ΕΚΑΤΟΝΤΑΣ ΠΕΜΠΤΗ.

α´. Ὁ κατὰ φύσιν λόγος, διὰ μέσων τῶν ἀρετῶν, (1349) πρὸς τὸν νοῦν ἀνάγειν πέφυκε τὸν ἐπιμελούμενον πράξεως· ὁ δὲ νοῦς πρὸς τὴν σοφίαν εἰσάγει διὰ θεωρίας τὸν ἐφιέμενον γνώσεως. Τὸ δὲ παράλογον πάθος, πρὸς τὴν αἴσθησιν πείθει καταφέρεσθαι τὸν ἀμελοῦντα τῶν ἐντολῶν, ἧς τέλος ἐστί, τὸ πρὸς τὴν ἡδονὴν καθηλωθῆναι τὸν νοῦν.

β´. Ἀρετὴν καλεῖ, τὴν ἀπαθεστάτην καὶ παγίαν περὶ τὸ καλὸν ἕξιν, ἧς ἐφ᾿ ἑκάτερα καθέστηκεν οὐδέν, Θεοῦ φερούσης χαρακτῆρα, ᾧ οὐδέν ἐστιν ἐναντίον. Αἰτία δὲ τῶν ἀρετῶν ἐστιν ὁ Θεός· τούτου δὲ κατ᾿ ἐνέργειαν γνῶσις, ἡ τοῦ κατ᾿ ἀλήθειαν ἐπεγνωκότος τὸν Θεὸν πρὸς τὸ πνεῦμα κατὰ τὴν ἕξιν ἀλλοίωσις.

γ´. Εἰ ὁ λόγος διώρισεν ὡς πέφυκεν ἑκάστου τὴν γένεσιν, οὐδὲν τῶν ὄντων ἑαυτὸ φυσικῶς ἢ ὑπερβέβηκεν ἢ ὑποβέβηκεν. Οὐκοῦν ὅρος μὲν τῶν ὄντων ἐστίν, ἡ κατ᾿ ἔφεσιν τῆς αἰτίας ἐπίγνωσις· μέτρον δέ, ἡ ἐφικτὴ τοῖς οὖσι κατ᾿ ἐνέργειαν τῆς αἰτίας ἐκμίμησις. Τὸ δὲ ὑπὲρ τὸν ὅρον φέρεσθαι καὶ τὸ μέτρον τῶν κινουμένων τὴν ἔφεσιν, ἀνόνητον ποιεῖ τὸν δρόμον, μὴ καταντώντων εἰς Θεόν, ἐν ᾧ ἡ κατ᾿ ἔφεσιν πάντων ἵσταται κίνησις, αὐθυπόστατον δεχομένη τέλος τοῦ Θεοῦ τὴν ἀπόλαυσιν. Τὸ δὲ παρὰ τὸν ὅρον φέρεσθαι καὶ τὸ μέτρον τῶν κινουμένων τὴν ἔφεσιν, ἀνόνητον ποιεῖ τὸν δρόμον, ἀντὶ Θεοῦ καταντώντων πρὸς τὴν αἴσθησιν, ἐν ᾗ καθ᾿ ἡδονὴν βέβηκεν ἡ τῶν παθῶν ἀνυπόστατος ἀπόλαυσις.

δ´. Ὁ πρὸς τὴν αἰτίαν τῶν ὄντων ἀσχέτως ἀνατιθεὶς νοῦν, ἀγνοήσει παντελῶς, μηδένα θεωρῶν λόγον, ἐν τῷ κατὰ πᾶσαν αἰτίαν ὑπὲρ πάντα λόγον ὄντι κατ᾿ οὐσίαν Θεῷ· πρὸς ὃν ἀπὸ τῶν ὄντων ἁπάντων συσταλείς, οὐδένα τῶν ἀφ᾿ ὧν ἀπέστη λόγων, ἐπίσταται μόνον τὸν πρὸς ὃν γέγονε κατὰ χάριν, ἀνερμηνεύτως θεώμενος. Καὶ γὰρ καὶ τοὺς τῶν ἀσωμάτων καὶ τοὺς τῶν σωμάτων ἀφίησι λόγους, ὁ πρὸς τὸν Θεὸν ἀναδραμὼν κατ᾿ ἔκστασιν νοῦς. Οὐ γὰρ πέφυκέ τι Θεῷ τῶν μετὰ Θεόν, ἅμα συγκατοπτεύεσθαι.

ε´. Ἐπάρατον ὄντως πάθος ὁ τῦφος, καὶ ἐκ δύο κακῶν κατὰ σύνθεσιν συνιστάμενον, ὑπερηφανίας φημὶ καὶ κενοδοξίας· ὧν ἡ μὲν ὑπερηφανία, τὴν αἰτίαν ἀρνεῖται τῆς ἀρετῆς καὶ τῆς φύσεως· ἡ δὲ κενοδοξία, τήν τε φύσιν, καὶ αὐτὴν νόθον τὴν ἀρετὴν καθίστησιν. Οὐδὲν γὰρ τῷ ὑπερηφάνῳ κατὰ Θεὸν διαπράττεται, καὶ οὐδὲν τῷ κενοδόξῳ κατὰ φύσιν προέρχεται.

στ´. Ὑπερηφανίας ἴδιον, τὸ ἀρνεῖσθαι τὸν Θεὸν ἀρετῆς εἶναι γενέτην καὶ φύσεως· κενοδοξίας δέ, τὸ μερίζειν τὴν φύσιν πρὸς ὕφεσιν· ὧν ὁ τῦφος εἶναι γέννημα πέφυκεν, ἕξις κακίας ὑπάρχων σύνθετος, Θεοῦ ἄρνησιν ἑκούσιον ἔχουσα, καὶ τῆς κατὰ φύσιν ἰσοτιμίας ἄγνοιαν.

ζ´. (1352) Ὑπερηφανίας καὶ κενοδοξίας μίξις, ὁ τῦφος καθέστηκε· πρὸς μὲν τὸν Θεὸν ἔχων τὴν καταφρόνησιν, καθ᾿ ἣν πέφυκε βλασφήμως διαβάλλειν τὴν πρόνοιαν· πρὸς δὲ τὴν φύσιν κεκτημένος τὴν ἀλλοτρίωσιν, καθ᾿ ἣν πάντα τὰ τῆς φύσεως παρὰ τὴν φύσιν μεταχειρίζεται, τῷ κατὰ παράχρησιν τρόπῳ τὴν τῆς φύσεως παραφθείρων εὐπρέπειαν.

η´. Τὸ πνεῦμα τοῦ καύσωνος, οὐ μόνον τοὺς πειρασμούς, ἀλλὰ καὶ τὴν ἐγκατάλειψιν τοῦ Θεοῦ, τὴν ἀφαιρουμένην τῶν Ἰουδαίων τὴν τῶν θείων χαρισμάτων χορηγίαν, δηλοῖ. Ἡ δὲ διὰ πνεύματος κατὰ ψυχὴν ἀγχιστεία, σαρκὸς μὲν λύει τὴν σχέσιν τῆς προαιρέσεως, Θεῷ δὲ προσδεσμεῖ κατὰ πόθον προσηλωθεῖσαν.

θ´. Ὁ μὲν φυσικὸς νόμος, ὅταν οὐκ ἔχῃ πλεονεκτοῦσαν τὸν λόγον τὴν αἴσθησιν, ἀδιδάκτως ἀσπάζεσθαι πάντας πείθει τὸ συγγενὲς καὶ ὁμόφυλον, αὐτὴν ἔχοντας τὴν φύσιν τῆς τῶν δεομένων ἐπικουρίας διδάσκαλον, κἀκεῖνο βούλεσθαι πᾶσιν [male edita πᾶν] ἅπαντας, ὅπερ ἕκαστος ἑαυτῷ παρὰ τῶν ἄλλων γινόμενον, εἶναι δοκεῖ καταθύμιον. Καὶ τοῦτο διδάσκων ὁ Κύριος, φησίν, Ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ὁμοίως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς.

ι´. Ἔργον εἶναι τοῦ φυσικοῦ νόμου φησί, τὴν γνωμικὴν πάντων πρὸς πάντας ὁμόθυμον σχέσιν. Ἐφ᾿ ὧν γὰρ ἡ φύσις λόγῳ βραβεύεται, τούτων μία πέφυκεν εἶναι διάθεσις. Ὧν δὲ διάθεσις ἡ αὐτή, καὶ ὁ κατ᾿ ἦθος τρόπος, καὶ ὁ τοῦ βίου δρόμος εἷς ὑπάρχειν προδήλως πέφυκεν. Ὧν δὲ τρόπος ἠθῶν βίου δρόμος ἐστὶν ὁ αὐτός, εἷς δηλονότι καὶ ὁ αὐτὸς κατὰ τὴν γνώμην τῆς πρὸς ἀλλήλους σχέσεως ὑπάρχει δεσμός, κατὰ μίαν γνώμην ἄγων τοὺς πάντας πρὸς τὸν ἕνα λόγον τῆς φύσεως· ἐν ᾧ παντελῶς οὐκ ἔστιν ἡ νῦν κρατοῦσα τῆς φύσεως διὰ τῆς φιλαυτίας διαίρεσις. Ὁ δὲ γραπτὸς νόμος, φόβῳ τῶν ἐπιτιμίων ἐπέχων τὰς ἀτάκτους τῶν ἀφρονεστέρων ὁρμάς, ἐθίζει διδάσκων, πρὸν μόνην αὐτοὺς ὁρᾷν τὴν τοῦ ἴσου διανομήν, καθ᾿ ἣν τῆς δικαιοσύνης τὸ κράτος χρόνῳ βεβαιωθέν, εἰς φύσιν μεθίσταται, ποιοῦν, τὸν μὲν φόβον, διάθεσιν, ἠρέμα κατὰ μικρὸν τῇ περὶ τὸ καλὸν γνώμῃ συγκρατυνομένην· ἕξιν δέ, τὴν συνήθειαν, τῇ λήθῃ τῶν προτέρων καθαιρομένην, καὶ τὸ φιλάλληλον ἑαυτῇ συναποτίκτουσαν.

ια´. Ὁ γραπτὸς νόμος, φησί, κωλύων φόβῳ τὴν ἀδικίαν, ἐθίζει πρὸς τὸ δίκαιον· χρόνῳ δὲ τὸ ἔθος ποιεῖ διάθεσιν φιλοδίκαιον, ὑφ᾿ ἧς παγία πρὸς τὸ καλὸν ἕξις ἐπιγίνεται, λήθην προλαβούσης πονηρίας ἐπάγουσα.

ιβ´. Ὁ δὲ τῆς χάριτος νόμος, αὐτὸν ἀμέσως διδάσκει τοὺς ἀγομένους μιμεῖσθαι τὸν Θεόν, ὃς τοσοῦτον ὑπὲρ ἑαυτὸν ἡμᾶς, εἰ θέμις εἰπεῖν, καὶ ταῦτα διὰ τὴν ἁμαρτίαν ὄντας ἐχθρούς, ἠγάπησεν, ὥστε καὶ (1353) εἰς τὴν καθ᾿ ἡμᾶς οὐσίαν ἐλθεῖν ἀτρέπτως, ὑπὲρ πᾶσαν οὐσίαν ὄντα· καὶ φύσιν ὑπερουσίως καταδέξασθαι καὶ ἄνθρωπον γενέσθαι, καὶ τῶν ἀνθρώπων ἕνα χρηματίσαι βούλεσθαι, καὶ τὴν ἡμετέραν κατάκρισιν οἰκείαν ποιῆσαι μὴ παραιτήσασθαι· καὶ τοσοῦτον ἡμᾶς θεῶσαι κατὰ χάριν, ὅσον κατ᾿ οἰκονομίαν αὐτὸς γέγονεν ἄνθρωπος· ἵνα μὴ μόνον μάθωμεν ἀλλήλων ἀντέχεσθαι φυσικῶς, καὶ ὡς ἑαυτοὺς ἀλλήλους ἀγαπᾷν πνευματικῶς, ἀλλὰ καὶ ὑπὲρ ἑαυτοὺς ἀλλήλων κήδεσθαι θεϊκῶς, καὶ ταύτην τῆς εἰς ἀλλήλους ἀγάπης ἀπόδειξιν ποιεῖσθαι, τὸ κατ᾿ ἀρετὴν ὑπὲρ ἀλλήλων τὸν ἑκούσιον προθύμως αἱρεῖσθαι θάνατον. Οὐκ ἔστι γὰρ ἄλλη μείζων ταύτης ἀγάπη, φησίν, ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ φίλου αὐτοῦ.

ιγ´. Ὁ μὲν τῆς φύσεως νόμος ἐστίν, ἵνα συνελὼν εἴπω, λόγος φυσικός, τὴν αἴσθησιν λαβὼν ὑποχείριον, πρὸς ἀφαίρεσιν τῆς ἀλογίας· καθ᾿ ἣν τῶν φυσικῶς σηνημμένων ἐστὶν ἡ διαίρεσις. Ὁ δὲ γραπτὸς νόμος ἐστί, λόγος φυσικὸς μετὰ τὴν κατ᾿ αἴσθησιν τῆς ἀλογίας ἀφαίρεσιν, προσλαβὼν καὶ πόθον πνευματικὸν τῆς πρὸς τὸ συγγενὲς ἀλληλουχίας συνεκτικόν. Ὁ δὲ τῆς χάριτος νόμος, ὑπὲρ φύσιν καθέστηκεν λόγος, πρὸς θέωσιν ἀτρέπτως τὴν φύσιν μεταλλάτων, καὶ ὡς ἐν εἰκόνι δεικνὺς ἀκαταλήπτως τῇ φύσει τῶν ἀνθρώπων, τὸ ὑπὲρ οὐσίαν καὶ φύσιν ἀρχέτυπον, καὶ τὴν τοῦ ἀεὶ εὖ εἶναι διαμονὴν παρεχόμενος.

