Καὶ περὶ ἀρετῆς καὶ κακίας. (1177)
α´. Ἕν ἐστι τὸ ὑπεράναρχον καὶ ὑπερούσιον ἀγαθόν, ἡ ἁγία τρισυπόστατος Μονάς, Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα· τριῶν ἀπείρων ἄπειρος συμφυΐα τόν τε τοῦ εἶναι, καὶ πῶς, καὶ τί, καὶ ποῖον εἶναι λόγου ..... Πᾶσαν γάρ, .....τῶν νοούντων τῆς κατὰ φύσιν οὐδαμῶς .....ἐξιοῦσα, καὶ πάσης πασῶν γνώσεων ἀπείρως ὑπερεκτείνεται γνώσεως.
β´. Τὸ κατ᾿ οὐσίαν κυρίως ὃν ἀγαθόν, ἐστὶ τὸ μήτε ἀρχήν, μήτε τέλος, μήτε αἰτίαν τοῦ εἶναι τινὰ κίνησιν ἔχον. Τὸ δὲ μὴ οὕτως ἔχον, οὐδὲ κυρίως ὄν, ὡς ἀρχὴν καὶ τέλος καὶ αἰτίαν τοῦ εἶναι, καὶ τὴν κατὰ τὸ εἶναι πρὸς αἰτίαν κίνησιν ἔχον. Τὸ δὲ κυρίως οὐκ ὄν, κἂν εἶναι λέγηται, κατὰ μέθεξιν βουλήσει τοῦ κυρίως ὄντος, καὶ ἔστι καὶ λέγεται.
γ´. Εἰ Λόγος προκαθηγεῖται τῆς τῶν ὄντων γενέσεως, οὔτε ἦν, οὔτε ἔστιν, οὔτε ἔσται τοῦ Λόγου λόγος ἀνώτερος. Λόγος δέ, οὐκ ἄνους ἢ ζωῆς ἄμοιρος· ἀλλ᾿ ἔννους καὶ ζῶν, ὡς γεννῶτα Νοῦν ἔχων (1180) οὐσιωδῶς ὑφεστῶτα, τὸν Πατέρα· καὶ Ζωὴν ὑφεστῶσαν οὐσιωδῶς συνυπάρχουσαν, τὸ Πνεῦμα τὸ ἅγιον.
δ´. Εἷς Θεός, ἑνὸς Υἱοῦ γεννήτωρ, Πατήρ, καὶ Πνεύματος ἑνὸς ἁγίου πηγή· μονὰς ἀσύγχυτος, καὶ Τριὰς ἀδιαίρετος· Νοῦς ἄναρχος, μόνου μόνος οὐσιωδῶς ἀνάρχου Λόγου Γεννήτωρ· καὶ μόνης ἀϊδίου Ζωῆς, ἤγουν Πνεύματος ἁγίου, πηγή.
ε´. Εἷς Θεός, ὅτι μία Θεότης. Μονὰς ἄναρχος, καὶ ὑπερούσιος, καὶ ἀμερὴς καὶ ἀδιαίρετος· ἡ αὐτὴ μονὰς καὶ Τριάς, καὶ τὰ ἑξῆς.
στ´. Εἰ πᾶσα μετοχὴ τῶν μετεχόντων προεπινοεῖται· πάντων δηλαδὴ σαφῶς ὑπέρκειται τῶν ὄντων ἀσυγκρίτως κατὰ πάντα τρόπον ἡ τῶν ὄντων αἰτία, κατὰ φύσιν προϋπάρχουσὰ τε καὶ προεπινοουμένη τῶν ὄντων· οὐχ ὡς οὐσία συμβεβηκότων· ἐπεὶ σύνθετον ἀποδειχθήσεται τὸ Θεῖον, εἰς συμπλήρωσιν ἔχον τῆς οἰκείας ὑπάρξεως τὴν τῶν ὄντων ὑπόστασιν· ἀλλ' ὡς οὐσίας, τὸ ὑπερούσιον. Εἰ γὰρ αἱ μὲν τέχναι, τῶν ἐξ αὐτῶν ἐφεῦρον τὰ σχήματα, ἡ δὲ καθόλου φύσις, τὰ εἴδη τῶν ὑπ᾿ αὐτήν, πολλῷ μᾶλλον ὁ Θεὸς τὰς τῶν ὄντων οὐσίας ἐκ μὴ ὄντων ὑπέστησεν, ὡς ὑπερούσιος, καὶ ἔτι μᾶλλον τῆς καθ᾿ ὑπερουσιότητα θέσεως, ἀπείρως ἐξῃρημένος· ὁ καὶ τὰς τέχνας συζεύξας πρὸς ἐξεύρεσιν σχημάτων τὰς ἐπιστήμας, καὶ τῇ φύσει δοὺς τὴν ἀπεργαστικὴν τῶν εἰδῶν ἐνέργειαν, καὶ αὐτὸ τὸ εἶναι τῶν οὐσιῶν, ὅπερ ἐστὶν ὑποστησάμενος.
ζ´. Ὁ τοῖς οὖσι μὴ κατ᾿ οὐσίαν ὑπάρχων μεθεκτός, κατ᾿ ἄλλον δὲ τρόπον μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ᾿ οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται· ὁπότε καὶ αὐτὸς ὁ τρόπος, καθ᾿ ὃν θέλων μετέχεται, μένει διηνεκῶς τοῖς πᾶσιν ἀνέκφαντος. Οὐκοῦν, ὥσπερ ὁ Θεὸς θέλων μετέχεται, καθ᾿ ὃν αὐτὸς οἶδε τρόπον· (1181) οὕτω καὶ θέλων ὑπέστησε τὰ μετέχοντα, καθ᾿ ὃν αὐτὸς ἐπίσταται λόγον, δι᾿ ὑπερβάλλουσαν ἀγαθότητος δύναμιν. Οὐκοῦν τὸ θελήσει τοῦ πεποιηκότος γενόμενον, οὐκ ἂν εἴη ποτὲ θελήσαντι αὐτὸ γενέσθαι, συναΐδιον.
η´. Ὁ τοῦ Θεοῦ Λόγος ἐφάπαξ κατὰ σάρκα γεννηθείς, ἀεὶ γεννᾶται θέλων κατὰ πνεῦμα διὰ φιλανθρωπίαν τοῖς θέλουσι· καὶ γίνεται βρέφος, ἑαυτὸν ἐν ἐκείνοις διαπλάττων ταῖς ἀρεταῖς· καὶ τοσοῦτον φαινόμενος, ὅσον χωρεῖν ἐπίσταται τὸν δεχόμενον· οὐ φθόνῳ σμικρύνων τοῦ οἰκείου μεγέθους τὴν ἔκφανσιν, ἀλλὰ μέτρῳ σταθμίζων τῶν ὁρᾷν ποθούντων τὴν δύναμιν. Οὕτως ἀεὶ καὶ φαινόμενος ὁ τοῦ Θεοῦ Λόγος τοῖς τρόποις τῶν μετόχων, ἀεὶ διαμένει κατὰ τὴν ὑπερβολὴν τοῦ μυστηρίου, τοῖς πᾶσιν ἀθέατος. Ὅθεν σοφῶς τοῦ μυστηρίου τὴν δύναμιν διασκοπήσας ὁ θεῖος Ἀπόστολος, φησίν· Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας· εἰδὼς ἀεὶ καινὸν τὸ μυστήριον, καὶ μηδέποτε περιλήψει νοὸς παλαιούμενον.
θ´. Γεννᾶται Χριστὸς ὁ Θεός, προσλήψει σαρκὸς ψυχὴν ἐχούσης νοερὰν γενόμενος ἄνθρωπος· ὁ παρασχόμενος τοῖς οὖσιν ἐκ μὴ ὄντων τὴν γένεσιν· ὃν Παρθένος ὑπερφυῶς τεκοῦσα, παρέλυσεν οὐδὲν τῆς παρθενίας τεκμήριον. Ὡς γὰρ αὐτὸς ἄνθρωπος γέγονεν, οὐκ ἀλλοιώσας τὴν φύσιν, οὐδ᾿ ἀμείψας τὴν δύναμιν· οὕτω τὴν τεκοῦσαν καὶ μητέρα ποιεῖ, καὶ παρθένον διατηρεῖ, θαύματι θαῦμα κατὰ ταυτὸ διερμηνεύων ἅμα, καὶ θατέρῳ κρύπτων τὸ ἕτερον. Ἐπειδὴ δι᾿ ἑαυτὸν ὁ Θεὸς ἀεὶ κατ᾿ οὐσίαν ὑπάρχει μυστήριον, τοσοῦτον ἑαυτὸν ἐξάγων τῆς φυσικῆς κρυφιότητος, ὅσον ταύτην πλέον διὰ τῆς ἐκφάνσεως κρυφιωτέραν ἐργάζεσθαι· καὶ τοσοῦτον πάλιν μητέρα τὴν τεκοῦσαν παρθένον ποιούμενος, ὅσον τὴν κύησιν ἄλυτον τῆς παρθενίας δεσμὸν ἀπεργάζεσθαι [unus Reg. ἀπεργάζεσθαι].
ι´. Καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται· οὐ μόνον ἡ θεία καὶ σταθερὰ καὶ ἀκίνητος, κινουμένη πρὸς τὴν κινουμένην καὶ ἄστατον, ἵνα στήσῃ τοῦ φέρεσθαι· οὐδὲ μόνον ἡ ἀνθρωπίνη δίχα σπορᾶς ὑπὲρ φύσιν γεωργοῦσα σάρκα τῷ Λόγῳ τελεσφορουμένην, ἵνα στῇ τοῦ φέρεσθαι· ἀλλὰ καὶ ἀστὴρ ἐξ ἀνατολῶν ἐν ἡμέρᾳ φαινόμενος, καὶ τοὺς μάγους ὁδηγῶν εἰς τὸν τόπον τῆς τοῦ Λόγου σαρκώσεως, ἵνα δείξῃ μυστικῶς νικῶντα τὴν αἴσθησιν, τὸν ἐν νόμῳ καὶ προφήταις λόγον, καὶ ὁδηγοῦντα τὰ ἔθνη πρὸς τὸ μέγιστον φῶς τῆς ἐπιγνώσεως. Πρὸς γὰρ ἐπίγνωσιν τοῦ σαρκωθέντος Λόγου σαφῶς ὁ νομικός τε καὶ προφητικὸς λόγος, καθάπερ ἀστὴρ εὐσεβῶς κατανοούμενος, ὁδηγεῖ τοὺς κατὰ πρόθεσιν τῇ δυνάμει κεκλημένους τῆς χάριτος.
ια´. Ἐπειδὴ θέλων ἐγώ, τὴν θείαν ἐντολὴν παρέβην ὁ ἄνθρωπος, καὶ τὸ στεῤῥόν μου τῆς φύσεως, θεότητος ἐλπίδι δελεάσας πρὸς ἡδονὴν κατέσυρεν ὁ διάβολος, (1184) δι᾿ ἧς ὑποστήσας τὸν θάνατον ἡμβρύνετο τρυφῶν τὴν φθορὰν τῆς φύσεως· διὰ τοῦτο γίνεται τέλειος ἄνθρωπος ὁ Θεός, μηδὲν παραμείψας τῆς φύσεως, πλὴν τῆς ἁμαρτίας· ἐπεὶ μηδὲ τῆς φύσεως ἦν· ἵνα σαρκὸς προβλήματι δελεάσας, ἐρεθίσῃ τὸν ἄπληστον δράκοντα περιχανόντα τὴν σάρκα καταπιεῖν, γενησομένην αὐτῷ μὲν δηλητήριον, τῇ δυνάμει τῆς ἐν αὐτῇ θεότητος παντελῶς αὐτὸν διαφθείρουσαν· τῇ δὲ φύσει τῶν ἀνθρώπων ἀλεξητήριον, πρὸς τὴν ἐξ ἀρχῆς χάριν δυνάμει τῆς ἐν αὐτῇ θεότητος ἀνακαλουμένην. Ὡς γὰρ αὐτὸς τὸν ἰὸν αὐτοῦ τῆςκακίας τῷ ξύλῳ τῆς γνώσεως ἐγχέας τὴν γευσαμένην διέφθειρε φύσιν, οὕτω καὶ αὐτὸς ἐμφαγεῖν βουληθεὶς τῆς σαρκὸς τοῦ Δεσπότου, τῇ δυνάμει τῆς ἐν αὐτῇ θεότητος διεφθάρη.
ιβ´. Τὸ μέγα τῆς θείας ἐνανθρωπήσεως μυστήριον, ἀεὶ μένει μυστήριον· οὐ μόνον ὅτι συμμέτρως τῇ δυνάμει τῶν ὑπ᾿ αὐτοῦ σωζομένων ἐκφαινόμενον, ἔχει μεῖζον τοῦ ἐκφανθέντος τὸ μήπω ὁρώμενον, ἀλλ᾿ ὅτι καὶ τὸ αὐτὸ τὸ φανέν, ἔτι μένει πάμπαν ἀπόκρυφον, οὐδενὶ λόγῳ καθὼς ἔστι γινωσκόμενον. Καὶ μὴ τῷ δόξῃ παράδοξον τὸ λεγόμενον. Ὁ γὰρ Θεὸς ὑπερούσιος ὤν, καὶ ὑπερουσιότητος ἁπάσης ὑπερανεστηκώς, εἰς οὐσίαν ἐλθεῖν βουληθείς, ὑπερουσίως οὐσιώθη. Διὸ καὶ ὑπὲρ ἀνθρώπων, ὡς φιλάνθρωπος, ἐκ τῆς ἀνθρώπων οὐσίας ἀληθῶς ἄνθρωπος γεγονώς, τὸν τοῦ πῶς ἄνθρωπος γέγονε τρόπον, μένει διὰ παντὸς ἔχων ἀνέκφαντον· ὑπὲρ ἄνθρωπον γὰρ γέγονεν ἄνθρωπος.
