ΕΚΑΤΟΝΤΑΣ ΔΕΥΤΕΡΑ.

α´. Πρότερον τοῦ βαπτίσματος ἔθετο τὸ ποτήριον, ὅτι διὰ τὴν ἀλήθειάν ἐστιν ἡ ἀρετή, ἀλλ᾿ οὐ διὰ τὴν ἀρετὴν ἡ ἀλήθεια. Ὅθεν ὁ διὰ τὴν ἀλήθειαν πράττων τὴν ἀρετήν, κενοδοξίας οὐ τιτρώσκεται βέλεσιν· ὁ δὲ τὴν ἀλήθειαν ἀρετῆς ἕνεκεν ἐπιτηδεύων, σύνοικον ἔχει τῆς κενοδοξίας τὴν οἴησιν.

β´. Ἀλήθειαν μὲν εἶναι λέγει, τὴν θείαν γνῶσιν· ἀρετὴν δέ, τοὺς ὑπὲρ ἀληθείας τῶν ἐφιεμένων αὐτῆς ἀγῶνας. Ὁ τοίνυν γνώσεως ἕνεκεν, ἀρετῆς ὑπομένων πόνους, οὐ κενοδοξεῖ, γινώσκων ἀπερίληπτον εἶναι φύσει τοῖς πόνοις τὴν ἀλήθειαν· τοῖς δευτέροις γὰρ οὐ περιγράφεται φύσει τὸ πρῶτον. Ὁ δὲ τὴν γνῶσιν διὰ τοὺς ὑπὲρ αὐτῆς ἀγῶνας ἐπιτηδεύων, πάντως κενόδοξος ὡς εἰληφέναι δοκῶν τοὺς στεφάνους πρὸ τῶν ἱδρώτων· οὐκ εἰδὼς ὅτι διὰ τοὺς στεφάνους οἱ πόνοι, ἀλλ᾿ οὐ διὰ τοὺς πόνους οἱ στέφανοι· φύσει γὰρ ἀμελέτητος πᾶσα καθέστηκε μέθοδος, τοῦ δι᾿ ὃ πέφυκεν ἐξανυσθέντος, ἢ ἀνυσθῆναι δόξαντος.

γ´. Ὁ μόνον τῆς γνώσεως τὴν μορφήν, ὅπερ ἐστὶν ὁ ψιλὸς λόγος· καὶ ὁ τὴν εἰκόνα τῆς ἀρετῆς, ὅπερ ἐστὶ τὸ ψιλὸν ἦθος, ἐπιτηδεύων, Ἰουδαῖός ἐστι καὶ αὐτὸς ἀληθείας τύποις φυσιούμενος.

δ´. Ὁ πᾶσαν τὴν φαινομένην τοῦ νόμου λατρείαν μὴ κατ᾿ αἴσθησιν ὁρῶν, ἀλλὰ ταῖς κατὰ νοῦν ἐφόδοις ἕκαστον τῶν ὁρωμένων συμβόλων διασκοπήσας, τὸν ἐν ἑκάστῳ κεκρυμμένον θεοτελῆ Λόγον ἐκδιδασκόμενος, ἐν τῷ νόμῳ τὸν Θεὸν εὑρίσκει, καλῶς ψηλαφῶν διὰ τῆς νοερᾶς δυνάμεως ὡς ἐν φορυτῷ, τῇ ὕλῃ τῶν νομικῶν διατάξεων, εἲ που κεκρυμμένον εὕροι τῇ σαρκὶ τοῦ νόμου τὸν τὴν αἴσθησιν διαφεύγοντα παντελῶς μαργαρίτην Λόγον.

ε´. Καὶ ὁ τὴν φύσιν δὲ τῶν ὁρωμένων μὴ τῇ αἰσθήσει μόνῃ περιγράφων, ἀλλὰ κατὰ νοῦν σοφῶς τὸν (1224) ἐν ἑκάστῳ κτίσματι λόγον ἐρευνώμενος, εὑρίσκει Θεόν, ἀπὸ τῆς προβεβλημένης τῶν ὄντων μεγαλουργίας, τὴν αὐτῶν τῶν ὄντων διδασκόμενος αἰτίαν.

στ´. Ἐπειδὴ τοίνυν ἴδιον τοῦ ψηλαφῶντος ἡ διάκρισίς ἐστιν· ὁ τὰ νομικὰ σύμβολα γνωστικῶς ἐπερχόμενος, καὶ τὴν φαινομένην τῶν ὄντων φύσιν ἐπιστημονικῶς θεώμενος, διακρίνων τὴν Γραφὴν καὶ τὴν κτίσιν καὶ ἑαυτόν, τὴν μὲν Γραφήν, εἰς γράμμα καὶ πνεῦμα· τὴν δὲ κτίσιν, εἰς λόγον καὶ ἐπιφάνειαν· ἑαυτὸν δέ, εἰς νοοῦν καὶ αἴσθησιν· καὶ τῆς μὲν Γραφῆς, τὸ πνεῦμα· τῆς δὲ κτίσεως, τὸν λόγον· ἑαυτοῦ δέ, τὸν νοῦν λαβών, καὶ ἀλλήλοις ἀλύτως ἑνώσας, εὗρε Θεόν· ὡς ἐπιγνοὺς καθὼς δεῖ, καὶ δυνατόν ἐστι, τὸν Θεόν, τὸν ἐν Νῷ καὶ Λόγῳ καὶ Πνεύματι· πάντων τῶν πλανώντων καὶ εἰς μυρίας δόξας κατασυρόντων ἀπαλλαγείς, λέγω δὲ γράμματος καὶ ἐπιφανείας καὶ αἰσθήσεως, ἐν οἷς ἡ διάφορος ὑπάρχει ποσότης, καὶ τῆς μονάδος ἀντίθετος. Εἰ δὲ τὸ γράμμα τοῦ νόμου, καὶ τὴν τῶν ὁρωμένων ἐπιφάνειαν καὶ τὴν οἰκείαν αἴσθησιν ἀλλήλοις τις προσπλέξας συμφύρῃ, τυφλός ἐστι μυωπάζων, τὴν τῆς Αἰτίας τῶν ὄντων ἀγνωσίαν νοσῶν.

ζ´. Ὁ θεῖος καὶ μέγας Ἀπόστολος, τί ἐστι πίστις ὁρίζων, φησί· Πίστις ἐστίν, ἐλπιζομένων ὑπόστασις, καὶ πραγμάτων ἔλγχος οὐ βλεπομένων. Εἰ δέ τις καὶ ἐνδιάθετον αὐτὴν ἀγαθὸν ὁρίσαιτο, ἢ γνῶσιν ἀληθῆ τῶν ἀποῤῥήτων ἀγαθῶν ἀποδεικτικήν, τῆς ἀληθείας οὐ διήμαρτεν.

η´. Ἡ πίστις, δύναμίς ἐστι σχετική, ἢ σχέσις δραστικὴ τῆς ὑπὲρ φύσιν ἀμέσου τοῦ πιστεύοντος πρὸς τὸν πιστευόμενον Θεόν, τελείας ἑνώσεως.

θ´. Ἐπειδὴ τοίνυν ὁ ἄνθρωπος ἐκ ψυχῆς ὑπάρχων καὶ σώματος, δυσὶ σαλεύεται νόμοις, σαρκὸς λέγω καὶ πνεύματος· καὶ ὁ μὲν τῆς σαρκὸς νόμος, κατὰ τὴν αἴσθησιν· ὁ δὲ τοῦ πνεύματος, κατὰ τὸν νοῦν κέκτηται τὴν ἐνέργειαν· καὶ ὁ μὲν τῆς σαρκὸς ὕλῃ συνδεῖν πέφυκε, κατὰ τὴν αἴσθησιν ἐνεργούμενος, πρὸς τὸν Θεὸν ἀμέσως ποιεῖται τὴν ἕνωσιν· εἰκότως Ὁ μὴ διακριθεὶς ἐν τῇ καρδίᾳ αὐτοῦ· τουτέστιν, ἐν τῷ νοῒ μὴ διακρίνας, ἤγουν διατεμὼν τὴν διὰ τῆς πίστεως πρὸς τὸν Θεὸν γεγενημένην ἄμεσον ἕνωσιν, ὡς ἀπαθής, μᾶλλον δὲ θεὸς ἤδη διὰ τῆς πίστεως τῇ ἑνώσει γεγενημένος, ἐρεῖ τῷ ὄρει τούτῳ μεταβῆναι, καὶ μεταβήσεται· (1225) δεικτικῶς διὰ τοῦ τοῦτο φάναι, τὸ φρόνημα καὶ τὸν νόμον δηλῶν τῆς σαρκός, τὸν βαρὺν ὄντως καὶ δυσμετακίνητον, καὶ ὅσον πρὸς δύναμιν φυσικήν, παντελῶς ἀκίνητον καὶ ἀσάλευτον.

ι´. Τοσοῦτον ἐῤῥίζωται τῇ φύσει τῶν ἀνθρώπων διὰ τῆς ασθήσεως ἡ τῆς ἀλογίας δύναμις, ὥστε τοὺς πολλοὺς μηδ᾿ ἄλλο τι νομίζειν εἶναι τὸν ἄνθρωπον, ἢ σάρκα, δύναμιν πρὸς ἀπόλαυσιν τῆς παρούσης ζωῆς τὴν αἴσθησιν ἔχουσαν.

ια´. Πάντα, φησί, δυνατὰ τῷ πιστεύοντι, καὶ μὴ διακρινομένῳ, τουτέστι μὴ διαιρουμένῳ τῆς κατὰ νοῦν διὰ πίστεως γεγενημένης αὐτῷ πρὸς τὸν Θεὸν ἑνώσεως, διὰ τὴν πρὸς τὸ σῶμα τῆς ψυχῆς κατὰ τὴν αἴσθησιν σχέσιν· ὅσα κόσμου καὶ σαρκὸς τὸν νοῦν ἀλλοτριοῖ· Θεῷ δὲ προσοικειοῖ, τετελειωμένον τοῖς κατορθώμασι. Τοῦτο γὰρ προσυπακουστέον τῷ, Πάντα δυνατὰ τῷ πιστεύοντι.

ιβ´. Ἡ πίστις ἀναπόδεικτος γνῶσίς ἐστιν. Εἰ δὲ γνῶσίς ἐστιν ἀναπόδεικτος, ἄρα σχέσις ἐστὶν ὑπὲρ φύσιν ἡ πίστις, δι᾿ ἧς ἀγνώστως, ἀλλ᾿ οὐκ ἀποδεικτικῶς ἑνούμεθα τῷ Θεῷ κατὰ τὴν ὑπὲρ νόησιν ἕνωσιν.

ιγ´. Τὴν ἄμεσον λαβὼν ἕνωσιν πρὸς τὸν Θεὸν ὁ νοῦς, τὴν τοῦ νοεῖν καὶ νοεῖσθαι παντελῶς δύναμιν ἔχει σχολάζουσαν. Ὁπηνίκα γοῦν ταύτην λύσει, νοήσας τι τῶν μετὰ Θεόν, διεκρίθη, τεμὼν τὴν ὑπὲρ νόησιν ἕνωσιν, καθ᾿ ἣν ἕως ἐστὶ τῷ Θεῷ συνημμένος, ὡς ὑπὲρ φύσιν καὶ τῇ μεθέξει Θεὸς γεγενημένος, καθάπερ ὄρος ἀκίνητον, ἑαυτοῦ τὸν τῆς φύσεως μετατίθησι νόμον.