ιδ´. Τὸ μὲν ἔχειν ὡς ἑαυτὸν τὸν πλησίον, μόνης ἐστὶ φροντίσαι τῆς πρὸς τὸ εἶναι ζωῆς· ὅπερ φυσικοῦ νόμου καθέστηκε· τὸ δὲ τὸν πλησίον ἀγαπᾷν ὡς ἑαυτόν, καὶ τῆς πρὸς τὸ εὖ εἶναι κατ᾿ ἀρετήν ἐστι προνοεῖσθαι τοῦ πέλας· ὅπερ ὁ γραπτὸς ἐπιτρέπει νόμος· τὸ δὲ ὑπὲρ ἑαυτὸν ἀγαπῆσαι τὸν πλησίον, τοῦ νόμου τῆς χάριτός ἐστιν ἰδιαίτατον.

ιε´. Ὁ κωλυόμενος τῶν πρὸς ἡδονὴν σώματος ἀφορμῶν, μανθάνει Προνοίας λόγους, ἐπεχούσης τὴν ἐξαπτικὴν ὕλην τῶν παθῶν· ὁ δὲ τὰς πρὸς ὀδύνην σώματος δεχόμενος μάστιγας, διδάσκεται κρίσεως λόγους, προλαβόντων μολυσμῶν ἀκουσίοις πόνοις αὐτὸν ἐκκαθαιρούσης.

ιστ´. Εἰ τὸν προφήτην διὰ τὴν σκηνὴν καὶ τὴν κολόκυνθαν λυπούμενον, λέγω δὲ τὴν σάρκα καὶ τὴν τῆς σαρκὸς ἡδονήν, τῆς δὲ Νινευῒ τὸν Θεὸν ἀντεχόμενον ἀντεισήγαγεν ὁ τῆς Γραφῆς λόγος, δῆλον ὡς τῶν τοῖς ἀνθρώποις τιμίων καὶ ἐπεράστων, τόδε τῷ Θεῷ φανὲν προσφιλές, πάντων τῶν ὄντων πολλῷ κρεῖττόν ἐστι καὶ τιμιώτερον, ἤπουγε [unus Reg. ὅπου γε] τῶν οὐκ ὄντων, καὶ μόνῃ προλήψει κατ᾿ ἐσφαλμένην κρίσιν εἶναι δοκούντων, ὧν οὐδεὶς τοπαράπαν ἐστὶ κατὰ τὴν ὕπαρξιν λόγος· μόνη δὲ φαντασία τὸν νοῦν φενακίζουσα, καὶ σχῆμα τοῖς οὐκ οὖσι διάκενον, ἀλλ᾿ οὐχ ὑπόστασιν τῷ πάθει παρεχομένη.

ιζ´. (1356) Ἡ μὲν ἀκριβὴς γνῶσιν τῶν λογίων τοῦ Πνεύματος, μόνοις ἀποκαλύπτεσθαι πέφυκε τοῖς ἀξίοις τοῦ Πνεύματος· οἳ διὰ πολλὴν τῶν ἀρετῶν ἐπιμέλειαν, τῆς τῶν παθῶν αἰθάλης τὸν νοῦν ἐκκαθάραντες, ἐσόπτρου δίκην καθαροῦ καὶ διαυγοῦς, ἅμα τῇ προσβολῇ, καθάπερ πρόσωπον ἐντυπουμένην αὐτοῖς καὶ ἐμπίπτουσαν τὴν τῶν θείων δέχονται γνῶσιν. Οἷς δὲ ταῖς τῶν παθῶν κηλῖσιν ὁ βίος κατέστικται, μόλις κἂν ἐξ εἰκότων τινῶν στοχασμῶν τεκμηριῶσαι τὴν τῶν θείων γνῶσίν ἐστι δυνατόν, μὴ ὅτι γε νοῆσαί τε καὶ φράσαι ταύτην δι᾿ ἀκριβείας ἀπαυθαδίζεσθαι.

ιη´. Ὁ τοῦ νοῦ μορφὴν τὴν ἐξ ἀρετῶν ἐν Πνεύματι θείῳ δεξάμενος γνῶσιν, τὰ θεῖα λέγεται παθεῖν, ὅτι μὴ φύσει κατὰ τὴν ὕπαρξιν, ἀλλὰ χάριτι κατὰ τὴν μέθεξιν, ταύτην προσέλαβεν. Ὁ δὲ τὴν ἐκ χάριτος μὴ δεξάμενος γνῶσιν, κἂν λέγῃ τι γνωστικόν, οὐκ οἶδε κατὰ πείραν τοῦ λεγομένου τὴν δύναμιν. Ψιλὴ γὰρ μάθησις, τὴν καθ᾿ ἕξιν γνῶσιν οὐ δίδωσι.

ιθ´. Νοῦς εἰς ἄκρον διὰ τῶν ἀρετῶν καθαιρόμενος, τοὺς τῶν ἀρετῶν πέφυκεν εἰκότως ἐκδιδάσκεσθαι λόγους, τὴν ἐξ αὐτῶν θειωδῶς χαρακτηρισθεῖσαν γνῶσιν οἰκεῖον ποιούμενος πρόσωπον. Καθ᾿ ἑαυτὸν γὰρ ἀνείδεός τε καὶ ἀχαρακτήριστος πᾶς καθέστηκε νοῦς, μορφὴν ἔχων ἐπίκτητον, ἢ τὴν ἐκ τῶν ἀρετῶν ὑποστᾶσαν ἐν πνεύματι γνῶσιν, ἢ τὴν ἐκ τῶν παθῶν ἐπισυμβαίνουσαν ἄγνοιαν.

κ´. Πᾶς ὁ τῆς θείας ἐκπεπτωκὼς ἀγάπης, τὸν ἐν τῇ σαρκὶ νόμον ἔχει διὰ τῆς ἡδονῆς βασιλεύοντα, τὸν μηδεμίαν θείαν ἐντολὴν φυλάξαι δυνάμενον ἢ βουλόμενον. Τῆς γὰρ ἐν πνεύματι Θεοῦ κατ᾿ ἀρετὴν διεξαγομένης ζωῆς τε καὶ βασιλείας, προτιμήσας τὴν φιλήδονον ζωήν, τὴν ἄγνοιαν ἀντὶ τῆς γνώσεως ἑαυτῷ ἐπεσπάσατο.

κα´. Ὁ μὴ διαβαίνων κατὰ νοῦν πρὸς τὴν ἔνδον ἐν πνεύματι τοῦ νομικοῦ γράμματος θείαν εὐπρέπειαν, τὴν τῆς γνώμης φιλήδονον σχέσιν, ἤγουν τὴν κοσμικὴν προσπάθειαν καὶ φιλοκοσμίαν γεννᾷν πέφυκεν, ἐκ τῆς κατὰ μόνην τὴν ἐν λόγῳ τοῦ νόμου μαθήσεως προφοράν.

κβ´. Αἰσχύνη στόματός ἐστιν, ἡ κατὰ νοῦν φιλόκοσμος μελέτη τῶν λογισμῶν καὶ φιλοσώματος. Ἐν ᾧ γὰρ ὁ κόσμος ἐκ τῆς ἐμφαινομένης τῷ γράμματι τοῦ νόμου σωματικῆς διαπλάσεως, κατὰ τὴν γνωμικὴν σχέσιν γεννᾶσθαι πέφυκεν· ἤγουν, ἡ τὸν κόσμον φιλοῦσα διάθεσις, καὶ ἡ κατὰ νοῦν φιλήδονος μελέτη τῶν λογισμῶν. Πρὸς ὃ γὰρ σχετικῶς διακείμεθα, πρὸς ἐκεῖνο καὶ κατὰ νοῦν μελέτην κεκτήμεθα.

κγ´. (1357) Ἢ πάλιν αἰσχύνη στόματός ἐστιν, ἡ τοῖς πάθεσιν εἶδος ἐπάγουσα, καὶ τὸ καθ᾿ ἡδονὴν πρὸς αἴσθησιν διαπλάττουσα κάλλος, τοῦ νοῦ κίνησις. Χωρὶς γὰρ τῆς κατὰ νοῦν ἐπινοητικῆς δυνάμεως, πρὸς διάπλασιν μορφῆς, οὐδαμῶς πάθος ἄγεται. Ἢ ἀνάθημὰ ἐστι, καὶ ἡ πρόσυλος καὶ ἀκαλλὴς τῶν παθῶν καὶ ἀδιατύπωτος κίνησις· αἰσχύνη δὲ στόματος, ἡ τὸ πάθος εἰδοποιοῦσα πρὸς αἴσθησιν τοῦ νοῦ κίνησις, καὶ ταῖς ἐπινοίαις ὕλην ἁρμόδιον τῷ πάθει πορίζουσα.

κδ´. Ὁ διὰ τρυφὴν σωματικὴν καὶ ἀνάπαυσιν τὰς θυσίας καὶ τὰς ἑορτάς, τά τε Σάββατα καὶ τὰς νεομηνίας κατὰ τὸν νόμον τὸν Θεὸν διατεταχέναι πιστεύων, πάντη τε καὶ πάντως, ὑπὸ τὴν ἐνοχὴν γενήσεται τῆς τῶν παθῶν ἐνεργείας, καὶ τὴν αἰσχύνην τῆς τῶν ἐπ᾿ αὐταῖς αἰσχρῶν λογισμῶν ῥυπαρίας· ὑπό τε τὸν φθειρόμενον ἔσται κόσμον, καὶ τὴν ἐν λογισμοῖς φιλοσώματον μελέτην· ὑπό τε τὴν ὕλην τῶν φθειρομένων τίμιον ἔχειν δυνάμενος.

κε´. Ὁ πεισθεὶς θείαν εἶναι διαταγὴν τὸ σωματικῶς κατὰ νόμον τρυφᾷν, τὴν γαστριμαργίαν ὡς Θεοῦ δῶρον λαμβάνει πρὸς συμβίωσιν μετὰ χαρᾶς, ἐξ ἧς γεννᾷ τοὺς μολύνοντας τῇ παραχρήσει τὴν ἐνέργειαν τῶν αἰσθήσεων τρόπους.

κστ´. Ἐπειδὰν τὸ θεωρητικὸν τῆς ψυχῆς τὴν τρυφὴν κατὰ τὸν ἐν γράμματι νόμον ὡς θείαν διὰ τὴν ἐντολὴν ἀσπάσηται πρὸς συμβίωσιν, τὴν τῶν αἰσθήσεων παρὰ φύσιν μετέρχεται χρῆσιν, μηδεμιᾶς συγχωροῦν κατὰ φύσιν διαφαίνεσθαι τὴν χρῆσιν τῆς ἐνεργείας. Γεννᾷ γὰρ τήν τε τῶν παθῶν ἕξιν καὶ τὴν ἐνέργειαν, καὶ ὡς θείαν εἰσοικίζεται τὴν γαστριμαργίαν, πρὸς γένεσιν τῶν ῥυπαινόντων τῇ παραχρήσει τὰς αἰσθήσεις τρόπων, εἰς ἀναίρεσιν τῶν ἐν τοῖς οὖσι φυσικῶν λόγων τε καὶ σπερμάτων.

κζ´. Οὐδεὶς μόνῃ προσανέχων τῇ σωματικῇ τοῦ νόμου λατρείᾳ, φυσικὸν τοπαράπαν δύναιτ᾿ ἂν παραδέξασθαι λόγον ἢ λογισμόν, ὅτι μηδὲ πέφυκε ταυτὸν εἶναι τῇ φύσει τὰ σύμβολα. Ὁ γὰρ τοῖς συμβόλοις ἐναπομένων τοῦ νόμου, οὐ δύναται κατὰ λόγον τὴν τῶν ὄντων φύσιν ὁρᾷν, καὶ τοὺς τεθέντας οὐσιωδῶς ὑπὸ τοῦ δημιουργοῦ τοῖς οὖσι λόγους περιποιεῖσθαι, διὰ τὸ τῶν συμβόλων πρὸς τὴν τῶν ὄντων φύσιν διάφορον.

κη´. Ὁ Θεὸν τὴν κοιλίαν ἡγούμενος, καὶ ὡς ἐπὶ δόξῃ τῇ αἰσχύνῃ καλλωπιζόμενος, μόνων οἶδεν ὡς θείων ἀντέχεσθαι διὰ σπουδῆς τῶν παθῶν τῆς ἀτιμίας· καὶ διὰ τοῦτο μόνα περιέπει τὰ χρονικά, τουτέστι τὴν ὕλην καὶ τὸ εἶδος, καὶ τὴν κατὰ παράχρησιν πενταπλῆν ἐνέργειαν τῶν αἰσθήσεων. Τῇ γὰρ ὕλῃ καὶ τῷ εἴδει συμπλακεῖσα κατὰ μίξιν ἡ αἴσθησις, ἀποτελεῖν μὲν πάθος, ἀπεκτείνειν δὲ καὶ ἀναιρεῖν τοὺς κατὰ φύσιν πέφυκε λόγους. Πάθος γὰρ καὶ φύσις κατὰ τὸν τοῦ εἶναι λόγον, οὐδαμῶς ἀλλήλοις συνυπάρχουσιν. Οὐ γὰρ πέφυκε πάθει (1360) ἐμφαίνεσθαι τοπαράπαν φύσεως λόγος, ὥσπερ οὔτε φύσει συναποτίκτεσθαι κατὰ γένεσιν πάθος.

