α´. Εἷς Θεός, ἄναρχος, ἀκατάληπτος, ὅλην ἔχων τοῦ εἶναι τὴν δύναμιν διόλου· τήν, πότε καὶ πῶς εἶναι παντάπασιν ἀπωθούμενος ἔννοιαν· ὡς πᾶσιν ἄβατος, καὶ μηδενὶ τῶν ὄντων ἐκ φυσικῆς ἐμφάσεως διεγνωσμένος.
β´. Ὁ Θεός, οὐκ ἔστι δι᾿ ἑαυτόν, ὡς ἡμᾶς εἰδέναι δυνατόν· οὔτε ἀρχή, οὔτε μεσότης, οὔτε τέλος, οὔτε τι τὸ σύνολον ἕτερον τῶν τοῖς μετ᾿ αὐτὸν φυσικῶς ἐνθεωρουμένων· ἀόριστος γάρ ἐστι καὶ ἀκίνητος καὶ ἄπειρος, ὡς πάσης οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας ὑπερέκεινα ἀπείρως ὤν.
γ´. Πᾶσα οὐσία τὸν ἑαυτῆς ὅρον ἑαυτῇ συνεισάγουσα, ἀρχὴ πέφυκεν εἶναι,τῆς ἐπιθεωρουμένης αὐτῇ κατὰ δύναμιν κινήσεως. Πᾶσα δὲ φυσικὴ πρὸς ἐνέργειαν κίνησις, τῆς μὲν οὐσίας μετεπινοουμένη· προεπινοουμένη δὲ τῆς ἐνεργείας, μεσότης ἐστίν, ὡς ἀμφοῖν κατὰ τὸ μέσον φυσικῶς διειλημμένη· καὶ πᾶσα ἐνέργεια τῷ κατ᾿ αὐτὴν λόγῳ φυσικῶς περιγραφομένη, τέλος ἐστὶ τῆς πρὸ αὐτῆς κατ᾿ ἐπίνοιαν οὐσιώδους κινήσεως.
δ´. Οὐκ ἔστιν ὁ Θεὸς οὐσία, κατὰ τὴν ἁπλῶς ἢ πῶς λεγομένην οὐσίαν, ἵνα καὶ ἀρχή· οὔτε δύναμις κατὰ τὴν ἁπλῶς ἢ πῶς λεγομένην δύναμιν, ἵνα καὶ μεσότης· οὔτε ἐνέργεια, κατὰ τὴν ἁπλῶς ἢ πῶς λεγομένην ἐνέργειαν, ἵνα καὶ τέλος ἐστὶ τῆς κατὰ δύναμιν προεπινοουμένης οὐσιώδους κινήσεως· ἀλλ᾿ οὐσιοποιὸς καὶ ὑπερούσιος ὀντότης· καὶ δυναμοποιὸς καὶ ὑπερδύναμος ἵδρυσις· καὶ πάσης ἐνεργείας δραστικὴ καὶ ἀτελεύτητος ἕξις· καὶ συντόμως εἰπεῖν, πάσης οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας, ἀρχῆς τε καὶ μεσότητος καὶ τέλους ποιητική.
(1085) ε´. Ἡ ἀρχὴ καὶ ἡ μεσότης καὶ τὸ τέλος, τῶν χρόνῳ διαιρετῶν εἰσι γνωρίσματα· εἴποι δ᾿ ἂν τις ἀληθεύων, καὶ τῶν ἐν αἰῶνι συνορωμένων. Ὁ μὲν γὰρ χρόνος, μετρουμένην ἔχων τὴν κίνησιν, ἀριθμῷ περιγράφεται· ὁ αἰὼν δὲ συνεπινοουμένην ἔχων τῇ ὑπάρξει τὴν πότε κατηγορίαν, πάσχει διάστασιν, ὡς ἀρχὴν τοῦ εἶναι λαβών. Εἰ δὲ χρόνος καὶ αἰὼν οὐκ ἄναρχα, πολλῷ μᾶλλον τὰ ἐν τούτοις περιεχόμενα.
