλησιν.

σγ´. Ὅταν ἡ πρακτικὴ ψυχὴ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων θαυμάζειν ἄρξηται τὸν Δημιουργόν, καὶ τῆς ἐκ τούτων κατατρυφᾷν ἡδονῆς, ταῦτα καὶ αὐτὴ ἐκπληττομένη βοᾷ· Τί ὡραιώθης, νυμφίε, παράδεισε Πατρός σου. (1449) Ἄνθος τοῦ πεδίου, καὶ κέδροι αὐτοῦ, ὡς κέδροι τοῦ Λιβάνου. Ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ ὁ καρπὸς ὤφθη γλυκὺς ἐν τῷ λάρυγγί μου.

σδ´. Εἰ ὁ βασιλέα ὑποδεχόμενος εἰς τὸ δωμάτιον αὐτοῦ, οὕτω περιφανὴς εὑρίσκεται καὶ περίδοξος, καὶ πάσης ἄλλης. . . [ἴσ. ἔμπλεως] χαρᾶς, τί πάθοι ψυχή, ἡ τὸν Βασιλέα τῶν βασιλέων ἐν τῷ καθαρθῆναι ὑποδεξαμένη κατὰ τὴν ἀψευδῆ ἐκείνου ὑπόσχεσιν; Καὶ τί ἐάσει, ἔξω μὲν βάλλουσα τὸ μὴ εἰς ἀνάπαυσιν ἐκείνῳ δοκοῦν· ἔνδοθεν δὲ εἰσάγουσα τὸ εἰς ἐκείνου ἀρέσκειαν;

σε´. Ὁ κληθῆναι προσδοκῶν παρὰ βασιλέως τῇ αὔριον, τίνος ἐν φροντίδι ἄλλου ἔσεται, ἢ λόγων μελέτης τῶν εἰς ἐκείνου εἶναι μελλόντων ἀρέσκειαν; Τοῦτο τηροῦσα πᾶσα ψυχή, οὐκ ὀφθήσεται ἀπαρασκεύαστος πρὸς τὸ ἐκεῖθεν κριτήριον.

σστ´. Μακαρία ψυχή, ἡ διὰ τὸ σήμερον προσδοκᾷν ἥξειν τὸν Κύριον ἑαυτῆς, μηδὲν ἡγουμένη ὅλως τὸν πόνον τῆς ἡμέρας πάσης· μηδὲν τὸν τῆς νυκτός, διὰ τὸ εὐθέως ἐπὶ τὸ πρωῒ τοῦτον μέλλειν αὐτῇ ἐμφανίζεσθαι.

σζ´. Πάντας μὲν ὁρᾷ ὁ Θεός· ὁρῶσι δὲ τὸν Θεόν, οἱ θεωροῦντες μηδὲν ἐν τῷ εὔχεσθαι. Καὶ ὅσοι μὲν ὁρῶσι τὸν Θεόν, καὶ εἰσακούονται παρ᾿ αὐτόν. Μακάριος δέ, ὁ πιστεύων ὅτι βλέπεται ὑπὸ τοῦ Θεοῦ· οὐ σαλευθήσεται γὰρ ὁ ποὺς αὐτοῦ τῆς ἀρεσκείας ἐκείνου χάριν.

ση´. Τῆς ἐντὸς ἡμῶν οὔσης βασιλείας τὰ ἀγαθά, ὁ φιλόκοσμος ὀφθαλμὸς οὐκ εἶδε· καὶ ἀκοὴ φιλότιμος οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν κενὴν Πνεύματος ἁγίου οὐκ ἀνέβη· ἀῤῤαβῶνὲς εἰσι τῶν μελλόντων δίδοσθαι τοῖς δικαίοις ἀγαθῶν ἐν τῇ μελλούσῃ βασιλείᾳ Χριστοῦ· καὶ ὁ μὴ ἐν τούτοις τρυφῶν, οἵτινὲς εἰσιν οἱ καρποὶ Πνεύματος, ἐν ἀπολαύσει ἐκείνων γενέσθαι οὐ δύναται.

