ΕΚΑΤΟΝΤΑΣ ΤΡΙΤΗ. (1260)

α´. Ὁ μετὰ πράξεως γινώσκων, καὶ μετὰ γνώσεως πράττων, θρόνος καὶ ὑποπόδιόν ἐστι τοῦ Θεοῦ· θρόνος μέν, διὰ τὴν γνῶσιν· ὑποπόδιον δέ, διὰ τὴν πρᾶξιν. Εἰ δὲ καὶ τὸν ἀνθρώπινον νοῦν φαίη τις εἶναι οὐρανόν, πάσης μὲν ὑλικῆς καθαιρόμενον φαντασίας, τοῖς δὲ θείοις τῶν νοητῶν ἐνασχολούμενον, μᾶλλον δὲ κατακοσμούμενον λόγοις, οὐκ ἔξω τῆς ἀληθείας, ἔμοιγε δοκεῖ, βέβηκε.

β´. Πᾶς φιλόσοφος δηλονότι καὶ εὐσεβής, ἀρετῇ καὶ γνώσει, ἢ πράξει καὶ θεωρίᾳ φρουρούμενος, ἐπειδὰν ἴδῃ διὰ τῶν παθῶν ἐπαναστᾶσαν αὐτῷ τὴν πονηρὰν δύναμιν, καθάπερ τῷ Ἐζεκίᾳ ὁ τῶν Ἀσσυρίων βασιλεύς, μίαν ἔχει πρὸς τὴν τῶν κακῶν λύσιν βοήθειαν, τὸν Θεόν, ὃν ἱλεοῦται βοῶν ἀλαλήτως διὰ τῆς κατὰ τὴν ἀρετὴν καὶ γνῶσιν πλείονος ἐπιτάσεως· καὶ δέχεται πρὸς συμμαχίαν, μᾶλλον δὲ πρὸς σωτηρίαν, ἄγγελον, δηλονότι μείζονα σοφίας καὶ γνώσεως λόγον, ἐκτρίβοντα πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ.

γ´. Παντὸς πέφυκε πάθους ἄρχειν τὸ προσφυὲς αἰσθητόν. Ἄνευ γάρ τινος ὑποκειμένου, καὶ τὰς δυνάμεις τῆς ψυχῆς διὰ μέσης τινὸς αἰσθήσεως ἐπικινοῦντος πρὸς ἑαυτό, πάθος οὐκ ἂν συσταίη ποτέ. Χωρὶς γὰρ αἰσθητοῦ πράγματος, πάθος οὐ συνίσταται. Μὴ γὰρ οὔσης γυναικός, οὐκ ἔστι πορνεία· (1261) καὶ βρωμάτων οὐκ ὄντων, οὐκ ἔσται γαστριμαργία· καὶ χρυσοῦ μὴ ὄντος, οὐκ ἔσται φυλαργυρία. Οὐκοῦν πάσης ἐμπαθοῦς κινήσεως τῶν ἐν ἡμῖν φυσικῶν δυνάμεων ἄρχει τὸ αἰσθητόν, ἤγουν, δι᾿ αὐτοῦ τὴν ψυχὴν διερεθίζων πρὸς ἁμαρτίαν δαίμων.

δ´. Ἡ τρίψις, τὴν ἐνέργειαν· ἡ ἔκτριψις δέ, καὶ αὐτὴν ἀφανίζει τῆς κακίας τὴν ἐνθύμησιν. Ἡ μὲν γὰρ τρίψις, τῆς ἐμπαθοῦς κατ᾿ ἐνέργειαν μόνης ὑπάρχει πράξεως κατάργησις· ἡ δὲ ἔκτριψις, καὶ τῶν κατὰ διάνοιαν πονηρῶν κινημάτων παντελής ἐστιν ἀφανισμός.

ε´. Μέσα εἰσὶ Θεοῦ καὶ ἀνθρώπων τὰ αἰσθητὰ καὶ τὰ νοητά· ὧν ὑπεράνω γίνεται χωρῶν πρὸς Θεὸν ὁ ἀνθρώπινος νοῦς· τοῖς μὲν αἰσθητοῖς κατὰ τὴν πρᾶξιν μὴ δουλούμενος, τοῖς δὲ νοητοῖς κατὰ τὴν θεωρίαν μηδόλως κρατούμενος.

στ´. Κατήγορος ἡ κτίσις γίνεται τῶν ἀσεβῶν ἀνθρώπων· διὰ μὲν τῶν ἐν αὐτῇ λόγων, τὸν ἑαυτῆς κηρύττουσα ποιητήν· διὰ δὲ τῶν ἐν αὐτῇ κατ᾿ εἶδος ἕκαστον φυσικῶν νόμων, πρὸς ἀρετὴν παιδαγωγοῦσα τὸν ἄνθρωπον. Οἱ μὲν οὖν λόγοι, ἐν τῇ συνοχῇ τῆς τοῦ καθ᾿ ἕκαστον εἴδους γνωρίζονται μονιμότητος· οἱ δὲ νόμοι, ἐν τῇ ταυτότητι φαίνονται τῆς τοῦ καθ᾿ ἕκαστον εἴδους φυσικῆς ἐνεργείας· οἷς μὴ ἐπιβάλλοντες κατὰ τὴν ἐν ἡμῖν νοερὰν δύναμιν, τήν τε τῶν ὄντων ἠγνοήσαμεν αἰτίαν, καὶ πᾶσι τοῖς παρὰ φύσιν προστετήκαμεν πάθεσι.

ζ´. Δῶρα τῷ Θεῷ προσφέρεσθαι παρ᾿ ἡμῶν ὁ λόγος διακελεύεται, ἵνα παραστήσῃ τὸ τῆς θείας ἀγαθότητος ἄπειρον, ὡς μηδὲν προεισενεγκούσης δέχεσθαι παρ᾿ ἡμῶν ὡς δῶρα τὰ δόματα, τὸ πᾶν ἡμῖν λογιζομένης τῆς εἰσφορᾶς, πολλὴν καὶ ἄφατον εἶναι περὶ ἡμᾶς δεικνύων τοῦ Θεοῦ τὴν ἀγαθότητα, δεχομένου ὡς ἡμῶν τὰ ἑαυτοῦ, ἐξ ἡμῶν αὐτῷ προσφερόμενα, καὶ τὴν ὑπὲρ αὐτῶν ὡς ἀλλοτρίων ὀφειλὴν ὁμολογοῦντος.

η´. Ὁ ἄνθρωπος, τοὺς πνευματικοὺς τῶν ὁρωμένων λόγους κατανοῶν, διδάσκεται, ὡς ἔστι τις τῶν φαινομένων ποιητής· τὴν τοῦ ὁποῖός ἐστιν ἔννοιαν, ὡς ἀνέφικτον ἀφεὶς ἀνεξέταστον. Τὴν γὰρ ὅτι Ποιητής, ἀλλ᾿ οὐχ ὁποῖός ἐστιν ὁ ποιητής, ὁρωμένη σαφῶς ἡ κτίσις, παρέχει κατάληψιν.

θ´. Ὀργὴ Θεοῦ ἐστιν, ἡ τῶν παιδαγωγουμένων ἐπίπονος αἴσθησις. Ἐπίπονος δὲ καθέστηκεν αἴσθησις, ἡ τῶν ἀκουσίων πόνων ἐπαγωγή, δι᾿ ἧς τὸν ἐπ᾿ ἀρετῇ καὶ γνώσει φυσιούμενον νοῦν, ὁ Θεὸς ἄγει πολλάκις πρὸς συστολὴν καὶ ταπείνωσιν· αὐτὸν ἑαυτοῦ γενέσθαι διδοὺς ἐπιγνώμονα, καὶ τῆς οἰκείας ἀσθενείας συνίστορα· ἧς ἐπαισθόμενος, τὸ μάταιον οἴδημα τῆς καρδίας ἀποτίθεται.

ι´. (1264) Ὀργὴ Κυρίου ἐστίν, ἡ ἀνακωχὴ τῆς τῶν θείων χαρισμάτων χορηγίας· ἢ τις συμφερόντως ἐπὶ πάντα γίνεται νοῦν ὑψηλὸν καὶ μετέωρον· καὶ τοῖς δοθεῖσιν αὐτῷ θεόθεν καλοῖς, ὡς ἐπὶ ἰδίοις κατορθώμασι μεγαλαυχούμενον.

ια´. Πᾶς γνωστικὸς καὶ φιλόσοφος νοῦς, καὶ τὸν Ἰούδαν ἔχει καὶ τὴν Ἱερουσαλήμ· τὸν μὲν Ἰούδαν, ὡς πρακτικὴν φιλοσοφίαν· τὴν δὲ Ἱερουσαλήμ, ὡς θεωρητικὴν μυσταγωγίαν. Ὁπηνίκα οὖν διὰ τῆς θείας χάριτος ὁ φιλόθεος νοῦς, κατά τε τὴν πρακτικὴν καὶ θεωρητικὴν φιλοσοφίαν, πᾶσαν ἀντικειμένην ἀρετῇ καὶ γνώσει διακρουσάμενος δύναμιν, τελείως τὸ κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀναδήσηται κράτος, καὶ μὴ τὴν δέουσαν εὐχαριστίαν ἀνάθηται τῷ αἰτίῳ τῆς νίκης Θεῷ, ἀλλ᾿ ὑψωθῇ τὴν καρδίαν, ἑαυτὸν τοῦ παντὸς κατορθώματος ἡγησάμενος αἴτιον· τηνικαῦτα ὡς μὴ ἀνταποδοὺς τῷ Θεῷ, κατὰ τὸ ἀνταπόδομα, ὃ ἀνταπέδωκεν αὐτῷ, δέχεται οὐ μόνον αὐτὸς γινομένην ἐπ᾿αὐτὸν τὴν ὀργὴν τῆς ἐγκαταλείψεως, ἀλλὰ καὶ Ἰούδας καὶ Ἱερουσαλήμ· τουτέστιν, ἡ τῆς πράξεως ἕξις καὶ τῆς θεωρίας παθῶν ἀτιμίας εὐθέως, συγχωρήσει Θεοῦ, κατεπανισταμένων τῆς πράξεως, καὶ τὴν τέως καθαρὰν μολυνόντων συνείδησιν· καὶ ψευδῶν ἐννοιῶν, συνεπιπλεκομένων τῇ θεωρίᾳ τῶν ὄντων, καὶ τὴν τέως ὀρθὴν διαστρεφουσῶν δόξαν τῆς γνώσεως. Τὸν γὰρ ἐπαιρόμενον ἐπὶ πράξει, παθῶν ἀτιμία διαδέχεται· τὸν δὲ ἐπὶ γνώσει ὑψούμενον, περὶ τὴν ἀληθῆ θεωρίαν πταίειν ἡ δικαία κρίσις συγχωρεῖ.

ιβ´. Θεῖος ὡς ἀληθῶς ὅρος τε καὶ νόμος κατὰ τὴν Πρόνοιαν ἐνυπάρχει τοῖς οὖσι, παιδεύεσθαι διὰ τῶν ἐναντίων ἐπιτρέπων πρὸς εὐγνωμοσύνην, τοὺς ἐπὶ κρείττοσι φανέντας ἀγνώμονας, καὶ τὴν πεῖραν τῶν ἀντικειμένων τῆς τῶν καλῶν κατορθωτικῆς θείας ἐπίγνωσιν ποιεῖσθαι δυνάμεως· ὡς ἂν μὴ παντελῶς ἐπὶ τοῖς ἀμείνοσιν ἀκαθαίρετον παρὰ τῆς Προνοίας ἔχειν συγχωρηθέντες τὴν οἴησιν, εἰς τὴν ἀντίθεον τῆς ὑπερηφανίας διάθεσιν κατολισθήσωμεν, ἑαυτῶν κατὰ φύσιν, ἀλλ᾿ οὐκ ἐπίκτητον χάριτι τὴν τῆς ἀρετῆς καὶ τῆς γνώσεως κτῆσιν εἶναι νομίζοντες· καὶ εὑρεθῶμεν τῷ καλῷ πρὸς τὴν τοῦ κακοῦ χρώμενοι γένεσιν, καὶ δι᾿ ὧν ἔδει πλέον διασφιγχθεῖσαν ἐν ἡμῖν ἀσάλευτον μένειν τὴν θείαν ἐπίγνωσιν, δι᾿ ἐκείνων ὡς οὐκ ὤφελον τὴν ταύτης νοσήσαντες ἄγνοιαν.

ιγ´. (1265) Ὅρον καὶ νόμον ἐνυπάρχοντα θεῖον τοῖς οὖσιν ἴσμεν, τὴν τῶν ὄντων συνεκτικὴν πρόνοιαν, κατὰ κρίσιν δικαίαν τῇ σπάνει τῶν ἀγαθῶν παιδεύουσαν πρὸς εὐγνωμοσύνην, τοὺς ἐπὶ τῇ ἀφθονίᾳ τῶν ἀγαθῶν πρὸς τὸν ταύτης χορηγὸν φανέντας ἀγνώμονας, διὰ τῶν ἐναντίων αὐτοὺς πρὸς συναίσθησιν ἄγουσαν τῆς τοῦ χαριζομένου τὰ καλὰ διαγνώσεως. Ἡ ἐπ᾿ ἀρετῇ γὰρ οἴησις, ἀπαιδαγώγητος μένουσα, τὸ τῆς ὑπερηφανίας γεννᾷν πέφυκε νόσημα, τὸ τὴν ἀντικειμένην τῷ Θεῷ φέρον διάθεσιν.

ιδ´. Ὁ οἰόμενος ἑαυτὸν κατειληφέναι τὸ τέλος τῆς ἀρετῆς, οὐδαμῶς ζητήσει λοιπὸν τὴν πηγαίαν τῶν καλῶν αἰτίαν, ἑαυτῶ μόνῳ περιγράψας τὴν τῆς ἐφέσεως δύναμιν, καὶ αὐτὸν τῆς σωτηρίας τὸν ὅρον ὑφ᾿ ἑαυτοῦ, φημὶ δὲ τὸν Θεόν, ζημιούμενος. Ὁ δὲ τῆς ἑαυτοῦ περὶ τὰ καλὰ φυσικῆς συναισθόμενος πενίας, οὐ παύεται προτροπάδην τρέχων πρὸς τὸν δοῦναι δυνάμενον τῆς ἐνδείας τὴν πλήρωσιν.