ιγ´. Σκοπήσωμεν πιστῶς τὸ μυστήριον τῆς θείας ἐνανθρωπήσεως, καὶ μόνον δοξάσωμεν ἀπεριέργως τὸν τοῦτο γενέσθαι δι᾿ ἡμᾶς εὐδοκήσαντα. Τὶς γὰρ δυνάμει θαῤῥῶν λογικῆς ἀποδείξεως, ἐξειπεῖν δύναται, πῶς Θεοῦ Λόγου γίνεται σύλληψις· πῶς γένεσις σαρκὸς ἄνευ σπορᾶς· πῶς γέννησις ἄνευ φθορᾶς· πῶς μήτηρ, ἡ καὶ μετὰ τόκον διαμείνασα παρθένος· πῶς ὁ ὑπερτελής, καθ᾿ ἡλικίαν προέκοπτε· πῶς ὁ καθαρός, ἐβαπτίζετο· πῶς διέτρεφεν, ὁ πεινῶν· πῶς ὁ κοπιῶν, ἐχαρίζετο δύναμιν· πῶς ὁ πάσχων, ἐδίδου ἰάματα· πῶς ὁ θνήσκων, ἐζωοποίει· καὶ ἵνα τὸ πρῶτον τελευταῖον εἴπω, πῶς Θεὸς ἄνθρωπος γίνεται· καὶ τὸ δὴ πλέον μυστηριωδέστερον, πῶς οὐσιωδῶς ἐν σαρκὶ καθ᾿ ὑπόστασιν ὁ Λόγος, ὁ κατ᾿ οὐσίαν ὑποστατικῶς ὅλος ὑπάρχων ἐν τῷ Πατρί; Πῶς ὁ αὐτός, καὶ ὅλος ἐστὶ Θεὸς κατὰ φύσιν, καὶ ὅλος γέγονε κατὰ φύσιν ἄνθρωπος, μηδεμίαν φύσιν ἠρνημένος παντάπασι, μήτε τὴν θείαν, καθ᾿ ἣν ὑπάρχει Θεός, μήτε τὴν ἡμετέραν, καθ᾿ ἣν γέγονεν ἄνθρωπος; Ταῦτα πίστις μόνη χωρεῖ τὰ μυστήρια, τῶν ὑπὲρ νοῦν καὶ λόγου ὑπάρχουσα πραγμάτων ὑπόστασις.
(1185) ιδ´. Ὁ Ἀδὰμ παρακούσας, ἐξ ἡδονῆς ἄρχεσθαι τὴν τῆς φύσεως ἐδίδαξε γένεσιν· Ὁ Κύριος ταύτην ἐξοικίζων τῆς φύσεως, τὴν ἐκ σπορᾶς οὐ προσήκατο σύλληψιν. Ἡ γυνὴ παραβᾶσα τὴν ἐντολήν, ἐξ ὀδύνης ἄρχεσθαι τὴν τῆς φύσεως κατέδειξε γέννησιν· Ὁ Κύριος ταύτης ἀποτινάσσων τῆς φύσεως, γεννηθείς, φθορὰν ὑπομεῖναι τὴν τεκοῦσαν οὐ συνεχώρησεν· ἵν᾿ ὁμοῦ τήν τε ἑκούσιον ἡδονήν, καὶ τὴν δι᾿ αὐτὴν ἀκούσιον ὀδύνην, ἐξέλῃ τῆς φύσεως, ὧν οὐκ ἦν δημιουργός, ἀναιρέτης γενόμενος· καὶ διδάξῃ μυστικῶς κατὰ γνώμην, ἄλλης ἀπάρχεσθαι ζωῆς, ἐξ ὀδύνης μὲν τυχὸν ἀρχομένης καὶ πόνων, ληγούσης δὲ πάντως εἰς ἡδονὴν θείαν καὶ εὐφροσύνην ἀπέραντον. Διὰ τοῦτο γίνεται ἄνθρωπος, καὶ γεννᾶται ὡς ἄνθρωπος, ὁ ποιήσας τὸν ἄνθρωπον, ἵνα σώσῃ τὸν ἄνθρωπον, καὶ πάθη πάθεσιν ἰασάμενος, πάθος αὐτὸς ὑπάρχων ἀποδειχθῇ τῶν ἡμετέρων παθῶν, ὑπερφυῶς ταῖς ἑαυτοῦ κατὰ σάρκα στερήσεσι, τὰς ἡμῶν φιλανθρώπως κατὰ πνεῦμα ἕξεις ἀνανεούμενος.
ιε´. Ὁ τῷ θείῳ πόθῳ νικήσας τὴν πρὸς τὸ σῶμα τῆς ψυχῆς διάθεσιν, ἀπερίγραφος γέγονε, κἄν ἐστιν ἐν σώματι. Ὁ γὰρ ἕλκων τὴν τοῦ ποθοῦντος ἔφεσιν Θεός, πάντων ἀσυγκρίτως ἐστὶν ὑψηλότερος, οὐκ ἐῶν τὸν ποθοῦντα τινὶ τῶν μετὰ Θεὸν προσηλῶσαι τὴν ἔφεσιν. Ποθήσωμεν οὖν τὸν Θεὸν καθ᾿ ὅλην ἡμῶν τὴν τῆς φύσεως δύναμιν, καὶ πᾶσι τοῖς σωματικοῖς τὴν προαίρεσιν ἀκράτητον ποιησώμεθα, καὶ πάντων τῶν ὄντων αἰσθητῶν τε καὶ νοητῶν ὑπεράνω τῇ διαθέσει γενώμεθα, καὶ οὐδὲν κατὰ τὴν γνώμην πρὸς τὸ συνεῖναι Θεῷ τῷ κατὰ φύσιν ἀπεριγράφῳ, παντελῶς ὑπὸ τῆς φυσικῆς περιγραφῆς ζημιωθησώμεθα.
ιστ´. Ἀγών ἐστι φθόνου καὶ ἀρετῆς, ἡ τῶν ἁγίων δυσπάθεια· τοῦ μέν, ὅπως κρατήσῃ φιλονεικοῦντος· τῆς δέ, ὅπως ἀήττητος διαμείνῃ, πάντα φερούσης· καὶ τοῦ μέν, ὅπως εὐοδώσῃ κακία ἀγωνιζομένου, διὰ τῆς τῶν κατορθούντων κολάσεως· τῆς δέ, ὅπως κατάσχῃ τοὺς ἀγαθοὺς κἀν ταῖς συμφοραῖς τὸ πλέον ἔχοντας.
(1188) ιζ´. Ἀρετῆς ἆθλόν ἐστι, τὸ τοῖς πόνοις ἐναγωνίζεσθαι· νίκης ἔπαθλον φερούσης τοῖς ὑπομένουσι, τῆς ψυχῆς τὴν ἀπάθειαν, καθ᾿ ἣν δι᾿ ἀγάπης ἑνουμένη Θεῷ, σώματος καὶ κόσμου τῇ διαθέσει χωρίζεται. Ψυχῆς γὰρ ῥῶσίς ἐστι τοῖς ὑπομένουσιν, ὁ τοῦ σώματος αἰκισμός.
ιη´. Ἡδονῆς ἀπάτῃ κλαπέντες τὸ ἀπαρχῆς, τὸν θάνατον τῆς ὄντως ζωῆς προεκρίναμεν. Ταύτης οὖν τὸν φονευτὴν εὐχαρίστως ἐνέγκωμεν πόνον τοῦ σώματος, ὅπως τοῦ ταύτης θανάτου ἑαυτῶ συναφανίσαντος τὸν δι᾿ αὐτὴν γενόμενον θάνατον, ἀπολάβωμεν ἡμῖν ἐπανατρέχουσαν τὴν ἡδονῇ πραθεῖσαν ζωήν, μικροῖς πόνοις σαρκὸς ἀγαρασθεῖσαν.
ιθ´. Εἰ σαρκὸς εὐπαθούσης, ὁ τῆς ἁμαρτίας εἴωθε πιαίνεσθαι τόνος, δῆλον ὅτι ταύτης δυσπαθούσης, ὁ τῆς ἀρετῆς ἀνηβᾷν εἰκότως πέφυκε. Γενναίως οὖν ἐνέγκωμεν τῆς σαρκὸς τὴν δυσπάθειαν, τῶν κατὰ ψυχὴν οὖσαν ῥυπτικὴν μολυσμῶν, καὶ τῆς μελλούσης δόξης πρόξενον. Οὐκ ἄξια γὰρ τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἡμῖν ἀποκαλύπτεσθαι.
κ´. Οὔτε σῶμα θεραπεύοντες ἰατροί, ἓν καὶ τὸ αὐτὸ πᾶσιν προσφέρουσι φάρμακον, οὔτε Θεὸς ψυχῶν ἰατρεύων νοσήματα, ἓν μόνον θεραπείας οἶδε τρόπον πάσαις ἁρμόδιον· ἀλλ᾿ ἑκάστῃ τὸν πρόσφορον ἀπονείμας, τὰς ἰάσεις ἐργάζεται. Εὐχαριστήσωμεν οὖν θεραπευόμενοι, κἂν ἔχῃ βάσανον τὸ γινόμενον· τὸ γὰρ τέλος, μακάριον.
κα´. Οὐδὲν οὕτω ψυχῆς ἐλέγχει διάθεσιν, ὡς σαρκὸς δυσπαθούσης ἐπαναστήματα· οἷς, ἐὰν μὲν ὑπενδῷ, Θεοῦ πλέον στέργουσα τὴν σάρκα φανήσεται· ἐὰν δὲ τοῖς τούτων διαμείνῃ τινάγμασιν ἄσειστος, σαρκὸς πλέον ἀρετὴν τιμῶσα δειχθήσεται· δι᾿ ἧς τὸν Θεὸν ἔνοικον ὑποδέξεται, τὸν δι᾿ αὐτὴν παθεῖν καθ᾿ ἡμᾶς ἀνασχόμενον, βοῶντα, καθάπερ πάλαι τοῖς μαθηταῖς· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
κβ´. Εἰ πάντες παιδείας οἱ ἅγιοι γεγόνασι μέτοχοι, καὶ ἡμεῖς εὐχαριστήσωμεν σὺν αὐτοῖς παιδευόμενοι, ἵνα τῆς αὐτῆς μέτοχοι γενέσθαι δόξης ἀξιωθῶμεν. Ὃν γὰρ ἀγαπᾶ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται.
κγ´. Ὁ μὲν Ἀδὰμ τὴν πλευρὰν ἡδονὴν προτείνουσαν παραδεξάμενος, ἔξω τοῦ παραδείσου ποιεῖ τὸ ἀνθρώπινον· ὁ δὲ Κύριος πόνῳ ταύτην διὰ τῆς λόγχης ἀνασχισθείς, τὸν λῃστὴν ἔσω τοῦ παραδείσου ἐποίησεν. Ἀγαπήσωμεν τοίνυν τὸν πόνον τῆς σαρκός· μισήσωμεν δὲ ταύτης τὴν ἡδονήν· ὁ μὲν γὰρ εἰσάγει καὶ τοῖς ἀγαθοῖς ἀποκαθίστησιν· ἡ δὲ ἐξάγει καὶ τῶν ἀγαθῶν ἀποδιίστησιν.
κδ´. Εἰ Θεὸς πάσχει σαρκί, γενόμενος ἄνθρωπος τὶς πάσχων οὐ γέγηθε Θεὸν ἔχων τοῦ πάθους συμμέτοχον; (1189) ᾧ τὸ συμπάσχειν, βασιλείας πρόξενον γίνεται. Ἀληθὴς γὰρ ὁ εἰπών· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.
κε´. Εἰ πάντως πονῆσαι δεῖ, διὰ τὴν ἐμφυρεῖσαν τῇ φύσει διὰ τοῦ προπάτορος ἡδονήν, γενναίως τοὺς προσκαίρους καρτερήσωμεν πόνους, τῆς τε ἡδονῆς τὸ κέντρον ἡμῖν ἀμβλύνοντας, καὶ τῶν δι᾿ αὐτῆς ἡμᾶς αἰωνίων ἐλευθεροῦντας κολάσεων.