κθ´. Ὁ μὴ πιστεύων τὴν Γραφὴν εἶναι πνευματικήν, τῆς οἰκείας κατὰ τὴν γνῶσιν πενίας οὐκ αἰσθάνεται, ἀλλὰ λιμῶ διαφθείρεται. Λιμὸς γάρ ἐστιν ὡς ἀληθῶς, ἔκλειψις τῶν κατ᾿ αὐτὴν τὴν πεῖραν ἐγνωσμένων ἀγαθῶν, καὶ ἀπορία καὶ σπάνις παντελὴς τῶν τὴν ψυχὴν συγκρατούντων πνευματικῶν βρωμάτων. Πῶς γὰρ λιμὸν ἡγήσεταὶ τις ἢ ζημίαν, τὴν τῶν καθάπαξ αὐτῷ μηδαμῶς ἐγνωσμένων ἀφαίρεσιν;

λ´. Λιμώττει ἐπ᾿ ἀληθείας τῶν πιστῶν καὶ ἐπεγνωκότων τὴν ἀλήθειαν ὁ λαός, καὶ ἡ ψυχὴ τοῦ καθ᾿ ἕκαστον ἀφεμένη τῆς ἐν τῇ χάριτι πνευματικῆς θεωρίας, καὶ γενομένη τῆς τυπικῆς ἐν τῷ γράμματι δουλείας, μὴ διατρέφουσα τὸν νοῦν ταῖς τῶν νοημάτων μεγαλοφυΐαις, ἀλλὰ πληροῦσα τὴν αἴσθησιν ἐμπαθοῦς φαντασίας, ταῖς σωματικαῖς τῶν Γραφῶν συμβόλων διατυπώσεσι.

λα´. Πᾶς ὁ τὴν πνευματικὴν τῆς ἁγίας Γραφῆς θεωρίαν μὴ προσιέμενος, τόν τε φυσικὸν ταύτῃ καὶ τὸν γραπτὸν κατὰ τοὺς Ἰουδαίους συναπώσατο νόμον, καὶ τὸν ἐν τῇ χάριτι νόμον ἠγνόησε, καθ᾿ ὃν δίδοται τοῖς κατ᾿ αὐτὸν ἀγομένοις ἡ θέωσις. Ὁ τοίνυν τὸν γραπτὸν νόμον λαμβάνων σωματικῶς, ἀρεταῖς τὴν ψυχὴν οὐ διατρέφει· καὶ ὁ τοῖς λόγοις τῶν ὄντων οὐκ ἐπιβάλλων, τῇ ποικίλῃ τοῦ Θεοῦ σοφίᾳ τὸν νοῦν οὐχ ἑστιᾷ φιλοτίμως· καὶ ὁ τὸ μέγα τῆς καινῆς χάριτος μὴ γινώσκων μυστήριον, τῇ ἐλπίδι τῆς μελλούσης θεώσεως οὐκ ἀγάλλεται. Οὐκοῦν ἡ ἔλλειψις τῆς κατὰ τὸν γραπτὸν νόμον θεωρίας, ἔχει παρεπομένην αὐτῇ τὴν ἔνδειαν τῆς κατὰ τὸν φυσικὸν νόμον νοουμένης ποικίλης σοφίας τοῦ Θεοῦ, ἐφεπομένην ἔχουσαν τῆς κατὰ τὸ καινὸν μυστήριον χάριτι δοθησομένης θεώσεως πάντως τὴν ἄγνοιαν.

λβ´. Πᾶς νοῦς κατὰ Χριστὸν διορατικὸς καὶ ἰσχυρὸς ὁράσει, ἀεὶ ἐφίεται καὶ ζητεῖ τὸ πρόσωπον Κυρίου. Πρόσωπον δὲ Κυρίου καθέστηκεν, ἡ κατ᾿ ἀρετὴν τῶν θείων ἀληθὴς θεωρία, καὶ γνῶσις, ἣν ζητῶν, διδάσκεται τὴν αἰτίαν τῆς κατ᾿ αὐτὸν ἐνδείας καὶ ἀπορίας. Ὣσπερ γὰρ τὸ πρόσωπον χαρακτηριστικόν ἐστι τοῦ καθ᾿ ἕκαστον, οὕτω καὶ ἡ πνευματικὴ γνῶσις ἐμφαντικῶς χαρακτηρίζει τὸ Θεῖον. Ἣν ὁ ζητῶν, λέγεται ζητεῖν τὸ πρόσωπον Κυρίου. Ὁ δὲ κατασαρκούμενος κατὰ τὸ γράμμα τοῦ νόμου ταῖς ἐναίμοις θυσίαις, ποθουμένην ἄγνοιαν ἔχει, πρὸς μόνην (1361) σαρκὸς ἡδονὴν ἐντολὴν ἐκδεχόμενος, καὶ μόνης κατ᾿ αἴσθησιν ἀντεχόμενος σωματικῶς τῆς ὕλης τοῦ γράμματος.

λγ´. Ὁ μὲν σωματικῶς κατὰ τὸν νόμον λατρεύων, καθάπερ ὕλην γεννᾷ τὴν κατ᾿ ἐνέργειαν ἁμαρτίαν, καὶ ὡς εἶδος τὴν ἐπ᾿ αὐτῇ τοῦ νοῦ συγκατάθεσιν ταῖς προσφόροις ἡδοναῖς τῶν αἰσθήσεων ὑλικῶς διαπλάττεται.Ὁ δὲ πνευματικῶς τὴν Γραφὴν ἐκδεχόμενος, ὡς μὲν ὕλην τὴν ἐνέργειαν, ὡς εἶδος δὲ τῆς ἁμαρτίας τὴν συγκατάθεσιν, μετὰ τῶν κατὰ παράχρησιν πρὸς ἡδονὴν τῆς αἰσθήσεως τρόπων θανατοῖ, διὰ τῶν φυσικῶν λογισμῶν ἐν τῷ ὕψει τῆςθεωρίας.

λδ´. Τὴν ὕλην καὶ τὸ εἶδος, καὶ τοὺς περὶ τὴν ὕλην καὶ τὸ εἶδος κατὰ παράχρησιν πέντε τρόπους τῶν πέντε αἰσθήσεων· λέγω δὲ τὴν ἐμπαθῆ τε καὶ παρὰ φύσιν πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων συμπλοκήν, ἤγουν τὰ ὑπὸ χρόνον καὶ ῥεῦσιν, μετὰ τὴν πάροδον τῆς ἐν νόμῳ κατὰ τὸ γράμμα σωματικῆς λατρείας, καὶ τὴν τῆς ἀγνοίας διάβασιν, παραδίδωσι θανατωθῆναι τοῖς κατὰ φυσικὴν θεωρίαν ὑψηλοτέροις λόγοις καὶ λογισμοῖς, ὁ πνευματικὸς νόμος, ἢ νοῦς· τὴν ἐν τοῖς συμβόλοις πρὸς αἴσθησιν καὶ σῶμα καθολικωτάτην τῶν ὑπὸ χρόνον σχέσιν, ἀφανίσαι καὶ θανατῶσαι, κατὰ τὸ ὕψος γινομένοις τοῦ νόμου τῆς πνευματικῆς θεωρίας.

λε´. Χωρὶς φυσικῆς θεωρίας, οὐδεὶς τὴν πρὸς τὰ θεῖα τῶν νομικῶν συμβόλων ἀπέμφασιν διαγινώσκει. Εἰ γὰρ μὴ φυσικῶς πρότερὸν τις τὴν ἐν τοῖς συμβόλοις τῶν θείων καὶ νοητῶν διασκοπήσας ἀπέμφασιν, ἐλθεῖν ποθήσει κατὰ νοῦν, ἔξω παντελῶς τῶν θείων ἀδύτων τὴν αἴσθησιν θέμενος, πρὸς τὴν τῶν νοητῶν εὐπρέπειαν, τῆς ἐν τοῖς τύποις ἀπολυθῆναι καθάπαξ οὐ δύναται σωματικῆς ποικιλίας· καθ᾿ ἣν ἕως βέβηκε τοῦ γράμματος ἀντεχόμενος, τὴν ἐκ τοῦ λιμοῦ τῆς γνώσεως εἰκότως ἀπορίαν οὐ παραμυθεῖται τῆς Γραφῆς τὴν γῆν, ἤγουν τὸ σῶμα, κατὰ τὸν ἀπατηλὸν ὄφιν ἐσθίειν ἑαυτὸν καταδικάσας· ἀλλ᾿ οὐ κατὰ Χριστόν, τὸν οὐρανόν, ἤγουν τῆς Γραφῆς τὸ πνεῦμα καὶ τὴν ψυχήν, τουτέστι τὸν οὐράνιον καὶ ἀγγελικὸν ἄρτον· λέγω δέ, τὴν ἐν Χριστῷ τῶν Γραφῶν πνευματικὴν θεωρίαν καὶ γνῶσιν βρωματιζόμενος, ἣν δίδωσι δαψιλῶς ἐπιχορηγουμένην τοῖς ἀγαπῶσιν αὐτὸν Θεός, κατὰ τὸ γεγραμμένον, Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.

λστ´. Χρὴ τὴν κατ᾿ αἴσθησιν πρὸς σῶμα τῆς Γραφῆς ἐκδοχήν, ὡς παθῶν προδήλως καὶ τῆς πρὸς τὰ χρονικὰ καὶ ῥέοντα σχετικῆς διαθέσεως οὖσαν γεννητικήν, ἤγουν τῆς πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐμπαθοῦς ἐνεργείας, ὡς Σαοὺλ τέκνα καὶ ἔκγονα, διὰ τῆς φυσικῆς ἐν ὄρει, (1364) τῇ τῶν θείων ἀναγωγῇ λογίων ἀφανίσαι θεωρίας, εἲ πως ἐμφορηθῆναι θείας ἐφιέμεθα χάριτος.

λζ´. Ἀδικεῖ τὴν ἀλήθειαν ὅ τε νόμος κατὰ μόνον τὸ γράμμα νοούμενος, καὶ ὁ τῶν Ἰουδαίων λαός, καὶ εἲ τι ἐκείνων ὑπάρχει κατὰ διάνοιαν μιμητής, μόνῳ τῷ γράμματι περιγράφων τοῦ νόμου τὴν δύναμιν, καὶ μὴ δεχόμενος πρὸς τὴν φανέρωσιν τῆς μυστικῆς ἐγκεκρυμμένης τῷ γράμματι γνώσεως τὴν φυσικὴν θεωρίαν, μέσην ὑπάρχουσαν τύπων καὶ ἀληθείας· τῶν μέν, τοὺς ἀγομένους ἀπάγουσαν, πρὸς δὲ τὴν ἐπανάγουσαν· ἀλλ᾿ οἷον ταύτην πάμπαν ἀρνούμενος, καὶ τῆς τῶν θείων αὐτὴν ἔξω ποιούμενος μυσταγωγίας. Ταύτην τοιγαροῦν χρὴ τοῦ νόμου τὴν σωματικὴν καὶ πρόσκαιρον ἐκδοχὴν ὡς ὑπὸ χρόνον καὶ ῥέουσαν, ἀποκτείνειν διὰ τὴν φυσικῆς θεωρίας, ὡς ἐν ὄρει τῷ ὕψει τῆς γνώσεως, τοὺς τῶν θείων ἐπιμελητὰς θεαμάτων.

λη´. Τὸν σωματικὸν νοῦν τῆς Γραφῆς ἀφανίζει παντελῶς, ὁ πράξει διὰ τῆς φυσικῆς θεωρίας ἀποκτείνων τὴν γενομένην ἐκ τοῦ γραπτοῦ νόμου, πρὸς τὴν ἄστατον ὕλην καὶ ῥέουσαν τῇ ψυχῇ φιλήδονον σχέσιν καὶ φιλοσώματον, κατασφάττων ὡς τέκνα τοῦ Σαοὺλ καὶ ἔκγονα, τὴν χαμαίζηλον τοῦ νόμου διάνοιαν, διὰ μέσης τῆς φυσικῆς θεωρίας, ὡς ἐν ὄρει τῷ ὕψει τῆς γνώσεως, καὶ φανερὰν ποιούμενος ἐνώπιον Κυρίου, δι᾿ ἐξομολογήσεως δηλαδή, τὴν πρὸς σῶμα τοῦ νόμου προτέραν ἐκδοχήν. Τοῦτο γὰρ τό, Ἐξηλιάσαι, νοεῖσθαι δύναται τοῖς φιλομαθέσιν, ἔναντι Κυρίου. Καὶ ἐξηλίασαν αὐτούς, φησίν, ἐν τῷ ὄρει ἔναντι Κυρίου· εἰς φῶς ἀγαγόντες, διὰ τῆς γνώσεως δηλαδή, τὴν κατὰ τὸ γράμμα πεπλανημένην πρόληψιν· ὅπερ ἐστί, φανερῶσαι κατὰ τὸ ὕψος τῆς θεωρίας τὸ γράμμα τοῦ νόμου νεκρὸν διὰ τῆς ἐν πνεύματι γνώσεως.

λθ´. Τὸ γράμμα, φησίν, ἀποκτείνει· τὸ δὲ πνεῦμα ζωοποιεῖ. Διὸ χρὴ τὸ ἀποκτείνειν πεφυκός, ἀποκτείνεσθαι πνεύματι ζωοποιῷ. Συνυπάρχειν γὰρ ἀλλήλοις κατ᾿ ἐνέργειαν ἅμα κατὰ τὸ αὐτὸ τὸ σωματικὸν τοῦ νόμου καὶ τὸ θεῖον, ἤγουν τὸ γράμμα καὶ τὸ πνεῦμα, παντελῶς ἀμήχανον· ὅτι μηδὲ συμφωνεῖν πέφυκε τῷ παρεχομένῳ κατὰ φύσιν ζωήν, τὸ ταύτην ἀφαιρεῖσθαι δυνάμενον.