ιδ´. Ὁ πρὸς εὐσέβειαν εἰσαγόμενος, περὶ τῶν ἔργων διδασκόμενος τῆς δικαιοσύνης, τὴν πρᾶξιν μόνην ἐπιτελεῖ, μετὰ πάσης ὑπακοῆς καὶ πίστεως, καθάπερ σάρκας ἐσθίων τῶν ἀρετῶν τὰ φαινόμενα, τὴν ἠθικὴν δηλονότι παιδαγωγίαν· τοὺς δὲ τῶν ἐντολῶν λόγους, ἐν οἷς ἡ τῶν τελείων ὑπάρχει γνῶσις, τῷ Θεῷ παραχωρεῖ διὰ τῆς πίστεως, μὴ δυνάμενος συνεπεκταθῆναι τέως τῷ μήκει τῆς γνώσεως.

ιε´. Ὁ τέλειος, οὐ μόνον τὴν τῶν εἰσαγομένων τάξιν, ἀλλὰ καὶ τὴν τῶν προκοπτόντων διαδραμών, οὐκ ἀγνοεῖ τῶν ὑπ᾿ αὐτοῦ κατ᾿ ἐντολὴν γινομένων τοὺς λόγους, ἀλλ᾿ ἐκείνους πνεύματι πρῶτον διαπιών, πᾶσαν ἐσθίει διὰ τῶν ἔργων τὴν σάρκα τῶν ἀρετῶν, (1228) πρὸς τὴν κατὰ νοῦν γνῶσιν ἀναβιβάζων, τὴν τῶν γινομένων κατ᾿ αἴσθησιν κίνησιν.

ιστ´. Ὁ Κύριος εἰπών, Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ· τουτέστι, πρὸ πάντων τὴν ἐπίγνωσιν τῆς ἀληθείας, καὶ οὕτω τὴν τῶν καθηκόντων τρόπων ἐξάσκησιν· σαφῶς ἔδειξε, περὶ μόνης τῆς θείας γνώσεως δεῖν ζητεῖν τοὺς πιστεύοντας, καὶ τῆς αὐτὴν κοσμούσης διὰ τῶν ἔργων ἀρετῆς.

ιζ´. Ἐπειδὴ πολλὰ τυγχάνει τὰ πρὸς γνῶσιν Θεοῦ καὶ ἀρετὴν ζητούμενα τοῖς πιστεύουσιν, ἀπαλλαγὴ παθῶν, ὑπομονὴν πειρασμῶν, ἀρετῶν λόγοι, τρόποι ἐνεργειῶν, ἐξήλωσις τῆς πρὸς σάρκα τῆς ψυχῆς διαθέσεως, ἀποξένωσις τῆς πρὸς τὰ αἰσθητὰ τῆς αἰσθήσεως σχέσεως, τοῦ νοῦ παντελὴς ἀπὸ πάντων τῶν γεγονότων ἀναχώρησις. Καὶ ἁπλῶς μυρία ἄλλα εἰσί,τὰ πρὸς ἀποχὴν μὲν κακίας καὶ ἀγνωσίας, κατόρθωσιν δὲ γνώσεως καὶ ἀρετῆς· εἰκότως ὁ Κύριος ἔφησεν, Πάντα ὅσα ἂν αἰτῆσθε πιστεύοντες, λήψεσθε· πάντα ἁπλῶς, τὰ πρὸς ἐπίγνωσιν Θεοῦ καὶ ἀρετὴν συντείνοντα μόνα καὶ ζητεῖν καὶ αἰτεῖν μετ᾿ ἐπιστήμης καὶ πίστεως δεῖν εἰπὼν τοὺς εὐσεβεῖς. Ταῦτα γὰρ πάντα συμφέρει, καὶ πάντως δίδωσιν αὐτὰ τοῖς αἰτοῦσιν ὁ Κύριος.

ιη´. Ὁ τοίνυν διὰ μόνην τὴν πίστιν, ἤγουν τὴν πρὸς Θεὸν ἄμεσον ἕνωσιν, πάντα ζητῶν τὰ πρὸς τὴν ἕνωσιν, πάντως λήψεται· ὁ δὲ ταύτης δίχα τῆς αἰτίας, κἂν ἄλλα, κἂν τὰ προειρημένα ζητῇ, οὐ λήψεται. Οὐ γὰρ πιστεύει, ἀλλ᾿ οἰκείαν ὡς ἄπιστος διὰ τῶν θείων πραγματεύεται δόξαν.

ιθ´. Ὁ γνώμῃ τῆς καθ᾿ ἁμαρτίαν καθαρεύων φθορᾶς, φθείρει τὴν τῶν φθείρειν πεφυκότων φθοράν. Ἡ γὰρ ἀφθαρσία τῆς προαιρέσεως, τὴν φθορὰν συντηρεῖν τῆς φύσεως πέφυκεν ἄφθαρτον, κατὰ πρόνοιαν, διὰ τῆς ἐν αὐτῇ τοῦ Πνεύματος χάριτος, μὴ συγχωροῦσα ταῖς ἐναντίαις ποιότησιν αὐτὴν διαφθείρεσθαι.

κ´. Ἐπειδὴ φύσεως καὶ χάριτος εἷς καὶ ὁ αὐτὸς οὐκ ἔστι λόγος, οὐκ ἔστιν ἀπορίας ἄξιον, πῶς τινες τῶν ἁγίων, ποτὲ μὲν παθῶν ὑπερεῖχον, ποτὲ δὲ μᾶλλον ὑπέπιπτον πάθεσι· γινωσκόντων ἡμῶν, ὅτι τὸ μὲν θαῦμα, τῆς χάριτος ἦν· τὸ δὲ πάθος, τῆς φύσεως.

κα´. Ὁ διὰ μιμήσεως τὴν μνήμην ἔχων τῆς τῶν ἁγίων ἀναστροφῆς, τὴν μὲν τῶν παθῶν ἀποτίθεται νέκρωσιν· τὴν δὲ τῶν ἀρετῶν ζωὴν ὑποδέχεται.

κβ´. ᾯ τρόπῳ βούλεται ὁ τὴν ἑκάστου διορίσας ζωὴν πρὸ τῶν αἰώνων Θεός, ἕκαστον πρὸς τὸ οἰκεῖον τῆς ζωῆς ἄγει τέλος, εἴτε δίκαιον, εἴτε ἄδικον.

κγ´. Τὸν τῷ μακαρίῳ Παύλῳ συμβάντα ζοφερὸν χειμῶνα, τὸ βάρος εἶναι τῶν ἀκουσίων πειρασμῶν τεκμαίρομαι· τὴν δὲ νῆσον, τὴν παγίαν ἕξιν τῆς θείας ἐλπίδος καὶ ἄσειστον· (1229) τὴν δὲ πυρὰν τὴν ἕξιν τῆς γνώσεως· τὰ δὲ φρύγανα, τὴν τῶν ὁρωμένων φύσιν· ἣν συνέστρεφε μὲν τῇ χειρί, τῇ κατὰ θεωρίαν λέγω ψηλαφητικῇ τοῦ νοῦ δυνάμει, διατρέφων τοῖς ἐξ αὐτῆς νοήμασι τὴν ἕξιν τῆς γνώσεως, τὴν θεραπεύουσαν τὴν ἐκ τοῦ χειμῶνος τῶν πειρασμῶν προστριβεῖσαν τῇ διανοίᾳ κατήφειαν· τὴν δὲ ἔχιδναν, τὴν λανθανόντως ἐγκεκρυμμένην τῇ φύσει τῶν αἰσθητῶν πονηρὰν καὶ ὀλέθριον δύναμιν· δήξασαν μὲν τὴν χεῖρα, τουτέστι, τὴν κατὰ νοῦν ψηλαφητικὴν τῆς θεωρίας ἐνέργειαν· οὐ βλάψασαν δὲ τὸν διορατικὸν νοῦν, τῷ φωτὶ τῆς γνώσεως αὐτὴν εὐθὺς ὡς ἐν πυρὶ διαφθείραντα, τὴν τῷ πρακτικῷ κινήματι τοῦ νοῦ, προσαφθεῖσαν ἐκ τῆς τῶν αἰσθητῶν θεωρίας, ὀλέθριον δύναμιν.

κδ´. Ὀσμὴ ἦν ἀπὸ ζωῆς εἰς ζωὴν ὁ Ἀπόστολος, ὡς τοὺς πιστοὺς τῷ καθ᾿ ἑαυτὸν ὑποδείγματι, διὰ πράξεως πρὸς τὴν εὐωδίαν τῶν ἀρετῶν κινεῖσθαι, παρασκευάζων· ἢ τοὺς πειθομένους τῷ λόγῳ τῆς χάριτος, ὡς κήρυξ ἀπὸ τῆς κατ᾿ αἴσθησιν ζωῆς, εἰς τὴν ἐν πνεύματι μετάγων ζωήν. Ὀσμὴ δὲ θανάτου εἰς θάνατον, τοῖς ἀπὸ τοῦ θανάτου τῆς ἀγνοίας εἰς τὸν τῆς ἀπιστίας ἐλάσασι θάνατον, διδοὺς αὐτοῖς αἴσθησιν τῆς μενούσης αὐτοῦ κατακρίσεως. Ἢ πάλιν ὀσμὴ ἀπὸ ζωῆς εἰς ζωήν, τοῖς ἀπὸ πράξεως εἰς θεωρίαν ἀναγομένοις· ὀσμὴ δὲ θανάτου εἰς θάνατον, τοῖς ἀπὸ νεκρῶσαι τῇ καθ᾿ ἁμαρτίαν ἀργίᾳ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, εἰς τὴν τῶν ἐμπαθῶν νοημάτων τε καὶ φαντασιῶν ἐπαινουμένην μεταβαίνουσι νέκρωσιν.

κε´. Τρεῖς εἰσιν αἱ τῆς ψυχῆς δυνάμεις, λόγος, θυμός, καὶ ἐπιθυμία. Τῷ μὲν λόγῳ, ζητοῦμεν· τῇ ἐπιθυμίᾳ δέ, ποθοῦμεν τὸ ζητηθὲν ἀγαθόν· τῷ δὲ θυμῷ, ὑπεραγωνιζόμεθα. Κατὰ ταύτας δὴ τὰς δυνάμεις προσμένοντες οἱ τὸν Θεὸν ἀγαπῶντες, τῷ θείῳ λόγῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως· τῇ μέν, ζητοῦντες· τῇ δέ, ποθοῦντες· τῇ δέ, ὑπεραγωνιζόμενοι, δέχονται τροφὴν ἄφθαρτον, καὶ τὸν νοῦν πιαίνουσαν τῇ γνῶσιν τῶν γεγονότων.

κστ´. Τὴν κενωθεῖσαν τῆς δοθείσης γνώσεως φύσιν, γενόμενος ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, πάλιν ἐπλήρωσε γνώσεως· καὶ στομώσας πρὸς ἀτρεψίαν, οὐ φύσει, ποιότητι δέ, ταύτην ἐθέωσεν· ἀνελλιπῶς αὐτὴν τῷ οἰκείῳ χαρακτηρίσας Πνεύματι καθάπερ ὕδωρ, οἴνου ποιότητι πρὸς τόνον μετακεράσας. Διὰ τοῦτο γὰρ καὶ γίνεται κατ᾿ ἀλήθειαν ἄνθρωπος, ἵνα κατὰ χάριν ἡμᾶς καταστήσῃ θεούς.

κζ´. Ὁ τὴν φύσιν τῶν ἀνθρώπων δημιουργήσας Θεός, ἅμα βουλήσει τὸ εἶναι αὐτῇ δέδωκεν, συνήρμοσεν αὐτῇ καὶ δύναμιν τῶν καθηκόντων ποιητικήν· δύναμιν δὲ λέγω, τὴν οὐσιωδῶς μὲν κατεσπαρμένην τῇ φύσει, (1232) πρὸς ἀρετῶν ἐνέργειαν κίνησιν· γνωμικῶς δέ, πρὸς τὴν τοῦ κεκτημένου βούλησιν, κατὰ τὴν χρῆσιν ἐκφαινομένην.