σθ´. Οἱ τῶν πρακτικῶν λογισμοὶ ἐλάφοις ἐοίκασιν. Ὡς γὰρ ἐκεῖναι ποτὲ μὲν ἄνω εἰσὶν ἐν τοῖς ὄρεσι διὰ τὸν φόβον τῶν θηρατῶν, ποτὲ δὲ κάτω ἐν ταῖς κοιλάσι διὰ τὸν πόθον τῶν ἐν αὐταῖς· οὕτω καὶ οὗτοι· οὔτε πάντοτε ἐν θεωρίᾳ πνευματικὴ δύνανται εἶναι, διὰ τὸ αὐτῶν εὐτελές· οὔτε ἀεὶ ἐν τῇ φυσικῇ, διὰ τὸ μὴ τὴν ἀνάπαυσιν διώκειν ἀεί. Τῶν μέντοι θεωρητικῶν, περιπεζίων ὑπερόπται θεωρημάτων καθίστανται.

σι´. Βόλοι μὲν δρόσου, γῆς μεθύσκουσιν αὔλακας διαθέσεις δὲ ψυχῆς ἐν εὐχῇ, ἔμβροχοι στεναγμοὶ ἀπὸ καρδίας ἀναδιδόμενοι.

σια´. (1452) Τῆς ἐν Τριάδι νοουμένης θεότητος, οὐδεὶς ἐν θεωρίᾳ ὀφθήσεται, ὑλικῆς δυάδος, καὶ τῆς γείνονος μονάδος ἄνωθεν μὴ ὀφθείς· οὐδὲ ταύτης γενήσεται ὑψηλότερος, μὴ μοναδικὸν τὸν ἑαυτοῦ νοουμένοις ἐργασάμενος νοῦν.

σιβ´. Οὐ τοσοῦτον δυσχερὲς εὑρεθήσεται τὸ ποταμοῦ ἀνακόψαι ὁδὸν ἐπὶ τὰ κάτω μὴ φέρεσθαι, ὅσον νοῦν ῥύμην ἀναχαιτίσαι, μὴ ἐν τοῖς ὁρωμένοις σκεδάννυσθαι, πρὸς δὲ τὰ ἄνω καὶ συγγενῆ, ὅτε βούλεται τῷ εὐχομένῳ συνάγεσθαι· κἂν τοῦτο μὲν κατὰ φύσιν, ἐκεῖνο δὲ παρὰ φύσιν καθέστηκεν.

σιγ´. Τὸν νοῦν οἱ καθαιρόμενοι εἴσω [ἔξω] τῶν ὁρωμένων παραπέμποντες, τοσούτου πίμλανται θάμβους, καὶ τοσαύτης πληροῦνται χαρᾶς, ὡς μηδὲν ἕτερον χωρῆσαι τῶν ἐπιγείων δύνασθαι, μηδ᾿ ἂν εἰ πάντα πρὸς αὐτοὺς συῤῥυεῖεν τὰ περιμάχητα.

σιδ᾿ Ἐξαρκοῦσι καὶ μόνοι οἱ νόμοι ῥηθέντες τῆς φύσεως, πρὸς τὸ λίαν θαυμάζεσθαι· κατανοούμενοι δέ, λειμῶνες εὑρίσκονται εὐανθεῖς, ὡς ἐξ οὐρανίου νέκταρος, ἀκηράτοις βρύοντες ἄνθεσι τῆς πνευματικῆς πανδαισίας τὸν γλυκασμόν.

σιε´. Ἐν δροσεροῖς μὲν ἄνθεσι λειμώνων τὴν βασιλίδα τοῦ σμήνους περιιζάνουσι μέλιτται· ἐν κατανύξει δὲ τῇ γενομένῃ ἀδιαλείπτως ψυχῇ, ὡς οἰκεῖαι αἱ νοεραὶ δυνάμεις περικυκλοῦσαι, συνεκποθοῦσι τὰ καταθύμια.

σιστ´. Ἐν μὲν τῷ ὁρωμένῳ κόσμῳ, ὡς ἄλλος τις κόσμος ὁρᾶται ὁ ἄνθρωπος· ἐν δὲ τῷ νοουμένῳ, ὁ λογισμός· οὐρανοῦ μὲν γὰρ καὶ τῶν ἐν μέσῳ οὗτος ἐκείνῳ καταγγελεύς· νοῦ δὲ καὶ αἰσθήσεως, καὶ τῶν περὶ αὐτά, ὑποφήτης ὑπάρχει ὁ λογισμός· ὧν ἄνευ, ἀμφότεροι κόσμοι ἐκεκώφωντο ἄν.