κστ´. Πάντων τῶν ἀγαθῶν τέλος ἐστὶν ἡ ἀγάπη, ὡς πρὸς Θεὸν τὸ τῶν ἀγαθῶν ἀκρότατον, καὶ παντὸς αἴτιον ἀγαθοῦ, τοὺς ἐν αὐτῇ περιπατοῦντας ἄγουσα καὶ προσάγουσα καὶ συνάγουσα, ὡς πιστὴ καὶ ἀδιάπτωτος καὶ μένουσα. Ἡ πίστις γάρ, βάσις ἐστὶ τῶν μετ᾿ αὐτήν, ἐλπίδος λέγω καὶ ἀγάπης, βεβαίως τὸ ἀληθὲς ὑφεστῶσα. Ἡ δὲ ἐλπίς, τῶν ἄκρων ἐστὶν ἰσχύς, ἀγάπης λέγω καὶ πίστεως, τὸ πιστόν τε δι᾿ ἑαυτῆς καὶ τὸ ἐραστὸν ἀμφοῖν ὑποφαίνουσα, καὶ πρὸς αὐτὸ τὸν δρόμον δι᾿ ἑαυτῆς ποιεῖσθαι διδάσκουσα. Ἡ δὲ ἀγάπη, τούτων ἐστὶ συμπλήρωσις, τὸ ἔσχατον ὀρεκτὸν ὅλον ὅλη περιπτυσσομένη, καὶ ταύταις τῆς ἐπ᾿ αὐτὸ κινήσεως στάσιν παρεχομένη, τοῦ πιστεύειν εἶναι, καὶ ἐλπίζειν παρέσεσθαι, τὸ ἀπολαύειν παρόντος δι᾿ ἑαυτῆς ἀντεισάγουσα.
κζ´. Ἔργον τῆς ἀγάπης τελειότατον, καὶ τῆς κατ᾿ αὐτὴν ἐνεργείας πέρας, δι᾿ ἀντιδόσεως σχετικῆς τῶν κατ᾿ αὐτὴν συνημμένων, ἀλλήλοις ἐμπρέπειν τὰ ἰδιώματα, καὶ τὰς κλήσεις παρασκευάζειν· καὶ θεὸν μὲν τὸν ἄνθρωπον ποιεῖν, ἄνθρωπον δὲ τὸν Θεὸν χρηματίζειν καὶ φαίνεσθαι, διὰ τὴν μίαν καὶ ἀπαράλλακτον ἀμφοτέρων κατὰ τὸ θέλημα βούλησίν τε καὶ κίνησιν.
κη´. Εἰ κατ᾿ εἰκόνα Θεοῦ πάντως ἡμεῖς γενώμεθα ἑαυτῶν καὶ τοῦ Θεοῦ· μᾶλλον δέ, μόνου καὶ ὅλου Θεοῦ, καὶ ὅλοι μηδὲν ἐπίγειον ἐν ἡμῖν αὐτοῖς φέροντες, ἵνα Θεῷ πλησιάσωμεν, καὶ θεοὶ γενώμεθα, ἐκ Θεοῦ τὸ θεοὶ εἶναι λαβόντες. Οὕτω γὰρ τιμᾶται τὰ θεῖα δωρήματα, καὶ ἡ τῆς θείας εἰρήνης φιλοφρονεῖται παρουσία.
κθ´. Μέγα ἀγαθὸν ἡ ἀγάπη, καὶ τῶν ἀγαθῶν τὸ πρῶτον καὶ ἐξαίρετον ἀγαθόν, ὡς Θεὸν καὶ ἀνθρώπους δι᾿ ἑαυτῆς περὶ τὸν αὐτὴν ἔχοντα συνάπτουσαν (1192) καὶ ὡς ἄνθρωπον τὸν ποιητὴν τῶν ἀνθρώπων φανῆναι παρασκευάζουσα, διὰ τὴν τοῦ θεουμένου πρὸς τὸν Θεὸν κατὰ τὸ ἀγαθὸν ὡς ἐφικτὸν ἀνθρώπῳ ἀπαραλλαξίαν· ἣν ἐνεργεῖν ὑπολαμβάνω τό, Ἀγαπῆσαι Κύριον τὸν Θεὸν ἐξ ὅλης καρδίας, καὶ ψυχῆς καὶ δυνάμεως· καὶ τὸν πλησίον ὡς ἑαυτόν.
λ´. Ἰστέον, ὡς δόλῳ κακούργως μεμηχανημένῳ διὰ φιλαυτίας, καθ᾿ ἡδονῆς προσβολὴν ἀπατήσας ἡμᾶς ὁ διάβολος, Θεοῦ καὶ ἀλλήλων κατὰ γνώμην διέστησε, τὸ εὐθὲς διαστρέψας, καὶ τὴν φύσιν κατὰ τὸν τρόπον τοῦτον μερίσας, καὶ κατατεμὼν εἰς πολλὰς δόξας καὶ φαντασίας.
λα´. Τρία ἐστὶ τὰ μέγιστα καὶ ἀρχέκακα, καὶ πάσης ἁπλῶς εἰπεῖν, κακίας γεννητικά· ἄγνοια, φημί, καὶ φιλαυτία καὶ τυραννίς· ἀλλήλων ἐξηρτημένα καὶ δι᾿ ἀλλήλων συνιστάμενα. Ἐκ γὰρ τῆς περὶ Θεοῦ ἀγνοίας, ἡ φιλαυτία· ἐκ δὲ ταύτης, ἡ πρὸς τὸ συγγενὲς τυραννὶς ἐστι. Καὶ οὐδεὶς ἀντερεῖ λόγος, μὴ οὐχὶ τῷ κατὰ παράχρησιν τρόπῳ τῶν οἰκείων δυνάμεων, λόγου τε καὶ ἐπιθυμίας καὶ θυμοῦ, ταύτας ἐν ἡμῖν τὸν πονηρὸν ὑποστήσασθαι.
λβ´. Δέον, λόγῳ μέν, ἀντὶ τῆς ἀγνοίας, πρὸς τὸν Θεὸν διὰ γνώσεως κατὰ ζήτησιν μονώτατον κινεῖσθαι· δι᾿ ἐπιθυμίας δέ, τοῦ τῆς φιλαυτίας πάθους καθαρᾶς, κατὰ πόθον πρὸς τὸν Θεὸν μόνον ἐλαύνεσθαι· καὶ τῷ θυμῷ τυραννίδος κεχωρισμένῳ, πρὸς τὸ τοῦ Θεοῦ μόνου τυχεῖν ἀγωνίζεσθαι, καὶ τὴν ἐκ τούτων καὶ δι᾿ ἣν ταῦτα θείαν καὶ μακαρίαν ἀγάπην δημιουργῆσαι, τῷ Θεῷ συνάπτουσάν τε καὶ θεὸν ἀποφαίνουσαν τὸν φιλόθεον.
λγ´. Τῆς φιλαυτίας ὡς ἀρχῆς, καθὼς εἶπον, καὶ μητρὸς τῶν κακῶν ἀποτιλείσης, πάντα τὰ ἐξ αὐτῆς τε καὶ μετ᾿ αὐτήν, συναποτίλλεσθαι εἴωθεν ἐπειδὴ ταύτης μὴ οὔσης, οὐδὲ οὐδαμῶς τὸ παράπαν κακίας εἶδος ἢ ἴχνος ὑφίστασθαι δύναται.
λδ´. Δέον ἐστίν, ἑαυτῶν καὶ ἀλλήλων τοσοῦτον ἀντέχεσθαι, ὅσον αὐτὸς δι᾿ αὐτοῦ ὁ Χριστὸς προλαβὼν ἀπεδείξατο, ὑπὲρ ἡμῶν παθεῖν ἀνασχόμενος.
λε´. Διὰ τὴν ἀγάπην οἱ ἅγιοι πάντες πρὸς τὴν ἁμαρτίαν ἀντικατέστησαν, τῆς παρούσης ζωῆς οὐδένα λόγον ποιησάμενοι· καὶ τοὺς πολυειδεῖς τοῦ θανάτου τρόπους ὑπέστησαν, ἵνα πρὸς ἑαυτοὺς ἀπὸ τοῦ κόσμου καὶ τὸν Θεὸν συναχθῶσι, καὶ τὰ τῆς φύσεως ἐφ᾿ ἑαυτῶν ἑνώσωσι ῥήγματα. Αὕτη γάρ ἐστιν ἡ ἀληθὴς καὶ ἀμώμητος τῶν πιστῶν θεοσοφία· ἧς τέλος, τὸ ἀγαθόν ἐστι καὶ ἡ ἀλήθεια· εἴπερ ἀγαθὸν τὸ φιλάνθρωπον, καὶ ἀληθὲς τὸ κατὰ πίστιν φιλόθεον, τὰ τῆς ἀγάπης γνωρίσματα· ὡς Θεῷ καὶ ἀλλήλοις τοὺς ἀνθρώπους συνάπτουσα, καὶ διὰ τοῦτο τῶν ἀγαθῶν τὴν διαμονὴν ἀδιάπτωτον ἔχουσα.
λστ´. (1193) Ἐνέργεια καὶ ἀπόδειξις τῆς πρὸς Θεὸν τελείας ἀγάπης ἐστίν, ἡ γνησία δι᾿ εὐνοίας ἑκουσίου πρὸς τὸν πλησίον διάθεσις. Ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἐώρακε, φησὶν ὁ θεῖος Ἰωάννης, τὸν Θεὸν ὃν οὐχ ἐώρακεν, οὐ δύναται ἀγαπᾷν.
λζ´. Ἡ τῆς ἀληθείας ὁδός, ἡ ἀγάπη ἐστίν, ἣν ἑαυτὸν ὀνομάσας ὁ τοῦ Θεοῦ Λόγος, τοὺς ἐν αὐτῇ ὁδεύοντας, τῷ Θεῷ καὶ Πατρὶ καθαροὺς παντοίων γενομένους παρίστησιν.
λη´. Αὕτη ἐστὶν ἡ θύρα, δι᾿ ἧς ὁ εἰσερχόμενος, εἰς τὰ Ἅγια γίνεται τῶν ἁγίων, καὶ τοῦ ἀπροσίτου κάλλους τῆς ἁγίας καὶ βασιλικῆς Τριάδος καθίσταται ἄξιος θεατὴς γενέσθαι.
λθ´. Φοβερὸν ὄντως καὶ πάσης κατακρίσεως ὑπερέκεινα, τὸ τὴν δοθεῖσαν ἡμῖν παρὰ Θεοῦ κατὰ δωρεὰν τοῦ ἁγίου Πνεύματος ἑκουσίως νεκρῶσαι ζωήν, διὰ τῆς πρὸς τὰ φθειρόμενα ἀγάπης· καὶ ἴσασι πάντως τοῦτον τὸν φόβον, οἱ τὴν ἀλήθειαν τῆς φιλαυτίας προτιμᾷν μελετήσαντες.
μ´. Χρησώμεθα εἰς δέον τῇ εἰρήνῃ, καὶ τὴν πρὸς τὸν κόσμον, καὶ τὸν κοσμοκράτορα κακῶς ἡμῖν ἐνυπάρξασαν ἀθητήσαντες φιλίαν, τὸν διὰ τῶν παθῶν πρὸς τὸν Θεὸν συνιστάμενον, κἂν ὀψὲ ποτε καταλύσωμεν πόλεμον· καὶ σπονδὰς ἀλύτους τῆς πρὸς αὐτὸν εἰρήνης ποιήσαντες, ἐν τῇ καταργήσει τοῦ σώματος τῆς ἁμαρτίας, τῆς πρὸς αὐτὸν ἔχθρας παυσώμεθα.
μα´. Ἀδύνατόν ἐστιν ἡμᾶς φιλιωθῆναι Θεῷ, διὰ τῶν παθῶν πρὸς αὐτὸν στασιάζοντας, καὶ τῷ πονηρῷ τυράννῳ καὶ φονευτῇ τῶν ψυχῶν διαβόλῳ διὰ κακίας δασμοφορεῖν ἀνεχομένους, μὴ πρότερον διόλου πολεμωθέντας τῷ πονηρῷ. Μέχρι γὰρ τότε τοῦ Θεοῦ καθεστήκαμεν ἐχθροὶ καὶ πολέμιοι, κἂν πιστῶν προσηγορίαν ἡμῖν αὐτοῖς περιπλάττωμεν, μέχρις οὗ πάθεσιν ἀτιμίας δουλεύειν βουλόμεθα· καὶ οὐδὲν ὄφελος ἡμῖν ἐκ τῆς κατὰ τὸν κόσμον εἰρήνης λοιπὸν περιγενήσεται, τῆς ψυχῆς κακῶς διακειμένης, καὶ πρὸς τὸν ἴδιον ποιητὴν στασιαζούσης, καὶ ὑπὸ τὴν αὐτοῦ βασιλείαν γενέσθαι οὐκ ἀνεχομένης· ἔτι μυρίοις πεπεραμένης ὠμοῖς δεσπόταις εἰς κακίαν αὐτὴν κατεπείγουσι, καὶ τὴν εἰς ἀπώλειαν φέρουσαν ὁδόν, τῆς σωζούσης μᾶλλον ἀπατηλῶς αἱρεῖσθαι παρασκευάζουσιν.
μβ´. Εἰς τοῦτο ἡμᾶς πεποίηκεν ὁ Θεός, ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως, καὶ τῆς αὐτοῦ ἀϊδιότητος μέτοχοι, καὶ φανῶμεν αὐτῷ ὅμοιοι κατὰ τὴν ἐκ χάριτος θέωσιν, δι᾿ ἣν πᾶσάν τε τῶν ὄντων ἡ σύστασίς ἐστι καὶ διαμονή, καὶ ἡ τῶν μὴ ὄντων παραγωγὴ καὶ γένεσις.