μ´. Τὸ μὲν πνεῦμα, ζωῆς ὑπάρχει παρεκτικόν· τὸ δὲ γράμμα, ζωῆς ἐστιν ἀφαιρετικόν. Οὐκοῦν οὐ δύναται καὶ τὸ γράμμα πράττειν κατὰ τὸ αὐτὸ καὶ τὸ πνεῦμα, ὥσπερ οὐδὲ τὸ ζωοποιὸν τῷ φθοροποιῷ συνυπάρχειν.

μα´. (1365) Περιτομή ἐστι μυστική, τῆς ἐμπαθοῦς κατὰ νοῦν περὶ τὴν ἐπείσακτον γένεσιν σχέσεως, παντελὴς περιαίρεσις. Φυσικῶς γὰρ ἐπιβάλλοντες τοῖς πράγμασιν, οἴδαμεν ὡς οὐκ ἔστι τελειότης ἡ τῆς ἐκ Θεοῦ κατὰ φύσιν ἀρτιότητος περιαίρεσις. Οὐ γὰρ ποιεῖ τελειότητα φύσις διὰ τέχνης κολοβουμένη, καὶ διὰ περινοίας, ἀποτιθεμένη τὸ προσὸν αὐτῇ θεόθεν κατὰ λόγον δημιουργίας, ἵνα μὴ τὴν τέχνην, Θεοῦ πρὸς βεβαίωσιν δικαιοσύνης ἰσχυροτέραν εἰσάγωμεν, καὶ τὴν περινενοημένην τῆς φύσεως ἔλλειψιν, ἀναπληρωτικὴν ποιώμεθα τῆς ἐν δικαιοσύνῃ κατὰ δημιουργίαν ἐλλείψεως· ἀλλ᾿ ἐκ τῆς τοπικῆς [gu. 65, τυπικ.] τοῦ περινενοημένου μορίου θέσεως, διδασκόμεθα ποιεῖσθαι γνωμικῶς [idid. γνωστ.] τὴν περιτομὴν τῆς κατὰ ψυχὴν ἐμπαθοῦς διαθέσεως· καθ᾿ ἣν μᾶλλον τῇ φύσει συντρέχειν ἡ γνώμη ῥυθμίζεται, τὸν ἐμπαθῆ τῆς ἐπικτήτου γενέσεως νόμον διορθουμένη.

μβ´. Φυσικὸν ἡ ἀκροβυστία. Πᾶν δὲ φυσικόν, θείας ἔργον δημιουργίας ἐστί, καὶ λίαν καλόν, κατὰ τὴν φάσκουσαν φωνήν· Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Ὁ δὲ νόμος ὡς ἀκάθαρτον περιαιρεῖσθαι κελεύων τὴν ἀκροβυστίαν διὰ περιτομῆς, τὸν Θεὸν εἰσάγει, διὰ τέχνης τὸ οἰκεῖον διορθούμενον ἔργον, ὅπερ κἂν ἐννοεῖν ἀσεβέστατον. Οὐκοῦν ὁ τοῖς συμβόλοις τοῦ νόμου φυσικῶς ἐπιβάλλων, οἶδεν ὡς οὐ τὴν φύσιν ὁ Θεὸς διορθοῦται διὰ τέχνης, ἀλλὰ τὸ ἐπιπειθὲς λόγῳ τῆς ψυχῆς παθητικὸν περιτέμνεσθαι κελεύει, τὸ διὰ τοῦ σωματικοῦ μορίου τυπικῶς δηλούμενον, ὅπερ γνῶσις διὰ τῆς κατὰ πρᾶξιν ἀνδρίας, τῆς γνώμης ἀποτίθεσθαι πέφυκεν. Ὁ γὰρ περιτέμνων ἱερεύς, σημαίνει τὴν γνῶσιν, τὴν ἔχουσαν καθάπερ σίδηρον κατὰ τοῦ πάθους, τὴν τοῦ λόγου κατὰ τὴν πρᾶξιν ἀνδρίαν. Ἀφανίζεται γὰρ ἡ τοῦ νόμου παράδοσις, πλεονεκτοῦντος τὸ γράμμα τοῦ πνεύματος.

μγ´. Τὸ Σάββατον, παθῶν ἐστι καὶ τῆς περὶ τὴν φύσιν τῶν ὄντων τοῦ νοῦ κινήσεως ἀνάπαυσις· ἢ τελεία παθῶν ἀπραξία, καὶ τῆς περὶ τὰ πεποιημένα καθολικὴ τοῦ νοῦ παύλα κινήσεως, καὶ πρὸς τὸ Θεῖον τελεία διάβασις· ἐν ᾧ τὸν δι᾿ ἀρετῆς καὶ γνώσεως κατὰ τὸ θεμιτὸν ἀφικόμενον, οὐ δεῖ καθάπερ ξύλα τὴν οἱανοῦν παντελῶς ὕλην ἐξαπτικὴν ἐνθυμεῖσθαι παθῶν, οὔτε μὴν φύσεως τοπαράπαν ἀναλέγεσθαι λόγους, ἵνα μὴ πάθεσιν ἡδόμενον, ἢ φύσεως ὅροις μετρούμενον, κατὰ τοὺς Ἕλληνας τὸν Θεὸν δογματίζωμεν· ὅνπερ ἡ τελεία μόνη κέκραγε σιγή, καὶ ἡ παντελὴς καθ᾿ ὑπεροχὴν ἀγνωσία παρίστησι.

μδ´. (1368) Στέφανός ἐστι χρηστότητος, πίστις καθαρά, λίθων τιμίων δίκην ταῖς τῶν δογμάτων ὑψηγορίαις, καὶ λόγοις διηνθισμένη πνευματικοῖς καὶ νοήμασι, τὸν θεοφιλῆ καθάπερ διασφίγγουσα νοῦν. Ἢ μᾶλλον στέφανος χρηστότητός ἐστιν, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ τῇ ποικιλίᾳ τῶν κατὰ πρόνοιαν καὶ κρίσιν τρόπων, ἤγουν ἐγκρατείᾳ τῶν ἑκουσίων, καὶ ὑπομονῇ τῶν ἀκουσίων παθῶν, ὡς κεφαλὴν τὸν νοῦν περιγράφων, καὶ τῇ μετοχῇ τῆς κατὰ θέωσιν χάριτος αὐτὸν ἑαυτοῦ τὸν νοῦν ποιῶν ὡραιότερον.

με´. Ἐνταῦθα τὴν ἐγκράτειαν, ἔργον εἶναι λέγει τῆς Προνοίας, ὡς τῶν γνωμικῶν καθαρτικὴν παθῶν· τὴν ὑπομονὴν δέ, τῆς κρίσεως εἶναι κατόρθωμὰ φησιν, ὡς τοῖς ἀκουσίοις ἀντιτασσομένην πειρασμοῖς, καὶ τῆς πρακτικῆς φιλοσοφίας ὑπάρχουσαν σύμβολον· πρὸς ἀρετήν, ὡς ἀπ᾿ Αἰγύπτου τῆς ἁμαρτίας, τοὺς ὑπ᾿ αὐτῆς κρατουμένους διαβιβάζουσαν.

μστ´. Οὐ τὰς ἡμέρας τιμᾶσθαι θέλων ὁ Θεὸς ὑπὸ τῶν ἀνθρώπων, προσέταξε τιμηθῆναι τό τε Σάββατον, καὶ τὰς νεομηνίας, καὶ τὰς ἑορτάς· οὕτω γὰρ ἀν λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα κατὰ νόμου ἐντολὴν ἐδογμάτισεν, οἰομένους σεπτὰς εἶναι φύσει τὰς ἡμέρας, καὶ διὰ τοῦτο προσκυνητάς· ἀλλ᾿ ἑαυτὸν τιμᾶσθαι συμβολικῶς διὰ τῶν ἡμερῶν παρεδήλωσεν. Αὐτὸς γάρ ἐστι Σάββατον μέν, ὡς τῶν ἐν σαρκὶ τῆς ψυχῆς μόχθων ἀνάπαυσις, καὶ τῶν κατὰ δικαιοσύνην πόνων κατάπαυσις. Πάσχα δέ, ὡς ἐλευθερωτὴς τῶν τῇ πικρᾷ δουλείᾳ κεκρατημένων τῆς ἁμαρτίας· Πεντηκοστὴ δέ, ὡς ἀπαρχὴ καὶ τέλος τῶν ὄντων, καὶ λόγος, ᾧ τὰ πάντα φύσει συνέστηκε. Σκόπει δὲ πῶς ὁ νόμος ἀπόλλυσι τοὺς νοοῦντας αὐτὸν σωματικῶς, τῇ κτίσει λατρεύειν παρὰ τὸν Κτίσαντα πείθων, καὶ ἡγεῖσθαι φύσει σεπτά, τὰ δι᾿ αὐτοὺς γεγονότα, τὸν δι᾿ ὃν αὐτοὶ γεγόνασιν ἀγνοήσαντας.

μζ´. Ὁ μὲν κόσμος, τόπος ἐστὶ πεπερασμένος, καὶ στάσις περιγεγραμμένη· ὁ δὲ χρόνος, περιγραφομένη καθέστηκε κίνησις, ὅθεν καὶ ἀλλοιωτὴ τῶν ἐν αὐτῷ καθέστηκεν ἡ κατὰ τὴν ζωὴν κίνησις. Ὁπηνίκα δὲ τὸν τόπον διελθοῦσα καὶ τὸν χρόνον, κατ᾿ ἐνέργειὰν τε καὶ ἔννοιαν ἡ φύσις, ἤγουν τὰ ὧν οὐκ ἄνευ, τουτέστι τὴν πεπερασμένην στάσιν καὶ κίνησιν, ἀμέσως συναφθῇ τῇ προνοίᾳ, λόγον εὑρίσκει τὴν πρόνοιαν, κατὰ φύσιν ἁπλοῦν τε καὶ στάσιμον, καὶ μηδεμίαν ἔχοντα πάντη περιγραφήν, καὶ διὰ τοῦτο παντελῶς οὔτε κίνησιν.

μη´. Ἐν μὲν τῷ κόσμῳ ὑπάρχουσα χρονικῶς ἡ φύσις, (1369) ἀλλοιωτὴν ἔχει τὴν κίνησιν, διὰ τὴν τοῦ κόσμου πεπερασμένην στάσιν, καὶ τὴν καθ᾿ ἑτεροίωσιν τοῦ χρόνου φοράν· ἐν δὲ τῷ Θεῷ γινομένη, διὰ τὴν φυσικὴν τοῦ ἐν ᾧ γέγονε μονάδα, στάσιν ἀκίνητον ἕξει, καὶ στάσιμον ταυτοκινησίαν, περὶ τὸ ταυτὸν καὶ ἓν καὶ μόνον, ἀϊδίως γινομένην, ἣν οἶδεν ὁ λόγος ἄμεσον εἶναι περὶ τὸ πρῶτον αἴτιον, τῶν ἐξ αὐτοῦ πεποιημένων μόνιμον ἵδρυσιν.

μθ´. Μυστήριον ἐστι Πεντηκοστῆς, ἡ πρὸς τὴν Πρόνοιαν ἄμεσος τῶν προνοουμένων ἕνωσις· ἤγουν ἡ πρὸς τὸν λόγον κατὰ τὴν τῆς Προνοίας ἐπίνοιαν τῆς φύσεως ἕνωσις, καθ᾿ ἣν οὐδεμία τοπαράπαν ἐστὶ χρόνου καὶ γενέσεως ἔμφασις. Σάλπιγξ δὲ πάλιν ἡμῶν ἐστιν ὁ λόγος, ὡς τὰς θείας καὶ ἀῤῥήτους ἡμῖν ἐνηχούμενος γνώσεις· ἱλασμὸς δέ, ὡς ἐν ἑαυτῷ τὰ ἡμέτερα, καθ᾿ ἡμᾶς γενόμενος, διαλύων ἐγκλήματα· καὶ τῇ δωρεᾷ τῆς χάριτος ἐν πνεύματι, τὴν ἁμαρτήσασαν φύσιν θεοποιῶν· σκηνοπηγία δέ, ὡς τῆς ἡμῶν κατὰ τὴν θεομίμητον ἕξιν περὶ τὸ καλὸν ἀτρεψίας πρᾶξις, καὶ ὁ τῆς πρὸς ἀθανασίαν μεταποιήσεως συνεκτικὸς δεσμός.

ν´. Ὁ ψιλαῖς ταῖς ἐναίμοις χαίρων θυσίαις, περὶ τὰ πάθη σπουδάζειν ὡς ἐμπαθὴς παρασκευάζει τοὺς θύοντας. Φιλεῖ γὰρ χαίρειν τὸ γνησίως σέβον, οἷς χαίρει τὸ προσκυνούμενον. Ὅθεν θυσίας οἶδεν ὁ λόγος, τὴν τῶν παθῶν μᾶλλον σφαγήν, καὶ τὴν τῶν φυσικῶν δυνάμεων προσαγωγήν· ὧν, τοῦ μὲν λόγου, τύπος ἐστὶν ὁ κριός· τοῦ δὲ θυμοῦ φέρει σύμβολον ὁ ταῦρος· τῆς δὲ ἐπιθυμίας, ἡ αἲξ ὑπάρχει δήλωσις.

