ΕΚΑΤΟΝΤΑΣ Β´.

ΓΝΩΣΤΙΚΩΝ ΚΕΦΑΛΑΙΩΝ.

α´. Εἷς Θεός, ὅτι μία θεότης· μονὰς [deest τό, μονάς, in tribus Regiis] ἄναρχος καὶ ἁπλῆ καὶ ὑπερούσιος· (1125) καὶ ἀμερὴς καὶ ἀδιαίρετος· ἡ αὐτὴ μονὰς καὶ Τριάς· ὅλη μονὰς ἡ αὐτή, καὶ ὅλη Τριὰς ἡ αὐτή· μονὰς ὅλη κατὰ τὴν οὐσίαν ἡ αὐτή, καὶ Τριὰς ὅλη κατὰ τὰς ὑποστάσεις ἡ αὐτή. Πατὴρ γάρ, καὶ Υἱός, καὶ Πνεῦμα ἅγιον ἡ θεότης, καὶ ἐν Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι ἡ θεότης. Ὅλη ἐν ὅλῳ τῷ Πατρὶ ἡ αὐτή· καὶ ὅλος ἐν ὅλῃ τῇ αὐτῇ ὁ Πατήρ· καὶ ὅλη ἐν ὅλῳ τῷ Υἱῷ ἡ αὐτή· καὶ ὅλος ἐν ὅλῃ τῇ αὐτῇ ὁ Υἱός. Καὶ ὅλη ἐν ὅλῳ τῷ Πνεύματι τῷ ἁγίῳ ἡ αὐτή· καὶ ὅλον ἐν ὅλῃ τῇ αὐτῇ τὸ Πνεῦμα τὸ ἅγιον. Ὅλη Πατήρ, καὶ ἐν ὅλῳ τῷ Πατρί· καὶ ὅλος ἐν ὅλῃ ὁ Πατήρ· καὶ ὅλη ὅλος ὁ Πατήρ. Καὶ ὅλη ὅλος ὁ Υἱὸς ἡ αὐτή· καὶ ὅλη ἐν ὅλῳ τῷ Υἱῷ ἡ αὐτή· καὶ ὅλος ὅλη, καὶ ἐν ὅλῃ τῇ αὐτῇ ὁΥἱός. Καὶ ὅλη Πνεῦμα ἅγιον ἡ αὐτή, καὶ ἐν ὅλῳ τῷ Πνεύματι τῷ ἁγίῳ· καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὅλον ὅλη, καὶ ὅλον ἐν ὅλῃ τῇ αὐτῇ τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ γὰρ ἐκ μέρους ἡ θεότης ἐν τῷ Πατρί, ἢ ἐκ μέρους Θεὸς ὁ Πατήρ· οὔτε ἐκ μέρους ἐν τῷ Υἱῷ ἡ θεότης, ἢ ἐκ μέρους Θεὸς ὁ Υἱός· οὔτε ἐκ μέρους ἐν τῷ ἁγίῳ Πνεύματι ἡ θεότης, ἢ ἐκ μέρους Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Οὔτε γὰρ μεριστὴ ἡ θεότης· οὔτε ἀτελὴς ὁ Θεὸς ὁ Πατήρ, ἢ ὁ Υἱός, ἢ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ᾿ ὅλη ἐστὶν ἡ αὐτὴ τελεία τελείως ἐν τελείῳ τῷ Πατρί· καὶ ὅλη τελεία τελείως ἡ αὐτὴ ἐν τελείῳ τῷ Υἱῷ ἡ αὐτή· καὶ ὅλη τελεία τελείως ἡ αὐτὴ ἐν τελείῳ τῷ ἁγίῳ Πνεύματι. Ὅλος γὰρ ἐν ὅλῳ τῷ Υἱῷ καὶ τῷ Πνεύματι τελείως ἐστὶν ὁ Πατήρ· καὶ ὅλος ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Πνεύματι τελείως ἐστὶν ὁΥἱός· καὶ ὅλον ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Υἱῷ τελείως ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον. Διὸ καὶ εἷς Θεὸς ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Μία γὰρ καὶ ἡ αὐτὴ οὐσία καὶ δύναμις καὶ ἐνέργεια Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· οὐκ ὄντος οὐδενὸς τοῦ ἑτέρου χωρὶς ἢ νοουμένου.

β´. Πᾶσα νόησις, τῶν νοούντων καὶ νοουμένων ἐστίν· ὁ δὲ Θεός, οὔτε τῶν νοούντων ἐστίν, οὔτε τῶν νοουμένων· ὑπὲρ ταῦτα γάρ· ἐπεὶ περιγράφεται, τῆς τοῦ νοουμένου σχέσεως, ὡς νοῶν, προσδεόμενος· ἢ τῷ νοοῦντι φυσικῶς ὑποπίπτων, διὰ τὴν σχέσιν νοούμενος. Λείπεται γοῦν, μήτε νοεῖν, μήτε νοεῖσθαι τὸν Θεὸν ὑπολαμβάνειν· ἀλλ᾿ ὑπὲρ τὸ νοεῖν εἶναι καὶ νοεῖσθαι. Τῶν γὰρ μετ᾿ αὐτόν, φυσικῶς ἐστι τὸ νοεῖν καὶ τὸ νοεῖσθαι.

γ´. Πᾶσα νόησις ὥσπερ ἐν οὐσίᾳ πάντως ἔχει τὴν θέσιν ὡς ποιότης, οὕτω καὶ περὶ οὐσίαν πεποιωμένην ἔχει τὴν κίνησιν. Οὐ γὰρ ἄφετὸν τι καθόλου καὶ ἁπλοῦν καθ᾿ ἑαυτὸ ὑφεστὼς δυνατόν ἐστιν αὐτὴν ὑποδέξασθαι, ὅτι μὴ ἄφετός ἐστι καὶ ἁπλῆ. Ὁ δὲ Θεός, κατ᾿ ἄμφω πάμπαν ὑπάρχων ἁπλοῦς, καὶ οὐσία τοῦ ἐν ὑποκειμένῳ χωρίς, καὶ νόησις μὴ ἔχουσὰ τι καθάπαξ ὑποκείμενον· οὐκ ἔστι τῶν νοούντων καὶ νοουμένων, ὡς ὑπὲρ οὐσίαν ὑπάρχων δηλονότι καὶ νόησιν.

δ´. Ὣσπερ ἐν τῷ κέντρῳ τῶν ἐξ αὐτοῦ κατ᾿ εὐθεῖαν ἐκτεταμένων γραμμῶν ἀδιαίρετος θεωρεῖται (1128) παντελῶς ἡ θέσις· οὕτως ὁ ἀξιωθεὶς ἐν τῷ Θεῷ γενέσθαι, πάντας εἴσεται τοὺς ἐν αὐτῷ τῶν γεγονότων προϋφεστῶτας λόγους, καθ᾿ ἁπλῆν τινα ἀδιαίρετον γνῶσιν.

ε´. Μορφουμένη τοῖς νοουμένοις νόησις, πολλαὶ νοήσεις ἡ μία καθίσταται νόησις, κατ᾿ εἶδος ἕκαστον μορφουμένη τῶν νοουμένων. Ὁπηνίκα δὲ τῶν μορφούντων αὐτὴν αἰσθητῶν τε καὶ νοητῶν τὸ πλῆθος περάσασα, γένηται πάμπαν ἀνείδεος, τηνικαῦτα προσφυῶς αὐτὴν ὁ ὑπὲρ νόησιν οἰκειοῦται Λόγος, καταπαύων τῶν ἀλλοιοῦν αὐτὴν ταῖς τῶν νοημάτων μορφαῖς πεφυκότων· ὅπερ ὁ παθών, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.

στ´. Ὁ τὴν ἐφικτὴν ἀνθρώποις ἐνταῦθα τελειότητα φθάσας, καρποφορεῖ τῷ Θεῷ ἀγάπην, χαράν, εἰρήνην, μακροθυμίαν· πρὸς δὲ τὸ μέλλον, ἀφθαρσίαν καὶ ἀϊδιότητα, καὶ τὰ τούτοις ὅμοια· καὶ μήποτε τὰ μὲν πρῶτα προσήκει τῷ τὴν πρακτικὴν τελειώσαντι· τὰ δεύτερα δέ, τῷ διὰ γνώσεως ἀληθοῦς ἐκστάντι τῶν πεποιημένων.

ζ´. Ὣσπερ ἴδιον παρακοῆς ἔργον ἐστὶν ἡ ἁμαρτία, οὕτως ἴδιον ὑπακοῆς ἔργον ἐστὶν ἡ ἀρετή· καὶ ὥσπερ τῇ μὲν παρακοῇ παρακολουθεῖ παράβασις ἐντολῶν, καὶ τοῦ ἐντειλαμένου διαίρεσις, οὕτω τῇ ὑπακοῇ ἐφέπεται συντήρησις ἐντολῶν, καὶ ἡ πρὸς τὸν ἐντειλάμενον ἕνωσις. Ὁ γοῦν συντηρήσας δι᾿ ὑπακοῆς ἐντολήν, καὶ δικαιοσύνην εἰργάσατο, καὶ πρὸς τὸν ἐντειλάμενον, ἕνωσιν διὰ τῆς ἀγάπης ἐτήρησεν ἀδιαίρετον· ὁ δὲ παραβὰς διὰ παρακοῆς ἐντολήν, καὶ τὴν ἁμαρτίαν εἰργάσατο, καὶ τῆς κατ᾿ ἀγάπην ἑαυτὸν πρὸς τὸν ἐντειλάμενον διεῖλεν ἑνώσεως.

η´. Ὁ ἐκ τῆς κατὰ τὴν παράβασιν διαιρέσεως συναγόμενος, πρῶτον χωρίζεται τῶν παθῶν· ἔπειτα τῶν ἐμπαθῶν λογισμῶν· εἶτα φύσεως καὶ τῶν περὶ φύσιν λόγων· εἶτα νοημάτων, καὶ τῶν περὶ αὐτὰ γνώσεων· καὶ τελευταῖον, τῶν περὶ Προνοίας λόγων διαδρὰς τὸ ποικίλον, εἰς αὐτὸν ἀγνώστως καταντᾷ τὸν περὶ μονάδος λόγον· καθ᾿ ὃν μόνον θεωρήσας ἑαυτοῦ ἀτρεψίαν ὁ νοῦς, χαίρει τὴν ἀνεκλάλητον χαράν· ὡς τὴν εἰρήνην εἰληφὼς τοῦ Θεοῦ, τὴν ὑπερέχουσαν πάντα νοῦν· καὶ φρουροῦσαν διηνεκῶς ἄπτωτον τὸν αὐτῆς ἀξιούμενον.

θ´. Ὁ τῆς γεέννης φόβος, κακίαν φεύεγειν παρασκευάζει τοὺς εἰσαγομένους· ὁ δὲ πόθος τῆς τῶν ἀγαθῶν ἀντιδόσεως, τοῖς προκόπτουσι τὴν ἐπ᾿ ἐνεργείᾳ τῶν ἀρετῶν χαρίζεται προθυμίαν· τὸ δὲ τῆς ἀγάπης μυστήριον, πάντων ὑπεραίρει τῶν γεγονότων τὸν νοῦν, (1129) πρὸς πάντα τὰ μετὰ Θεὸν τυφλὸν ἀπεργαζόμενον. Μόνους γὰρ τοὺς τυφλοὺς πρὸς πάντα τὰ μετὰ Θεὸν γεγενημένους ὁ Κύριος σοφίζει, δεικνὺς τὰ θειότερα.

ι´. Ὁ τοῦ Θεοῦ λόγος, κόκκῳ σινάπεως ἐοικώς, πρὸ τῆς γεωργίας πάνυ εἶναι δοκεῖ μικρός· ἐπειδὰν δὲ γεωργηθῇ δεόντως, τοσοῦτον διαδείκνυται μέγας, ὥστε τοὺς τῶν αἰσθητῶν καὶ τῶν νοητῶν κτισμάτων μεγαλοφυεῖς λόγους πτηνῶν δίκην αὐτῷ ἐπαναπαύεσθαι. Πάντων γὰρ οἱ λόγοι καθεστήκασιν αὐτῷ χωρητοί· αὐτὸς δέ, τῶν ὄντων ἐστὶν οὐδενὶ χωρητός. Διὸ τὸν ἔχοντα πίστιν ὡς κόκκον σινάπεως, δύνασθαι μεταθεῖναι λόγῳ τὸ ὄρος ὁ Κύριος ἔφη· τουτέστι, τὸ καθ᾿ ἡμῶν τοῦ διαβόλου κράτος ἀποδιώκειν, καὶ μετατιθέναι τῆς βάσεως.

ια´. Κόκκος τοῦ σινάπεώς ἐστιν ὁ Κύριος, κατὰ πίστιν ἐν Πνεύματι σπειρόμενος ἐν ταῖς καρδίαις τῶν δεχομένων· ὃν ὁ ἐπιμελῶς διὰ τῶν ἀρετῶν γεωργήσας, τὸ μὲν ὄρος τοῦ χοϊκοῦ φρονήματος μετατίθησι, τὴν δυσκίνητον ἕξιν ἑαυτοῦ τῆς κακίας κατ᾿ ἐξουσίαν ἀπωθούμενος· τοὺς δὲ λόγους ἑαυτῶ τῶν ἐντολῶν καὶ τοὺς τρόπους, ἢ καὶ τὰς θείας δυνάμεις, ὥσπερ πετεινὰ οὐρανοῦ ἐπαναπαύει.

ιβ´. Τῷ Κυρίῳ καθάπερ τινὶ θεμελίῳ πίστεως, τὸ ὕψος ἐποικοδομοῦντες τῶν ἀγαθῶν, χρυσίον, ἀργύριον, λίθους τιμίους ἐπιθώμεθα· τουτέστι, θεολογίαν καθαρὰν καὶ ἀκίβδηλον, καὶ βίον διαφανῆ καὶ λαμπρόν, καὶ θείους λογισμοὺς τὰ μαργαρώδη νοήματα· ἀλλὰ μὴ ξύλα, μὴ χόρτον μήτε καλάμην· τουτέστι, μήτε εἰδωλολατρείαν· ἤγουν τὴν περὶ τὰ αἰσθητὰ πτόησιν· μήτε βίον ἀλόγιστον, μήτε λογισμοὺς ἐμπαθεῖς, καὶ τῆς κατὰ σοφίαν συνέσεως ὥσπερ ἀσταχύων ἐστερημένους.

ιγ´. Ὁ γνώσεως ἐφιέμενος, ἀμετακινήτους τὰς βάσεις τῆς ψυχῆς ἐρεισάτω παρὰ τῷ Κυρίῳ, καθὰ φησιν ὁ Θεὸς τῷ Μωϋσῇ· Σὺ δὲ αὐτοῦ στῆθι μετ᾿ ἐμοῦ. Ἰστέον δέ, ὅτι καὶ ἐν αὐτοῖς τοῖς ἱσταμένοις παρὰ τῷ Κυρίῳ ἐστὶ διαφορά· εἴπερ ἐκεῖνο μὴ παρέργως ἀναγινώσκεται τοῖς φιλομαθέσι, τό, Εἰσὶ τινες τῶν ὧδε ἑστώτων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. Οὐ γὰρ πᾶσιν ἀεὶ μετὰ δόξης ὁ Κύριος ἐπιφαίνεται τοῖς παρ᾿ αὐτῷ ἱσταμένοις, ἀλλὰ τοῖς μὲν εἰσαγομένοις, ἐν δούλου μορφῇ παραγίνεται· τοῖς δὲ δυνάμενοις ἀκολουθῆσαι αὐτῷ ἐπὶ τὸ ὑψηλὸν ἀναβαίνοντι τῆς αὐτοῦ μεταμορφώσεως ὄρος, ἐν μορφῇ Θεοῦ ἐπιφαίνεται· ἐν ᾗ ὑπῆρχε, (1132) πρὸ τοῦ τὸν κόσμον εἶναι. Δυνατὸν οὖν ἐστι, μὴ κατὰ τὸ αὐτὸ τὸν αὐτὸν πᾶσι τοῖς παρ᾿ αὐτῷ τυγχάνουσιν ἐπιφαίνεσθαι Κύριον· ἀλλὰ τοῖς μὲν οὕτως, τοῖς δὲ ἑτέρως, κατὰ τὸ μέτρον τῆς ἐν ἑκάστῳ πίστεως δηλονότι ποικίλλων τὴν θεωρίαν.