σιζ´. Οὐχ οὕτως ἀπολυθεὶς αἰχμάλωτος διὰ χρόνον πορεύεται, ὡς νοῦς τῶν ὑλικῶν σχέσεων ἐλευθερωθείς, πρὸς τὰ οὐράνια ὡς πρὸς τὰ οἰκεῖα πορεύεται ἀγαλλομένῳ ποδί.

σιη´. Τῷ μὴ μετὰ προσοχῆς εὐχομένῳ, ἀλλὰ διαχεομένῳ, βάρβαρος μὲν ὁ ψαλμὸς λογισθήσεται· αὐτὸς δὲ τῷ ψαλμῷ, ὡς βάρβαρος· καὶ ὡς μαινόμενοι ἀμφότεροι δαίμοσιν.

σιθ´. (1453) Οὐ ταὐτόν ἐστιν οἷς ἐσταυρώθη ὁ κόσμος, καὶ οἵτινες τῷ κόσμῳ ἐσταύρωνται. Τοῖς μὲν γάρ, ἧλοι νηστεία καὶ ἀγρυπνία· τοῖς δέ, ἀκτημοσύνη καὶ ἐξουδένωσις. Τῶν δὲ δευτέρων χωρίς, οἱ πόνοι τῶν προτέρων ἀνωφελεῖς.

σκ´. Οὐ καθαρῶς δύναται προσεύξασθαι, ὁ φιλοκάλῳ πάθει καὶ φιλοτίμῳ κρατούμενος. Περὶ ταῦτα γὰρ αἱ σχέσεις, καὶ οἱ τῆς ματαιότητος λογισμοὶ τὴν οἰκειότητα ἔχοντες, σχοινία καθάπερ ἐκείνῳ περιπλεκόμενοι γίνονται, κατασπῶντες ὡς οἷα στρουθίον δεδεμένον ἀναπτῆναι πειρώμενον ἐν τῷ καιρῷ τῆς εὐχῆς.

σκα´. Ἀδύνατον εἰρηνικὸν γενέσθαι τὸν νοῦν ἐν εὐχῇ, ἐγκράτειαν καὶ ἀγάπην φίλην τὸν μὴ κτησάμενον. Ἡ μὲν γάρ, τὴν κατὰ τῆς ψυχῆς ἐκ τοῦ σώματος ἔχθραν καταλύειν ἐπαγωνίζεσθαι· ἡ δέ, τὴν πρὸς τὸν πλησίον διὰ τὸν Θεόν. Κἀντεῦθεν ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη ἐπιδημοῦσα, μόνην ποιεῖσθαι πρὸς τὸν οὑτωσὶ κατειρηνεύσαντα ἐπηγγείλατο.

σκβ´. Ἀνάγκη τοῦ εἰς βασιλείαν Θεοῦ ἀγωνιζομένου εἰσελθεῖν, περισσεύειν ἐν ἀγαθοῖς τὸ ἔργον τῆς δικαιοσύνης αὐτοῦ· ἐν ἐλεημοσύναις μέν, διὰ τῆς ἐκ τοῦ ὑστερήματος παροχῆς· ἐν πόνοις δέ, τοῖς ὑπὲρ τῆς εἰρήνης, διὰ τοῦ ἀποστερήματος τῆς ἐν Κυρίῳ ὑπομονῆς.

σκγ´. Οὔτε ὁ ἐνδεῶς πρὸς ἀρετὴν ἔχων διὰ τὴν ἀμέλειαν, οὔτε ὁ περιττῶς διὰ τὴν οἴησιν, εἴσω λιμένος τοῦ κατὰ τὴν ἀπάθειαν εὑρεθήσονται. Οὐδέτερος γὰρ τῶν ἐκ δικαιοσύνης ἐν ἀπολαύσει γέγονεν ἀγαθῶν, μεσίτιδος εὑρισκομένης αὐτοῖς, ἐλλείψεως καὶ ὑπερβολῆς.

σξδ´. Οὔτε ἡ γῆ εἰ μὴ πολυπλασίονα τῷ γεωργῷ τὸν πόνον χαρίσηται, εὔπορον καὶ ἀνενδεῆ ἀπεργάσεται αὐτόν, μόνον τὸν σπόρον παρεχομένη, ἢ καὶ μικρὰν τινα προσθήκην· οὔτε τῷ πρακτικῷ τὸ ἀνυόμενον ἔργον, εἰ μὴ κρεῖττον τῆς προαιρέσεως αὐτοῦ ἡ σπουδὴ εὑρεθείη, πρὸς τὸν Θεὸν δίκαιον ἀπεργάσασθαι δύναται.