να´. Θυσίας πνευματικὰς καὶ γινώσκομεν, οὐ μόνον τὴν τῶν παθῶν νέκρωσιν σφαττομένων τῇ μαχαίρᾳ τοῦ πνεύματος, ὅπερ ἐστὶ ῥῆμα Θεοῦ, καὶ πάσης τῆς ἐν σαρκὶ ζωῆς, ὡς αἵματος τὴν κατὰ πρόθεσιν κίνησιν, ἀλλὰ καὶ τῶν κατὰ φιλοσοφίαν ἠθῶν, καὶ πασῶν τῶν κατὰ φύσιν δυνάμεων προσαγωγὴν ἀφιερουμένων Θεῷ, καὶ τῷ πυρὶ τῆς ἐν Πνεύματι χάριτος πρὸς τὴν θείαν λῆξιν ὁλοκαυτουμένων.

νβ´. (1372) Ὁ χοϊκὸς νοῦς τῆς Γραφῆς, κρατῶν τῆς ψυχῆς, τοὺς φυσικοὺς ἀποβάλλεται λόγους, τῇ παραχρήσει τῶν κατὰ φύσιν δυνάμεων αὐτοὺς ἐξαφανίζων. Οὗτος γὰρ ζῶν, ἐπ᾿ ἀληθείας συντελεῖ καὶ διώκει καὶ ἀπόλλυσι, σαρκὶ μόνῃ τὸν νόμον περιγράφων, τοὺς κατὰ φύσιν φημὶ λόγους καὶ λογισμούς, τιμῶν ὡς θεῖα τὰ πάθη τῆς ἀτιμίας, ἅπερ οἱ κατὰ φύσιν λογισμοί, λαμβάνοντες ἄδειαν ὑπὸ τοῦ νόμου τοῦ πνεύματος, ἀποκτείνουσιν ἐπιταυτὸ καὶ θανατοῦσιν.

νγ´. Ἅμα τις τὴν τῶν ἀρετῶν λογικῶς μετέλθοι φιλοσοφίαν, ἅμα καὶ τὴν τῶν Γραφῶν πρὸς τὸ πνεῦμα φυσικῶς μετήνεγκεν ἐκδοχήν, ἐν καινότητι γράμματος, διὰ τῆς κατ᾿ αἴσθησιν πρὸς σῶμα ταπεινοτέρας τοῦ νόμου παραδοχῆς, τροφεὺς παθῶν κατὰ τοὺς Ἰουδαίους γινόμενος, καὶ ἁμαρτίας θεραπευτής.

νδ´. Ἅμα τις παύσεται κατ᾿ αἴσθησιν πρὸς σῶμα τὴν Γραφὴν ἐκδεχόμενος, ἅμα καὶ πρὸς τὸ πνεῦμα κατὰ νοῦν διὰ μέσης ἀνατρέχει τῆς φύσεως, ἐκεῖνα πράττων πνευματικῶς, ἅπερ σωματικῶς ὁ Ἰουδαῖος ἐπιτελῶν, ἔχει τὸν Θεὸν ὀργιζόμενον.

νε´. Πᾶς νοῦς κατὰ Θεὸν ὑψηλὸς καὶ μετέωρος, κατὰ τὸ αὐτό, τήν τε τῶν παθῶν κατασφάττει ἐνέργειαν, καὶ τὴν τῶν λογισμῶν ἀσχήμονα κίνησιν· πρὸς δέ, καὶ τοὺς κατὰ παράχρησιν τῆς τῶν αἰσθήσεων ἐνεργείας ἀκολάστους τρόπους. Ἀναιροῦνται γὰρ τὰ πάθη ὑπὸ τῶν ὑψηλῶν τῆς φύσεως λογισμῶν, κατὰ τὴν ὑψηλὴν θεωρίαν θριαμβευόμενα.

νστ´. Τὸ κράτος τῆς ἁμαρτίας, ἤγουν τὸ φρόνημα τῆς σαρκός, ἡ χάρις ἀφανίζειν πέφυκε τοῦ ἁγίου βαπτίσματος· καὶ ἡ κατ᾿ ἐνέργειαν ὑπακοὴ τῶν θείων ἐντολῶν, ἀποκτείνειν τῇ μαχαίρᾳ τοῦ πνεύματος, ἤγουν τῷ ῥήματι τῆς θείας ἐν πνεύματι γνώσεως, βοῶσα μυστικῶς πρὸς τὸ πάθος τῆς ἁμαρτίας, ὡς ὁ μέγας πρὸς τὸν Ἄγαγ, Σαμουήλ, Ἀνθ᾿ ὧν ἠτέκνωσε γυναῖκας ἡ μάχαιρά σου, ἀτεκνωθήσεται σήμερον ἐκ γυναικῶν ἡ μήτηρ σου.

νζ´. Πολλὰς τὸ πάθος τῆς γαστριμαργίας ὡς ἐν μαχαίρᾳ, τῷ τελείῳ τῆς ἡδονῆς λογισμῷ, ἠτέκνωσεν ἀρετάς. Τῆς μὲν γὰρ σωφροσύνης, διὰ τῆς ἀκρασίας ἀποκτείνει τὰ σπέρματα· τῆς δικαιοσύνης δέ, διὰ τῆς πλεονεξίας διαφθείρει τὴν ἰσονομίαν· τῆς φιλανθρωπίας δέ, διὰ τῆς φιλαυτίας, τὴν ἐκ φύσεως διατέμνει συνέχειαν. Καὶ συντόμως εἰπεῖν, πάντων τῶν κατ᾿ ἀρετὴν γεννημάτων ἀναιρετικόν ἐστι τῆς γαστριμαργίας τὸ πάθος.

νη´. Τὸ τῆς γαστριμαργίας πάθος, πάντα τὰ θεῖα τῶν ἀρετῶν ἀποκτείνει γεννήματα πέφυκεν· αὐτὸ δὲ τῇ τε χάριτι τῆς πίστεως, καὶ τῇ ὑπακοῇ τῶν θείων ἐντολῶν, διὰ τοῦ κατα τὴν γνῶσιν ἀποκτείνεται λόγου.

νθ´. (1373) Φῶς ἐστιν ὡς ἀληθῶς ἐθνῶν ὁ Κύριος ἡμῶν, ἀποκαλύπτων αὐτοῖς διὰ τῆς ἀληθοῦς ἐπιγνώσεως, τοὺς τῷ ζόφῳ τῆς ἀγνοίας ἐπιμεμυκότας ὀφθαλμοὺς τῆς διανοίας, καὶ θείας ἀγωγῆς πάλιν ἑτοιμάσας ἑαυτὸν τοῖς πιστοῖς λαοῖς, ἀγαθὸν ἀρετῆς ἐξεμπλάριον, προσώπου τοῦ κατ᾿ ἀρετήν, ὑπογραμμὸς αὐτοῖς γενόμενος καὶ ὑποτύπωσις, πρὸς ὃν ἀφορῶντες ὡς ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, τὰς ἀρετὰς κατὰ μίμησιν, ὡς ἡμῖν ἐστι δυνατόν, κατορθοῦμεν διὰ τῆς πράξεως.

ξ´. Πᾶς ὁ διὰ φθόνον μισῶν καὶ κακῶς διαθρυλῶν, ταῖς διαβολαῖς τὸν ἐν τοῖς ἀγῶσι τῶν ἀρετῶν, καὶ τῇ περιουσίᾳ τοῦ λόγου τῆς πνευματικῆς γνώσεως δυνατώτερον, Σαοὺλ ἐστι πονηρῷ καταπνιγόμενος πνεύματι, μὴ φέρων τὸ κλέος τῆς κατ᾿ ἀρετὴν καὶ γνῶσιν εὐδαιμονίας τοῦ κρείττονος· καὶ διὰ τοῦτο πλέον μαινόμενος, ὅτι μὴ δύναται τὸν εὐεργέτην διαχειρίσασθαι. Πολλάκις δὲ καὶ αὐτὸν ἀποπέμπεται πικρῶς τὸν φίλτατον Ἰωνάθαν, τὸν ἔμφυτον λέγω κατὰ συνείδησιν λογισμόν, τὸ ἄδικον μῖσος ἐλέγχοντα, καὶ τοῦ μισουμένου φιλαλήθως ἀφηγούμενον τὰ κατορθώματα.

ξα´. Παρακαλέσωμεν καὶ ἡμεῖς τὸν νοητὸν Δαβίδ, ἐπηχῆσαι τῇ κιθάρᾳ τῆς πνευματικῆς θεωρίας καὶ γνώσεως, ἐπιληπτευόμενον τοῖς ὑλικοῖς τὸν ἡμέτερον νοῦν, καὶ ἀπελάσαι τὸ πονηρὸν πνεῦμα τῆς πρὸς αἴσθησιν ὑλικῆς περιπετείας, ἵνα δυνηθῶμεν νοῆσαι τὸν νόμον πνευματικῶς, καὶ τὸν ἐν αὐτῷ κεκρυμμένον λόγον μυστικὸν εὑρεῖν, καὶ κτῆμα ποιήσασθαι διαρκὲς πρὸς ἐφόδιοιν ζωῆς ἀϊδίου.

ξβ´. Πᾶς ὁ σωτηρίας ἐρῶν, ἢ πράξει πάντως ἢ θεωρίᾳ προσανέχει. Ἀρετῆς γὰρ καὶ γνώσεως χωρίς, οὐδαμῶς οὐδεὶς πώποτε τυχεῖν σωτηρίας δεδύνηται· εἴπερ ἀρετῆς μέν, τὸ τάσσειν τὴν τοῦ σώματος κίνησιν, οἷον χαλινῷ τινι τῷ ὀρθῷ λογισμῷ τῆς πρὸς ἀτοπίαν φορᾶς ἐπιστημόνως ἀναχαιτιζούσης· θεωρίας δέ, τὸ τὰ καλῶς νοηθέντα τε καὶ κριθέντα ἐμφρόνως αἱρεῖσθαι ψηφίζεσθαι.

ξγ´. Ἐπειδὴ νοερὸν μέν ἐστι τὸ νοοῦν, νοητὸν δὲ τὸ νοούμενον, τροφὴ δὲ καὶ οἷον σύστασις τοῦ νοοῦντος τὸ νοούμενον· εἰκότως ὁ Θεὸς ἅτε νόων ὄντων τῶν ἀσωμάτων, αὐτὸς νοούμενος, καὶ νοητὸς αὐτοῖς καθ᾿ ὅσον ἐφικνοῦνται γινόμενος, ἔσωθεν αὐτούς, ἐλλάμπει, τοῦ νοῦ νοοῦντός τε καὶ τρεφομένου.

ξδ´. Ἕτερόν ἐστι νοητόν, καὶ ἕτερον νοερόν. Τὸ γὰρ νοητόν, τροφὴ οἷὰ τις, ὡς εἴρηται, τοῦ νοεροῦ ἐστιν· (1376) εἴπερ τὸ νοούμενον, ὅ ἐστι νοητόν, μεῖζόν ἐστι καὶ προεπινοούμενον τοῦ νοοῦντος, ὅ ἐστι νοερόν. Νοερὰ γὰρ λέγεται, ὅσα διὰ τὸ νοῦς εἶναι, νοεῖ τὰ ὑπέρκεινα νοητά· νοητὸν γάρ ἐστι τὸ νοούμενον, ὅπερ καὶ τροφή ἐστι τοῦ νοεροῦ, ἤτοι τοῦ νοοῦντος.

ξε´. Ἱστέον ὡς ἔχει τὰ αἰτιατά, τὰς τῶν αἰτίων ἐνδεχομένας εἰκόνας. Αἰτιατά, γάρ ἐστι πάντα τὰ παραχθέντα εἰς κτίσιν· αἴτια δέ, τὰ παραγαγόντα· οὐδεμία δὲ ἐμφέρεια τούτων πρὸς ἄλληλα, αἰτίων φημὶ καὶ αἰτιατῶν.

ξστ´. Οὐκ ἔστιν ἀκριβὴς ἐμφέρεια τοῖς αἰτιατοῖς καὶ τοῖς αἰτίοις· ἀλλ᾿ ἔχει μὲν τὰ αἰτιατὰ τὰς τῶν αἰτίων ἐνδεχομένας εἰκόνας· αὐτὰ δὲ τὰ αἴτια, τῶν αἰτιατῶν ἐξῄρηται, καὶ ὑπερίδρυται κατὰ τὸν τῆς οἰκείας ἀρχῆς λόγον. Καὶ γὰρ περισσῶς καὶ οὐσιωδῶς προένεστι τὰ τῶν αἰτιατῶν τοῖς αἰτίοις.

ξζ´. Αἰτιατά ἐστι, πάντα τὰ παραχθέντα εἰς κτίσιν· εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· αἴτια δέ, τὰ παραγαγόντα, τουτέστιν, αἱ τρεῖς ὑποστάσεις τῆς ἁγίας Τριάδος. Πρόδηλον οὖν, ὅτι οὐδεμία ἐμφέρεια τούτων πρὸς ἄλληλα, αἰτίων φημὶ καὶ αἰτιατῶν.

ξη´. Δέον εἰδέναι τὸν καθ᾿ ἡμᾶς νοῦν, τὴν μὲν ἔχειν δύναμιν εἰς τὸ νοεῖν, δι᾿ ἧς τὰ νοητὰ βλέπει· τὴν δὲ ἕνωσιν ὑπεραίρουσαν τοῦ νοῦ τὴν φύσιν, δι᾿ ἧς συνάπτεται πρὸς τὰ ἐπέκεινα ἑαυτοῦ. Κατὰ ταύτην οὖν τὰ θεῖα νοητέον, οὐ καθ᾿ ἡμᾶς· ἀλλ᾿ ὅλους ἑαυτούς, ὅλων ἑαυτῶν ἐξισταμένους, καὶ ὅλους Θεοῦ γινομένους. Κρεῖττον γὰρ εἶναι Θεοῦ, καὶ μὴ ἑαυτῶν. Οὕτω γὰρ ἔσται τὰ θεῖα δοτὰ τοῖς μετὰ Θεοῦ γινομένοις.

