ΕΚΑΤΟΝΤΑΣ ΤΕΤΑΡΤΗ.

α´. Ἐπινοητικὴν οἶδε τὴν νοερὰν τῆς ψυχῆς δύναμιν· ἥτις χωριζομένη τῆς κατ᾿ αἴσθησιν σχέσεως, ἔρημον τῆς πρὸς ἡδονὴν τὴν σάρκα καταλιμπάνει προνοίας, κατὰ τὴν ἐν γνώμῃ σχέσιν, οὐδὲ τὴν ὀδύνην τῆς σαρκὸς ἀνεχομένη παραμυθεῖσθαι, διὰ τὴν ἐν σχέσει τῆς γνώμης πρὸς τὰ θεῖα ὁλικὴν σχολήν.

β´. Νοῦς καὶ αἴσθησις ἀντικειμένην ἔχουσι πρὸς ἄλλήλα τὴν κατὰ φύσιν ἐνέργειαν, διὰ τὴν τῶν αὐτοῖς ὑποκειμένων ἀκροτάτην διαφορὰν καὶ ἑτερότητα. Ὁ μὲν γάρ, ὑποκειμένας ἔχει τὰς νοητὰς καὶ ἀσωμάτους οὐσίας, ὧν ἀσωμάτως ἀντιλαμβάνεσθαι [gg ad Thalass. g. 58, ὧν κατ᾿ οὐσίαν ἀντιλαμ.] πέφυκεν· ἡ δέ, τὰς αἰσθητὰς καὶ σωματικὰς φύσεις, ὧν καὶ αὐτὴ φυσικῶς ἀντιλαμβάνεται.

γ´. Ἡ τῆς ψυχῆς τῶν κατὰ φύσιν ἀπόθεσις, τῆς κατ᾿ αἴσθησιν ἡδονῆς ἀρχὴ γίνεσθαι πέφυκε. Τῆς γὰρ ψυχῆς περὶ τὰ κτὰ φύσιν ἀγαθὰ πονουμένης, οὐκ ἔστιν ἡ τὸν κατ᾿ αἴσθησιν τῆς ἡδονῆς τρόπον ἐφευρίσκουσα δύναμις.

δ´. Ἔνθα λόγος προκαθηγεῖται τῆς αἰσθήσεως κατὰ τὴν τῶν ὁρατῶν θεωρίαν, πάσης ἐστέρηται τῆς κατα φύσιν ἡ σὰρξ ἡδονῆς, οὐκ ἔχουσα τὴν αἴσθησιν ἄφετον καὶ τῶν λογικῶν ἀπολελυμένην δεσμῶν, εἰς ὑπηρεσίαν τῶν κατ᾿ αὐτὴν ἡδονῶν. Ὅθεν καὶ ἐξανάγκης κρατοῦντος τοῦ ἐν ἡμῶν λόγου, ἡ πρὸς ἀρετὴν αὐτῷ δουλωθεῖσα βασανίζεται σάρξ.

ε´. (1305) Ὁ νοῦς ἅμα τὴν αἴσθησιν οἰκείαν κατὰ φύσιν ἡγήσεται δύναμιν, ταῖς τῶν αἰσθητῶν ἐπιπλεκόμενος ἐπιφανείας, ἐπινοεῖται τὰς σαρκικὰς ἡδονάς, οὐ δυνάμενος τῶν ὁρατῶν διαβῆναι τὴν φύσιν, τῇ πρὸς τὴν αἴσθησιν ἐμπαθεῖ σχέσει κατασχεθείς.

στ´. Εἰ οὐκ ἔστι δυνατὸν πρὸς τὰ συγγενῆ νοητὰ τὸν νοῦν διαβῆναι, δίχα τῆς τῶν διὰ μέσου προβεβλημένων αἰσθητῶν θεωρίας· ταύτην δὲ γενέσθαι, παντελῶς ἀμήχανον χωρὶς τῆς αὐτῷ μὲν συγκειμένης, τοῖς αἰσθητοῖς δὲ κατὰ φύσιν συγγενοῦς αἰσθήσεως· εἰκότως εἰ μὲν προβαλὼν ἐνσχεθῇ ταῖς ἐπιφανείαις τῶν ὁρατῶν, ἐνέργειαν εἶναι φυσικὴν τὴν συγκειμένην οἰόμενος αἴσθησιν, τῶν μὲν κατα φύσιν ἐκπέπτωκε νοητῶν· τῶν δὲ παρὰ φύσιν ἀμφοῖν ταῖν χεροῖν, ὃ δὴ λέγεται, ἐπελάβετο σωμάτων· οἷς παρὰ τὸν λόγον ἐνεργούμενος, διὰ τὴν αὐτὸν ἐκνικήσασαν αἴσθησιν, τῆς μὲν κατὰ ψυχὴν λύπης γεννήτωρ καθίσταται, συχναῖς ταῖς κατὰ συνείδησιν μάστιξιν αἰκιζόμενος· τῆς δὲ κατ᾿ αἴσθησιν ἡδονῆς ἀρίδηλος γίνεται ποιητής, ταῖς ἐπινοίαις τῶν περιποιητικῶν τρόπων τῆς σαρκὸς λιπαινόμενος. Εἰ δὲ τὴν πρὸς αἴσθησιν, ἅμα τῇ προσβολῇ τῶν ὁρωμένων διατεμὼν ἐπιφάνειαν, τοὺς πνευματικοὺς τῶν ὄντων καθαροὺς τῶν ἐπ᾿ αὐτοῖς σχημάτων θεάσεται λόγους, τὴν μὲν τῆς ψυχῆς ἡδονὴν κατειργάσατο, μηδενὶ τῶν αἰσθητῶν θεωρουμένων κρατουμένης, τὴν δὲ τῆς αἰσθήσεως συνεστήσατο λύπην, πάντων κατὰ φύσιν τῶν αἰσθητῶν ἐστερημένης.

ζ´. Ἐπειδὴ τὴν μὲν τῆς ψυχῆς λύπην, ἤγουν τὸν πόνον (ταὐτὸν γὰρ ἀλλήλοις ἀμφότερα), ἡ κατ᾿ αἴσθησιν ἡδονὴν συνίστησι· τὴν δὲ τῆς αἰσθήσεως λύπην, ἤγουν τὸν πόνον, ἡ κατα ψυχὴν ποιεῖν ἡδονὴ πέφυκεν, εἰκότως ὁ τῆς κατ᾿ ἐλπίδα ζωῆς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ ἀναστάσεως νεκρῶν εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον τετηρημένην ἐν οὐρανοῖς, ἐφιέμενος, κατὰ μὲν τὴν ψυχὴν ἀγαλλίασιν ἔχει, χαρὰν ἀνεκλάλητον, διηνεκῶς τῇ τῶν μελλόντων ἐλπίδι γαννύμενος ἀγαθῶν· κατὰ δὲ τὴν σάρκα καὶ τὴν αἴσθησιν, ἤγουν τοὺς ἐκ τῶν ποικίλων πειρασμῶν ἐπιγινομένους αὐτῇ πόνους, καὶ τὰς ἐπ᾿ αὐτοῖς ὀδύνας. Πάσῃ γὰρ ἀρετῇ, ἡδονὴ καὶ πόνος παρέπεται· πόνος μὲν σαρκός, ἐστερημένης τῆς προσηνοῦς καὶ λειοτέρας αἰσθήσεως· ἡδονὴ δὲ ψυχῆς, παντὸς αἰσθητοῦ καθαροῖς ἐντρυφώσης τοῖς ἐν πνεύματι λόγοις.

η´. Δέον ἐστὶ τὸν νοῦν κατὰ τὴν παροῦσαν ζωὴν (τοῦτο γάρ μοι νοεῖται, τὸ νῦν), κατὰ σάρκα λυπούμενον, διὰ τοὺς πολλοὺς πόνους τῶν ὑπὲρ ἀρετῆς αὐτῷ προσαγομένων πειρασμῶν, ἀεὶ χαίρειν κατὰ ψυχήν, καὶ ἤδεσθαι διὰ τὴν ἐλπίδα τῶν αἰωνίων ἀγαθῶν, κἂν ἔχῃ καταπονουμένην τὴν αἴσθησιν. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς, φησὶν ὁ θεῖος Ἀπόστολος.

θ´. Ψυχῆς, ἡ σάρξ, ἀλλ᾿ οὐ σαρκὸς ἡ ψυχή· τοῦ γὰρ κρείττονος, φησί, τὸ ἧττον, ἀλλ᾿ οὐ τοῦ ἥττονος τὸ κρεῖττον. (1308) Οὐκοῦν, ἐπειδὴ τῇ σαρκὶ διὰ τὴν παράβασιν ἐνεφύρη τῆς ἁμαρτίας ὁ νόμος, ὅπερ ἐστὶν ἡ κατ᾿ αἴσθησιν ἡδονή, δι᾿ ἣν διὰ πόνων κατεκρίθη τῆς σαρκὸς ὁ θάνατος, εἰς τὴν τοῦ νόμου τῆς σαρκὸς ἀναίρεσιν ἐπινενοημένος, ὁ διαγνοὺς ὅτι διὰ τὴν ἁμαρτίαν εἰς τὴν αὐτῆς ἀναίρεσιν ἐπεισῆλθεν ὁ θάνατος, ἀεὶ χαίρουσαν ἔχει τὴν ψυχήν, διὰ πόνων ποικίλων θεωμένην ἀπογινόμενον τῆς οἰκείας σαρκὸς τὸν νόμον τῆς ἁμαρτίας, πρὸς ὑποδοχὴν τῆς μελλούσης ἐν πνεύματι μακαρίας ζωῆς, ἧς ἄλλως οὐκ ἔστι τυχεῖν, μὴ πρότερον κενωθέντος ὡς ἐξ ἀγγείου τινὸς τῆς σαρκὸς ἐν τῇ παρούσῃ ζωῇ, κατὰ τὴν πρὸς αὐτὴν σχέσιν τῆς γνώμης, τοῦ νόμου τῆς ἁμαρτίας.

ι´. Ὁ τῇ ἀρετῇ κατὰ σάρκα διὰ τοὺς πόνους λυπούμενος, ἐν αὐτῇ χαίρει τῇ ἀρετῇ κατὰ ψυχήν, ὡς παροῦσαν θεώμενος τὴν τῶν μελλότων εὐπρέπειαν· ὑπὲρ ἧς, κατὰ τὸν μέγαν Δαβίδ, τῇ κατὰ γνώμην ἀπογενέσει τῆς σαρκός, καθ᾿ ἑκάστην ἀποθνήσκει τὴν ἡμέραν, ὁ κατὰ τὴν τῆς ψυχῆς ἐν πνεύματι γένεσιν ἀεὶ καινιζόμενος, ἅτε δὴ καὶ τὴν ἡδονὴν ἔχων σωτήριον, καὶ τὴν λύπην ὠφέλιμον. Λύπην γὰρ φαμεν, οὐ τὴν παράλογον καὶ τῶν πολλῶν, ἐπὶ στερήσει παθῶν ἢ πραγμάτων ὑλικῶν τὴν ψυχὴν βασανίζουσαν, ὡς τὰς ὁρμὰς παρὰ φύσιν ἐφ᾿ ἃ μὴ δεῖ, καὶ τὰς ἀποφυγὰς ἀφ᾿ ὧν μὴ δεῖ ποιουμένων· ἀλλὰ τὴν λελογισμένην, καὶ τοῖς τὰ θεῖα σοφοῖς ἐγκριθεῖσαν, καὶ τὸ παρὸν κακὸν ὑποσημαίνουσαν· παρὸν γὰρ κακόν, φασὶν εἶναι τὴν λύπην, συνισταμένην μὲν κατὰ ψυχήν, ὅταν ἡ κατ᾿ αἴσθησιν ἡδονὴ τῆς λογικῆς κρατῇ διακρίσεως· ὑφισταμένην δὲ κατ᾿ αἴσθησιν, ὅταν τῆς ψυχῆς κατ᾿ ἀρετὴν ἀκωλύτως ὁ δρόμος ἀνύηται· τοσοῦτον ἐπάγων τῇ αἰσθήσει τοὺς πόνους, ὅσον ἡδονὴν ἐμποιεῖ καὶ χαρὰν τῇ ψυχῇ, τῷ Θεῷ προσαγομένῃ, διὰ τῆς συγγενοῦς κατ᾿ ἀρετήν τε καὶ γνῶσιν ἐλλάμψεως.

ια´. Ἡδονὴν λέγει σωτήριον, τὴν ἐπ᾿ ἀρετῇ χαρὰν τῆς ψυχῆς· ὠφέλιμον δὲ λύπην, τὴν ὑπὲρ ἀρετῆς ὀδύνην τῆς σαρκός. Ὁ γοῦν πάθεσι προστετηκὼς καὶ πράγμασιν, ἐφ᾿ ἃ μὴ δεῖ τὰς ὁρμὰς ποιεῖται· καὶ ὁ τὰς ποιητικὰς τῆς τῶν παθῶν καὶ τῶν πραγμάτων στερήσεως συμβάσεις οὐκ ἀσπαζόμενος, ἀφ᾿ ὧν μὴ δεῖ τὰς ἀποφυγὰς ποιεῖται.

ιβ´. Οὔτε ἡ θεία χάρις ἐνεργεῖ φωτισμοὺς γνώσεως, οὐκ ὄντος τοῦ κατὰ δύναμιν φυσικὴν δεχομένου τὸν φωτισμόν· οὔτε μὴν τὸ δεκτικὸν δίχα τῆς χορηγούσης χάριτος, τὸν φωτισμὸν ἐνεργεῖ γνώσεως.

ιγ´. Οὔτε ἡ χάρις τοῦ παναγίου Πνεύματος ἐνεργεῖ σοφίαν ἐν τοῖς ἁγίοις, χωρὶς τοῦ ταύτην δεχομένου νοός· οὔτε γνῶσιν χωρὶς τῆς δεκτικῆς τοῦ λόγου δυνάμεως· οὔτε πίστει ἄνευ τῆς κατὰ νοῦν καὶ λόγον τῶν μελλόντων καὶ πᾶσι τέως ἀδήλων πληροφορίας· οὔτε ἰαμάτων χαρίσματα, δίχα τῆς κατὰ φύσιν φιλανθρωπίας· οὔτε τι ἕτερον τῶν λοιπῶν χαρισμάτων, (1309) χωρὶς τῆς ἑκάστου δεκτικῆς ἕξεώς τε καὶ δυνάμεως· οὔτε μὴν πάλιν ἓν τῶν ἀπηριθμημένων ἄνθρωπος κτήσεται κατὰ δύναμιν φυσικήν, δίχα τῆς χορηγούσης ταῦτα θείας δυνάμεως. Καὶ δηλοῦσι τοῦτο σαφῶς πάντες ἅγιοι, μετὰ τὰς ἀποκαλύψεις τῶν θείων, ζητοῦντες τῶν ἀποκαλυφθέντων τοὺς λόγους.