σκε´. Οὔτε πάντες οἱ μὴ ἀγαπῶντες τὸν πλησίον μισεῖν δύνανται· οὔτε οἱ μὴ μισοῦντες αὐτὸν ἀγαπᾷν· καὶ ἄλλο μέν ἐστι, τὸ βασκαίνειν ἐκείνου τὴν ἀρετήν· ἕτερον δὲ τὸ μὴ ἐμποδὼν αὐτῷ εὑρίσκεσθαι πρὸς προκοπήν. Ἐσχάτης δὲ κακίας εὑρεθήσεται βαθμός, (1456) τὸ μὴ μόνον δάκνεσθαι ἐπὶ τοῖς ἐκείνου προτερήμασιν, ἀλλὰ καὶ τὸ διαβάλλειν τὰ ἐκείνου καλά, ὡς οὐ τοιαῦτα τυγχάνουσιν.

σκστ´. Ἄλλα τὰ σωματικὰ πάθη, καὶ ἄλλα εἰσὶ τὰ ψυχικά· ἄλλα τὰ κατὰ φύσιν, καὶ ἄλλα τὰ παρὰ φύσιν. Ὁ γοῦν τὰ μὲν ἀπωθούμενος, τῶν δὲ πρόνοιαν μὴ ποιούμενος, ὅμοιὸς ἐστιν ἀνθρώπῳ φραγμὸν μὲν ὑψηλὸν καὶ συνερεφῆ κατὰ τῶν θηρίων ἱστῶντι, συνηδομένῳ δὲ τοῖς πτηνοῖς ἐσθίουσιν τὰς τοῦ λογικοῦ ἀμπελῶνος περιφανεῖς σταφυλάς.

σκζ´. Ἐν πρώτοις ἡ ψυχὴ ἐν φαντασίᾳ γίνεται τοῦ κακοῦ· εἶτα ἐν ἐπιθυμίᾳ· ἔπειτα ἐν ἡδονῇ ἢ λύπῃ· εἶθ᾿ οὕτως ἐν αἰσθήσει· εἶτα μετ᾿ αὐτὴν ἐν ἀφῇ, τῇ φαινομένῃ καὶ ἀφανεῖ· ἐν πᾶσι συνεπομένων τῶν λογισμῶν, πλὴν τῆς προτέρας κινήσεως· ἧς μὴ παραδεχομένης, πᾶν τὸ μετ᾿ αὐτὴν κακὸν ἀνενέργητον εὑρεθήσεται.

σκη´. Οἱ μὲν τῇ ἀπαθείᾳ ἐγγίζοντες, φαντασίαις [οὐ] σαλεύονται· ἐπιθυμίαις δέ, οἱ μετριοπαθεῖς· σχέσεσι δέ, οἱ ἡδυπαθεῖς. Ἐν αἰσθήσει δὲ γίνονται τοῦ κακοῦ, οἱ παραχρώμενοι μὲν τὰ τῆς χρείας, λυπούμενοι δε· ἐν δὲ ἀφῇ, οἱ ἀλύπως αὐτῇ συγγινόμενοι.

σκθ´. Ἡδονή, ἐν πᾶσι μὲν τοῖς τοῦ σώματος ἐγκαθίδρυται μέλεσι· οὐ πᾶσιν δὲ ὡσαύτως παρενοχλοῦσα φαίνεται· ἀλλὰ τοῖς μέν, μᾶλλον εἰς τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς μέρος· τοῖς δέ, εἰς τὸ θυμικόν· ἑτέροις δέ, εἰς τὸ ταύτης λογιστικόν· διὰ γαστριμαργίας, ὀξυχολίας τε καὶ πονηρίας, τῆς πάντων αἰτίου τῶν ἀνοσίων παθῶν.

σλ´. Οὐκοῦν ἀνάγκη τὰ αἰσθητήρια, ὡς πύλας ἀνοίγειν τῆς πόλεως. Ἀνάγκη δὲ μὴ συγχωρεῖν ἐν τῇ τῶν ἀναγκαίων ἀνοίξει, συνεισέρχεσθαι τὰ τοὺς πολεμίους θέλοντα, καὶ μάχης αἴτια καθιστάμενα.