κη´. Φυσικὸν ἔχομεν κριτήριον, τὸν κατὰ φύσιν νόμον, διδάσκοντα ἡμᾶς, ὅτι πρὸς τῆς ἐν ὅλοις σοφίας, ἔδει πρὸς τὴν τοῦ ποιητοῦ τῶν ὅλων μυσταγωγίαν ἡμῶν κινεῖσθαι τὴν ἔφεσιν.

κθ´. Τὸ φρέαρ ἐστὶ τοῦ Ἰακώβου, ἡ Γραφή· τὸ δὲ ὕδωρ ἐστίν, ἡ ἐν τῇ Γραφῇ γνῶσις· τὸ δὲ βάθος, ἡ τῶν Γραφικῶν αἰνιγμάτων δυσδιεξίτητος θέσις· τὸ δὲ ἄντλημά ἐστιν, ἡ διὰ τῶν γραμμάτων τοῦ θείου λόγου μάθησις, ἣν οὐκ εἶχεν ὁ Κύριος Αὐτολόγος ὑπάρχων, καὶ οὐ τὴν ἐκ μαθήσεως καὶ μελέτης διδοὺς γνῶσιν τοῖς πιστεύουσιν, ἀλλὰ τὴν ἐκ χάριτος πνευματικῆς ἀένναον σοφίαν, καὶ μηδέποτε λήγουσαν τοῖς ἀξίοις δωρούμενος. Τὸ γὰρ ἄντλημα, τουτέστιν ἡ μάθησις, μέρος ἐλάχιστον λαμβάνουσα γνώσεως, τὸ πᾶν ἐᾷ μηδενὶ λόγῳ κρατούμενον. Ἡ δὲ κατὰ χάριν γνῶσις, ὅλην ἔχει καὶ δίχα μελέτης, τὴν ἐφικτὴν ἀνθρώποις σοφίαν, πρὸς τὰς χρείας ποικίλως βλυστάνουσαν.

λ´. Τὸ ξύλον τῆς ζωῆς, καὶ τὸ μὴ τοιοῦτον, ἐξ αὐτοῦ μόνου, τοῦ, τὸ μὲν ζωῆς ξύλον ὀνομασθῆναι· τὸ δέ, οὐ ζωῆς, ἀλλὰ μόνον γνωστὸν καλοῦ καὶ πονηροῦ, πολλὴν καὶ ἄφατον ἔχουσι τὴν διαφοράν. Τὸ γὰρ τῆς ζωῆς ξύλον, πάντως καὶ ζωῆς ἐστι ποιητικόν· τὸ δὲ μὴ τῆς ζωῆς ξύλον, δῆλον ὅτι θανάτου ποιητικόν. Τὸ γὰρ μὴ ποιητικὸν ζωῆς, ἐκ τοῦ μὴ προσαγορευθῆναι ξύλον τῆς ζωῆς, θανάτου σαφῶς ἂν εἴη ποιητικόν· ἄλλο γὰρ οὐδὲν τῇ ζωῇ κατ᾿ ἐναντίωσιν ἀντιδιαιρεῖται.

λβ´. Ἐπειδὴ ἐκ ψυχῆς νοερᾶς καὶ σώματος αἰσθητικοῦ συνεστὼς πρὸς γένεσιν ἦλθεν ὁ ἄνθρωπος, ἔστω κατὰ μίαν ἐπιβολὴν ξύλον ζωῆς ὁ τῆς ψυχῆς νοῦς, ἐν ᾧ τῆς σοφίας ὑπάρχει τὸ χρῆμα· ξύλον δὲ γνωστὸν καλοῦ καὶ πονηροῦ, ἡ τοῦ σώματος αἴσθησις, ἐν ᾗ τῆς ἀλογίας ὑπάρχει σαφῶς ἡ κίνησις, (1233) ἧς κατὰ τὴν πεῖραν, μὴ ἅψασθαι δι᾿ ἐνεργείας ὁ ἄνθρωπος τὴν θείαν λαβὼν ἐντολήν, οὐκ ἐφύλαξεν.

λγ´. Ἀμφότερα τὰ ξύλα κατὰ τὴν Γραφήν, τινῶν εἰσι διακριτικά, ἤγουν ὁ νοῦς καὶ ἡ αἴσθησις· οἷον, ὁ μὲν νοῦς, ἔχει δύναμιν διακριτικήν, νοητῶν καὶ αἰσθητῶν, προσκαίρων καὶ αἰωνίων· μᾶλλον δὲ ψυχῆς ὑπάρχων δύναμις διακριτική, τῶν μέν, αὐτὴν ἀντέχεσθα πείθει· τῶν δέ, ὑπεραίρεσθαι. Ἡ δὲ αἴσθησις ἔχει δύναμιν διακριτικὴν ἡδονῆς σωμάτων καὶ ὀδύνης· μᾶλλον δὲ δύναμις ὑπάρχουσα ἐμψύχων καὶ αἰσθητικῶν σωμάτων, τὴν μὲν ἡδονὴν ἐπισπᾶσθαι πείθει, τὴν δὲ ὀδύνην ἀποπέμπεσθαι.

λδ´. Ὁ ἄνθρωπος, ἐὰν μὲν μόνης τῆς καθ᾿ ἡδονὴν καὶ ὀδύνην αἰσθητικῆς τῶν σωμάτων γένηται διακρίσεως, τὴν θείαν παραβὰς ἐντολήν, ἐσθίει τὸ ξύλον τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ· τουτέστι, τὴν κατ᾿ αἴσθησιν ἀλογίαν· ἔχων μόνην τὴν συστατικὴν τῶν σωμάτων διάκρισιν, καθ᾿ ἥν, ὡς μὲν καλοῦ, τῆς ἡδονῆς ἀντέχεται· ὡς δὲ κακοῦ, τῆς ὀδύνης ἀπέχεται. Ἐὰν δὲ μόνης τῆς τῶν αἰωνίων διακρινούσης τὰ πρόσκαιρα δι᾿ ὅλου γένηται νοερᾶς διακρίσεως,τὴν θείαν φυλάξας ἐντολήν, ἐσθίει τὸ ξύλον τῆς ζωῆς· τὴν κατὰ νοῦν λέγω συνισταμένην σοφίαν· μόνης ἔχων τὴν συστατικὴν τῆς ψυχῆς διάκρισιν· καθ᾿ ἥν, ὡς μὲν καλοῦ, τῆς τῶν αἰωνίων ἀντέχεται δόξης· ὡς δὲ κακοῦ, τῆς τῶν προσκαίρων ἀπέχεται φθορᾶς.

λε´. Νοῦ μὲν καλόν ἐστιν, ἡ ἀπαθὴς πρὸς τὸ πνεῦμα διάθεσις· κακὸν δέ, ἡ ἐμπαθὴς πρὸς τὴν αἴσθησιν σχέσις· αἰσθήσεως δὲ καλόν ἐστιν, ἡ καθ᾿ ἡδονὴν ἐμπαθὴς πρὸς σῶμα κίνησις· κακὸν δέ, ἡ κατὰ στέρησιν ταύτης ἐπιγινομένη διάθεσις.

λστ´. Ὁ πείσας τὸ συνειδὸς ὡς φύσει καλόν, πραττόμενον ἔχειν τὸ κάκιστον, οὗτος χειρὸς δίκην ἐκτείνας τὸ πρακτικόν, ἔλαβε ψεκτῶς τοῦ ξύλου τῆς ζωῆς, ἀθάνατον ἡγησάμενος φύσει τὸ κάκιστον. Διόπερ τὴν κατὰ τὸ συνειδὸς τοῦ κακοῦ διαβολὴν τῷ ἀνθρώπῳ φυσικῶς ἐνθέμενος ὁ Θεός, διέκρινεν αὐτὸν τῆς ζωῆς, κακὸν τῇ προαιρέσει γεγενημένον· ἵνα μὴ τὸ κακὸν πράττων, δύνηται πεῖσαι τὴν ἰδίαν συνείδησιν, ὅτι φύσει καλὸν ὑπάρχει τὸ κάκιστον.

λζ´. Ἡ ἄμπελος, οἶνον ποιεῖ· ὁ οἶνος, μέθην· ἡ μέθη, ἔκστασιν. Οὐκοῦν ὁ ἐνεργὴς λόγος, ὅπερ ἐστὶν ἡ ἄμπελος, γεωργούμενος ταῖς ἀρεταῖς, γεννᾷ τὴν γνῶσιν· ἡ δὲ γνῶσις, γεννᾷ τὴν καλὴν ἔκστασιν, τὴν τὸν νοῦν τῆς κατ᾿ αἴσθησιν σχέσεως ἐξιστῶσαν.

λη´. Τοῖς τῶν αἰσθητῶν νοήμασιν εἴωθε κακούργως ὁ πονηρὸς συμβάλλειν τὰ τῶν αἰσθητῶν εἴδη καὶ σχήματα, δι᾿ ὧν πέφυκε τὰ πάθη δημιουργεῖσθαι περὶ τὰς ἐπιφανείας τῶν ὁρατῶν, στάσιν λαμβανούσης διὰ τῆς μέσης αἰσθήσεως τῆς περὶ τὰ νοητὰ (1236) διαβάσεως, τῆς ἐν ἡμῖν λογικῆς ἐνεργείας. Διὸ καὶ κατισχύει πορθεῖν τὴν ψυχήν, καὶ εἰς τὴν τῶν παθῶν σύγχυσιν κατασύρειν.

λθ´. Λύχνος ἐστί, κατὰ ταυτὸν ὁμοῦ καὶ φῶς, ὁ τοῦ Θεοῦ λόγος, καὶ ὡς φωτίζων τοὺς κατὰ φύσιν λογισμοὺς τῶν πιστῶν, καὶ ὡς καίων τοὺς παρὰ φύσιν· καὶ ὡς λύων τὸν ζόφον τῆς κατ᾿ αἴσθησιν ζωῆς, τοῖς διὰ τῶν ἐντολῶν πρὸς τὴν ἐλπιζομένην ἐπειγομένοις ζωήν, καὶ ὡς κολάζων τῇ καύσει τῆς κρίσεως τοὺς ταύτης τῆς σκοτεινῆς τοῦ βίου νυκτὸς κατὰ γνώμην διὰ φιλίαν σαρκὸς ἐντεχομένους.

μ´. Ὁ μὴ πρὸς ἑαυτόν, φησί, πρότερον ἀναχθεὶς διὰ τῆς ἀποβολῆς τῶν παρὰ φύσιν παθῶν, πρὸς τὴν ἰδίαν αἰτίαν, ἤγουν τὸν Θεόν, διὰ τῆς ἐν χάριτι τῶν ὑπὲρ φύσιν ἀγαθῶν ἐπικτήσεως, οὐκ ἀναχθήσεται. Τῶν γὰρ πεποιημένων χωρισθῆναι δεῖ καὶ διάνοιαν, τὸν πρὸς Θεὸν ἀληθῶς συναγόμενον.

μα´. Τοῦ μὲν γραπτοῦ νόμου ἔργον ἐστίν, ἡ τῶν παθῶν ἀπαλλαγή· φυσικοῦ δὲ νόμου, ἡ κατ᾿ ἰσονομίαν πρὸς πάντας ἀνθρώπους ἰσοτιμία· πνευματικοῦ δὲ νόμου τελείωσις, ἡ πρὸς τὸν Θεόν, ὡς ἔστιν ἀνθρώπῳ δυνατὸν ἐξομοίωσις.