ιδ´. Ὅταν περιφανὴς καὶ λαμπρὸς ἐν ἡμῖν ὁ τοῦ Θεοῦ γένηται λόγος, καὶ τὸ πρόσωπον αὐτοῦ λάμψοι καθάπερ ἥλιος, τότε καὶ τὰ ἱμάτια αὐτοῦ φαίνεται λευκά· τουτέστι, τὰ ῥήματα τῆς ἁγίας τῶν Εὐαγγελίων Γραφῆς, τρανὰ καὶ σαφῆ, καὶ μηδὲν ἔχοντα κεκαλυμμένον. Ἀλλὰ καὶ Μωϋσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ παραγίνονται· τουτέστιν, οἱ τοῦ νόμου καὶ τῶν προφητῶν πνευματικώτεροι λόγοι.

ιε´. Ὣσπερ ἔρχεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὡς γέγραπται, μετὰ τῶν ἀγγέλων αὐτοῦ ἐν τῇ δόξῃ τοῦ Πατρός, οὕτως καθ᾿ ἑκάστην προκοπὴν ἀρετῆς μεταμορφοῦται τοῖς ἀξίοις ὁ τοῦ Θεοῦ λόγος, ἐρχόμενος μετὰ τῶν ἀγγέλων αὐτοῦ ἐν τῇ δόξῃ τοῦ Πατρός. Οἱ γὰρ ἐν νόμῳ καὶ προφήταις πνευματικώτεροι λόγοις, οὓς Μωϋσῆς καὶ Ἠλίας δι᾿ ἑαυτῶν προτυποῦσι, μετὰ τοῦ Κυρίου φαινόμενοι, κατὰ τὴν μεταμόρφωσιν τοῦ Κυρίου, τὴν ἀναλογίαν σώζουσι τῆς ἐν αὐτοῖς δόξης, τὴν τέως χωρητὴν τοῖς ἀξίοις ἀποκαλύπτοντες δύναμιν.

ιστ´. Ὁ τὸν περὶ μονάδος ποσῶς μυηθεὶς λόγον, πάντως καὶ τοὺς περὶ προνοίας καὶ κρίσεως ἐπέγνω λόγους, συνόντας αὐτῷ. Διὸ καὶ τρεῖς γενέσθαι σκηνὰς παρ᾿ ἑαυτῷ [unus Reg. παρ᾿ αὐτῷ] κατὰ τὸν ἅγιον Πέτρον, τοῖς ὁραθεῖσι καλὸν εἶναι ψηφίζεται· τουτέστι, τὰς τρεῖς ἕξεις τῆς σωτηρίας· τὴν τῆς ἀρετῆς λέγω, καὶ τὴν τῆς γνώσεως, καὶ τὴν τῆς θεολογίας. Ἡ μὲν γὰρ δεῖται τῆς κατὰ πρᾶξιν ἀνδρείας καὶ σωφροσύνης, ἧς ὁ μακάριος τύπος ὑπῆρχεν Ἠλίας· ἡ δέ, τῆς κατὰ τὴν φυσικὴν θεωρίαν δικαιοσύνης, ἣν ὁ μέγας ἐμήνυε δι᾿ ἑαυτοῦ Μωϋσῆς· ἡ δέ, τῆς κατὰ τὴν φρόνησιν ἀκραιφνοῦς τελειότητος, ἣν ὁ Κύριος ἐδήλου. Σκηναὶ δὲ προσηγορεύθησαν, διὰ τὸ ἄλλας εἶναι τούτων κρείττους καὶ περιφανεστέρας, τὰς τοὺς ἀξίους κατὰ τὸ μέλλον διαδεξομένας λήξεις.

ιζ´. Ὁ μὲν πρακτικός, ἐν σαρκὶ λέγεται παροικεῖν· ὡς τῆς ψυχῆς τὴν πρὸς τὴν σάρκα σχέσιν διὰ τῶν ἀρετῶν ἐκτέμνων, καὶ τῶν ὑλικῶν ἑαυτοῦ περιελόμενος τὴν ἀπάτην. Ὁ δὲ γνωστικός, καὶ ἐν αὐτῆ τῇ ἀρετῇ λέγεται παροικεῖν· ὡς ἐν ἐσόπτροις (1133) ἔτι καὶ αἰνίγμασι θεωρῶν τὴν ἀλήθειαν. Οὔπω γὰρ αὐτῷ τὰ τῶν ἀγαθῶν αὐθυπόστατα εἴδη καθὼς εἰσιν ἐθεάσθησαν, διὰ τῆς πρόσωπον πρὸς πρόσωπον ἀπολαύσεως. Ἐν εἰκόνι γὰρ τῶν ἀγαθῶν, ὡς πρὸς τὸ μέλλον, πᾶς ἅγιος διαπορεύεται, βοῶν· Πάροικὸς εἰμι καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου.

ιη´. Τὸν εὐχόμενον οὐ δεῖ στῆναὶ ποτε τῆς ἐπὶ Θεὸν ἀγούσης ὑψηλῆς ἀναβάσεως. Ὡς γὰρ ἀναβάσεις χρὴ νοεῖσθαι [duo Regii, ποιεῖσθαι, ut et Fr.], κατὰ τὴν ἐκ δυνάμεως εἰς δύναμιν, τὴν ἐν τῇ πρακτικῇ τῶν ἀρετῶν προκοπήν· καὶ τὴν ἀπὸ δόξης εἰς δόξαν, τῶν πνευματικῶν τῆς θεωρίας γνώσεως ἐπανάβασιν· καὶ τὴν ἀπὸ τοῦ ῥητοῦ τῆς ἁγίας καὶ θείας Γραφῆς, ἐπὶ τὸ πνεῦμα μετάβασιν· οὕτω καὶ ἐν τῷ περὶ εὐχῶν τόπῳ γινόμενον χρὴ ποιεῖν· ἐπαίρειν τὸν νοῦν ἀπὸ τῶν ἀνθρωπίνων· καὶ τὸ φρόνημα τῆς ψυχῆς, ἐπὶ τὰ θειότερα· ἵνα καὶ δυνηθῇ ὁ νοῦς ἀκολουθῆσαι τῷ διεληλυθότι τοὺς οὐρανούς, Ἰησοῦ τῷ Υἱῷ τοῦ Θεοῦ, πανταχοῦ ὄντι, καὶ πάντα διερχομένῳ δι᾿ ἡμᾶς οἰκονομικῶς, ἵνα καὶ ἡμεῖς ἀκολουθοῦντες αὐτῷ, πάντα διέλθωμεν τὰ μετ᾿ αὐτόν· καὶ γενώμεθα πρὸς αὐτόν, ἐὰν γε νοῶμεν αὐτόν, οὐ κατὰ τὴν σμικρότητα τῆς οἰκονομικῆς συγκαταβάσεως, ἀλλὰ κατὰ τὴν μεγαλειότητα τῆς φυσικῆς ἀοριστίας.

ιθ´. Καλὸν ἀεὶ σχολάζειν καὶ ζητεῖν τὸν Θεόν, ὡς προσετάγημεν. Κἂν γὰρ κατὰ τὴν παροῦσαν ζωὴν ζητοῦντες ἐπὶ τὸ πέρας ἐλθεῖν τοῦ βάθους τοῦ Θεοῦ οὐ δυνάμεθα· ἀλλ᾿ ἴσως καὶ ἐπ᾿ ὀλίγον τοῦ βάθους αὐτοῦ φθάνοντες, θεωροῦμεν ἁγίων ἁγιώτερα, καὶ πνευματικῶν πνευματικώτερα. Καὶ δηλοῖ τυπικῶς ὁ ἀρχιερεύς, ἀπὸ τῶν ἁγίων τῶν τῆς αὐλῆς ἁγιωτέρων, ἐπὶ τὰ ἅγια τῶν Ἁγίων, ἁγιώτερα τῶν ἁγίων εἰσιών.

κ´. Πᾶς τοῦ Θεοῦ λόγος, οὔτε πολύλογος, οὔτε πολυλογία ἐστίν· ἀλλ᾿ εἷς, συνεστὼς [Regii guidam et Rt. συνετὸς] ἐκ διαφόρων θεωρημάτων· ὧν ἕκαστον μέρος ἐστὶ τοῦ λόγου. Ὣστε ὁ λέγων ὑπὲρ ἀληθείας, κἂν οὕτως εἰπεῖν δυνηθῇ ὡς μηδὲν εἰς τὸ ζητούμενον παραλιπεῖν, ἕνα λόγον εἴρηκε τοῦ Θεοῦ.

κα´. Ἐν μὲν τῷ Χριστῷ, Θεῷ ὄντι καὶ Λόγου τοῦ Πατρός, ὅλον κατ᾿ οὐσίαν οἰκεῖ τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· ἐν ἡμῖν δὲ κατὰ χάριν οἰκεῖ τὸ πλήρωμα τῆς θεότητος, ἡνίκα πᾶσαν ἐν ἑαυτοῖς ἀθροίσωμεν ἀρετὴν καὶ σοφίαν, μηδενὶ τρόπω κατὰ τὸ δυνατὸν ἀνθρώπῳ λειπομένην τῆς πρὸς τὸ ἀρχέτυπον ἀληθοῦς ἐκμιμήσεως. Οὐ γὰρ ἀπεικὸς κατὰ τὸν θέσει λόγον, καὶ ἐν ἡμῖν οἰκῆσαι τὸ πλήρωμα τῆς θεότητος, τὸ ἐκ διαφόρων συνεστηκὸς πνευματικῶν θεωρημάτων.

κβ´. Ὣσπερ ὁ παρ᾿ ἡμῖν λόγος, ἐκ τοῦ νοῦ κατὰ φύσιν προερχόμενος, (1136) ἄγγελος τῶν κρυπτομένων τοῦ νοῦ κινημάτων ἐστίν· οὕτως ὁ Θεοῦ Λόγος, κατ᾿ οὐσίαν ἐγνωκὼς τὸν Πατέρα, καθάπερ Λόγος τὸν γεννήσαντα Νοῦν, οὐδενὸς τῶν γεννητῶν προσβάλλειν αὐτῷ χωρὶς αὐτοῦ δυναμένου, ἀποκαλύπτει ὃν ἔγνω Πατέρα, ὡς κατὰ φύσιν Λόγος, καθὸ καὶ Μεγάλης βουλῆς ἄγγελος λέγεται.

κγ´. Μεγάλη βουλὴ τοῦ Θεοῦ καὶ Πατρός ἐστι, τὸ σεσιγημένον καὶ ἄγνωστον τῆς οἰκονομίας μυστήριον· ὅπερ πληρώσας διὰ τῆς σαρκώσεως ὁ μονογενὴς Υἱός, ἀπεκάλυψεν, ἄγγελον γενόμενος τῆς μεγάλης τοῦ Θεοῦ καὶ Πατρὸς καὶ προαιωνίου βουλῆς. Γίνεται δὲ τῆς μεγάλης τοῦ Θεοῦ βουλῆς ἄγγελος, ὁ γνοὺς τοῦ μυστηρίου τὸν λόγον, καὶ τοσοῦτον ἔργῳ τε καὶ λόγῳ διὰ πάντων ἀκαταλήκτως ὑψούμενος, μέχρις ἂν φθάσῃ τὸν πρὸς αὐτὸν τοσοῦτον κατελθόντα.

κδ´. Εἰ δι᾿ ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος οἰκονομικῶς κατῆλθεν εἰς τὰ κατώτερα μέρη τῆς γῆς, καὶ ἀνῆλθεν ὑπεράνων πάντων τῶν οὐρανῶν, ὁ πάντη κατὰ φύσιν ἀκίνητος· ἐν ἑαυτῶ κατ᾿ οἰκονομίαν ὡς ἀνθρώπῳ, προενεργῶν τὰ ἐσόμενα· σκοπείτων χαίρων μυστικῶς, ὁ τὴν φιλίαν στέργων τῆς γνώσεως, ὁποῖόν ἐστι τὸ κατ᾿ ἐπαγγελίαν τέλος τῶν ἀγαπώντων τὸν Κύριον.

κε´. Εἰ διὰ τοῦτο γέγονεν υἱὸς ἀνθρώπου καὶ ἄνθρωπος ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸς Θεὸς Λόγος, ἵνα ποιήσῃ θεοὺς καὶ υἱοὺς Θεοῦ τοὺς ἀνθρώπους· ἐκεῖ γενήσεσθαι πιτεύσωμεν, ἔνθα νῦν αὐτός ἐστιν ὁ Χριστὸς ὡς κεφαλὴ τοῦ ὅλου σώματος, καὶ ὑπὲρ ἡμῶν γενόμενος πρόδρομος πρὸς τὸν Πατέρα, τὸ καθ᾿ ἡμᾶς. Ἐν γὰρ συναγωγῇ θεῶν, τῶν σωζομένων, ἔσται Θεὸς μέσος ἱστάμενος, διανέμων τὰς ἀξίας τῆς ἐκεῖθεν μακαριότητος· τοπικὴν οὐκ ἔχων ἀπὸ τῶν ἀξίων διάστασιν.

κστ´. Ὁ τὰς ἐμπαθεῖς τῆς σαρκὸς ὀρέξεις ἔτι πληρῶν, ὠς εἰδωλολάτρης καὶ εἰδωλοποιὸς τὴν γῆν οἰκεῖ τῶν Χαλδαίων. Ἐπὰν δὲ μικρὸν τὰ πράγματα διακρίνας, αἴσθησιν λάβῃ τῶν καθηκόντων τῆς φύσεως τρόπων, τὴν γῆν τῶν Χαλδαίων ἀφείς, ἔρχεται εἰς Χαῤῥὰν τῆς Μεσοποταμίας· τὴν μεταίχμιον ἀρετῆς καὶ κακίας λέγω κατάστασιν, τὴν μήπω τῆς κατ᾿ αἴσθησιν πλάνης καθαρὰν γενομένην. Τοῦτο γὰρ ἡ Χαῤῥάν. Εἰ δὲ καὶ τὴν δι᾿ αἰσθήσεως γενομένην σύμμετρον τοῦ καλοῦ σύνεσιν ὑπερκύψῃ, πρὸς τὴν γῆν ἐπείξεται τὴν ἀγαθήν· τοῦτ᾿ ἔστιν, εἰς τὴν πάσης κακίας καὶ ἀγνωσίας ἐλευθέραν κατάστασιν· (1137) ἣν ὁ ἀψευδὴς Θεὸς δείκνυσι καὶ ἐπαγγέλλεται δώσειν ὥσπερ ἔπαθλον ἀρετῆς, τοῖς ἀγαπῶσιν αὐτόν.