μγ´. Εἰ τοῦ Θεοῦ ὀνομάζεσθαί τε καὶ εἶναι ἐφιέμεθα, ἀγωνισώμεθα μὴ προδοῦναι τοῖς πάθεσι τὸν Λόγον, κατὰ τὸν Ἰούδαν· ἢ μὴ ἀρνήσασθαι, κατὰ τὸν Πέτρον. Ἄρνησις γάρ ἐστι τοῦ Λόγου, ἡ τοῦ πράττειν τὸ ἀγαθὸν διὰ φόβον παραίτησις· προδοσία δέ, ἡ κατ᾿ ἐνέργειαν ἐμπρόθετος ἁμαρτία, καὶ ἡ πρὸς τὴν ἁμαρτίαν ὁρμή.
μδ´. (1195) Πάσης θλίψεως τέλος ἐστὶν ἡ χαρά· καὶ παντὸς κόπου, ἡ ἀνάπαυσις· καὶ πάσης ἀτιμίας, ἡ δόξα. Καὶ ἁπλῶς, πάντων τῶν ὑπὲρ ἀρετῆς ἀλγεινῶν τέλος ἐστί, τὸ μετὰ Θεοῦ γενέσθαι καὶ εἶναι διαπαντός, καὶ τῆς αἰωνίου καὶ πέρας μὴ ἐχούσης ἀνέσεως ἀπολαῦσαι.
με´. Ὁ Θεὸς πρὸς τῇ φύσει, καὶ γνώμῃ ἀλλήλοις ἡμᾶς ἑνῶσαι βουλόμενος, καὶ πρὸς τοῦτο ἅπαν ὡς ἀληθῶς ὠθῶν τὸ ἀνθρώπινον, τὰς σωτηρίους φιλανθρώπως ἡμῖν ἐντολὰς διεχάραξε, καὶ τούτου χάριν ἐλεεῖν καὶ ἐλεεῖσθαι ἁπλῶς ἐνομοθέτησεν.
μστ´. Ἡ τῶν ἀνθρώπων φιλαυτία καὶ σύνεσις, ἀλλήλους καὶ τὸν νόμον, ἢ ἀπωσαμένη, ἢ σοφισαμένη, εἰς πολλὰς μοίρας τὴν μίαν φύσιν κατέτεμε· καὶ τὴν νῦν ἐπικρατοῦσαν αὐτῆς ἀναλγησίαν εἰσηγησαμένη, αὐτὴν καθ᾿ ἑαυτῆς τὴν φύσιν διὰ τῆς γνώσεως ἐξώπλισε [Regii guo ἐξήπλωσε]. Διὰ τοι τοῦτο, πᾶς ὅστις σώφρονι λογισμῷ καὶ φρονήσεως εὐγενείᾳ, ταύτην λῦσαι δεδύνηται τῆς φύσεως τὴν ἀνωμαλίαν, ἑαυτὸν πρὸ τῶν ἄλλων ἐλέησε, τὴν γνώμην κατὰ τὴν φύσιν δημιουργήσας, καὶ Θεῷ κατὰ τὴν γνώμην διὰ τὴν φύσιν προσχωρήσας, καὶ δείξας ἐφ᾿ ἑαυτῷ, τὶς τοῦ κατ᾿ εἰκόνα λόγου ὁ τρόπος, καὶ πῶς ἑαυτῷ ὁ Θεὸς πρεπόντως κατ᾿ ἀρχὰς ὁμοίαν τὴν ἡμετέραν φύσιν, καὶ τῆς ἰδίας ἀγαθότητος ἀρίδηλον ἀπεικόνισμα δημιουργήσας, κατέστησεν αὐτὴν ἑαυτῇ καὶ πάντα ταυτήν, ἄμαχον, εἰρηνικήν, ἀστασίαστον, πρός τε Θεὸν καὶ ἑαυτὴν δι᾿ ἀγάπης ἐσφιγμένην, καθ᾿ ἣν Θεοῦ μὲν ἐφετῶς, ἀλλήλων δὲ συμπαθῶς ἀντεχόμεθα.
μζ´. Ὁ φιλάνθρωπος Θεὸς διὰ τοῦτο γέγονεν ἄνθρωπος, ἵνα τὴν φύσιν τῶν ἀνθρώπων πρὸς ἑαυτὸν συναγάγῃ, καὶ στῄση τοῦ φέρεσθαι κακῶς, πρὸς ἑαυτήν, μᾶλλον δὲ καθ᾿ ἑαυτῆς σταστιάζουσάν τε καὶ μεμερισμένην· καὶ μηδεμίαν ἔχουσαν στάσιν, διὰ τὴν περὶ ἕκαστον τῆς γνώμης ἀστάθμητον κίνησιν.
μη´. Οὐδέν ἐστι τῶν μετὰ Θεὸν τοῖς νοῦν ἔχουσι τιμιώτερον, μᾶλλον δὲ τῷ Θεῷ προσφιλέστερον, τῆς τελείας ἀγάπης, ὡς τοὺς διῃρημένους εἰς ἓν συναγούσης, καὶ μίαν ἐν τοῖς πολλοῖς ἢ τοῖς πᾶσιν, ἀστασίαστον κατὰ τὴν γνώμην δημιουργῆσαι (1197) δυναμένης ταὐτότητα. Καὶ γὰρ ἴδιον τῆς ἀγάπης, τῶν τὰ κατ᾿ αὐτὴν ζητούντων, μίαν ἀποδεῖξαι τὴν γνώμην.
μθ´. Εἰ φύσει τὸ καλόν ἐστιν ἑνοποιητικὸν τῶν διῃρημένων καὶ συνεκτικόν, τὸ κακὸν δηλονότι τῶν ἡνωμένων ἐστὶ διαιρετικόν τε καὶ φθαρτικόν. Καὶ γὰρ φύσει τὸ κακὸν σκεδαστὸν ὑπάρχει, καὶ ἄστατον καὶ πολύμορφον καὶ διαιρετικόν.
ν´. Πάντων τῶν κακῶν ἀπαλλαγὴ καὶ σύντομος πρὸς σωτηρίαν ὁδός, ἡ ἀληθὴς τοῦ Θεοῦ κατ᾿ ἐπίγνωσιν ἀγάπη ἐστί, καὶ ἡ καθόλου τῆς κατὰ ψυχὴν πρός τε τὸ σῶμα καὶ τὸν κόσμον τοῦτον στοργῆς ἐξάρνησις, καθ᾿ ἥν, τῆς μὲν ἡδονῆς ἐπιθυμίαν, τῆς ὀδύνης δὲ τὸ φόβον ἀποβαλλόμενοι, τῆς κακῆς ἐλευθερούμεθα φιλαυτίας, πρὸς τὴν γνῶσιν ἀναβιβασθέντες τοῦ Κτίσαντος· καὶ πονηρᾶς ἀγαθὴν ἀντιλαβόντες νοερὰν φιλαυτίαν σωματικῆς κεχωρισμένην στοργῆς, οὐ παυόμεθα λατρεύοντες τῷ Θεῷ διὰ ταύτης τῆς καλῆς φιλαυτίας, ἐκ Θεοῦ τῆς ψυχῆς ἀεὶ ζητοῦντες τὴν σύστασιν. Αὕτη γάρ ἐστιν ἀληθὴς λατρεία, καὶ ὄντως θεάρεστος, ἡ τῆς ψυχῆς διὰ τῶν ἀρετῶν ἀκριβὴς ἐπιμέλεια.
να´. Ὁ σωματικῆς ἡδονῆς μὴ ἐφιέμενος, καὶ ὀδύνην παντελῶς μὴ φοβούμενος, γέγονεν ἀπαθής. Ταύταις γὰρ μετὰ τῆς τεκούσης αὐτὰς φιλαυτίας, πάντα τὰ δι᾿ αὐτάς τε καὶ ἐξ αὐτῶν μετὰ τῆς ἀρχηγικωτάτης τῶν κακῶν ἀγνοίας, ὁμοθυμαδὸν συναπέκτεινε πάθη, καὶ ὅλος γέγονε τοῦ ἑστῶτος καὶ μένοντος καὶ ἀεὶ ὡσαύτως ἔχοντος φύσει καλοῦ, παντάπασιν αὐτῷ συνδιαμένων ἀκίνητος, καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Θεοῦ κατοπτριζόμενος· ἐκ τῆς ἐν αὐτῷ φωτοειδοῦς λαμπρότητος, τὴν θείαν καὶ ἀπρόσιτον δόξαν θεώμενος.
νβ´. Τὴν ἡδονὴν τῆς παρούσης ζωῆς καὶ τὴν ὀδύνην, ὅση δύναμις, ἀρνησώμεθα, καὶ πάσης παθῶν ἐπινοίας καὶ δαιμονιώδους κακουργίας παντελῶς ἀπαλλαγησόμεθα. Διὰ γὰρ τὴν ἡδονὴν ἀγαπῶμεν τὰ πάθη, καὶ διὰ τὴν ὀδύνην φεύγομεν τὴν ἀρετήν.
νγ´. Ἐπειδὴ πᾶσα κακία πέφυκε τοῖς συνιστῶσιν αὐτὴν συμφθείρεσθαι τρόποις, εὑρίσκων δι᾿ αὐτῆς τῆς πείρας ὁ ἄνθρωπος, πάσης ἡδονῆς εἶναι πάντως τὴν ὀδύνην διάδοχον, πρὸς μὲν τὴν ἡδονήν, τὴν ὅλην ἔσχεν ὁρμήν· πρὸς δὲ τὴν ὀδύνην, τὴν ὅλην ἀποφυγήν· τῆς μέν, κατὰ πᾶσαν ὑπεραγωνιζόμενος δύναμιν· τῆς δέ, κατὰ πᾶσιν σπουδὴν καταγωνιζόμενος, οἰόμενος, ὅπερ ἀμήχανον ἦν, διὰ τῆς τοιαύτης μεθοδείας, ἀλλήλων ταύτας διαστῆσαι, καὶ μόνῃ τῇ ἡδονῇ (1200) συνημμενην τὴν φιλαυτίαν ἔχειν παντελῶς ὀδύνης ἀπείρατον, ἀγνοήσας ὑπὸ τοῦ πάθους, ὡς ἔοικεν, ὡς οὐκ ἐνδέχεταὶ ποτε χωρὶς ὀδύνης εἶναι τὴν ἡδονήν. Ἐγκέκραται γὰρ τῇ ἡδονῇ τῆς ὀδύνης ὁ πόνος, κἂν λανθάνειν δοκῇ τοὺς ἔχοντας, διὰ τὴν κατὰ τὸ πάθος τῆς ἡδονῆς ἐπικράτειαν· ἐπειδὴ δὲ τὸ ἐπικρατοῦν, ἀεὶ διαφαίνεσθαι πέφυκε, καλύπτον τοῦ παρακειμένου τὴν αἴσθησιν. Ἡδονῆς οὖν διὰ τὴν φιλαυτίαν ἀντιποιούμενοι, καὶ ὀδύνην διὰ τὴν αὐτὴν αἰτίαν πάλιν φεύγειν σπουδάζοντες, τὰς ἀμυθήτους τῶν φθοροποιῶν παθῶν ἐπινοοῦμεν γενέσεις.
νδ´. Ἀγνοεῖ τις τὴν καθ᾿ ἡδονὴν καὶ ὀδύνην τῆς αἰσθήσεως πεῖραν, ὅταν τῷ Θεῷ τῷ ὄντως ἀγαπητῷ καὶ ἐραστῷ καὶ ἐφετῷ προσδήσῃ, μᾶλλον δὲ κολλήσῃ τὸν νοῦν, τῆς σωματικῆς γενόμενον ἐλεύθερον σχέσεως.
νε´. Ὣσπερ οὐ δύναταὶ τις ἄλλως λατρεύειν τῷ Θεῷ καθαρῶς, μὴ τήνψυχὴν ἄρδην ἐκκαθαίρων· οὕτως οὔτε τῇ κτίσει λατρεύειν, μὴ τὸ σῶμα περιποιούμενος· καθ᾿ ὃ σῶμα τὴν φθοροποιὸν ἐπιτελῶν λατρείαν ὁ ἄνθρωπος, καὶ κατ᾿ αὐτὸ γενόμενος φίλαυτος, ἡδονὴν εἶχεν ἀπαύστως καὶ ὀδύνην ἐνεργουμένην, ἐσθίων ἀεὶ τὸ ξύλον τῆς παρακοῆς, τὸ καλοῦ τε καὶ κακοῦ, κατὰ ταὐτὸν μεμιγμένην κατὰ τὴν αἴσθησιν διὰ τῆς πείρας ἔχον τὴν γνῶσιν. Καὶ τάχα ξύλον εἶναι γνωστὸν καλοῦ καὶ πονηροῦ, τὴν φαινομένην κτίσιν εἰπὼν τις, οὐχ ἁμαρτήσει τῆς ἀληθείας· ἡδονῆς γὰρ καὶ ὀδύνης ποιητικὴν ἔχει φυσικῶς τὴν μετάληψιν.