ιε´. Ὁ τὴν ἀπειρίαν τῆς ἀρετῆς διαγνούς, οὐδέποτε τοῦ κατ᾿ αὐτὴν παύεται δρόμου, ἵνα μὴ ζημιωθῇ αὐτὴν τῆς ἀρετῆς τὴν ἀρχὴν καὶ τὸ τέλος, τὸν Θεὸν λέγω, περὶ ἑαυτὸν στήσας τὴν κίνησιν τῆς ἐφέσεως· καὶ λάθῃ νομίζων ἐπειλῆφθαι τῆς τελειότητος, ὑπομένων τοῦ ἀληθῶς ὄντος τὴν ἔκπτωσιν, πρὸς ὅπερ ἐπείγεται πᾶσα σπουδαίου κίνησις.

στ´. Γίνεται δικαίως ἐπὶ τὸν ὑψηλόφρονα νοῦν ὀργή· τουτέστιν, ἐγκατάλειψις, καθὰ εἴρηται· ἤγουν ἡ τοῦ διοχληθῆναι αὐτὸν κατά τε τὴν πρᾶξιν, κατά τε τὴν θεωρίαν ὑπὸ δαιμόνων συγχώρησις· ἵνα λάβῃ, τῆς μὲν ἑαυτοῦ φυσικῆς ἀσθενείας, συναίσθησιν· τῆς δὲ σκεπούσης αὐτόν, καὶ τὸ πᾶν κατορθούσης τῶν ἀγαθῶν θείας δυνάμεώς τε καὶ χάριτος, τὴν ἐπίγνωσιν· καὶ ταπεινωθῇ, πόῤῥω παντελῶς ἑαυτοῦ τὸ ἀλλότριον καὶ παρὰ φύσιν ὕψος ποιούμενος· ὥστε μὴ ἐπελθεῖν ἐπ᾿ αὐτὸν τὴν ἄλλην ὀργήν, τῆς τῶν δοθέντων χαρισμάτων ἀφαιρέσεως, ταπεινωθέντα καὶ γενόμενον τῆς τοῦ παρέχοντος τὰ καλὰ συναισθήσεως.

ιζ´. Ὁ μὴ σωφρονισθεὶς τῷ πρώτῳ εἴδει τῆς ὀργῆς, ἤγουν ἐγκαταλείψεως, ἐλθεῖν πρὸς ταπείνωσιν, ἡγησάμενος αὐτὴν τῆς καλῆς ἐπιγνωμοσύνης διδάσκαλον, τὴν ἄλλην δέχεται σαφῶς ἐπ᾿ αὐτὸν ἐρχομένην ὀργήν, ἀφαιρουμένην αὐτοῦ τὴν τῶν χαρισμάτων ἐνέργειαν, καὶ ἔρημον αὐτὸν καθιστῶσαν τῆς τέως φρουρούσης δυνάμεως. Ἀφελῶ γάρ, φησί, τὸν φραγμὸν αὐτοῦ, περὶ τοῦ ἀγνώμονος Ἰσραὴλ ὁ Θεὸς λέγων, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ· καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτόν.

ιη´. (1268) Ἔτι [edit. et unus Reg. ὅτι] πρὸς ἀσέβειαν πρανὴς καθέστηκεν ὁδός, ἡ περὶ τὴν ζημίαν τῶν ἀρετῶν ἀναισθησία. Ὁ γὰρ ἐθίσας ἑαυτὸν διὰ τὰς ἡδονὰς τῆς σαρκὸς Θεοῦ παρακούειν, καὶ αὐτὸν ἀρνήσεται τὸν Θεόν, καλούσης προφάσεως· Θεοῦ τὴν σαρκὸς ζωὴν προτιμῶν, ἧς καὶ μόνης τὰς ἡδονὰς τῶν θείων κρείττους ἔσχηκε θελημάτων.

ιθ´. Ὅταν τι καθ᾿ οἱονδήποτε τρόπον τὸν νοῦν πεπονθέναι νομίσωμεν, τῷ τοιούτῳ νοΐ, τήν τε πρακτικὴν αὐτοῦ καὶ θεωρητικὴν δύναμιν, κατὰ τοὺς φυσικοὺς αὐτῶν λόγους συμπεπονθέναι πάντως πιστεύσομεν. Οὐ γάρ ἐστι δυνατὸν παθεῖν τὸ ὑποκείμενον, τῶν ἐν ὑποκειμένῳ μὴ πασχόντων· ὑποκείμενον δὲ λέγω τὸν νοῦν, ὡς ἀρετῆς καὶ γνώσεως δεκτικόν· ἐν ὑποκειμένῳ δέ, τὴν πρᾶξιν καὶ τὴν θεωρίαν, αἵτινες πρὸς τὸν νοῦν συμβεβηκότων λόγον ἐπέχουσι. Διὸ κατὰ πάντα τρόπον, καὶ συμπάσχουσι πάσχοντι, τὴν αὐτοῦ ποιάν κίνησιν, ἀρχὴν τῆς οἰκείας ἀλλοιώσεως ἔχουσαι.

κ´. Πᾶς θεοφιλὴς καὶ ἐνάρετος ἄνθρωπος κατὰ τὸν Ἐζεκίαν, γνωστικῶς τε κατὰ τῶν δαιμόνων διαζωσάμενος κράτος, ἂν γένηταὶ τις αὐτῷ προσβολὴ πνευμάτων πονηρῶν, ἀοράτως κατὰ νοῦν πρὸς αὐτὸν συμπλεκόντων τὸν πόλεμον, καὶ διὰ προσευχῆς δέξηται θεόθεν αὐτῷ πεμπόμενον ἄγγελον· λέγω δὲ σοφίας λόγον μείζονα· καὶ πᾶσαν ἐκτρίψας διασκεδάσῃ τοῦ διαβόλου τὴν φάλαγγα· καὶ τῆς τοιαύτης νίκης τε καὶ σωτηρίας αἴτιον τὸν Θεὸν μὴ ἐπιγράψηται, ἀλλ᾿ ἑαυτῷ τὴν ὅλην ἀνάθηται νίκην, ὁ τοιοῦτος οὐκ ἀνταπέδωκε τῷ Θεῷ κατὰ τὸ ἀνταπόδομα αὐτοῦ, μὴ ἐξισώσας τῷ μεγέθει τῆς σωτηρίας, τὸ πλῆθος τῆς εὐχαριστίας· μηδὲ τῇ εὐεργεσίᾳ τοῦ σώσαντος, ἀντιμετρήσας τὴν οἰκείαν διάθεσιν.

κα´. Φωτίσωμεν τὸν νοῦν τῆς θείοις νοήμασι· τὸ δὲ σῶμα τοῖς τῶν νοηθέντων θειοτέρων λόγων τρόποις φαιδρύνωμεν, ἀρετῆς αὐτὸν ποιοῦντες λογικὸν ἐργαστήριον, τῇ ἀποβολῆ τῶν παθῶν· τὰ γὰρ ἔμφυτα πάθη τοῦ σώματος, λόγῳ μὲν κυβερνώμενα, οὐκ ἔχει διαβολήν· κινούμενα δὲ τούτου χωρίς, φέρει διαβολήν. Τούτων οὖν λέγει γένεσθαι δεῖν ἀποβολήν, ὧν ἔμφυτος μὲν ἡ κίνησις, παρὰ φύσιν δὲ γίνεται πολλάκις ἡ χρῆσις, λόγῳ μὴ κυβερνωμένη.

κβ´. Πᾶς ὁ ὑψώσας ἑαυτοῦ τὴν καρδίαν, ἐφ᾿ οἷς ἔλαβε χαρίσμασι, μέγα φρονήσας, ὡς μὴ λαβών, ἐνδίκως δέχεται γινομένην ἐπ᾿ αὐτῷ τὴν ὀργήν, συγχωροῦντος τοῦ Θεοῦ τῷ διαβόλῳ νοητῶς αὐτῷ συμπλακῆναι· καὶ τοὺς κατὰ τὴν πρᾶξιν παρασαλεῦσαι τρόπους τῆς ἀρετῆς, καὶ τοὺς κατὰ θεωρίαν διαυγεῖς ἐπιθολῶσαι λόγους τῆς γνώσεως, ἵνα μαθὼν τὴν οἰκείαν ἀσθένειαν, ἐπιγνῷ τὴν μόνην δύναμιν, τὴν τὰ πάθη ἐν ἡμῖν καταπαλαίουσαν, καὶ ταπεινωθῇ μετανοήσας, τὸν ὄγκον ἀποβαλὼν τῆς οἰήσεως, καὶ τὸν Θεὸν ἱλεώσηται, καὶ ἀποστρέψῃ τὴν ἐπερχομένην τοῖς μὴ μετανοοῦσιν ὀργήν, τὴν ἀφαιρουμένην τὴν φρουροῦσαν τὴν ψυχὴν χάριν, καὶ ἔρημον καταλιμπάνουσαν τὸν ἀγνώμονα νοῦν.

κγ´. (1269) Ὀργὴ σωτήριός ἐστιν, ἡ πρὸς τὸ πολεμεῖσθαι τὸν ὑψηλόφρονα νοῦν τοῖς πάθεσιν ὑπὸ τῶν δαιμόνων, θεία συγχώρησις· ἵνα γνῷ πάσχων ἀτίμως, ἐπ᾿ ἀρεταῖς μεγαλαυχούμενος, τὶς ὁ τούτων ὑπάρχει δοτήρ· ἢ γένηται τῶν ἀλλοτρίων γυμνός, ἅπερ ὡς μὴ λαβών, ἔχειν ἐνόμιζε.

κδ´. Μακάριος ὄντως ἐκεῖνος ὁ νοῦς, ὁ τοῖς οὖσιν ἅπασιν ἐπαινετῶς ἀποθανών· τοῖς μὲν αἰσθητοῖς,τῇ ἀποθέσει τῆς κατ᾿ αἴσθησιν ἐνεργείας· τοῖς δὲ νοητοῖς τῇ τῆς νοερᾶς ἀποπαύσει κινήσεως. Σημείωσαι δὲ ὅτι νοῦ θανάτον ἐπαινούμενον λέγει, τὴν πρὸς πάντα τὰ ὄντα γνωμικὴν ἀπογένεσιν, μεθ᾿ ἣν τὴν θείᾳ χάριτι ζωὴν ὑποδέχεσθαι πέφυκεν· ἀντὶ τῶν ὄντων, τὸ αἴτιον τῶν ὄντων ἀνεννοήτως ἀπολαβών.

κε´. Μακάριος ὁ συνάψας τὸ μὲν πρακτικὸν τῷ κατὰ φύσιν ἀγαθῷ· τὸ δὲ θεωρητικόν, τῇ κατὰ φύσιν ἀληθείᾳ. Πᾶσα γὰρ πρᾶξις, διὰ τὸ ἀγαθὸν γίνεσθαι πέφυκε· καὶ πᾶσα θεωρίαν, τὴν γνῶσιν διὰ μόνην ζητεῖ τὴν ἀλήθειαν· ὧν διανυσθέντων, οὐδὲν ἔσται τοσύνολον τὸ πλῆττον τῆς ψυχῆς τὸ πρακτικόν, οὔτε μὴν τὸ θεωρητικὸν αὐτῆς, διὰ ξένων δριμύττον θεωρημάτων· παντὸς ἐπέκεινα γενομένης καὶ ὄντος, καὶ νοουμένου, καὶ εἰς αὐτὸν εἰσδυσάσης τὸν Θεὸν τὸν μόνον ἀγαθὸν καὶ ἀληθινόν, καὶ ὑπὲρ πᾶσαν οὐσίαν ὄντα καὶ νόησιν.

κστ´. Πρακτικῆς ἀρετῆς τέλος εἶναὶ φασι τὸ ἀγαθόν. Τοῦτο δέ, θείας ἐνεργείας ὑπάρχει συμπλήρωσις, πρὸς ἣν ἄγει τὸ λογικὸν τῆς ψυχῆς, τῷ θυμῷ καὶ τῇ ἐπιθυμίᾳ χρώμενον κατὰ φύσιν· ἐν ᾗ τὸ καθ᾿ ὁμοίωσιν ἀναφαίνεσθαι πέφυκε κάλλος· θεωρητικῆς δὲ φασι φιλοσοφίας εἶναι τὴν ἀλήθειαν, τέλος· ἥτις ἀμερῶς τῶν περὶ Θεὸν ἁπάντων ἑνοειδής ἐστι γνῶσις, πρὸς ἣν ὁ καθαρὸς φέρεται νοῦς· ἀποσβέσας ἑαυτοῦ παντελῶς τὴν κατ᾿ αἴσθησιν κρίσιν· ἐν ᾗ (γνώσει δηλονότι) ἀκίβδηλον τὸ τῆς θείας εἰκόνος ἀξίωμα δείκνυται.

κζ´. Οὐδεὶς δύναται τὸν Θεὸν εὐλογεῖν ἀληθῶς, (1272) μὴ τὸ σῶμα καθαγιάσας ταῖς ἀρεταῖς, καὶ τὴν ψυχὴν καταφωτίσας ταῖς γνώσεσιν. Ἡ γὰρ κατ᾿ ἀρετὴν διάθεσις, πρόσωπὸν ἐστι τοῦ θεωρητικοῦ νοός, ὡς εἰς οὐρανὸν πρὸς τὸ ὕψος τῆς ἀληθινῆς ἐπαιρόμενον γνώσεως.