κζ´. Εἰ ἐσταυρώθη δι᾿ ἡμᾶς ἐξ ἀσθενείας ὁ τοῦ Θεοῦ Λόγος, καὶ ἠγέρθη ἐκ δυνάμεως Θεοῦ, δῆλον ὅτι πνευματικῶς δι᾿ ἡμᾶς ἀεὶ τοῦτο καὶ ποιεῖ καὶ πάσχει· ὡς πᾶσι πάντα γινόμενος, ἵνα σώσῃ τοὺς πάντας. Οὐκοῦν καλῶς ὁ θεῖος Ἀπόστολος ἐν τοῖς Κορινθίοις ἀσθενοῦσιν, οὐδὲν ἔκρινεν εἰδέναι, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. Ἐφεσίοις δὲ γράφει, τελείοις οὖσι, τό, Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ὁ Θεὸς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· κατὰ τὴν ἀναλογοῦσαν ἑκάστῳ δύναμιν, τὸν τοῦ Θεοῦ Λόγον γίνεσθαι φάσκων. Σταυροῦται τοίνυν τοῖς ἔτι πρὸς εὐσέβειαν πρακτικῶς εἰσαγομένοις, τὰς ἐμπαθεῖς αὐτῶν τῷ θείῳ φόβῶ προσηλῶν ἐνεργείας. Ἀνίσταται δὲ καὶ ἄνεισιν εἰς οὐρανούς, τοῖς ὅλον τὸν παλαιὸν ἀπεκδυσαμένοις ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· καὶ ὅλον τὸν νέον ἐνδυσαμένοις, τὸν διὰ τοῦ πνεύματος κατ᾿ εἰκόνα Θεοῦ κτιζόμενον, καὶ πρὸς τὸν Πατέρα τῆς ἐν αὐτοῖς χάριτος γενομένοις· Ὑπεράνω πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Δυνάμεως καὶ Κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, εἴτε ἐν τῷ αἰῶνι τούτῳ, εἴτε ἐν τῷ μέλλοντι. Πάντα γὰρ τὰ μετὰ Θεόν, καὶ πράγματα καὶ ὀνόματα καὶ ἀξιώματα, ὑπὸ τὸν ἐν τῷ Θεῷ διὰ τῆς χάριτος γενησόμενον ἔσται.

κη´. Ὣσπερ πρὸ τῆς ἐμφανοῦς καὶ κατὰ σάρκα παρουσίας, νοητῶς ὁ τοῦ Θεοῦ Λόγος τοῖς πατριάρχαις καὶ προφήταις ἐνεδήμει, προτυπῶν τὰ μυστήρια τῆς αὐτοῦ παρουσίας· οὕτω καὶ μετὰ ταύτην τὴν ἐνδημίαν, οὐ μόνον ἐν τοῖς ἔτι νηπίοις παραγίνεται, διατρέφων πνευματικῶς καὶ ἄγων πρὸς ἡλικίαν τῆς κατὰ Θεὸν τελειότητος· ἀλλὰ καὶ ἐν τοῖς τελείοις, προδιαγράφων αὐτοῖς κρυφίως τῆς μελλούσης αὐτοῦ παρουσίας ὡς ἐν εἰκόνι τοὺς χαρακτῆρας.

κθ´. Ὣσπερ οἱ τοῦ νόμου καὶ τῶν προφητῶν λόγοι, πρόδρομοι τυγχάνοντες τῆς κατὰ σάρκα τοῦ Λόγου παρουσίας, τὰς ψυχὰς εἰς Χριστὸν ἐπαιδαγώγουν· οὕτω καὶ αὐτὸς ὁ δεδοξασμένος τοῦ Θεοῦ Λόγος σαρκωθείς, πρόδρομος τῆς πνευματικῆς αὐτοῦ παρουσίας γεγένηται· παιδαγωγῶν τὰς ψυχὰς διὰ τῶν οἰκείων λόγων, πρὸς ὑποδοχὴν τῆς ἐμφανοῦς αὐτοῦ θεϊκῆς παρουσίας· ἣν ἀεὶ μὲν ποιεῖται, μεταβάλλων ἀπὸ τῆς σαρκὸς πρὸς τὸ πνεῦμα διὰ τῶν ἀρετῶν τοὺς ἀξίους· ποιήσει δὲ καὶ ἐπὶ τέλει τοῦ αἰῶνος, ἐμφανῶς ἀποκαλύπτων τὰ τέως πᾶσιν ἀπόῤῥητα.

λ´. Ὅσον ἐγὼ εἰμι ἀτελὴς καὶ ἀνυπότακτος, μὴ ὑπακούων τοῦ Θεοῦ διὰ τῆς ἐργασίας τῶν ἐντολῶν· μήτε γινόμενος κατὰ τὴν γνῶσιν τέλειος ταῖς φρεσίν· ἀτελὴς καὶ ἀνυπόκτατος τὸ κατ᾿ ἐμὲ καὶ Χριστὸς νομίζεται δι᾿ ἐμέ· μειῶ γὰρ αὐτὸν καὶ (1140) κολοβῶ, μὴ συναυξάνων αὐτῷ κατὰ πνεῦμα, ὡς σῶμα Χριστοῦ τυγχάνων καὶ μέλη ἐκ μέρους.

λα´. Ἀνατέλλει ὁ ἥλιος, καὶ δύνει ὁ ἥλιος, φησὶν ἡ Γραφή. Οὐκοῦν καὶ ὁ Λόγος, ποτὲ μὲν νομίζεται ἄνω, ποτὲ δὲ κάτω, κατὰ τὴν ἀξίαν δηλονότι, καὶ αὐτὸν τὸν λόγον ἢ τὸν τρόπον, τῶν μετερχομένων τὴν ἀρετήν, καὶ περὶ τὴν θείαν κινουμένων γνῶσιν. Μακάριος δέ, ὁ κρατῶν ἄδυτον ἐν ἑαυτῷ, κατὰ τὸν τοῦ Ναυῆ Ἰησοῦν, τὸν τῆς δικαιοσύνης ἥλιον· ὅλον τὸ μέτρον τῆς κατὰ τὴν παροῦσαν ζωὴν ἡμέρας, κακίας ἑσπέρᾳ καὶ ἀγνωσίας μὴ περιγραφόμενον, ἵνα δυνηθῇ νομίμως τροπώσασθαι τοὺς ἐπανισταμένους αὐτοῦ πνηροὺς δαίμονας.

λβ´. Ὑψούμενος ἐν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος διὰ πράξεως καὶ θεωρίας, πάντας ἕλκει πρὸς ἑαυτόν· τούς τε περὶ σάρκα καὶ ψυχὴν καὶ φύσιν τῶν ὄντων ἡμετέρους λογισμοὺς τε καὶ λόγους, καὶ αὐτὰ τὰ μέλη τοῦ σώματος καὶ τὰς αἰσθήσεις κατ᾿ ἀρετὴν καὶ γνῶσιν ἁγιάζων, καὶ ὑπὸ τὸν αὑτοῦ ζυγὸν ποιούμενος. Ὁ τοίνυν θεατὴς τῶν θείων ἀναβαινέτω κατὰ σπουδήν, ἀκολουθῶν τῷ Λόγῳ· μέχρις οὗ φθάσῃ τὸν τόπον, οὗ ἐστιν. Ἐκεῖ γὰρ ἕλκει, καθὼς φησιν ὁ Ἐκκλησιαστής, Καὶ εἰς τόπον αὐτοῦ ἕλκει· δηλονότι τοὺς ἀκουλοῦντας αὐτῷ, ὡς μεγάλῳ Ἀρχιερεῖ, καὶ εἰσάγοντι εἰς τὰ Ἅγια τῶν ἁγίων· ἔνθα τὸ καθ᾿ ἡμᾶς αὐτὸς ὑπὲρ ἡμῶν πρόδρομος εἰσῆλθεν.

λγ´. Ὁ τὴν κατ᾿ εὐσέβειαν μετιὼν φιλοσοφίαν, καὶ πρὸς τὰς ἀοράτους παρατασσόμενος δυνάμεις· εὐχέσθω, τήν τε φυσικὴν διάκρισιν αὐτῷ παραμεῖναι (φῶς ἔχουσαν σύμμετρον), καὶ τὴν φωτιστικὴν τοῦ Πνεύματος χάριν. Ἡ μὲν γάρ, παιδαγωγεῖ τὴν σάρκα πρὸς ἀρετὴν διὰ πράξεως· ἡ δέ, φωταγωγεῖ τὸν νοῦν, τὴν τῆς σοφίας πάντων προκρῖναι συμβίωσιν· καθ᾿ ἥν, τῶν τε τῆς κακίας ὀχυρωμάτων καὶ παντὸς ὑψώματος ἐπαιρομένου κατὰ τὴν γνώσεως τοῦ Θεοῦ, ποιεῖται τὴν καθαίρεσιν. Καὶ δηλοῖ δι᾿ εὐχῆς αἰτῶν ὁ τοῦ Ναυῆ Ἰησοῦς, στῆναι τὸν ἥλιον κατὰ Γαβαώ· τουτέστιν, ἄδυτον αὐτῷ τὸ φῶς τῆς γνώσεως τοῦ Θεοῦ, κατὰ τὸ ὄρος τῆς κατὰ νοῦν θεωρίας φυλαχθῆναι· καὶ τὴν σελήνην κατὰ φάραγγα· τουτέστι, τὴν φυσικὴν διάκρισιν ἐπὶ τῆς σαρκικῆς ἀσθενείας κειμένην, ἀπὸ τῆς ἀρετῆς ἀναλλοίωτον διαμεῖναι.

(1141) λδ´. Ἡ Γαβαώ ἐστιν, ὁ ὑψηλὸς νοῦς· ἡ δὲ φάραγξ ἐστὶν ἡ τῷ θανάτῳ ταπεινωθεῖσα σάρξ. Καὶ ὁ μὲν ἥλιός ἐστιν, ὁ φωτίζων τὸν νοῦν Λόγος, καὶ χορηγῶν αὐτῷ θεωρημάτων δύναμιν· καὶ πάσης ἀγνοίας αὐτὸν ἀπαλλάσσων· ἡ δὲ σελήνη, ὁ κατὰ φύσιν νόμος ἐστίν, ὁ πείθων τὴν σάρκα νομίμως ὑποταγῆναι τῷ πνεύματι, πρὸς τὸ δέξασθαι τῶν ἐντολῶν τὴν ζυγόν. Φύσεως δὲ σύμβολον ἡ σελήνη, διὰ τὸ τρεπτόν· ἀλλ᾿ ἐν τοῖς ἁγίοις ἄτρεπτος διαμένει, διὰ τὴν ἀναλλοίωτον ἕξιν τῆς ἀρετῆς.

λε´. Οὐκ ἔξω τῶν ζητούντων χρὴ ζητεῖσθαι τὸν Κύριον· ἀλλ᾿ ἐν ἑαυτοῖς, διὰ τὴν ἐν ἔργοις πίστεως αὐτὸν χρὴ ζητεῖν τοὺς ζητοῦντας. Ἐγγὺς γάρ σου, φησί, τὸ ῥῆμὰ ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστι τὸ ῥῆμα τῆς πίστεως· ὡς αὐτοῦ ὄντος τοῦ Χριστοῦ καὶ ῥήματος τοῦ ζητουμένου.

λστ´. Μήτε τὸ ὕψος τῆς θεϊκῆς ἀπειρίας ἐννοήσαντες, ἀπελπίσωμεν τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ὡς οὐ φθάνουσαν διὰ τὸ ὕψος μέχρις ἡμῶν· μήτε ἄπειρον βάθος τῆς ἡμῶν διὰ τὴν ἁμαρτίαν πτώσεως ἐνθυμηθέντες, ἀνάστασιν γίνεσθαι τῆς ἐν ἡμῖν νεκρωθείσης ἀρετῆς ἀπιστήσωμεν. Ἀμφότερα γὰρ δυνατὰ τῷ Θεῷ· καὶ τὸ κατελθεῖν καὶ φωτίσαι τὸν νοῦν ἡμῶν διὰ γνώσεως· καὶ τὸ ἀναστῆσαι πάλιν τὴν ἀρετὴν ἐν ἡμῖν, καὶ ἑαυτῷ συνυψῶσαι διὰ τῶν ἔργων τῆς δικαιοσύνης. Μὴ γὰρ εἴπῃς, φησίν, ἐν τῇ καρδίᾳ σου· Τὶς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἤ, Τὶς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Τυχὸν δὲ κατ᾿ ἄλλην ἐκδοχήν, ἄβυσσός ἐστι, πάνα τὰ μετὰ Θεόν· ἐν οἷς ὅλος ὅλοις κατὰ πρόνοιαν ὁ τοῦ Θεοῦ γίνεται Λόγος, ὡς ζωὴ νεκροῖς ἐπιφοιτῶσα τοῖς οὖσι. Νεκρὰ γὰρ πάντα τὰ ζῶντα μεθέξει ζωῆς. Οὐρανὸν δέ,τὴν φυσικὴν τοῦ Θεοῦ κρυφιότητα, καθ᾿ ἣν πᾶσίν ἐστιν ἀκατάληπτος. Εἰ δὲ τις ἐκλάβοι πάλιν, οὐρανὸν μὲν εἶναι τὸν τῆς θεολογίας λόγον· ἄβυσσον δέ, τὸ τῆς οἰκονομίας μυστήριον οὐκ ἀπεικότως ἐρεῖ κατὰ τὸν ἐμὸν λόγον. Ἀμφότερα γὰρ δυσεπίβατα τοῖς ἀποδεικτικῶς ζητεῖν ἐπιχειροῦσι· μᾶλλον δὲ παντελῶς ἄβατα, δίχα πίστεως ἐρευνώμενα.

λζ´. Ἐν μὲν πρακτικῷ, τοῖς τῶν ἀρετῶν τρόποις παχυνόμενος ὁ λόγος, γίνεται σάρξ· ἐν δὲ τῷ θεωρητικῷ, τοῖς πνευματικοῖς νοήμασι λεπτυνόμενος, γίνεται ὥσπερ ἦν ἐν ἀρχῇ, Θεὸς Λόγος.

λη´. Ποιεῖ σάρκα τὸν λόγον, ὁ παραδείγμασι καὶ ῥήμασι παχυτέροις διὰ τὴν ἀνάλογον τῶν ἀκουόντων δύναμιν, ἠθικὴν τοῦ λόγου τὴν διδασκαλίαν ποιούμενος· καὶ πάλιν ποιεῖ πνεῦμα τὸν λόγον, ὁ τοῖς ὑψηλοῖς θεωρήμασι τὴν μυστικὴν ἐκτιθέμενος θεολογίαν.

λθ´. Ὁ μὲν ἐκ τῶν θέσεων καταφατικῶς θεολογῶν, σάρκα ποιεῖ τὸν λόγον· οὐκ ἔχων ἄλλοθεν, ἢ ἐκ τῶν ὁρωμένων καὶ ψηλαφωμένων τὸν Θεὸν γινώσκειν ὡς αἴτιον· (1144) ὁ δὲ ἀποφατικῶς ἐκ τῶν ἀφαιρέσεων θεολογῶν, πνεῦμα ποιεῖ τὸν λόγον, ὡς ἐν ἀρχῇ Θεὸν ὄντα, καὶ πρὸς Θεὸν ὄντα, ἐξ οὐδενὸς τὸ παράπαν τῶν γνωσθῆναι δυναμένων, καλῶς γινώσκων τὸν ὑπεράγνωστον.

μ´. Ὁ μαθὼν ὀῤῥύσειν κατὰ τοὺς πατριάρχας διὰ πράξεως καὶ θεωρίας τὰ ἐν αὐτῷ τῆς ἀρετῆς καὶ τῆς γνώσεως φρέατα, τὸν Χριστὸν ἔνδον εὑρήσει τὴν πηγὴν τῆς ζωῆς· ἀφ᾿ ἧς πίνειν ἡμᾶς ἡ σοφία παρακελεύεται, λέγουσα· Πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς· ὅπερ ποιοῦντες, εὑρήσομεν ἔνδον ἡμῶν ὄντας τοὺς αὐτῆς θησαυρούς.