μβ´. Τῆς μὲν τῶν σωμάτων καὶ ἀσωμάτων γνώσεως, δεκτικὴ κατὰ φύσιν ἐστὶν ἡ τοῦ νοῦ δύναμις· τῆς δὲ τῆς ἁγίας Τριάδος, κατὰ μόνην τὴν χάριν δέχεται τὰς ἐμφάσεις· ὅτι ἐστὶ μόνον πιστεύσουσα, ἀλλ᾿ οὐ τί ποτε κατ᾿ οὐσίαν ἐστὶν αὐθαδιζομένη, ὡς δαιμόνιος νοῦς. Ὁ γὰρ γνώσεως ἄμοιρος, τὸν κατ᾿ ἀρετὴν ῥυπτικὸν τῆς κακίας οὐδαμῶς ἐπίσταται τρόπον.

μγ´. Ὁ τὸ ψεῦδος ἀγαπῶν, αὐτῷ παραδίδοται πρὸς ἀπώλειαν, ἵνα γνῷ πάσχων ὅπερ ἑκὼν περιεῖπε, καὶ μάθῃ κατὰ τὴν πεῖραν γενόμενος, ὡς ἐλάνθανεν ἀντὶ ζωῆς περιπτυσσόμενος θάνατον.

μδ´. Μόνην ἔχει τοῦ καλοῦ τὴν γνῶσιν ὁ Θεός, ὡς κατ᾿ οὐσίαν τοῦ καλοῦ φύσις τε καὶ γνῶσις ὑπάρχων· τοῦ δὲ κακοῦ, τὴν ἄγνοιαν, ὡς τὴν αὐτοῦ ἔχων ἀδυναμίαν· ὧν γὰρ ἔχει τὴν δύναμιν φυσικῶς, τούτων οὐσιωδῶς κέκτηται τὴν γνῶσιν.

με´. Τὸ ἐν τῷ Λευϊτικῷ στηθύνιον, τὴν ἀμείνω καὶ ὑψηλὴν θεωρίαν δηλοῖ· (1237) ὁ δὲ βραχίων, τὴν πρᾶξιν, ἤγουν τοῦ διανοητικοῦ τὴν ἕξιν καὶ τὴν ἐνέργειαν, ἢ τὴν γνῶσιν καὶ τὴν ἀρετήν· ὡς τῆς μὲν γνώσεως, αὐτῷ προσαγούσης ἀμέσως τὸν νοῦν τῷ Θεῷ· τῆς ἀρετῆς δέ, κατὰ τὴν πρᾶξιν πάσης ἀφαιρουμένης αὐτὸν τῆς τῶν ὄντων γενέσεως· ἅπερ ἱερεῦσιν ἀφώρισεν ὁ λόγος, τοῖς μόνον τὸν Θεὸν διὰ πάντων κτησαμένοις κληρονομίαν, καὶ μηδὲν τοσύνολον κεκτημένοις ἐπίγειον.

μστ´. Ἐπειδὴ τὰς ἄλλων καρδίας διὰ τοῦ λόγου τῆς διδασκαλίας, οἱ γνώσει καὶ ἀρετῇ δι᾿ ὅλου ποιωθέντες τῷ πνεύματι, εὐσεβείας καὶ πίστεως ποιοῦνται δεκτικάς, καὶ τὴν πρακτικὴν αὐτῶν ἕξιν καὶ δύναμιν ἀφαιρούμενοι, τῶν ἐπὶ τῇ φθαρτῇ φύσει σπουδασμάτων, πρὸς τὴν τῶν ὑπὲρ φύσιν ἀφθάρτων ἐνέργειαν ἀγαθῶν μεταφέρουσιν· εἰκότως τῶν προσαγομένων εἰς θυσίαν Θεοῦ, τὸ στηθύνιον τοῦ ἐπιθέματος· τουτέστι, τῶν προσαγομένων τὴν καρδίαν· καὶ τὸν βραχίονα, τῶν αὐτῶν δηλονότι τὴν πρᾶξιν· προσέταξεν ἀφιεροῦσθαι τοῖς ἱερεῦσιν ὁ Λόγος.

μζ´. Πᾶσα ἡ ἐνταῦθα δικαιοσύνη συγκρινομένη πρὸς τὴν μέλλουσαν, ἐσόπτρου λόγον ἐπέχει, τὴν τῶν ἀρχετύπων πραγμάτων εἰκόνα, οὐκ αὐτὰ δὲ τὰ πράγματα κατ᾿ εἶδος ὑφιστάμενα ἔχουσα· καὶ πᾶσα γνῶσις ἐνταῦθα τῶν ὑψηλῶν συγκρινομένη πρὸς τὴν μέλλουσαν, αἴνιγμὰ ἐστιν, ἔμφασιν τῆς ἀληθείας, ἀλλ᾿ οὐκ αὐτὴν ὑφισταμένην ἔχουσα τὴν φανήσεσθαι μέλλουσαν ἀλήθειαν.

μη´. Ἐπειδὴ ἀρετῇ καὶ γνώσει τὰ θεῖα συνέχεται, τῶν κατ᾿ ἀρετὴν πρωτύπων ἐστὶν ἐνδεικτικὸν τὸ ἔσοπτρον, καὶ τῶν κατὰ γνῶσιν ἀρχετύπων ἐκφαντικὸν ὑπάρχει τὸ αἴνιγμα.

μθ´. Ὁ διὰ πράξεως εὐαρεστήσας τῷ Θεῷ, διὰ θεωρίας πρὸς τὴν τῶν νοητῶν χώραν, τὸν νοῦ δηλαδὴ μετατίθησιν· ἵνα μὴ διὰ φαντασίας τινος τὸν ἐν τοῖς πάθεσι θεάσηται θάνατον κατὰ τὴν αἴσθησιν, ὡς ὑπὸ μηδενὸς τῶν ἑλεῖν βουλομένων παντελῶς εὑρισκόμενος.

ν´. Ὁ καθαρῷ πίστεως ὀφθαλμῷ τῶν μελλόντων ἀγαθῶν ἰδὼν τὴν εὐπρέπειαν, ὑπακούει γῆς καὶ συγγενείας καὶ οἴκου πατρικοῦ προθύμως ἐξελθεῖν, καταλιπὼν τὴν πρὸς σάρκα καὶ αἴσθησιν καὶ αἰσθητὰ σχέσιν τε καὶ προσπάθειαν· καὶ φύσεως ἐν καιρῷ πειρασμοῦ καὶ ἀγώνων ὑψηλότερος ὤν, (1237) προτιμήσας τὴν αἰτίαν τῆς φύσεως, ὡς τοῦ Ἰσαάκ, τὸν Θεόν, ὁ μέγας Ἀβράαμ.

να´. Ὁ μήτε δόξης ἕνεκεν, μήτε προφάσει πλεονεξίας, μήτε κολακείας χάριν, καὶ ἀνθρωπαρεσκίας καὶ ἐπιδείξεως, τὴν ἀρετήν, ἢ τὴν μελέτην τῶν θείων λόγων μετελθεῖν ἐπιτηδεύων, ἀλλὰ πάντα διὰ τὸν Θεὸν καὶ ποιῶν καὶ λέγων καὶ διανοούμενος, οὗτος ἐν τῇ ὁδῷ τῆς ἀληθείας ἐν γνώσει πορεύεται. Τρίβοις γὰρ οὐκ εὐθείαις ὁ Θεῖος οὐ πέφυκεν ἐμφιλοχωρεῖν λόγος, κἂν εὕρῃ τὴν ὁδὸν ἒν τισιν ἕτοιμον.

νβ´. Νηστεύει τις, καὶ ἀπέχεται τῆς ἐξαπτικῆς τῶν παθῶν διαίτης· τὰ ἄλλα τε ποιεῖ, ὅσα πρὸς ἀπαλλαγὴν κακίας συμβάλλεσθαι δύναται· τὴν λεγομένην ὁδὸν οὗτος ἡτοίμασε· κενοδοξίας, ἢ κολακείας, ἢ ἀνθρωπαρεσκίας, ἢ ἄλλης τινὸς ἕνεκεν αἰτίας, δίχα τῆς θείας εὐαρεστήσεως τοὺς τοιούτους ἐπιτηδεύει τρόπους, οὗτος οὐκ ἐποίησεν εὐθείας τὰς τρίβους τοῦ Θεοῦ· καὶ τὸν μὲν τῆς ἑτοιμασίας τῆς ὁδοῦ πόνον ὑπέμεινεν, τὸν δὲ Θεὸν οὐκ ἔσχε ταῖς αὐτοῦ τρίβοις ἐμπεριπατοῦντα.

νγ´. Πᾶσα φάραγξ πληρωθήσεται· οὐχ ἁπλῶς πᾶσα, οὐδὲ πάντων· οὔτε γὰρ τῶν μὴ ἑτοιμασάντωντὴν ὁδὸν τοῦ Κυρίου, καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ. Ὁπηνίκα οὖν φάραγξ, ἤγουν σὰρξ ἢ ψυχή, τῶν ἑτοιμασάντων, ὡς εἶπον, τὴν ὁδὸν τοῦ Κυρίου, καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ, διὰ τῆς τοῦ περιπατοῦντος ἐν αὐτοῖς διὰ τῶν ἐντολῶν Θεοῦ Λόγου παρουσίας, πληρωθῇ γνώσεώς τε καὶ ἀρετῆς, πάντα τῆς ψευδωνύμου γνώσεως καὶ κακίας τὰ πνεύματα ταπεινοῦται, πατοῦντος αὐτὰ τοῦ Λόγου καὶ ὑποτάττοντος, καὶ τὸ ἐπαιρόμενον κατὰ τῆς ἀνθρωπίνης φύσεως, πονηρὸν κράτος καταβάλλοντος, καὶ οἷον τὸ μέγεθος καὶ τὸ ὕψος τῶν ὀρέων καὶ τῶν βουνῶν κατασκάπτοντος· καὶ εἰς τὴν τῶν φαράγγων ἄγοντος πλήρωσιν. Ἡ γὰρ τῶν παρὰ φύσιν ἀποβολὴ παθῶν, καὶ ἡ τῶν κατὰ φύσιν ἀρετῶν ἐπιβολή, τὴν φαραγγωθεῖσαν ψυχὴν ἀναπληροῖ, καὶ τὴν ὀρινομένην τῶν πονηρῶν πνευμάτων ταπεινοῖ δυναστείαν.

νδ´. Αἱ τραχεῖαι (τουτέστιν, αἱ τῶν ἀκουσίων πειρασμῶν ἐπιφοραὶ) ἔσονται εἰς ὁδοὺς λείας, ὅταν μάλιστα χαίρων καὶ εὐφραινόμενος ὁ νοῦς, ἐν ἀσθενείαις εὐδοχῇ καὶ θλίψεσι καὶ ἀνάγκαις, διὰ τῶν ἀκουσίων πόνων, τὴν ὅλη τῶν ἑκουσίων παθῶν ἀφαιρούμενος δυναστείαν. Τραχείας γὰρ κέκλικε, τὰς τῶν ἀκουσίων πειρασμῶν συμβάσεις, εἰς ὁδοὺς λείας διὰ τῆς κατὰ τῆς εὐχαριστίαν ὑπομονῆς μεταπιπτούσας.