κη´. Μακάριος ὁ ἐν ἀληθείᾳ εἰδώς, ὅτι πᾶσαν ἐν ἡμῖν ὡς ὀργάνοις ὁ Θεὸς ἐπιτελεῖ πρᾶξιν καὶ θεωρίαν, ἀρετήν τε καὶ γνῶσιν, καὶ νίκην καὶ σοφίαν, καὶ ἀγαθότητα καὶ ἀλήθειαν, μηδὲν ἡμῶν συνεισφερόντων τοσύνολον, πλὴν τῆς θελούσης τὰ καλὰ διαθέσεως· ἣν ἔχων ὁ μέγας Ζοροβάβελ, πρὸς τοῖς εἰρημένοις, φησίν, Εὐλογητὸς εἶ, πρὸς τὸν Θεὸν λέγων, ὃς ἔδωκάς μοι σοφίαν, καὶ σοὶ ὁμολογῶ, Δέσποτα τῶν πατέρων· παρὰ σοῦ ἡ νίκη καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σοὶ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης. Ὡς εὐγνώμων ὄντες οἰκέτης, πάντα τῷ Θεῷ ἀνέθετο τῷ πάντα δωρησαμένῳ, ἐξ οὗ λαβὼν εἶχε τὴν σοφίαν, αὐτῷ ὁμολογῶν ὡς Δεσπότῃ πατέρων τῶν κεχαρισμένων ἀγαθῶν τὴν δύναμιν, ἅπερ εἰσίν, ἕνωσις νίκης, ὡς εἴρηται, καὶ σοφίας, ἀρετῆς τε καὶ γνώσεως, πράξεως καὶ θεωρίας, ἀγαθότητός τε καὶ ἀληθείας· αὗται γὰρ ἀλλήλαις ἑνούμεναι, μίαν ἀπαστράπτουσιν δόξαν καὶ αὐτὴν Θεοῦ.

κθ´. Πάντα τὰ τῶν ἁγίων κατορθώματα, Θεοῦ προδήλως ὑπῆρχον χαρίσματα· μηδενὸς τὸ παράπαν ἔχοντος μηδέν, ἢ τὸ δοθὲν ἀγαθόν· ὡς παρὰ Δεσπότου τοῦ Θεοῦ, πρὸς ἀναλογίαν τῆς εὐγνωμοσύνης τε καὶ εὐνοίας τοῦ δεχομένου μετρούμενον· κἀκεῖνα μόνα κεκτημένου, ὅσα τῷ Δεσπότῃ δωρουμένῳ παρίσταται.

λ´. Ὁ τῆς ἀρετῆς καὶ τῆς γνώσεως προϊστάμενος νοῦς, καὶ τῆς κακῆς τῶν παθῶν δουλείας τὴν ψυχὴν στερηθῆναι βεβουλημένος, φησίν, Ὑπερισχύουσιν αἱ γυναῖκες, καὶ ὑπερνικᾷ ἡ ἀλήθεια· γυναῖκας μὲν εἰπών, τὰς θεοποιοὺς ἀρετάς, ἐξ ὧν ἡ πρὸς Θεὸν καὶ ἀλλήλους τοῖς ἀνθρώποις ἑνοποιὸς ἀγάπη συνέστηκεν· ἁπάντων τὴν ψυχὴν ἐξαρπάζουσα τῶν ὑπὸ γένεσιν καὶ φθοράν, καὶ τῶν ὑπὲρ αὐτὰ νοητῶν οὐσιῶν, καὶ αὐτῷ τῷ Θεῷ κατ᾿ ἐρωτικὴν τινα σύγκρασιν περιπλέκουσα, καθ᾿ ὅσον ἐστὶ δυνατὸν ἀνθρωπίνῃ φύσει, καὶ τὴν ἄχραντον καὶ θείαν μυστικῶς δημιουργοῦσα συμβίωσιν. Ἀλήθειαν δὲ φήσας, τὴν μόνην καὶ μίαν αἰτίαν τῶν ὄντων, καὶ ἀρχὴν καὶ βασιλείαν καὶ δύναμιν καὶ δόξαν, ἐξ ἧς καὶ δι᾿ ἣν πάντα γέγονέ τε καὶ γίνεται, καὶ πρὸς τὸ εἶναι ὑπ᾿ αὐτῆς καὶ δι᾿ αὐτῆς συγκρατεῖται· καὶ ὑπὲρ ἧς πᾶσα τοῖς φιλοθέοις ἐστὶ σπουδή τε καὶ κίνησις.

λα´. Διὰ μὲν τῶν γυναικῶν, τὸ τέλος ἐνδείξατο τῶν ἀρετῶν, τὴν ἀγάπην· ὅπερ ἐστὶν ἡ κατ᾿ ἔφεσιν (1273) τοῦ φύσει ἀγαθοῦ τῶν μετεχόντων ἀδιάπτωτος ἡδονὴ καὶ ἀδιαίρετος ἕνωσις. Διὰ δὲ τῆς ἀληθείας, τὸ πέρας πασῶν ἐπεσήμανε τῶν γνώσεων, καὶ αὐτῶν γινωσκομένων· εἰς ὅπερ, ὡς ἀρχὴν καὶ πέρας πάντων τῶν ὄντων, αἱ κατὰ φύσιν κινήσεις γενικῷ τινι λόγῳ συνέλκονται· πάντα νικώσης κατὰ φύσιν ὡς ἀληθείας τῆς τῶν ὄντων ἀρχῆς καὶ αἰτίας, καὶ πρὸς ἑαυτὴν συνελκούσης τῶν γεγονότων τὴν κίνησιν.

λβ´. Τῇ καθ᾿ ὑπεροχὴν στερήσει τῶν πολλῶν, ὡς ἓν καὶ μόνον ἡ ἀλήθεια πέφυκεν ἀναφαίνεσθαι, καλύπτουσα πάντων τῶν νοεῖν ἢ νοεῖσθαι δυναμένων τὰς γνωστικὰς δυνάμεις, ὡς ὑπὲρ τὰ νοοῦντά τε καὶ νοούμενα καθ᾿ ὕπαρξιν ὑπερούσιον οὖσα· καὶ ἀπείρῳ δυνάμει τὰς κατὰ τὴν ἀρχὴν καὶ τὸ τέλος τῶν ὄντων ἀκρότητας περιγράφουσα, πᾶσαν πάντων πρὸς ἑαυτὴν συνέλκει κίνησιν· τοῖς μὲν παρεχομένη γνῶσιν ἀρίδηλον ἧς ἐστερήθησαν χάριτος· τοῖς δὲ δωρουμένη κατ᾿ αἴσθησιν ἄῤῥητον, ἧς εἶχον τὴν ἔφεσιν ἀγαθότητος, τῇ μεθέξει φανερὰν τὴν ἐπίγνωσιν.

λγ´. Ὁ νοῦς, σοφίας ὄργανον, φησίν· ὁ λόγος, γνώσεως· ἡ κατ᾿ ἄμφω φυσικὴ πληροφορία, τῆς κατ᾿ ἄμφω συνισταμένης πίστεως· τοῦ δὲ τῶν ἰαμάτων χαρίσματος ἡ φυσικὴ φιλανθρωπία. Πᾶν γὰρ χάρισμα θεῖον, ἐπιτήδειον ἐν ἡμῖν ἔχει καὶ προσφυές, ὥσπερ δύναμιν, ἢ ἕξιν ἢ διάθεσιν, ὄργανον δεκτικόν. Οἷον, ὁ τὸν νοῦν πάσης αἰσθητῶν φαντασίας ποιήσας καθαρόν, δέχεται σοφίαν· ὁ δὲ τὸν λόγον τῶν ἐμφύτων παθῶν, θυμοῦ λέγω καὶ ἐπιθυμίας, καταστήσας δεσπότην, δέχεται γνῶσιν· ὁ δὲ τὴν κατὰ νοῦν καὶ λόγον περὶ τὰ θεῖα ἀσάλευτον πληροφορίαν ἔχων, τὴν πάντα δυναμένην δέχεται πίστιν· ὁ δὲ τὴν φυσικὴν κατορθώσας φιλανθρωπίαν μετὰ τὴν τελείαν τῆς φιλαυτίας ἀναίρεσιν, ἰαμάτων δέχεται χαρίσματα.

λδ´. Ἕκαστος ἡμῶν, κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ πίστεως, φανερουμένην κέκτηται τοῦ Πνεύματος τὴν ἐνέργειαν. Ὣστε ταμίας ὑπάρχει τῆς χάριτος ἕκαστος ἑαυτοῦ· καὶ οὔποτ᾿ ἂν εὖ φρονῶν ἄλλῳ φθονήσειεν ἐνευδοκιμοῦντι ταῖς χάρισιν, ἐπ᾿ αὐτῷ κειμένης τῆς δεκτικῆς τῶν θείων ἀγαθῶν διαθέσεως.

λε´. Αἴτιον εἶναὶ φησι τῆς τῶν θείων διανομῆς ἀγαθῶν, τὸ μέτρον τῆς ἑκάστου πίστεως. Καθὼς γὰρ πιστεύομεν, καὶ τὴν ἐπὶ τὸ πράττειν τῆς προθυμίας ἐπίδοσιν ἔχομεν. Ὁ γοῦν πράττων, κατὰ τὴν ἀναλογίαν τῆς πράξεως ἐπιδείκνυται τὸ μέτρον τῆς πίστεως, δεχόμενος ὡς ἐπίστευσε τὸ μέτρον τῆς χάριτος· ὁ δὲ μὴ πράττων, κατὰ τὴν ἀναλογίαν τῆς ἀπραξίας ἐπιδείκνυται τὸ μέτρον τῆς ἀπιστίας, δεχόμενος ὡς ἠπίστησε, τῆς χάριτος τὴν στέρησιν. Οὐκοῦν κακῶς ποιεῖ βασκαίνων τοῖς κατορθοῦσιν ὁ φθονερὸς ἐπ᾿ αὐτῷ σαφῶς, οὐκ ἐπ᾿ ἄλλῳ (1276) κειμένης τῆς τῶν πιστεύειν τε καὶ πράττειν, καὶ πρὸς τὸ μέτρον τῆς πίστεως ἐρχομένην δέξασθαι τὴν χάριν, ἐπιλογῆς.

λστ´. Ὁ τῶν καλῶν ἐραστής, κατὰ πρόνοιαν σοφίας λόγοις ἑκουσίως ἐπείγεται πρὸς τὴν τῆς θεώσεως χάριν· ὁ δὲ τούτων ἀνέραστος, κατὰ τὴν δικαίαν κρίσιν, παιδείας τρόποις ἀκουσίως κακίας ἀπάγεται· ὁ μέν, ὡς φιλόθεος διὰ τῆς προνοίας θεούμενος· ὁ δέ, διὰ τῆς κρίσεως, ὡς φιλόϋλος εἰς κατάκρισιν ἐλθεῖν μὴ συγχωρούμενος. Ὁ γὰρ Θεὸς ὡς ἀγαθός, σοφίας μὲν λόγοις θεραπεύει τοὺς θέλοντας· παιδείας δὲ τρόποις τοὺς πρὸς ἀρετὴν δυσκινήτους ἰᾶται.

λζ´. Ἡ μὲν ὄντως πίστις, ἀλήθεια ἐστι συνεκτική τε καὶ συστατική, ψεῦδος οὐκ ἔχουσα· ἡ δὲ ἀγαθὴ συνείδησις, τὴν τῆς ἀγάπης ἐπιφέρεται δύναμιν, ὡς μηδεμίαν ἔχουσα παράβασιν ἐντολῆς.

λη´. Καὶ ἐπαναπαύσεται, φησίν, ἐπ᾿ αὐτόν, ἑπτὰ πνεύματα· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα γνώσεως, πνεῦμα ἐπιστήμης, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα φόβου Θεοῦ. Ἔστι δὲ ἴδιον τῶν πνευματικῶν τούτων χαρισμάτων, φόβου μέν, ἡ ἀποχὴ τῶν κακῶν· ἰσχύος δέ, ἡ πρᾶξις τῶν ἀγαθῶν· βουλῆς δέ, ἡ τῶν ἀντικειμένων διάκρισις· ἐπιστήμη δέ, ἡ τῶν καθηκόντων ἀνόθευτος εἴδησις· γνώσεως δέ, ἡ κατ᾿ ἐνέργειαν τῶν ἐν ταῖς ἀρεταῖς θείων λόγων περίληψις· συνέσεως δέ, ἡ πρὸς τὰ γνωσθέντα διόλου τῆς ψυχῆς συνδιάθεσις· σοφίας δέ, ἡ πρὸς Θεὸν ἀδιάγνωστος ἕνωσις, καθ᾿ ἣν τοῖς ἀξίοις ἡ ἔφεσις ἀπόλαυσις γίνεται, μεθέξει ποιοῦσα Θεὸν τὸν μετέχοντα, καὶ τῆς θείας αὐτὸν ὑποφήτην καθιστῶσα μακαριότητος, κατὰ τὴν ἀένναον πρὸς τοὺς δεομένους τῶν θείων μυστηρίων, ἀνεκπόμπευτον προβολὴν καὶ διέξοδον.

λθ´. Τὸ πνεῦμα τοῦ φόβου τοῦ Θεοῦ, τῶν κατ᾿ ἐνέργειαν κακῶν ἐστιν ἀποχή· τὸ δὲ πνεῦμα τῆς ἰσχύος, ἡ πρὸς ἐνέργειαν καὶ πρᾶξιν τῶν ἐντολῶν πρόθυμος ὁρμὴ καὶ κίνησις· τὸ δὲ πνεῦμα τῆς βουλῆς, ἡ ἕξις τῆς διακρίσεως, καθ᾿ ἣν σὺν λόγῳ τὰς θείας πράττομεν ἐντολάς, καὶ τῶν κρειττόνων διαιροῦμεν τὰ χείρονα· τὸ δὲ πνεῦμα τῆς ἐπιστήμης, ἡ τῶν κατ᾿ ἀρετὴν τῆς πράξεως τρόπων ἄπτωτος εἴδησις· καθ᾿ ἣν πράττοντες, τῆς ὀρθῆς τοῦ λόγου κρίσεως οὐδαμῶς πίπτομεν· τὸ δὲ πνεῦμα τῆς γνώσεως, ἡ τῶν ἐντολῶν καὶ τῶν ἐν αὐταῖς λόγων περίληψις, καθ᾿ οὓς οἱ τρόποι τῶν ἀρετῶν συνεστήκασι· πνεῦμα δὲ συνέσεώς ἐστιν, ἡ πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἀρετῶν συγκατάθεσις, ἢ κυριώτερον εἰπεῖν, μεταποίησις, καθ᾿ ἣν σύγκρασις γίνεται τῶν φυσικῶν δυνάμεων (1277) δυνάμεων πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἐντολῶν· πνεῦμα δὲ σοφίας ἐστίν, ἡ πρὸς τὴν αἰτίαν τῶν ἐν ταῖς ἐντολαῖς πνευματικωτέρων λόγων ἀνάληψίς τε καὶ ἕνωσις, καθ᾿ ἣν ἀγνώστως τοὺς ἐν Θεῷ, κατὰ τὸ θεμιτὸν ἀνθρώποις, ἁπλῶς μυούμενοι τῶν ὄντων λόγους, ὡς ἔκ τινος βλυστανούσης πηγῆς τῆς καρδίας, τὴν ἐν τοῖς ὅλοις ἀλήθειαν ποικίλως τοῖς ἄλλοις ἀνθρώποις προσφέρομεν.