νστ´. Ἔνθα λόγος οὐ κρατεῖ, τὸ κατ᾿ αἴσθησιν πέφυκεν ἐπιγίνεσθαι κράτος, ἐν ᾧ τῆς ἁμαρτίας πέφυρταὶ πως ἡ δύναμις, πρὸς οἶκτον τῆς συγγενοῦς σαρκὸς καθ᾿ ὑπόστασιν, τὴν ψυχὴν δι᾿ ἡδονῆς ὑποσύρουσα· καθ᾿ ἣν ὡς ἔργον αὐτῇ φυσικὸν ἐγχειρίσασα τὴν ἐμπαθῆ καὶ καθήδονον τῆς σαρκὸς ἐπιμέλειαν, ἀπάγει τῆς κατὰ φύσιν ζωῆς, καὶ πείθει τῆς ἀνυποστάτου κακίας γενέσθαι ταύτην δημιουργόν.
νζ´. Κακία ἐστὶ ψυχῆς νοερᾶς, ἡ λήθη τῶν κατὰ φύσιν καλῶν, ἥτις ἐκ τῆς περὶ τὴν σάρκα τε καὶ κόσμον, ἐμπαθοῦς ἐπιγίνεται σχέσεως, ἣν ἀφανίζει στρατηγῶν ὁ λόγος κατ᾿ ἐπιστήμην πνευματικήν, τήν τε τοῦ κόσμου καὶ τῆς σαρκὸς διερευνώμενος γένεσὶν τε καὶ φύσιν, καὶ πρὸς τὴν συγγενῆ τῶν νοητῶν χώραν τὴν ψυχὴν ἐλαύνων· πρὸς ἣν οὐδεμίαν ὁ νόμος τῆς ἁμαρτίας ποιεῖται διάβασιν, οὐκ ἔχων καθάπερ γέφυραν πρὸς τὸν νοῦν διαβιβάζουσαν αὐτὸν ἔτι τὴν αἴσθησιν, διαλυθεῖσαν ἤδη πρὸς τὴν ψυχὴν κατὰ τὴν σχέσιν, καὶ τοῖς αἰσθητοῖς ἐναποῤῥιφεῖσαν θεάμασιν, ὧν διαβὰς τὴν σχέσιν καὶ τὴν φύσιν ὁ νοῦς παντελῶς οὐκ αἰσθάνεται.
νη´. (1201) Καθάπερ ὁ λόγος κρατῶν τῶν παθῶν, ἀρετῆς ὄργανον ποιεῖται τὰς αἰσθήσεις· οὕτω καὶ τὰ πάθη κρατοῦντα τοῦ λόγου, μορφοῦσι τὰς αἰσθήσεις πρὸς ἁμαρτίαν. Καὶ χρὴ νηφόντως σκοπεῖν τε καὶ μελετᾷν, πῶς ἡ ψυχὴ τὴν καλὴν ποιήσεται δεόντως ἀντιστροφήν, τοῖς δι᾿ ὧν τὸ πρὶν ἐπλημμέλει χρωμένη πρὸς γένεσιν ἀρετῶν καὶ ὑπόστασιν.
νθ´. Τὸ ἅγιον Εὐαγγέλιον, σαρκικῆς μὲν εἰσηγεῖται ζωῆς ἄρνησιν, πνευματικῆς δὲ ὁμολογίαν. Περὶ τούτων δὲ λέγω, τῶν ἀεὶ μὲν κατὰ τὸν ἄνθρωπον, λέγω δὲ τὴν ἀνθρωπίνην ἐν σαρκὶ κατὰ τὸν αἰῶνα τοῦτον ζωήν, ἀποθνησκόντων, ζώντων δὲ κατὰ θεὸν μόνῳ τῷ Πνεύματι, κατὰ τὸν θεῖον Ἀπόστολον καὶ τοὺς ἀμφ᾿ αὐτόν, τοὺς ζῶντας μὲν οὐδαμῶς ἰδίαν ζωήν, ζῶντα δὲ τὸν Χριστὸν ἐν ἑαυτοῖς κατὰ μόνην ἔχοντας τὴν ψυχήν. Οὕτως οἱ διὰ τὸν Θεὸν ἐν τῷ αἰῶνι τούτῳ νεκροὶ σαρκί, κρίνονται, θλίψεις καὶ βασάνους πολλὰς καὶ στενοχωρίας ἔχοντες, καὶ διωγμούς, καὶ μυρία πειρασμῶν εἴδη μετὰ χαρᾶς ὑπομένοντες.
ξ´. Πᾶν πάθος κατὰ συμπλοκὴν πάντως αἰσθητοῦ τινος καὶ αἰσθήσεως, καὶ φυσικῆς δυνάμεως, θυμοῦ λέγω τυχόν, ἢ ἐπιθυμίας, ἢ λόγου παρατραπέντος τοῦ κατὰ φύσιν, συνίσταται. Ἐὰν οὖν τὸ πρὸς ἄλληλα κατὰ σύνθεσιν τέλος, τοῦ τε αἰσθητοῦ καὶ τῆς αἰσθήσεως, καὶ τῆς ἐπ᾿ αὐτῇ φυσικῆς δυνάμεως θεωρήσας ὁ νοῦς, δυνηθῇ πρὸς τὸν οἰκεῖον φύσει λόγον, τούτων ἕκαστον διακρίνας ἐπαναγαγεῖν, καὶ θεωρῆσαι καθ᾿ ἑαυτὸ τὸ αἰσθητόν, ἄνευ τῆς πρὸς αὐτὸ τῆς αἰσθήσεως σχέσεως, καὶ τὴν αἴσθησιν δίχα τῆς τοῦ αἰσθητοῦ πρὸς αὐτὴν οἰκειότητος· καὶ τὴν ἐπιθυμίαν φέρε εἰπεῖν, ἢ ἄλλην τινὰ τῶν κατὰ φύσιν δυνάμεων χωρὶς τῆς ἐμπαθοῦς ἐπ᾿ αἰσθήσει τε καὶ αἰσθητῷ διαθέσεως· ὡς ἡ τοῦ πάθους ποιά παρασκευάζει τὴν θεωρίαν γίνεσθαι κίνησις, διεσκέδασε καὶ ἐλέπτυνε, κατὰ τὸν πάλαι τοῦ Ἰσραὴλ μόσχον, τοῦ οἱοδήποτε συμβαίνοντος πάθους τὴν σύστασιν, καὶ ὑπὸ τὸ ὕδωρ τῆς γνώσεως ἔσπειρεν, ἀφανίσας παντελῶς καὶ αὐτὴν τῶν παθῶν τὴν ψιλὴν φαντασίαν, διὰ τῆς πρὸς ἑαυτὰ τῶν ἀποτελούντων αὐτὸ κατὰ φύσιν πραγμάτων ἀποκαταστάσεως.
ξα´. Ὁ πολλοῖς πλημμελήμασι τῶν ἐκ τῆς σαρκὸς παθημάτων κεκηλιδωμένος βίος, χιτὼν ἐστιν ἐσπιλωμένος. Ὡς ἔκ τινος γὰρ ἐνδύματος τῆς κατὰ τὸν βίον ἀναστροφῆς, ἕκαστος τῶν ἀνθρώπων διαφαίνεσθαι πέφυκεν, εἴτε δίκαιος, εἴτε ἄδικος· ὁ μέν, χιτῶνα καθαρὸν ἔχων, τὸν ἐνάρετον βίον· ὁ δέ, πονηροῖς ἐσπιλωμένην ἔργοις τὴν ζωὴν κεκτημένος. Ἢ μᾶλλον, ἐσπιλωμένος ἀπὸ τῆς σαρκὸς ἔστι χιτών, ἢ κατὰ συνείδησιν μορφοῦσα διὰ τῆς μνήμης τῶν (1204) ἐκ τῆς σαρκὸς πονηρῶν κινημάτων τε καὶ ἐνεργημάτων τὴν ψυχήν, ἕξις τε καὶ διάθεσις, ἣν ὁρῶσα διαπαντὸς καθάπερ χιτῶνὰ τινα περὶ ἑαυτήν, δυσωδίας πληροῦται παθῶν. Ὡς γὰρ ἀπὸ τοῦ πνεύματος, διὰ τῶν ἀρετῶν ἀλλήλαις κατὰ λόγον συνυφαινομένων, ἀφθαρσίας γίνεται τῇ ψυχῇ χιτών, ὃν ἐνδυσαμένη γίνεται καλὴ καὶ ἐπίδοξος· οὕτω καὶ ἀπὸ τῆς σαρκός, τῶν παθῶν ἀλλήλοις κατὰ ἀναλογίαν συνυφαινομένων, γίνεταὶ τις χιτὼν ἀκάθαρτος καὶ ἐσπιλωμένος, ἐξ ἑαυτοῦ δεικνὺς γνώριμον τὴν ψυχήν, μορφὴν ἄλλην αὐτῇ καὶ εἰκόνα παρὰ τὴν θείαν ἐνθέμενος.
ξβ´. Βεβαία πίστις ἐστὶ τῆς πρὸς ἐκθέωσιν ἐλπίδος τῇ φύσει τῶν ἀνθρώπων, ἡ τοῦ Θεοῦ ἐνανθρώπησις, τοσοῦτον θεὸν ποιοῦσα τὸν ἄνθρωπον, ὅσον αὐτὸς γέγονεν ἄνθρωπος. Ὁ γὰρ χωρὶς ἁμαρτίας γενόμενος ἄνθρωπος, δῆλον ὅτι χωρὶς τῆς εἰς θεότητα μεταβολῆς, τὴν φύσιν θεοποιήσει· καὶ τοσοῦτο ἀναβιβάσει δι᾿ ἑαυτόν, ὅσον αὐτὸς διὰ τὸν ἄνθρωπον ἑαυτὸν κατεβίβασεν. Ὅπερ μυστικῶς διδάσκων ἑαυτὸν ὁ μέγας Ἀπόστολος, φησίν, ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις, τὸν εἰς ἡμᾶς ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ Θεοῦ χρηστότητος δειχθήσεσθαι.
ξγ´. Τοῦ μὲν θυμοῦ καὶ τῆς ἐπιθυμίας ἐπιστατῶν ὁ λόγος, ποιεῖ τὰς ἀρετάς· ὁ δὲ νοῦς τοῖς λόγοις ἐπιβάλλων, τῶν γεγονότων τὴν ἄπταιστον συλλέγεται γνῶσιν. Ὅταν οὖν ὁ λόγος μετὰ τὴν τῶν ἀντικειμένων ἀποβολήν, εὕρῃ τὸ κατὰ φύσιν ἑραστόν, καὶ ὁ νοῦς μετὰ τὴν τῶν γινωσκομένων διάβασιν λάβηται τῆς ὑπὲρ οὐσίαν καὶ γνῶσιν τῶν ὄντων Αἰτίας, τηνικαῦτα τὸ τῆς θεώσεως κατὰ χάριν ἐπιγίνεται πάθος, τὸν μὲν λόγον ἀπάγον τῆς φυσικῆς διακρίσεως, ἔνθα τὸ διακρινόμενον οὐκ ἔστι· τὸν δὲ νοῦν καταπαῦον τῆς κατὰ φύσιν νοήσεως, ἔνθα μὴ ἔστι τὸ γινωσκόμενον, καὶ ποιοῦν τῇ κατὰ τὴν στάσιν ταὐτότητι θεόν, τὸν ἀξιούμενον τῆς θείας μεθέξεως.
ξδ´. Κατιωθεῖσαν τὴν ψυχὴν τῷ ῥύπῳ τῆς ἡδονῆς, ἀποκαθαίρει πόνος, καὶ ἀφηλοῖ παντελῶς αὐτῆς τὴν σχέσιν τῶν ὑλικῶν, τῆς πρὸς αὐτὰ φιλίας τὴν ζημίαν μεταμαθοῦσαν [al. μεταμαθούσης]· δι᾿ ἣν αἰτίαν ὁ Θεὸς συγχωρεῖ τῷ διαβόλῳ, κατὰ κρίσιν δικαίαν τοὺς ἀνθρώπους βασάνοις καταπιέζειν.
ξε´. Ἡδονὴ καὶ λύπη, ἐπιθυμία καὶ φόβος, καὶ τὰ τούτοις ἑπόμενα, τῇ φύσει τῶν ἀνθρώπων προηγουμένως οὐ συνεκτίσθη· ἐπεὶ καὶ εἰς τὸν ὅρον ἂν συνετέλουν τῆς φύσεως. Λέγω δὴ παρὰ τοῦ (1205) Νυσαέως μεγάλου Γρηγορίου μαθών, ὅτι διὰ τὴν τῆς τελειότητος ἔκπτωσιν, ἐπεισήχθη ταῦτα, τῷ ἀλογοτέρῳ μέρει προσφυέντα τῆς φύσεως· δι᾿ ὧν, ἀντὶ τῆς μακαρίας καὶ θείας εἰκόνος, εὐθὺς ἅμα τῇ παραβάσει, διαφανὴς καὶ ἐπίδηλος ἐν τῷ ἀνθρώπῳ γέγονεν ἡ τῶν ἀλόγων ζώων ὁμοίωσις. Ἔδει γὰρ τῆς ἀξίας τοῦ λόγου καλυφθείσης, ὑφ᾿ ὧν ἐπεσπάσατο τῆς ἀλογίας γνωρισμάτων, ἐνδίκως τὴν φύσιν τῶν ἀνθρώπων κολάζεσθαι· σοφῶς εἰς συναίσθησιν τῆς λογικῆς μεγαλονοίας ἐλθεῖν οἰκονομοῦντος τοῦ Θεοῦ τὸν ἄνθρωπον.