νε´. Ὁ τῆς ἀληθινῆς ἐφιέμενος ζωῆς, γνοὺς ὅτι πᾶς πόνος, εἴτε ἑκούσιος, εἴτε ἀκούσιος, τῆς τοῦ θανάτου μητρὸς ἡδονῆς [Regii duo ὀδύνης] γίνεται θάνατος, πάσας τὰς τραχείας τῶν ἀκουσίων (1241) πειρασμῶν ἐπιφορὰς δέξεται μετ᾿ εὐφροσύνης χαίρων· διὰ τῆς ὑπομονῆς, ὁδοὺς εὐμαρεῖς τε καὶ λείας, τὰς θλίψεις ποιούμενος, καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἀπλανῶς παραπεμπούσας αὐτόν, εὐσεβῶς ἐν αὐταῖς τὸν θεῖον δρόμον ποιούμενον. Καὶ γάρ, τοῦ μὲν θανάτου μήτηρ ἐστὶν ἡ ἡδονή· τῆς ἡδονῆς δὲ θάνατὸς ἐστιν, ὁ πόνος· ὅ τε προαιρετικός, καὶ ὁ παρὰ προαίρεσιν.

νστ´. Πᾶς τοιγαροῦν ὁ τὴν πολυέλικτόν τε καὶ πολύπλοκον ἡδονήν, καὶ πᾶσιν ὁμοῦ τοῖς αἰσθητοῖς πολυτρόπως συμπεπλεγμένην τῇ ἐγκρατείᾳ διαλύσας, τὰ σκολιὰ εἰς εὐθείας ἐποίησε· καὶ ὁ τὴν δύσβατον καὶ τραχεῖαν τῶν πόνων ἐπιφορὰν δι᾿ ὑπομονῆς πατήσας, τὰς τραχείας ἐποίησεν εἰς ὁδοὺς λείας. Ὅθεν ὥσπερ ἔπαθλον ἀρετῆς καὶ τῶν ὑπὲρ αὐτῆς καμάτων, οἷα καλῶς τε καὶ νομίμως ἀθλήσας, καὶ τὴν ἡδονὴν νικήσας, τῷ πόθῳ τῆς ἀρετῆς, καὶ τὴν ὀδύνην πατήσας τῷ τῆς γνώσεως ἔρωτι, καὶ δι᾿ ἀμφοτέρων γενναίως τοὺς θείους διενέγκας ἀγῶνας, Ὄψεται, κατὰ τὸ γεγραμμένον, τὸ σωτήριον τοῦ Θεοῦ.

νζ´. Ὁ τὴν ἀρετὴν ἀγαπῶν, τὴν τῶν ἡδονῶν ἑκουσίως ἀπομαραίνει κάμινον· ὁ δὲ τῇ γνώσει τῆς ἀληθείας πεποιωμένος τὸν νοῦν, ἀκουσίοις οὐκ ἐπέχεται πόνοις, τῆς κατὰ τὴν ἔφεσιν πρὸς τὸν Θεὸν φερούσης ἀεικινησίας.

νη´. Ὁ τὰ σκολιὰ τῶν ἑκουσίων παθῶν, ἤγουν τῆς ἡδονῆς τὰ κινήματα διὰ τῆς ἐγκρατείας εὐθύνας, καὶ τὰ τραχείας, τῶν ἀκουσίων πειρασμῶν συμφοράς, ἤγουν τοὺς τρόπους τῆς ὀδύνης διὰ τῆς ὑπομονῆς ὁμαλίσας, καὶ εἰς ὁδοὺς λείας καταστήσας· ὁ τοιοῦτος εἰκότως ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ, καθαρὸς τῇ καρδίᾳ γενόμενος· καθ᾿ ἣν διὰ τῶν ἀρετῶν καὶ τῶν εὐσεβῶν θεωρημάτων, ὁρᾷ τὸν Θεὸν ἐπὶ τέλει τῶν ἄθλων, κατὰ τό, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· τῶν ὑπὲρ ἀρετῆς πόνων, τῆς ἀπαθείας τὴν χάριν ἀντιλαβών, ἧς οὐδὲν πλέον τὸν Θεὸν ἐμφανίζει τοῖς ἔχουσι.

νθ´. Λάκκους καλεῖ ἡ Γραφή, τὰς δεκτικὰς τῶν οὐρανίων χαρισμάτων τῆς ἁγίας γνώσεως καρδίας, λατομουμένας τῷ στερῷ λόγῳ τῶν ἐντολῶν, καὶ ἀποβαλλομένας καθάπερ πωρώματα, τήν τε πρὸς τὰ πάθη φιληδονίαν, καὶ τὴν πρὸς τὰ αἰσθητὰ τῆς φύσεως σχέσιν, καὶ πληρουμένας τῆς ἄνωθεν φερομένης ῥυπτικῆς τε τῶν παθῶν, καὶ ζωοποιητικῆς καὶ οἷον θρεπτικῆς τῶν ἀρετῶν ἐν πνεύματι, γνώσεως.

ξ´. (1244) Λάκκους λατομεῖ ὁ Κύριος ἐν τῇ ἐρήμῳ· λέγω δὲ τῷ κόσμῳ, καὶ τῇ φύσει τῶν ἀνθρώπων· τὰς τῶν ἀξίων καρδίας ἐκχοΐζων, καὶ ἀποκαθαίρων τοῦ ὑλικοῦ βάρους τε καὶ φρονήματος, καὶ ποιῶν εὑρυχώρους πρὸς ὑποδοχὴν τῶν θείων τῆς σοφίας καὶ τῆς γνώσεως ὑετῶν, ἵνα ποτίζουσι τὰ κτήνη τοῦ Χριστοῦ, τοὺς δεομένους λέγω διὰ ψυχῆς νηπιότητα, τῆς ἠθικῆς διδασκαλίας.

ξα´. Ὀρεινὴν ἡ Γραφή, τὴν ὑψηλὴν ἐν πνεύματι θεωρίαν τῆς φύσεως λέγει, ἣν γεωργοῦσιν οἱ τῶν αἰσθητῶν ἀπογενόμενοι φαντασιῶν, καὶ πρὸς τοὺς αὐτῶν νοητῶς διὰ μέσου τῶν ἀρετῶν διαβάντες λόγους.

ξβ´. Ὁ νοῦς ἐφ᾿ ὅσον ἔχει ζῶσαν ἐν ἑαυτῶ τὴν τοῦ Θεοῦ μνήμην, διὰ τῆς θεωρίας ἐκζητεῖ τὸν Κύριον· καὶ οὐχ ἁπλῶς, ἀλλ᾿ ἐν φόβῳ Κυρίου· τουτέστιν, ἐν τῇ πράξει τῶν ἐντολῶν. Ὁ γὰρ ἐκζητῶν διὰ θεωρίας τὸν Κύριον χωρὶς πράξεως, οὐκ εὑρίσκει αὐτόν, ὅτι οὐκ ἐν φόβῳ Κυρίου τὸν Κύριον ἐξεζήτησε. Καὶ εὐώδωσεν αὐτῷ ὁ Κύριος· παντὶ γὰρ τῷ μετὰ γνώσεως πράττοντι, εὐοδοῖ ὁ Κύριος, τούς τε τῶν ἐντολῶν διδάσκων τρόπους, καὶ τοὺς τῶν ὄντων ἀληθεῖς λόγους ἀποκαλύπτων.

ξγ´. Ὁ περὶ θεότητος ὑψηλὸς λόγος, πύργος ἐστὶ κατὰ ψυχήν, ταῖς τῶν ἐντολῶν ἐνεργείαις ὠχυρωμένος. Καὶ τοῦτό ἐστιν ὃ φησιν, ὅτι ᾨκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλήμ. Ὁ γὰρ καλῶς εὐοδούμενος ἐπὶ τὴν διὰ θεωρίας ἐκζήτησιν τοῦ Κυρίου, μετὰ τοῦ ἐπιβεβλημένου φόβου, τουτέστι τῆς τῶν ἐντολῶν πράξεως, οἰκοδομεῖ πύργους ἐν Ἱερουσαλήμ, κατὰ τὴν ἁπλῆν δηλαδὴ καὶ ἡρεμαίαν τῆς ψυχῆς κατάστασιν, τοὺς περὶ θεότητος ἀνυψῶν λόγους.

ξδ´. Οἱ τῶν ἐπὶ μέρους λόγοι, τοῖς καθόλου προσχωροῦντες, τὰ τῶν διῃρημένων ἑνώσεις ποιοῦνται· διότι τῶν μερικωτέρων ἑνοειδῶς οἱ καθολικώτεροι τοὺς λόγους περιλαμβάνουσι, πρὸς οὓς φυσικῶς τὴν ἀναφορὰν ἔχει τὰ κατὰ μέρος. Ἀλλὰ καὶ νοῦ πρὸς αἴσθησιν, καὶ οὐρανοῦ πρὸς γῆν, καὶ αἰσθητῶν πρὸς νοητά, καὶ φύσεως πρὸς λόγον, ἔστι τις καὶ τούτων σχετικὸς ἐν πνεύματι λόγος, τὴν πρὸς ἄλληλα διδοὺς αὐτοῖς ἕνωσιν.

ξε´. Ὁ τῶν παθῶν δυνηθεὶς ἐξηλῶσαι τὰς αἰσθήσεις, καὶ τῆς τῶν αἰσθήσεων σχέσεως τὴν ψυχὴν ἀποδιαστείλας, κατίσχυσεν ἀποτειχίσαι τὴν γενομένην τοῦ διαβόλου πρὸς τὸν νοῦν διὰ μέσων τῶν αἰσθήσεων εἴσοδον· καὶ διὰ τοῦτο κατὰ τὴν ἔρημον, φημὶ δὲ τὴν φυσικὴν θεωρίαν, οἱονεὶ πύργους ἀσφαλεῖς, τὰς εὐσεβεῖς περὶ τῶν ὄντων ᾠκοδόμησε δόξας· ἐν αἷς ὁ καταφεύγων, οὐ φοβεῖται τοὺς κατὰ τὴν ἔρημον ταύτην· λέγω δὲ τὴν φύσιν τῶν ὁρωμένων, λῃστεύοντας δαίμονας, καὶ πλανῶντας τὸν νοῦν διὰ τῆς αἰσθήσεως, καὶ πρὸς ἀγνοίας κατασύροντας ζόφον. Ὁ γὰρ τὴν εὐσεβῆ περὶ ἕκαστον δόξαν κτησάμενος, οὐ δέδοικε τοὺς διὰ τῶν φαινομένων πλανῶντας τοὺς ἀνθρώπους δαίμονας.

ξστ´. (1245) Πᾶς νοῦς ἰσχὺν πρὸς θεωρίαν ἔχων, ἀληθής ἐστι γεωργός, καθαρὰ ζιζανίων διὰ τῆς οἰκείας σπουδῆς καὶ ἐπιμελείας τὰ θεῖα τῶν ἀγαθῶν διαφυλάττων σπέρματα, μέχρις οὗ συντηροῦσαν αὐτὸν ἔχῃ τὴν τοῦ Θεοῦ μνήμην. Φησὶ γάρ· Καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου ἐν φόβῳ Κυρίου. Ζαχαρίαν δέ, μνήμην Θεοῦ πρὸς τὴν Ἑλλάδα φωνὴν μεταφερόμενον οἶδεν ὁ λόγος. Διὸ πάντοτε δεηθῶμεν τοῦ Κυρίου, τὴν σωτηρίαν αὐτοῦ φυλαχθῆναι ἡμῖν μνήμην, ἵνα μὴ καὶ αὐτὸ διαφθείρῃ τὴν ψυχὴν τὸ κατορθούμενον, πρὸς ὕψος ἀρθεῖσαν, καὶ τῶν ὑπὲρ φύσιν, ὡς ὁ Ὀζίας, κατατολμήσασαν.