ιδ´. Ὁ δίχα πάθους αἰτῶν, λαμβάνει τὴν τοῦ ἐνεργεῖν δύνασθαι χάριν κατὰ τὴν πρᾶξιν τὰς ἀρετάς· καὶ ὁ ζητῶν ἀπαθῶς, εὑρίσκει κατὰ τήνφυσικὴν ἀπαθῶς τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν· καὶ ὁ κρούων ἀπαθῶς τὴν θύραν τῆς γνώσεως, ἀκωλύτως εἰς τὴν ἀπόκρυφον τῆς μυστικῆς θεολογίας ἐλεύσεται χάριν.

ιε´. Ὁ ἀπαθῶς τὰ θεῖα ζητῶν, πάντως λήψεται τὸ ζητούμενον. Ὁ δὲ μετά τινος πάθους ζητῶν, ἀποτεύξεται τοῦ ζητουμένου. Φησὶ γάρ, Αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε.

ιστ´. Ζητεῖ ἐν ἡμῖν τὴν τῶν ὄντων γνῶσιν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐρευνᾷ· ἀλλ᾿ οὐκ ἑαυτῷ ζητεῖ τὸ ζητούμενον, ὅτι Θεός, καὶ πάσης ἐπέκεινα γνώσεως· ἀλλ᾿ ἡμῖν τοῖς δεομένοις τῆς γνώσεως· ὥσπερ ἀμέλει καὶ ὁ Λόγος γίνεται σάρξ, οὐχ ἑαυτῷ, ἀλλ᾿ ἡμῖν τὸ διὰ τῆς σαρκὸς ἐξανύων μυστήριον. Ὡς γὰρ χωρὶς σαρκὸς νοερῶς ἐψυχωμένης, οὐκ ἐνήργει θεοπρεπῶς τὰ κατὰ φύσιν ὁ Λόγος τῆς σαρκός, οὕτως οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς ἁγίοις ἐνεργεῖ τὰς γνώσεις τῶν μυστηρίων, χωρὶς τῆς κατὰ φύσιν ζητούσης τε καὶ ἐρευνώσης τὴν γνῶσιν δυνάμεως.

ιζ´. Ὣσπερ οὐκ ἔστι χωρὶς ἡλιακοῦ φωτὸς ὀφθαλμὸν ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν, οὕτω δίχα πνευματικοῦ φωτὸς νοῦς ἀνθρώπινος οὔποτ᾿ ἂν δέξεται θεωρίαν πνευματικήν. Τὸ μὲν γὰρ αἰσθητὸν φῶς, κατὰ φύσιν φωτίζει τὴν αἴσθησιν πρὸς τὴν τῶν σωματικῶν ἀντίληψιν· τὸ δὲ πνευματικόν, πρὸς τὴν θεωρίαν τὸν νοῦν καταυγάζει πρὸς κατανόησιν τῶν ὑπὲρ αἴσθησιν.

ιη´. Τὰς μὲν ζητητικάς τε καὶ ἐρευνητικὰς [gu. 59 kd Thalass. ἐξερευνητ.] τῶν θείων δυνάμεις οὐσιωδῶς ἔχει καταβεβλημένας αὐτῇ παρὰ τοῦ Κτίσαντος κατ᾿ αὐτὴν τὴν εἰς τὸ εἶναι πάροδον, ἡ τῶν ἀνθρώπων φύσις· τὰς δὲ τῶν θείων ἀποκαλύψεις, κατὰ χάριν ἡ τοῦ παναγίου Πνεύματος ἐποιφητῶσα ποιεῖται δύναμις. Ἐπειδὴ δὲ κατ᾿ ἀρχὰς διὰ τῆς ἁμαρτίας, τῇ φύσει τῶν ὁρατῶν ταύτας ὁ πονηρὸς προσήλωσε τας δυνάμεις, καὶ οὐκ ἦν ὁ συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν, πάντων τῶν μετειληφότων τῆς φύσεως, τὴν νοεράν τε καὶ λογικὴν δύναμιν ἐχόντων περιγεγραμμένην τῇ ἐπιφανείᾳ τῶν αἰσθητῶν, καὶ μηδεμίαν κεκτημένων ἔννοιαν τῶν ὑπὲρ αἴσθησιν, εἰκότως ἡ τοῦ παναγίου Πνεύματος χάρις, τοῖς μὴ κατὰ πρόθεσιν ἐνδιαθέτως ὑπὸ τὴν ἀπάτην γενομένοις, τῶν ὑλικῶν ἀφηλώσασα, τὴν προσηλωμένην (1312) ἀποκατέστησεν δύναμιν· ἦν καθαρὰν ἀπολαβόντες διὰ τῆς χάριτος, πρῶτον ἐζήτησαν καὶ ἠρεύνησαν, καὶ οὕτως ἐξεζήτησαν καὶ ἐξηρεύνησαν, διὰ τῆς αὐτῆς δηλαδὴ τοῦ Πνεύματος χάριτος.

ιθ´. Σωτηρία δηλαδὴ ψυχῶν, κυρίως ἐστί, τὸ τέλος τῆς πίστεως. Τέλος δὲ πίστεὼς ἐστιν, ἡ τοῦ πιστευθέντος ἀληθὴς ἀποκάλυψις. Ἀληθὴς δὲ τοῦ πιστευθέντος ἐστὶν ἀποκάλυψις, ἡ κατὰ ἀναλογίαν τῆς ἐν ἑκάστῳ πίστεως ἄῤῥητος τοῦ πεπιστευμένου περιχώρησις. Περιχώρησις δὲ τοῦ πεπιστευμένου καθέστηκεν, ἡ πρὸς τὴν ἀρχὴν κατὰ τὸ τέλος τῶν πεπιστευκότων ἐπάνοδος. Ἡ δὲ πρὸς τὴν οἰκείαν ἀρχὴν κατὰ τὸ τέλος τῶν πεπιστευκότων ἐπάνοδός ἐστιν, ἡ τῆς ἐφέσεως πλήρωσις. Ἐφέσεως δὲ πλήρωσίς ἐστιν, ἡ περὶ τὸ ἐφετὸν τῶν ἐφιεμένων ἀεικίνητος στάσις. Ἀεικίνητος δὲ στάσις περὶ τὸ ἐφετὸν τῶν ἐφιεμένων ἐστίν, ἡ τοῦ ἐφετοῦ διηνεκής τε καὶ ἀδιάστατος ἀπόλαυσις. Ἀπόλαυσις δὲ διηνεκής τε καὶ ἀδιάστατος τοῦ ἐφετοῦ, ἡ τῶν ὑπὲρ φύσιν θείων καθέστηκε μέθεξις. Μέθεξις δὲ τῶν ὑπὲρ φύσιν θείων ἐστίν, ἡ πρὸς τὸ μετεχόμενον τῶν μετεχόντων ὁμοίωσις. Ἡ δὲ πρὸς τὸ μετεχόμενον τῶν μετεχόντων ὁμοίωσίς ἐστιν, ἡ κατ᾿ ἐνέργειαν πρὸς αὐτὸ τὸ μετεχόμενον τῶν μετεχόντων δι᾿ ὁμοιότητος ἐνδεχομένη ταυτότης. Ἡ δὲ τῶν μετεχόντων ἐνδεχομένη κατ᾿ ἐνέργειαν δι᾿ ὁμοιότητος ταυτότης, ἡ δι᾿ ὁμοιότητος πρὸς τὸ μετεχόμενόν ἐστι θέωσις τῶν ἀξιουμένων θεώσεως.

κ´. Οὐκ ἔχει ἡ φύσις τῶν ὑπὲρ φύσιν τοὺς λόγους, ὥσπερ οὐδὲ τῶν παρὰ φύσιν τοὺς νόμους. Ὑπὲρ φύσιν δὲ λέγω, τὴν θείαν καὶ ἀνεννόητον ἡδονήν, ἣν ποιεῖν πέφυκεν ὁ Θεὸς φύσει, κατὰ χάριν τοῖς ἀξίοις ἑνούμενος· παρὰ φύσιν δέ, τὴν κατὰ στέρησιν ταύτης συνισταμένην ἀνεκλάλητον ὀδύνην, ἣν ποιεῖν εἴωθεν ὁ Θεὸς φύσει, παρὰ τὴν χάριν τοῖς ἀναξίοις ἑνούμενος. Κατὰ γὰρ τὴν ὑποκειμένην ἑκάστῳ ποιότητα τῆς διαθέσεως, ὁ Θεὸς τοῖς πᾶσιν ἑνούμενος, ὡς οἶδεν αὐτός, τὴν αἴσθησιν ἑκάστῳ παρέχεται, καθώς ἐστιν ἕκαστος ὑφ᾿ ἑαυτοῦ διαπεπλασμένος, πρὸς ὑποδοχὴν τοῦ πάντως πᾶσιν ἑνωθησομένου κατὰ τὸ πέρας τῶν αἰώνων.

κα´. (1313) Τοὺς ἐκζητοῦντας ἐν πνεύματι τὴν τῶν ψυχῶν σωτηρίαν, καὶ ἐξερευνῶντας τοὺς ταύτης πνευματικοὺς τῆς σωτηρίας λόγους τε καὶ τρόπους, ὁδηγεῖ πρὸς κατανόησιν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἐῶν ἀκίνητον αὐτοῖς μένειν, καὶ ἀνενέργητον τὴν δι᾿ ἧς τὰ θεῖα ἐκζητεῖν πεφύκασι [unus Reg. πεφύκαμεν] δύναμιν.

κβ´. Πρῶτὸν τις ζητεῖ τῇ προαιρέσει νεκρῶσαι τὴν ἁμαρτίαν, καὶ τὴν προαίρεσιν τῇ ἁμαρτίᾳ· καὶ οὕτως ἐρευνᾷ, πῶς δεῖ καὶ ποίῳ τρόπῳ νεκρῶσαι ταύτας ἀλλήλαις. Καὶ πάλιν μετὰ τὴν τούτων ἀλλήλαις τελείαν νέκρωσιν, ζητεῖ τὴν κατ᾿ ἀρετὴν τῆς προαιρέσεως, καὶ τῆς ἀρετῆς τὴν κατὰ προαίρεσιν ζωήν· καὶ οὕτως ἐρευνᾷ, πῶς δεῖ καὶ ποίῳ τρόπῳ τὴν ἐν ἀλλήλαις τούτων δημιουργῆσαι ζωήν. Ἔστιν οὖν ὡς ἐν ὁρισμῷ λαβεῖν,ἡ μὲν ζήτησις, ὄρεξις καταθυμίου τινός· ἡ δὲ ἐρεύνησις, τρόπος τῆς πρὸς τὸ καταθύμιον ὀρέξεως ἀνυστικός.

κγ´. Δεῖ ὡς ἀληθῶς τὸν σωθησόμενον, μὴ μόνον τῇ προαιρέσει νεκρῶσαι τὴν ἁμαρτίαν, ἀλλὰ καὶ αὐτὴν τὴν προαίρεσιν τῇ ἁμαρτίᾳ· καὶ μὴ μόνον ἀναστῆσαι τῇ ἀρετῇ τὴν προαίρεσιν, ἀλλὰ καὶ αὐτὴν τῇ προαιρέσει τὴν ἀρετήν· ἵνα νεκρὰ νεκρᾶς, ὅλη ὅλης τῆς ἁμαρτίας διαιρεθεῖσα μὴ αἰσθάνηται, καὶ ζῶσα ζώσης, ὅλη ὅλης τῆς ἀρετῆς ἐπαισθάνηται, καθ᾿ ἕνωσιν ἀδιάστατον ἡ προαίρεσις. Ὁ γὰρ νεκρώσας τῇ ἁμαρτίᾳ τὴν προαίρεσιν, σύμφυτος γέγονε τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Χριστοῦ· καὶ ὁ ταύτην ἀναστήσας τῇ δικαιοσύνῃ, σύμφυτος γέγονε καὶ τῆς ἀναστάσεως αὐτοῦ.

κδ´. Ἡ ἁμαρτία καὶ ἡ προαίρεσις νεκρούμεναι ἀλλήλαις, διπλῆν ἔχουσι πρὸς ἀλλήλας τὴν ἀναισθησίαν. Καὶ ἡ δικαιοσύνη καὶ ἡ προαίρεσις, ἀλλήλαις ἔχουσαι τὴν ζωήν, διπλῆν ἔχουσι τὴν αἴσθησιν.

κε´. Θεὸς ὑπάρχων φύσει καὶ ἄνθρωπος ὁ Χριστός, ὑφ᾿ ἡμῶν ὡς Θεὸς ὑπὲρ φύσιν χάριτι κληρονομεῖται, κατὰ τὴν ἄῤῥητον μέθεξιν· καὶ δι᾿ ἡμᾶς ἐν εἴδει τῷ καθ᾿ ἡμᾶς ὡς ἄνθρωπος ἡμᾶς οἰκειούμενος, ἑαυτὸν κληρονομεῖ σὺν ἡμῖν κατὰ τὴν ἀνεννόητον συγκατάβασιν· ὃν τῷ πνεύματι μυστικῶς οἱ ἅγιοι προθεωρήσαντες, ἐδιδάχθησαν ὡς χρὴ τῆς κατὰ τὸ μέλλον φανησομένης διὰ τὴν ἀρετὴν ἐν Χριστῷ δόξης, τὰ εἰς αὐτὸν ὑπὲρ ἀρετῆς κατὰ τὸ παρὸν προκαθηγεῖσθαι παθήματα.

κστ´. Ὁ μὲν νοῦς κατὰ μόνην τὴν ἔφεσιν ἀγνώστως πρὸς τὴν τῶν ὄντων αἰτίαν κινούμενος, ζητεῖ μόνον· ὁ δὲ λόγος, τοὺς ἐν τοῖς οὖσιν ἀληθεῖς ποικίλως ἐφοδεύων ἐρευνᾶ λόγους.

κζ´. Ζήτησίς ἐστιν ἡ τοῦ νοῦ πρώτη τε καὶ ἁπλῆ πρὸς τὴν ἰδίαν αἰτίαν μετ᾿ ἐφέσεως κίνησις· ἐρεύνησις δέ ἐστιν, ἡ πρώτη τε καὶ ἁπλῆ τοῦ λόγου περὶ τὴν ἰδίαν αἰτίαν μετά τινος ἐννοίας διάκρισις. Ἐκζήτησις δὲ πάλιν ἐστίν,ἡ τοῦ νοῦ κατ᾿ ἐπιστήμην γνωστικὴ πρὸς τὴν ἰδίαν αἰτίαν μετά τινος ζεούσης ἐφέσεως κίνησις· ἐξερεύνησις δὲ ἐστιν, ἡ τοῦ λόγου κατ᾿ ἐνέργειαν τῶν ἀρετῶν περὶ τὴν ἰδίαν αἰτίαν μετά τινος ἔμφρονος καὶ σοφῆς ἐννοίας γινομένη διάκρισις.