ξστ´. Καλὰ γίνεται καὶ τὰ πάθη ἐν τοῖς σπουδαίοις, ὁπηνίκα σοφῶς αὐτὰ τῶν σωματικῶν ἀποστήσαντες, πρὸς τὴν τῶν οὐρανίων μεταχειριζώμεθα κτῆσιν· οἷον, ὅτε τὴν μὲν ἐπιθυμίαν, τῆς νοερᾶς τῶν θείων ἐφέσεως ὀρεκτικὴν ἐργασόμεθα κίνησιν· τὴν ἡδονὴν δέ, τῆς ἐπὶ τοῖς θείοις χαρίσμασι τοῦ νοῦ θελκτικῆς ἐνεργείας εὐφροσύνην ἀπήμονα· τὸ δὲ φόβον, τῆς μελλούσης ἐπὶ πλημμελήμασι τιμωρίας προφυλακτικὴν ἐπιμέλειαν· τὴν δὲ λύπη, διορθωτικὴν ἐπὶ παρόντι κακῷ μεταμέλειαν. Καὶ συντόμως εἰπεῖν, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, σώματι φθαρτικοῦ θηρὸς τῆς ἐχίδνης, τὴν οὖσαν ἢ μελετωμένην ἀφαιρουμένους λώβησιν, τοῖς πάθεσι τούτοις πρὸς ἀναίρεσιν χρώμενοι παρούσης κακίας ἢ προσδοκωμένης, καὶ κτῆσιν καὶ φυλακὴν ἀρετῆς τε καὶ γνώσεως.
ξζ´. Ὁ μὲν τῆς πρώτης Διαθήκης νόμος, διὰ τῆς πρακτικῆς φιλοσοφίας, παντὸς μολυσμοῦ τὴν φύσιν ἀποκαθαίρει. Ὁ δὲ τῆς Καινῆς, διὰ τῆς θεωρητικῆς μυσταγῳγίας, ἀπὸ τῶν σωματικῶν πρὸς τὰ συγγενῆ τῶν νοητῶν θεάματα, τὸν νοῦν γνωστικῶς ἀναβιβάζει.
ξη´. Ἡ θεία Γραφή, τοὺς μὲν εἰσαγομένους, καὶ ἐπὶ τὰ προπύλαιὰ που τυγχάνοντας τῆς θείας αὐλῆς τῶν ἀρετῶν, φοβουμένους καλεῖ· τοὺς δὲ κτησαμένους σύμμετρον ἕξιν τῶν κατ᾿ ἀρετὴν λόγων τε καὶ τρόπων, οἶδεν ὀνομάζειν προκόπτοντας· τοὺς δὲ κατ᾿ αὐτὴν γνωστικῶς ἤδη γεγενημένους τῆς τῶν ἀρετῶν ἐκφαντικῆς ἀληθείας τὴν κορυφήν, προσαγορεύει τελείους. Ὁ τοίνυν τὴν ἐν τοῖς πάθεσιν ἀρχαίαν ἀναστροφὴν ἀποστραφείς, καὶ πᾶσαν ἑαυτοῦ τὴν διάθεσιν διὰ τὸν φόβον ἐκδεδωκὼς τοῖς θείοις προστάγμασιν, οὐδενὸς καλοῦ τῶν εἰσαγομένοις πρεπόντων καθυστερεῖ· κἂν οὔπω τὴν ἐν ἀρεταῖς ἕξιν ἐκτήσατο, καὶ τῆς ἐν τοῖς τελείοις λαλουμένοις σοφίας γέγονε μέτοχος. Ἀλλ᾿ οὐδὲ ὁ προκόπτων, τῶν ἐπιβεβλημένων αὐτοῦ (1208) τῷ βαθμῷ καλῶν τινος ὑστερεῖ· κἂν τὴν αὐτὴν οὔπω τοῖς τελείοις ὑπερέχουσαν τῶν θείων ἐκτήσατο γνῶσιν. Οἱ γὰρ τέλειοι, τῆς θεωρητικῆς ἤδη μυστικῶς ἀξιωθέντες θεολογίας, καὶ πάσης φαντασίας ὑλικῆς τὸν νοῦν καθαρὸν καταστήσαντες, καὶ εἰκόνος τῆς θείας ὡραιότητος ὅλην ἀνελλιπῶς φέρουσαν τὴν ἐκμίμησιν, τὴν θείαν ἀγάπης ἐν ἑαυτοῖς ἐνστερνισάμενοι φαίνονται.
ξθ´. Διττός ἐστιν ὁ φόβος· ὁ μὲν ἁγνός· ὁ δὲ οὐχ ἁγνός. Ὁ μὲν γὰρ ἐπὶ πλημμελήμασι κατ᾿ ἐκδοχὴν κολάσεως συνιστάμενος φόβος, αἰτίαν ἔχων τῆς οἰκείας γενέσεως τὴν ἁμαρτίαν, οὐχ ἁγνός, οὐδὲ ἔσται διαπαντός, τῇ ἁμαρτίᾳ διὰ τῆς μετανοίας συναφανιζόμενος. Ὁ δὲ δίχα τῆς ἐπὶ πλημμελήμασι λύπης ἀεὶ συνεστώς, οὗτος φόβος ἁγνός, καὶ οὐκ ἀπογενήσεταὶ ποτε· διότιπερ οὐσιωδῶς ἐμπέφυκὲ πως τῷ Θεῷ πρὸς τὴν κτίσιν, ποιούμενος ἔκδηλον αὐτοῦ πᾶσιν τὴν φύσικὴν αἰδεσιμότητα, τῆς ὑπὲρ πᾶσαν βασιλείαν καὶ δύναμιν ὑπεροχῆς.
ο´. Ὁ μὴ φοβούμενος τὸν Θεὸν ὡς κριτήν, ἀλλ᾿ αἰδούμενος αὐτὸν διὰ τὴν ὑπερβάλλουσαν τῆς ἀπείρου δυνάμεως ὑπεροχήν, οὐκ ἔχει δικαίως ὑστέρημα, τέλειος ὑπάρχων ἐν τῇ ἀγάπῃ, μετ᾿ αἰδοῦς καὶ τῆς πρεπούσης σεβασμιότητος ἀγαπῶν τὸν Θεόν· καὶ οὗτός ἐστιν ὁ κτησάμενος τὸν διαμένοντα φόβον εἰς αἰῶνα αἰῶνος, καὶ οὐκ ἔστιν αὐτῷ ὑστέρημα τοπαράπαν οὐδέν.
οα´. Ἐκ τῶν ὄντων, τὸν τῶν ὄντων γινώσκομεν αἴτιον· καὶ ἐκ τῆς διαφορᾶς τῶν ὄντων, τὴν ἐνυπόστατον τοῦ ὄντος διδασκόμεθα σοφίαν· καὶ ἐκ τῆς τῶν ὄντων φυσικῆς κινήσεως, τὴν ἐνυπόστατον τοῦ ὄντος μανθάνομεν ζωήν, τὴν τῶν ὄντων ζωοποιὸν δύναμιν, τὸ Πνεῦμα τὸ ἅγιον.
οβ´. Τὸ Πνεῦμα τὸ ἅγιον οὐδενὸς ἄπεστι τῶν ὄντων, καὶ μάλιστα τῶν λόγου καθ᾿ ὁτιοῦν μετειληφότων. Συνεκτικὸν γὰρ ὑπάρχει τῆς ἑκάστου γνώσεως, ὅτι Θεὸς καὶ Θεοῦ Πνεῦμα, κατὰ δύναμιν προνοητικῶς διὰ πάντων χωροῦν, καὶ τὸν ἐν ἑκάστῳ λόγον κατὰ φύσιν ἀνακινοῦν, καὶ δι᾿ αὐτοῦ πρὸς συναίσθησιν τῶν πλημμελῶς παρὰ τὸν θεσμὸν τῆς φύσεως πεπραγμένων, ἄγον τὸν αἰσθανόμενον· καὶ τὴν προαίρεσιν εὔεικτον ἔχοντα, πρὸς ὑποδοχὴν τῶν ἐκ φύσεως ὀρθῶν λογισμῶν. Διὸ καὶ πολλοὺς εὑρίσκομεν καὶ τῶν ἄγαν βαρβάρων καὶ νομάδων ἀνθρώπων, καλοκαγαθίας μεταποιουμένους, καὶ τοὺς ἀνέκαθεν κρατήσαντες ἐν αὐτοῖς θηριώδεις ἀθετοῦντας νόμους.
ογ´. (1209) Ἔστι μὲν ἐν πᾶσιν ἁπλῶς τὸ Πνεῦμα τὸ ἅγιον, καθὸ πάντων ἐστὶ συνεκτικὸν καὶ προνοητικόν, καὶ τῶν φυσικῶν σπερμάτων ἀνακινητικόν. Προσδιωρισμένως δέ, καὶ ἐν πᾶσι τοῖς ἐν νόμῳ, καθότι τῆς τῶν ἐντολῶν ἐστιν ὑπεοδεικτικὸν παραβάσεως, καὶ τῆς κατὰ Χριστὸν προαγορευθείσης ἐπαγγελίας, φωτιστικόν· ἐν δὲ πᾶσι τοῖς κατὰ Χριστὸν πρὸς τοῖς εἰρημένοις, καὶ ὡς υἱοθετικόν. Ὡς δὲ σοφίας ποιητικόν, ἐν οὐδενὶ τῶν εἰρημένων ἐστὶν ἁπλῶς, πλὴν τῶν συνιέντων, καὶ ἑαυτοὺς διὰ τῆς ἐνθέου πολιτείας ἀξίους ποιησαμένων τῆς αὐτοῦ θεωτικῆς ἐνοικήσεως. Πᾶς γὰρ μὴ ποιῶν τὰ θεῖα θελήματα, κἂν πιστὸς ᾗ, ἀσύνετον ἔχει τὴν καρδίαν, ὡς πονηρῶν λογισμῶν ἐργαστήριον, καὶ τὸ σῶμα κατάχρεων ἁμαρτίαις, ὡς διαπαντὸς μολυσμοῖς παθῶν ἐνεχόμενον.
οδ´. Ὁ τῆς σωτηρίας ὀρεγόμενος πάντων ἀνθρώπων Θεός, καὶ πεινῶν αὐτῶν τὴν ἐκθέωσιν, τὴν τούτων οἴησιν ὡς τὴν ἄκαρπον καταρώμενος ἀποξηραίνει συκῆν, ὅπως τοῦ δοκεῖν εἶναι δίκαιοι, τὸ εἶναι μᾶλλον προκρίνατες, τὸν μὲν καθ᾿ ὑπόκρισιν τῆς ἠθικῆς ἐπιδείξεως ἐκδυσάμενοι χιτῶνα, τὸν ἐνάρετον δέ, καθὼς ὁ θεῖος βούλεται λόγος, ἀνοθεύτως μετελθόντες βίον, εὐσεβῶς τὴν ζωὴν διενέγκωσι, Θεῷ μᾶλλον τῆς ψυχῆς τὴν διάθεσιν, ἢ τοῖς ἀνθρώποις τὸν ἐκτὸς ἐπιδεικνύμενοι περὶ τὰ ἤθη σχηματισμόν.
οε´. Ἕτερός ἐστιν ὁ τοῦ ποιεῖν, καὶ ἕτερος ὁ τοῦ πάσχειν λόγος· καὶ ὁ μὲν τοῦ ποιεῖν λόγος ἐστίν, ἡ φυσικὴ πρὸς ἀρετῶν ἐνέργειαν δύναμις· ὁ δὲ τοῦ πάσχειν, ἢ χάρις τῶν ὑπὲρ φύσιν, ἢ σύμβασις τῶν παρὰ φύσιν. Ὡς γὰρ τοῦ ὑπερόντος φυσικὴν οὐκ ἔχομεν δύναμιν, οὕτως οὔτε τοῦ μὴ ὄντος ἔχομεν φύσει τὴν δύναμιν. Πάσχομεν οὖν ὡς ὑπὲρ φύσιν οὖσαν κατὰ χάριν, ἀλλ᾿ οὐ ποιοῦμεν τὴν θέωσιν· οὐ γὰρ ἔχομεν φύσει δεκτικὴν τῆς θεώσεως δύναμιν. Καὶ πάσχομεν πάλιν ὡς παρὰ φύσιν, γνώμῃ κατὰ σύμβασιν τὴν κακίαν· οὐ γὰρ ἔχομεν πρὸς γένεσιν κακίας φυσικὴν δύναμιν. Ποιοῦμεν οὖν ἐνταῦθα φύσει ὄντες τὰς ἀρετάς, πρὸς τὸ ταύτας ποιεῖν ἔχοντες φυσικὴν τὴν δύναμιν· πάσχομεν δὲ κατὰ τὸ μέλλον τὴν θέωσιν, τὴν πρὸς τὸ παθεῖν ταύτην κατὰ δωρεᾶς χάριν δεχόμενοι.