ξζ´. Ἡ τῶν ὄντων ἀπλανὴς θεωρία, παθῶν ἀπηλλαγμένης δεῖται ψυχῆς· ἥτις Ἱερουσαλὴμ λέγεται, διά τε τὴν ἄρτιον ἀρετὴν καὶ τὴν ἄϋλον γνῶσιν· ἥτις οὐ μόνον κατὰ στέρησιν παθῶν, ἀλλὰ καὶ φαντασιῶν αἰσθητῶν ἐπιγίνεται.

ξη´. Χωρὶς πίστεως καὶ ἐλπίδος καὶ ἀγάπης, οὐδὲν οὔτε τῶν κακῶν καταργεῖται παντελῶς, οὔτε τῶν καλῶν κατορθοῦται τοσύνολον. Ἡ μὲν γὰρ πίστις, πείθει τῷ Θεῷ προσχωρεῖν τὸν νοῦν πολεμούμενον, πάσης αὐτῷ γινομένη παρασκευῆς ὅπλων πνευματικῶν πρὸς τὸ θαῤῥεῖν παραμύθιον. Ἡ δὲ ἐλπίς, τῆς θείας αὐτῷ καθίσταται βοηθείας ἐγγυητὴς ἀψευδέστατος, τὴν τῶν ἐναντίων καθαίρεσιν ἐπαγγελλομένη δυνάμεων. Ἡ δὲ ἀγάπη, δυσμετακίνητον, μᾶλλον δέ, πάμπαν ἀκίνητον, τῆς θείας στοργῆς αὐτὸν εἶναι παρασκευάζει καὶ πολεμούμενον, προσηλοῦσα τῷ θείῳ πόθῳ πᾶσαν αὐτοῦ τὴν τῆς ἐφέσεως δύναμιν.

ξθ´. Ἡ πίστις παραμυθεῖται τὸν νοῦν πολεμούμενον, βοηθείας ἐλπίδι ῥωννύμενον· ἡ δὲ ἐλπὶς ὑπ᾿ ὄψιν ἄγουσα τὴν πιστευθεῖσαν βοήθειαν, ἀποκρούεται τὴν τῶν ἀντικειμένων καταδρομήν· ἡ δὲ ἀγάπη, νεκρὰν καθίστησι τῷ φιλοθέῳ νῷ τῶν πολεμίων τὴν προσβολήν, τῇ πρὸς Θεὸν ἐφέσει παντελῶς ἀμαυρουμένην.

ο´. Θείας ὄντως μερίδος, ἤγουν γνώσεως ἀληθοῦς, υἱός, πρῶτός τε καὶ μόνος, ὁ κατὰ τὴν πίστιν τῆς ἐν ἡμῖν θείας ἀναστάσεώς ἐστι λόγος, μετὰ τῆς δεούσης κατὰ τὴν γνώμην οἰκονομίας, ἤγουν διακρίσεως, καλῶς διαφέρων τάς τε τῶν ἑκουσίων καὶ ἀκουσίων πειρασμῶν ἐπαναστάσεις. Καὶ γὰρ πρώτη ἐν ἡμῖν ἀνάστασις τοῦ διὰ τῆς ἀγνοίας ἡμῖν νεκρωθέντος Θεοῦ, ἡ πίστις ἐστί, καλῶς τοῖς ἔργοις τῶν ἐντολῶν οἰκονομουμένη.

οα´. Ἡ πρὸς Θεὸν ἐπιστροφή, σαφῶς μηνύει δι᾿ ἑαυτῆς τὸν πληρέστατον τῆς θείας ἐλπίδος λόγον, οὗ χωρίς, οὐδαμῶς οὐδενὶ καθ᾿ ὁτιοῦν πρὸς Θεὸν ἐπίνευσις γίνεσθαι πέφυκεν· εἴπερ ἐλπίδος ἴδιον, τὸ ὑπ᾿ ὄψιν ἄγειν ὡς παρόντα τὰ μέλλοντα· καὶ μηδαμῶς (1248) ἀπεῖναι πείθειν τῶν πολεμουμένων ὑπὸ τῆς ἀντικειμένης δυνάμεως, τὸν ὑπερασπίζοντα Θεόν· ὑπὲρ οὗ, καὶ δι᾿ ὃν ἁγίοις ὁ πόλεμος. Χωρὶς γάρ τινος προσδοκίας ἢ δυσχεροῦς ἢ εὐχεροῦς, ἐπιστροφὴ πρὸς τὸ καλὸν οὐδενὶ ποτε πέφυκε γίνεσθαι.

οβ´. Οὐδὲν ὄντως οὕτως ἡ ἀγάπη συνάγει τοὺς ἐσκορπισμένους, καὶ μίαν αὐτοῖς δημιουργεῖ τὴν γνώμην συμπνοίᾳ κρατουμένην, ἧς ὁ χαρακτήρ, τὸ τῆς ἰσοτιμίας καθέστηκε κάλλος. Οὐκοῦν τῆς κατὰ τὸ αὐτὸ περὶ τὰ θεῖα συναγωγῆς τε καὶ ἑνώσεως τῶν ψυχικῶν δυνάμεων· τουτέστι, τῆς λογικῆς καὶ θυμικῆς καὶ ἐπιθυμητικῆς, ἡ ἀγάπη καθέστηκε γέννημα· καθ᾿ ἣν ἐγγράφοντες τῇ μνήμῃ τὸ τῆς θείας ὡραιότητος κάλλος, οἱ τὸ ἱσότιμον ἤδη πρὸς Θεὸν διὰ τῆς χάριτος κομισάμενοι, ἀνεπίληστον ἔχουσι· τῆς τῷ ἡγεμονικῷ τῆς ψυχῆς ὑπομνηματογραφούσης τε καὶ ἐντυπούσης τὸ ἀκήρατον κάλλος, τῆς θείας ἀγάπης τὴν ἔφεσιν.

ογ´. Πᾶς νοῦς θείῳ κράτει διεζωσμένος, καθάπερ πρεσβυτέρους τινὰς καὶ ἄρχοντας κέκτηται, τήν τε λογικὴν δύναμιν, ἐξ ἧς ἡ γνωστικὴ γεννᾶσθαι πέφυκε πίστις, καθ᾿ ἣν ἀεὶ παρόντα τὸν Θεὸν ἀῤῥήτως διδάσκεται, καὶ ὡς παροῦσι συγγίνεται διὰ τῆς ἐλπίδος τοῖς μέλλουσι· καὶ τὴν ἐπιθυμητικὴν δύναμιν, καθ᾿ ἣν ἡ θεία συνέστηκεν ἀγάπη, δι᾿ ἣν ἑκουσίως προσηλώσας τῷ πόθῳ τῆς ἀκηράτου θεότητος, ἄλυτον ἔχει τοῦ ποθουμένου τὴν ἔφεσιν· ἔτι μὴν καὶ τὴν θυμικὴν δύναμιν, καθ᾿ ἣν ἀπρὶξ τῆς θείας εἰρήνης ἀντέχεται, ἐπιστύφων πρὸς τὸν θεῖον ἔρωτα τῆς ἐπιθυμίας τὴν κίνησιν. Ταύτας δὲ ἔχει τὰς δυνάμεις πᾶς νοῦς, συνεργοῦσας αὐτῷ πρός τε τὴν τῆς κακίας καθαίρεσιν, καὶ τὴν τῆς ἀρετῆς σύστασίν τε καὶ συντήρησιν.

οδ´. Δίχα λογικῆς δυνάμεως, ἐπιστημονικὴ γνῶσις οὐκ ἔστι· καὶ γνώσεως χωρίς, οὐ συνίσταται πίστις, ἀφ᾿ ἧς τὸ καλὸν γέννημα πρόεισιν ἡ ἐλπίς, καθ᾿ ἣν ὡς παροῦσι συγγίνεται τοῖς μέλλουσιν ὁ πιστός. Καὶ δίχα τῆς κατ᾿ ἐπιθυμίαν δυνάμεως, οὐ συνίστατι πόθος, οὗ τέλος ἐστὶν ἡ ἀγάπη· τὸ γὰρ ἐρᾷν τινος, ἴδιόν ἐστιν ἐπιθυμίας. Καὶ δίχα θυμικῆς δυνάμεως νευρούσης τὴν ἐπιθυμίαν πρὸς τὴν τοῦ ἡδέος ἕνωσιν, οὐδαμῶς γίνεσθαι πέφυκεν εἰρήνη· εἴπερ ἀληθῶς εἰρήνη ἐστὶν ἡ ἀνενόχλητος καὶ παντελὴς τοῦ καταθυμίου κατάσχεσις.

οε´. Οὐ δεῖ τὸν μὴ πρότερον καθαρθέντα παθῶν, φυσικῆς ἅπτεσθαι θεωρίας, διὰ τὰς εἰκόνας τῶν αἰσθητῶν, δυναμένας τυπῶσαι πρὸς πάθος τὸν νοῦν τοῦ μὴ τελείως ἀπαλλαγέντος παθῶν. Ὁ γὰρ κατὰ φαντασίαν ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἐναπομένων διὰ τὴν αἴσθησιν νοῦς, ἀκαθάρτων γίνεται παθῶν δημιουργός, διὰ θεωρίας πρὸς τὰ συγγενῆ νοητὰ μὴ δυνάμενος διαβῆναι.

οστ´. Ὁ ἐν καιρῷ τῆς τῶν παθῶν ἐπανστάσεως (1249) γενναίως μύσας τὰς αἰσθήσεις, καὶ τὴν τῶν αἰσθητῶν φαντασίαν τε καὶ μνήμην παντελῶς ἀπωσάμενος, καὶ συστείλας πάντη τὰς τοῦ νοῦ περὶ τὴν τῶν ἐκτὸς ἔρευναν φυσικὰς κινήσεις, κατῄσχυνε νικήσας διὰ τῆς θείας χειρός, τὴν ἐπαναστᾶσαν αὐτῷ πονηρὰν καὶ τυραννικὴν δυναστείαν.

οζ´. Ὅταν ἄνους ὁ λόγος γένηται, καὶ προπετὴς ὁ θυμὸς καὶ ἄλογος ἡ ἐπιθυμία, καὶ ἄγνοια καὶ τυραννὶς καὶ ἀκολασία κρατῶσι τῆς ψυχῆς, τότε ἡ τῆς κακίας ἕξις ἔμπρακτος γίνεσθαι πέφυκε, συμπλακεῖσα τῇ διαφόρῳ τῶν αἰσθήσεων ἡδονῇ.

οη´. Χρὴ τὸν γνωστικῶς τὰς ἀοράτους συμπλοκάς, ὑπαλύσκειν ἐπιστάμενον νοῦν, μήτε φυσικὴν μετιέναι θεωρίαν, μηδ᾿ ἄλλο τι ποιεῖν ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δυνάμεων προσβολῆς, ἢ μόνον προσεύχεσθαι, καὶ τὸ σῶμα πόνοις δαμάζειν, καὶ τὴν τοῦ χοϊκοῦ φρονήματος διὰ πάσης σπουδῆς ποιεῖσθαι καθαίρεσιν, καὶ φυλάττειν τὰ τείχη τῆς πόλεως· λέγω δὲ τὰς φρουρητικὰς τῆς ψυχῆς ἀρετάς, ἢ τὰς τῶν ἀρετῶν φυλακτικὰς μεθόδους· ἐγκράτειαν λέγω καὶ ὑπομονήν· μήπως διὰ τῶν δεξιῶν ἀπατήσας, ἀποστήσῃ Θεοῦ κλέψας τὴν ἔφεσιν, ὁ τὴν ψυχὴν ποτίζων ἀνατραπὴν θολεράν, καὶ διὰ τῶν νομιζομένων καλῶν, πρὸς τὰ χείρονα τὴν τὰ καλὰ ζητοῦσαν ὑποσύρῃ διάνοιαν.