σλα´. Ἐνέργεια ἡδονῆς μέν, ἐπιθυμία· θυμοῦ δέ, ὀξυχολία· βασκανίας δέ, πονηρία καθίσταται. Οὐκ εἰρηνεύει δὲ μετὰ τῶν ἐσχάτων, ὁ μὴ κατὰ τῶν ἀρχόντων ἀγωνιζόμενος· οὐδὲ εἰς τὸν τῆς μετριοπαθείας δύναται λιμένα εἰσέρχεσθαι, ὁ βίᾳ τὰς ἐντολὰς μετερχόμενος.

σλβ´. (1457) Τὰς προσβολὰς οἱ ἀποκρουόμενοι, οὐ συγχωροῦσιν ἔνδοθεν τοῦ λογικοῦ ἀμπελῶνος ὡς θηρία τοὺς λογισμοὺς εἰσέρχεσθαι, καὶ τῶν ἐκείνου ἐν λύμῃ καθίστασθαι· οἱ δὲ συνδυάζονται μέν, ἁπλῶς δὲ εἰσέρχεσθαι αὐτοὺς συγχωροῦσιν, μὴ ἅπτεσθαι δὲ μηδενὸς τῶν αὐτῶν· οἳ καὶ ἡδέως μὲν συνομιλοῦσι τοῖς πάθεσι διὰ τῶν λογισμῶν, εἰς συγκατάθεσιν δὲ μὴ ἐρχόμενοι, ὡμοιώθησαν τοῖς ἐάσασι τὸν μονιὸν ἔνδοθεν μὲν τοῦ φραγμοῦ εἰσελθεῖν, ἐν κόρῳ δὲ αὐτὸν τῶν τοῦ ἀμπελῶνος γενέσθαι βοτρύων μὴ συγχωρήσασιν· εἶτα εὗρον αὐτὸν τῆς ἑαυτῶν δυνάμεως ἰσχυρότερον, οἱ ἐν συγκαταθέσει πολλάκις παθῶν εὑρισκόμενοι.

σλγ´. Οὔπω ἔφθασεν εἰς ἁπλότητα, ὁ ἔτι δεόμενος ἐπιμελείας φραγμοῦ τοῦ κατὰ τὴν ἐγκράτειαν.Ὁ τέλειος γάρ, φησίν, οὐκ ἐγκρατεύεται· ἔοικε δὲ τινι ἔχοντι ἄμπελον, ἢ ἄρουραν, οὐ μέσον πολλῶν ἄλλων ἀμπελώνων καὶ χώρων, ἀλλ᾿ ἐν γωνίᾳ που· καὶ διὰ τοῦτο δεομένῳ πολλῆς τῆς φυλακῆς καὶ τῆς νήψεως. Τοῦ γὰρ εἰς ἁπλότητα φθάσαντος, ἐκ παντὸς ἀνέπαφος ἡ ἄμπελος γίνεται, βασιλέως καθάπερ ἤ τινος ἄλλου παραδυναστεύοντος φοβεροῦ, καὶ μόνης ἐξ ἀκοῆς, τούς τε κλέπτας καὶ παροδίτας παρασκευάζοντος φρίττειν τὴν ἐπιχείρησιν.

σλδ´. Πολλοὶ μὲν εἰς τὸν τῆς κακοπαθείας σταυρὸν ἀνέρχονται· ὀλίγοι δὲ τοὺς ἥλους αὐτοῦ καταδέχονται· προαιρετικῆς μὲν εὐπειθείας δοῦλοι πολλοί· ἀπροαιρέτου δὲ αἰσχύνης, μόνοι οἱ τὸ φιλότιμον καταλύσαντες.

σλε´. Πάντας μὲν τοὺς δερματίνους χιτῶνας πολλοὶ ἐξεδύσαντο· ὡς ἔσχατον δὲ τὸν τῆς κενοδοξίας, μόνον οἱ μητέρα αὐτῆς τὴν αὐταρέσκειαν βδελυξάμενοι.

σλστ´. (1460) Ἔπαινον ἀνθρώπων καὶ ἄνεσιν σώματος, ὁ ἀποδεχόμενος μέν, οὐ καταδεχόμενος δέ, οὗτος τοῦ ἐσχάτου τῆς κενοδοξίας χιτῶνος γυμνὸς γεγονώς, τοῦ ἐν πολλοῖς στεναγμοῖς ἐπιζητουμένου οἰκητηρίου τοῦ ἐκ οὐρανοῦ τὴν φαιδρότητα ἀπ᾿ ἐντεῦθεν ἠξιώθη ἐνδύσασθαι.