κη´. (1316) Οἱ ἅγιοι καὶ θεῖοι προφῆται, περὶ τῆς σωτηρίας τῶν ψυχῶν ἐκζητήσαντὲς τε καὶ ἐξερευνήσαντες, διάπυρον εἶχον καὶ ζέουσαν μετ᾿ ἐπιστήμης καὶ γνώσεως πρὸς τὸν Θεὸν τὴν τοῦ νοῦ κατ᾿ ἔφεσιν κίνησιν, καὶ ἔμφρονα καὶ σοφὴν τὴν τοῦ λόγου κατὰ τὴν ἐνέργειαν τῶν θείων διάκρισιν· οὓς οἱ μιμούμενοι, μετὰ γνώσεως καὶ ἐπιστήμης τὴν τῶν ψυχῶν ἐκζητοῦσι σωτηρίαν, καὶ μετὰ φρονήσεως καὶ σοφίας ἐξερευνῶντες, μετέρχονται τὴν ἐν τοῖς θείοις ἔργοις διάκρισιν.

κθ´. Διττὴν οἶδε τὴν τῶν θείων γνῶσιν ὁ λόγος, τὴν μέν, σχετικήν, ὡς ἐν λόγῳ μόνῳ κειμένην καὶ νοήμασι, καὶ τὴν κατ᾿ ἐνέργειαν τοῦ γνωσθέντος διὰ πείρας οὐκ ἔχουσαν αἴσθησιν, δι᾿ ἧς κατὰ τὴν παροῦσαν ζωὴν οἰκονομούμεθα· τὴν δέ, κυρίως ἀληθινήν, ἐπὶ μόνῃ τῇ πείρᾳ, κατ᾿ ἐνέργειαν δίχα λόγου καὶ νοημάτων, ὅλην τοῦ γνωσθέντος κατὰ χάριν μεθέξει παρεχομένην τὴν αἴσθησιν, δι᾿ ἧς κατὰ τὴν μέλλουσαν λῆξιν, τὴν ὑπὲρ φύσιν ὑποδεχόμεθα θέωσιν ἀπαύστως ἐνεργουμένην. Καὶ τὴν μὲν σχετικήν, ὡς ἐν λόγῳ κειμένην καὶ τοῖς νοήμασι, κινητικὴν εἶναὶ φασι, τῆς πρὸς τὴν μεθέξει κατ᾿ ἐνέργειαν γνῶσιν ἐφέσεως· τὴν δὲ κατ᾿ ἐνέργειαν, διὰ τῆς πείρας μεθέξει παρεχομένην τοῦ γνωσθέντος τὴν αἴσθησιν [male edita, ἔφεσιν, cupiditatem], ἀφαιρετικὴν εἶναι τῆς ἐν λόγῳ κειμένης καὶ νοήμασι γνώσεως.

λ´. Διττὴν εἶναι λέγειν τὴν γνῶσιν, τὴν μέν, ἐν λόγῳ κειμένην καὶ θείοις νοήμασι, κατ᾿ εἶδος παροῦσαν τὴν αἴσθησιν τῶν νοηθέντων οὐκ ἔχουσαν· τὴν δέ, κατ᾿ ἐνέργειαν μόνην ἔχουσαν, δίχα λόγου καὶ νοημάτων τῶν ἀληθῶν τὴν κατ᾿ εἶδος ἀπόλαυσιν. Ἐπειδὴ γὰρ διὰ γνώσεως ὁ λόγος τὸ γνωστὸν πέφυκεν ὑποσημαίνειν, κινεῖ τὴν ἔφεσιν τῶν δι᾿ αὐτοῦ κινουμένων, πρὸς τὴν τοῦ σημανθέντος ἀπόλαυσιν.

λα´. Ἀμήχανον εἶναὶ φασιν οἱ σοφοί, συνυπάρχειν τῇ πείρᾳ τοῦ Θεοῦ, τὸν περὶ αὐτοῦ λόγον, ἢ τῇ αἰσθήσει τοῦ Θεοῦ, τὴν περὶ αὐτοῦ νόησιν. Λόγον δὲ περὶ Θεοῦ φημι, τὴν ἐκ τῶν ὄντων ἀναλογίαν τῆς περὶ αὐτοῦ γνωστικῆς θεωρίας· αἴσθησιν δέ, τὴν ἐν τῇ μεθέξει πεῖραν τῶν ὑπὲρ φύσιν ἀγαθῶν· (1317) νόησιν δέ, τὴν ἐκ τῶν ὄντων ἁπλῆν περὶ αὐτοῦ καὶ ἐνιαίαν γνῶσιν· τάχα δὲ καὶ ἐπ᾿ ἄλλου παντὸς τοῦτο γνωρίζεται· εἴπερ ἡ τοῦδε τοῦ πράγματος πεῖρα, τὸν περὶ αὐτοῦ καταπαύει λόγον· καὶ ἡ τοῦδε τοῦ πράγματος αἴσθησις, τὴν περὶ αὐτοῦ σχολάζουσαν ἐργάζεται νόησιν. Πεῖραν δὲ λέγω, αὐτὴν τὴν κατ᾿ ἐνέργειαν γνῶσιν, τὴν μετὰ πάντα λόγον ἐπιγινομένην· αἴσθησιν δέ, αὐτὴν τοῦ γνωσθέντος τὴν μέθεξιν, τὴν μετὰ πᾶσαν νόησιν ἐκφαινομένην. Καὶ τοῦτο τυχὸν μυστικῶς διδάσκων ὁ μέγας Ἀπόστολος, φησίν· Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται, περὶ τῆς ἐν λόγῳ κειμένης καὶ νοήμασι γνώσεως δηλονότι φάσκων.

λβ´. Ἐχρῆν ὡς ἀληθῶς τὸν κατὰ φύσιν τῆς τῶν ὄντων οὐσίας δημιουργόν, καὶ τῆς κατὰ χάριν αὐτουργὸν γενέσθαι τῶν γεγονότων θεώσεως· ἵνα ὁ τοῦ εἶναι δοτήρ, φανῆ καὶ τοῦ ἀεὶ εὖ εἶναι χαριστικός. Ἐπεὶ οὖν οὐδὲν τῶν ὄντων ἑαυτὸ τοπαράπαν, ἢ ἄλλο γινώσκει ὃ τί ποτε κατ᾿ οὐσίαν ἐστίν, εἰκότως οὐδὲ τῶν γενησομένων οὐδενὸς οὐδὲν τῶν ὄντων, ἔχει κατὰ φύσιν τὴν πρόγνωσιν, πλὴν τοῦ ὑπὲρ τὰ ὄντα Θεοῦ, καὶ ἑαυτὸν γινώσκοντος, ὃ τι κατ᾿ οὐσίαν ἐστί, καὶ πάντων τῶν ὑπ᾿ αὐτοῦ πεποιημένων, καὶ πρὶν γενέσθαι προεγνωκότος τὴν ὕπαρξιν· καὶ μέλλοντος κατὰ χάριν φιλοτιμεῖσθαι τοῖς οὖσι τὴν ἑαυτῶν, καὶ ἄλλων, ὃ τί ποτε κατ᾿ οὐσίαν ὑπάρχουσι γνῶσιν, καὶ τοὺς ἐν αὐτῷ μονοειδῶς προόντας τῆς αὐτῶν γενέσεως φανερῶσαι λόγους.

λγ´. Ὁ τὴν φύσιν τῶν ἀνθρώπων δημιουργήσας λόγος [gg. ad Thalas. g. 61 Θεὸς], οὐ σενέκτισεν αὐτῇ κατὰ αἴσθησιν, οὔτε ἡδονήν, οὔτε ὀδύνην· ἀλλὰ δύναμὶν τινα κατὰ νοῦν αὐτῇ πρὸς ἡδονήν, καθ᾿ ἣν ἀῤῥήτως ἀπολαύειν αὐτοῦ δυνήσεται, ἐνετεκτήνατο. Ταύτην δὲ τὴν δύναμιν, λέγω δὲ τὴν κατὰ φύσιν τοῦ νοῦ πρὸς τὸν Θεὸν ἔφεσιν, ἅμα τῷ γενέσθαι, τῇ αἰσθήσει δοὺς ὁ πρῶτος ἄνθρωπος, πρὸς τὰ αἰσθητὰ κατ᾿ αὐτὴν τὴν πρώτην κίνησιν διὰ μέσης τῆς αἰσθήσεως ἔσχε παρὰ φύσιν ἐνεργουμένην τὴν ἡδονήν· ᾗτινι κατὰ πρόνοιαν ὁ τῆς ἡμῶν σωτηρίας κηδόμενος, παρέπηξεν ὥσπερ τινὰ τιμωρὸν δύναμιν, τὴν ὀδύνην· καθ᾿ ἣν ὁ τοῦ θανάτου μετὰ σοφίας ἐνεῤῥιζώθη τῇ τοῦ σώματος φύσει νόμος, περιορίζων τῆς τοῦ νοῦ μανίας παρὰ φύσιν ἐπὶ τὰ αἰσθητὰ κινουμένην τὴν ἔφεσιν.

λδ´. Ἡδονὴ καὶ ὀδύνη, τῇ φύσει τῆς σαρκὸς οὐ συνεκτίσθησαν· ἀλλ᾿ ἡ παράβασις, τὴν μέν, ἐπενόησεν εἰς φθορὰν τῆς προαιρέσεως· τὴν δέ, κατεδίκασεν εἰς λύσιν τῆς φύσεως· ἵνα ἡ μὲν ἡδονή, ψυχῆς ἑκούσιον ἐργάσηται θάνατον τὴν ἁμαρτίαν· ἡ δὲ ὀδύνη διὰ τῆς λύσεως, τὴν κατ᾿ εἶδος ποιήσηται τῆς σαρκὸς ἀπογένεσιν. (1320) Κατὰ πρόνοιαν γὰρ πρὸς κόλασιν τῆς κατὰ προαίρεσιν ἡδονῆς, δέδωκεν ὁ Θεὸς τῇ φύσει, τὴν παρὰ προαίρεσιν ὀδύνην, καὶ τὸν ἐπ᾿ αὐτῇ θάνατον.

λε´. Διὰ τὴν ἐπελθοῦσαν τῇ φύσει παρὰ λόγον ἡδονήν, ἡ κατὰ λόγον ἐπεισῆλθεν ὀδύνη, διὰ πολλῶν παθημάτων, ἐν οἷς καὶ ἐξ ὧν ὁ θάνατος, ποιουμένη τῆς παρὰ φύσιν ἡδονῆς τὴν ἀφαίρεσιν· οὐ μὴν δὲ καὶ τελείαν ἀναίρεσιν, καὶ ἣν ἡ κατὰ νοῦν τῆς θείας ἡδονῆς, ἀναδείκνυσθαι πέφυκε χάρις.

λστ´. Ἡ τῶν ἑκουσίων πόνων ἐπίνοια, καὶ ἡ τῶν ἀκουσίων ἐπαγωγή, ἀφαιροῦνται μὲν τὴν ἡδονήν, τὴν κατ᾿ ἐνέργειαν αὐτῆς καταπαύουσαι κίνησιν· οὐκ ἀναιροῦσι δὲ τὴν ὥσπερ νόμον τῇ φύσει ἐγκειμένην πρὸς γένεσιν αὐτῇ δύναμιν. Ἡ γὰρ κατ᾿ ἀρετὴν φιλοσοφία, γνώμης ἀπάθειαν, ἀλλ᾿ οὐ φύσεως ἐργάζεσθαι πέφυκε· καθ᾿ ἣν δηλαδὴ τὴν γνωμικὴν ἀπάθειαν, ἡ κατὰ νοῦν τῆς θείας ἡδονῆς ἐπιγίνεται χάρις.

λζ´. Πᾶς πόνος, ὡς αἰτίαν τῆς ἰδίας γενέσεως ἔχων, κατ᾿ ἐνέργειαν προηγουμένην τὴν ἡδονήν, χρέος ἐστὶ δηλαδή, φυσικῶς κατ᾿ αἰτίαν παρὰ πάντων τῶν μετειληφότων τῆς φύσεως ἐκτιννύμενον. Τῇ γὰρ παρὰ φύσιν ἡδονῇ, πάντως παρέπεται φυσικῶς ὁ πόνος ἐν πᾶσιν, ὧν ὁ τῆς ἡδονῆς νόμος ἀναιτίως προκαθηγήσατο τῆς γένεσεως. Ἀναίτιον δὲ φημι τὴν ἐκ τῆς παραβάσεως ἡδονήν, ὡς μὴ γενομένην δηλονότι προλαβόντος πόνου διάδοχον.

λη´. Ἀμήχανον ἦν παντελῶς, τὴν φύσιν ὑποκλιθεῖσαν τῇ τε κατὰ προαίρεσιν ἡδονῇ, καὶ τῇ παρὰ προαίρεσιν ὀδύνῃ, πάλιν εἰς τὴν ἐξαρχῆς ἀνακληθῆναι ζωήν, εἰ μὴ γέγονεν ἄνθρωπος ὁ δημιουργός, προαιρέσει δεχόμενος τὴν πρὸς κόλασιν τῆς κατὰ προαίρεσιν τῆς φύσεως ἡδονῆς, ἐπινοηθεῖσαν ὀδύνην, οὐκ ἔχουσαν προηγουμένην αὐτῆς τὴν ἐξ ἡδονῆς γένεσιν· ἵνα τῆς ἐκ καταδίκης ἐλευθερώσῃ τὴν φύσιν γεννήσεως, ἐξ ἡδονῆς ἀρχὴν οὐκ ἔχουσαν καταδεχόμενος γέννησιν.