οστ´. Ποιοῦμεν ἡμεῖς, ἐφ᾿ ὅσον τήν τε τῶν ἀρετῶν ποιητικὴν φύσει λογικὴν ἔχομεν δύναμιν ἐνεργουμένην· καὶ τὴν πάσης γνώσεως δεκτικὴν νοερὰν ἀσχέτως δύναμιν, (1212) πᾶσαν τῶν ὄντων καὶ γινωσκομένων φύσιν διαβαίνουσαν, καὶ πάντας κατόπιν ἑαυτῆς τοὺς αἰῶνας ποιουμένην· πάσχομεν δέ, ἡνίκα τῶν ἐξ οὐκ ὄντων τοὺς λόγους τελείως περάσαντες, εἰς τὴν τῶν ὄντων ἀγνώστως ἔλθωμεν Αἰτίαν, καὶ συγκαταπαύσωμεν τοῖς φύσει πεπερασμένοις τὰς οἰκείας δυνάμεις, ἐκεῖνο γινόμενοι, ὅπερ τῆς κατὰ φύσιν δυνάμεως οὐδαμῶς ὑπάρχει κατόρθωμα· ἐπειδὴ τοῦ ὑπὲρ φύσιν, ἡ φύσις καταληπτικὴν οὐ κέκτηται δύναμιν· θεώσεως γὰρ οὐδὲν γενητὸν κατὰ φύσιν ἐστὶ ποιητικόν, ἐπειδὴ μηδὲ Θεοῦ καταληπτικόν· μόνης γὰρ τῆς θείας χάριτος ἴδιον τοῦτο πέφυκεν εἶναι, τὸ ἀναλόγως τοῖς οὖσι χαρίζεσθαι θέωσιν· τῆς λαμπρυνούσης τὴν φύσιν τῷ ὑπὲρ φύσιν φωτί, καὶ τῶν οἰκείων ὅρων αὐτὴν ὑπεράνω, κατὰ τὴν ὑπερβολὴν τῆς δόξης, ποιουμένης.
οζ´. Τὰς ἀρετὰς ποιοῦντες, μετὰ τήνδε παυόμεθα τὴν ζωήν· τὴν δὲ κατὰ χάριν ὑπὲρ αὐτῶν οὐ παυόμεθα πάσχοντες θέωσιν. Τὸ γὰρ ὑπὲρ φύσιν, ἀνύπαρκτον, ὅτι καὶ ἀδρανές.
οη´. Τῶν θείων ἀγαθῶν τύποι, οἵ τε κατ᾿ ἀρετὴν τρόποι, καὶ οἱ τῶν ὄντων λόγοι· οἷς ὁ Θεὸς διαπαντὸς ἄνθρωπος γίνεται, ὡς μὲν σῶμα, τοὺς τρόπους ἔχων τῶν ἀρετῶν, ὡς δὲ ψυχήν, τοὺς ἐν πνεύματι λόγους τῆς γνώσεως, οἷς τοὺς ἀξίους θεοποιεῖ, χαρακτῆρα διδοὺς ἀρετῆς ἐνυπόστατον, καὶ ἀπλανοῦς γνώσεως ἐνούσιον χαριζόμενος ὕπαρξιν.
οθ´. Ὁ πιστός, κατὰ τὸν ἅγιον Πέτρον, καὶ πρακτικὸς νοῦς, ὑπὸ Ἡρώδου κρατούμενος, τοῦ δερματίνου νόμου· δερμάτινος γὰρ ὁ Ἡρώδης ἑρμηνεύεται, ὅπερ ἐστὶ τὸ φρόνημα τῆς σαρκός· ὑπὸ δύο συγκλείεται φυλακάς, καὶ μίαν πύλην σιδηρᾶν, πολεμούμενος ἒκ τε τῆς τῶν παθῶν ἐνεργείας, καὶ τῆς κατὰ διάνοιαν ἐπὶ τοῖς πάθεσι συγκαταθέσεως, ἃς τινας καθάπερ φυλακάς, ἤγουν εἱρκτάς, διὰ τοῦ λόγου τῆς πρακτικῆς φιλοσοφίας, ὡς δι᾿ ἀγγέλου διαπεράσας, ἔρχεται ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν· τὴν πρὸς τὰ αἰσθητὰ λέγω τῶν αἰσθήσεων, στεῤῥὰν καὶ ἀπότομον καὶ δυσκαταμάχητον σχέσιν· ἣν ὁ τῆς φυσικῆς ἐν πνεύματι θεωρίας διανοίγων λόγος αὐτομάτην, πρὸς τὰ συγγενῆ νοητὰ λοιπὸν ἀφόβως τὸν νοῦν παραπέμπει τῆς Ἡρώδου μανίας ἐλεύθερον.
π´. (1213) Ὁ διάβολος καὶ ἐχθρός ἐστι τοῦ Θεοῦ, καὶ ἐκδικητής· ἐχθρὸς μέν, ὅταν ὡς μισῶν αὐτόν, δοκεῖ πως τὴν ὀλέθριον κεκτῆσθαι πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἀγάπην, τοῖς τῶν ἑκουσίων παθῶν τρόποις, διὰ τῆς ἡδονῆς πείθων ἡμῶν τὴν προαίρεσιν τῶν αἰωνίων ἀγαθῶν, προκρίνειν τὰ πρόσκαιρα· δι᾿ ὧν κλέπτων ὅλην τῆς ψυχῆς τὴν ἔφεσιν, τῆς θείας παντελῶς ἀγάπης ἡμᾶς ἀφίστησιν, ἑκουσίους ἐχθροὺς ποιῶν τοῦ ποιήσαντος· ἐκδικητὴς δέ, ὅταν γυμνώσας τὸ πρὸς ἡμᾶς μῖσος, ὡς ἤδη γενομένους αὐτῷ διὰ τὴν ἁμαρτίαν ὑποχειρίους, ἐξαιτῆται τὴν καθ᾿ ἡμῶν τιμωρίαν. Οὐδὲν γὰρ οὕτω φίλον τῷ διαβόλῳ καθέστηκεν, ὡς ἄνθρωπος τιμωρούμενος. Τοῦτο δὲ συγχωρηθείς, τὰς ἀπαλλήλους ἐπινοῶν τῶν ἀκουσίων παθῶν ἐπαγωγάς, λαίλαπος δίκην ἀπηνῶς ἐπιφέρεται τοῖς καθ᾿ ὧν ἐκομίσατο συγχωρήσει Θεοῦ τὴν ἐξουσίαν· οὐ τὸ πρόσταγμα τὸ θεῖον ἐκπληρῶσαι βουλόμενος, ἀλλὰ τὸ οἰκεῖον τοῦ καθ᾿ ἡμῶν μίσους διαθρέψαι πάθος ἐπιθυμῶν· ἵνα τῷ πολλῷ βάρει τῶν ὀδυνηρῶν συμφορῶν, ἡ ψυχὴ δι᾿ ἀτονίαν ὀκλάσασα, τῆς θείας ἐλπίδος ἑαυτῆς περικόψῃ τὴν δύναμιν, ἀντὶ νουθεσίας, ἀθεΐας αἰτίαν ποιουμένη τὴν τῶν ἀλγεινῶς συμβαινόντων ἐπαγωγήν.
πα´. Ὅταν οἱ τὴν πρακτικὴν ἕξιν, καὶ τὴν θεωρητικὴν ἐπιστήμην ἀπειληφότες, πρὸς τὴν τῶν ἀνθρώπων ταύτας μετέρχωνται δόξαν, ἤθη μὲν ἀρετῶν τῷ φαινομένῳ τρόπῳ σκιαγραφοῦντες· λόγους δὲ σοφίας καὶ γνώσεως μόνον λαλοῦντες, δίχα τῶν κατὰ δικαιοσύνην ἔργων· καὶ τὸν ὡς ἐπ᾿ ἀρετῇ καὶ γνώσει τοῖς ἄλλοις ἐπιδείκνυνται τύφον, εἰκότως πρέπουσι παραδίδονται πόνοις, διὰ τοῦ πάσχειν τὴν ἀγνοηθεῖσαν αὐτοῖς ἐκ τῆς ματαίας οἰήσεως ταπεινοφροσύνην μεταμανθάνοντες.
πβ´. Ἕκαστος τῶν δαιμόνων κατὰ τὴν ἐνδιαθέτως ὑποκειμένην ἐπιτηδειότητα, πρὸς τήνδε ἢ τήνδε τῶν πειρασμῶν τὴν ἐπαγωγὴν τυγχάνει λειτουργῶν· ἄλλος γὰρ ἄλλης ἐστὶ ποιητικὸς κακίας, καὶ ἄλλος ἄλλους σαφῶς ἐστι μιαρώτερος, καὶ πρὸς τόδε μᾶλλον τῆς κακίας τὸ εἶδος ἐπιτηδειότερος.
πγ´. Ἄνευ τῆς θείας συγχωρήσεως, οὐδὲ αὐτοὶ οἱ δαίμονες κατ᾿ οὐδὲν ὑπουργεῖν δύνανται τῷ διαβόλῳ. Οἶδε γὰρ αὐτὸς ὁ Θεὸς ὅπως μετὰ τῆς δεούσης φιλανθρώπου καὶ ἀγαθῆς προνοίας συγχωρεῖ τῷ διαβόλῳ διὰ τῶν αὐτοῦ ὑπουργῶν, τὰς ἐφ᾿ οἷς ἡμάρτομεν, διαφόρους ποιεῖσθαι τιμωρίας· καὶ δηλοῖ τοῦτο σαφῶς, ἡ περὶ τοῦ Ἰὼβ συγγραφὴ μὴ δυνάμενον τῷ Ἰὼβ παντελῶς προσπελάσαι τὸν διάβολον ἀναγραφομένη, δίχα τοῦ θείου βουλήματος.
πδ´. Ἐνυπόστατος πίστις ἐστίν, ἡ ἐνεργὴς καὶ ἔμπρακτος, καθ᾿ ἣν ὁ τοῦ Θεοῦ λόγος ἐν τοῖς πρακτικοῖς δείκνυται, ταῖς ἐντολαῖς σωματούμενος, (1216) δι᾿ ὧν ὡς Λόγος πρὸς τὸν ἐν ᾧ κατὰ φύσιν ἐστίν, ἀνάγει Πατέρα τοὺς πράττοντας.
πε´. Ζωῆς μετάθεσιν καὶ λατρείαν ἀγγελικήν, καὶ πρὸς σῶμα ψυχῆς ἑκούσιον ἀλλοτρίωσιν, καὶ τῆς ἐν πνεύματι θείας μεταποιήσεως γένεσιν, τὸ τῆς Νέας Διαθήκης καταγγέλλει μυστήριον. Πνευματικὴν δὲ περιτομὴν ὁ λόγος οἶδε καλεῖν, τὴν τῆς ἐμπαθοῦς σχέσεως πρὸς σῶμα τῆς ψυχῆς ἐκτομήν.
πστ´. Ἀγαθὸς ὑπάρχων ὁ Θεός, καὶ θέλων ἡμῶν ἐκτῖλαι παντελῶς τὸ τῆς κακίας σπέρμα τὴν ἡδονήν, τὴν τὸν νοῦν τῆς θείας ἀποσυλήσασαν ἀγάπης, συγχωρεῖ τῷ διαβόλῳ πόνους ἡμῖν καὶ τιμωρίας ἐπαγαγεῖν· κατὰ ταὐτὸν καὶ τῆς προλαβούσης ἡδονῆς τὸν ἰόν, διὰ τῶν πόνων τῆς ψυχῆς ἀποξέων, καὶ πρὸς τὰ παρόντα καὶ μόνην τὴν αἴσθησιν σαίνοντα, μῖσος ἡμῖν καὶ τελείαν ἀποδιάθεσιν, ὡς μηδὲν τιμωρίας πλέον εἰς κέρδος κεκτημένα κατὰ τὴν χρῆσιν, ἐμποιῆσαι βουλόμενος, καὶ τὴν ἐκείνου τιμωρὸν δύναμιν καὶ μισάνθρωπον, τῆς πρὸς ἀρετὴν ἐπαναγωγῆς περιστατικὴν αἰτίαν ποιήσασθαι τῶν αὐτῆς ἑκουσίως ἀπολισθησάντων.
πζ´. Πρέπον ἐστὶ καὶ δίκαιον ὑπὸ τοῦ διαβόλου κολάζεσθαι, τοὺς τὰς αὐτοῦ πονηρὰς ὑποθήκας τῶν ἑκουσίων ἁμαρτημάτων ἡδέως δεξαμένους. Καὶ γὰρ καὶ ἡδονῆς ἐστι διὰ τῶν ἑκουσίων παθῶν σπορεὺς ὁ διάβολος, καὶ ὀδύνης διὰ τῶν ἀκουσίων ἐπαγωγεύς.
πη´. Ὁ θεωρητικὸς νοῦς καὶ γνωστικός, πρὸς τιμωρίαν ἐκδίδοται διὰ τοῦτο πολλάκις τῷ διαβόλῳ, πόνους αὐτῷ δικαίως ἐπάγοντι καὶ συμφοράς, ἵνα μάθῃ πάσχων περὶ καρτερίας μᾶλλον καὶ πόνων ὑπομονῆς φιλοσοφεῖν, ἢ διακενῆς τοῖς οὐκ οὖσιν ὑπερηφάνως ἐμματαιάζειν.