στ´. Εἷς καὶ μόνος κατὰ φύσιν ἀεὶ κυρίως ἐστὶν ὁ Θεός, ὅλον τὸ κυρίως εἶναι κατὰ πάντα τρόπον ἑαυτῷ περικλείων, ὡς καὶ αὐτοῦ τοῦ εἶναι κυρίως ὑπέρτερος. Εἰ δὲ τοῦτο, οὐδαμῶς οὐδὲν οὐδαμοῦ τῶν εἶναι λεγομένων τὸ σύνολον ἔχει τό, κυρίως εἶναι. Οὐκοῦν οὐδὲν αὐτῷ τὸ παράπαν ἐξ ἀϊδίου συνθεωρεῖται κατ᾿ οὐσίαν διάφορον· οὐκ αἰών, οὐ χρόνος, οὐδὲ τι τῶν τούτοις ἐνδιαιτωμένων. Οὐ γὰρ συμβαίνουσιν ἀλλήλοις πώποτε, τὸ κυρίως εἶναι καὶ οὐ κυρίως.
ζ´. Ἀρχὴ πᾶσα καὶ μεσότης καὶ τέλος, εἰς ἅπαν τὴν σχετικὴν δι᾿ ὅλου κατηγορίαν οὐκ ἤρνηται· Θεὸς δὲ καθόλου πάσης σχέσεως ὑπάρχων ἀπειράκις ἀπείρως ἀνώτερος, οὔτε ἀρχὴ οὔτε μεσότης οὔτε τέλος εἰκότως ἐστίν· οὐδὲ τι τὸ σύνολον ἕτερον, τῶν, οἷς ἐνθεωρεῖσθαι κατὰ τὴν σχέσιν ἡ τοῦ πρὸς τι δύναται κατηγορίαν.
η´. Πάντα τὰ ὄντα, νοούμενα λέγεται· τῶν ἐπ᾿ αὐτὰ γνώσεων ἐναποδείκτους ἔχοντα τὰς ἀρχάς· ὁ δὲ Θεός, οὐ νοούμενος ὀνομάζεται· ἀλλ᾿ ἐκ τῶν νοουμένων μόνον εἶναι πιστεύεται· διόπερ οὐδὲν τῶν νοουμένων αὐτῷ καθ᾿ ὁτιοῦν παραβάλλεται.
θ´. Αἱ τῶν ὄντων γνώσεις, συνηρτημένους φυσικῶς ἔχουσι πρὸς ἀπόδειξιν τοὺς οἰκείους λόγους, οἷς περιγραφὴν φυσικῶς ὑπομένουσιν· ὁ δὲ Θεός, διὰ τῶν ἐν τοῖς οὖσι λόγων εἶναι μόνον πιστεύεται· πάσης ἀποδείξεως βασιμώτερον, τοῖς εὐσεβέσι τὴν ὅτι κυρίως ἐστὶν ὁμολογίαν καὶ πίστιν διδούς. Πίστις γάρ ἐστι, γνῶσις ἀληθὴς ἀναποδείκτους ἔχουσα τὰς ἀρχάς, ὡς τῶν ὑπὲρ νοῦν καὶ λόγον ὑπάρχουσα πραγμάτων ὑπόστασις.
ι´. Ἀρχὴ τῶν ὄντων καὶ μεσότης καὶ τέλος ἐστὶν (1088) ὁ Θεός, ὡς ἐνεργῶν, ἀλλ᾿ οὐ πάσχω ὥσπερ καὶ τὰ ἄλλα πάντα, οἷς παρ᾿ ἡμῶν ὀνομάζεται. Ἀρχὴ γάρ ἐστιν ὡς δημιουργός· καὶ μεσότης, ὡς προνοητής· καὶ τέλος, ὡς περιγραφή. Ἐξ αὐτοῦ γάρ, φησί, καὶ δι᾿ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.