ξθ´. Ὁ νοῦς νοεῖν βουλόμενος, κάτεισιν ἑαυτοῦ εἰς τὰς νοήσεις καταβαίνων. Αἱ γὰρ νοήσεις, κατώτεραὶ εἰσι τοῦ νοοῦντος, ὡς νοούμεναι καὶ καταλαμβανόμεναι, καὶ σκεδασμὸς εἰκότως καὶ μερισμὸς τῆς ἑνότητος τοῦ νοῦ αὐτοῦ. Ὁ μὲν γὰρ νοῦς, ἁπλοῦς καὶ ἀμερής· αἱ δὲ νοήσεις, παμπληθεῖς καὶ σκεδασταί, καὶ οἷον εἴδη τοῦ νοῦ. Διὰ τοῦτο τὰ νοερά, τουτέστι τὰ νοοῦντα, ἐλάττονά ἐστι τῶν νοητῶν, ἤγουν τῶν νοουμένων. (1377) Ἕνωσιν δὲ φησι τοῦ νοῦ, καθὼς ἐν τοῖς ἑξῆς σαφέστερον λέγει, δι᾿ ἧς πρὸς τὰ ἐπέκεινα ἑαυτοῦ ἀνατείνεται, ἤγουν τῇ περὶ Θεοῦ προσβάλλει θεωρίᾳ· τό, πάντων ἐκστῆναι τῶν αἰσθητῶν καὶ τῶν νοητῶν, ἔτι δὲ καὶ τῆς οἰκείας κινήσεως· εἴθ᾿ οὕτως τῆς θείας γνώσεως δέξασθαι τὴν ἀκτῖνα.

ο´. Εἰ κινεῖται ἀναλόγως ἑαυτῷ νοερῶς τὸν νοερόν, καὶ νοεῖ πάντως· εἰ δὲ νοεῖ, καὶ ἐρᾷ πάντως τοῦ νοηθέντος· εἰ δὲ ἐρᾷ, καὶ πάσχει πάντως τὴν πρὸς αὐτὸ ὡς ἐραστὸν ἔκστασιν· εἰ δὲ πάσχει, δῆλον ὅτι καὶ ἐπείγεται· εἰ δὲ ἐπείγεται, καὶ ἐπιτείνει πάντως τὸ σφοδρὸν τῆς κινήσεως. Εἰ δὲ ἐπιτείνει σφοδρῶς τὴν κίνησιν, οὐχ ἵσταται μέχρις ἂν γένηται ὅλον ἐν ὅλῳ τῷ ἐραστῷ, καὶ ὑφ᾿ ὅλου περιληφθῇ ἑκουσίως, ὅλον κατὰ προαίρεσιν τὴν σωτήριον περιγραφὴν δεχόμενον [male edida δεδομένον]· ἵν᾿ ὅλον ὅλῳ ποιωθῇ τῷ περιγράφοντι, ὡς μηδ᾿ ὅλως λοιπὸν βούλεσθαι ἐξ ἑαυτοῦ αὐτὸ ἐκεῖνο ὅλον γνωρίζεσθαι δύνασθαι τὸ περιγραφόμενον· ἀλλ᾿ ἐκ τοῦ περιγράφοντος, ὡς ἀὴρ διόλου πεφωτισμένος φωτί· καὶ πυρὶ σίδηρος ὅλος ὅλῳ πεπυρακτωμένος, ἢ εἲ τι ἄλλο τῶν τοιούτων ἐστί.

οα´. Πολλὴ ἡ πρὸς τὰ νοούμενα τῶν νοούντων, καὶ πρὸς τὰ αἰσθητὰ τῶν αἰσθανομένων σχέσις. Ὁ δὲ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος τυγχάνων αἰσθητικοῦ, διὰ τῆς κατ᾿ ἐπαλλαγὴν πρὸς ἑκάτερα τὰ τῆς κτίσεως τμήματα φυσικῆς σχέσεώς τε καὶ ἰδιότητος, καὶ περιγράφεται καὶ περιγράφει· τὸ μέν, τῇ οὐσίᾳ· τὸ δέ, τῇ δυνάμει. Περιγράφεσθαι γὰρ τοῖς νοητοῖς καὶ αἰσθητοῖς ὡς ψυχὴ τυγχάνων καὶ σῶμα, καὶ περιγράφειν ταῦτα κατὰ δύναμιν πέφυκεν, ὡς νοῶν καὶ αἰσθανόμενος· ὁ δὲ Θεὸς ἁπλῶς καὶ ἀορίστως ὑπὲρ πάντα τὰ ὄντα ἐστί, τὰ περιέχοντά τε καὶ περιεχόμενα, ὡς πᾶσι παντελῶς ἄσχετος ὤν.

οβ´. Πᾶσα ἡδονὴ τῶν ἀπηγορευμένων, ἐκ πάθους διὰ μέσης αἰσθήσεως πρὸς τι πάντως γίνεσθαι πέφυκεν αἰσθητόν. Οὐδὲ γὰρ ἄλλο τί ἐστιν ἡδονή, ἢ εἶδος αἰσθήσεως, ἐν τῷ αἰσθητικῷ τινος αἰσθητοῦ μορφουμένη· ἢ τρόπος αἰσθητικῆς ἐνεργείας, κατ᾿ ἐπιθυμίαν ἄλογον συνιστάμενος. Ἐπιθυμία γὰρ αἰσθήσει προστεθεῖσα, εἰς ἡδονὴν μεταπίπτει, εἶδος αὐτῇ ἐπάγουσα· καὶ αἴσθησις κατ᾿ ἐπιθυμίαν κινηθεῖσα, ἡδονὴν ἀπεργάζεται, τὸ αἰσθητὸν προσλαβοῦσα. Γνόντες οὖν οἱ ἅγιοι, ὅτι διὰ μέσης σαρκὸς πρὸς τὴν ὕλην ἡ ψυχὴ παρὰ φύσιν κινουμένη τὴν χοϊκὴν μορφὴν ὑποδύεται, διὰ μέσης μᾶλλον ψυχῆς κατὰ φύσιν αὐτοὶ πρὸς τὸν θεὸν κινούμενοι, καὶ τὴν σάρκα τῷ Θεῷ πρεπόντως οἰκειῶσαι διενοήθησαν, δι᾿ ἀσκήσεως ἀρετῶν ἐνδεχομένως αὐτὴν ταῖς θείαις ἐμφάσεσι καλλωπίσαντες.

ογ´. Μεγαλοφυῶς οἱ ἅγιοι κατὰ τὸν ἀληθῆ καὶ (1380) ἄπταιστον τῆς κατὰ φύσιν κινήσεως τρόπον, τὸν παρόντα τῶν σκαμμάτων αἰῶνα διέβησαν· τὴν μὲν αἴσθησιν, ἁπλοῦς διὰ μέσου τοῦ λόγου πρὸς τὸν νοῦν τοὺς τῶν ὄντων ἔχοντα λόγους ἑνώσαντες· τὸν δὲ νοῦν, τῆς περὶ τὰ ὄντα πάντα κινήσεως καθαρῶς ἀπολυθέντα, καὶ αὐτῆς τῆς καθ᾿ αὐτὸν φυσικῆς ἐνεργείας ἡρεμοῦντα, τῷ Θεῷ προσκομίσαντες· καθ᾿ ὃν ὁλικῶς πρὸς Θεὸν συναχθέντες, ὅλοι ὅλῳ Θεῷ ἐγκραθῆναι διὰ τοῦ πνεύματος ἠξιώθησαν, ὅλην τοῦ ἐπουρανίου κατὰ τὸ δυνατὸν ἀνθρώποις, τὴν εἰκόνα φορέσαντες, καὶ τοσοῦτον ἕλξαντες τῆς θείας ἐμφάσεως, εἰ θέμις τοῦτο εἰπεῖν, ὅσον ἐλχθέντες αὐτοὶ τῷ Θεῷ ἐνετέθησαν.

οδ´. Ἀλλήλων εἶναὶ φασι παραδείγματα, τὸν Θεὸν καὶ τὸν ἄνθρωπον, καὶ τοσοῦτον τῷ ἀνθρώπῳ τὸν Θεὸν διὰ φιλανθρωπίαν ἀνθρωπίζεσθαι, ὅσον ὁ ἄνθρωπος ἑαυτὸν τῷ Θεῷ δι᾿ ἀγάπης δυνηθεὶς ἀπεθέωσε· καὶ τοσοῦτον ὑπὸ Θεοῦ τὸν ἄνθρωπον κατὰ νοῦν ἁρπάζεσθαι πρὸς τὸ γνωστόν, ὅσον ὀ ἄνθρωπος τὸν ἀόρατον φύσει Θεὸν διὰ τῶν ἀρετῶν ἐφανέρωσε.

οε´. Πᾶς ὁ τὰ μέλη νεκρώσας τὰ ἐπὶ γῆς, καὶ ὅλον ἑαυτοῦ τῆς σαρκὸς κατασβέσας τὸ φρόνημα, καὶ τὴν πρὸς αὐτὴν διόλου σχέσιν ἀποσεισάμενος, δι᾿ ἧς ἡ τῷ Θεῷ μόνῳ χρεωστουμένη παρ᾿ ἡμῶν ἀγάπη μερίζεται, καὶ ἀρνησάμενος πάντα τὰ τῆς σαρκὸς καὶ κόσμου γνωρίσματα, τῆς θείας ἕνεκεν χάριτος· ὥστε καὶ λέγειν δύνασθαι μετὰ τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου, Τὶς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; καὶ τὰ ἑξῆς· ὁ τοιοῦτος ἀπάτωρ καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος κατὰ τὸν μέγαν Μελχισεδὲκ γέγονεν, οὐκ ἔχων ὅπως ὑπὸ σαρκὸς κρατηθῇ καὶ φύσεως, διὰ τὴν γεγενημένην πρὸς τὸ πνεῦμα συνάφειαν.

οστ´. Τὸ πέρας τῆς παρούσης ζωῆς, οὐ δίκαιον οἶμαι θάνατον ὀνομάζειν, ἀλλὰ θανάτου ἀπαλλαγήν, καὶ φθορᾶς χωρισμόν, καὶ δουλείας ἐλευθερίαν, καὶ ταραχῆς παῦλαν, καὶ πολέμων ἀναίρεσιν, καὶ σκότους ὑποχώρησιν, καὶ πόνων ἄνεσιν, καὶ βράσματος ἡρεμίαν, καὶ αἰσχύνης συγκάλυμμα, καὶ παθῶν ἀποφυγήν, καὶ πάντων, ἵνα συνελὼν εἴπω, τῶν κακῶν περιγραφήν· ἅπερ δι᾿ ἑκουσίου νεκρώσεως οἱ ἅγιοι κατορθώσαντες, ξένους ἑαυτοὺς τοῦ βίου καὶ παρεπιδήμους παρέστησαν. Κόσμῳ τε γὰρ καὶ σώματι, καὶ ταῖς ἐξ αὐτῶν ἐπαναστάσεσι γενναίως μαχόμενοι, καὶ τὴν ἐξ ἀμφοῖν κατὰ τὴν τῶν αἰσθήσεων πρὸς τὰ αἰσθητὰ συμπλοκὴν παραγενομένην ἀπάτην ἀποπνίξαντες, ἀδούλωτον ἑαυτοῖς ἐφύλαξαν τῆς ψυχῆςτὸ ἀξίωμα.

οζ´. Τεκμήριον οὐ σμικρὸν τοῦ φυσικῶς ἡμῖν ἐνεσπάρθαι τὴν τῆς προνοίας γνῶσιν, ἡ φύσις αὐτὴ δίδωσιν· (1381) ὁπηνίκα ἂν ἡμᾶς ἀδιδάκτως ὥσπερ ὠθοῦσα πρὸς τὸν Θεὸν διὰ τῶν εὐχῶν ἐν ταῖς ἐξαίφνης περιστάσεσιν, ἐκεῖθεν ζητεῖν τὴν σωτηρίαν παρασκευάζῃ. Ὑπ᾿ ἀνάγκης γὰρ ἄφνω συλληφθέντες, ἀπροαιρέτως πρὶν τι σκέψασθαι, τὸν Θεὸν ἐπιβοώμεθα· ὡς ἂν τῆς προνοίας αὐτῆς πρὸς ἑαυτήν, καὶ λογισμῶν χωρίς, ἑλκούσης ἡμᾶς, καὶ τὸ τάχος τῆς ἐν ἡμῖν νοερᾶς νικώσης δυνάμως, καὶ πάντων ἰσχυροτέραν τὴν θείαν προδεικνυούσης βοήθειαν. Οὐκ ἂν δὲ ἡμᾶς ἦγεν ἀπροαιρέτως ἡ φύσις, ἐπὶ τὸ μὴ φύσιν ἔχον γίνεσθαι· πᾶν δὲ τὸ ὁτῳοῦν φυσικῶς ἑπόμενον, ὡς πᾶσιν εὔδηλον, ἰσχυρὰν ἔχει καὶ ἀκαταμάχητον κατὰ τὴν ἀπόδειξιν τῆς ἀληθείας τὴν δύναμιν.