λθ´. Ἐπειδὴ μετὰ τὴν παράβασιν πάντες ἄνθρωποι τὴν ἡδονὴν εἶχον τῆς ἰδίας φυσικῶς προκαθηγουμένην γενέσεως, καὶ οὐδεὶς ἦν τοσύνολον ὁ τῆς καθ᾿ ἡδονὴν ἐμπαθοῦς γενέσεως φυσικῶς ὑπάρχων ἐλεύθερος· ἀλλ᾿ ὡς χρέος πάντες φυσικὸν ἀποδιδόντες τοὺς πόνους, καὶ τὴν ἐπ᾿ αὐτοῖς ὑπέμενον θάνατον· (1321) καὶ ἦν ἄπορος παντάπασιν ὁ τῆς ἐλευθερίας τρόπος, τοῖς ὑπὸ τῆς ἀδίκου τυραννουμένοις ἡδονῆς, καὶ ὑπὸ τῶν δικαίων πόνων, καὶ τοῦ ἐπ᾿ αὐτοῖς δικαιοτάτου θανάτου φυσικῶς ἐνεχομένοις· ἔδει δὲ πρὸς ἀναίρεσιν μὲν τῆς ἀδικωτάτης ἡδονῆς, καὶ τῶν δι᾿ αὐτὴν δικαιοτάτων πόνων, ὑφ᾿ ὧν ἐλεεινῶς διεσπᾶτο πάσχων ὁ ἄνθρωπος, ἐκ φθορᾶς τῆς καθ᾿ ἡδονὴν ἔχων τὴν ἀρχὴν τῆς γενέσεως, καὶ εἰς φθορὰν τὴν διὰ τοῦ θανάτου τὸ τῆς ζωῆς καταλήγων τέλος· πρὸς δὲ τὴν ἐπανόρθωσιν τῆς ἀπαθοῦς φύσεως, ἐπινοηθῆναι πόνον καὶ θάνατον, ἄδικον ὁμοῦ καὶ ἀναίτιον· ἀναίτιον μέν, ὡς οὐδαμῶς προαλαβοῦσαν ἡδονὴν ἐσχηκότα πρὸς γένεσιν· ἄδικον δέ, ὡς οὐδεμιᾶς τοπαράπαν ζωῆς ἐμπαθοῦς ὄντα διάδοχον, ἵνα μέσος διαληφθεὶς ἡδονῆς ἀδίκου, καὶ πόνου καὶ θανάτου δικαιοτάτου, πόνος καὶ θάνατος ἀδικώτατος, ἀνέλῃ διόλου τὴν ἐξ ἡδονῆς ἀδικωτάτην ἀρχήν, καὶ τὸ δι᾿ αὐτὴν διὰ θανάτου δικαιότατον τέλος τῆς φύσεως, καὶ γένηται πάλιν ἡδονῆς καὶ ὀδύνης ἐλεύθερον τὸ γένος τῶν ἀνθρώπων, τὴν ἐξαρχῆς εὐκληρίαν ἀπολαβούσης τῆς φύσεως, μηδενὶ τῶν ἐμπεφυκότων τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν γνωρισμάτων μολυνομένην. Διὰ τοῦτο Θεὸς ὑπάρχων τέλειος κατὰ φύσιν ὁ τοῦ Θεοῦ Λόγος, γίνεται τέλειος ἄνθρωπος ἐκ ψυχῆς νοερᾶς καὶ σώματος παθητοῦ κατὰ φύσιν παραπλησίως ἡμῖν, χωρὶς μόνης ἁμαρτίας συνεστώς· τὴν μὲν ἐκ τῆς παρακοῆς ἡδονήν, οὐδαμῶς τοσύνολον ἐσχηκώς, προηγουμένην αὐτοῦ τῆς ἐκ γυναικὸς ἐν χρόνῳ γενέσεως· τὴν δὲ δι᾿ αὐτὴν ὀδύνην, ὑπάρχουσαν τέλος τῆς φύσεως, διὰ φιλανθρωπίαν κατὰ θέλησιν προσηκάμενος, ἵνα πάσχων ἀδίκως, ἀνέλῃ τὴν ἐξ ἡδονῆς ἀδίκου τυραννοῦσαν τὴν φύσιν ἀρχὴν τῆς γενέσεως· οὐκ ἔχουσαν ὡς χρέος ὑπὲρ αὐτῆς ἐκτιννύμενον κατὰ τοὺς ἄλλους ἀνθρώπους καὶ τοῦ Κυρίου τὸν θάνατον, ἀλλὰ μᾶλλον κατ᾿ αὐτῆς προβεβλημένον· καὶ τὸ διὰ τοῦ θανάτου δίκαιον τέλος ἐξαφανίσῃ τῆς φύσεως, οὐκ ἔχων τὴν δ᾿ ἣν ἐπεισῆλθε, καὶ ὑπ᾿ αὐτοῦ δικαίως τιμωρουμένην, ὡς αἰτίαν τοῦ εἶναι παράνομον ἡδονήν.

μ´. Ἔδει ὡς ἀληθῶς, ἔδει, σοφὸν καὶ δίκαιον καὶ δυνατὸν ὄντα κατὰ φύσιν τὸν Κύριον, ὡς μὲν σοφόν, μὴ ἀγνοῆσαι τὸν τρόπος τῆς ἰατρείας· ὡς δίκαιον δέ, μὴ τυραννικὴν ποιήσασθαι τοῦ κατειλημμένου κατὰ γνώμην ὑπὸ τῆς ἁμαρτίας ἀνθρώπου τὴν σωτηρίαν· ὡς δὲ πάντα δυνάμενος, μὴ ἀτονῆσαι πρὸς τὴν τῆς ἰατρείας ἐκπλήρωσιν.

μα´. Τὸ μὲν σοφὸν τοῦ Θεοῦ, ἐν τῷ γενέσθαι φύσει κατ᾿ ἀλήθειαν ἄνθρωπον δείκνυται· τὸ δὲ δίκαιον, ἐν τῷ τὸ παθητὸν κατὰ τὴν γένεσιν ὁμοίως ἡμῖν ἀνειληφέναι τῆς φύσεως· τὸ δὲ δυνατόν, ἐν τῷ διὰ παθημάτων καὶ θανάτου, ζωὴν ἀΐδιον τῇ φύσει δημιουργῆσαι καὶ ἀπάθειαν ἄτρεπτον.

μβ´. (1324) Τὸ μὲν τῆς σοφίας λόγον, ἐν τῷ τρόπῳ τῆς ἰατρείας, φανερὸν ὁ Κύριος ἐποίησε, χωρὶς τροπῆς καὶ τῆς οἱασοῦν ἀλλοιώσεως, γενόμενος ἄνθρωπος· τὴν ἰσότητα δὲ τῆς δικαιοσύνης, ἐν τῷ μεγέθει τῆς συγκαταβάσεως ἔδειξε, τὸ ἐν τῷ παθητῷ κατάκριμα τῆς φύσεως, κατὰ θέλησιν ὑποδύς, κἀκεῖνο ποιήσας ὅπλον πρὸς τὴν τῆς ἁμαρτίας ἀναίρεσιν καὶ τοῦ δι᾿ αὐτὴν θανάτου, τουτέστι τῆς ἡδονῆς καὶ τῆς δι᾿ αὐτὴν ὀδύνης, ἐν ᾧ τῆς ἁμαρτίας ὑπῆρχε καὶ τοῦ θανάτου τὸ κράτος, καὶ ἡ κατὰ τὴν ἡδονὴν τῆς ἁμαρτίας τυραννίς, καὶ ἡ δι᾿ αὐτὴν κατὰ τὴν ὀδύνην τοῦ θανάτου δυναστεία. Ἐν γὰρ τῷ παθητῷ προδήλως ὑπάρχει τῆς φύσεως, τὸ τῆς ἡδονῆς κράτος καὶ τὸ τῆς ὀδύνης. Καὶ γὰρ πως τῆς ὀδύνης πλέον τὸ κατὰ φύσιν ἐπιτεινόμενον πρόστιμον, διὰ τῆς ἡδονῆς αὐτὴν παραμυθεῖσθαι σπουδάζομεν· θέλοντες γὰρ ἐκφυγεῖν τὴν κατὰ τὴν ὀδύνην ἐπίπονον αἴσθησιν, πρὸς τὴν ἡδονὴν καταφεύγομεν, τῷ τῆς ὀδύνης αἰκισμῷ πιεζομένην τὴν φύσιν, ἐπιχειροῦντες παραμυθεῖσθαι. Σπεύδοντες δὲ διὰ τῆς ἡδονῆς τὰ τῆς ὀδύνης ἀμβλῦναι κινήματα, πλέον αὐτῆς τὸ καθ᾿ ἑαυτῶν ἐπικυροῦμεν χειρόγραφον, ὀδύνης καὶ πόνων ἔχειν τὴν ἡδονὴν ἀπολελυμένην οὐ δυνάμενοι.

μγ´. Τὴν δὲ τῆς ὑπερβαλλούσης δυνάμεως ἰσχὺν δῆλον κατέστησε, τῶν οἷς αὐτὸς ἔπασχεν ἐναντίων, ὑποστήσας τῇ φύσει τὴν γένεσιν ἄτρεπτον· διὰ πάθους γὰρ τὴν ἀπάθειαν, καὶ διὰ πόνων τὴν ἄνεσιν, καὶ διὰ θανάτου τὴν ἀΐδιον ζωὴν τῇ φύσει δούς, πάλιν ἀποκατέστησε· ταῖς ἑαυτοῦ καταστερήσεσι τὰς ἕξεις ἀνακαινίσας τῆς φύσεως, καὶ διὰ τῆς ἰδίας σαρκώσεως, τὴν ὑπὲρ φύσιν χάριν δωρησάμενος τῇ φύσει, τὴν θέωσιν.

μδ´. Γέγονε ὁ Θεὸς κατ᾿ ἀλήθειαν ἄνθρωπος, καὶ δέδωκεν ἄλλην ἀρχὴν τῇ φύσει δευτέρας γενέσεως, διὰ πόνου πρὸς ἡδονὴν μελλούσης ζωῆς καταλήγουσαν. Ὡς γὰρ Ἀδὰμ ὁ προπάτωρ τὴν θείαν ἐντολὴν παραβάς, ἄλλην ἀρχὴν γενέσεως, ἐξ ἡδονῆς μὲν συνισταμένην, εἰς δὲ τὸν διὰ πόνου θάνατον τελευτῶσαν τῇ φύσει παρὰ τὴν πρώτην παρεισήγαγε, καὶ ἐπενόησε κατὰ τὴν συμβουλὴν τοῦ ὄφεως ἡδονὴν οὐκ οὖσαν προλαβόντος πόνου διάδοχον, ἀλλὰ μᾶλλον εἰς τὸν πόνον περαιουμένην, πάντας τοὺς ἐξ αὐτοῦ σαρκὶ γενομένους κατ᾿ αὐτόν, διὰ τὴν ἐξ ἡδονῆς ἄδικον ἀρχήν, εἶχε συνυπαγομένους αὐτῷ δικαίως, πρὸς τὸ διὰ πόνου κατὰ τὸν θάνατον τέλος· οὕτω καὶ ὁ Κύριος γενόμενος ἄνθρωπος, καὶ ἄλλην ἀρχὴν δευτέρας γενέσεως ἐκ Πνεύματος ἁγίου τῇ φύσει δημιουργήσας, καὶ τὸν διὰ πόνου τοῦ Ἀδὰμ δικαιότατον καταδεξάμενος θάνατον, ἐν αὐτῷ δηλαδὴ γενόμενον ἀδικώτατον, ὡς οὐκ ἔχοντα τῆς ἰδίας γενέσεως ἀρχὴν τὴν ἐκ παρακοῆς ἀδικωτάτην τοῦ προπάτορος ἡδονήν, ἀμφοτέρων τῶν ἄκρων, ἀρχῆς τε λέγω καὶ τέλους τῆς κατὰ τὸν Ἀδὰμ ἀνθρωπίνης γενέσεως, οἷα δὴ (1325) προηγουμένως οὐκ ὄντων ἐκ τοῦ Θεοῦ, τὴν ἀναίρεσιν ἐποιήσατο, καὶ πάντας τοὺς μυστικῶς ἐξ αὐτοῦ ἀναγεννωμένους, τῆς ἐπ᾿ αὐτῆς ἐνοχῆς ἐλευθέρους κατέστησε.

με´. Τὴν ἐκ τοῦ νόμου τῆς ἁμαρτίας ἡδονὴν εἰς ἀθέτησιν τῆς κατὰ σάρκα γεννήσεως τῶν ἐν αὐτῷ χάριτι διὰ Πνεύματος γεννωμένων ὁ Κύριος ἀφελόμενος, τὸν εἰς καταδίκην τὸ πρότερον ὄντα τῆς φύσεως, εἰς τὴν τῆς ἁμαρτίας κατάκρισιν αὐτοῖς συγχωρεῖ δέχεσθαι θάνατον, ἔχοντας μὲν τοῦ Ἀδὰμ οὐκέτι τὴν ἐκ τοῦ Ἀδὰμ ἡδονὴν τῆς γενέσεως· μόνην δὲ τὴν διὰ τὸν Ἀδὰμ ὀδύνην ἐνεργοῦσαν ἐν αὐτοῖς· οὐ κατὰ χρέος ὑπὲρ ἁμαρτίας, ἀλλὰ κατ᾿ οἰκονομίαν, διὰ τὴν κατὰ φύσιν περίστασιν, κατὰ τῆς ἁμαρτίας, τὸν θάνατον· ὃς ὁπόταν μὴ ἔχει γεννῶσαν αὐτὸν μητέρα τήν, ἧς γίνεσθαι πέφυκε τιμωρός, ἡδονὴν ἀϊδίου ζωῆς προδήλως καθίσταται πατήρ. Ὡς γὰρ τοῦ Ἀδὰμ ἡ καθ᾿ ἡδονὴν ζωή, θανάτου καὶ φθορᾶς γέγονε μήτηρ, οὕτω καὶ ὁ διὰ τὸν Ἀδὰμ τοῦ Κυρίου θάνατος ὑπάρχων τῆς ἐκ τοῦ Ἀδὰμ ἐλεύθερος ἡδονῆς, ἀϊδίου γεννήτωρ γίνεται ζωῆς.

μστ´. Ἀρχὴν ἔσχε μετὰ τὴν παράβασιν ἡ τῶν ἀνθρώπων φύσις τῆς ἰδίας γενέσεως τὴν καθ᾿ ἡδονὴν ἐκ σπορᾶς σύλληψιν, καὶ τὴν κατὰ ῥεῦσιν γένεσιν· καὶ τέλος, τὴν κατ᾿ ὀδύνην διὰ φθορᾶς θάνατον· ὁ δὲ Κύριος ταύτην οὐκ ἔχων ἀρχὴν τῆς κατὰ σάρκα γεννήσεως, οὔτε τῷ τέλει, τουτέστι τῷ θανάτῳ, ὑπῆρχεν ἁλωτός.