μα´. Οἱ κτηνωδῶς πρὸς μόνην τὴν αἴσθησιν ζῶντες, ἐπισφαλῶς ἑαυτοῖς σάρκα ποιοῦσι τὸν λόγον· εἰς ὑπηρεσίαν μὲν παθῶν, τοῖς τοῦ Θεοῦ καταχρώμενοι κτίσμασι· τὸν δὲ τῆς σοφίας τῆς πᾶσιν ἐμφαινομένης, οὐ κατανοοῦντες λόγον, πρὸς τὸ γνῶναι καὶ δοξάσαι τὸν Θεὸν ἐκ τῶν αὐτοῦ ποιημάτων· καὶ συνιέναι πόθεν, καὶ τί, καὶ ἐπὶ τίνι, καὶ ποῦ φέρεσθαι διὰ τῶν ὁρωμένων γεγόναμεν· ἀλλ᾿ ἐν σκότει τὸν αἰῶνα τοῦτον διαπορευόμενοι, μόνην τὴν περὶ Θεὸν ἀμφοῖν ταῖν χεροῖν ψηλαφῶσιν ἀγνωσίαν.

μβ´. Οἱ μόνῳ τῷ ῥητῷ τῆς ἁγίας Γραφῆς παρακαθήμενοι, καὶ τῇ σωματικῇ τοῦ νόμου λατρείᾳ δεσμοῦντες τῆς ψυχῆς τὸ ἀξίωμα, ψεκτῶς ποιοῦσιν ἑαυτοῖς σάρκα τὸν λόγον· ἀλόγων ζώων θυσίαις εὐαρεστεῖσθαι νομίζοντες τὸν Θεόν· οἷς πολὺ τὸ σῶμα πεφρόντισται, τοῖς ἐκτὸς καθαρσίοις· τῆς δὲ ψυχῆς παρημέληται τὸ κάλλος, ταῖς τῶν παθῶν κηλίσι στιζόμενον· ὑπὲρ ἧς, ἡ πᾶσα τῶν ὁρωμένων προβέβληται δύναμις, καὶ πᾶς λόγος θεῖος καὶ νόμος ἐκδέδοται.

μγ´. Εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν κεῖσθαι τὸν Κύριον λέγει τὸ ἅγιον Εὐαγγέλιον. Οὐκοῦν σκοπήσωμεν, μήπως εἰς πτῶσιν μέν, τῶν τε πρὸς μόνην τὴν αἴσθησιν τὴν ὁρωμένην θεωρούντων κτίσιν, καὶ τῶν μόνῳ τῷ ῥητῷ στοιχούντων τῆς ἁγίας Γραφῆς· ὡς μὴ δυναμένων πρὸς τὸ καινὸν πνεῦμα διαβῆναι τῆς χάριτος διὰ τὴν ἄνοιαν· ἀνάστασιν δέ, τῶν πνευματικῶς τά τε κτίσματα τοῦ Θεοῦ καὶ τὰ ῥήματα θεωρούντων τε καὶ ἀκουόντων, καὶ τοῖς καθήκουσι τρόποις μόνης τῆς κατὰ ψυχὴν θείας εἰκόνος ἐπιμελουμένων.

μδ´. Τό, κεῖσθαι τὸν Κύριον εἰς πτῶσιν πολλῶν καὶ ἀνάστασιν ἐν τῷ Ἰσραήλ, ἐπαινετῶς μόνον νοούμενον, εἰς πτῶσιν μὲν νοεῖται, τῶν ἐν ἑκάστῳ τῶν πιστευόντων τῶν παθῶν τε καὶ πονηρῶν λογισμῶν· ἀνάστασιν δέ, τῶν ἀρετῶν καὶ παντὸς θεοφιλοῦς λογισμοῦ

με´. (1145) Ὁ μόνον τῶν ἐν γενέσει καὶ φθορᾷ δημιουργὸν νομίζων τὸν Κύριον, εἰς κηπουρὸν αὐτὸν παραγνωρίζει, κατὰ τὴν Μαγδαληνὴν Μαρίαν. Διὸ πρὸς ὠφέλειαν φεύγει τοῦ τοιούτου τὴν ἀφὴν ὁ Δεσπότης, μήπω παρ᾿ αὐτῷ δυνηθεὶς ἀναβῆναι πρὸς τὸν Πατέρα, λέγων· Μή μου ἅπτου. Γινώσκει γὰρ βλάπτεσθαι, τὸν μετὰ τοιαύτης αὐτῷ προσερχόμενον ταπεινοτέρας προλήψεως.

μστ´. Οἱ διὰ τὸν φόβον τῶν Ἰουδαίων κατὰ τὴν Γαλιλαίαν ἐν τῷ ὑπερῴῳ κλείσαντες τὰς θύρας καθήμενοι· τουτέστι, οἱ διὰ τὸν φόβον τῶν πνευμάτων τῆς πονηρίας, κατὰ τὴν χώραν τῶν ἀποκαλύψεων, ἐν τῷ ὕψει τῶν θείων θεωρημάτων ἀσφαλῶς βεβηκότες, θυρῶν δίκην μύσαντες τὰς αἰσθήσεις, παραγινόμενον ἀγνώστως δέχονται τὸν τοῦ Θεοῦ Λόγον, ἄνευ τῆς κατ᾿ αἴσθησιν ἐνεργείας αὐτοῖς ἐπιφαινόμενον· ἀπάθειάν τε διὰ τῆς ἐμπνεύσεως δωρούμενον· καὶ τὴν κατὰ πνευμάτων πονηρῶν ἐξουσίαν παρέχοντα, καὶ δεικνύοντα τῶν αὐτοῦ μυστηρίων τὰ σύμβολα.

μη´. Ἡ γῆ τῶν Χαλδαίων ἐστίν, ὁ ἐμπαθὴς βίος· ἐν ᾧ τῶν ἁμαρτημάτων δημιουργεῖται καὶ προσκυνεῖται τὰ εἴδωλα. Ἡ δὲ Μέση τῶν ποταμῶν ἐστιν, ὁ ἐπαμφοτερίζων τοῖς ἐναντίοις τρόπος. Ἡ δὲ γῆ τῆς ἐπαγγελίας ἐστίν, ἡ παντὸς ἀγαθοῦ πεπληρωμένη κατάστασις. Πᾶς οὖν ὁ ταύτης κατὰ τὸν παλαιὸν Ἰσραὴλ ἀμελῶν τῆς ἕξεως, πρὸς δουλείαν πάλιν κατασύρεται παθῶν, τῆς δοθείσης ἐλευθερίας στερούμενος.

μθ´. Σημειωτέον, ὡς οὐδεὶς τῶν ἁγίων ἑκουσίως φαίνεται κατελθὼν εἰς τὴν Βαβυλωνίαν. Οὐ γὰρ θέμις, οὔτε συνέσεώς ἐστι λογικῆς, τῶν ἀγαθῶν ἀνθαιρεῖσθαι τὰ χείρονα, τοὺς τὸν Θεὸν ἀγαπῶντας. Εἰ δὲ τινες αὐτῶν κατὰ βίαν ἐκεῖ τῷ λαῷ συναπήχθησαν, νοοῦμεν διὰ τούτων τοὺς μὴ προηγουμένως, ἀλλὰ κατὰ περίστασιν, σωτηρίας ἕνεκεν τῶν χρῃζόντων (1148) χειραγωγίας, ἀφέντας τὸν ὑψηλότερον τῆς γνώσεως λόγον, καὶ τὴν περὶ παθῶν μετερχομένους διδασκαλίαν· καθ᾿ ἣν καὶ ὁ μέγας Ἀπόστολος ἐν σαρκὶ λυσιτελέστερον ἔκρινεν εἶναι· τουτέστι, τῇ ἡθικῇ διδασκαλίᾳ, διὰ τοὺς μαθητάς· ὅλον ἔχων τὸν πόθον ἀναλύσαι τῆς ἠθικῆς διδασκαλίας, καὶ σὺν Χριστῷ γενέσθαι, διὰ τῆς κατὰ νοῦν ὑπερκοσμίου καὶ ἁπλῆς θεωρίας.

ν´. Ὣσπερ πνιγόμενον τῷ πονηρῷ πνεύματι τὸν Σαούλ, ψάλλων μετὰ τῆς κιννύρας ἀνέπαυεν ὁ μακάριος Δαβίδ· οὕτω καὶ πᾶς λόγος πνευματικός, γνωστικοῖς ἡδυνόμενος θεωρήμασιν, ἀναπαύει τὸν ἐπιληπτευόμενον νοῦν, τῆς πνιγούσης αὐτὸν πονηρᾶς ἐλευθερῶν συνειδήσεως.

να´. Πυῤῥάκης μετὰ κάλλους ὀφθαλμῶν ἐστι κατὰ τὸν μέγα Δαβίδ, ὁ τῷ φαιδρῷ τοῦ κατὰ Θεὸν βίου, τὸν τῆς γνώσεως λόγον ἔχων συνεπιλάμποντα· καθ᾿ οὓς ἡ πρᾶξίς τε καὶ ἡ θεωρία συνεστήκασιν· ἡ μέν, ἀρετῶν λαμπρυνομένη τρόποις· ἡ δέ, θείοις φωτιζομένη νοήμασιν.

νβ´. Ἡ μὲν τοῦ Σαοὺλ βασιλεία, τῆς σωματικῆς τοῦ νόμου λατρείας ἐστὶν εἰκών· ἣν ὁ Κύριος κατήργησεν, ὡς μηδὲν τελειώσασαν. Οὐδὲν γάρ, φησίν, ἐτελείωσεων ὁ νόμος. Ἡ δὲ τοῦ μεγάλου Δαβὶδ βασιλεία, τῆς εὐαγγελικῆς ἐστι λατρείας προδιατύπωσις· πάντα γὰρ τὰ ἐν καρδίᾳ τοῦ Θεοῦ θελήματα τελείως περιέχει.

νγ´. Ὁ Σαούλ, ὁ φυσικός ἐστι νόμος· ὁ κατ᾿ ἀρχὰς κυριεύειν τῆς φύσεως παρὰ τοῦ Κυρίου λαχών. Ὃς ἐπειδὴ παρέβη τὴν ἐντολὴν διὰ παρακοῆς, φεισάμενος τοῦ Ἀγὰγ βασιλέως Ἀμαλήκ· τουτέστι τοῦ σώματος· καὶ πρὸς τὰ πάθη κατώλισθεν· ἐξωθεῖται τῆς βασιλείας, ἵνα παραλάβῃ τὸν Ἰσραὴλ ὁ Δαβίδ· τουτέστιν ὁ νόμος τοῦ νεύματος, ὁ γεννῶν τὴν εἰρήνην τὴν οἰκοδομοῦσαν περιφανῶς τῷ Θεῷ τὸν τῆς θεωρίας ναόν.

νδ´. Σαμουὴλ ὑπακοὴ Θεοῦ ἑρμηνεύεται. Οὐκοῦν ἕως ἀν καθ᾿ ὑπακοὴν ὁ λόγος ἐν ἡμῖν ἱερατεύῃ, κἂν φείσηται τοῦ Ἀγὰγ ὁ Σαούλ· τουτέστι, τοῦ χοϊκοῦ φρονήματος· ἀλλ᾿ οὖν ἀποκτενεῖ τοῦτον ζηλώσας ὁ ἱερεὺς Λόγος, καὶ πλήττει καταισχύνων τὸν φιλαμαρτήμονα νοῦν, ὡς παραβάτην τῶν θείων δικαιωμάτων.

νε´. Ἐπὰν ὁ νοῦς ὑψηλοφρονήσας, τὸν κατὰ παθῶν αὐτὸν χρίσαντα τῆς διδασκαλίας λόγον, διὰ τῆς (1149) προσηκούσης ἐρεύνης ἐπερωτῶν περὶ τῶν ποιητέων καὶ οὐ ποιητέων παύσαιτο, τοῖς πάθεσι πάντως ἐξ ἀγνοίας ἁλίσκεται· δι᾿ ὧν κατὰ μέρος τοῦ Θεοῦ χωριζόμενος, ἐν ταῖς ἀκουσίοις περιστάσεσι προσχωρεῖ τοῖς δαίμοσι, τὴν κοιλίαν θεοποιῶν· ἐκεῖθεν εὑρέσθαι θέλων τῶν πιεζόντων παράκλησιν. Καὶ πειθέτω σε Σαούλ, ἐν πᾶσι σύμβουλον μὴ λαμβάνων τὸν Σαμουήλ, ἐξ ἀνάγκης πρὸς εἰδωλολατρίαν μεταστρεφόμενος, καὶ τὴν Ἐγγαστρίμυθον ὡς δὴ τινα Θεὸν ἐπερωτᾷν ἀνεχόμενος.

νστ´. Ὁ τὸν ἄρτον εὐχόμενος λαβεῖν τὸν ἐπιούσιον, οὐ πάντως ὅλον δέχεται καθὼς αὐτὸς ὁ ἄρτος ἐστίν· ἀλλὰ καθὼς αὐτὸς ὁ δεχόμενος δύναται. Πᾶσι μὲν γὰρ ἑαυτὸν δίδωσι τοῖς αἰτοῦσι ὁ τῆς ζωῆς ἄρτος ὡς φιλάνθρωπος, οὐ κατὰ τὸ αὐτὸ δὲ πᾶσιν· ἀλλὰ τοῖς μεν μεγάλα δικαιοσύνης ἔργα πεποιηκόσι, πλείονως τοῖς δὲ τούτων ἥττοσιν, ἡττόνως· ἑκάστῳ καθὼς ἡ κατὰ νοῦν ἀξία δέξασθαι δύναται.

νζ´. Ὁ Κύριος ποτὲ μὲν ἀποδημεῖ, ποτὲ δὲ ἐνδημεῖ. Ἀποδημεῖ, κατὰ τὴν πρόσωπον πρὸς πρόσωπον θεωρίαν· ἐνδημεῖ, κατὰ τὴν ἐν ἐσόπτρῳ καὶ αἰνίγμασι θεωρίαν.

νη´. Τῷ μὲν πρακτικῷ, ἐνδημεῖ διὰ τῶν ἀρετῶν ὁ Κύριος· τοῦ δὲ μηδένα λόγον ποιουμένου τῆς ἀρετῆς, ἀποδημεῖ. Καὶ πάλιν, τῷ μὲν θεωρητικῷ, διὰ γνώσεως τῶν ὄντων ἀληθοῦς ἐνδημεῖ· τοῦ δὲ ταύτης κατὰ τι παρασφαλέντος, ἀποδημεῖ.

νθ´. Ἀποδημεῖ σαρκός, ὁ πρὸς τὴν γνωστικὴν ἕξιν μεταβὰς ἀπὸ τῆς πρακτικῆς· ἁρπαζόμενος ὡς ἐν νεφέλαις, τοῖς ὑψηλοτέροις νοήμασιν, εἰς τὸν διαφανῆ τῆς μυστικῆς θεωρίας ἀέρα· καθ᾿ ὃν σὺν Κυρίῳ εἶναι δυνήσεται πάντοτε. Ἐκδημεῖ δὲ ἀπὸ τοῦ Κυρίου, ὁ μήπω δίχα τῶν κατ᾿ αἴσθησιν ἐνεργειῶν καθαρῷ νοῒ θεωρῆσαι κατὰ τὸ ἐφικτὸν τὰ νοήματα δυνάμενος, καὶ τὸν περὶ τοῦ Κυρίου λόγον ἁπλοῦν χωρὶς αἰνιγμάτων μὴ χωρῶν.