ια´. Οὐκ ἔστι ψυχὴ λογικὴ κατ᾿ οὐσίαν ψυχῆς λογικῆς τιμιωτέρα. Πᾶσαν γὰρ ψυχὴν κατ᾿ εἰκόνα ἑαυτοῦ δημιουργῶν, ὡς ἀγαθὸς ὁ Θεός, αὐτοκίνητον εἰς τὸ εἶναι παράγει· ἑκάστη δὲ κατὰ πρόθεσιν, ἢ τὴν τιμὴν ἐπιλέγεται, ἢ τὴν ἀτιμίαν ἑκοῦσα διὰ τῶν ἔργων προσίεται.
ιβ´. Ὁ Θεός, ἥλιός ἐστι δικαιοσύνης, ὡς γέγραπται· πᾶσιν ἁπλῶς τὰς ἀκτῖνας ἐπιλάμπων τῆς ἀγαθότητος· ἡ δὲ ψυχή, ἢ κηρὸς ὡς φιλόθεος, ἢ πηλὸς ὡς φιλόϋλος κατὰ τὴν γνώμην γίνεσθαι πέφυκεν· ὥσπερ οὖν ὁ πηλὸς κατὰ φύσιν ἡλίῳ ξηραίνεται· ὁ δὲ κηρός, φυσικῶς ἁπαλύνεται· οὕτω καὶ πᾶσα ψυχὴ φιλόϋλος καὶ φιλόκοσμος ἀπὸ Θεοῦ νουθετουμένη, καὶ ὡς πηλὸς κατὰ τὴν γνώμην ἀντιτυποῦσα, σκληρύνεται· καὶ ἑαυτὴν ὠθεῖ κατὰ τὸν Φαραὼ πρὸς ἀπώλειαν· πᾶσα δὲ φιλόθεος, ὡς κηρὸς ἁπαλύνεται, καὶ τοὺς τῶν θείων τύπους καὶ χαρακτῆρας εἰσδεχομένη, γίνεται Θεοῦ κατοικητήριον ἐν πνεύματι.
ιγ´. Ὁ τὸν νοῦν ταῖς θείαις καταστράψας νοήσεσιν, καὶ τὸν λόγον ἐθίσας θείοις ὕμνοις ἀπαύστως γεραίρειν τὸν Κτίσαντα, καὶ ταῖς ἀκηράτοις φαντασίαις καθαγιάσας τὴν αἴσθησιν· οὗτος τῷ φυσικῷ κατ᾿ εἰκόνα καλῷ, προσέθηκε τὸ καθ᾿ ὁμοίωσιν γνωμικὸν ἀγαθόν.
ιδ´. Φυλάττει τις τῷ Θεῷ τὴν ψυχὴν ἀκηλίδωτον, εἰ τὴν μὲν διάνοιαν περὶ μόνου Θεοῦ, καὶ τῶν αὐτοῦ ἀρετῶν διανοεῖσθαι βιάσαιτο· τὸν δὲ λόγον, ὀρθὸν ἑρμηνέα καὶ ἐξηγητὴν τῶν αὐτῶν ἀρετῶν καταστήσειε· καὶ τὴν αἴσθησιν εὐσεβῶς τὸν ὁρατὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα φαντάζεσθαι διδάξειε, τὴν τῶν ἐν αὐτοῖς λόγων μεγαλειότητα τῇ ψυχῇ διαγγέλλουσαν.
ιε´. Ὁ τῆς πικρᾶς δουλείας τῶν τυραννούντων δαιμόνων ἐλευθερώσας ἡμᾶς Θεός, φιλάνθρωπον θεοσεβείας ἡμῖν ζυγὸν ἐδωρήσατο, τὴν ταπεινοφροσύνην· δι᾿ ἧς πᾶσα μὲν διαβολικὴ δαμάζεται δύναμις· (1089) πᾶν δὲ τοῖς ἑλομένοις αὐτὴν ἀγαθὸν δημιουργεῖται, καὶ ἀραδιούργητον διαφυλάττεται.