πθ´. Ὁ πάσχων ὑπὸ χάριτος [ fort. ὑπὲρ θείας ἐντολῆς] Θεοῦ παραβαθείσης, ἐὰν ἐπιγνῶ τῆς ἰωμένης αὐτὸν θείας προνοίας τὸν λόγον τήν τε συμφορὰν εὐχαρίστως δέχεται χαίρων, καὶ τὴν ὑπὲρ ἧς παιδεύεται διορθοῦται πλημμέλειαν· ὁ δὲ ταύτης ἀναισθητῶν τῆς ἰατρείας, τῆς τε δοθείσης ἐνδίκως ἀπάγεται χάριτος καὶ τῇ συγχύσει τῶν παθῶν παραδίδοται, πρὸς τὴν πρᾶξιν ἐλθεῖν καταλιμπανόμενος, ὧν ἐνδιαθέτως εἶχε τὴν ἔφεσιν.
τέσσ. ἀνοικ. Ϟ´. Πᾶς ἀνεχόμενος ἑκουσίως ἐκ τῆς τῶν αὐτῷ πεπραγμένων συναισθήσεως, δέξασθαι τὰς ἐπιπόνους τῶν ἀκουσίων ἐπιφορὰς πειρασμῶν, μετὰ τῆς δεούσης εὐχαριστίας, οὐκ ἐξοικίζεται τῆς κατ᾿ ἀρετὴν ἕξεώς τε καὶ χάριτος, ὡς ὑπελθὼν ἑκουσίως τὸν ζυγὸν βασιλέως Βαβυλῶνος, καὶ ὡς χρέος ἀποτιννύς, τὰς τῶν βασάνων ἐπιφορὰς καταδεχόμενος· ἀλλ᾿ ἐν αὐταῖς μένων, τελεῖ τῷ μὲν βασιλεῖ Βαβυλῶνος, τοὺς ἐκ τοῦ παθητοῦ τῆς φύσεως βιαίους πόνους, καὶ τὴν ἐπ᾿ αὐτοῖς, (1217) κατὰ διάνοιαν ὡς ὀφειλέτης αὐτῶν διὰ τὰς προλαβούσας πλημμελίας, συγκατάθεσιν· τῷ δὲ Θεῷ, προσφέρων διὰ λατρείας ἀληθινῆς, τῆς ταπεινῆς λέγω διαθέσεως, τὴν τῶν παρημελημένων διόρθωσιν.
τέσσ. ἀνοικ. Ϟα´. Ὁ τὴν κατὰ συγχώρησιν Θεοῦ πρὸς διόρθωσιν ἐπαγομένην αὐτῷ διὰ τῶν ἀκουσίων πειρασμῶν συμφοράν, εὐχαρίστως μὴ καταδεχόμενος καὶ τὴν ἐπὶ τῷ δοκεῖν δίκαιος εἶναι, μεταγνούς, οὐκ ἀποτιθέμενος οἴησιν, ὡς τοῖς θείοις τῶν δικαίων κριμάτων ἀντιπίπτων θεσπίσματα, καὶ μὴ καταδεχόμενος ἑκουσίως ὑπὸ τὸν ζυγὸν γενέσθαι τοῦ βασιλέως Βαβυλῶνος κατὰ τὴν θείαν διαταγήν, εἰς αἰχμαλωσίαν παραδίδοται· καὶ κλοιοὺς καὶ δεσμὰ καὶ λοιμὸν καὶ θάνατον καὶ μάχαιραν, καὶ τῆς ἰδίας παντελῶς ἀποικίζεται γῆς. Πάντα γὰρ ταῦτα, καὶ τούτων πλείονα, ὁ τῆς κατ᾿ ἀρετὴν καὶ γνῶσιν ὡς ἰδίας τῆς ἐξοικιζόμενος ἕξεως πάσχει· διὰ τὸ μὴ θέλειν αὐτὸν ἐξ ὑπερηφανίας καὶ ματαίας οἰήσεως τὰς ἐφ᾿ οἷς ἐπλημμέλησεν ἐκτιννὺς δίκας, ἐν θλίψεσιν εὐδοκῆσαι καὶ ἀνάγκαις καὶ στενοχωρίαις κατὰ τὸν θεῖον Ἀπόστολον. Ἤδει γὰρ ὁ μέγας Ἀπόστολος, φυλακτικὴν τῶν θείων κατὰ ψυχὴν θησαυρῶν ὑπάρχουσαν, τὴν ἐκτὸς περὶ τὸ σῶμα συνισταμένην διὰ τῶν πόνων ταπείνωσιν· καὶ διὰ τοῦτο στέργων ὑπέμενε, καὶ διὰ ἑαυτόν, καὶ τοὺς οἷς ἀρετῆς καὶ πίστεως προέκειτο τύπος· ἵνα κἂν ὡς ὑπεύθυνοι πάσχωσι κατὰ τὸν ἐπιτιμηθέντα Κορίνθιον, εἰς παρηγορίαν ἔχωσι καὶ ὑπομονῆς μίμησιν τὸν ἀνευθύνως πάσχοντα.
τέσσ. ἀνοικ. Ϟβ´. Ὁ μὴ τοῖς σχήμασι τῶν ὁρατῶν ἐναπομένων διὰ τὴν αἴσθησιν, ἀλλὰ κατὰ νοῦν τοὺς λόγους αὐτῶν ἀναζητῶν, ὡς νοητῶν τύπους ἢ λόγους αἰσθητῶν θεώμενος κτισμάτων, οὐδὲν ἀκάθαρτον εἶναι τῶν ὁρωμένων διδάσκεται· πάντα γὰρ φύσει καλὰ λίαν καθέστηκεν.
τέσσ. ἀνοικ. Ϟγ´. Ὁ τῇ κινήσει τῶν αἰσθητῶν μὴ συναλλοιούμενος, ἀκίβδηλον τὴν τῶν ἀρετῶν μετέρχεται πρᾶξιν. Ὁ δὲ τοῖς αὐτῶν σχήμασι μὴ διατυπώσας τὸν νοῦν, τὴν ἀληθῆ τῶν ὄντων ἀπείληφε δόξαν. Ὁ δὲ καὶ αὐτὴν τὴν οὐσίαν τῶν ὄντων τῇ διανοίᾳ παραδραμών, ὡς ἄριστος θεολόγος, μετὰ ταύτην ἀγνώστως τῇ μονάδι προσέβαλε.
τέσσ. ἀνοικ. Ϟδ´. Πᾶς θεωρητικὸς νοῦς, ἔχων τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἐν ἑαυτῷ τῆς φαινομένης κτίσεως ἀποκτείνας τὴν κίνησιν, κατώρθωσεν ἀρετήν· καὶ τῶν αἰσθητῶν σχημάτων ἑαυτοῦ τὴν φαντασίαν ἀποτεμών, τὴν ἐν τοῖς λόγοις τῶν (1220) ὄντων εὗρεν ἀλήθειαν, καθ᾿ ἣν φυσικὴ θεωρία συνέστηκε· καὶ τῆς οὐσίας τῶν ὄντων ὑπεράνω γενόμενος, τὸν τῆς θείας καὶ ἀμάχου μονάδος δέχεται φωτισμόν, καθ᾿ ὃν τῆς ἀληθοῦς θεολογίας συνέστηκε τὸ μυστήριον.
τέσσ. ἀνοικ. Ϟε´. Ἑκάστῳ κατὰ τὴν ὑποκειμένην αὐτῷ περὶ Θεοῦ δόξαν, ὁ Θεὸς ἐμφανίζεται· τοῖς μὲν κατ᾿ ἔφεσιν τὴν ὑλικὴν περάσασι σύνθεσιν, καὶ τὰς δυνάμεις τῆς ψυχῆς ἰσοδυναμούσας ἀλλήλαις κεκτημένοις κατὰ μίαν καὶ τὴν αὐτὴν ἀεικινησίαν περὶ Θεόν, ὡς μονὰς ἐκφαίνεται καὶ Τριάς, ἵνα καὶ τὴν οἰκείαν ὕπαρξιν παραδείξειε, καὶ τὸν αὐτῆς τρόπον μυστικῶς ἐκδιδάξειε. Τοῖς δὲ περὶ μόνην τὴν ὑλικὴν σύνθεσιν ἔχουσι κινουμένην τὴν ἔφεσιν, καὶ ἀλλήλαις ἀσυνδέτους τὰς τῆς ψυχῆς δυνάμεις κεκτημένοις, οὐχ ὡς ἔστιν, ἀλλ᾿ ὡς εἰσὶν ἐμφανίζεται, δεικνὺς ὅτι τῆς ὑλικῆς δυάδος ἀμφοῖν ἐπελάβοντο ταῖν χεροῖν· καθ᾿ ἣν ὁ σωματικός, ὡς ἐξ ὕλης καὶ εἴδους, συνέστηκε κόσμος.
τέσσ. ἀνοικ. Ϟστ´. Ὁ θεῖος Ἀπόστολος, τὰς διαφόρας ἐνεργείας τοῦ ἑνὸς ἁγίου Πνεύματος, χαρίσματα λέγει διάφορα, ὑφ᾿ ἑνὸς δηλονότι καὶ τοῦ αὐτοῦ ἐνεργούμενα Πνεύματος. Εἰ τοίνυν κατὰ τὸ μέτρον τῆς ἐν ἑκάστῳ πίστεως δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος ἐν τῇ μετοχῇ τοῦ τοιοῦδε χαρίσματος, ἕκαστος τῶν πιστῶν δηλονότι κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, καὶ τῆς ὑποκειμένης αὐτῷ κατὰ ψυχὴν διαθέσεως, συμμεμετρημένην δέχεται τοῦ Πνεύματος τὴν ἐνέργειαν, χαριζομένην αὐτῷ τῆσδε ἢ τῆσδε τῆς ἐντολῆς τὴν ἁρμόζουσαν πρὸς ἐνέργειαν ἕξιν.
τέσσ. ἀνοικ. Ϟζ´. Ὣσπερ ὁ μὲν λαμβάνει λόγον σοφίας, ὁ δὲ λόγον γνώσεως, ἕτερος δέ, πίστεως, καὶ ἄλλος ἄλλο τι τῶν ἀπηριθμημένων τῷ μεγάλῳ Ἀποστόλῳ χαρισμάτων τοῦ Πνεύματος· οὕτως ὁ μὲν δέχεται διὰ τοῦ Πνεύματος χάρισμα τῆς τελείας καὶ ἀμέσου πρὸς Θεὸν καὶ μηδὲν ἐχούσης ὑλικὸν ἀγάπης, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως· ἕτερος δὲ διὰ τοῦ αὐτοῦ Πνεύματος, τῆς τελείας ἀγάπης πρὸς τὸν πλησίον χάρισμα· ἄλλος δὲ ἄλλο τι, κατὰ τὸ αὐτὸ Πνεῦμα, ὡς ἔφην, ἔχοντος ἑκάστου ἐνεργούμενον τὸ οἰκεῖον χάρισμα. Πᾶσαν γὰρ ἐντολῆς ἕξιν ἐνεργουμένην, Πνεύματος εἶναι χάρισμα λέγει.
τέσσ. ἀνοικ. Ϟη´. Τὸ τοῦ Κυρίου βάπτισμά ἐστιν, ἡ παντελὴς πρὸς τὸν αἰσθητὸν κόσμον τῆς προαιρέσεως ἡμῶν νέκρωσις· τὸ δὲ ποτήριον, καὶ αὐτῆς ἡμῶν τῆς παρούσης ζωῆς ὑπὲρ ἀληθείας καθέστηκεν ἄρνησις.
τέσσ. ἀνοικ. Ϟθ´. Τὸ τοῦ Κυρίου βάπτισμα, τῶν ὑπὲρ ἀρετῆς κατὰ πρόθεσιν ἑκουσίων καὶ ἡμετέρων πόνων, τύπος ὑπάρχει· δι᾿ ὧν τὰς κατὰ συνείδησιν ἀποῤῥύπτοντες κηλῖδας, τὸν πρὸς τὰ φαινόμενα τῆς προαιρέσεως ἑκούσιον καταδεχόμεθα θάνατον· τὸ δὲ ποτήριον, τῶν ἐκ περιστάσεως παρὰ προαίρεσιν ἐπανισταμένων ἡμῶν ὑπὲρ τῆς ἀληθείας ἀκουσίων πειρασμῶν τύπος ἐστί· (1221) δι᾿ ὧν καὶ αὐτῆς προκρίνοντες τὸν θεῖον πόθον τῆς φύσεως, ἑκόντες τὸν περιστατικὸν ὑπερχόμεθα τῆς φύσεως θάνατον.
ῥ´. Ταύτην ἔχει τὴν διαφορὰν τὸ βάπτισμα πρὸς τὸ ποτήριον· ὅτι τὸ μὲν βάπτισμα, ὑπὲρ ἀρετῆς πρὸς τὰ ἡδέα τοῦ βίου νεκρὰν ἐργάζεται τὴν προαίρεσιν· τὸ δὲ ποτήριον, τὴν ἀλήθειαν καὶ αὐτῆς προκρίνειν πείθει τῆς φύσεως τοὺς εὐσεβεῖς.