μ´. Ἀπὸ μὲν τῶν ἐκ Θεοῦ τελευταίων, ἡμῖν δὲ προσεχῶν, ἐπὶ τὰ πρῶτα, καὶ ἡμῶν μὲν πόῤῥω, τῷ δὲ Θεῷ προσεχῆ, καθ᾿ ὁδὸν καὶ τάξιν ἀναβαίνομεν. Ἀπὸ γὰρ τῆς ἀργίας τῶν κακῶν διὰ φόβου, ἐπὶ τὴν τῶν ἀρετῶν δι᾿ ἰσχύος ἐρχόμεθα πρᾶξιν· ἀπὸ δὲ τῆς τῶν ἀρετῶν πράξεως, ἐπὶ τὴν διάκρισιν τῆς βουλῆς· ἀπὸ δὲ τῆς διακρίσεως, ἐπὶ τὴν ἕξιν τῶν ἀρετῶν, ἤγουν ἐπιστήμην· ἀπὸ δὲ τῆς ἕξεως τῶν ἀρετῶν, ἐπὶ τὴν γνῶσιν τῶν ἐν αὐταῖς ταῖς ἀρεταῖς λόγων· ἀπὸ δὲ ταύτης, εἰς τὴν πρὸς τοὺς ἐγνωσμένους λόγους τῶν ἀρετῶν μεταποιητικὴν ἕξιν· φημὶ δὲ τὴν σύνεσιν· καὶ ἀπὸ ταύτης, εἰς τὴν ἁπλῆν τῆς ἐν ὅλοις ἀληθείας ἀκριβῆ θεωρίαν· ἀφ' ἧς ὁρμώμενοι, πολλοὺς καὶ ποικίλους ἐκ τῆς τῶν ὄντων αἰσθητῶν τε καὶ νοητῶν οὐσιῶν σοφῆς θεωρίας, εὐσεβεῖς λόγους περὶ τῆς ἀληθείας ἀποδώσομεν.

μα´. Τὸ πρὸς ἡμᾶς κατ᾿ ἐνέργειαν πρῶτον ἀγαθόν, ὅπερ ἐστὶν ὁ φόβος, τελευταῖον ἀπηριθμήσατο τῆς Γραφῆς ὁ λόγος, ὡς σοφίας ἀρχήν, ἀφ᾿ οὗ κινούμενοι, πρὸς τὸ τῆς σοφίας τέλος τὴν σύνεσιν, ἀναβαίνομεν, μεθ᾿ ἣν προσεχεῖς αὐτῷ γινόμεθα τῷ Θεῷ, μόνην τὴν σοφίαν τῆς πρὸς αὐτὸν ἑνώσεως μεσιτεύουσαν ἔχοντες. Οὐ γάρ ἐστι δυνατὸν ἐπιλαβέσθαι σοφίας, τὸν μὴ πρότερον διὰ τοῦ φόβου, καὶ τῶν διὰ μέσου λοιπῶν χαρισμάτων, τὴν τε λήμην τῆς ἀγνοίας, καὶ τὸν τῆς κακίας κονιορτόν, ἑαυτοῦ παντελῶς ἀποσεισάμενον. Διὰ τοῦτο Θεῷ μέν, προσεχῆ τὴν σοφίαν, ἡμῖν δέ, τὸν φόβον ἡ γραφικὴ τάξις διέθηκεν, ἵνα ἡμεῖς εὐταξίας μάθωμεν ὅρον καὶ νόμον.

μβ´. Διὰ τούτων οὖν ἀναβαίνοντες τῶν ὀφθαλμῶν τῆς πίστεως, ἤγουν φωτισμῶν, πρὸς τὴν θείαν τῆς σοφίας συναγόμεθα μονάδα· τὴν γεγενημένην δι᾿ ἡμᾶς τῶν χαρισμάτων διαίρεσιν, πρὸς τὴν αἰτίαν τῶν χαρισμάτων συνάγοντες, ταῖς κατὰ μέρος τῶν ἀρετῶν ἀναβάσεσι, μηδὲν τῶν εἰρημένων συνεργίᾳ Θεοῦ παραλιμπάνοντες, ἵνα μὴ κατ᾿ ὀλίγον ἀμελοῦντες, τυφλὴν ἡμῶν τὴν πίστιν καὶ ἀνόμματον καταστήσωμεν, οὐκ ἔχουσαν τοὺς διὰ τῶν ἔργων τοῦ Πνεύματος φωτισμούς, καὶ κολασθῶμεν δικαίως εἰς (1280) ἀπείρους αἰῶνας, ὡς ἐν ἑαυτοῖς κατὰ τὴν πίστιν ὅσον τὸ ἐφ᾿ ἡμῖν, τοὺς θείους ἐκτυφλώσαντες ὀφθαλμούς.

μγ´. Πᾶς ὁ τῆς πίστεως ἐν ἑαυτῷ διὰ τῆς ἀργίας τῶν ἐντολῶν τοὺς τοιούτους ἀνορύξας ὀφθαλμούς, πάντως κατάκριτος, μηκέτι τὸν Θεὸν ἔχων εἰς αὐτὸν ἐπιβλέποντα. Εἰ γὰρ τὰς ἐνεργείας τοῦ Πνεύματος, φησίν, ὀφθαλμοὺς Κυρίου προσαγορεύει ὁ λόγος, ὁ μὴ τούτους τῇ πράξει τῶν ἐντολῶν διανοίγων, ἐπιβλέποντα τὸν Θεὸν ἐπ᾿ αὐτὸν οὐκ ἔχει. Δι᾿ ἄλλων γάρ, ὡς εἰκός, ὀφθαλμῶν ἐπισκοπεῖν τοὺς ἐπὶ γῆς οὐ πέφυκεν ὁ Θεός, εἴπερ θείας ὁράσεως ἀκτίς ἐστιν, ὁ κατ᾿ ἀρετὴν ἡμῶν φωτισμός.

μδ´. Ἡ σοφία μονάς ἐστι, ταῖς ἐξ αὐτῆς διαφόροις ἀρεταῖς ἀτμήτως ἐνθεωρουμένη· καὶ μονοειδῶς ταῖς αὐτῶν ἐνεργείαις ἐπινοουμένη· καὶ πάλιν ἁπλῆ μονὰς ἀποδεικνυμένη, ταῖς πρὸς αὐτὴν τῶν ἐξ αὐτῆς ἀρετῶν ἀποκαταστάσεσιν· ὅταν ἡμεῖς, δι᾿ οὓς κατὰ τὴν ἑκάστης ἀρετῆς γένεσιν ποιεῖται τὴν πρόοδον, ἀνατατικῶς δι᾿ ἑκάστης ἀρετῆς πρὸς αὐτὴν συναγόμεθα.

με´. Τυφλὴν ἔχει τὴν πίστιν, ὁ τὰ κατὰ τὴν πίστιν θεῖα προστάγματα μὴ ἐργαζόμενος. Εἰ γὰρ φῶς εἰσι τὰ τοῦ Θεοῦ προστάγματα, δῆλον ὅτι δίχα θείου φωτός ἐστιν, ὁ μὴ πράττων τὰ θεῖα προστάγματα, καὶ ψιλήν, ἀλλ᾿ οὐκ ἀληθῆ τὴν θείαν περιφέρεται κλῆσιν.

μστ´. Οὐδεὶς ἁμαρτάνων δύναται τῆς ἁμαρτίας συνήγορον ἔχειν τῆς σαρκὸς τὴν ἀσθένειαν. Ἡ γὰρ πρὸς τὸν Θεὸν Λόγον ἕνωσις, ὅλην τὴν φύσιν τῇ λύσει τῆς κατάρας ἀνέῤῥωσεν, ἀπροφάσιστον ἡμῖν ποιησαμένη τὴν πρὸς τὰ πάθη τῆς γνώμης προσπάθειαν. Ἡ γὰρ τοῦ Λόγου θεότης, κατα χάριν ἀεὶ συνοῦσα τοῖς εἰς αὐτὸν πιστεύουσι, τὸν ἐν τῇ σαρκὶ νόμον τῆς ἁμαρτίας ἀπομαραίνει.

μζ´. Ὁ τῶν παρὰ φύσιν παθῶν διὰ τῆς εἰς Θεὸν πίστεως καὶ ἀγάπης νικήσας τὰς παραλόγους ἐπιθυμίας, εἴτουν κινήσεις, καὶ αὐτοῦ τοῦ κατὰ φύσιν ἔξω γίνεται νόμου, καὶ πρὸς τὴν χώραν τῶν νοητῶν ὅλος μεταβιβάζεται, καὶ τὸ κατὰ φύσιν ὁμόφυλον, μετὰ τῶν προσγενομένων αὐτῷ, τῆς ἀλλοτρίας ἑαυτῷ συνεκβάλλει δουλείας.

μη´. Μὴ χαλινουμένη τῷ θείῳ φόβῳ κατὰ τὴν πρᾶξιν ἡ γνῶσις, τύφον ἐργάζεται, ὡς οἰκεῖον τὸ δεδανεισμένον προβάλλεσθαι πείθουσα τὸν ἐπ᾿ αὐτῆ τυφωθέντα, πρὸς οἰκεῖον ἔπαινον τὸν ἔρανον τοῦ λόγου ποιούμενον. Ἡ δὲ πρᾶξις τῷ θείῳ συναυξάνουσα πόθῳ, τὴν ὑπὲρ τὰ πρακτέα μὴ λαμβάνουσα γνῶσιν, τὸν πρακτικὸν ἐργάζεται ταπεινόφροα, τοῖς ὑπὲρ τὴν οἰκείαν δύναμιν λόγοις πρὸς ἑαυτὸν συστελλόμενον.

μθ´. (1281) Οὐράνιον οἰκητήριον ἐστιν, ἡ κατ᾿ ἀρετὴν ἀπαθὴς ἕξις, καὶ ἡ μηδὲν ἔχουσα πλάνης πολεμοῦν αὐτῆ νόημα γνῶσις.

ν´. Ὣσπερ τέλος κινηθείσης μονάδος ἐστὶν ἡ μυριάς, καὶ ἀρχὴ μὴ κινηθείσης μυριάδος ἐστὶν ἡ μονάς· ἀρχὴ γὰρ παντὸς τέλους, ἡ κατ᾿ αὐτὸ σαφῶς ἀκινησία καθέστηκε· καὶ τέλος πάσης ἀρχῆς, ἡ τῆς κατ᾿ αὐτὴν κινήσεως ὑπάρχει συμπλήρωσις· οὕτω καὶ ἡ πίστις, ἀρχὴ κατὰ φύσιν ἀρετῶν ὑπάρχουσα, τέλος ἔχει τοῦ δι᾿ αὐτῶν ἀγαθοῦ τὴν συμπλήρωσιν· καὶ τὸ κατὰ φύσιν ἀγαθόν, ὡς ἀρετῶν τέλος, ἀρχὴν ἔχον τὴν πίστιν, πρὸς αὐτὴν ἐνδιαθέτως συνάγεται. Πίστις γάρ ἐστιν ἐνδιαθέτον ἀγαθόν, καὶ ἀγαθόν ἐστιν ἐνεργηθεῖσα πίστις. Πιστὸς δὲ κατὰ φύσιν, καὶ ἀγαθὸς ἐστὶν ὁ Θεός· τὸ μέν, ὡς πρῶτον ἀγαθόν· τὸ δέ, ὡς ἔσχατον ὀρεκτόν. Ταὐτὸν δὲ ταῦτα καθέστηκε παντὶ τρόπῳ ἀλλήλοις ὄντα, μηδενὶ λόγῳ πλὴν τοῦ κατ᾿ ἐπίνοιαν ἀλλήλων διαιρούμενα παντελῶς, διὰ τὴν τῶν ἀπ᾿ αὐτοῦ ἀρχομένων, καὶ εἰς αὐτὸν ληγόντων, κίνησιν. Ἄρα ἡ μυριὰς ἐσχάτου ὀρεκτοῦ φέρουσα τύπον, τῶν πρὸς αὐτὸ κινουμένων τελείαν περιγράφει τὴν ἔφεσιν· καὶ ἡ μονάς, πρώτου ἀγαθοῦ φέρουσα σύμβολον, τῶν ἀπ᾿ αὐτοῦ κινουμένων τελείαν ἐπιφέρεται βάσιν [duo Reg. φύσιν].