ξ´. Ὁ τοῦ Θεοῦ Λόγος, οὐ μόνον καθότι σεσάρκωται λέγεται σάρξ· ἀλλὰ καθότι Θεὸς Λόγος ἁπλῶς νοούμενος ἐν ἀρχῇ πρὸς τὸν Θεὸν καὶ Πατέρα, καὶ σαφεῖς καὶ γυμνοὺς τοὺς τῆς ἀληθείας περὶ τῶν ὅλων ἔχων τύπους, οὐ περιέχει παραβολὰς καὶ αἰνίγματα· οὐδὲ ἱστορίας δεομένας ἀλληγορίας· ἐπὰν δὲ ἀνθρώποις ἐπιδημήσῃ μὴ δυναμένοις γυμνῷ τῷ νοῒ γυμνοῖς προσβάλλειν νοητοῖς· ἀπὸ τῶν αὐτοῖς συνήθων διαλεγόμενος, διὰ τῆς τῶν ἱστοριῶν καὶ αἰνιγμάτων καὶ παραβολῶν καὶ σκοτεινῶν λόγων ποικιλίας (1152) συντιθέμενος, γίνεται σάρξ. Κατὰ γὰρ τὴν πρώτην προσβολήν, οὐ γυμνῷ προσβάλλει Λόγῳ ὁ ἡμέτερος νοῦς· ἀλλὰ Λόγῳ σεσαρκωμένῳ· δηλαδὴ τῇ ποικιλίᾳ τῶν λέξεων· Λόγῳ μὲν ὄντι, τῇ φύσει· σαρκὶ δὲ τῇ ὄψει· ὥστε τοὺς πολλούς, σάρκα καὶ οὐ Λόγον ὁρᾷν δοκεῖν κἂν εἰ κατὰ ἀλήθειαν ἐστι Λόγος. Οὐ γὰρ ὅπερ δοκεῖ τοῖς πολλοῖς, τοῦτο τῆς Γραφῆς ἐστιν ὁ νοῦς, ἀλλ᾿ ἕτερον παρὰ τὸ δοκοῦν. Ὁ γὰρ Λόγος, δι᾿ ἑκάστου τῶν ἀναγεγραμμένων ῥημάτων γίνεται σάρξ.

ξα´. Ἡ ἀπαρχὴ τῆς πρὸς εὐσέβειαν μαθητείας τῶν ἀνθρώπων, ὡς πρὸς σάρκα γίνεσθαι πέφυκε. Γράμματι γάρ, ἀλλ᾿ οὐ πνεύματι κατὰ τὴν πρώτην εἰς θεοσέβειαν προσβολὴν ὁμιλοῦμεν. Κατὰ μέρος δὲ προσβαίνοντες τῷ πνεύματι κατὰ τὸ παχὺ τῶν ῥημάτων τοῖς λεπτοτέροις θεωρήμασιν ἀποξέοντες, ἐν καθαρῷ καθαρῶς τῷ Χριστῷ γινόμεθα κατὰ τὸ δυνατὸν ἀνθρώποις· εἰς τὸ δύνασθαι λέγειν κατὰ τὸν Ἀπόστολον· Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν· διὰ τὴν ἁπλῆν δηλονότι πρὸς τὸν Λόγον χωρὶς τῶν ἐπ᾿ αὐτῷ καλυμμάτων τοῦ νοὸς προσβολήν· ἀπὸ τοῦ σάρκα τὸν Λόγον γινώσκειν, εἰς τήν, ὡς Μονογενοῦς παρὰ Πατρὸς αὐτοῦ δόξαν προκόψαντες.

ξβ´. Ὁ τὴν ἐν Χριστῷ ζήσας ζωήν, τήν τε τοῦ νόμου καὶ τῆς φύσεως ὑπερέβη δικαιοσύνην· ὅπερ ὁ θεῖος ἐνδεικνύμενος Ἀπόστολος φησιν· Ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὔτε περιτομή ἐστιν, οὔτε ἀκροβυστία. Διὰ μὲν τῆς περιτομῆς, τὴν νομικὴν δικαιοσύνην δηλώσας· διὰ δὲ τῆς ἀκροβυστίας, τὴν φυσικὴν ἰσονομίαν αἰνιξάμενος.

ξγ´. Οἱ μέν, δι᾿ ὕδατος ἀναγεννῶνται καὶ πνεύματος· οἱ δέ, ἐν πνεύματι ἁγίῳ καὶ πυρὶ τὸ βάπτισμα δέχονται. Τὰ τέσσαρα δὲ ταῦτα, τὸ ὕδωρ τε φημι, καὶ τὸ πνεῦμα, καὶ τὸ πῦρ, καὶ τὸ πνεῦμα ἅγιον, τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα νοῶ τοῦ Θεοῦ. Τοῖς μὲν γὰρ ὕδωρ ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ῥυπτικὸν τῶν ἐκτὸς περὶ τὸ σῶμα μολυσμῶν· τοῖς δὲ πνεῦμα μόνον, ὡς ἐνεργητικὸν τῶν κατ᾿ ἀρετὴν ἀγαθῶν· τοῖς δὲ πῦρ, ὡς καθαρτικὸν τῶν ἐντὸς κατὰ τὸ βάθος περὶ ψυχὴν κηλίδων· τοῖς δὲ κατὰ τὸν μέγαν Δανιήλ, πνεῦμα ἅγιον, ὡς σοφίας καὶ γνώσεως χορηγόν. Ἐκ γὰρ τῆς διαφόρου περὶ τὸ ὑποκείμενον ἐνεργείας, διαφόρους λαμβάνει τὸ ἓν καὶ αὐτὸ Πνεῦμα τὰς προσηγορίας.

ξδ´. Ὁ νόμος τὸ Σάββατον δέδωκεν, Ἵνα, φησίν, ἀναπαύσηται τὸ ὑποζύγιόν σου καὶ ὁ παῖς σου. Ἀμφότερα δὲ ταῦτα δι᾿ αἰνιγμάτων τὸ σῶμα δηλοῦσι. Τοῦ γὰρ πρακτικοῦ νοὸς ὑποζύγιόν ἐστι τὸ σῶμα, ἀχθοφορεῖν βίᾳ τοῖς τρόποις τῶν ἀρετῶν κατὰ τὴν πρᾶξιν ἀναγκαζόμενον. Τοῦ δὲ θεωρητικοῦ παῖς, ὡς ἤδη λογισθὲν θεωρήμασι, καὶ λογικῶς ταῖς γνωστικαῖς ἐπιταγαῖς τοῦ νοὸς ὑπηρετούμενον. (1153) Ἀμφοτέροις δὲ Σάββατόν ἐστι, τῶν αὐτοῖς ἐνεργουμένων κατά τε πρᾶξιν καὶ θεωρίαν καλῶν, τὸ πέρας, τὴν πρόσφορον ἑκάστῳ παρέχον ἀνάπαυσιν.

ξε´. Ὁ τὴν ἀρετὴν μετὰ τῆς πρεπούσης γνώσεως ἐξανύων, ὑποζύγιον ἔχει τὸ σῶμα, λόγῳ ἐλαύνων πρὸς τὴν τῶν καθηκόντων ἐνέργειαν· παῖδα δέ, τὸν ἐπ᾿ ἀρετῇ κατὰ τὴν πρᾶξιν τρόπον· ἤγουν αὐτὸν τὸν καθ᾿ ὃν ἡ ἀρετὴ πέφυκε γίνεσθαι τρόπον· ὥσπερ ἀργυρίῳ τοῖς διακριτικοῖς ὠνηθέντα λογισμοῖς. Σάββατον δέ, ἡ κατ᾿ ἀρετὴν ἀπαθὴς καὶ εἰρηναία τῆς τε ψυχῆς καὶ τοῦ σώματος κατάστασις, ἤγουν ἀναλλοίωτος ἕξις.

ξστ´. Ὁ τοῦ Θεοῦ λόγος, τοῖς μὲν ἔτι περὶ τὰ σωματικὰ τῆς ἀρετῆς εἴδη τὸ πλέον ἔχουσι τῆς φροντίδος, ἄχυρον γίνεται καὶ χόρτος· διατρέφων αὐτῶν τὸ παθητικὸν τῆς ψυχῆς μέρος, πρὸς τὴν τῶν ἀρετῶν ὑπηρεσίαν· τοῖς ἀνηγμένοις δὲ τῇ θεωρίᾳ τῆς ἀληθοῦς τῶν θείων κατανοήσεως, ἔστιν ἄρτος διατρέφων αὐτῶν τῆς ψυχῆς τὸ νοερὸν πρὸς θεοειδῆ τελειότητα. Διὸ τοὺς πατριάρχας εὑρίσκομεν ἐπισιτιζομένους ἐν τῇ ὁδῷ, καὶ ἑαυτοῖς ἄρτους, καὶ τοῖς ὄνοις αὐτῶν χορτάσματα. Καὶ ὁ ἐν τοῖς Κριταῖς δὲ Λευίτης, τῷ ἐν Γαβαᾷ ξεναγήσαντι αὐτὸν πρεσβύτῃ φησίν· Εἰσὶ καὶ ἡμῖν ἄρτοι, καὶ τοῖς ὄνοις ἡμῶν ἄχυρα· καὶ οὐκ ἔστιν ὑστέρημα τοῖς παισί σου, παντός τινος.

ξζ´. Ὁ τοῦ Θεοῦ Λόγος καὶ δρόσος λέγεται καὶ ἔστιν· καὶ ὕδωρ καὶ πηγὴ καὶ ποταμός, ὡς γέγραπται· κατὰ τὴν ὑποκειμενικὴν δηλονότι τῶν δεχομένων δύναμιν, ταῦτα καὶ ὢν καὶ γινόμενος. Τοῖς μὲν γάρ ἐστι δρόσος, ὡς τῆς ἔξωθεν ἐπικειμένης αὐτοῖς περὶ τὸ σῶμα τῶν παθῶν πυρώσεώς τε καὶ ἐνεργείας, σβεστικός. Τοῖς δὲ τὸ βάθος τῷ ἰῷ τῆς κακίας φρυσσομένοις [Fr. et guidm Regii φυσσωμένοις], ἐστὶν ὕδωρ· οὐ μόνον ὡς δι᾿ ἀντιπαθείας τοῦ ἀντικειμένου φθαρτικός, ἀλλὰ καὶ ὡς μεταδοτικὸς ζωτικῆς πρὸς τὸ εὖ εἶναι δυνάμεως. Πηγὴ δέ, ἀεννάως ἔχουσιν ἀναβλύζουσαν τὴν ἕξιν τῆς θεωρίας, ὡς σοφίας χορηγός. Ποταμὸς δέ, τοῖς τὴν εὐσεβῆ καὶ (1156) ὀρθὴν καὶ σωτήριον ποταμηδὸν προχέουσι διδασκαλίαν ὡς ἀνθρώπους, καὶ κτήνη καὶ θηρία καὶ φυτὰ δαψιλῶς ποτίζων· ἵνα καὶ ἄνθρωποι θεωθῶσι, τοῖς τῶν λεγομένων ὑψωθέντες νοήμασι· καὶ οἱ κτηνωθέντες τοῖς πάθεσι, διὰ τῆς ἀκριβοῦς τῶν κατ᾿ ἀρετὴν τρόπων ἀποδείξεως ἀνθρωπισθέντες, τὴν φυσικὴν ἐπαναλάβωσι λογιότητα· καὶ οἱ θηριωθέντες ταῖς πονηραῖς ἕξεσι καὶ κακοπραγίαις, διὰ τῆς προσηνοῦς τε καὶ εὐαφοῦς παραινέσεως τιθασσευθέντες, πρὸς τὴν τῆς φύσεως ἐπανέλθωσιν ἡμερότητα· καὶ οἱ φυτῶν δίκην ἀναισθητοῦντες τῶν ἀγαθῶν, διὰ τῆς εἰς βάθος τοῦ λόγου διαβάσεως ἀπαλυθέντες, λάβωσιν αἴσθησιν πρὸς καρπογονίαν, καὶ δύναμιν τὴν αὐτοὺς διατρέφουσαν, τοῦ λόγου ποιότητα.

ξη´. Ὁδός ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, τοῖς καλῶς κατὰ τὴν πρακτικήν, καὶ εὐτόνως τὸ τῆς ἀρετῆς τρέχουσι στάδιον· καὶ μήτε δεξιὰ διὰ κενοδοξίας, μήτε ἀριστερὰ διὰ τῆς πρὸς τὰ πάθη ῥοπῆς ἐκκλίνουσιν, εὐθύνων κατὰ Θεὸν τὰ διαβήματα· ὅπερ εἰς τέλος μὴ φυλάξας Ἀσὰ ὁ βασιλεύες Ἰούδα, λέγεται περὶ τὸ γῆρας αὐτοῦ πεπονηκέναι τοὺς πόδας· ὡς περὶ τὸν δρόμον τοῦ κατὰ Θεὸν βίου ἀσθενήσας.

ξθ´. Θύρα λέγεται τοῦ Θεοῦ Λόγος, ὡς τοὺς καλῶς πᾶσαν διηνυκότας τὴν ὁδὸν τῶν ἀρετῶν κατὰ τὸν ἄμεπτον δρόμον τῆς πράξεως, πρὸς γνῶσιν εἰσάγων· καὶ ὡς φῶς, δεικνὺς τοὺς πολυφαεῖς τῆς σοφίας θησαυρούς. Ὁ αὐτὸς γὰρ καὶ ὁδός ἐστι καὶ θύρα καὶ κλεὶς καὶ βασιλεία· ὁδὸς μέν, ὡς ὁδηγός· κλεὶς δέ, ὡς ἀνοίγων τοῖς ἀξίοις τῶν θείων καὶ ἀνοιγόμενος· θύρα δέ, ὡς εἰσαγωγεύς· βασιλεία δέ, ὡς κληρονομούμενος, καὶ κατὰ μέθεξιν ἐν πᾶσι γινόμενος.

ο´. Φῶς ὁ Κύριος λέγεται, καὶ ζωὴ καὶ ἀνάστασις καὶ ἀλήθεια. Φῶς μὲν καὶ ὡς λαμπρότης, ψυχῶν, καὶ ὡς ἀγνοίας σκότους διώκτης· καὶ ὡς φωτίζων τὸν νοῦν πρὸς κατανόησιν τῶν ἀποῤῥήτων· καὶ δεικνύς, τὰ μόνοις θεατὰ τοῖς καθαροῖς μυστήρια· ζωὴ δέ, ὡς τὴν πρέπουσαν ψυχαῖς ἀγαπώσαις τὸν Κύριον ἐν τοῖς θείοις παρεχόμενος κίνησιν· ἀνάστασις δέ, ὡς τῆς νεκρᾶς τῶν ὑλικῶν προσπαθείας ἐγείρων τὸν νοῦν, φθορᾶς παντοίας καθαρὸν καὶ νεκρότητος· ἀλήθεια δέ, ὡς ἕξιν τῶν ἀγαθῶν τοῖς ἀξίοις δωρούμενος ἄτρεπτον.