οη´. Ἐπειδὴ τῶν ὄντων, τὰ μὲν ἔστιν ἀγαθά, τὰ δὲ φαῦλα· ταῦτα δέ, ἢ παρόντα ἐστὶν ἢ μέλλοντα· προσδοκώμενον μὲν ἀγαθόν, ἐπιθυμίαν καλεῖ· παρὸν δέ, ἡδονήν· καὶ πάλιν, προσδοκώμενον μὲν κακόν, φόβον· παρὸν δέ, λύπην· ὡς εἶναί τε καὶ θεωρεῖσθαι, περὶ μὲν τὰ καλά, εἴτε τὰ ὄντως ὄντα, εἴτε τὰ νομιζόμενα, τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν· περὶ δὲ τὰ φαῦλα, τὴν λύπην καὶ τὸ φόβον. Καὶ γὰρ ἐπιτυγχάνουσα μὲν ἡ ἐπιθυμία, ἡδονὴν ἐργάζεται· ἀποτυγχάνυσα δὲ λύπην.

οθ´. Κακὸν εἶναὶ φασι πᾶσαν λύπην τῇ ἑαυτῆς φύσει. Κἂν γὰρ ὁ σπουδαῖος ἐπ᾿ ἀλλοτρίοις λυπῆται κακοῖς, ὡς ἐλεήμων, ἀλλ᾿ οὐ προηγουμένως κατὰ πρόθεσιν, ἀλλ᾿ ἐφεπομένως κατὰ περίσταστιν· Ὁ δὲ θεωρητικός, κἂν τούτοις ἀπαθὴς διαμένει, συνάψας ἑαυτὸν τῷ Θεῷ, καὶ τῶν τῆδε πάντων ἀλλοτριώσας.

π´. Οἱ ἅγιοι πάντες τοῦ θείου καὶ ἀπλανοῦς λόγου γνησίως ἐπειλημμένοι, τὸν αἰῶνα τοῦτο διέβησαν, οὐδενὶ τῶν ἐν αὐτῷ τερπνῶν τὸ τῆς ψυχῆς ἴχνος ἐναπερείσαντες. Πρὸς γὰρ τοὺς ἄκρους τῶν ἀνθρώποις ἐφικτῶν περὶ Θεοῦ λόγους, τῆς ἀγαθότητός τε φημι καὶ τῆς ἀγάπης, μάλα γε εἰκότως τὸν νοῦν ἀναπετάσαντες· οἷς κινηθέντα τὸν Θεόν, τὸ εἶναὶ τε δοῦναι τοῖς οὖσι, καὶ τὸ εὖ εἶναι χαρίσασθαι, ἐπαιδεύθησαν· εἴπερ κίνησιν ἐπὶ Θεοῦ τοῦ μόνου ἀκινήτου θέμις εἰπεῖν, ἀλλὰ μὴ μᾶλλον βούλησιν, τὴν πάντα κινοῦσὰν τε καὶ εἰς τὸ εἶναι παράγουσαν καὶ συνέχουσαν, κινουμένην δὲ οὐδαμῶς οὐδέποτε.

πα´. Ἡ ψυχὴ οὐσία νοερά τε καὶ λογικὴ ὑπάρχουσα, καὶ νοεῖ καὶ λογίζεται· δύναμιν μὲν ἔχουσα τὸν νοῦν· κίνησιν δέ, τὴν νόησιν· ἐνέργειαν δέ, τὸ νόημα. Πέρας γὰρ τοῦτο, τῆς τε τοῦ νοοῦντος καὶ τοῦ νοουμένου νοήσεώς ἐστιν, ὡς περιοριστικὸν τῆς πρὸς ἄλληλα τῶν ἄκρων ὑπάρχον σχέσεως. Νοοῦσα γὰρ ἡ ψυχή. (1384) ἵσταται τοῦ νοεῖν ἐκεῖνο τὸ νοηθὲν μετὰ τὴν αὐτοῦ νόησιν. Τὸ γὰρ νοηθὲν κυρίως ἅπαξ, οὐκέτι τὴν πρὸς τὸ νοηθῆναι πάλιν ἐκκαλεῖται τῆς ψυχῆς δύναμιν· καὶ καθ᾿ ἕκαστον νόημα οὕτω στάσιν δέχεται τῆς ποιᾶς ἐπὶ τῷ νοήματι τοῦ νοηθέντος νοήσεως.

πβ´. Ὣσπερ ἡ ἄγνοια διαιρετικὴ τῶν πεπλανημένων ἐστίν, οὕτως ἡ τοῦ νοητοῦ φωτὸς παρουσία συναγωγὸς καὶ ἑνωτικὴ τῶν φωτιζομένων ἐστὶ καὶ τελειωτικὴ καὶ ἐπιστρεπτική· πρὸς τὸ ὄντως ὄν, ἀπὸ τῶν πολλῶν δοξασμάτων ἐπιστρέφουσα, καὶ τὰς ποικίλας ὄψεις, ἢ κυριώτερον εἰπεῖν, φαντασίας, εἰς μίαν ἀληθῆ καὶ καθαρὰν καὶ μονοειδῆ συνάγουσα γνῶσιν· καὶ ἑνὸς καὶ ἑνωτικοῦ φωτὸς ἐμπιπλῶσα.

πγ´. Ταὐτόν ἐστιν τῷ ἀγαθῷ τὸ καλόν, ὅτι τοῦ καλοῦ καὶ ἀγαθοῦ κατὰ πᾶσαν αἰτίαν πάντα ἐφίεται, καὶ οὐκ ἔστι τῶν ὄντων, ὃ μὴ μετέχει τοῦ καλοῦ καὶ ἀγαθοῦ. Πᾶσι γὰρ ἐστι τὸ καλὸν καὶ ἀγαθόν, ὡς ὄντως ἀγαστόν, ἐφετὸν καὶ ἐραστὸν καὶ ἀρεστὸν καὶ αἱρετὸν καὶ ἀγαπητόν. Σημείωσαι δὲ πῶς ὁ θεῖος ἔρως ἐν τῷ ἀγαθῷ προϋπάρχων, ἔτεκε τὸν ἐν ἡμῖν ἀγαθὸν ἔρωτα, δι᾿ οὗ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐφιέμεθα, κατὰ τὸν εἰπόντα, Ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς. Καί, Ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε· περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε.

πδ´. Τὸ θεῖον οἱ θεολόγοι, ποτὲ μὲν ἔρωτα, ποτὲ δὲ ἀγάπην, ποτὲ δὲ ἐραστὸν καὶ ἀγαπητὸν καλοῦσιν. Ὅθεν, ὡς μὲν ἔρως ὑπάρχον καὶ ἀγάπη, κινεῖται· ὡς δὲ ἐραστὸν καὶ ἀγαπητόν, κινεῖ πρὸς ἑαυτὸ πάντα τὰ ἔρωτος καὶ ἀγάπης δεκτικά. Καὶ τρανότερον αὖθις φάναι, κινεῖται μὲν ὡς σχέσιν ἐμποιοῦν ἐνδιάθετον ἔρωτος καὶ ἀγάπης τοῖς τούτων δεκτικοῖς· κινεῖ δέ, ὡς ἑλκτικὸν φύσει, τῆς τῶν ἐπ᾿ αὐτὸ κινουμένων ἐφέσεως. Καὶ πάλιν κινεῖ καὶ κινεῖται, ὡς διψῶν τὸ διψᾶσθαι, καὶ ἐρῶν τὸ ἐρᾶσθαι, καὶ ἀγαπῶν τὸ ἀγαπᾶσθαι.

πε´. Ἔστι δὲ καὶ ἐκστατικὸς ὁ θεῖος ἔρως, οὐκ ἐῶν ἑαυτῶν εἶναι τοὺς ἐραστάς, ἀλλὰ τῶν ἐρωμένων. Καὶ δηλοῦσι τὰ μὲν ὑπέρτερα, τῆς προνοίας τῶν καταδεεστέρων γινόμενα· καὶ τὰ ὁμόστοιχα, τῆς ἀλλήλων συνοχῆς· καὶ τὰ ὑφειμένα, τῆς πρὸς τὰ πρῶτα θειοτέρας ἐπιστροφῆς. Διὸ καὶ Παῦλος ὁ μέγας ἐν κατοχῇ τοῦ θείου γεγονὼς ἔρωτος, καὶ τῆς ἐκστατικῆς αὐτοῦ δυνάμεως μετειληφώς, ἐνθέῳ στόματι, Ζῷ ἐγώ,φησίν, οὐκέτι, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὡς ἀληθὴς ἐραστὴς καὶ ἐξεστηκώς, ὡς αὐτὸς φησί, τῷ Θεῷ, καὶ οὐ τὴν ἑαυτοῦ ζῶν, ἀλλὰ τὴν τοῦ ἐραστοῦ ζωήν, ὡς σφόδρα ἀγαπητήν.

πστ´. Τολμητέον καὶ τοῦτο ὑπὲρ ἀληθείας εἰπεῖν· (1385) ὅτι καὶ αὐτὸς ὁ πάντων αἴτιος, τῷ καλῷ καὶ ἀγαθῷ τῶν πάντων ἔρωτι, δι᾿ ὑπερβολὴν τῆς ἐρωτικῆς ἀγαθότητος, ἔξω ἑαυτοῦ γίνεται, ταῖς εἰς τὰ ὄντα πάντα προνοίαις, καὶ οἷον ἀγαθότητι καὶ ἀγαπήσει καὶ ἔρωτι θέλγεται· καὶ ἐκ τοῦ ὑπὲρ πάντα, καὶ πάντων ἐξῃρημένου, πρὸς τὸ ἐν πᾶσι κατάγεται κατ᾿ ἐκστατικὴν ὑπερούσιον δύναμιν, ἀνεκφοίτητος ἑαυτοῦ. Διὸ καὶ ζηλωτὴν αὐτὸν οἱ τὰ Θεῖα δεινοὶ προσαγορεύουσιν, ὡς πολὺν τὸν εἰς τὰ ὄντα ἀγαθὸν ἔρωτα, καὶ ὡς πρὸς ζῆλον ἐγερτικὸν τῆς ἐφέσεως αὐτοῦ τῆς ἐρωτικῆς, καὶ ὡς ζηλωτὴν αὐτὸν ἀποδεικνύντα, ᾧ καὶ τὰ ἐφιέγενα ζηλωτά, καὶ ὡς τῶν προνοουμένων ὄντων αὐτῶν ζηλωτῶν.

πζ´. Τῆς ἀγάπης καὶ τοῦ ἔρωτος, αὐτόν, δηλαδὴ τὸν Θεόν, προβολέα φασὶ δὲ γεννήτορα. Αὐτὸς γὰρ ταῦτα ἐν ἑαυτῷ ὄντα, προήγαγεν εἰς τὰ ἐκτός, τουτέστι περὶ τὰ κτίσματα· καὶ κατὰ τοῦτο εἴρηται, Ὁ Θεὸς ἀγάπη ἐστί· Καὶ πάλιν, Γλυκασμὸς καὶ ἐπιθυμία, ὃ ἐστιν ἔρως· τὸ δὲ ἀγαπητὸν καὶ ὄντως ἐραστόν, αὐτός ἐστι. Τῷ μὲν οὖν τὸν ἀγαπητικὸν ἔρωτα ἐξ αὐτοῦ προχεῖσθαι, αὐτὸς κινεῖσθαι λέγεται ὁ τούτου γεννήτωρ· τῷ δὲ αὐτὸν εἶναι τὸ ἀληθὲς ἐραστὸν καὶ ἀγαπητὸν καὶ ἐφετὸν καὶ αἰρετόν, κινεῖ τὰ πρὸς τοῦτο ὁρῶντα· καὶ οἷς ἡ τοῦ ἐφίεσθαι δύναμις, ἀναλόγως αὐτοῖς.

πη´. Προαγωγικὸν καὶ κινητικὸν πρὸς ἐρωτικὴν συνάφειαν τὴν ἐν πνεύματι, τὸν Θεὸν εἶναί μοι νόει, τουτέστι μεσίτην ταύτης, καὶ πρὸς αὐτὴν συναρμοστήν, τοῦ ἐρᾶσθαι αὐτὸν ὑπὸ τῶν αὐτοῦ ποιημάτων καὶ ἀγαπᾶσθαι. Κινητικὸν δὲ φησιν, ὡς κινοῦντα ἕκαστα κατὰ τὸν οἰκεῖον λόγον πρὸς αὐτὸν ἐπιστρέφεσθαι. Τὸ δὲ τῆς προαγωγίας ὄνομα, εἰ καὶ παρὰ τοῖς ἔξωθεν πρᾶγμα σημαίνει οὐκ εὐαγές, ἀλλ᾿ ἐνταῦθα τὴν πρόξενον τῆς ἐν Θεῷ ἑνώσεὼς φησι μεσιτείαν.

πθ´. Ἡ ἐρωτικὴ κίνησις τοῦ ἀγαθοῦ προϋπάρχουσα ἐν τῷ ἀγαθῷ, ἁπλῆ καὶ ἀκίνητος οὖσα, καὶ ἐκ τοῦ ἀγαθοῦ προϊοῦσα, αὖθις ἐπὶ τὸ αὐτὸ ἐπιστρέφει, ἀτελεύτητος καὶ ἄναρχος οὖσα· ὅπερ δηλοῖ τὴν ἡμῶν ἀεικίνητον ἔφεσιν πρὸς τὸ θεῖον καὶ ἕνωσιν. (1388) Ἡ γὰρ πρὸς θεὸν ἀγαπητικὴ ἕνωσις, πάσης ἐξῄρηται καὶ ὑπέρκειται ἑνώσεως.