σλζ´. Ἄλλο ἐνέργεια, καὶ ἄλλο ἐνέργημα. Καὶ τὸ μέν, ἁμαρτίας ἀπηρτισμένης ἐστὶ δεικτικόν· τὸ δέ, ἡδυπαθείας μόνης τῆς ἔνδοθεν ἐνηργημένης, ἀλλ᾿ ἐκτός. Ὡς οἱ τῆς ἰδίας μὲν μὴ κατακινούμενοι γῆς, δασμοφοροῦντες δὲ ὅμως τοῖς καταδυναστεύουσι τὰ αὐτοῖς καταθύμια.

σλη´. Τῆς γεύσεως κρατούσης ἐν ἡδοναῖς, ἀδύνατον μὴ καὶ πάσας τὰς αἰσθήσεις συνέπεσθαι, κἂν τῶν ψυχροτέρων εἰρηνεύειν δοκῶσι τὰ ὑπογάστρια, ὡς τῶν γεγηρακότων πύρωσιν ἐκ πυρὸς [μὴ] δεξαμένων. Ἀλλ᾿ οὐ περὶ τὸ γεννᾷν σώφρων ἡ στεῖρα μοιχευομένη κριθήσεται. Σωφρονεῖν δὲ πάντα τὸν μὴ πορνεύοντα εἴποιμι ἄν, μηδὲ ὁράσει κατακηλούμενον.

σλθ´. Ἐν τροφαῖς καὶ μορφαῖς καὶ φωναῖς, τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς ἐλέγχεται, οἷόν ἐστιν ταῖς θελητικαῖς τε καὶ ἄλλως ἐχούσαις [ὁρμαῖς] ἐν γεύσει, καὶ ὄψει, καὶ ἀκοῇ, εἴτε ὡς χρώμενον αὐταῖς, εἴτε ὡς παραχρώμενον, εἴτε μέσον πρὸς ἀμφότερα εὑρισκόμενον.

σμ´. Ἐν οἷς ὁ φόβος οὐ προηγεῖται, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα ἐν συγχύσει, οἱ λογισμοὶ εὑρεθήσονται· ἐν εὐταξίᾳ δέ, καὶ μάνδρας εἴσω κατὰ τὴν εὐνομίαν ἐφεπομένου, ἢ προηγουμένου αὐτοῦ.

σμα´. Τῆς πίστεως, ὁ φόβος υἱός· τῶν ἐντολῶν δὲ οὗτος νομεύς· καὶ ὁ μὴ τὴν μητέρα τούτου κτησάμενος, πρόβατον ὀφθῆναι τῆς κατὰ Κύριον νομῆς οὐκ ἀξιωθήσεται.

σμβ´. Οἱ μὲν τὰς ἀρχὰς μόνας ἔχουσι τῶν καλῶν· οἱ δέ, καὶ τὰς τούτων μεσότητας· οἱ δέ, καὶ τὰ τέλη αὐτῶν· ὧν ἄνευ, ὡς στρατιώτης ψιλὸς ἕκαστος εὑρεθήσεται ἢ ἀξιωματικός, τῶν σιτηρεσίων ἐκτός. Καὶ διὰ τοῦτο, ὁ μὲν τὴν ἑαυτοῦ μόνον καὶ μόλις οἰκίαν ἀπὸ τῶν ἐπιχειρούντων αὐτὴν ἐπηρεάζειν συντηρῶν· ὁ δὲ οὐκ ἐν τιμῇ τῇ προσηκούσῃ εὑρισκόμενος, ἐν οἷς ἂν συνέρχηται.