μζ´. Τὸν Ἀδὰμ ἡ ἁμαρτία καταρχὰς δελεάσασα, πρὸς παράβασιν τῆς θείας παρέπεισεν ἐλθεῖν ἐντολῆς· καθ᾿ ἣν τὴν ἡδονὴν ὑποστήσασα, καὶ ἑαυτὴν διὰ τῆς ἡδονῆς ἐν αὐτῷ καθηλώσασα τῷ πυθμένι τῆς φύσεως, τὸν θάνατον τῆς ὅλης κατέκρινε φύσεως, ὠθοῦσα πρὸς ἀπογένεσιν κατὰ τὸν θάνατον διὰ τοῦ ἀνθρώπου, τὴν φύσιν τῶν γεγονότων. Τοῦτο γὰρ καὶ μεμηχάνητο τῷ σπορεῖ τῆς ἁμαρτίας, καὶ πατρὶ τῆς κακίας πονηρῷ διαβόλῳ, τῷ ἑαυτὸν μὲν ἐξ ὑπερηφανίας τῆς θείας ἐξοικίσαντι δόξης, διὰ φθόνον δὲ τόν τε πρὸς ἡμᾶς καὶ τὸν Θεόν, τοῦ παραδείσου τὸν Ἀδὰμ ἐξοικίσαντι, ἀφανίσαι τὰ ἔργα τοῦ Θεοῦ, καὶ διαλῦσαι τὰ σενεστῶτα πρὸς γένεσιν.

μη´. Φθονῶν τῷ Θεῷ καὶ ἡμῖν ὁ διάβολος, δόλῳ τὸν ἄνθρωπον ὑπὸ Θεοῦ φθονεῖσθαι παραπείσας, παραβῆναι τὴν ἐντολὴν παρεσκεύασε. Τῷ Θεῷ μέν, ἵνα φανερὰ μὴ γένηται κατ᾿ ἐνέργειαν ἡ πανύμνητος αὐτοῦ δύναμις θεουργοῦσα τὸν ἄνθρωπον· τῷ δ᾿ ἀνθρώπῳ προδήλως, ἵνα μὴ γένηται τῆς θείας ἐν εἴδει κατ᾿ ἀρετὴν μέτοχος δόξης. Φθονεῖ γὰρ ὁ μιαρώτατος οὐ μόνον ἡμῖν τῆς ἐπὶ τῷ Θεῷ διὰ τὴν ἀρετὴν δόξης, ἀλλὰ καὶ τῷ Θεῷ τῆς ἐφ᾿ ἡμῖν διὰ τὴν σωτηρίαν πανυμνήτου δυνάμεως.

μθ´. Ὣσπερ ἐν τῷ Ἀδὰμ ὁ θάνατος τῆς φύσεως ὑπῆρχε κατάκρισις, (1328) ἀρχὴν ἐχούσης τὴν ἡδονὴν τῆς ἰδίας γενέσεως· οὕτως ὁ θάνατος ἐν Χριστῷ, τῆς ἁμαρτίας κατάκρισις γέγονεν, ἡδονῆς καθαρὰν ἐν Χριστῷ πάλιν τῆς φύσεως ἀπολαβούσης τὴν γένεσιν.

ν´. Εἰ ἡμεῖς οἱ οἶκος τοῦ Θεοῦ χάριτι γενέσθαι ἀξιωθέντες διὰ Πνεύματος, τοσαύτην ὑπὲρ δικαιοσύνης εἰς κατάκρισιν τῆς ἁμαρτίας ὑπομονὴν ἐπιδείκνυσθαι παθημάτων ὀφείλομεν, καὶ ὡς κακοῦργοι τὸν ἐφύβριστον, ἀγαθοὶ τυγχάνοντες, προθύμως ἀποφέρεσθαι θάνατον, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ ; τουτέστι ποῖον ἔσται τὸ τέλος, ἤγουν ἡ κρίσις, τῶν μὴ μόνον ζῶσάν τε καὶ ἐνεργουμένην, κατά τε ψυχὴν καὶ σῶμα, γνώμῃ τε καὶ φύσει τὴν καθ᾿ ἡδονὴν τοῦ Ἀδὰμ κρατήσασαν τῆς φύσεως γένεσιν μέχρι τέλους διὰ σπουδῆς ἐσχηκότων, ἀλλὰ μήτε προσδεξαμένων παρακαλοῦντα τὸν Θεὸν καὶ Πατέρα δι᾿ Υἱοῦ σαρκωθέντος· μή τε μὴν αὐτὸν τὸν ὑπὲρ τοῦ Πατρὸς πρεσβεύοντα μεσίτην καὶ Υἱόν, καὶ ὑπὲρ τῆς ἡμῶν εἰς τὸν Πατέρα καταλλαγῆς, ἑαυτὸν βουλήσει τοῦ Πατρός, εἰς τὸν ὑπὲρ ἡμῶν θάνατον κατὰ θέλησιν προϊέμενον, ὅπως δι᾿ ἑαυτὸν ἡμᾶς τοσοῦτον δοξάσῃ, τῷ κάλλει καταφαιδρύνας τῆς οἰκείας θεότητος, ὅσον δι᾿ ἡμᾶς αὐτὸς κατεδέξατο τοῖς ἡμῶν ἀτιμασθῆναι παθήμασιν.

να´. Ἐπειδὴ πάντων τῶν σωζομένων ὁ Θεός, ἔσται τόπος ἀπερίγραφός τε καὶ ἀδιάστατος καὶ ἄπειρος, πᾶσι πάντα γενόμενος κατὰ τὴν ἀναλογίαν τῆς δικαιοσύνης, μᾶλλον δὲ κατὰ τὸ μέτρον τῶν μετὰ γνώσεως ὑπὲρ δικαιοσύνης ἐνταῦθα παθημάτων, ἑαυτὸν ἑκάστῳ δωρούμενος, καθάπερ ψυχὴ σώματος μέλεσι κατὰ τὴν ὑποκειμένην ἑκάστῳ μέλει δύναμιν, ἑαυτὴν ἐνεργοῦσαν ἐκφαίνουσα, καὶ πρὸς τὸ εἶναι δι᾿ ἑαυτῆς τὰ μέλη συνέχουσα πρὸς ζωὴν συγρατούμενα· ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται, ταύτης ἐστερημένος τῆς χάριτος; Ὁ γὰρ μὴ δυνάμενος ἐνεργουμένην τὴν κατὰ τὸ εὖ εἶναι τοῦ Θεοῦ δέξασθαι παρουσίαν, ποῦ φανεῖται, τῆς θείας ζωῆς τῆς ὑπὲρ αἰῶνα καὶ χρόνον καὶ τόπον ὑπομείνας τὴν ἔκπτωσιν;

νβ´. Ὁ τὸν Θεὸν οὐκ ἔχων πρὸς τὸ εὖ εἶναι συνέχοντα τὴν ζωήν, τὸν μέλλοντα πᾶσι γίνεσθαι τόπον τοῖς ἀξίοις, πῶς ἔσται, τόπον αὐτὸν οὐκ ἔχων τὸν Θεὸν κατὰ τὴν τῶν εὖ εἶναι ἐν Θεῷ μονήν τε καὶ ἵδρυσιν; Καὶ εἰ μετὰ πολλῆς δυσχερείας ὁ δίκαιος σώζεται, τί ἔσται, ἢ τί πείσεται ὁ μηδένα λόγον εὐσεβείας καὶ ἀρετῆς κατὰ τὴν παροῦσαν ζωὴν ποιησάμενος;

νγ´. Ὁ μὲν Θεὸς κατὰ μίαν ἀπειροδύναμον τῆς ἀγαθότητος βούλησιν, πάντας συνέξει καὶ ἀγγέλους καὶ ἀνθρώπους, ἀγαθούς τε καὶ πονηρούς· οὗτοι δὲ πάντες, οὐκ ἴσως μεθέξουσι Θεοῦ, τοῦ διὰ πάντων ἀσχέτως χωρήσαντος, ἀλλ᾿ ἀναλόγως ἑαυτοῖς.

νδ´. Οἱ μὲν τῇ φύσει φυλάξαντες διὰ πάντων (1329) ἰσονομοῦσαν τὴν γνώμην, καὶ τῶν τῆς φύσεως λόγων κατ᾿ ἐνέργειαν δεκτικὴν αὐτὴν καταστήσαντες καθ᾿ ὅλον τὸν τοῦ εὖ εἶναι λόγον, διὰ τὴν πρὸς τὴν θείαν βούλησιν τῆς γνώμης εὐπάθειαν, ὅλης [gu. illa 61,ὅλως] μεθέξουσι τῆς ἀγαθότητος, κατὰ τὴν αὐτοῖς ἐπιλάμπουσαν ὡς ἐν ἀγγέλοις ἢ ὡς ἐν ἀνθρώποις θείαν ζωήν. Οἱ δὲ τῇ φύσει ποιήσαντες ἀνισονομοῦσαν διὰ πάντων τὴν γνώμην, καὶ τῶν τῆς φύσεως λόγων κατὰ τὴν ἐνέργειαν σκεδαστικὴν αὐτὴν ἀποδείξαντες καθ᾿ ὅλον τὸν τοῦ εὖ εἶναι λόγον, διὰ τὴν πρὸς τὴν θείαν βούλησιν τῆς γνώμης ἀντιπάθειαν, ὅλης ἐκπεσοῦνται τῆς ἀγαθότητος, κατὰ τὴν ἐμφαινομένην αὐτοῖς πρὸς τὸ φεῦ εἶναι τῆς γνώμης οἰκείωσιν· καθ᾿ ἣν ἡ πρὸς τὸν Θεὸν ἔσται τῶν τοιούτων διάστασις, οὐκ ἐχόντων κατὰ τὴν πρόθεσιν τῆς γνώμης, ταῖς ἐνεργείαις τῶν ἀγαθῶν, τὸν τοῦ εὖ εἶναι λόγον ζωογονούμενον, καθ᾿ ὃν ἡ θεία ζωὴ διαφαίνεσθαι πέφυκε.

νε´. Ζυγὸς τῆς ἑκάστου γνώμης ἔσται κατὰ τὴν κρίσιν, ὁ τῆς φύσεως λόγος, τὴν πρὸς τὸ φεῦ, ἢ εὖ αὐτῆς διελέγχων κίνησιν, καθ᾿ ἣν ἡ τῆς θείας ζωῆς μέθεξις ἢ ἀμαθεξία γίνεσθαι πέφυκε. Κατὰ γὰρ τὸ εἶναι καὶ ἀεὶ εἶναι, πάντες συνέξει παρὼν ὁ Θεός· κατὰ δὲ τὸ ἀεὶ εἶναι, μόνους ἰδιοτρόπως τοὺς ἁγίους, ἀγγέλους τε καὶ ἀνθρώπους, τὸ ἀεὶ φεῦ εἶναι, τοῖς μὴ τοιούτοις ὡς γνώμης καρπὸν ἀφεὶς ἐπικιρνώμενον.

νστ´. Οὐ συνεπάγεται τῇ κατὰ φύσιν τῶν ἐξ ὧν συνέστηκεν ἑτερότητι, καὶ τὴν καθ᾿ ὑπόστασιν διαφορὰν τὸ μυστήριον τῆς θείας σαρκώσεως· τὸ μέν, ἵνα μὴ προσθήκην λάβῃ τὸ τῆς Τριάδος μυστήριον· τὸ δέ, ἵνα μηδὲν ᾗ τῇ θεότητι κατὰ φύσιν ὁμογενὲς καὶ ὁμοούσιον. Δύο γὰρ φύσεων πρὸς ὑπόστασιν, ἀλλ᾿ οὐ πρὸς φύσιν μίαν γέγονε σύνοδος· ἵνα καὶ τὸ καθ᾿ ὑπόστασιν ἓν ἐκ τῶν ἀλλήλαις συνδραμουσῶν φύσεων δειχθῇ κατὰ τὴν ἕνωσιν ἀποτελούμενον, καὶ τὸ διάφορον τῶν συνελθόντων πρὸς τὴν ἀδιάσπαστον ἕνωσιν κατὰ τὴν φυσικὴν ἰδιότητα πιστευθῇ, πάσης ἐκτὸς μένον τροπῆς καὶ συγχύσεως.

νζ´. Οὐ λέγομεν ἐπὶ Χριστοῦ διαφορὰν ὑποστάσεων, ὅτι Τριὰς μεμένηκεν ἡ Τριάς, καὶ σαρκωθέντος τοῦ Λόγου, προσθήκης προσώπου οὐ προσγενομένης τῇ ἁγίᾳ Τριάδι διὰ τὴν σάρκωσιν· λέγομεν δὲ φύσεων διαφοράν, ἵνα μὴ τῷ Λόγῳ κατὰ τὴν φύσιν ὁμοούσιον τὴν σάρκα πρεσβεύωμεν.

νη´. Ὁ μὴ λέγων φύσεως διαφοράν, οὐκ ἔχει πόθεν πιστώσασθαι τὴν ὅτι γέγονε σὰρξ ὁ λόγος δίχα τροπῆς ὁμολογίαν· μὴ γινώσκων σωζόμενον κατὰ τὴν φύσιν ἐν τῇ μιᾷ τοῦ ἑνὸς Χριστοῦ καὶ Θεοῦ Σωτῆρος ὑποστάσει μετὰ τὴν ἕνωσιν, τὸ προλαβὸν καὶ τὸ προσειλημμένον.

νθ´. (1332) Εἰ σαρκὸς ἐν Χριστῷ καὶ θεότητος μετὰ τὴν ἕνωσιν ὑπάρχει διαφορὰ κατὰ φύσιν· οὐ γὰρ ταὐτὸν κατ᾿ οὐσίαν ποτὲ θεότης καὶ σάρξ· πρὸς φύσεως μιᾶς γένεσιν, ἡ τῶν συνελθόντων οὐδαμῶς γέγονεν ἕνωσις, ἀλλὰ πρὸς μίαν ὑπόστασιν, καθ᾿ ἣν οὐδεμίαν ἐν Χριστῷ καθ᾿ οἱονδήποτε τρόπον εὑρίσκομεν διαφοράν. Ταὐτὸν γὰρ τῇ οἰκείᾳ σαρκὶ κατὰ τὴν ὑπόστασιν ὁ Λόγος. Καθ᾿ ὃ γὰρ ἂν ὁ Χριστὸς ἔχῃ διαφοράν, ἓν εἶναι κατὰ πάντα τρόπον οὐ δύναται· καθ᾿ ὃ δὲ τὴν οἱανοῦν παντελῶς οὐκ ἐπιδέχεται διαφοράν, κατὰ πάντα τρόπον τὸ ἓν ἐπ᾿ αὐτοῦ διαπαντὸς εὐσεβῶς ἔχει καὶ ὂν καὶ λεγόμενον.

ξ´. Ἡ πίστις διὰ τῆς ἐλπίδος τὴν εἰς Θεὸν ἀγάπην τελείαν συνίστησιν· ἡ ἀγαθὴ συνείδησις, τὴν εἰς τὸν πλησίον διὰ τῆς φυλακῆς τῶν ἐντολῶν ἀγάπην ὑφίστησιν. Ἡ γὰρ ἀγαθὴ συνείδησις παραβαθεῖσαν ἐντολὴν οὐκ ἔχει κατήγορον. Ταύτας δὲ μόνη καρδία πιστεύεσθαι πέφυκε, τῶν ἐφιεμένων τῆς ἀληθοῦς σωτηρίας.