οθ´. Ὁ γενναίως διὰ τῆς λελογισμένης καὶ περιεκτικῆς ἐγκρατείας καὶ ὑπομονῆς μύσας τὰς αἰσθήσεις, καὶ διὰ τῶν κατὰ ψυχὴν δυνάμεων τὰς πρὸς τὸν νοῦν τῶν αἰσθητῶν σχημάτων ἀποτειχίσας εἰσόδους, εὐχερῶς τοῦ διαβόλου τὰς πονηρὰς διόλλυσι μηχανάς, ὑποστρέφων αὐτὸν μετ᾿ αἰσχύνης τῇ ὁδῷ ᾗ ἦλθεν. Ὁδὸς δὲ δι᾿ ἧς ὁ διάβολος ἔρχεται, ἐστὶ τὰ πρὸς σύστασιν τοῦ σώματος εἶναι δοκοῦντα ὑλικά.

π´. Νοῦς ἑαυτῷ κατὰ φύσιν διὰ μέσου λόγου συνάψας τὴν αἴσθησιν, τὴν ἐκ τῆς φυσικῆς θεωρίας ἀληθῆ συλλέγεται γνῶσιν.

πα´. Πηγαὶ εἰσιν ἔξω τῆς πόλεως· τουτέστι τῆς ψυχῆς· ἃς Ἐζεκίας ἐμφράττει· τὰ αἰσθητὰ πάντα· ὕδατα δὲ τούτων τυγχάνουσι τῶν πηγῶν, τὰ τῶν αἰσθητῶν νοήματα· ποταμὸς δὲ διορίζων διὰ μέσης τῆς πόλεώς ἐστιν, ἡ κατὰ φυσικὴν θεωρίαν ἐκ τῶν (1252) αἰσθητῶν νοημάτων συναγομένη γνῶσις, διὰ μέσης διερχομένη τῆς ψυχῆς, ὡς νοῦ καὶ αἰσθήσεως οὖσα μεθόριος. Ἡ γὰρ γνῶσις τῶν αἰσθητῶν, οὔτε πάντη νοερᾶς ἀπεξένωται δυνάμεως, οὔτε διόλου προσνενέμηται τῇ κατ᾿ αἴσθησιν ἐνεργείᾳ· ἀλλ᾿ οἷον τῆς τε τοῦ νοῦ πρὸς τὴν αἴσθησιν, καὶ πρὸς τὸν νοῦν τῆς αἰσθήσεως συνόδου, μέση τυγχάνουσα, δι᾿ ἑαυτῆς ποιεῖται τὴν πρὸς ἄλληλα τούτων συνάφειαν· κατὰ μὲν τὴν αἴσθησιν, κατ᾿ εἶδος τυπουμένη τοῖς σχήμασι τῶν αἰσθητῶν· κατὰ δὲ τὸν νοῦν, εἰς λόγους τῶν σχημάτων τοὺς τύπους μεταβιβάζουσα. Διὸ ποταμὸς διορίζων διὰ μέσης τῆς πόλεως, εἰκότως προσηγορεύθη τῶν ὁρωμένων ἡ γνῶσις, ὡς τῶν ἄκρων, λέγω δὲ νοῦ καὶ αἰσθήσεως, οὖσα μεταίχμιος.

πβ´. Ὁ κατὰ τὸν καιρὸν τῆς τῶν πειρασμῶν ἐπαναστάσεως, τῆς μετὰ φυσικῆς ἀπεχόμενος θεωρίας, τῆς δὲ προσευχῆς κατὰ τὴν ἐκ πάντων πρὸς ἑαυτόν τε καὶ τὸν Θεὸν τοῦ νοῦ συστολὴν ἀντεχόμενος, ἀποκτείνει τὴν ποιητικὴν τῆς κακίας ἕξιν, καὶ ἀποστρέφει μετ᾿ αἰσχύνης τὸν διάβολον, ὑποβαλλόμενον τὴν εἰρημένην ἕξιν, ἐφ᾿ ᾗ πεποιθὼς μετὰ τῆς οἰκείας ἀλαζονείας ἦλθε πρὸς τὴν ψυχήν, διὰ τῶν ὑπερηφάνων λογισμῶν τῆς ἀληθείας κατεπαιρόμενος· ὅπερ τυχὸν καὶ γνοὺς καὶ παθὼν καὶ ποιήσας ὁ μέγας Δαβίδ, ὁ πάντων μάλιστα πεῖραν ἔχων τῆς τῶν νοητῶν πολέμων παρατάξεως, Ἐν τῷ συστῆναι, φησί, τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν· καὶ μετ᾿ αὐτὸν ὁ θεῖος Ἱερεμίας, προστάσσων τῷ λαῷ μὴ ἐκβῆναι τῆς πόλεως, διὰ τὴν κύκλωσιν παροικοῦσαν τῶν ἐχθρῶν ῥομφαίαν.

πγ´. Καὶ ὁ μακάριος τοίνυν Ἄβελ, εἴπερ ἐφυλάξατο, καὶ μὴ συνεξῆλθε τῷ Κάϊν ἐν τῷ πεδίῳ· τουτέστιν ἐν τῷ πλάτει τῆς φυσικῆς θεωρίας· πρὸ τῆς ἀπαθείας, οὐκ ἂν ἐπαναστὰς ἀπέκτεινεν αὐτὸν μετὰ δόλου, κλέψας τοῖς δεξιοῖς κατὰ τὴν τῶν ὄντων θεωρίαν πρὸ τῆς τελαίας ἕξεως, ὁ τῆς σαρκὸς νόμος, ὁ Κάϊν καὶ ὢν καὶ καλούμενος.

πδ´. Ὁμοίως καὶ Δίνα, ἡ τοῦ μεγάλου θυγάτηρ Ἰακώβ, εἰ μὴ συνεξῆλθε ταῖς θυγατράσι τῶν ἐγχωρίων· τουτέστι, ταῖς αἰσθητικαῖς φαντασίαις· οὐκ ἄνΣυχὲμ ὁ υἱὸς Ἐμμὸρ ἐπαναστὰς αὐτὴν ἐταπείνωσε.

πε´. Καλόν ἐστι πρὸ τῆς τελείας ἕξεως, μὴ ἅπτεσθαι ἡμᾶς τῆς φυσικῆς θεωρίας, ἵνα μὴ λόγους ἐπιζητοῦντες πνευματικοὺς ἐκ τῶν ὁρωμένων κτισμάτων, λάθωμεν πάθη συλλέγοντες. Πλέον γὰρ ἐν τοῖς ἀτελέσι δυναστεύει πρὸς τὴν αἴσθησιν τὰ φαινόμενα σχήματα τῶν ὁρωμένων, ἢ πρὸς τὴν ψυχὴν οἱ κεκρυμμένοι τοῖς σχήμασι λόγοι τῶν γεγονότων. Οἱ μέντοι μόνῳ τῷ γράμματι προσδήσαντες Ἰουδαϊκῶς τὴν διάνοιαν, κατὰ τὸν αἰῶνα τοῦτον ἐκδέχονται τὰς ἐπαγγελίας τῶν ἀκηράτων ἀγαθῶν, ἀγνοοῦντες τὰ κατὰ φύσιν τῆς ψυχῆς ἀγαθά.

πστ´. (1253) Ὁ τὴν εἰκόνα φορέσας τοῦ ἐπουρανίου, τῷ πνεύματι διὰ πάντων ἕπεσθαι σπεύδει τῆς ἁγίας Γραφῆς, ἐν ᾧ δι᾿ ἀρετῆς καὶ γνώσεως, ἡ τῆς ψυχῆς ὑπάρχει συντήρησις· ὁ δὲ τὴν εἰκόνα φορῶν τοῦ χοϊκοῦ, τὸ γράμμα μόνον περιέπει· ἐν ᾧ ἡ κατ᾿ αἴσθησιν πρὸς σῶμα λατρεία συνέστηκε τὰ πάθη δημιουργοῦσα.

πζ´. Κράτος Θεοῦ καθέστηκεν, ἡ ἀναιρετικὴ τῶν παθῶν ἀρετή, καὶ τῶν εὐσεβῶν φρουρητικὴ λογισμῶν, ἣν γεννᾷ πρᾶξις ἐντολῶν, δι᾿ ἧς τὰς ἀντικειμένας τῷ ἀγαθῷ πονηρὰς δυνάμεις, συνεργείᾳ Θεοῦ· μᾶλλον δὲ μόνῃ δυνάμει Θεοῦ διαφθείρομεν. Ὕψος δὲ Θεοῦ ἐστιν ἡ γνῶσις τῆς ἀληθείας, ἣν γεννᾷ τῆς τῶν γεγονότων θεωρίας ὁ πόνος, καὶ οἱ ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτες πόνου πατέρες γινόμενοι· δι᾿ ἧς τὴν ἀντικειμένην τῇ ἀληθείᾳ τοῦ ψεύδους δύναμιν, παντελῶς ἐξαφανίζομεν, πᾶν ὕψωμα τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ πονηρῶν πνευμάτων ταπεινοῦντες καὶ καταβάλλοντες. Καὶ γὰρ ὥσπερ ἡ πρᾶξις γεννᾷ τὴν ἀρετήν, οὕτως ἡ θεωρία τὴν γνῶσιν.

πη´. Ἡ ἄληστος γνῶσις, ἀόριστον ἔχουσα περὶ τὴν θείαν ἀπειρίαν τὴν κατὰ νοῦν ὑπὲρ νόησιν κίνησιν, εἰκονίζει διὰ τῆς ἀοριστίας τὴν ὑπεράπειρον δόξαν τῆς ἀληθείας· ἡ δὲ τῆς κατὰ τὴν πρόνοιαν σοφῆς ἀγαθότητος αὐθαίρετος μίμησις, τιμὴν φέρει τὴν πρὸς τὸν Θεὸν τοῦ νοῦ κατὰ τήνδιάθεσιν ἀρίδηλον, ὡς ἔστι δυνατόν, ἐξομοίωσιν.

πθ´. Ἡ γλῶσσα τῆς κατὰ ψυχὴν γνωστικῆς ἐνεργείας ἐστὶ σύμβολον· ὁ δὲ λάρυγξ, τῆς πρὸς τὸ σῶμα φυσικῆς φιλαυτίας τεκμήριον. Ὁ γοῦν ταῦτα ψεκτῶς κολλήσας ἀλλήλοις, μνησθῆναι τῆς κατ᾿ ἀρετὴν καὶ γνῶσιν εἰρηνικῆς ἕξεως οὐ δύναται, τῇ συγχύσει διὰ σπουδῆς τῶν σωματικῶν ἡδόμενος παθῶν.