ιστ´. Ὁ πιστεύων, φοβεῖται· ὁ δὲ φοβούμενος ταπεινοῦται· ὁ δὲ ταπεινούμενος, πραΰνεται, τὴν τῶν παρὰ φύσιν τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας κινημάτων ἀνενέργητον ἕξιν λαβών· ὁ δὲ πραΰς, τηρεῖ τὰς ἐντολάς· ὁ δὲ τηρῶν τὰς ἐντολάς, καθαίρεται· ὁ δὲ καθαρθείς, ἐλλάμπεται· ὁ δὲ ἐλλαμφθείς, ἐν τῷ ταμιείῳ τῶν μυστηρίων ἀξιοῦται τῷ νυμφίῳ Λόγῳ συγκοιτασθῆναι.
ιζ´. Ὣσπερ γεωργός, ὑπὲρ τοῦ τι τῶν ἀγρίων μεταφυτεῦσαι δένδρων ἐπιτήδειον σκοπῶν χωρίον, ἀνελπίστῳ θησαυρῷ περιπίπτει· οὕτω καὶ πᾶς ἀσκητὴς ταπεινόφρων καὶ ἄπλαστος, καὶ λεῖος κατὰ ψυχὴν τῆς ὑλικῆς δασύτητος, κατὰ τὸν μακαριώτατον Ἰακώβ, ὑπὸ τοῦ Πατρὸς ἐρωτώμενος τῆς ἐπιστήμης τὸν τρόπον· Τί τοῦτο ὃ ταχὺ εὗρες, τέκνον; ἀποκρίνεται λέγων· Ὃ παρέδωκε Κύριος ὁ Θεὸς ἐναντίον μου. Ὅταν γὰρ ἡμῖν ὁ Θεὸς παραδῷ τῆς ἰδίας σοφίας τὰ σοφὰ θεωρήματα καμάτου χωρίς, οὐ προσδοκήσασι, θησαυρὸν ἐξαίφνης πνευματικὸν εὑρηκέναι νομίσωμεν. Γεωργὸς γὰρ πνευματικός ἐστιν ὁ δόκιμος ἀσκητής, τὴν πρὸς αἴσθησιν [unus Reg. τὴν αἰσθητὸν] τῶν ὁρατῶν θεωρίαν, ὡς ἄγριον δένδρον πρὸς τὴν τῶν νοητῶν χώραν μεταφυτεύων· καὶ θησαυρὸν εὑρίσκων, τὴν κατὰ χάριν τῆς ἐν τοῖς οὖσι σοφίας φανέρωσιν.
ιη´. Ἄφνω προσπεσοῦσα γνῶσις θείων θεωρημάτων τῷ ἀσκητῇ μὴ προσδοκήσαντι διὰ τὴν ταπείνωσιν, κατακλᾷ τὸν λογισμὸν τοῦ πρὸς ἐπίδειξιν μετὰ καμάτου καὶ πόνου ταύτην ζητοῦντος, καὶ μὴ εὑρίσκοντος· καὶ γεννᾷ τῷ ἄφρονι φθόνον εἰκῇ πρὸς τὸν ἀδελφόν, καὶ φόνου μελέτην, καὶ ἑαυτῷ λύπην, διὰ τὸ μὴ ἔχειν τὴν ἐκ τῶν ἐπαίνων φυσίωσιν.