ξα´. Οὐδὲν τοῦ πιστεύειν ταχύτερον, καὶ τοῦ διὰ στόματος ὁμολογεῖν τοῦ πιστευθέντος τὴν χάριν ἐστὶν εὐκολώτερον· τὸ μὲν γάρ, δηλοῖ τὴν ἔμψυχον πρὸς τὸν πεποιηκότα τοῦ πεπιστευκότος ἀγάπην· τὸ δέ, τὴν θεοφιλῆ πρὸς τὸν πλησίον διάθεσιν. Ἀγάπη δὲ καὶ γνησία διάθεσις, ἤγουν πίστις καὶ ἀγαθὴ συνείδησις, ἔργον προδήλως τοῦ κατὰ καρδίαν ἀφανοῦς ὑπάρχει κινήματος, τῆς ἐκτὸς ὕλης πρὸς γένεσιν παντελῶς οὐ δεόμενον.

ξβ´. Ὁ τὴν παντελῆ περὶ τὸ καλὸν ἀκινησίαν νοσῶν, περὶ τὸ κακὸν ὑπάρχει πάντως εὐκίνητος. Κατ᾿ ἄμφω γὰρ ἀκίνητον ὑπάρχειν, ἀδύνατον. Ὅθεν καὶ λίθους καλεῖν οἶδεν ἡ Γραφή, τὴν περὶ τὰ καλὰ τῆς ψυχῆς ῥαθυμίαν, ὡς ἀρετῶν ἀναισθητούσης· ξύλα δέ, τὴν περὶ τὰ κακὰ προθυμίαν.Ἡ δὲ κατ᾿ αἴσθησιν κίνησις συναπτομένη τῇ κατὰ νοῦν ἐνεργείᾳ, ποιεῖ τὴν μετὰ γνώσεως ἀρετήν.

ξγ´. Μεσότοιχον ἡ Γραφή, τὸν κατὰ φύσιν, ὡς οἶμαι, νόμον τοῦ σώματος κέκληκε· φραγμὸν δέ, τὴν ἐν τῷ νόμῳ τῆς σαρκὸς πρὸς τὰ πάθη σχέσιν, ἤγουν τὴν ἁμαρτίαν. Μόνη γὰρ ἡ πρὸς τὰ πάθη τῆς ἀτιμίαν σχέσις, τοῦ νόμου τῆς φύσεως, τουτέστι, τοῦ παθητοῦ τῆς φύσεως μέρους, φραγμὸς γίνεται, τῆς ψυχῆς τὸ σῶμα διατειχίζων, καὶ τοῦ λόγου τῶν ἀρετῶν τὴν πρὸς σάρκα διὰ μέσης ψυχῆς κατὰ τὴν πρᾶξιν, μὴ συγχωρῶν γενέσθαι διάβασιν· ὁ δὲ λόγος παραγενόμενος, καὶ τὸν τῆς φύσως νόμον, ἤγουν τὸ τῆς φύσεως παθητὸν (1333) [ unus. Feg. παθητικὸν] καταπαλαίσας, τὴν ἐν αὐτῷ τῶν παρὰ φύσιν παθῶν σχέσιν κατήργησεν.

ξδ´. Ἡνίκα μὲν δι᾿ ἀπάτης δόλῳ συλῶν τὴν περὶ Θεὸν ἔμφυτον γνῶσιν τῆς φύσεως, ταύτην ὁ πονηρὸς εἰς ἑαυτὸν σφετερίζεται, κλέπτης ἐστί, πρὸς ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ τὸ σέβας μεταφέρειν πειρώμενος· ἀπάγων δηλονότι τῶν ἐν τοῖς γεγονόσι πνευματικῶν λόγων, τὴν κατὰ νοῦν τῆς ψυχῆς θεωρίαν, καὶ μόνῃ περιγράφων τὴν νοερὰν δύναμιν, τῇ κατὰ τὴν ἐπιφάνειαν προσόψει τῶν αἰσθητῶν. Ὁπηνίκα δὲ διὰ τῶν φυσικῶν ἀπαρχόμενος κινημάτων, πρὸς τὰ παρὰ φύσιν σοφιστικῶς κατασύρῃ τὴν πρακτικὴν δύναμιν, καὶ διὰ τῶν νομιζομένων καλῶν ταῖς χείροσι πιθανῶς προσηλώσῃ ταύτης τὴν ἔφεσιν, ἐπὶ τῷ ὀνόματι Κυρίου ὀμνύει ψευδῶς, πρὸς ἄλλα παρ᾿ ὑπόσχεσιν ἄγων τὴν πειθομένην ψυχήν. Καὶ ἔστι κλέπτης μέν, ὡς πρὸς ἑαυτὸν συλῶν τὴν γνῶσιν τῆς φύσεως· ἐπίορκος δέ, ὡς τὸ πρακτικὸν τῆς ψυχῆς μάτην διαπονεῖσθαι πείθων τοῖς παρὰ φύσιν.

ξε´. Ἢ πάλιν, κλέπτης ἐστίν, ὁ πρὸς ἀπάτην τῶν ἀκουόντων τοὺς θείους δῆθεν ἀσκούμενος λόγους, ὧν οὐκ ἐπέγνω διὰ τῶν ἔργων τὴν δύναμιν, τὴν ψιλὴν προφορὰν δόξης ἐμπορίαν ποιούμενος, καὶ τῷ διὰ γλώσσης λόγῳ τὸν τοῦ δίκαιος νομίζεσθαι παρὰ τῶν ἀκροωμένων θηρώμενος ἔπαινον. Καὶ ἁπλῶς εἰπεῖν, ὁ τῷ λόγῳ τὸν βίον ἀνάρμοστον, καὶ τῇ γνώμει τὴν διάθεσιν τῆς ψυχῆς ἔχων ἀντικειμένην, κλέπτης ἐστίν, ἐκ τῶν ἀλλοτρίων ἀγαθῶν οὐ καλῶς διαφαινόμενος. Πρὸς ὃν ὁ λόγος εἰκότως ἐρεῖ, Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός, Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματὸς σου;

ξστ´. Κλέπτης ὡσαύτως ἐστί, καὶ ὁ τοῖς φαινομένοις τρόποις καὶ ἤθεσι, τὴν μὴ φαινομένην συγκαλύπτων τῆς ψυχῆς κακουργίαν, ἐπιεικείας πλάσματι τὴν ἔνδον ἐπικαλύπτων διάθεσιν· καὶ κλέπτων, ὥσπερ ἐκεῖνος τῇ προφορᾷ τῶν λόγων τῆς γνώσεως, τὴν τῶν ἀκουόντων διάνοιαν· οὕτω δὴ καὶ αὐτὸς τῷ τρόπῳ τῆς τῶν ἠθῶν ὑποκρίσεως, τῶν θεομένων τὴν αἴσθησιν, πρὸς ὃν ὁμοίως εἰρήσεται, Αἰσχύνθητε, οἱ ἐνδεδυμένοι ἱμάτια ἀλλότρια· καὶ τό, Ἀποκαλύψει Κύριος τὸ σχῆμα αὐτῶν ἐν τῇ καθ᾿ ἡμέρᾳ ἐκείνῃ. Καθ᾿ ἑκάστην γὰρ ἐν τῷ κρυπτῷ τῆς καρδίας ἐργαστηρίῳ, ταῦτά μοι λέγοντος ἀκούειν δοκῶ τοῦ Θεοῦ τὴν ἡμέραν, ὡς ἐπ᾿ ἀμφοῖν διαῤῥήδην κατεγνωσμένος.

ξζ´. Ἐπίορκός ἐστιν, ἤγουν ὀμνύων ἐπὶ τῷ ὀνόματι Κυρίου ψευδῶς, ὁ ἐπαγγελλόμενος τῷ Θεῷ τὸν κατ᾿ ἀρετὴν βίον, καὶ ἀλλότρια παρὰ τὴν ὑπόσχεσιν τῆς οἰκείας ἐπαγγελίας ἐπιτηδεύων, καὶ τὴν συνθήκην τῆς ὁμολογίας τοῦ σεμνοῦ βίου διὰ τῆς ἀργίας τῶν ἐντολῶν παραβαίνων. Καὶ συντόμως εἰπεῖν, ὁ κατὰ Θεὸν ζῆν προελόμενος, (1336) καὶ μὴ τελείως τῷ παρόντι βίῳ νεκρούμενος, ψεύστης ἐστὶ καὶ ἐπίορκος, ὁμόσας μὲν τῷ Θεῷ, τουτέστιν, ἐπαγγειλάμενος τὸν ἐν τοῖς θείοις ἀγῶσιν ἄμεμπτον δρόμον, καὶ μὴ πληρώσας, καὶ διὰ τοῦτο μηδαμῶς ἐπαινούμενος. Ἐπαινεθήσεται γὰρ πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, τουτέστι, πᾶς ὁ τῷ Θεῷ τὸν ἔνθεον ἐπαγγειλάμενος βίον, καὶ διὰ τῆς ἀληθείας τῶν ἔργων τῆς δικαιοσύνης τοὺς ὄρκους πληρῶν τῆς καλῆς ὑποσχέσεως.

ξη´. Ὁ κατὰ μόνην τὴν ἐν τοῖς λόγοις προφοράν, γνῶσιν ὑποκρινόμενος, πρὸς δόξαν οἰκείαν τὴν τῶν ἀκουόντων κλέπτει διάνοιαν· καὶ ὁ τοῖς ἤθεσι τὴν ἀρετὴν ὑποκρινόμενος, πρὸς δόξαν οἰκείαν κλέπτει τῶν θεωμένων τὴν ὅρασιν· καὶ δι᾿ ἀπάτης ἀμφότεροι κλέπτονες, πλανῶσιν, ὁ μέν, διάνοιαν ψυχῆς τῶν ἀκουόντων, ὁ δέ, τῶν θεωμένων σώματος αἴσθησιν.

ξθ´. Εἰ πάντως ἔπαινον ἔχει ὁ τῶν οἰκείων πληρωτὴς ἐπαγγελιῶν, ὡς ὀμνύων ἐν τῷ Θεῷ, καὶ ἀληθεύων· δῆλον ὅτι ψόγον ἕξει καὶ ἀτιμίαν, ὁ τῶν οἰκείων συνθηκῶν παραβάτης γινόμενος, ὡς ὀμόσας ἐν τῷ Θεῷ, καὶ ψευσάμενος.

ο´. Οὐ πᾶς ἄνθρωπος εἰς τοῦτον ἐρχόμενος τὸν κόσμον, ὑπὸ τοῦ Λόγου πάντως φωτίζεται· πολλοὶ γὰρ ἀφώτιστοι διαμένουσι, καὶ τοῦ κατ᾿ ἐπίγνωσιν ἀμέτοχοι φωτός· ἀλλὰ δῆλον ὅτι πᾶς ἄνθρωπος κατ᾿ οἰκείαν γνώμην, εἰς τὸν ἀληθῆ κόσμον ἐρχόμενος τῶν ἀρετῶν. Πᾶς γὰρ ὁ κατ᾿ ἀλήθειαν διὰ τῆς αὐθαιρέτου γεννήσεως εἰς τοῦτον ἐρχόμενος τὸν κόσμον, ὑπὸ τοῦ Λόγου πάντως φωτίζεται, λαμβάνων ἕξιν ἀρετῆς ἀμετακίνητον, καὶ γνώσεως ἀληθοῦς ἐπιστήμην ἄπταιστον.

οα´. Οὐ πάντες τε καὶ πάντα τὰ τὴν αὐτὴν ἐκφώνησιν ἔχοντα, καθ᾿ ἕνα καὶ τὸν αὐτὸν πάντως νοηθήσεται τρόπον· ἀλλ᾿ ἕκαστον τῶν λεγομένων πρὸς τὴν ὑποκειμένην δηλονότι τῷ τρόπῳ τῆς ἁγίας Γραφῆς δύναμιν νοητέον, εἰ μέλλοιμεν ὀρθῶς τοῦ σκοποῦ τῶν γεγραμμένων καταστοχάζεσθαι.

οβ´. Οὐδὲν τῶν ἀναγεγραμμένων τῇ Γραφῇ προσώπων, ἢ τόπων, ἢ χρόνων, ἢ ἑτέρων πραγμάτων ἐμψύχων τε καὶ ἀψύχων, αἰσθητῶν τε καὶ νοητῶν, κατὰ τὸν αὐτὸν ἀεὶ κινούμενον τρόπον, ἔχει συμβαίνουσαν ἑαυτῇ διόλου τὴν ἱστορίαν ἢ τὴν θεωρίαν. Διὸ χρὴ τὸν ἀπταίστως τὴν θείαν τῆς Γραφῆς ἐξασκούμενον εἴδησιν, ταῖς διαφοραῖς τῶν γινομένων ἢ λεγομένων, διαφόρως ἐκδέχεσθαι τῶν ἀπηριθμημένων ἕκαστον, καὶ τὴν ἁρμόζουσαν αὐτῷ κατὰ τὸν τόπον, ἢ τὸν χρόνον δεόντως θεωρίαν προσνέμειν.

ογ´. Διδάσκειν χρὴ πάντας τοὺς ἐν παντὶ τῷ κόσμῳ, λόγῳ ζῆν μόνῳ πολιτεύεσθαι, καὶ τοσοῦτον ἔχειν περὶ τῶν σωμάτων τὴν μέριμναν, ὅσο διὰ πολλῆς φροντίδος τὴν πρὸς αὐτὰ σχέσιν τῆς ψυχῆς διακόψας, (1337) καὶ μηδεμίαν διδόναι τοσύνολον ὕλης τῇ ψυχῇ φαντασίαν· σβεσθείσης ἤδη τῷ λόγῳ τῆς κατ᾿ ἀρχάς, τὸν μὲν λόγον παρωσαμένης, τὴν ἀλογίαν δὲ τῆς ἡδονῆς ὄφεως δίκην ἑρπυστικοῦ προσδεξαμένης, αἰσθήσεως, καθ᾿ ἧς ὡρίσθη δικαίως ὁ θάνατος, ἵνα παύσηται τῷ διαβόλῳ πρὸς τὴν ψυχὴν παρεχομένη τὴν εἴσοδον.

οδ´. Μία ὑπάρχουσα κατὰ τὸ γένος ἡ αἴσθησις, πενταπλοῦται τοῖς εἴδεσι, διὰ τῆς καθ᾿ ἕκαστον εἶδος ἀντιληπτικῆς ἐνεργείας, τὸ προσφυὲς αἰσθητόν, ἀντὶ Θεοῦ στέργειν τὴν πλανωμένην ψυχὴν ἀναπείθουσα. Διόπερ ὁ τῷ λόγῳ σοφῶς ἑπόμενος, πρὸ τοῦ βεβιασμένου καὶ παρὰ γνώμην θανάτου, τὸν θάνατον τῆς σαρκὸς ἑκουσίως καταψηφίζεται, τὸν πρὸς αἴσθησιν τῆς γνώμης παντελῆ ποιούμενος χωρισμόν.