σμγ´. Οἱ ταῖς ἡδοναῖς συνέρχεσθαι παρακαλοῦντες τοῦ φάρυγγος ἐντελεῖς ὄντας, ὅμοιὸν τι ποιοῦσι τοῖς ἀναθερίζειν κελευομένοις τὰ εἰς ὑγείαν πληγὰς ἤδη ἐλθούσας· ἢ τὰς ψώρας διὰ τὴν ἡδύτητα κνήθειν· ἢ τὰ τὸν πυρετὸν ἀνάπτοντα ἐσθίειν, ἢ (1461) ἀποφράττειν τὸν ἀμπελῶνα αὐτοῦ, καὶ συγχωρεῖν εἰσέρχεσθαι σὺν ταῖς ἐννοίαις ταῖς ἀγαθαῖς, ὡς μονιὸν ἄγριον τὸ φρόνημα τῆς σαρκός, ὡς σταφυλὰς διαβόσκεσθαι. Οἷς οὐ πείθεσθαι χρή, οὐδὲ ταῖς ἀκαίροις κάμπτεσθαι κολακείαις ἀνθρώπων τε καὶ παθῶν· κατοχυροῦν δὲ τὸν φραγμὸν δι᾿ ἐγκρατείας, ἕως παύσωνται οἵ τε θῆρες, τὰ σαρκικὰ πάθη, ὠρύεσθαι, καὶ ὡς πετεινὰ οἱ μάταιοι λογισμοί, μὴ καταβαίνειν λυμαίνεσθαι, τὴν ὡς ἄμπελον εὐθηνουμένην ψυχὴν θεωρίαις ταῖς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

Ἐκ τῶν ξγ´. ἀπόρων, Πρὸς τὸν θειότατον βασιλέα τὸν Ἀχριδήν.

Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον, ὥσπερ φύσει κατ᾿ οὐσίαν ἐστὶ τοῦ Θεοῦ καὶ Πατρός, οὕτως καὶ τοῦ Υἱοῦ φύσει κατ᾿ οὐσίαν ὑπάρχει, ὡς ἐκ τοῦ Πατρὸς οὐσιωδῶς δι᾿ υἱοῦ τοῦ γεννηθέντος ἀφράστως ἐκπορευόμενον. Οὐκ ἔστιν οὖν ἐπινοῆσαι τομὴν ἢ διαίρεσιν κατ᾿ οὐδένα τρόπον, ὡς ἢ τὸν Πατέρα χωρὶς τοῦ Υἱοῦ ἐπινοηθῆναι, ἢ τὸν Υἱὸν χωρὶς τοῦ Πνεύματος, ἀλλ᾿ ἔστι τις ἄῤῤητος καὶ ἀκατανόητος ἐν τούτοις καὶ ἕνωσις καὶ διαίρεσις, οὔτε τῆς τῶν ὑποστάσεων διαφορᾶς τὸ συνεχὲς τῶν φύσεων [φυσικῶν] διασπώσης, οὔτε τῆς κατὰ τὴν οὐσίαν συναφείας τὸ ἴδιον τῶν γνωρισμάτων ἀναχεούσης· καὶ ἔστιν ἐπὶ τούτων. . . διάκρισις συνημμένη, καὶ διακεκριμένη συνάφεια. Προκείσεται δὲ καὶ τι πρὸς ἐπίγνωσιν ἀμυδρὰν ὑπόδειγμα· μᾶλλον δὲ σκιὰ τῆς ἀληθείας, ἡ πολύχρονος ἴρις. Πάντων γὰρ τῶν ἐν ταύτῃ χρωμάτων αἱ αὐγαί, καὶ διακεκριμέναι φαίνονται, τῷ τηλαυγεῖς εἶναι, καὶ συνηνῶσθαι δοκοῦσι, τῷ λανθάνειν τὰς ὄψεις ἡμῶν τοὺς ὅρους τῶν μίξεων, τοὺς διακρίνοντας τὰς τῶν χροῶν ἑτερότητας· ὡς ἀμήχανον ἐξευρεῖν, μέχρι τίνος ἕστηκε τὸ πυραυγὲς ἢ σμαραγδίζον ταῖς αἴγλαις, ἢ χλοάζον ταῖς λαμπηδόσι [τὰς λαμπηδόνας], καὶ ἐπὶ τίνος ἄρχεται· παιδεύοντος, οἶμαι, τοῦ, λόγου καὶ διὰ τῆς κτίσεως ἡμᾶς, μὴ καινοπαθεῖν τοῖς περὶ τῶν δογμάτων λόγοις, ὅταν εἰς τὸ δυσθεώρητον ἐμπεσόντες, πρὸς τὴν συγκατάθεσιν τῶν λεγομένων ἰλιγγιάσωμεν. Ὡς γὰρ ἐπὶ τῶν τοῖς ὀφθαλμοῖς φαινομένων κρείττων λόγου ἡ πεῖρα, οὕτως καὶ ἐπὶ τῶν ὑπεραναβεβηκότων δογμάτων κρείττων ἡ πίστις ἔστω τῆς διὰ τῶν λογισμῶν καταλήψεως.