να´. Πρώτη ἐστὶν ἀπάθεια, ἡ παντελὴς ἀποχὴ τῶν κατ᾿ ἐνέργειαν κακῶν, ἐν τοῖς εἰσαγομένοις θεωρουμένη· δευτέρα δέ, ἡ παντελὴς κατὰ διάνοιαν περὶ τὴν τῶν κακῶν συγκατάθεσιν ἀποβολὴ λογισμῶν, ἐν τοῖς μετὰ λόγου τὴν ἀρετὴν μετιοῦσι γινομένη, τρίτη δέ, ἡ κατ᾿ ἐπιθυμίαν περὶ τὰ πάθη παντελὴς ἀκινησία, ἐν τοῖς διὰ τῶν σχημάτων τοὺς λόγους νοητῶς θεωμένοις τῶν ὁρωμένων· τετάρτη δέ ἐστιν ἀπάθεια, ἡ καὶ αὐτῆς τῆς ψιλῆς φαντασίας παντελὴς κάθαρσις, ἐν τοῖς διὰ γνώσεως καὶ θεωρίας καθαρὸν καὶ διειδὲς ἔσοπτρον τοῦ Θεοῦ ποιησαμένοις τὸ ἡγεμονικόν, συνισταμένη. Ὁ τοίνυν καθάρας ἑαυτὸν ἐνεργείας παθῶν, καὶ τῆς ἐπ᾿ αὐτοῖς κατὰ διάνοιαν συγκαταθέσεως ἐλευθερωθείς, καὶ τῆς περὶ αὐτὰ κατ᾿ ἐπιθυμίαν κινήσεως στάσιν λαβών, καὶ τῆς αὐτῶν ψιλῆς φαντασίας τὸν νοῦν καταστήσας ἀμόλυντον, τὰς τέσσαρας γενικὰς ἀπαθείας ἔχων, ἐξέρχεται τῆς ὕλης καὶ τῶν ὑλικῶν, καὶ πρὸς τὴν νοερὰν καὶ θείαν καὶ εἰρηνικὴν τῶν νοητῶν ἐπείγεται λῆξιν.

νβ´. Πρώτην ἀπάθειαν λέγει, τὴν πρὸς ἁμαρτίαν τοῦ σώματος κατ᾿ ἐνέργειαν ἀνέπαφον κίνησιν· δευτέραν δέ, τὴν κατὰ ψυχὴν τῶν ἐμπαθῶν λογισμῶν τελείαν ἀποβολήν, δι᾿ ἧς τῶν παθῶν ἀπομαραίνεται κατὰ τὴν πρώτην ἀπάθειαν κίνησιν, ἐξάπτονας αὐτὴν πρὸς ἐνέργειαν οὐκ ἔχουσα τοὺς ἐμπαθεῖς λογισμούς· τρίτην δέ, τὴν περὶ τὰ πάθη τελείαν τῆς ἐπιθυμίας ἀκινησίαν, δι᾿ ἣν καὶ ἡ δευτέρα γίνεσθαι πέφυκε, τῇ τῶν λογισμῶν καθαρότητι συνισταμένη· τετάρτην δὲ λέγει ἀπάθειαν, τὴν κατὰ διάνοιαν πασῶν τῶν αἰσθητῶν φαντασιῶν τελείαν ἀπόθεσιν καθ᾿ ἣν ἡ τρίτη τὴν γένεσιν εἴληφεν, οὐκ ἔχουσα τὰς φαντασίας τῶν αἰσθητῶν εἰδοποιούσας αὐτῇ τῶν παθῶν τὰς εἰκόνας.

νγ´. (1284) Παντὶ πρακτικῷ, παιδὸς καὶ παιδίσκης δίκην, ὁ λόγος καὶ ἡ διάνοια μοχθοῦσι, τοὺς κατ᾿ ἀρετὴν τῆς πράξεως τρόπους ἐπινοοῦντές τε καὶ δημιουργοῦντες, καὶ οἷον πᾶσαν ἑαυτῶν κατὰ τῶν ἀντικειμένων τῇ πρακτικῇ πνευμάτων τῆς πονηρίας τὴν δύναμιν ἔχοντες ἀντιτεταγμένην· πληρώσαντες δὲ τὴν πρακτικὴν φιλοσοφίαν, ἣν ὁ ἕκτος τῶν ἐνιαυτῶν παρεδήλωσεν ἀριθμός· εἴρηται γὰρ ὅτι ὁ ἓξ ἀριθμός, τὴν πρακτικὴν σημαίνει φιλοσοφίαν· ἐλεύθεροι πρὸς τὴν πνευματικὴν ἀπολύονται, δηλονότι τῶν ἐν τοῖς οὖσι συγγενῶν λόγων θεωρίαν ἐπανερχόμενον, ὅ τε λόγος καὶ ἡ διάνοια.

νδ´. Ἀλλόφυλος παῖς ἐστι καὶ παιδίσκη, ὁ θυμὸς καὶ ἡ ἐπιθυμία· οὓς ὑποζεύγνυσι διὰ παντὸς τῇ δεσποτείᾳ τοῦ λόγου, πρὸς ὑπηρεσίαν τῶν ἀρετῶν, δι᾿ ἀνδρίας καὶ σωφροσύνης ὁ θεωρητικὸς νοῦς, μὴ διδοὺς αὐτοῖς παντελῶς τὴν πρὸς ἐλευθερίαν ἄφεσιν, ἕως ἂν καταποθῇ τῷ νόμῳ τοῦ πνεύματος τελείως ὁ τῆς φύσεως νόμος, καθάπερ ὑπὸ ζωῆς ἀπείρου, σαρκὸς δυστήνου θάνατος, καὶ πᾶσα δειχθῇ καθαρῶς ἡ τῆς ἀνάρχου βασιλείας εἰκών, πᾶσαν ἔχουσα τοῦ ἀρχετύπου διὰ μιμήσεως τὴν μορφήν· καθ᾿ ἣν γενόμενος ὁ θεωρητικὸς νοῦς, ἐλευθέρους ποιεῖται τόν τε θυμὸν καὶ τὴν ἐπιθυμίαν· τὴν μέν, πρὸς τὴν ἀκήρατον τοῦ θείου ἔρωτος ἡδονὴν καὶ τὴν ἄχραντον θέλξιν μετασκευάζων· τὴν δέ, πρὸς ζέσιν πνευματικὴν καὶ διάπυρον ἀεικινησίαν καὶ σώφρονα μανίαν μεταβιβάζων.

νε´. Ἀνάρχου βασιλείας ἐστὶν εἰκών, ἡ τοῦ νοῦ περὶ τὴν ἀληθῆ γνῶσιν ἀτρεψία, καὶ ἡ τῆς αἰσθήσεως περὶ τὴν ἀρετὴν ἀφθαρσία· τῆς ψυχῆς καὶ τοῦ σώματος, κατὰ τὴν ἐν πνεύματι πρὸς τὸν νοῦν τῆς αἰσθήσεως μεταποίησιν, μόνῳ τῷ θείῳ νόμῳ τοῦ πνεύματος ἀλλήλοις συνδεδεμένων, καθ᾿ ἣν τὴν ἀεικίνητον τοῦ λόγου καὶ ζῶσαν διαπαντὸς ἔχουσι διικνουμένην ἐνέργειαν· ἐν ᾗ πᾶσα παντελῶς ἄπεστι πρὸς τὸ Θεῖον ἀπέμφασις.

νστ´. Ἐνεργουμένην ἐπιθυμίαν φασὶν εἶναι τὴν ἡδονήν, εἴπερ παρὸν ἀγαθόν, κατὰ τὸν αὐτῆς ἐστιν ὁρισμόν· ἀνενέργητον δὲ ἡδονήν, τὴν ἐπιθυμίαν, εἴπερ μέλλον ἀγαθόν, κατὰ τὸν αὐτῆς ἐστιν ὁρισμόν· τὸν δὲ θυμόν, μανίας μελετωμένην κίνησιν, καὶ τὴν μανίαν θυμὸν ἐνεργούμενον.Ὁ γοῦν ταύτας ὑποτάξας τῷ λόγῳ τὰς δυνάμεις, εὑρήσει, τὴν μὲν ἐπιθυμίαν, (1285) αὐτῷ γινομένην ἡδονήν, κατὰ τὴν ἐν χάριτι πρὸς τὸ Θεῖον τῆς ψυχῆς ἄχραντον συμπλοκήν· τὸν δὲ θυμόν, ζέσιν ἀκήρατον, τῆς περὶ τὸ Θεῖον ἡδονῆς φρουρητικήν, καὶ σώφρονα μανίαν, τῆς κατὰ τὴν ἔφεσιν τῆς ψυχῆς θελκτικῆς δυνάμεως ἀπὸ τῶν ὄντων τελείως ἐκστατικήν. Οὐκοῦν ἕως ἐν ἡμῖν ὁ κόσμος ζῇ, καὶ ἡ πρὸς τὰ ὑλικὰ τῆς ψυχῆς ἑκούσιος σχέσις, οὐ δεῖ ταύταις παρέχειν ἐλευθερίαν ταῖς δυνάμεσι, μήπως μιγεῖσαι τοῖς αἰσθητοῖς ὡς ὁμοφύλοις, πολεμήσωσι τὴν ψυχήν, καὶ λάβωσιν αὐτὴν δορυάλωτον γεγενημένην τοῖς πάθεσιν, ὡς πάλαι τὴν Ἱερουσαλήμ, οἱ Βαβυλώνιοι. Τὸν γὰρ αἰῶνα καθ᾿ ὃν τοὺς ἀλλοφύλους παῖδας δουλεύειν ὁ νόμος ἐκέλευσε, τὴν πρὸς τὸν κόσμον τοῦτον, ἤγουν τὴν παροῦσαν ζωήν, γνωμικὴν τῆς ψυχῆς ἐσήμανε σχέσιν ὁ λόγος, διὰ τῶν ἱστορουμένων παραδεικνὺς τὰ νοούμενα.

νζ´. Ἠργμένον λέγει, τὸ κακόν· ἀρχὴν γὰρ ἔχει τὴν ἡμῶν παρὰ φύσιν κίνησιν· οὐκ ἠργμένον δέ, τὸ ἀγαθόν· πρὸ παντὸς γὰρ αἰῶνος καὶ χρόνου, φύσει τὸ ἀγαθόν. Νοητὸν λέγει τὸ ἀγαθόν, ὃ δεῖ μόνον νοεῖν· ῥητὸν δὲ λέγει τὸ ἀγαθόν, αὐτὸ γὰρ δεῖ μόνον λαλεῖσθαι. Καὶ γινόμενον λέγει τὸ ἀγαθόν· κατὰ φύσιν γὰρ ὑπάρχον ἀγέννητον, κατὰ χάριν διὰ φιλανθρωπίαν παρ᾿ ἡμῶν ἀνέχεται γίνεσθαι, πρὸς τὴν ἡμῶν τῶν ποιούντων καὶ λαλούντων ἐκθέωσιν, ὅπερ δεῖ μονώτατον γίνεσθαι· οὐ ποιούμενον δὲ τὸ κακόν, ὅπερ δεῖ μόνον μὴ γίνεσθαι. Φθαρτὸν λέγει τὸ κακόν· φθορὰ γάρ ἐστιν ἡ τοῦ κακοῦ φύσις, οὐδαμῶς κατ᾿ οὐδὲν ὕπαρξιν ἔχουσα· ἄφθαρτον δὲ τὸ ἀγαθόν, ὡς ἀεὶ ὄν, καὶ μηδέποτε τοῦ εἶναι παυόμενον, καὶ πάντων οἷς ἐγγίνηται, φρουρητικόν. Τοῦτο γοῦν, τῷ μὲν λογιστικῷ, ζητοῦμεν· τῷ δὲ ἐπιθυμητικῷ, ποθοῦμεν· τῷ δὲ θυμικῷ φυλάττομεν ἄσυλον· τῷ δ᾿ αἰσθητικῷ κατ᾿ ἐπιστήμην, ἀμιγὲς αὐτὸ τῶν ἐναντίων διακρίνομεν· τῷ δὲ φωνητικῷ, λαλοῦντες αὐτὸ ποιοῦμεν τοῖς ἀγνοοῦσι φανερόν· καὶ τῷ γονίμῳ, πληθύνομεν αὐτό· μᾶλλον δ᾿ ἀληθὲς εἰπεῖν, ἡμεῖς κατ᾿ αὐτὸ πληθυνόμεθα.

νη´. Δεῖ τὸν θεωρητικὸν νοῦν, βασιλεύοντα τῶν ἐν τοῖς οὖσι νοημάτων τε καὶ θεαμάτων, καὶ τῶν οἰκείων κινημάτων, ἕξιν ἄγονον ἔχειν κακίας· τουτέστι, κακίαν μήτε συλλαμβάνουσαν παντελῶς, μήτε τίκτουσαν· ἐφ᾿ ἧς αὐτὸν δεῖ περὶ θεωρίαν κινούμενον φέρεσθαι, μήπως πνευματικὴν ποιούμενος τὴν τῶν ὄντων διάσκεψιν, λαθὼν περιπέσῃ τινὶ τῶν παραφθείρειν διὰ τινὸς τῶν αἰσθητῶν πεφυκότων πονηρῶν πνευμάτων, τὴν ἁγνὴ τῆς καρδίας διάθεσιν.

νθ´. (1288) Ὁ κενοδοξίᾳ τινί, δι᾿ ἀρετὴν ἢ γνῶσιν τρωθείς, τὴν κόμην ματαίως διατρέφων, καθάπερ Ἀβεσαλών, τῆς οἰήσεως, ἐπιτετεχνασμένην τε καὶ μικτὴν ὥσπερ ἡμίονον πρὸς ἀπάτην τῶν θεωμένων, τὴν ἠθικὴν ἐπιδείκνυται πολιτείαν· ἐφ᾿ ἧς αἰωρούμενος, οἴεται τὸν γεννήσαντα διὰ τῆς διδασκαλίας τοῦ λόγου πατέρα χειρώσασθαι, πᾶσαν βουλόμενος τὴν τῷ πατρὶ προσοῦσαν θεόθεν δόξαν τῆς ἀρετῆς καὶ τῆς γνώσεως, ὡς ὑπερήφανος εἰς ἑαυτὸν τυραννικῶς ἐφελκύσασθαι. Ἀλλ᾿ ὁ τοιοῦτος ἐξελθὼν εἰς τὸ πλάτος τῆς ἐν πνεύματι φυσικῆς θεωρίας, πρὸς τὸν ὑπὲρ ἀληθείας λογικὸν πόλεμον, διὰ τὴν ζῶσαν αἴσθησιν, τῷ δάσει τῆς δρυὸς τῶν ὑλικῶν θεαμάτων κρατεῖται τῆς κόμης, αὐτὴν ἔχων συνδεσμοῦσαν πρὸς θάνατον, τὴν διάκενον οἴησιν, τὴν κρεμνοῦσαν αὐτὸν ἀναμέσον τοῦ οὐρανοῦ, καὶ ἀναμέσον τῆς γῆς. Οὐ γὰρ ἔχει γνῶσιν ὁ κενόδοξος, καθάπερ οὐρανὸν ἐνέλκουσαν αὐτὸν τῆς κατασπώσης οἰήσεως· οὐδ᾿ αὖ πάλιν γῆν, τὴν ἐν τῇ ταπεινώσει λέγω βάσιν τῆς πράξεως, καθέλκουσαν αὐτὸν τῆς ἀνασπώσης φυσιώσεως· ὃν πενθεῖ καὶ θανόντα διὰ φιλανθρωπίαν ὡς φιλόθεος ὁ γεννήσας διδάσκαλος, μιμήσει Θεοῦ, μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψει, καὶ ζῆν αὐτόν.