οε´. Λαβοῦσα τὸν νοῦν ἡ αἴσθησις ὑποχείριον, διδάσκει πολύθεον, δι᾿ ἑκάστης αἰσθήσεως τῇ περὶ τὰ πάθη δουλείᾳ ὡς θεῖον τὸ προσφυὲς αἰσθητὸν θεραπεύουσα.

οστ´. Ὁ μόνῳ τῷ γράμματι τῆς Γραφῆς παρακαθήμενος, μόνην ἔχει τὴν αἴσθησιν κρατοῦσαν τῆς φύσεως, καθ᾿ ἣν ἡ πρὸς τὴν σάρκα τῆς ψυχῆς σχέσις μόνη διαφαίνεσθαι πέφυκε. Τὸ γὰρ γράμμα μὴ νοούμενον πνευματικῶς, μόνην ἔχει τὴν αἴσθησιν περιγράφουσαν αὐτοῦ τὴν ἐκφώνησιν, καὶ μὴ συγχωροῦσαν πρὸς τὸν νοῦν διαβῆναι τῶν γεγραμμένων τὴν δύναμιν. Εἰ δὲ πρὸς μόνην τὴν αἴσθησιν ἔχει τὸ γράμμα τὴν οἰκειότητα, πᾶς ὁ καθ᾿ ἱστορίαν μόνην Ἰουδαϊκῶς τὸ γράμμα δεχόμενος, κατὰ σάρκα ζῇ, τῆς ἁμαρτίας καθ᾿ ἑκάστην ἡμέραν διὰ τὴν ζῶσαν αἴσθησιν γνωμικῶς ἀποθνήσκων τὸν θάνατον, μὴ δυνάμενος πνεύματι τὰς πράξεις θανατῶσαι τοῦ σώματος, ἵνα ζῇ τὴν ἐν πνεύματι καμαρίαν ζωήν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσειν, φησὶν ὁ θεῖος Ἀπόστολος· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.

οζ´. Μὴ τοίνυν τὸν θεῖον λύχνον, ἤγουν τὸν φωτιστικὸν τῆς γνώσεως λόγον ἀνάπτοντες διὰ θεωρίας καὶ πράξεως, ὑπὸ τὸν μόδιον θήσωμεν, ἵνα μὴ κατακριθῶμεν ὡς περιγράφοντες τῷ γράμματι τὴν τῆς σοφίας ἀπερίληπτον δύναμιν· ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, λέγω τὴν ἁγίαν Ἐκκλησίαν, ἐν τῷ ὕψει τῆς ἀληθοῦς θεωρίας, πᾶσι τὸ φῶς τῶν θείων δογμάτων πυρσεύουσαν.

οη´. Ὁ τὰς προσβολὰς τῶν ἀκουσίων πειρασμῶν κατὰ τὸν μακάριον Ἰὼβ καὶ τοὺς γενναίους μάρτυρας ἀκατασείστῳ φέρων τῷ φρονήματι, λύχνος ἐστὶν ἰσχυρός, ἀκατάσβεστον καὶ αὐτὸς φυλάττων τὸ φῶς τῆς σωτηρίας, ἐν τῷ τρόπῳ τῆς κατὰ τὴν ἀνδρίαν ὑπομονῆς φυλαττόμενον, ὡς τὸν Κύριον ἰσχὺν ἔχων καὶ ὕμνησιν. Ὁ δὲ γινώσκων τοῦ πονηροῦ τὰ μηχανήματα, καὶ τὰς συμπλοκὰς τῶν ἀφανῶν πολέμων οὐκ ἀγνοῶν, καὶ οὗτος τῷ φωτὶ τῆς γνώσεως περιλαμπόμενος, ἄλλος πέφηνε λύχνος, τῷ μεγάλῳ Ἀποστόλῳ προσηκόντως φθεγγόμενος, Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.

οθ´. (1340) Τὴν μὲν κάθαρσιν τοῖς ἀξίοις τῆς τῶν ἀρετῶν καθαρότητος, διὰ φόβου καὶ εὐσεβείας καὶ γνώσεως ποιεῖται τὸ Πνεῦμα τὸ ἅγιον· τὸν δὲ φωτισμὸν τῆς τῶν ὄντων καθ᾿ οὓς ὑπάρχουσι λόγους γνώσεως, δι᾿ ἰσχύος καὶ βουλῆς καὶ συνέσεως δωρεῖται τοῖς ἀξίοις φωτός· τὴν δὲ τελειότητα, διὰ τῆς παμφαοῦς καὶ ἁπλῆς καὶ ὁλοσχεροῦς σοφίας χαρίζεται τοῖς ἀξίοις θεώσεως, πρὸς τὴν τῶν ὄντων αἰτίαν, ἀμέσως αὐτοὺς ἀνάγον κατὰ πάντα τρόπον, ὡς ἔστιν ἀνθρώπῳ δυνατόν, ἐκ μόνων τῶν θείων τῆς ἀγαθότητος ἰδιωμάτων γνωριζομένους, καθ᾿ ἣν ἐκ Θεοῦ μὲν ἑαυτούς, ἐξ ἑαυτῶν δὲ γινώσκοντες τὸν Θεόν, οὐκ ὄντος τινὸς μέσου διατειχίζοντος· σοφίας γὰρ μέσον οὐδὲν πρὸς Θεόν· τὴν ἀναλλοίωτον ἕξουσιν ἀτρεψίαν, τῶν μέσων αὐτοῖς ὁλικῶς πάντων διαβαθέντων, ἐν οἷς ὑπῆρχεν ὁ περὶ τὴν γνῶσιν ποτε τοῦ σφάλλεσθαι κίνδυνος. Μέσα δὲ καλεῖ, τὴν τῶν νοητῶν καὶ τῶν αἰσθητῶν οὐσίαν, δι᾿ ὧν πρὸς Θεὸν ὡς αἰτίαν τῶν ὄντων, ὁ ἀνθρώπινος νοῦς ἀνάγεσθαι πέφυκεν.

π´. Τὴν μὲν πρακτικὴν φιλοσοφίαν, φόβος, εὐσέβειά τε καὶ γνῶσις ἐργάζονται· τὴν δὲ φυσικὴν ἐν πνεύματι θεωρίαν, ἰσχὺς καὶ βουλὴ καὶ σύνεσις κατορθοῦσι· τὴν δὲ μυστικὴν θεολογίαν, σοφία θεία μόνη χαρίζεται.

πα´. Ὣσπερ ἐλαίου χωρίς, ἄσβεστον διατηρηθῆναι λύχνον ἀμήχανον, οὕτως ἕξεως χωρίς, προσφόροις καὶ λόγοις καὶ τρόποις καὶ ἤθεσι, νοήμασί τε αὖ καὶ λογισμοῖς τοῖς καθήκουσι τὰ καλὰ διατρεφούσης, ἄσβεστον φυλαχθῆναι τὸ φῶς τῶν χαρισμάτων ἀμήχανον. Πᾶν γὰρ χάρισμα πνευματικὸν προσφυοῦς χρῄζει τῆς ἕξεως, ἀπαύστως ἐπιχεούσης αὐτῷ καθάπερ ἔλαιον τὴν ὕλην τὴν νοεράν, ἵνα διαμείνῃ κατὰ τὴν ἕξιν τοῦ δεξαμένου κρατούμενον.

πβ´. Ὣσπερ ἐλαίας χωρίς, οὐκ ἔστιν οὐδαμῶς εὑρεῖν φύσει κατ᾿ ἀλήθειαν γνήσιον ἔλαιον· ἄγγους δὲ δίχα κρατεῖσθαι τοῦ δεχομένου τὸ ἔλαιον οὐ δυνατόν· ἐλαίῳ δὲ μὴ τρεφόμενον σβέννυται πάντως τὸ λυχναῖον φῶς· οὕτω τῶν ἁγίων Γραφῶν χωρίς, οὐκ ἔστι κατὰ ἀλήθειαν δύναμις νοημάτων θεοπρεπής· ἕξεως δὲ δίχα, καθάπερ ἄγγους νοημάτων δεκτικοῦ, οὐδαμῶς ἂν συσταίη νόημα θεῖον· θείοις δὲ νοήμασι μὴ τρεφόμενον τὸ φῶς τῆς ἐν τοῖς χαρίσμασι γνώσεως, ἄσβεστον οὐ συντηρεῖται τοῖς ἔχουσι.

πγ´. Τὴν μὲν Παλαιὰν Διαθήκην, τὴν ἐξ εὐωνύμων ἐλαίαν ὑπολαμβάνω σημαίνειν, ὡς τῆς πρακτικῆς μᾶλλον προνοουμένην φιλοσοφίας· τὴν ἐκ δεξιῶν δέ, τὴν Νέαν Διαθήκην, ὡς καινοῦ μυστηρίου διδάσκαλον, καὶ τῆς ἐν ἑκάστῳ τῶν πιστῶν θεωρητικῆς ἕξεως ποιητικήν. Ἡ μὲν γάρ, ἀρετῆς τρόπους, ἡ δέ, (1341) γνώσεως λόγους παρέχεται τοῖς τὰ θεῖα φιλοσοφοῦσι· καὶ ἡ μέν, τῆς τῶν ὁρωμένων ὁμίχλης ὑφαρπάζουσα πρὸς τὸ συγγενὲς ἀνάγει τὸν νοῦν, πάσης καθαρὸν ὑλικῆς φαντασίας γεγενημένον· ἡ δέ, τῆς ὑλικῆς προσπαθείας αὐτὸν ἀποκαθαίρει, τῷ τῆς ἀνδρίας τόνῳ, καθάπερ σφύρᾳ τινὶ τοὺς πρὸς τὸ σῶμα τῆς γνώμης κατὰ τὴν σχέσιν ἐκκρουομένη ἥλους.

πδ´. Ἡ μὲν Παλαιά, τὸ σῶμα πρὸς ψυχὴν λογισθὲν ἀναβιβάζει διὰ μέσων τῶν ἀρετῶν, κωλύουσα τοῦ πρὸς σῶμα τὸν νοῦν καταβιβάζεσθαι· ἡ δὲ Νέα, τὸν νοῦν πρὸς τὸν Θεὸν ἀναβιβάζει, τῷ πυρὶ τῆς ἀγάπης πτερούμενον. Καὶ ἡ μέν, ταὐτὸν ἐργάζεται τῷ νοῒ τὸ σῶμα κατὰ τὴν θέσιν κίνησιν· ἡ δέ, ταὐτὸν τῷ Θεῷ τὸν νοῦν ἀποτελεῖ κατὰ τὴν ἕξιν τῆς χάριτος τοσαύτην ἔχοντα πρὸς Θεὸν τὴν ἐμφέρειαν, ὥστε τὸν Θεὸν δι᾿ αὐτοῦ γνωρίζεσθαι, τὸν ἐξ ἑαυτοῦ κατὰ φύσιν οὐδαμῶς τοπαράπαν οὐδενὶ γινωσκόμενον, ὡς ἔκ τινος εἰκόνος ἀρχέτυπον.

πε´. Ἡ μὲν Παλαιὰ Διαθήκη, πράξεως καὶ ἀρετῆς ὑπάρχουσα σύμβολον, συμφωνεῖν τὸ σῶμα τῷ νοῒ παρασκευάζει κατὰ τὴν κίνησιν· ἡ δὲ Νέα, θεωρίας οὖσα καὶ γνώσεως ποιητικήν, τὸν μυστικῶς αὐτῆς ἀντεχόμενον νοῦν τοῖς θείοις νοήμασι καταφαιδρύνει καὶ τοῖς γνωρίσμαασι· καὶ ἡ μὲν Παλαιά, τῷ γνωστικῷ χορηγεῖ τοὺς τρόπους τῶν ἀρετῶν· ἡ δὲ Νέα, τῷ πρακτικῷ γνώσεως ἀληθοῦς λόγους χαρίζεται.

πστ´. Ἐκείνων ὁ Θεὸς λέγεταί τε καὶ γίνεται κατὰ χάριν Πατήρ, τῶν μόνην ἐχόντων τὴν κατ᾿ ἀρετὴν γνωμικὴν ἐν πνεύματι γέννησιν· καθ᾿ ἣν ὥσπερ ψυχῆς πρόσωπον, τὸν ἐν ἀρεταῖς τοῦ γεννήσαντος Θεοῦ χαρακτῆρα φαινόμενον ἔχοντες κατὰ τὸν βίον, τοὺς θεωμένους τῇ μεταβολῇ τῶν τρόπων δοξάζειν τὸν Θεὸν παρασκευάζουσι, τὸν οἰκεῖον βίον πρὸς μίμησιν παρέχοντες αὐτοῖς ἐξαίρετον ἀρετῆς ἐξεμπλάριον.Οὐ γὰρ λόγῳ ψιλῷ Θεὸς δοξάζεσθαι πέφυκεν, ἀλλ᾿ ἔργοις δικαιοσύνης πολλῷ πλείονα λόγων βοῶσι τὴν θείαν μεγαλοπρέπειαν.

πζ´. Ἀριστερὸς μὲν ὁ φυσικὸς νόμος, διὰ τὴν αἴσθησιν· προσάγει δὲ τῷ λόγῳ τοὺς τρόπους τῶν ἀρετῶν, καὶ ποιεῖ γνῶσιν ἐνεργουμένην. Ὁ δὲ πνευματικὸς νόμος, δεξιὸς μέν ἐστι διὰ τὸν νοῦν· μίγνυσι δὲ τῇ αἰσθήσει τοὺς ἐν τοῖς οὖσι πνευματικοὺς λόγους, καὶ ποιεῖ πρᾶξιν λελογισμένην.

πη´. Ὁ τῇ πράξει σωματουμένην τὴν γνῶσιν, καὶ τῇ γνώσει ψυχουμένην τὴν πρᾶξιν δεικνύς, τὸν ἀκριβῇ τρόπον εὗρε τῆς ἀληθοῦς θεουργίας. (1344) Ὁ δ᾿ ὁποτέραν τούτων τῆς ἑτέρας ἔχων διαζευγμένην, ἢ τὴν γνῶσιν ἀνυπόστατον πεποιήκε φαντασίαν, ἢ τὴν πρᾶξιν ἄψυχον κατέστησε εἴδωλον. Γνῶσις γὰρ ἄπρακτος, φαντασίας οὐδὲν διενήνοχεν, ὑφιστῶσα αὐτὴν τὴν πρᾶξιν οὐκ ἔχουσα· καὶ πρᾶξις ἀλόγιστος, ταὐτὸν εἰδώλῳ καθέστηκεν ψυχοῦσαν αὐτὴν τὴν γνῶσιν οὐκ ἔχουσα.