τέσσ. ἀνοικ. Ϟ´. Αἱ κατὰ φύσιν ὀρέξεις καὶ ἡδοναί, μὴ φέρουσαι τοῖς κεκτημένοις διαβολήν, ὡς ἀναγκαῖον παρακολούθημα τῆς φυσικῆς ὀρέξεως καθεστήκασιν. Ἡδονὴν γὰρ κατὰ φύσιν ποιεῖ καὶ μὴ βουλομένων ἡμῶν, καὶ ἡ τυχοῦσα τροφή, προλαβοῦσαν ἔνδειαν παραμυθουμένη· καὶ πόσις, ἀποκρουομένη τοῦ δίψους τὴν ὄχλησιν· καὶ ὕπνος, τὴν ἐκ τῆς ἐγρηγόρσεως δαπανηθεῖσαν ἀνανεούμενος δύναμιν· (1256) καὶ ὅσα τῶν καθ᾿ ἡμᾶς φυσικῶν ἕτερα τυγχάνει, πρὸς μὲν σύστασιν φύσεως, ἀναγκαῖα· πρὸς δὲ κτῆσιν ἀρετῆς, ὑπάρχοντα χρήσιμα τοῖς σπουδαίοις. Ἅπερ συνεκβαίνει παντὶ νοῒ φεύγοντι τῆς ἁμαρτίας τὴν σύγχυσιν· ἵνα μὴ δι᾿ αὐτὰ μείνῃ κρατούμενος εἰς δουλείαν τῶν ἐφ᾿ ἡμῖν καὶ διαβεβλημένων, καὶ παρὰ φύσιν παθῶν, οὐκ ἐχόντων ἄλλην ἀρχὴν ἐν ἡμῖν πλὴν τῆς κινήσεως τῶν κατὰ φύσιν παθῶν, τῶν μηδὲ πεφυκότων πρὸς τὴν ἀθάνατον καὶ μακραίωνα ζωὴν συμμεταβαίνειν ἡμῖν.

τέσσ. ἀνοικ. Ϟα´. Οἱ λόγοι τοῦ Θεοῦ, ψιλῶς κατὰ μόνην λαλούμενοι τὴν προφοράν, οὐκ ἀκούονται, φωνὴν τὴν τῶν αὐτοὺς λαλούντων πρᾶξιν οὐκ ἔχοντες. Εἰ δὲ τῇ πράξει τῶν ἐντολῶν ἐκφωνοῦνται, τούς τε δαίμονας ἔχουσι τῇ τοιαύτῃ διατηκομένους φωνῇ, καὶ τοὺς ἀνθρώπους τῇ προκοπῇ τῶν ἔργων τῆς δικαιοσύνης, εὐπειθῶς τὸν θεῖον τῆς καρδίας οἰκοδομοῦντας ναόν.

τέσσ. ἀνοικ. Ϟβ´. Ὣσπερ ὁ Θεὸς κατ᾿ οὐσίαν οὐχ ὑποπέπτωκε γνώσει, οὕτως οὔτε ὁ λόγος αὐτοῦ γνώσει τῇ καθ᾿ ἡμᾶς περιλαμβάνεται. Ὁ γὰρ τῆς ἁγίας Γραφῆς λόγος, κἂν εἰ δέχηται περιγραφὴν κατὰ τὸ γράμμα, τοῖς χρόνοις τῶν ἱστορουμένων πραγμάτων συναπολήγων· ἀλλὰ κατὰ τὸ πνεῦμα ταῖς τῶν νοουμένων θεωρίαις μένει διαπαντὸς ἀπερίγραφος.

τέσσ. ἀνοικ. Ϟγ´. Χρὴ τὸν γνωστικῶς πρὸς ψυχὴν τὴν ἁγίαν Γραφὴν κατὰ Χριστὸν ἐκδεχόμενον, ἀσκηθῆναι φιλοπόνως καὶ τῶν ὀνομάτων τὴν ἑρμηνείαν, αὐτόθεν δυνάμενον ὅλην τὴν τῶν γεγραμμένων σαφηνίσαι διάνοιαν, εἴπερ μέλει αὐτῷ τῆς ἀκριβοῦς τῶν γεγραμμένων κατανοήσεως· ἀλλ᾿ οὐκ Ἰουδαϊκῶς πρὸς σῶμα καὶ γῆν κατάγειν τὸ ὕψος τοῦ πνεύματος, καὶ τὰς θείας καὶ ἀκηράτους τῶν νοητῶν ἀγαθῶν, τῇ τῶν παρεχομένων φθορᾶ περιγράφειν ἐπαγγελίας.

τέσσ. ἀνοικ. Ϟδ´. Ὣσπερ εὐχή ἐστιν, ὑπόσχεσις τῶν ἐξ ἀνθρώπων Θεῷ κατ᾿ ἐπαγγελίαν προσαγομένων καλῶν, οὕτω προσευχὴ κατὰ τὸν εἰκότα λόγον ἔσται σαφῶς, ἡ τῶν ἐκ Θεοῦ πρὸς σωτηρίαν χορηγουμένων τοῖς ἀνθρώποις ἀγαθῶν ἐξαίτησις, ἀντίδοσιν φέρουσα τῆς τῶν προηγμένων [male edita προηγουμ.] καλῆς διαθέσεως. Βοὴ δέ ἐστιν ἡ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων, καὶ τῶν κατὰ τὴν θεωρίαν γνωστικῶν θεωρημάτων, ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως, ἐπίδοσίς τε καὶ ἐπαύξησις, ἧς πάντων οὐχ ἥκιστα φυσικῶς ἀκούει Θεός, ἀντὶ μεγάλης φωνῆς, τὴν τῶν τῆς ἀρετῆς καὶ γνώσεως ἐπιμελουμένων διάθεσιν.

τέσσ. ἀνοικ. Ϟε´. Ἡ πονηρὰ καὶ ὀλέθριος τοῦ διαβόλου βασιλεία, (1257) διὰ τῆς τῶν Ἀσσυρίων τυπουμένη βασιλείας, τὸν κατὰ τῆς ἀρετῆς καὶ τῆς γνώσεως συναγείρουσα πόλεμον, διὰ τῶν αὐτῆς ἐμφύτων δυνάμεων τροποῦσθαι μηχανᾶται τὴν ψυχήν· τὴν μὲν ἐπιθυμίαν πρῶτον, εἰς ὄρεξιν τῶν παρὰ φύσιν διερεθίζουσα, καὶ τὰ αἰσθητὰ τῶν νοητῶν προτιμᾶν ἀναπείθουσα· τὸν δὲ θυμόν, ὑπεραγωνίζεσθαι τοῦ αἱρεθέντος ὑπὸ τῆς ἐπιθυμίας αἰσθητοῦ διεγείρουσα· τὸ δὲ λογικόν, τοὺς τρόπους ἐπινοεῖν τῶν κατ᾿ αἴσθησιν ἡδονῶν ἐκδιδάσκουσα.

τέσσ. ἀνοικ. Ϟστ´. Τῆς ἄκρας ἀγαθότητος ἴδιον, τό, μὴ μόνον τὰς θείας καὶ ἀσωμάτους τῶν νοητῶν οὐσίας, τῆς ἀποῤῥήτου καὶ θείας ἀπεικονίσματα καταστῆσαι δόξης, ὅλην κατὰ τὸ θεμιτὸν ἀναλόγως αὐταῖς εἰσδεχομένας τὴν ἀπερινόητον ὡραιότητα τοῦ ἀπροσίτου κάλλους· ἀλλὰ καὶ τοῖς αἰσθητοῖς, καὶ τῶν νοητῶν οὐσιῶν κατὰ πολὺ ἀποδέουσιν, ἀπηχήματα τῆς οἰκείας ἐγκαταμίξαι μεγαλειότητος, δυνάμενα τὸν ἀνθρώπινον νοῦν ἐποχούμενον αὐτοῖς, πρὸς Θεὸν ἀπλανῶς διαπορθμεύειν, ὑπεράνω πάντων τῶν ὁρωμένων γινόμενον, οἷα τῆς ἄκρας ἐπιβάντα μακαριότητος.

τέσσ. ἀνοικ. Ϟζ´. Πᾶς νοῦς ἀρετῇ καὶ γνώσει κατεστεμμένος, οἷα δὴ κατὰ τὸν μέγαν Ἐζεκίαν βασιλεύειν λαχὼν τῆς Ἱερουσαλήμ· τουτέστι, τῆς εἰρήνην μόνην ὁρώσης ἕξεως, ἤγουν τῆς παντοίων παθῶν ἐστερημένης καταστάσεως· ὅρασις γὰρ εἰρήνης Ἱερουσαλὴμ ἑρμηνεύεται· πᾶσαν ἔχει τὴν κτίσιν ὑποχείριον· διὰ τῶν αὐτὴν συμπληρούντων εἰδῶν, τῷ μὲν Θεῷ δι᾿ αὐτοῦ τοὺς ἐν αὐτῇ πνευματικοὺς τῆς γνώσεως καθάπερ δῶρα προσκομίζουσαν λόγους· αὐτῷ δὲ καθάπερ δόματα, τοὺς ἐνυπάρχοντας αὐτῇ κατὰ τὸν φυσικὸν νόμον πρὸς ἀρετὴν τρόπους παρέχουσαν, καὶ διὰ τῶν ἀμφοτέρων δεξιουμένην, τὸν κατ᾿ ἀμφότερα κρατίστως εὐδοκιμεῖν δυνάμενον· λέγω δέ, τὸν κατὰ λόγον καὶ βίον, διὰ πράξεώς τε καὶ θεωρίας τελειωθέντα φιλόσοφον νοῦν.

τέσσ. ἀνοικ. Ϟη´. Ὁ διὰ πράξεως καὶ θεωρίας κατορθώσας εἰς ἄκρον τὴν ἀρετὴν καὶ τὴν γνῶσιν, εἰκότως ὑπεραίρεται πάντων, τῶν σαρκικῶν καὶ διαβεβλημένων παθῶν ὑπεράνω κατὰ τὴν πρᾶξιν γινόμενος, καὶ τῶν φυσικῶν λεγομένων σωμάτων, λέγω δή, τῶν ὑπὸ γένεσιν ὄντων καὶ φθοράν· καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, πάντων τῶν ὑπὸ αἴσθησιν εἰδῶν, κατὰ τὴν θεωρίαν, τοὺς ἐν αὐτοῖς πάντας γνωστικῶς διαπεράσας λόγους, τὸν νοῦν ὁ τοιοῦτος πρὸς τὰ συγγενῆ καὶ θεῖα ἀνήγαγεν.

τέσσ. ἀνοικ. Ϟθ´. Ὁ τὴν ἀπάθειαν καθάπερ Ἱερουσαλὴμ οἰκεῖν διὰ τῶν κατὰ τὴν πρᾶξιν πόνων λαχών, καὶ πάσης τῆς καθ᾿ ἁμαρτίαν ἀπηλλαγμένος ὀχλήσεως, καὶ μόνην εἰρήνην καὶ πράττων καὶ λαλῶν, καὶ ἀκούων καὶ λογιζόμενος· μετὰ τὸ δέξασθαι διὰ τῆς φυσικῆς θεωρίας τὴν φύσιν τῶν ὁρατῶν, τοὺς ἐν αὐτῇ θειοτέρους καθάπερ δῶρα τῷ Κυρίῳ δι᾿ αὐτοῦ (1260) προσκομίζουσα λόγους καὶ τοὺς ἐν αὐτῇ νόμους αὐτῷ καθάπερ βασιλεῖ δόματα φέρουσαν, κατ᾿ ὀφθαλμοὺς ἐπαίρεται πάντων τῶν ἐθνῶν, ὑπεράνω γινόμενος πάντων, δηλονότι τῶν τε κατὰ σάρκα παθῶν διὰ τῆς πράξεως, τῶν τε φυσικῶν σωμάτων, καὶ τῶν ὑπὸ τὴν αἴσθησιν πάντων εἰδῶν διὰ τῆς θεωρίας, τοὺς ἐν αὐτοῖς πνευματικοὺς διαβὰς λόγους τε καὶ τρόπους.

ῥ´. Ἡ πρακτικὴ φιλοσοφία, τὸν πρακτικὸν ὑπεράνω ποιεῖ τῶν παθῶν· ἡ θεωρία δέ, τὸν γνωστικόν, ὑπεράνω τῶν ὁρωμένων καθίστησιν, ἀναβιβάσασα τὸν νοῦν πρὸς τὰ συγγενῆ νοητά.