τέσσ. ἀνοικ.´. Τὸν ἔρωτα εἴτε θεῖον εἴτε ἀγγελικόν, εἴτε νοερὸν εἴτε ψυχικόν, εἴτε φυσικὸν εἴποιμεν, ἑνωτικὴν τινα καὶ συγκρατικὴν ἐννοήσωμεν δύναμιν· τὰ μὲν ὑπέρτερα κινοῦσαν ἐπὶ πρόνοιαν τῶν καταδεεστέρων· τὰ δὲ ὁμόστοιχα πάλιν, εἰς κοινωνικὴν ἀλληλουχίαν· καὶ ἐπ᾿ ἐσχάτων, τὰ ὑφειμένα πρὸς τὴν τῶν κρειττόνων καὶ ὑπερκειμένων ἐπιστροφήν.

τέσσ. ἀνοικ. α´. Εἰ ἡ γνῶσις ἑνωτικὴ τῶν ἐγνωκότων καὶ ἐγνωσμένων· ἡ δ᾿ ἄγνοια, μεταβολῆς ἀεὶ καὶ τῆς ἐξ αὐτοῦ τῷ ἀγνοοῦντι διαιρέσεως αἰτία, τὸν ἐν ἀληθείᾳ πιστεύσαντα κατὰ τὸν ἱερὸν Λόγον, οὐδὲν ἀποκινήσει τῆς κατὰ τὴν ἀληθῆ πίστιν ἑστίας· ἐφ᾿ ᾗ τὸ μόνιμον ἕξει τῆς ἀκινήτου καὶ ἀμεταβόλου ταυτότητος. Εὖ γὰρ οἶδεν ὁ πρὸς τὴν ἀλήθειαν ἑνωθείς, ὅτι εὖ ἔχει, κἂν οἱ πολλοὶ νουθετοῖεν αὐτὸν ὡς ἐξεστηκότα. Λανθάνει μὲν γὰρ ὡς εἰκὸς αὐτούς, ἐκ πλάνης τῇ ἀληθείᾳ τῆς ὄντως πίστεως ἐξεστηκώς, αὐτὸς δ᾿ ἀληθῶς οἶδεν ἑαυτόν, οὐχ ὃ φασιν ἐκεῖνοι μαινόμενον, ἀλλὰ τῆς ἀστάτου καὶ ἀλλοιωτῆς, περὶ τὴν παντοδαπῇ τῆς πλάνης ποικιλίαν φορᾶς, διὰ τῆς ἁπλῆς καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἀληθείας ἠλευθερωμένον.

τέσσ. ἀνοικ. β´. Ἀγαθοὶ καὶ φιλάνθρωποι, εὔσπλαχνοί τε καὶ οἰκτίρμονες γεγόνασιν οἱ ἅγιοι· μίαν πρὸς ἅπαν τὸ γένος διάθεσιν ἔχοντες ἀγάπης δειχθέντες· ὑφ᾿ ἧς τὸ πάντων ἐξαίρετον εἶδος τῶν ἀγαθῶν, τὴν ταπείνωσιν λέγω, διὰ πάσης αὐτῶν τῆς ζωῆς βεβαίαν κατασχόντες, τὴν φυλακτικὴν μὲν τῶν ἀγαθῶν, φθαρτικὴν δὲ τῶν ἐναντίων, οὐδενὶ τοπαράπαν ἁλώσιμοι τῶν διοχλούντων γεγόνασι πειρασμῶν, τῶν τε ἑκουσίων καὶ τοῦ ἐφ᾿ ἡμῖν λόγου, καὶ τῶν ἀκουσίων καὶ οὐκ ἐφ᾿ ἡμῖν· τῷ τοῖς μέν, δι᾿ ἐγκράτειαν ἀπομαραίνειν τὰς ἐπαναστάσεις· τῶν δέ, δι᾿ ὑπομονῆς τὰς προσβολὰς ἀποσείεσθαι.

τέσσ. ἀνοικ. γ´. Τὴν μὲν τελείαν πρᾶξιν τῆς ἀρετῆς, πίστις ὀρθὴ ποιεῖ, καὶ φόβος εἰς Θεὸν ἀνόθευτος· τὴν δὲ κατὰ τὴν ἀνάβασιν ἄπταιστον φυσικὴν θεωρίαν, ἐλπὶς βεβαία καὶ ἀλώβητος σύνεσις· τὴν δὲ κατὰ τὴν ἀνάληψιν θέωσιν, ἀγάπη τελεία, καὶ νοῦς τοῖς οὖσι καθ᾿ ὑπεροχὴν πάμπαν ἑκουσίως πεπηρωμένος.

τέσσ. ἀνοικ. δ´. Τῆς μὲν πρακτικῆς φιλοσοφίας ἔργον εἶναὶ φασι, πάσης τὸν νοῦν ἐμπαθοῦς φαντασίας καθαρὸν καταστῆσαι· τῆς δὲ φυσικῆς θεωρίας, πάσης τῆς ἐν τοῖς οὖσι καθ᾿ ἣν αἰτίαν ὑπάρχουσιν, ἀληθοῦς γνώσεως αὐτὸν ἐπιστήμονα δεῖξαι· τῆς δὲ θεολογικῆς μυσταγωγίας, ὅμοιον Θεῷ καὶ ἴσον ὡς ἐφικτόν, τῇ χάριτι κατὰ τὴν ἕξιν ποιῆσαι, μηδενὸς τὸ σύνολον ἔτι τῶν μετὰ Θεόν, διὰ τὴν ὑπεροχὴν ὄντα νοήμονα.

τέσσ. ἀνοικ. ε´. Ὁπέρ ἐστιν ὁ αἰθήρ, ἤγουν τὸ πύριον στοιχεῖον, ἐν τῷ κατ᾿ αἴσθησιν κόσμῳ, τοῦτο ἐν τῷ κόσμῳ τῆς διανοίας ἐστὶν ἡ φρόνησις, ὡς ἕξις φωτιστική, καὶ τῶν ἐφ᾿ ἑκάστου τῶν ὄντων ἰδίως πνευματικῶν λόγων ὑποδεκτικὴ [edit. ἀποδεκτικὴ], τὴν ἐν ὅλοις ἀπλανῶς αἰτίαν δι᾿ αὐτῶν ἐκφαίνουσα, καὶ τῆς κατὰ ψυχὴν περὶ τὸ θεῖον ἐφέσεως ἑλκτική· καὶ ὅπερ ἐν τῷ αἰσθητῷ κόσμῳ ἐστὶν ὁ ἀήρ, τοῦτο ἐν τῷ κατὰ διάνοιαν κόσμῳ ἐστὶν ἡ ἀνδρεία, ὡς ἕξις κινητικὴ καὶ τῆς ἐμφύτου κατὰ πνεῦμα ζωῆς συνεκτική τε ἅμα καὶ δραστική, καὶ τῆς κατὰ ψυχὴν περὶ τὸ θεῖον ἀεικινησίας τονωτική· καὶ ὅπερ ἐν τῷ αἰσθητῷ κόσμῳ ἐστὶ τὸ ὕδωρ, τοῦτο ἐν τῷ τῆς διανοίας κόσμῳ ἐστὶν ἡ σωφροσύνη, ἕξιν ὑπάρχουσα τῆς ἐν πνεύματι ζωτικῆς γονιμότητος ποιητική, καὶ τῆς ἀειβλύστου κατὰ τὴν ἔφεσιν περὶ τὸ θεῖον ἐρωτικῆς θέλξεως γεννητική· καὶ ὅπερ ἐν τῷ αἰσθητῷ κόσμῳ ἐστὶν ἡ γῆ, τοῦτο ἐν τῷ τῆς διανοίας κόσμῳ ἐστὶν ἡ δικαιοσύνη, ἕξις ὑπάρχουσα κατ᾿ εἶδος γεννητικὴ πάντων τῶν ἐν τοῖς οὖσι λόγων, καὶ τῆς ἐν πνεύματι κατὰ τῷ ἴσον ἑκάστῳ ζωτικῆς διαδόσεως ἀπονεμητική· καὶ τῆς οἰκείας ἐν τῷ καλῷ κατὰ τὴν θέσιν βάσεως ἀμετάθετος [male edita, μετάθετος] ἵδρυσις.

τέσσ. ἀνοικ. στ´. Ὅσπερ σαρκὸς εὐεκτούσης καὶ πιαινομένης, τοῖς πάθεσιν ἡ ψυχὴ βασανίζεται καὶ σκοτίζεται, τῆς τῶν ἀρετῶν ἕξεως καὶ τοῦ φωτισμοῦ τῆς γνώσεως ὑποχωρούντων· οὕτω καὶ τῆς ψυχῆς τῷ θείῳ κάλλει τῶν ἀρετῶν, καὶ τῷ φωτισμῷ τῆς γνώσεως φρουρουμένης τε καὶ λαμπρυνομένης, ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τῆς σαρκὸς διὰ τὴν ἐπιδημίαν τοῦ λόγου τὴν φυσικὴν εὐεξίαν ἀποβαλλομένης.

τέσσ. ἀνοικ. ζ´. Οὐκ ἦν δυνατὸν ἄλλως υἱὸν ἀποδειχθῆναι Θεοῦ καὶ Θεὸν κατὰ τὴν χάριτος θέωσιν, τὸν γενόμενον ἄνθρωπον, μὴ πρότερον κατὰ προαίρεσιν γεννηθέντα τῷ πνεύματι, διὰ τὴν ἑνοῦσαν αὐτῷ φυσικῶς αὐτοκίνητον καὶ ἀδέσποτον δύναμιν· ἣν τινα θεοποιὸν καὶ θείαν καὶ ἄϋλον γέννησιν, διὰ τὸ προτιμῆσαι τῶν νοουμένων καὶ ἀδήλων τέως ἀγαθῶν τὸ κατ᾿ αἴσθησιν τερπνὸν καὶ ἐπίδηλον, παραλιπὼν ὁ πρῶτος ἄνθρωπος, τὴν ἐκ σωμάτων εἰκότως ἀπροαίρετον καὶ ὑλικὴν καὶ ἐπίκηρον ἔχει καταδικάζεται γένεσιν.

τέσσ. ἀνοικ. η´. (1392) Κινεῖται νῦν ὁ ἄνθρωπος, ἢ περὶ φαντασίας ἀλόγους παθῶν ἐξ ἀπάτης διὰ φιληδονίαν· ἢ περὶ λόγους τεχνῶν ἐκ περιστάσεως διὰ τὴν χρείαν· ἢ περὶ φυσικοὺς λόγους ἐκ τοῦ νόμου τῆς φύσεως διὰ μάθησιν· ὧν οὐδὲν κατ᾿ ἀρχὰς ἐξανάγκης εἷλκε τὸν ἄνθρωπον, εἰκότως, ὑπεράνω πάντων γενόμενον. Οὕτω γὰρ ἔπρεπεν εἶναι τὸν ἀπ᾿ ἀρχῆς, μηδενὶ τοσύνολον περισπώμενον τῶν μετ᾿ αὐτόν, ἢ περὶ αὐτόν, ἢ κατ᾿ αὐτόν, καὶ πρὸς τελείωσιν ἑνὸς μόνου προσδεόμενον, τῆς πρὸς τὸν ὑπὲρ αὐτόν, φημὶ δὲ τὸν Θεόν, καθ᾿ ὅλην τὴν ἀγαπητικὴν δύναμιν ἀσχέτου κινήσεως.

τέσσ. ἀνοικ. θ´. Οὐδὲν εἶχεν ὁ πρῶτος ἄνθρωπος μεταξὺ Θεοῦ καὶ αὐτοῦ προβεβλημένον πρὸς εἴδησιν, καὶ κωλύον τὴν δι᾿ ἀγάπης αὐθαίρετον κατὰ τὴν πρὸς Θεὸν κίνησιν γεννησομένην συγγένειαν. Ἀπαθὴς γὰρ χάριτι ὤν, ἀπάτην παθῶν φαντασίας δι᾿ ἡδονῆς οὐ προσίετο· καὶ ἀπροσδεὴς [ male edita προσδεὴς] ὑπάρχων, τῆς περὶ τέχνας περιστατικῆς ἀνάγκης διὰ τὴν χρείαν, ἐλεύθερος ἦν· καὶ σοφὸς ὤν, τῆς περὶ τὴν φύσιν θεωρίας ὑπεράνω καθειστήκει διὰ τὴν γνῶσιν.

ρ´. Ὁ πᾶσαν μετὰ σοφίας τὴν φύσιν ὑποστήσας Θεός, καὶ πρὸς τὴν ἑκάστου τῶν λογικῶν οὐσιῶν δύναμιν τὴν αὐτοῦ γνῶσιν κρυφίως ἐνθέμενος, δέδωκε καὶ ἡμῖν τοῖς ἀνθρώποις, ὡς μεγαλόδωρος Δεσπότης, κατὰ φύσιν τὸν εἰς αὐτὸν πόθον καὶ ἔρωτα, συνεπιπλέξας αὐτῷ φυσικῶς τοῦ λόγου τὴν δύναμιν· ἐφ᾿ ᾧ δυνηθῆναι μετὰ ῥαστώνης γνῶναι τοὺς τρόπους τῆς τοῦ πόθου πληρώσεως, καὶ μὴ παρασφαλέντας διαμαρτεῖν οὗ τυχεῖν ἀγωνιζόμεθα. Κατὰ τοῦτον οὖν κινούμενοι τὸν πόθον, περί τε τῆς ἀληθείας αὐτῆς καὶ τῆς εὐτάκτως τοῖς ὅλοις ἐμφαινομένης σοφίας τε καὶ διοικήσεως, ζητεῖν ἐναγόμεθα, ἐκείνου τυχεῖν διὰ τούτων γλιχόμενοι, οὗ χάριν τὸν πόθον ἐλάβομεν.

Τέλος Μαξίμου τῶν θείων κεφαλαίων.