ιθ´. Οἱ ζητοῦντες μετὰ πόνου γνῶσιν, καὶ ἀποτυγχάνοντες, ἢ διὰ ἀπιστίαν ἀποτυγχάνουσι, ἢ τυχὸν διὰ τὸ ἀφυῶς μέλλειν αὐτοὺς ἀντιφιλονεικοῦντας ἐπαίρεσθαι κατὰ τῶν γινωσκόντων, ὡς ὁ λαὸς πάλαι κατὰ Μωϋσέως· πρὸς οὓς ὁ νόμος ἐρεῖ δεόντως, ὅτι παραβιασάμενοὶ τινες, ἀνέβησαν εἰς τὸ ὄρος, καὶ ἐξῆλθεν ὁ Ἀμοῤῥαῖος ὁ οἰκῶν ἐν τῷ ὄρει ἐκείνῳ, καὶ ἐτίτρωσκεν αὐτούς. Ἀνάγκη γὰρ τοὺς ἐπιδείξεως ἕνεκεν ἐπιμορφιζομένους τὴν ἀρετήν, μὴ μόνον σφάλλεσθαι δολοῦντας τὴν εὐσέβειαν, ἀλλὰ καὶ ὑπὸ τοῦ συνειδότος τιτρώσκεσθαι.
(1092) κ´. Ὁ πρὸς ἐπίδειξιν ἐφιέμενος γνώσεως, καὶ ἀποτυγχάνων· μήτε φθονείτω τῷ πέλας, μήτε λυπείσθω· ἀλλ᾿ ἒν τινι τῶν ὁμόρων ποιείτω τὴν παρασκευήν, ὡς προστέτακται· κατὰ τὴν πρᾶξιν, ἐν τῷ σώματι πρότερον φιλοπονῶν τῇ ψυχῇ τὴν ἑτοιμασίαν τῆς γνώσεως.
κα´. Οἱ ὀρθῶς μετ᾿ εὐσεβείας τοῖς οὖσι προσβάλλοντες, καὶ μηδένα φιλενδειξίας τρόπον ἐπινοοῦντες, εὑρήσουσι προϋπαντώσας αὐτοῖς τὰς τῶν ὄντων παμφαεῖς θεωρίας, ἀκριβεστάτην αὐτοῖς ἐμποιούσας ἑαυτῶν τὴν κατάληψιν· πρὸς οὓς ὁ νόμος φησίν· Εἰσελθόντες κληρονομήσατε πόλεις μεγάλας καὶ καλάς, καὶ οἰκίας πλήρεις πάντων ἀγαθῶν, ἃς οὐκ οἰκοδομήσατε· καὶ λάκκους λελατομημένους, οὓς οὐκ ἐλατομήσατε· καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐκ ἐφυτεύσατε. Ὁ γὰρ μὴ ἑαυτῷ ζῶν, ἀλλὰ τῷ Θεῷ, πάντων γίνεται πλήρης τῶν θείων χαρισμάτων· τῶν τέως διὰ τὴν ἐπικειμένην τῶν παθῶν ὄχλησιν μὴ φαινομένων.
κβ´. Ὣσπερ διχῶς ἡ αἴσθησις λέγεται· ἡ μέν, καθ᾿ ἕξιν· ἥτις καὶ κοιμωμένων ἡμῶν ἐστι, μηδενὸς ἀντιλαμβανομένη τῶν ὑποκειμένων· ἧς οὐδὲν ὄφελος, μὴ πρὸς ἐνέργειαν τεινομένης· ἡ δέ, κατ᾿ ἐνέργειαν· δι᾿ ἧς ἀντιλαμβανόμεθα τῶν αἰσθητῶν· οὕτω καὶ ἡ γνῶσις διττή· ἡ μὲν ἐπιστημονική, καθ᾿ ἕξιν μόνην τοὺς λόγους ἀναλεγομένη τῶν ὄντων· ἧς οὐδὲν ὄφελος μὴ πρὸς τὴν τῶν ἐντολῶν ἐνέργειαν ἐκτεινομένης· ἡ δέ, κατ᾿ ἐνέργειαν πρακτική, αὐτὴν ἀληθῆ διὰ τῆς πείρας τῶν ὄντων κομίζουσα τὴν κατάληψιν.