οα´. Ὁ μὲν τοῦ Θεοῦ, καὶ Πατρὸς Θεὸς Λόγος, ἑκάστῃ μυστικῶς ἐνυπάρχει τῶν οἰκείων ἐντολῶν· ὁ δὲ Θεὸς καὶ Πατήρ, ὅλος ἐστὶν ἀχώριστος ἐν ὅλῳ τῷ οἰκείῳ Λόγῳ φυσικῶς. Ὁ τοίνυν δεχόμενος θείαν ἐντολὴν καὶ ποιῶν αὐτήν, τὸν ἐν αὐτῇ τοῦ Θεοῦ δέχεται Λόγον. Ὁ δὲ τὸν Λόγον διὰ τῶν ἐντολῶν δεξάμενος, δι᾿ αὐτοῦ τὸν ἐν αὐτῷ φυσικῶς ὄντα συνεδέξατο Πατέρα, καὶ τὸ ἐν αὐτῷ φυσικῶς ὂν συνεδέξατο Πνεῦμα. (1157) Ἀμὴν γάρ, φησι, λέγω ὑμῖν, ὁ λαμβάνων ὃν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντὰ με. Ὁ γοῦν ἐντολὴν δεξάμενος καὶ ποιήσας αὐτήν, λαβὼν ἔχει μυστικῶς τὴν ἁγίαν Τριάδα.

οβ´. Δοξάζει τὸν Θεὸν ἐν ἑαυτῷ, οὐχ ὁ λόγοις μόνον γεραίρων τὸν Θεόν, ἀλλ᾿ ὁ διὰ τὸν Θεὸν ὑπὲρ ἀρετῆς τὰ τῶν πόνων ὑπομένων παθήματα· καὶ ἀντιδοξάζεται παρὰ Θεοῦ, τὴν ἐν τῷ Θεῷ δόξαν, οἷον ἀρετῆς ἔπαθλον κατὰ μέθεξιν τὴν τῆς ἀπαθείας κομιζόμενος χάριν. Πᾶς γὰρ ὁ δοξάζων τὸν Θεὸν ἐν ἑαυτῷ διὰ τῶν κατὰ τὴν πρακτικὴν ὑπὲρ ἀρετῆς παθημάτων, καὶ αὐτὸς ἐν τῷ Θεῷ δοξάζεται, διὰ τῆς κατὰ τὴν θεωρίαν ἀπαθοῦς τῶν θείων ἐλλάμψεως. Φησὶ γὰρ ὁ Κύριος ἐπὶ τὸ πάθος ἐρχόμενος· Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. Εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ· καὶ εὐθὺς δοξάσει αὐτόν. Ὡς ἐντεῦθεν εἶναι δῆλον, ὅτι τοῖς ὑπὲρ ἀρετῆς παθήμασιν, ἐπακολουθοῦσι τὰ θεῖα χαρίσματα.

ογ´. Ἕως τὸν ἐν τῷ ῥητῷ τῆς ἁγίας Γραφῆς ποικίλως δὰ τῶν αἰνιγμάτων σεσωματωμένον ὁρῶμεν τὸν τοῦ Θεοῦ Λόγον, οὔπω τὸν ἀσώματον καὶ ἁπλοῦν καὶ ἑνιαῖον καὶ μόνον, ὡς ἐν ἀσωμάτῳ καὶ ἁπλῷ καὶ ἐνιαίῳ καὶ μόνῳ Υἱῷ νοητῶς τεθεάμεθα Πατέρα, κατὰ τό, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Καί· Ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Πολλῆς οὖν χρεία τῆς ἐπιστήμης, ὥστε διαδύντας πρότερον τὰ περὶ τὸν Λόγον τῶν ῥημάτων καλύμματα, οὕτω γυμνῷ τῷ νοῒ καθαρὸν αὐτὸν ἐφ᾿ ἑαυτὸν ἑστῶτα θεάσασθαι [unus Reg. τεθεάσασθαι] τὸν Λόγον, τὸν ἐν ἑαυτῷ σαφῶς ὡς ἐφικτὸν ἀνθρώποις τὸν Πατέρα δεικνύντα. Διόπερ ἀνάγκη τὸν εὐσεβῶς τὸν Θεὸν ἐπιζητοῦντα, μηδενὶ κρατεῖσθαι ῥητῶ, ἵνα μὴ ἀντὶ Θεοῦ, τὰ περὶ Θεὸν λάθῃ λαβών· τουτέστιν, ἀντὶ τοῦ Λόγου τὰ ῥητὰ στέργων ἐπισφαλῶς τῆς Γραφῆς, τοῦ Λόγου διαφυγόντος τὸν νοῦν ἐκ τῶν περιβλημάτων κρατεῖν δοκοῦντα τὸν ἀσώματον Λόγον· κατὰ γε τὴν Αἰγυπτίαν, τὴν μὴ τοῦ Ἰωσήφ, ἀλλὰ τῶν αὐτοῦ ἐπιλαβομένην ἱματίων· καὶ τοὺς παλαιοὺς ἀνθρώπους, οἱ μόνῃ τῇ εὐπρεπείᾳ τῶν ὁρωμένων ἐναπομείναντες, ἔλαθον τῇ κτίσει λατρεύοντες παρὰ τὸν κτίσαντα.

οδ´. Ὁ τῆς ἁγίας Γραφῆς λόγος, κατὰ μέρος τοῖς (1160) ὑψηλοτέροις νοήμασι τὴν τῶν ἐπ᾿ αὐτῷ σωματικῶς διαπεπλασμένων ῥητῶν ἐκδυσάμενος σύνθεσιν, ὡς ἐν φωνῇ αὔρας λεπτῆς ὑπάρχων δείκνυται τῷ διορατικωτέρῳ, νοΐ· τῷ διὰ τὴν ἄκραν ἀπόλειψιν τῶν κατὰ φύσιν ἐνεργειῶν, αἴσθησιν μόνου δυνηθέντι λαβεῖν, τῆς τὸν Λόγον ποσῶς μηνυούσης ἁπλότητος, κατὰ τὸν μέγα Ἠλίαν τὸν ἐν τῷ σπηλαίῳ Χωρὴβ ταύτης ἀξιωθέντα τῆς ὄψεως. Χωρὴβ γὰρ ἑρμηνεύεται νέωμα [unus Reg. νόημα], ὅπερ ἐστὶν ἡ ἐν τῷ καινῷ πνεύματι τῆς χάριτος ἕξις τῶν ἀρετῶν. Τὸ δὲ σπήλαιον, ἡ τῆς σοφίας ἐστὶ κατὰ νοῦν κρυφιότης· ἐν ᾗ ὁ γενόμενος, τῆς ὑπὲρ αἴσθησιν μυστικῶς αἰσθήσεται γνώσεως, ἐν ᾗ λέγεται τυγχάνειν ὁ Θεός. Πᾶς οὖν κατὰ τὸν μέγαν Ἠλίαν ζητῶν ἀληθῶς τὸν Θεόν, οὐ μόνον ἐν Χωρὴβ γενήσεται· τουτέστιν, ὡς πρακτικὸς ἐν τῇ ἕξει τῶν ἀρετῶν· ἀλλὰ καὶ ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρήβ· τουτέστιν, ὡς θεωρητικὸς ἐν τῇ κρυφιότητι τῆς σοφίας τῇ ἐν μόνῃ τυγχανούσῃ τῇ ἕξει τῶν ἀρετῶν.

οε´. Ὅταν ὁ νοῦς τὰς ἐπικειμένας αὐτῷ πολλὰς περὶ τῶν ὄντων ἐκτινάξηται δόξας, τότε σαφὴς αὐτῷ τῆς ἀληθείας ὁ λόγος ἀναφαίνεται, διδοὺς αὐτῷ τῆς ὄντως γνώσεως τὰς ὑποθήκας, καὶ τὰς πρώην ἐπ᾿ αὐτῷ προλήψεις ὡσεὶ λεπίδας τῶν ὀπτικῶν δυνάμεων ἀπωθούμενος, κατὰ τὸν θεσπέσιον καὶ μέγαν Ἀπόστολον Παῦλον. Λεπίδες γὰρ εἰσιν, ὡς ἀληθῶς, ἐπικείμεναι τῷ διορατικῷ τῆς ψυχῆς, καὶ ἀπείργουσαι τὴν πρὸς τὸν ἀκραιφνῆ τῆς ἀληθείας λόγον, διάβασιν, αἵ τε πρὸς τὸ ῥητὸν μόνον τῆς Γραφῆς ὑπολήψεις, καὶ τῶν ὁρωμένων αἱ κατ᾿ αἴσθησιν προσπαθεῖς θεωρίαι.

οστ´. Ὁ μὲν θεῖος Ἀπόστολος Παῦλος, τὴν τοῦ Λόγου γνῶσιν, ἐκ μέρους ἔφη γινώσκειν. Ὁ δὲ μέγας εὐαγγελιστὴς Ἰωάννης τεθεᾶσθαι λέγει τὴν αὐτοῦ δόξαν. Ἐθεασάμεθα γάρ, φησίν, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Καὶ μήποτε ὁ μὲν ἅγιος Παῦλος τὴν ὡς Θεοῦ Λόγου γνῶσιν ἐκ μέρους ἔφη γινώσκειν. Ἐκ γὰρ τῶν ἐνεργειῶν, ποσῶς μόνον γινώσκεται.Ἡ γὰρ ἐπ᾿ αὐτῷ κατ᾿ οὐσίαν τε καὶ ὑπόστασιν γνῶσις, ὁμοίως πᾶσιν ἐγγέλοις τε καὶ ἀνθρώποις, καθέστηκεν ἄβατος, κατ᾿ οὐδὲν οὐδενὶ γινωσκομένη· Ὁ δὲ ἅγιος Ἰωάννης, τέλειον ὡς ἐν ἀνθρώποις, τὸν τῆς ἐνανθρωπήσεως τοῦ Λόγου μυηθεὶς λόγον, τὴν ὡς σάρκα Λόγον δόξαν ἔφη τεθεᾶσθαι· τουτέστι, τὸν λόγον, ἤγουν τὸν σκοπόν, καθ᾿ ὃν ὁ Θεὸς γέγονεν ἄνθρωπος, πλήρη χάριτος ἐθεάσατο, καὶ ἀληθείας. Οὐ γὰρ καθ᾿ ὃ κατ᾿ οὐσίαν Θεός, καὶ τῷ Θεῷ Πατρὶ ὁμοούσιος ὁ Μονογενὴς κεχαρίτωται, ἀλλὰ καθ᾿ ὃ φύσει κατ᾿ οἰκονομίαν γέγονεν, ἄνθρωπος καὶ ἡμῖν ὁμοούσιος, δι᾿ ἡμᾶς κεχαρίτωται τοὺς χρῄζοντας χάριτος· καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ διαπαντὸς κατὰ πᾶσαν ἡμῶν προκοπὴν τὴν ἀναλογοῦσαν δεχομένους χάριν. Ὣστε ὁ τὸν λόγον (1161) τέλειον ἐν ἑαυτῶ φυλάξας, ἀβέβηλον τοῦ δι᾿ ἡμᾶς σαρκωθέντος Θεοῦ Λόγου, τὴν πλήρη χάριτος καὶ ἀληθείας κομίσεται δόξαν, τοῦ δι᾿ ἡμᾶς ἑαυτὸν καθ᾿ ἡμᾶς δοξάσαντός τε καὶ ἁγιάσαντος κατὰ τὴν αὐτοῦ παρουσίαν. Ὅταν γάρ, φησίν, ἐκεῖνος φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.

οζ´. Ἕως ἡ ψυχή, τὴν ἀπὸ δυνάμεως εἰς δύναμιν, καὶ ἀπὸ δόξης εἰς δόξαν ποιεῖται μετάβασιν· τουτέστι, τὴν ἀπὸ ἀρετῆς εἰς ἀρετὴν μείζονα προκοπήν, καὶ τὴν ἀπὸ γνώσεως εἰς γνῶσιν ὑψηλοτέραν ἀνάβασιν, οὐκ ἐπαύσατο παροικοῦσα, κατὰ τὸ εἰρημένον. Πολλὰ παρώκησεν ἡ ψυχή μου. Πολὺ γάρ ἐστι τὸ διάστημα, καὶ τὸ πλῆθος τῶν ὀφειλουσῶν παρ᾿ αὐτῆς διαβαθῆναι γνώσεων, μέχρις οὗ διελεύσεται ἐν τόπῳ σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ· ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορτάζοντος· ἀεὶ φωναῖς, φωνήν,νοεραῖς, νοερὰν προστιθεῖσα τῇ προκοπῇ τῶν θείων θεωρημάτων, μετὰ τῆς κατὰ νοῦν ἐπὶ τοῖς θεωρηθεῖσιν ἀγαλλιάσεως, ἤγουν χαρᾶς, καὶ τῆς ἀναλογούσης εὐχαριστίας. Τοιαύτας γὰρ ἑορτάζουσι πάντες, οἱ τὸ Πνεῦμα τῆς χάριτος εἰληφότες, ἐν ταῖς καρδίαις αὐτῶν κράζων· Ἀββᾶ, ὁ Πατήρ.

οη´. Ὁ τῆς θαυμαστῆς σκηνῆς τόπος, καὶ ἀπαθής ἐστι καὶ ἀπήμων ἕξις τῶν ἀρετῶν· καθ᾿ ἣν ὁ τοῦ Θεοῦ γινόμενος Λόγος, διαφόροις ἀρετῶν κάλλεσι κατακοσμεῖ καθάπερ σκηνὴν τὴν ψυχήν. Ὁ δὲ οἶκος τοῦ Θεοῦ, ἡ ἐκ πολλῶν καὶ διαφόρων συγκειμένη θεωρημάτων γνῶσίς ἐστι· καθ᾿ ἣν ἐνδημῶν τῇ ψυχῇ ὁ Θεός, τοῦ τῆς σοφίας κρατῆρος ἐμπίμπλησιν.Ἡ δὲ φωνὴ τῆς ἀγαλλιάσεώς ἐστι, τὸ ἐπὶ τῷ πλούτῳ τῶν ἀρετῶν τῆς ψυχῆς σκίρτημα. Ἡ δὲ τῆς ἐξομολογήσεως, ἡ ἐπὶ τῇ δόξῃ τῆς κατὰ τὴν σοφίαν εὐωχίας ἐστὶν εὐχαριστία. Ὁ δὲ ἦχος, ἡ ἐξ ἀμφοῖν, ἀγαλλιάσεὼς φημι καὶ ἐξομολογήσεως, κατὰ σύγκρασιν γινομένη διηνεκὴς μυστικὴ δοξολογία.

οθ´. Ὁ γενναίως καταπαλαίσας τὰ πάθη τοῦ σώματος, καὶ τοῖς ἀκαθάρτοις πνεύμασιν ἱκανῶς πολεμήσας, καὶ τῆς ἑαυτοῦ κατὰ ψυχὴν χώρας ἐξελάσας αὐτῶν τὰ νοήματα· καρδίαν εὐχέσθω καθαρὰν αὐτῷ δοθῆναι, καὶ πνεῦμα εὐθὲς ἐν τοῖς ἐγκάτοις ἐγκαινισθῆναι· τουτέστι, τελείως τῶν μὲν φαύλων κενωθῆναι λογισμῶν, τῶν δὲ θείων ἐννοιῶν πληρωθῆναι διὰ τῆς χάριτος· ἵνα γένηται κόσμος Θεοῦ νοητῶς λαμπρός τε καὶ μέγας, ἐξ ἠθικῶν καὶ φυσικῶν καὶ θεολογικῶν συνεστὼς θεωρημάτων.

π´. Ὁ τὴν καρδίαν καθαρὰν ἐργασάμενος, οὐ μόνον τῶν ὑποβεβηκότων καὶ μετὰ Θεὸν γνώσεται τοὺς λόγους, ἀλλὰ καὶ αὐτῷ ποσῶς μετὰ τὴν τῶν ὅλων διάβασιν, ἐνορᾷ· ὅπερ ἐστὶν ἀκρότατον τέλος τῶν ἀγαθῶν· ἐν ᾗ γενόμενος ὁ Θεός, ἀξιοῖ τὰ ἴδια γράμματα διὰ τοῦ πνεύματος ἐγχαράττειν, καθάπερ τισὶ (1164) πλαξὶ Μωσαϊκαῖς· τοσοῦτον, ὅσον ἑαυτὴν διὰ πράξεως ἐπιδέδωκε καὶ θεωρίας, κατὰ τὴν τό, Αὐξάνου, μυστικῶς κελεύουσαν ἐντολήν.