πθ´. Τὸ τῆς σωτηρίας ἡμῶν μυστήριον, ἐπίδειξιν μὲν λόγου, τὸν βίον, δόξαν δὲ βίου, τὸν λόγον ποιεῖται· καὶ τὴν μὲν πρᾶξιν θεωρίαν ἐνεργουμένην, τὴν δὲ θεωρίαν, πρᾶξιν μυσταγωγουμένην. Καὶ συντόμως εἰπεῖν, τὴν μὲν ἀρετήν, φανέρωσιν γνώσεως, τὴν δὲ γνῶσιν, ἀρετῆς συντηρητικὴν ἐργαζόμενον δύναμιν· καὶ δι᾿ ἀμφοῖν, ἀρετῆς δὲ λέγω καὶ γνώσεως, μίαν σοφίαν συνισταμένην ἐπιδεικνύμενον· ἵνα γνῶμεν ὅτι συμφωνοῦσιν ἀλλήλαις διὰ πάντων αἱ δύο Διαθῆκαι κατὰ τὴν χάριν, πλέον εἰς ἑνὸς μυστηρίου συμπλήρωσιν, ἢ ὅσον ψυχὴ καὶ σῶμα πρὸς ἑνὸς ἀνθρώπου γένεσιν, κατὰ τὴν σύνθεσιν ἀλλήλαις συμβαίνουσαι.

τέσσ. ἀνοικ. Ϟ´. Ὣσπερ ψυχὴ καὶ σῶμα ποιεῖ κατὰ σύνθεσιν ἄνθρωπον, οὕτω πρᾶξις καὶ θεωρία, μίαν κατὰ σύνοδον ἀποτελεῖ σοφίαν γνωστικήν· καὶ Παλαιὰ καὶ Νέα Διαθήκη, μυστήριον ἓν ἀπεργάζεται. Μόνου δὲ τοῦ Θεοῦ κατὰ φύσιν ἐστὶ τὸ ἀγαθόν, ἐξ οὗ, κατὰ μετοχήν, πάντα φωτίζεταί τε καὶ ἀγαθύνεται, τὰ φωτὸς κατὰ φύσιν καὶ ἀγαθότητος δεκτικά.

τέσσ. ἀνοικ. Ϟα´. Ὁ τὸν φαινόμενον κόσμον νοῶν, θεωρεῖ τὸν νοούμενον· τυποῖ γὰρ τῇ αἰσθήσει τὰ νοητὰ φανταζόμενος, καὶ κατὰ νοῦν σχηματίζει τοὺς θεαθέντας λόγους· καὶ μεταφέρει, πρὸς μὲν αἴσθησιν πολυειδῶς, τοῦ αἰσθητοῦ κόσμου πολυπλόκως τὴν σύνθεσιν· καὶ νοεῖ, ἐν μὲν τῷ νοητῷ, τὸν αἰσθητόν, μετενέγκας πρὸς τὸν νοῦν τοῖς λόγοις τὴν αἴσθησιν, ἐν δὲ τῷ αἰσθητῷ, τὸν νοητόν, πρὸς τὴν αἴσθησιν ἐπιστημόνως τοῖς τύποις μετεγκλοιώσας τὸν νοῦν.

τέσσ. ἀνοικ. Ϟβ´. Τὸν μὲν πρῶτον περὶ μονάδος λόγον, ὡς ἀρχὴν πάσης ἀρετῆς κεφαλὴν ὁ προφήτης ὠνόμασεν· (1345) ὡς τό, Ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων· τὰς δὲ διανοίας τῶν πνευμάτων τῆς πονηρίας, σχισμὰς τῶν ὀρέων, ὑφ᾿ ὧν κατεπόθη διὰ τῆς παραβάσεως ὁ ἡμέτερος νοῦς· γῆν δὲ κατωτάτην, τὴν μηδαμῶς γνώσεως αἰσθανομένην θείας, ἢ τῆς κατ᾿ ἀρετὴν ζωῆς, τὴν οἱανοῦν κίνησιν ἔχουσαν ἕξιν· ἄβυσσον δέ, τὴν ἐπικειμένην ἄγνοιαν τῇ ἕξει τῆς κακίας, ἐφ᾿ ᾗ βέβηκε καθάπερ γῇ, τὰ τῆς κακίας πελάγη ἢ γῆν, τὴν παγίαν τῆς κακίας ἕξιν εἶπεν· αἰωνίους δὲ μοχλούς, τὰς συγκρατούσας τὴν χειρίστην ἕξιν ἐμπαθεῖς προσπαθείας τῶν ὑλικῶν.

τέσσ. ἀνοικ. Ϟγ´. Ἡ τῶν ἁγίων ὑπομονή, τὴν πονηρὰν δύναμιν προσβάλλουσαν, δαπανᾷ· ὡς πείθουσα τοῖς ὑπὲρ ἀληθείας ἐγκαλλωπίζεσθαι πόνοις, τοὺς αὐτῆς διακόνους, καὶ πλέον ἐμπλατύνεσθαι διδάσκουσα τοῖς παθήμασιν, ἢ ταῖς ἀνέσεσιν, οἱ τῆς ἐν σαρκὶ ζωῆς ἄγαν φροντίζοντες, ὑπόθεσιν αὐτοῖς ὑπερβαλλούσης κατὰ πνεῦμα δυνάμεως ποιουμένη, τὴν κατὰ φύσιν τῆς σαρκὸς περὶ τὸ πάσχειν ἀσθένειαν. Ὅρα γὰρ ὅπως τῆς καθ᾿ ὑπερβολὴν θείας δυνάμεως ἐστιν ὑπόθεσις, ἡ κατὰ φύσιν τῶν ἁγίων ἀσθένεια, ἧς ἥττονα τὸν ὑπερήφανον διάβολον Κύριος ἔδειξεν.

τέσσ. ἀνοικ. Ϟδ´. Ὁ λόγος τῆς χάριτος, διὰ πολλῶν πειρασμῶν πρὸς τὴν τῶν ἀνθρώπων φύσιν, ἤγουν τὴν τῶν ἐθνῶν Ἐκκλησίαν, ὥσπερ Ἰωνᾶς διὰ πολλῶν θλίψεων πρὸς Νινευὶ διαβὰς τὴν πόλιν τὴν μεγάλην, ἔπεισε τὸν βασιλεύοντα νόμον τῆς φύσεως ἐξαναστῆναι τοῦ θρόνου, τῆς προτέρας δηλαδὴ περὶ τὸ κακὸν κατὰ τὴν αἴσθησιν ἕξεως, καὶ περιελέσθαι τὴν στολὴν αὐτοῦ, τὸν ἐπὶ τοῖς ἤθεσι λέγω τῆς κοσμικῆς δόξης ἀποθέσθαι τῦφον, καὶ περιβαλέσθαι σάκκον, τὸ πένθος δηλαδὴ καὶ τὴν δυσχερῆ καὶ τραχεῖαν τῆς κακοπαθείας, καὶ βίῳ τῷ κατὰ Θεὸν πρέπουσαν ἀγωγήν· καὶ καθίσαι ἐπὶ σποδοῦ· σποδὸς δέ ἐστιν ἡ πτωχεία τοῦ πνεύματος, ἐφ᾿ ἧς καθέζεται πᾶς εὐσεβῶς ζῆν διδασκόμενος, καὶ τὴν μάστιγα τῆς συνειδήσεως ἔχων ἐπὶ τοῖς πλημμεληθεῖσιν, αὐτὸν καταικίζουσαν.

τέσσ. ἀνοικ. Ϟε´. Ὅρα ὅπως βασιλέα μὲν εἶναι λέγει, τὸν φυσικὸν νόμον· θρόνον δέ, τὴν ἐμπαθῆ κατ᾿ αἴσθησιν ἕξιν· τὴν δὲ στολήν, τὴν τῆς κενῆς δόξης προβολήν· τὸν δὲ σάκκον, τὸ κατὰ τὴν μετάνοιαν πένθος· τὴν δὲ σποδόν, τὴν ταπεινοφροσύνην· ἀνθρώπους δέ, τοὺς περὶ τὸν λόγον· κτήνη δέ, τοὺς περὶ τὴν ἐπιθυμίαν· βόας δέ, τοὺς περὶ τὸν θυμόν· πρόβατα δέ, τοὺς περὶ τὴν θεωρίαν τῶν ὁρατῶν πταίοντας.

τέσσ. ἀνοικ. Ϟστ´. Ὁ διὰ τὴν ἔννομον ἀρετὴν τῶν ἐν σαρκὶ παθῶν ὠς ἀριστερῶν ποιούμενος λήθην, καὶ διὰ τὴν ἄπταιστον γνῶσιν, ἐπὶ τοῖς κατορθώμασι τῇ νόσῳ τῆς φυσιούσης οἰήσεως ὡς δεξιᾶς οὐχ ἁλισκόμενος, ἀνὴρ γέγονε, μὴ γινώσκων δεξιὰν αὐτοῦ, ὡς δόξης οὐκ ἐρῶν λυομένης, οὐδὲ ἀριστεράν, ὡς τοῖς τῆς σαρκὸς οὐκ ἐρεθιζόμενος πάθεσι. Δεξιὰν οὖν, ὡς ἔοικεν, εἶπεν ὁ λόγος, τὴν ἐπὶ τοῖς δῆθεν κατορθώμασι κενοδοξίαν· ἀριστερὰν δέ, τὴν ἐπὶ τοῖς αἰσχροῖς πάθεσιν ἀκολασίαν. (1348) Ὁ γὰρ τῆς ἀρετῆς λόγος, τῆς σαρκὸς ὡς ἀριστερᾶς οὐκ οἶδεν ἁμαρτίαν· ὁ δὲ τῆς γνώσεως, τὴν ψυχῆς ὡς δεξιᾶς οὐ γινώσκει κακίαν.

τέσσ. ἀνοικ. Ϟζ´. Ἡ κατὰ λόγον γνῶσις τῶν ἀρετῶν, ἤγουν ἡ κατ᾿ ἐνέργειαν ἀληθὴς τῆς τῶν ἀρετῶν αἰτίας ἐπίγνωσις, ἄγνοιαν παντελῆ πέφυκε ποιεῖν, τῆς δεξιᾶς καὶ ἀριστερᾶς ἑκατέρωθεν παρακειμένης τῇ μεσότητι τῶν ἀρετῶν ὑπερβολῆς καὶ ἐλλείψεως. Εἰ γὰρ οὐδὲν ἐν τῷ λόγῳ παντελῶς πέφυκεν εἶναι παράλογον, σαφῶς ὁ πρὸς τὸν λόγον τῶν ἀρετῶν ἀναχθείς, τὴν τῶν παραλόγων οὐδαμῶς ἐπιγνώσεται θέσιν. Οὐ γὰρ δυνατὸν ἄμφω κατὰ ταὐτὸν ἅμα καταθρῆσαι τὰ ἀντικείμενα, καὶ θατέρῳ ἅμα τὸ ἕτερον γνῶναι συνεμφαινόμενον.

τέσσ. ἀνοικ. Ϟη´. Εἰ ἀπιστίας ἐν τῇ πίστει λόγος οὐδείς, οὐδὲ σκότους αἰτία κατὰ φύσιν ὑπάρχει τὸ φῶς, οὐδὲ Χριστῷ συνενδείκνυσθαι πέφυκεν ὁ διάβολος, δῆλον ὡς οὐδὲ τῷ λόγῳ τοπαράπαν συνυπάρχει τὸ παράλογον. Εἰ δὲ τῷ λόγῳ συνεῖναι παντελῶς οὐ δύναται τὸ παράλογον, ὁ πρὸς τὸν λόγον τῶν ἀρετῶν ἀναχθείς, τὴν τῶν παραλόγων οὐδαμῶς ἐπιγνώσεται θέσιν, μόνην ὡς ἔστιν, ἀλλ᾿ οὐχ ὡς νομίζεται γινώσκων τὴν ἀρετήν· καὶ διὰ τοῦτο μήτε δεξιὰν διὰ τῆς ὑπερβολῆς, μήτε ἀριστερὰν διὰ τῆς ἐλλείψεως ἐπιστάμενος. Ἐπ᾿ ἀμφοῖν γὰρ θεωρεῖται σαφῶς τὸ παράλογον.

τέσσ. ἀνοικ. Ϟθ´. Ἀπιστίαν λέγει, τὴν ἄρνησιν τῶν ἐντολῶν· πίστιν δέ, τὴν αὐτῶν συγκατάθεσιν· τὸ δὲ σκότος, τοῦ καλοῦ τὴν ἄγνοιαν· τὸ δὲ φῶς, τὴν τούτου διάγνωσιν. Χριστὸν δὲ κέκληκε, τὴν οὐσίαν τοῦ καλοῦ καὶ τὴν ὑπόστασιν· τὸν διάβολον δέ, τὴν πάντων γεννητικὴν τῶν κακῶν χειρίστην ἕξιν.

ῥ´. Εἰ ὅρος ὑπάρχει καὶ μέτρον τῶν ὄντων ὁ λόγος, ἴσον πρὸς ἀλογίαν ἐστί, καὶ διὰ τοῦτο παράλογον, τὸ παρὰ τὸν ὅρον καὶ παρὰ τὸ μέτρον, ἢ πάλιν ὑπὲρ τὸν ὅρον κινεῖσθαι καὶ ὑπὲρ τὸ μέτρον. Ἐπίσης γὰρ ἄμφω τοῖς οὕτω κινουμένοις τοῦ κυρίως ὄντος φέρει τὴν ἔκπτωσιν· τὸ μέν, ἄδηλον αὐτοῖς ποιεῖσθαι τοῦ δρόμου πεῖθον τὴν κίνησιν καὶ ἀόριστον, οὐκ ἔχουσαν σκοπὸν τὸν Θεὸν δι᾿ ἀμετρίαν νοός, ὡς τέλος αὐτοῖς προεπινοούμενον· τοῦ δεξιοῦ, δεξιώτερον ἀναπλαττομένοις· τὸ δέ, παρὰ τὸν σκοπόν, πρὸς μόνην τὴν αἴσθησιν αὐτοὺς πεῖθον, τοῦ δρόμου ποιεῖσθαι τὴν κίνησιν, δι᾿ ἀτονίας νοός, προεπινοούμενον τέλος νομίζοντας, τὸ κατ᾿ αἴσθησιν αὐτοῖς περιγραφόμενον· ἅπερ ἀγνοεῖ μὴ πάσχων, ὁ μόνῳ τῷ λόγῳ τῆς ἀρετῆς συνημμένος, καὶ πᾶσαν αὐτῷ τῆς κατὰ νοῦν οἰκείας δυνάμεως περιγράψας τὴν κίνησιν, καὶ διατοῦτο μηδὲν ὑπὲρ τὸν λόγον ἢ παρὰ τὸν λόγον διανοεῖσθαι δυνάμενος.