κγ´. Ὁ ὑποκριτής, ἕως μὲν δοκεῖ λανθάνειν, ἠρεμεῖ· τὴν ἐκ τοῦ δοκεῖν δίκαιος εἶναι δόξαν θηρώμενος. Ἐπειδὰν δὲ φωραθῇ, θανατηφόρους προΐσχεται λόγους, ταῖς κατ᾿ ἄλλων λοιδορίαις δοκῶν τὴν οἰκείαν συγκαλύπτειν ἀσχημοσύνην· ὃν ἐχίδνης γεννήματι παρεικάσας ὁ λόγος, ὡς παλίμβολον, ἀξίους τῆς μετανοίας προσέταξεν αὐτῷ ποιεῖσθαι καρπούς· τουτέστι, πρὸς τοὺς φαινομένους τρόπους, μεταποιῆσαι τὴν κρυπτομένην τῆς καρδίας διάθεσιν.
κδ´. Φασὶ τινες θηρίον εἶναι, πᾶν ὃ μὴ τῷ νόμῳ τῶν ἐν ἀέρι τε καὶ γῇ καὶ θαλάττῃ ζώων κέκριται καθαρόν, κἂν ἥμερον εἶναι τῷ ἤθει δοκῇ· οἷς ἕκαστον τῶν ἀνθρώπων ἐκ τοῦ οἰκείου πάθους ὁ λόγος προσαγορεύει.
κε´. Ὁ ἐπὶ βλάβῃ τῶν πέλας μορφιζόμενος φιλίαν, λύκος ἐστὶ κωδίῳ ἐπικρύπτων τὴν ἑαυτοῦ κακουργίαν. Ὃς ἐπειδὰν εὕρῃ ψιλὸν ἦθος, ἢ ῥῆμα κατὰ Χριστὸν ἁπλοϊκῶς (1093) ἢ γινόμενον ἢ λεγόμενον, ἥρπασε καὶ διέφθειρε· μυρίους καταχέων μώμους, ὧν τοῖς λόγοις ἢ τοῖς ἤθεσιν ἐπιτίθεται· ὥσπερ κατάσκοπος τῆς ἐν Χριστῷ ἀδελφῶν ἐλευθερίας.
κστ´. Ὁ ὑποκρινόμενος σιωπὴν κακουργίας χάριν, τῷ πλησίον τεκταίνεται δόλον· οὗ ἀποτυγχάνων ἄπεισι, τῷ ἰδίῳ πάθει προσθέμενος ὀδύνην. Ὁ δὲ σιωπῶν ὠφελείας χάριν, ηὔξησε φιλίαν, καὶ ἀπελεύσεται χαίρων, ὡς λαβὼν φωτισμὸν σκότους λυτήριον.
κζ´. Ὁ ἐν συνεδρίῳ λόγων ἀκρόασιν προπετῶς ἀνακόπτων, οὐκ ἔλαβε φιλοδοξίαν νοσῶν· ὑφ᾿ ἧς ἁλισκόμενος, μυρίους προβάλλεται δρόμους καὶ περιδρόμους προτάσεων, τὴν εἱρμὸν τῶν λεγομένων διαστῆσαι βουλόμενος.
κη´. Ὁ σοφός, καὶ διδάσκων καὶ διδασκόμενος, μόνα βούλεται τὰ ὠφελοῦντα διδάσκεσθαι καὶ διδάσκειν· ὁ δὲ δοκήσει σοφός, καὶ ἐρωτῶν καὶ ἐρωτώμενος, τὰ περιεργότερα μόνον προβάλλεται.