πα´. Καρδία καθαρὰ τάχα ἐκείνη λέγεται,ἡ μηδεμίαν ἔχουσα φυσικὴν καθ᾿ οἱονδήποτε τρόπον, πρὸς ὁτιοῦν κίνησιν· ἐν ᾗ καθάπερ πτυχίῳ καλῶς λειανθέντι διὰ τὴν ἄκραν ἁπλότητα γινόμενος ὁ Θεός, τοὺς ἰδίους νόμους ἐγγράφει.

πβ´. Καρδία ἐστὶ καθαρά, ἡ παντάπασιν ἀνείδεοντῷ Θεῷ καὶ ἀμόρφωτον παραστήσασα τὴν μνήμην· καὶ μόνοις τοῖς αὐτοῦ ἕτοιμον ἐνσημανθῆναι τύποις, δι᾿ ὧν ἐμφανὴς πέφυκε γίνεσθαι.

πγ´. Ὁ τοῦ Χριστοῦ νοῦς, ὃν λαμβάνουσιν οἱ ἅγιοι, κατὰ τὸν φάμενον· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, οὐ κατὰ στέρησιν τῆς ἐν ἡμῖν νοερᾶς δυνάμεως ἐπιγίνεται· οὐδὲ ὡς συμπληρωτικὸς τοῦ ἡμετέρου νοός, οὐδ᾿ ὡς μεταβαίνων οὐσιωδῶς καθ᾿ ὑπόστασιν εἰς τὸν ἡμέτερον νοῦν· ἀλλ᾿ ὡς τῇ οἰκείᾳ ποιότητι τὴν τοῦ ἡμετέρου νοὸς λαμπρύνων δύναμιν, καὶ πρὸς τὴν αὐτὴν αὐτῷ φέρων ἐνέργειαν. Νοῦν γὰρ ἔχειν Χριστοῦ ἔγωγὲ φημι, τὸν κατ᾿ αὐτὸν νοοῦντα, καὶ διὰ πάντων αὐτὸν νοοῦντα.

πδ´. Σῶμα Χριστοῦ εἶναι λεγόμεθα, κατὰ τό, Ἡμεῖς δὲ σῶμα Χριστοῦ ἐσμεν, καὶ μέλη ἐκ μέρους· οὐ κατὰ στέρησιν τῶν ἡμετέρων σωμάτων, ἐκείνου τὸ σῶμα γινόμενοι· οὐδ᾿ αὖ πάλιν ἐκείνου καθ᾿ ὑπόστασιν εἰς ἡμᾶς μεταβαίνοντος, ἢ μεληδὸν διατεμνομένου· ἀλλὰ τῷ καθ᾿ ὁμοιότητα τῆς τοῦ Κυρίου σαρκός, τὴν φθορὰν ἀποσείεσθαι τῆς ἁμαρτίας. Ὡς γὰρ ὁ Χριστὸς κατὰ φύσιν σαρκί τε καὶ ψυχῇ καθ᾿ ὃ νοεῖται ἄνθρωπος ἀναμάρτητος ἦν, οὕτω καὶ ἡμεῖς οἱ πεπιστευκότες αὐτῷ, καὶ διὰ Πνεύματος αὐτὸν ἐνδυσάμενοι, κατὰ προαίρεσιν ἐν αὐτῷ χωρὶς ἁμαρτίας εἶναι δυνάμεθα.

πε´. Εἰσὶ παρὰ τῇ Γραφῆ καὶ χρονικοὶ αἰῶνες καὶ ἄλλων αἰώνων συντέλειαν περιέχοντες, κατὰ τό, Νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, καὶ τὰ ἑξῆς. Καὶ ἕτεροι πάλιν χρονικῆς ἐλεύθεροι φύσεως αἰῶνες, μετὰ τὸν ἐνεστῶτα τοῦτον χρόνον, αἰῶνα, τὸν ἐπὶ συντελείᾳ τῶν αἰώνων, κατὰ τό, Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον, καὶ τὰ ἑξῆς. Εὑρίσκομεν δὲ παρὰ τῇ γραφῇ καὶ πλῆθος αἰώνων, παρελθόντων τε καὶ ἐνεστώτων καὶ μελλόντων· καὶ αἰῶνας αἰώνων εἶναὶ τινας αἰῶνας, καὶ αἰῶνος αἰῶνα, καὶ χρόνους αἰωνίους, καὶ γενεὰς συνημμένας αἰῶσι. Καὶ ἵνα μὴ νῦν, τί μεν διὰ τῶν χρονικῶν αἰώνων, τί δὲ διὰ τῶν αἰωνίων χρόνων καὶ (1165) γενεῶν βούλεται δηλοῦν ὁ λόγος, λέγοντες· τινὲς δὲ παλιν ἁπλῶς οἱ αἰῶνες τῶν αἰώνων, τίς τε ὁ ἁπλοῦς αἰών, καὶ ὁ αἰὼν τοῦ αἰῶνος, πολὺν παρὰ τὴν ὑπόθεσιν ἐκτείνωμεν λόγον, τὰ περὶ τούτων τοῖς φιλομαθέσι σκοπεῖν ἐάσαντες, πρὸς τὸν σκοπὸν δι᾿ ὃν ταῦτα προηγάγομεν, ἐπανέλθωμεν.

πστ´. Οἴδαμεν τι κατὰ τὴν Γραφὴν ὑπεραιώνιον· ὅπερ ὅτι μὲν ἔστιν, ἐσήμανε· τί δὲ τοῦτό ἐστιν, οὐκ ὠνόμασε, κατὰ τό, Κύριος βασιλεύων τὸν αἰῶνα, καὶ ἐπ᾿ αἰῶνα καὶ ἔτι. Οὐκοῦν ἔστι τι πρᾶγμα ὑπὲρ αἰῶνας, ἡ ἀκραιφνὴς τοῦ Θεοῦ βασιλεία. Οὐ γὰρ δὴ θέμις εἰπεῖν ἦρχθαι, ἢ φθάνεσθαι ὑπὸ αἰώνων ἢ χρόνων τὴν τοῦ Θεοῦ βασιλείαν. Ταύτην δὲ πιστεύομεν εἶναι τῶν σωζομένων κληρονομίαν, καὶ μονήν, καὶ τόπον, καθὼς ὁ ἀληθὴς παραδίδωσι λόγος· ὡς τέλος τῶν δι᾿ ἐφέσεως πρὸς τὸ ἔσχατον ὀρεκτὸν κινουμένων· ἐν ᾧ γινόμενοι, πάσης τῆς ὁποιασοῦν δέχονται παῦλαν κινήσεως· ὡς μηκέτι χρόνου τινὸς ὄντος αὐτῶν ἢ αἰῶνος τοῦ διαβαθῆναι ὀφείλοντος, οἷα δὴ μετὰ πάντα καταντήσασιν εἰς τὸν Θεόν· τὸν πρὸ πάντων ὄντα τῶν αἰώνων, καὶ ὃν φθάνειν αἰώνων φύσις οὐ πέφυκεν.

πζ´. Ἐφ᾿ ὅσον χρόνον τίς ἐστιν ἐν τῇ ζωῇ ταύτῃ, κἂν τέλειός ἐστι κατὰ τὴν ἐνθάδε κατάστασιν, καὶ πράξει καὶ θεωρίᾳ, τὴν ἐκ μέρους ἔχει καὶ γνῶσιν καὶ προφητείαν καὶ ἀῤῥαβῶνα Πνεύματος ἁγίου· ἀλλ᾿ οὐκ αὐτὸ τὸ πλήρωμα· ἐλευσόμενὸς ποτε μετὰ τὴν τῶν αἰώνων περαίωσιν εἰς τὴν τελείαν λῆξιν, τὴν πρόσωπον πρὸς πρόσωπον τοῖς ἀξίοις δεικνῦσαν αὐτὴν ἐφ᾿ ἑαυτῆς ἑστῶσαν τὴν ἀλήθειαν· ὡς μηκέτι ἐκ τοῦ πληρώματος μέρος ἔχειν, ἀλλ᾿ αὐτὸ τὸ πλήρωμα τῆς χάριτος κατὰ μέθεξιν ὅλον κομίζεσθαι. Καταντήσεσθαι γάρ, φησὶν ὁ Ἀπόστολος, πάντας (δηλονότι τοὺς σωζομένους) εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἐν ᾧ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι· ἧς φαινομένης, τὸ ἐκ μέρους καταργηθήσεται.

πη´. Ζητοῦσὶ τινες, πῶς ἔσται τῶν ἀξιουμένων τῆς ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ τελειότητος ἡ κατάστασιν· πότερον κατὰ προκοπὴν καὶ μετάβασιν, ἢ κατὰ τὴν ἐν στάσει ταυτότητα· πῶς τε τὰ σώματα καὶ τὰς ψυχὰς εἶναι χρεὼν ὑπολαμβάνειν. Πρὸς δὴ τοῦτο στοχαστικῶς ἐρεῖ τις, ὅτι καθάπερ ἐπὶ τῆς σωματικῆς ζωῆς διττός ἐστιν ὁ τῆς τροφῆς λόγος· ὁ μὲν πρὸς αὔξησιν, ὁ δὲ πρὸς συντήρησιν τῶν τρεφομένων· μέχρις οὗ φθάσωμεν τὸ τέλειον τῆς σωματικῆς ἡλικίας, τρεφόμεθα πρὸς αὔξησιν· ἐπειδὰν δὲ τὸ σῶμα στῇ τῆς εἰς μέγεθος ἐπιδόσεως, οὐκέτι τρέφεται πρὸς αὔξησιν, ἀλλὰ πρὸς συντήρησιν. Οὕτως καὶ ἐπὶ τῆς ψυχῆς διττὸς ὁ τῆς τροφῆς λόγος. Τρέφεται γὰρ προκόπτουσα ταῖς ἀρεταῖς καὶ (1168) τοῖς θεωρήμασι, μέχρις οὗ διαβᾶσα τὰ ὄντα πάντα φθάσῃ τὸ μέτρον τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἐν ᾧ γινομένη, πάσης τῆς πρὸς ἐπίδοσίν τε καὶ αὔξησιν διὰ τῶν μέσων ἵσταται προκοπῆς· ἀμέσως τρεφομένη τὸ ὑπὲρ νόησιν· καὶ διὰ τοῦτο τυχὸν ὑπὲρ αὔξησιν· τῆς ἀφθάρτου τροφῆς εἶδος, πρὸς συντήρησιν τῆς δοθείσης αὐτῇ θεοειδοῦς τελειότητος, καὶ ἔκφανσιν τῶν τῆς τροφῆς ἐκείνης ἀπείρων ἀγλαϊῶν, καθ᾿ ἣν τὸ ἀεὶ εὖ ὡσαύτως εἶναι ἐνδημῆσαν αὐτῇ δεχομένη, γίνεται θεὸς τῆς μεθέξει τῆς θεϊκῆς χάριτος, πασῶν τῶν κατὰ νοῦν καὶ αἴσθησιν ἐνεργειῶν, αὐτή τε παυσαμένη, καὶ ἑαυτῇ τὰς τοῦ σώματος συναπαύσασα φυσικὰς ἐνεργείας, συνθεωθέντος αὐτῇ κατὰ τὴν ἀναλογοῦσαν αὐτῷ μέθεξιν τῆς θεώσεως. Ὣστε μόνον τὸν Θεὸν διά τε τῆς ψυχῆς καὶ τοῦ σώματος φαίνεσθαι, νικηθέντων αὐτῶν τῇ ὑπερβολῇ τῆς δόξης, τῶν φυσικῶν γνωρισμάτων.

πθ´. Ζητοῦσὶ τινες τῶν φιλομαθῶν, κατὰ ποῖον ἔσται τρόπον ἡ τῶν αἰωνίων μονῶν τε καὶ ἐπαγγελιῶν διαφορά· πότερον καθ᾿ ὑπόστασιν τοπικήν, ἢ κατ᾿ ἐπίνοιαν τῆς ἰδιαζούσης καθ᾿ ἑκάστην μορφὴν πνευματικῆς ποιότητός τε καὶ ποσότητος. Καὶ τοῖς μὲν δοκεῖ τὸ πρῶτον· τοῖς δέ, τὸ δεύτερον· ὁ δὲ γνούς, τί τό, Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι, καὶ τί τό, Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί, τοῦ δευτέρου μᾶλλον γενήσεται.

τέσσ. ἀνοικ. Ϟ´. Ζητοῦσὶ τινες, ποίαν διαφορὰν ἔχει πρὸς τὴν τοῦ Θεοῦ βασιλείαν ἡ τῶν οὐρανῶν βασιλεία· πότερον καθ᾿ ὑπόστασιν διαφέρουσιν ἀλλήλων, ἢ κατ᾿ ἐπίνοιαν. Πρὸς οὓς ῥητέον, ὅτι διαφέρουσι μέν· οὐ καθ᾿ ὑπόστασιν δέ. Μία γὰρ καθ᾿ ὑπόστασιν ἄμφω· ἀλλὰ κατ᾿ ἐπίνοιαν· ἡ μὲν γὰρ βασιλεία τῶν οὐρανῶν, τῆς τῶν ὄντων ἀκραιφνοῦς κατὰ τοὺς ἑαυτῶν λόγους ἐν τῷ Θεῷ προαιωνίου γνώσεώς ἐστι κατάληψις· ἡ δὲ τοῦ Θεοῦ βασιλεία, τῶν προσόντων τῷ Θεῷ φυσικῶς ἀγαθῶν κατὰ χάριν ἐστὶ μετάδοσις· καὶ ἡ μὲν κατὰ τὸ τέλος τῶν ὄντων, ἡ δὲ κατ᾿ ἐπίνοιαν μετὰ τὸ τέλος τῶν ὄντων ἐστί.

τέσσ. ἀνοικ. Ϟα´. Τό, Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, οὐκ ἔστιν, ὡς οἶμαι, χρονικῆς συστολῆς· Οὐ γὰρ ἔρχεται μετὰ παρατηρήσεως· οὔτε ἐροῦσιν· Ἰδοὺς ὦδε, ἰδοὺ ἐκεῖ· ἀλλὰ τῆς πρὸς αὐτῶν τῶν ἀξίων (1169) αὐτῆς κατὰ διάθεσιν σχέσεώς ἐστιν· Ἡ γὰρ βασιλεία τοῦ Θεοῦ, φησίν, ἐντὸς ὑμῶν ἐστιν.

τέσσ. ἀνοικ. Ϟβ´. Ἡ τοῦ Θεοῦ καὶ Πατρὸς βασιλεία, δυνάμει μὲν ἐν πᾶσί ἐστιν τοῖς πιστεύουσιν· ἐνεργείᾳ δὲ ἐν τοῖς ἀποθεμένοις διόλου διαθέσεως πᾶσαν τὴν κατὰ φύσιν ψυχῆς τε καὶ σώματος ζωήν, καὶ μόνην κτησαμένοις τὴν τοῦ πνεύματος, καὶ δυναμένοις λέγειν· Ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.