ξ´. Ἀρχὴ καὶ τέλος ἐστὶ τῆς ἑκάστου σωτηρίας, ἡ σοφία· φόβον μὲν ἀρχομένη πρῶτον δημιουργοῦσα, καὶ πόθον ὕστερον τελειουμένη συνιστῶσα· μᾶλλον δὲ φόβος αὐτὴ κατ᾿ ἀρχὰς δι᾿ ἡμᾶς οἰκονομικῶς γινομένη, ἵνα παύσῃ κακίας τὸν ἐραστήν, καὶ πόθος ὕστερον φυσικῶς εὑρισκομένη δι᾿ ἑαυτὴν κατὰ τὸ τέλος, ἵνα πληρώσῃ γέλωτος νοητοῦ, τοὺς τὴν αὐτῆς πάντων τῶν ὄντων ἀλλαξαμένους συμβίωσιν.

ξα´. Ἡ σοφία καὶ φόβος ἐστί, κατὰ τὴν ἀποφυγὴν γινομένη στέρησις, τοῖς οὐκ ὀρεγομένοις αὐτῆς· καὶ πόθος ἐστίν, ἕξις ἀπολαυστικῆς ἐνεργείας εὑρισκομένη τοῖς ἀγαπῶσιν αὐτήν. Αὕτη γὰρ ἐλπίδι κολάσεως παθῶν ἀπαλλάσσουσα, καὶ φόβον ποιεῖ· καὶ πόθον ἐργάζεται, τῇ τῶν ἀρετῶν ἐπικτήσει τὸν νοῦν ἐθίζουσα βλέπειν τὰ μέλλοντα.

ξβ´. Πᾶσα ἐξομολόγησις, ταπεινοῖ τήνψυχήν· ἡ μέν, χάριτι Θεοῦ δικαιωθεῖσαν· ἡ δέ, ῥαθυμίᾳ γνώμην οἰκείας ἐπ᾿ ἐγκλήμασιν ἐνεχομένην, αὐτὴν ἐκδιδάσκουσα.

ξγ´. Διττὸς ὁ τῆς ἐξομολογήσεως λόγος· ὁ μέν, ἐπ᾿ εὐχαριστίᾳ τῶν δεδωρημένων ἀγαθῶν γινόμενος· ὁ δέ, ἐπ᾿ ἐλέγχῳ καὶ ἐτασμῶ τῶν κακῶς πεπραγμένων λεγόμενος. Ἐξομολόγησις γὰρ λέγεται, καὶ ἡ τῶν εὖ πεπονθότων μετ᾿ εὐχαριστίας τῶν θείων εὐεργεσιῶν ἀπαρίθμησις, καὶ ἡ τῶν κακῶς πεπραγμένων παρὰ τῶν ὑπαιτίων ἐξαγόρευσις· ἀμφότερα δέ, ταπεινώσεως ὑπάρχει ποιητικά. Ὅ τε γὰρ ἐπ᾿ ἀγαθοῖς εὐχαριστιῶν ὁμοῦ, (1289) καὶ ὁ ἐπ᾿ ἐγκλήμασιν ἐταζόμενος, ταπεινοῦται· ὁ μέν, ἑαυτὸν ἀνάξιον κρίνων τῶν δοθέντων καλῶν· ὁ δέ, λαβεῖν ἄφεσιν τῶν πλημμεληθέντων δεόμενος.

ξδ´. Τὸ τῆς ὑπερηφανίας πάθος, ἐκ δύο συνέστηκεν ἀγνοιῶν. Δύο δὲ συνελθοῦσαι πρὸς ἕνωσιν ἄγνοιαι, μίαν φρόνησιν συγκεχυμένην ἀποτελοῦσι. Μόνος γὰρ ἐκεῖνός ἐστιν ὑπερήφανος, ὁ καὶ τὴν θείαν βοήθειαν, καὶ τὴν ἀνθρωπίνην ἀγνοήσας ἀσθένειαν. Οὐκοῦν ὑπερηφανία ἐστί, θείας καὶ ἀνθρωπίνης γνώσεως στέρησις. Τῇ γὰρ τῶν ἀληθῶν ἄκρων ἀποφάσει, μία καὶ ψευδὴς ὑπάρχει κατάφασις.

ξε´. Ἡ κενοδοξία, σκοποῦ μὲν τοῦ κατὰ Θεόν ἐστιν ἔκστασις· πρὸς δὲ ἄλλον σκοπὸν παρὰ τὸν θεῖον ὑπάρχει μετάβασις. Κενόδοξος γάρ ἐστιν, ὁ τῆς οἰκείας, ἀλλὰ μὴ τῆς θείας ἕνεκα δόξης, τὴν ἀρετὴν ἐπιτηδεύων, καὶ πόνοις οἰκείοις τοὺς ἐξ ἀνθρώπων ἀνυποστάτους ἐπαίνους ὠνούμενος.

ξστ´. Ὁ ἀνθρωπάρεσκος, μόνων ἐπιμελεῖται τῶν φαινομένων ἠθῶν, καὶ μὴν καὶ λόγου τοῦ κόλακος· ἵνα τοῖς μὲν τὴν ὅρασιν, τῷ δὲ τὴν ἀκοὴν σφετερίζηται, τῶν μόνοις ἡδομένων ἢ καὶ καταπληττομένων τοῖς φαινομένοις τε καὶ ἀκουομένοις, καὶ μόνῃ τῇ αἰσθήσει περιγραφόντων τὴν ἀρετήν. Ἀνθρωπαρέσκειαν οὖν φαμεν, τὴν ὡς ἐπ᾿ ἀρετῇ δι᾿ ἀνθρώπους γινομένην τῶν ἠθῶν τε λόγων ἐπίδειξιν.

ξζ´. Ὑπόκρισίς ἐστι, φιλίας προσποίησις· ἢ μῖσος, σχήματι φιλίας κεκαλυμμένον· ἢ ἔχθρα, δι᾿ εὐνοίας ἐνεργουμένη· ἢ φθόνος, ἀγάπης χαρακτῆρα μιμούμενος· ἢ βίος, ἀρετῆς πλάσματι, ἀλλ᾿ οὐ πράγματι τὸ κόσμιον ἔχων· ἢ δικαιοσύνης προσποίησις, τῇ τοῦ εἶναι δοκήσει συντηρουμένη· ἢ ἀπάτη, ἀληθείας ἔχουσα μόρφωσιν· ἣν οἱ τὸν ὄφιν τῇ τῶν ἠθῶν σκολιότητι μιμούμενοι, ἐπιτηδεύουσιν.

ξη´. Ἡ τῶν ὄντων αἰτία, καὶ τῶν ἐν τοῖς οὖσιν ἀγαθῶν, ἐστὶν ὁ Θεός. Ὁ τοίνυν περὶ τὴν ἀρετὴν ἢ τὴν γνῶσιν ἐπαιρόμενος, καὶ μὴ τῷ μέτρῳ τῆς ἐν χάριτι ἀρετῆς ἤτοι προκοπῆς, συνεπεκτείνων τῆς οἰκείας ἀσθενείας τὴν ἐπιγνωμοσύνην, τὸ τῆς ὑπερηφανίας κακὸν οὐ διέφυγεν. Ὁ δὲ δόξης ἕνεκεν ἰδίας τὸ καλὸν ἐπιτηδεύων, ἑαυτὸν τοῦ Θεοῦ προτετίμηκε, τῷ τῆς κενοδοξίας ἥλῳ περιπαρείς. Ὁ δὲ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, ποιῶν ἢ λαλῶν τὴν ἀρετήν, τῆς θείας πολλῷ τὴν ἀνθρωπίνην ἀποδοχὴν ὑπερέθηκε, τῷ τῆς ἀθρωπαρεσκείας πάθει νοσηλευόμενος· ὁ δὲ μόνον τῇ κατ᾿ ἀρετὴν σεμνότητι πρὸς ἀπάτην κακούργως ἐπιχρώσας τὰ ἤθη, καὶ τὴν πονηρὰν τῆς γνώμης διάθεσιν τῷ φαινομένῳ σχήματι καλύπτων τῆς εὐλαβείας, τῷ τῆς ὑποκρίσεως ἐξωνεῖται δόλῳ τὴν ἀρετήν. Οὐκοῦν ὁ τοιοῦτος, ἐπ᾿ ἄλλα παρὰ τὴν αἰτίαν ἑκάστου τούτων ἀπήγαγε τὸν σκοπόν.

ξθ´. Οὐδεὶς τῶν πονηρῶν δαιμόνων, τοῦ ἐναρέτου (1292) ποτὲ κωλύει τὸ πρόθυμον· ἀλλὰ καὶ μᾶλλον τὰς ἐλλείψεις δολερῶς περικόψας τῶν ἀρετῶν, τὰς ἐπιτάσεις ὑπαγορεύει, τοῖς ἀγωνισταῖς συμπροθυμούμενος· ἵνα πρὸς ἑαυτὸν ὅλην ποιήσηται τοῦ ἀσκουμένου τὴν ἔννοιαν, παραπολέσασαν τὸ ἴσον τῆς μεσότητος στάθμισιν, καὶ λάθῃ πρὸς ἄλλο παρὰ το δοκοῦν ὁδεύουσα καταγώγιον.

ο´. Οἱ δαίμονες οὔτε σωφροσύνην μισοῦσιν, οὔτε νηστείαν βδελύσσονται· οὐ χρημάτων διάδοσιν, οὐ φιλοξενίαν, οὐ ψαλμῳδίαν, οὐ σχολὴν ἀναγνώσεως, οὐχ ἡσυχίαν, οὐ τῶν μαθημάτων τὰ ὑψηλότατα, οὐ χαμευνίαν, οὐκ ἀγρυπνίαν, οὐ τὰ λοιπὰ πάντα, δι᾿ὧν ὁ κατὰ Θεὸν χαρακτηρίζεται βίος, ἕως πρὸς αὐτοὺς νένευκεν ὁ σκοπὸς καὶ ἡ αἰτὰ τῶν γινομένων.

οα´. Τοὺς μὲν ἄλλους δαίμονας, τάχιον ἴσως ὁ ἀσκητὴς καταλαβόμενος, ῥᾳδίως τὴν ἐξ αὐτῶν βλάβην διαδιδράσκει· τοὺς δὲ δοκοῦντας συνεργεῖν τῷ δρόμῳ τῆς ἀρετῆς, καὶ οἷον συνοικοδομεῖν βουλομένους τὸν ναὸν Κυρίῳ, τὶς ἀν τῶν ἄγαν ὑψηλῶν καταλάβοι νοῦς, χωρὶς τοῦ διὰ πάντων χωροῦντος ἐνεργοῦς λόγου καὶ ζῶντος, καὶ διικνουμένου ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, τουτέστι, διαγινώσκοντος τίνα τῶν ἔργων ἢ νοημάτων εἰσὶ ψυχικά, τουτέστιν εἶδη φυσικὰ τῆς ἀρετῆς ἢ κινήματα, καὶ τίνα τυγχάνει πνευματικά, τουτέστιν, ὑπὲρ φύσιν καὶ Θεὸν χαρακτηρίζοντα· τῇ φύσει δὲ κατὰ χάριν διδόμενα· ἁρμῶν τε καὶ μυελῶν, τὴν πρὸς τοὺς πνευματικοὺς λόγους τῶν κατ᾿ ἀρετὴν τρόπων, ἁρμόδιον ἢ ἀναρμόδιον διόλου σύννευσιν ἐπισταμένου, κρίνοντός τε τὰς ἐνθυμήσεις καὶ τὰς ἐννοίας τῶν καρδιῶν, τουτέστι, τουτέστι, τὰς ἐπὶ τοῖς εἰρημένοις ἀφανεῖς κατὰ τὸ βάθος σχέσεις, ᾧ οὐκ ἔστι κτίσις ἀφανής, ἐν ἡμῖν τοῖς λανθάνειν δοκοῦσι· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα, οὐ μόνον τὰ γεγενημένα τε καὶ νενοημένα, ἀλλ᾿ ἤδη καὶ τὰ γεννησόμενα παρ᾿ ἡμῶν καὶ νοηθησόμενα.

οβ´. Μερισμὸν ψυχῆς καὶ πνεύματος λέγει, τὴν διαφορὰν τῶν ἐκ φύσεως ἀρετῶν, ὧν φυσικῶς ἔχομεν τοὺς λόγους· καὶ τῶν ἐκ πνεύματος, ὧν κατὰ δωρεὰν δεχόμεθα τὴν χάριν. Τούτων γὰρ εὐκρινῶς τὴν διαστολὴν ποιεῖται κρίνων ὁ λόγος.

ογ´. Τὰς ἐνθυμήσεις καὶ τὰς ἐννοίας, ὧν ἐστι κριτικὸς ὁ λόγος, φησὶν εἶναι τὰς τῆς ψυχῆς ἐπί τε τοῖς θείοις λόγοις καὶ τοῖς λογισμοῖς σχέσεις, καὶ τὰς αὐτῶν δηλαδὴ τῶν σχέσεων αἰτίας. Ἡ γὰρ ἐνθύμησις, κινεῖ μνήμην, ἧς οἰκεῖον ἡ σχέσις· ἡ δὲ ἔννοια πέρας ἀποσκοπεῖ, ὅπερ αἰτίαν χαρακτηρίζει.

οδ´. Εἰ κατ᾿ οὐσίαν γνῶσίς ἐστιν ὁ Θεός, προηγεῖται δὲ σαφῶς πάσης γνώσεως νοῦς, ᾧ καὶ ὑποπίπτειν πέφυκεν· ἅρα ὑπὲρ ταύτην ἐστὶν ὁ Θεός, ὅτι καὶ ὑπὲρ πάντα νοῦν, ᾧ γνῶσις καθ᾿ ὁτιοῦν πέφυκεν ὑποπίπτειν, ὑπεραπείρως καθέστηκε.

οε´. (1293) Τὶς τὸν θεῖον οὐκ ἔχων ἐνοικοῦντα λόγον τῷ βάθει τῆς καρδίας, δυνήσεται τοὺς ἀφανεῖς δόλους τῆς καθ᾿ ἡμῶν ὑποκρίσεως τῶν δαιμόνων ὑποκλίνας, στῆναι καθ᾿ ἑαυτὸν μονώτατος, χωρίς τινος ἐπιμιξίας, καὶ οἰκοδομῆσαι τοῦ Κυρίου τὸν ναόν, κατὰ τὸν μέγαν Ζοροβάβελ καὶ τὸν Ἰησοῦν καὶ τοὺς ἡγουμένους τῶν πατριῶν, φάσκοντας διαῤῥήδην μεγάλη τῇ φωνῇ τοῖς ἀπατεῶσι πνεύμασι τῆς ὑπερηφανίας καὶ τῆς κενοδοξίας καὶ τῆς ἀνθρωπαρεσκίας καὶ τῆς ὑποκρίσεως· Οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ Ἰσραήλ· γινώσκων ὡς ἡ τούτων ἐπιμιξία, τῆς ὅλης οἰκοδομῆς ποιεῖται φθορὰν καὶ καθαίρεσιν, καὶ συλᾷ τῆς τῶν θείων ἀναθημάτων εὐπρεπείας τὴν χάριν.

οστ´. Οὐδεὶς δύναταὶ τινα τῶν εἰρημένων δαιμόνων ἔχων τὴν ἀρετὴν συμμετερχόμενον, ταύτην τῷ Κυρίῳ οἰκοδομῆσαι· οὐ γὰρ ἔχει τὸν Θεὸν τῶν γινομένων τέλος, ὃν θεώμενος ταύτην διέξεισι· ἀλλὰ τὸ πάθος, ὅπερ διὰ ταύτης συνίστησιν.

οζ´. Οἱ κατ᾿ ἔλλειψιν ἀρετῆς πολεμοῦντες, δαίμονὲς εἰσιν, οἱ πορνείαν καὶ μέθην, φυλαργυρίαν τε καὶ φθόνον διδάσκοντες· οἱ δὲ καθ᾿ ὑπερβολὴν πολεμοῦντες, εἰσὶν οἱ τὴν οἴησιν καὶ τὴν κενοδοξίαν καὶ τὴν ὑπερηφανίαν διδάκοντες, καὶ διὰ τῶν δεξιῶν τοῖς ἀριστεροῖς ἐπικεκρυμμένως ἐμπείροντες.

οη´. Εἴθε γένοιτο καὶ ἡμᾶς ἀεὶ λέγειν τοῖς ἐν πλάσματι φιλίας πνευματικῆς ἀοράτως προσβάλλουσι πνεύμασι τῆς πονηρίας, καὶ διὰ τοῦ ἀγαθοῦ λεληθότως βουλομένοις κατεργάσασθαι τῆς ἁμαρτίας τὸν θάνατον καὶ λέγουσι· Συνοικοδομήσομεν ὑμῖν τὸν ναὸν τῷ Κυρίῳ ὑμῶν· Οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ Ἰσραήλ. Μόνοι μέν, ὅτι τῶν κατ᾿ ἔλλειψιν τῆς ἀρετῆς πολεμούντων ἐλευθερωθέντες πνευμάτων, ὧν καὶ ἐκβεβήκαμεν, οὐ βουλόμεθα ταῖς ὑπερβολαῖς δι᾿ ὑμῶν ἐπαρθέντες πάλιν περιπαρῆναι, καὶ πεσεῖν πτῶσιν, τοσοῦτον τῆς προτέρας χαλεπωτέραν, ὅσον τῆς μὲν ἦν ἐπανόδου ἐλπὶς εὐχερής, συγγνωσθεῖσι διὰ τὴν ἀσθένειαν· τῇ δέ, ἢ οὐκ ἔστιν, ἢ δυσχερὴς ἔσται μισηθεῖσι διὰ τὴν ὑπερηφανίαν, καὶ τοῦ δεξιοῦ ποιουμένοις ἕτερὸν τι δεξιώτερον. Οὐ μόνοι δὲ πάλιν, ὅτι τοὺς ἁγίους ἀγγέλους ἔχομεν τῶν καλῶν συλλήπτορας· μᾶλλον δὲ τὸν Θεὸν αὐτόν, ἡμῖν ἑαυτὸν ἐμφανίζοντα διὰ τῶν ἔργων τῆς δικαιοσύνης, καὶ ἡμᾶς ἑαυτῷ ναὸν ἅγιον οἰκοδομοῦντα, καὶ παντὸς πάθους ἐλεύθερον.

οθ´. Ἀρετῆς ὅρος ἐστίν, ἡ τῆς ἀνθρωπίνης ἀσθενείας κατ᾿ ἐπίγνωσιν πρὸς τὴν θείαν δύναμιν ἕνωσις. Ὁ τοίνυν ἑαυτὸν τῇ ἀσθενείᾳ περιγράφων τῆς φύσεως, πρὸς τὸν ὅρον οὐκ ἦλθε τῆς ἀρετῆς· καὶ διὰ τοῦτο πλημμελεῖ, (1296) μήπω λαβὼν τὴν τὸ ἀσθενὲς ἐνισχύουσαν δύναμιν. Ὁ δὲ τῆς θείας δυνάμεως τὴν οἰκείαν ἀσθένειαν, ὡς ἰσχὺν αὐθαδῶς ἀντιπροβαλόμενος, τὸν ὅρον παρῆλθε τῆς ἀρετῆς· καὶ διὰ τοῦτο πλημμελῶν, ὡς τοῦ κατόπιν ὑπερφεροῦς παρ᾿ ἑαυτῷ γινομένου, οὐκ ἐπιγινώσκει· ἀρετὴν γὰρ εἶναι νομίζει τὸ πλημμέλημα. Συγγνωστὸς οὖν μᾶλλον ὁ τῇ κατὰ φύσιν ἀσθενείᾳ ἑαυτὸν περιγράψας, παθὼν μᾶλλον ἐκ ῥᾳθυμίας τὴν ἔκπτωσιν τῆς ἀρετῆς· ἢ ὁ τὴν οἰκείαν ἀσθένειαν ὡς ἰσχὺν πρὸς τὴν τῶν καθηκόντων ποίησιν ἀντιπροβαλόμενος τῆς θείας δυνάμεως, δράσας μᾶλλον ἐξ αὐθαδείας τῆς ἀρετῆς τὴν ἔκπτωσιν.

π´. Ἐπειδὴ εἴρηται· Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη, κατὰ δύο τρόπους οἶδα ταύτην ἐνεργουμένην· καθ᾿ ἕνα μέν, ὁπόταν μετὰ τῶν κατ᾿ ἐντολὴν ἔργων, τῷ Θεῷ τὴν ταύτης ποιῆται προσαγωγὴν τῆς δεήσεως ὁ εὐχόμενος, ὡς μὴ μόνον ἐν ψιλῷ λόγῳ καὶ διακένῳ φωνῆς ἤχῳ τῆς γλώττης ἐκπίπτουσαν ἀργὴν κεῖσθαι τὴν δέησιν, καὶ ἀνυπόστατον, ἀλλ᾿ ἐνεργὸν καὶ ζῶσαν, τοῖς ἔργοις τῶν ἐντολῶν ψυχουμένην. Εὐχῆς γὰρ καὶ δεήσεως ὑπόστασις, ἡ διὰ τῶν ἀρετῶν τῶν ἐντολῶν ὑπάρχει προδήλως ἐκπλήρωσις, καθ᾿ ἣν ἰσχυρὰν καὶ πάντα δυναμένην ὁ δίκαιος ἔχει τὴν δέησιν, ἐνεργουμένην ταῖς ἐντολαῖς. Καθ᾿ ἕτερον δὲ τρόπον, ὁπόταν ὁ τῆς εὐχῆς τοῦ δικαίου δεόμενος, τὰ ἔργα τῆς εὐχῆς διαπράττηται, τόν τε πρότερον διορθούμενος βίον, καὶ τὴν δέησιν ἰσχυρὰν τοῦ δικαίου ποιούμενος, διὰ τῆς οἰκείας καλῆς ἀναστροφῆς δυναμουμένην.

πα´. Οὐδὲν ὄφελος τῆς τοῦ δικαίου δεήσεως, τοῦ ταύτης χρῄζοντος, πλέον τῶν ἀρετῶν ἡδομένου τοῖς πλημμελήμασιν. Ἐπεὶ καὶ ὁ μέγας ποτὲ Σαμουὴλ ἐπένθει τὸν Σαοὺλ πλημμελοῦντα· ἀλλ᾿ οὐκ ἴσχυσε τὸν Θεὸν ἱλεώσασθαι, μὴ λαβὼν συλλήπτορα τοῦ πένθους τὴν καθήκουσαν τοῦ πλημμελοῦντος διόρθωσιν. Διὸ τοῦ ἀνονήτου πένθους ὁ Θεὸς καταπαύων τὸν ἑαυτοῦ θεράποντα, φησὶ πρὸς αὐτόν, Ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, καὶ ἐγὼ ἐξουδένωκα αὐτόν, τοῦ βασιλεύειν ἐπὶ τὸν Ἰσραήλ;

πβ´. Καὶ πάλιν Ἱερεμίας ὁ συμπαθέστατος, ὑπὲρ τοῦ λαοῦ τῶν Ἰουδαίων, περὶ τὴν πλάνην μανέντος τῶν δαιμονίων, (1297) οὐκ εἰσακούεται προσευχόμενος, οὐκ ἔχων εἰς προσευχῆς δύναμιν, τὴν ἀπὸ τῆς πλάνης τῶν ἀθέων Ἰουδαίων ἐπιστροφήν. Ὅθεν τοῦ διακενῆς προσεύχεσθαι καὶ τοῦτο ἀπάγων ὁ Θεός, φησί, Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτούς, καὶ μὴ εὔχου, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἔτι, ὅτι οὐκ εἰσακούσομαι.

πγ´. Πολλῆς ὄντως ἐστὶν ἀβελτηρίας, ἵνα μὴ λέγω παραφροσύνης, δι᾿ εὐχῆς δικαίων ἐπιζητεῖν σωτηρίαν, τὸν κατὰ διάθεσιν τοῖς ὀλεθρίοις ἡδόμενον· κἀκείνων αἰτεῖσθαι συγχώρησιν, οἷς ἐγκαυχᾶται κατ᾿ ἐνέργειαν προθέσει σπιλούμενος, δέον μὴ ἀργὴν ἐᾶν γίνεσθαι καὶ ἀκίνητον τοῦ δικαίου τὴν δέησιν, τὸν ταύτης δεόμενον, εἴπερ ἀληθῶς τοῖς πονηροῖς ἀπεχθάνεται· ἀλλ᾿ ἐνεργὸν ποιεῖν καὶ ἰσχυράν, ταῖς οἰκείαις ἀρεταῖς πτερουμένην, καὶ φθάνουσαν τὸν συγχώρησιν διδόναι τῶν πλημμεληθέντων δυνάμενον.

πδ´. Πολὺ ἰσχύει τοῦ δικαίου ἡ δέησις, εἴτε ἐκ τοῦ ποιουμένου ταύτην δικαίου, εἴτε ἐκ τοῦ γίνεσθαι αὐτὴν αἰτουμένου τὸν δίκαιον, ἐνεργουμένη. Ὑπὸ μὲν γὰρ τοῦ δικαίου ἐνεργουμένη, δίδωσιν αὐτῷ παῤῥησίαν πρὸς τὸν δοῦναι δυνάμενον τὰ τῶν δικαίων αἰτήματα· ὑπὸ δὲ τοῦ ταύτην αἰτουμένου τὸν δίκαιον, τῆς προτέρας αὐτὸν μοχθηρίας ἀφίστησι, μεταβάλλουσα πρὸς ἀρετὴν αὐτῷ τὴν διάθεσιν.

πε´. Τοῦ Ἀποστόλου εἰρηκότος, Ἐν ᾧ ἀγαλλιᾶσθε ὀλίγον ἄρτι, εἰ δέον ἐστὶ λυπηθέντας ὑμᾶς ἐν ποικίλοις πειρασμοῖς, πῶς τις λυπούμενος ἐν πειρασμοῖς δύναται ἀγαλλιᾶσθαι ἐν ᾧ λυπεῖται;

πστ´. Τὴν λύπην διττὴν οἶδε τῆς ἀληθείας ὁ λόγος· τὴν μέν, κατὰ ψυχὴν ἀφανῶς· τὴν δέ, κατ᾿ αἴσθησιν φανερῶς συνισταμένην· καὶ τὴν μέν, ὅλον ψυχῆς τὸ βάθος περιλαμβάνουσαν, τῇ μάστιγι τῆς συνειδήσεως αἰκιζόμενον· τὴν δέ, πᾶσαν τὴν αἴσθησιν περιγράφουσαν, τῷ βάρει τῶν ἀλγεινῶν συστελλομένην τῆς φυσικῆς διαχύσεως· καὶ τὴν μέν, τῆς κατ᾿ αἴσθησιν ἡδονῆς· τὴν δέ, τῆς κατὰ ψυχὴν εὐφροσύνης τέλος ὑπάρχουσαν· μᾶλλον δὲ τὴν μέν, τῶν κατ᾿ αἴσθησιν γνωμικῶν· τὴν δέ, τῶν κατ᾿ αὐτὴν συμπέρασμα παρὰ γνώμην παθῶν τυγχάνουσαν.