τέσσ. ἀνοικ. Ϟγ´. Τὴν βασιλείαν τῶν οὐρανῶν εἶναὶ τινες λέγουσι, τὴν ἐν οὐρανοῖς τῶν ἀξίων διαγωγήν· ἕτεροι δέ, τὴν ὁμοίαν τοῖς ἀγγέλοις τῶν σωζομένων κατάστασιν· ἄλλοι δέ, τὸ εἶδος αὐτὸ τῆς θεϊκῆς ὡραιότητος τῶν φορεσάντων τὴν εἰκόνα τοῦ Ἐπουρανίου. Συνᾴδουσι δὲ τῇ ἀληθείᾳ, κατὰ τὸ ἐμοὶ δοκοῦν, καὶ αἱ τρεῖς περὶ τούτου δόξαι. Πᾶσι γὰρ κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτοῖς κατὰ ποιόν τε καὶ ποσὸν δικαιοσύνης, ἡ μέλλουσα δίδοται χάρις.

τέσσ. ἀνοικ. Ϟδ´. Ἑως ὅτου κατὰ τὴν πρακτικὴν φιλοσοφίαν, ἀνδρικῶς τοὺς θείους διεξέρχεταὶ τις ἀγῶνας· τὸν διὰ τῶν ἐντολῶν ἐξελθόντα παρὰ τοῦ Πατρὸς εἰς τὸν κόσμον, παρ᾿ ἑαυτῷ κατέχει Λόγον. Ἐπειδὰν δὲ τῶν κατὰ τὴν πρᾶξιν πρὸς τὰ πάθη παλαισμάτων ἀφιέμενος, ὡς νικητὴς παθῶν καὶ δαιμόνων ἀποφανθείς, πρὸς τὴν διὰ θεωρίας γνωστικὴν μετέλθῃ φιλοσοφίαν, συγχωρεῖ τῷ Λόγῳ μυστικῶς ἀφεῖναι πάλιν τὸν κόσμον, καὶ πορευθῆναι πρὸς τὸν Πατέρα. Διὸ φησιν ὁ Κύριος τοῖς μαθηταῖς, ὅτι Ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον. Ἐξῆλθον παρὰ τοῦ Πατρός, καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν Πατέρα· κόσμον εἰπὼν τυχόν, τὴν κατὰ τὴν πρᾶξιν τῶν ἀρετῶν ἐπίπονον ἐργασίαν· Πατέρα δέ, τὴν κατὰ νοῦν ὑπερκόσμιον καὶ παντὸς ἐλευθέραν ὑλικοῦ φρονήματος κατάστασιν· καθ᾿ ἣν ἐν ἡμῖν ὁ τοῦ Θεοῦ γίνεται Λόγος, τῆς πρὸς τὰ πάθη καὶ τοὺς δαίμονας μάχης παυόμενος.

τέσσ. ἀνοικ. Ϟε´. Ὁ δυνηθεὶς νεκρῶσαι διὰ πράξεως τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ νικῆσαι διὰ τοῦ Λόγου τῶν ἐντολῶν τὸν ἐν αὐτῷ τῶν παθῶν κόσμον, οὐδεμίαν ἕξει λοιπὸν θλίψιν· τὸν κόσμον ἐάσας ἤδη, καὶ ἐν Χριστῷ γεγενημένος, τῷ τὸν κόσμον νικήσαντι τῶν παθῶν, καὶ πάσης εἰρήνης χορηγῷ. Ὁ γὰρ τὴν προσπάθειαν τῶν ὑλικῶν μὴ ἀφείς, διὰ παντὸς θλίψιν ἕξει· τοῖς κατὰ φύσιν ἀλλοιουμένοις τὴν γνώμην συναλλοιούμενος. Ὁ δὲ γενόμενος ἐν Χριστῷ, κατ᾿ οὐδένα λόγον αἰσθήσεται τῆς οἱασοῦν ὑλικῆς μεταπτώσεως. Διὸ φησιν ὁ Κύριος· Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Τουτέστιν, Ἐν ἐμοὶ τῷ Λόγῳ τῆς ἀρετῆς, εἰρήνην ἔχετε· ἀπηλλαγμένοι τῆς τῶν ὑλικῶν παθῶν τε καὶ πραγμάτων στροβώσεὼς τε καὶ ταραχῆς· ἐν δὲ τῷ κόσμῳ, τουτέστι ἐν τῇ προσπαθείᾳ τῶν ὑλικῶν, θλίψιν, διὰ τὴν αὐτῶν ἀλλεπάληλον μετάπτωσιν. (1172) Θλίψιν γὰρ ἔχουσι ἀμφότεροι, καὶ ὁ πράττων τὴν ἀρετήν, διὰ τὸν αὐτῇ συνημμένον πόνον· καὶ ὁ τὸν κόσμον ἀγαπῶν, διὰ τὴν τῶν ὑλικῶν ἀποτυχίαν· ἀλλ᾿ ὁ μέν, θλίψιν σωτήριον· ὁ δέ, φθαρτικὴν καὶ ὀλέθριον. Ἀμφοτέρων δέ ἐστιν ὁ Κύριος ἄνεσις· τοῦ μέν, καταπαύων ἐν ἑαυτῷ κατὰ τὴν θεωρίαν δι᾿ ἀπαθείας τοὺς πόνους τῶν ἀρετῶν· τοῦ δέ, τὴν πρὸς τὰ φθειρόμενα σχετικὴν προσπάθειαν δὰ τῆς μετανοίας ἀφαιρούμενος.

τέσσ. ἀνοικ. Ϟστ´. Ἡ ἐν τῷ τίτλῳ προγραφὴ τῆς τοῦ Σωτῆρος αἰτίας, πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς φιλοσοφίας ὄντα Βασιλέα τὸν σταυρωθέντα σαφῶς καὶ Κύριον ἔδειξε. Ῥωμαϊστὶ γάρ, καὶ Ἑλληνιστί, καὶ Ἑβραϊστὶ φησιν ἀναγεγράφθαι τὸ λόγιον. Νοῶ δε, διὰ μὲν τοῦ Ῥωμαϊστί, τὴν πρακτικήν· ὡς τῆς Ῥωμαίων βασιλείας κατὰ τὸν Δανιὴλ ὁρισθείσης εἶναι πασῶν ἀνδρικωτέρας τῶν ἐπὶ γῆς βασιλειῶν· πρακτικῆς δὲ ἴδιον, εἴπερ τι ἄλλο, ἡ ἀνδρεία. Διὰ δὲ τοῦ Ἑλληνιστί, τὴν φυσικὴν θεωρίαν· ὡς μᾶλλον τοῦ Ἑλλήλων ἔθνους παρὰ τοὺς λοιποὺς ἀνθρώπους, τῇ φυσικῇ σχολάσαντος φιλοσοφίᾳ. Διὰ δὲ τοῦ Ἑβραϊστί, τὴν θεολογικὴν μυσταγωγίαν· ὡς τοῦ ἔθνους τούτου προδήλως ἀνέκαθεν τῷ Θεῷ τοὺς πατέρας ἀνατεθέντος.

τέσσ. ἀνοικ. Ϟζ´. Δεῖ μὴ μόνον ἡμᾶς εἶναι παθῶν σωματικῶν φονευτάς, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν ἐμπαθῶν λογισμῶν ὀλετῆρας, κατὰ τὸν λέγοντα ἅγιον· Εἰς τὰς πρωΐας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· τουτέστι, τὰ τοῦ σώματος πάθη, καὶ τῆς ψυχῆς τοὺς ἀνομοῦντας λογισμούς.

τέσσ. ἀνοικ. Ϟη´. Ὁ τὴν ὁδὸν τῶν ἀρετῶν χωρὶς τῆς ἐφ᾿ ἑκάτερα ῥοπῆς μετ᾿ εὐσεβοῦς καὶ ὀρθῆς γνώσεως συντηρήσας ἀλώβητον, εἴσεται τὴν γινομένην πρὸς αὐτὸν τοῦ Θεοῦ διὰ τῆς ἀπαθείας παρουσίαν. Ψαλῶ γάρ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, πότε ἥξεις πρός με. Ὁ γὰρ ψαλμὸς τὴν ἐνάρετον πρᾶξιν δηλοῖ· ἡ δὲ σύνεσις, τὴν ἐπ᾿ ἀρετῇ γνωστικὴν ἐπιστήμην· καθ᾿ ἣν τῆς θείας αἰσθάνεται παρουσίας, ὁ δι᾿ ἀγρυπνίας τῶν ἀρετῶν προσδεχόμενος τὸν Κύριον αὐτοῦ.

τέσσ. ἀνοικ. Ϟθ´. Οὐ δεῖ τὸν εἰσαγόμενον εἰς εὐσέβειαν, διὰ μόνης ἄγεσθαι χρηστότητος πρὸς τὴν πρᾶξιν τῶν ἐντολῶν, ἀλλὰ μὴν καὶ τῇ μνήμῃ τῶν θείων δικαιωμάτων, δι᾿ ἀποτομίας συχνότερον αὐτὸν ἀγωνίσασθαι· ἐφ᾿ ᾧ μὴ μόνον πόθῳ τῶν θείων ἐρᾷν, ἀλλὰ καὶ φόβῳ τῆς κακίας ἀπέχεσθαι· Ἔλεον γὰρ καὶ κρὶσν ᾄσομαί σοι, Κύριε· ἵνα καὶ αὐδῇ τῷ Θεῷ κατὰ πόθον τερπόμενος, καὶ εὐτονῇ πρὸς τὸ ᾆσμα, τῷ φόβῳ στομούμενος.

ῥ´. Ὁ δι᾿ ἀρετῆς καὶ γνώσεως ἁρμοσάμενος τὸ σῶμα πρὸς τὴν ψυχήν, (1173) γέγονε κιθάρα Θεοῦ καὶ αὐλὸς καὶ ναός. Κιθάρα μέν, ὡς καλῶς φυλάξας τὴν τῶν ἀρετῶν ἁρμονίαν· αὐλὸς δέ, ὡς διὰ τῶν θείων θεωρημάτων εἰσδεχόμενος τὴν τοῦ Πνεύματος ἔμπνευσιν· ναὸς δέ, ὡς διὰ τὴν κατὰ νοῦν καθαρότητα, τοῦ Λόγου γεγονὼς κατοικητήριον.

ΑΝΕΠΙΓΡΑΦΟΥ ΣΧΟΛΙΑ.

α´. Οὐχ ὡς ἐπιτυγχανόντων τινῶν τῶν πρὸς ἐπίδειξιν ἐφιεμένων, ὁ λόγος, ἀλλ᾿ ὡς πάντως ἀποτυγχανόντων. Διὰ δὲ τοῦ, Ἒν τινι τῶν ὁμόρων ποιείτω, καὶ τὰ ἑξῆς, σημαίνει, τὸ μὴ ἐπιγίνεσθαὶ τινι γνῶσιν τὴν ἀληθῆ, εἰ μὴ διὰ πόνων σωματικῶν, ἤγουν, δι᾿ ἐγκρατείας καὶ ἀγάπης, δι᾿ ὧν ἡ κάθαρσις τῇ ψυχῇ· Μακάριοι γάρ, φησίν, οἱ καθαροὶ τὴν καρδίαν, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

β´. Τούτοις μάλιστα ἐλεγχόμεθα, τὴν φιλαργυρίαν νοσοῦντες, καὶ μαμωνᾷ καταθύοντες.

γ´. Καὶ ταῦτα κατὰ τῶν Εἰκονομάχων ἄντικρυς. Ὅρα δὲ ὅτι γνῶσις ἡ ἐνταῦθα λέγεται μερική· ἡ δὲ τοῦ Θεοῦ σοφία, ὅλη ἐν τῷ κόσμῳ ἐστί, καθ᾿ ὃ Θεολόγος φησίν· Ἐν τῷ κόσμῳ γὰρ ἦν, καὶ κόσμος δι᾿ αὐτοῦ ἐγένετο.

δ´. Ἔτι καὶ ἡμῶν ἕκαστος τοῖς αἰσθητοῖς προσκείμενος ἐξ ἀγνοίας, τὸν Καίσαρα βασιλέα ἐπιγράφεται· καὶ τῷ Πιλάτῳ, τῇ αἰσθήσει, προδίδωσι τὸν Λόγον εἰς θάνατον. Πάντως δὲ μετὰ Καίσαρος καὶ τῷ Ἡρώδη ὑπόκεινται, ὁ κατ᾿ ἐνέργειαν ἁμαρτάνων, καὶ ἐν ἕξει γενόμενος τοῦ κακοῦ. Ἱουδαῖός ἐστι τὴν ἀρετὴν προδιδοὺς τῇ ἕξει τῆς κακίας ὑποχείριον· καὶ τὴν μὲν τοῦ Θεοῦ βασιλείαν ἀρνούμενος, τοῦ διαβόλου δὲ τῇ τυραννίδι προσκείμενος.

ε´. Ὅτι ἐκ τῆς τοῦ Θεοῦ ἀγνοίας, ἡ φιλαυτία καὶ τὸ γαστρίμαργον· δι᾿ ἃ τὴν σάρκα καὶ τὸν κόσμον εὐθὺς ἠγαπήσαμεν· καὶ εἰ μὴ τούτων ἔξω γενώμεθα διὰ τῆς πρὸς Θεὸν ἀγάπης, τῆς εἰς τὸν πλησίον διὰ τῆς φυλακῆς τῶν ἐντολῶν ἐνεργουμένης, ἄλλως ἄτρεπτοι μένειν ἐν τῷ καλῷ οὐ δυνάμεθα.

στ´. Πάροικοι πάντες οἱ ἅγιοι, ὡς ἐν ἐσόπτροις καὶ αἰνίγμασι βλέποντες τὴν ἀλήθειαν. Οἱ δὲ Εἰκονομάχοι μὴ παραδεχόμενοι κατιδεῖν ἐν ἐσόπτροις, παντάπασι τῆς ἀληθείας ἀποπεπτώκασι.

ζ´. Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. Καὶ ὅρα τὴν δύναμιν τῶν ἀγγέλων· καὶ ὅτι ὁ μὴ πιστεύων χρῆναι πρὸς τὴν κεφαλὴν συνῆφθαι τὰ μέλη, ἄπιστός ἐστι, καὶ ἐντεῦθεν ἤδη κέκριται.

η´. Τὶς οἰκεῖ τῶν Χαλδαίων τὴν γῆν· τὶς τὴν Χαῤῥὰν τῆς Μεσοποταμίας; Τὶς πρὸς τὴν γῆν μετάγεται τὴν ἀγαθήν, ἣν ἐπαγγέλεται δώσειν τοῖς ἀγαπῶσιν αὐτὸν ὁ Θεός;

θ´. Fr. Ὅτι καὶ πάλαι πρὸ τῆς ἐπιδημίας, καὶ νῦν μετὰ τὴν ἐπιδημίαν, νοητῶς ἐν ἡμῖν ἐνδημεῖ ὁ τοῦ Θεοῦ Λόγος, κρυφίως ἀναφέρων πρὸς τὰ θειότερα.

ι´. (1176) Ὅτι καὶ ἡμεῖς ἀμελοῦντες τῆς θείας γνώσεως, ὡς ἐκεῖνοι πρὸς δουλείαν παθῶν καθελκόμεθα. Τὴν τελευταίαν γὰρ Ἰσραὴλ αἰχμαλωσίαν, κατὰ Χριστοῦ λυττήσας, ὑπέστη.

ια´. Ὅτι πᾶς ἅγιος, πυῤῥάκης ἐστὶ μετὰ κάλλους ὀφθαλμῶν, ἤτοι, τὴν ἔμπρακτον γνῶσιν πλουτῶν.

ιβ´. Καὶ τότε, καὶ πρότερον, καὶ μέχρι σήμερον οὕτω γίνεται. Ἄλλως γὰρ πρὸς τὰ πάθη ὁ νοῦς οὐκ αὐτομολεῖ, εἰ μὴ τοῦ λόγου δίχα πράττειν τι βούλοιτο.