πζ´. Λύπη ἐστί, κατ᾿ ἐμὲ φάναι, διάθεσις ἡδονῶν ἐστερημένη· στέρησις δὲ καθέστηκεν ἡδονῶν, πόνων ἐπαγωγή· πόνος δὲ σαφῶς ἐστι, φυσικῆς ἕξεως ἔλλειψις ἢ ὑποχώρησις· ἔλλειψις δὲ φυσικῆς ἐστιν ἕξεως, πάθος τῆς κατὰ φύσιν ὑποκειμένης τῇ ἕξει δυνάμεως. Τὸ δὲ πάθος τῆς κατὰ φύσιν ὑποκειμένης τῇ ἕξει δυνάμεώς ἐστιν, ὁ κατὰ τὴν παράχρησιν τῆς φυσικῆς ἐνεργείας τρόπος· παράχρησις δὲ τοῦ κατ᾿ ἐνέργειαν τρόπου καθέστηκεν, ἡ πρὸ τὸ μὴ πεφυκὸς κατὰ φύσιν καὶ ὑφιστάμενον τῆς δυνάμεως κίνησις.

πη´. (1300) Τὴν κατὰ ψυχὴν λύπης τέλος εἶναὶ φησι τῆς κατ᾿ αἴσθησιν ἡδονῆς· ἐκ γὰρ ταύτης συνίσταται λύπη ψυχῆς· ὥσπερ οὖν καὶ τῆς κατὰ ψυχὴν ἡδονῆς τέλος ἐστὶν ἡ κατὰ σάρκα λύπη· ψυχῆς γὰρ εὐφροσύνη σαρκὸς γίνεται κόλασις [gu. illa 58, λύπη].

πθ´. Διττὴν τὴν λύπην λέγει· τὴν μέν, περὶ τὴν αἴσθησιν, κατὰ στέρησιν τῶν σωματικῶν ἡδονῶν συνισταμένην· τὴν δέ, περὶ νοῦν κατὰ στέρησιν τῶν τῆς ψυχῆς ἀγαθῶν γινομένην. Διττοὺς δὲ λέγει καὶ τοὺς πειρασμούς, τοὺς μέν, ἑκουσίους· τοὺς δέ, ἀκουσίους. Καὶ τοὺς μέν, ἑκουσίους, τῆς κατ᾿ αἴσθησιν σωματικῆς εἶναι πατέρας· τῆς δὲ κατὰ ψυχὴν λύπης [ unus Reg. ὀδύνης] εἶναι γεννήτορας· μόνη γὰρ πραχθεῖσα λυπεῖ [ed. ταπεινοῖ] τὴν ψυχὴν ἡ ἁμαρτία· τοὺς δ᾿ ἀκουσίους, οἵτινες ἐν τοῖς παρὰ γνώμην δείκνυνται πόνοις, τῆς μὲν κατὰ ψυχὴν ἡδονῆς εἶναι πατέρας· τῆς δὲ κατ᾿ αἴσθησιν σωματικῆς λύπης εἶναι γεννήτορας.

τέσσ. ἀνοικ. Ϟ´. Ὣσπερ τὴν λύπην διττήν, ὡς ἔφην, οἶδεν ὁ λόγος, οὕτω καὶ τῶν πειρασμῶν διττὸν ἐπίσταται τὸν τρόπον· τὸν μέν, κατὰ γνώμην· τὸν δέ, παρὰ γνώμην· καὶ τὸν μέν, ἑκουσίων ἡδονῶν δημιουργόν, τὸν δὲ ἀκουσίων ὀδύνων ἐπακτικόν. Ὁ γὰρ κατὰ γνώμην πειρασμός, τὰς κατὰ προαίρεσιν ἑκουσίους σαφῶς συνίστησιν ἡδονάς. Ὁ δὲ παρὰ γνώμην, προδήλως τοὺς ἀκουσίους παρὰ προαίρεσιν ἐφίστησι πόνους· καὶ ὁ μέν, τῆς κατὰ ψυχήν, ὁ δέ, τῆς κατ᾿ αἴσθησιν λύπης καθέστηκεν αἴτιος.

τέσσ. ἀνοικ. Ϟα´. Ὁ μὲν κατὰ γνώμην πειρασμός, τὴν κατὰ ψυχὴν λύπην συνίστησι· τὴν δὲ κατ᾿ αἴσθησιν δημιουργεῖ σαφῶς ἡδονήν, τὴν δὲ τῆς σαρκὸς λύπην ὑφίστησιν.

τέσσ. ἀνοικ. Ϟβ´. Οἶμαι τὸν Κύριον ἡμῶν καὶ Θεόν, πῶς δεῖ προσεύχεσθαι τοὺς οἰκείους διδάσκοντα μαθητάς, πρὸς τό, τὸ κατὰ γνώμην εἶδος τῶν πειρασμῶν ἀπεύχεσθαι [male edita, τοῦ εἴδους ἀπέχευσθαι], φάσκειν, Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν· τῶν ἡδονικῶν δηλονότι καὶ γνωμικῶν καὶ ἑκουσίων πειρασμῶν, μὴ ἐγκαταλειφθῆναι πεῖραν λαβεῖν εὔχεσθαι· τὸν δὲ μέγαν Ἰάκωβον τοῦ Κυρίου λεγόμενον ἀδελφόν, πρὸς τὸ τῶν ἀκουσίων πειρασμῶν εἶδος, διδάσκοντα μὴ συστέλλεσθαι τοὺς ὑπὲρ ἀληθείας ἀγνωνιζομένους, φάναι, Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, δηλονότι τοῖς ἀκουσίοις καὶ παρὰ γνώμην, καὶ πόνων ποιητικοῖς πειρασμοῖς. Καὶ δηλοῦσι σαφῶς, ἐκεῖ μέν, ἐπάγων ὁ Κύριος, Ἀλλὰ ῥῆσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· ἐνταῦθα δὲ ὁ μέγας Ἰάκωβος, Γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως, κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονή, ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.

τέσσ. ἀνοικ. Ϟγ´. (1301) Ἱ μὲν Κύριος ἀπεύχεσθαι τοὺς ἑκουσίους ἡμᾶς δειδάσκει πειρασμούς, ὡς σαρκὸς μήν, ἡδονῆς· ψυχῆς δέ, ποιητικοὺς ὀδύνης· ὁ δὲ μέγας Ἰάκωβος, ἐπὶ τοῖς ἀκουσίοις ἡμῖν παραινεῖ χαίρειν πειρασμοῖς, ὡς σαρκὸς μὲν ἡδονήν, ψυχῆς δὲ ὀδύνην ἀφαιρουμένοις.

τέσσ. ἀνοικ. Ϟδ´. Τέλειός ἐστιν, ὁ τοῖς ἑκουσίοις δι᾿ ἐγκρατείας μαχόμενος, καὶ τοῖς ἀκουσίοις δι᾿ ὑπομονῆς ἐγκαρτερῶν πειρασμοῖς· καὶ ὁλόκληρός ἐστιν, ὁ καὶ τὴν πρᾶξιν μετὰ γνώσεως, καὶ τὴν θεωρίαν οὐκ ἄπρακτον διανύων.

τέσσ. ἀνοικ. Ϟε´. Διῃρημένης εἰς ψυχήν τε καὶ αἴσθησιν τῆς τε λύπης καὶ τῆς ἡδονῆς, ὁ τὴν τῆς ψυχῆς περιποιούμενος ἡδονήν, τὴν δὲ τῆς αἰσθήσεως μεθ᾿ ὑπομονῆς καταδεχόμενος λύπην, δόκιμος γίνεται καὶ τέλειος καὶ ὁλόκληρος· δόκιμος μέν, διὰ τὴν πεῖραν τῶν κατ᾿ αἴσθησιν ἐναντίων· τέλειος δέ, ὡς τῇ κατ᾿ αἴσθησιν ἡδονῇ τε καὶ λύπῃ δι᾿ ἐγκρατείας καὶ ὑπομονῆς ἀνενδότως μαχόμενος· ὁλόκληρος δέ, ὡς τὰς μαχομένας ταῖς κατ᾿ αἴσθησιν ἀλλήλαις ἀντικειμέναις διαθέσεσιν ἕξεις, ἐν τῇ σταθερότητι τῆς κατὰ τὸν λόγον ταυτότητος, ἀλωβήτους διαφυλάττων· φημὶ δὲ τὴν πρᾶξιν καὶ τὴν θεωρίαν, ἀλλήλαις συνεχομένας, καὶ μηδεμίαν τῆς ἑτέρας διεζευγμένην· ἀλλὰ τὴν μὲν πρᾶξιν τῆς θεωρίας τὴν γνῶσιν διὰ τῶν τρόπων προφαίνουσαν· τὴν δὲ θεωρίαν, οὐχ ἧττον τοῦ λόγου τὴν ἀρετὴν τεθωρακισμένην τῆς πράξεως.

τέσσ. ἀνοικ. Ϟστ´. Ὁ λύπης καὶ ἡδονῆς σαρκὸς πεῖραν λαβών, λέγοιτ᾿ ἂν δόκιμος· ὡς εὐχερείας καὶ δυσχερείας τῶν περὶ σάρκα πραγμάτων πεπειραμένος. Τέλειος δέ, ὁ τὴν ἡδονὴν τῆς σαρκὸς καὶ τὴν ὀδύνην τῇ τοῦ λόγου δυνάμει καταπαλαίσας· ὁλόκληρος δέ, ὁ τὰς κατὰ πρᾶξιν καὶ θεωρίαν ἕξεις, ἀτρέπτους τῇ περὶ τὸν θεῖον πόθον συντονίᾳ διατηρήσας.

τέσσ. ἀνοικ. Ϟζ´. Τῆς μὲν κατὰ ψυχὴν λύπης ἐστί, διττὸς ὁ τρόπος· ὁ μέν, ἐπὶ τοῖς οἰκείοις· ὁ δέ, ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι συνιστάμενος. Αἰτία δὲ τῆς τοιαύτης λύπης, ἡ κατ᾿ αἴσθησιν τοῦ λυπουμένου σαφῶς, ἢ τῶν δι᾿ οὓς λυπεῖται καθέστηκεν ἡδονή. Κατὰ γὰρ τὸν ἀκριβῆ λόγον, οὐκ ἔστι παντελῶς ἁμαρτία σχεδὸν ἐν ἀνθρώποις, μὴ τῆς ψυχῆς πρὸς αἴσθησιν, ἡδονῆς ἕνεκεν ἀλόγιστον σχέσιν, ἀρχὴν τῆς οἰκείας γενέσεως ἔχουσα. Τῆς δὲ κατὰ ψυχὴν ἡδονῆς αἰτία, προδήλως ἐστίν, ἡ κατ᾿ αἴσθησιν τοῦ ἐπὶ ταῖς οἰκείαις ἢ ταῖς ἀλλοτρίαις ἀρεταῖς ἡδομένου τε καὶ χαίροντος λύπη. Κατὰ γὰρ τὸν ἀκριβῆ λόγον, οὐκ ἔστιν ἀρετὴ σχεδὸν ἐν ἀνθρώποις, μὴ τῆς ψυχῆς πρὸς αἴσθησιν λελογισμένην ἀποδιάθεσιν, ἀρχὴν τῆς οἰκείας γενέσεως ἔχουσα.

τέσσ. ἀνοικ. Ϟη´. Χωρὶς τῆς κατὰ ψυχὴν ἐμπαθοῦς πρὸς αἴσθησιν σχέσεως, οὐκ ἔστιν ἐν ἀνθρώποις παντελῶς ἁμαρτία· πάσης δὲ λύπης συνισταμένης κατὰ ψυχήν, ἡδονὴ σαρκὸς προηγεῖται.

τέσσ. ἀνοικ. Ϟθ´. Γένεσις ἀρετῆς ἐστιν ἀληθής, ἡ πρὸς τὴν σάρκα τῆς ψυχῆς ἑκούσιος ἀλλοτρίωσις· εὐφραίνει δὲ ψυχὴν πνευματικῶς, ὁ τοῖς ἑκουσίοις τὴν σάρκα πόνοις δαμάζων.

ῥ´. (1304) Τῆς ψυχῆς ὑπὲρ ἀρετῆς πρὸς τὴν αἴσθησιν ἀποδιάτον κτησαμένης, ἐξανάγκης ἡ αἴσθησις ἐν πόνοις ἔσται, τὴν τῶν ἡδέων ἐπινοητικὴν συνημμένην αὐτῇ κατα τὴν γνωμικὴν σχέσιν, τῆς ψυχῆς οὐκ ἔχουσα δύναμιν· τοὐναντίον δέ, τὴν μὲν τῶν αὐτῆς φυσικῶν ἡδονῶν ἐπανάστασιν, δι᾿ ἐγκρατείας ἀνδρικῶς ἀποῤῥαπίζουσαν· πρὸς δὲ τὴν τῶν παρὰ φύσιν καὶ ἀκουσίων πόνων ἐπαγωγήν, διὰ τῆς ὑπομονῆς, ἀμείλικτον παντελῶς διαμένουσαν, καὶ τῆς κατ᾿ ἀρετὴν θεοπρεποῦς ἀξίας τε καὶ δόξης διὰ τὴν ἀνυπόστατον ἡδονὴν οὐκ ἐξισταμένην, καὶ πρὸς τὴν τῶν πόνων ἀντίληψιν φειδοῖ τῆς σαρκὸς διὰ τὴν ὀδυνῶσαν αἴσθησιν, τοῦ ὕψους τῶν ἀρετῶν οὐκ ἀποπίπτουσαν. Τῆς δὲ κατ᾿ αἴσθησιν λύπης αἰτία καθέστηκεν, ἡ πρὸς τὰ κατὰ φύσιν τῆς ψυχῆς παντελὴς ἀσχολία. Τὴν δὲ κατ᾿ αἴσθησιν ἡδονήν, ἡ παρὰ φύσιν ἐνέργεια τῆς ψυχῆς προδήλως ὑφίστησιν, ἄλλην ἀρχὴν ἔχειν οὐ δυναμένην συστάσεως, ἢ τὴν ψυχῆς τῶν κατὰ φύσιν ἀπόθεσιν.