κθ´. Ὧν μετέσχε τις κατὰ Θεοῦ χάριν ἀγαθῶν, καὶ ἄλλοις ἀφθόνως μεταδοῦναι χρεώστης ἐστί. Δωρεὰν γάρ, φησίν, ἐλάβετε, δωρεὰν δότε. Ὁ γὰρ ὑπὸ γῆν κρύπτων τὴν δωρεάν, ὡς σκληρὸν διαβάλλει τὸν κύριον, φειδοῖ τῆς σαρκὸς τὴν ἀρετὴν ἐξομνύμενος. Ὁ δὲ πιπράσκων ἐχθροῖς τὴν ἀλήθειαν, ὕστερον ἁλοὺς ὡς φιλόδοξος, μὴ φέρων τὴν αἰσχύνην ἀπάγχεται.
λ´. Τοὺς ἔτι δειλιῶντας τὸν πρὸς τὰ πάθη πόλεμον, καὶ φοβουμένους τὴν τῶν ἀοράτων ἐχθρῶν ἐπιδρομήν, σιωπᾶν δεῖ· τουτέστι, τὸν ὑπὲρ ἀρετῆς ἀντιῤῥητικὸν μὴ μεταχειρίζεσθαι τρόπον· ἀλλὰ παραχωρεῖν τῷ Θεῷ δι᾿ εὐχῆς, τὴν ὑπὲρ ἑαυτῶν μέριμναν· πρὸς οὓς ἐν Ἐξόδῳ λέγεται· Κύριος πολεμήσει περὶ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε. Τοὺς δὲ ἤδη μετὰ τὴν ἀναίρεσιν τῶν διωκόντων, τοὺς τῶν ἀρετῶν ἐπιζητοῦντας τρόπους πρὸς εὐγνώμονα μάθησιν, δέον ἔχειν μόνον ἠνεῳγμένον τῆς διανοίας τὸ οὖς· πρὸς οὓς φησιν, Ἄκουε Ἰσραήλ. Τῷ δὲ σφόδρα διὰ τὴν κάθαρσιν, τῆς θείας ἐφιεμένῳ γνώσεως, ἁρμόδιος ἡ εὐλαβὴς παῤῥησία· πρὸς ὃν εἰρήσεται, Τί βοᾷς πρός με; Οὐκοῦν ὅτῳ μὲν σιωπὴ διὰ φόβον προστέτακται, πρόσφορος μόνον ἡ πρὸς Θεὸν καταφυγή· ὅτῳ δὲ ἀκούειν παρακελεύεται, ἁρμόδιος ἡ πρὸς ὑπακοὴν τῶν θείων ἐντολῶν ἑτοιμότης· τῷ δὲ γνωστικῷ, τί δι᾿ ἱκεσίαν ἀπαύστως βοᾶν ἐπιτήδειον, ὑπέρ τε τῆς τῶν κακῶν ἀποτροπῆς, καὶ εὐχαριστίας τῆς τῶν ἀγαθῶν μετουσίας.
λα´. Οὐδέποτε ψυχὴ δύναται πρὸς γνῶσιν ἐκταθῆναι Θεοῦ, εἰ μὴ αὐτὸς ὁ Θεὸς συγκαταβάσει χρησάμενος ἅψηται αὐτῆς, καὶ ἀναγάγῃ πρὸς ἑαυτόν. (1096) Οὐ γὰρ ἂν τοσοῦτον ἴσχυσεν ἀναδραμεῖν ἀνθρώπινος νοῦς, ὡς ἀντιλαβέσθαι τινὸς θείας ἐλλάμψεως, εἰ μὴ αὐτὸς ὁ Θεὸς ἀνέσπασεν αὐτόν, ὡς δυνατὸν ἦν ἀνθρώπινον νοῦν ἀνασπασθῆναι, καὶ ταῖς θείαις αὐγαῖς κατεφώτισεν.
λβ´. Ὁ τοὺς μαθητὰς τοῦ Κυρίου μιμούμενος, οὐ παραιτεῖται διὰ τοὺς Φαρισαίους ὁδὸν ποιεῖν ἐν Σαββάτῳ διὰ τῶν σπορίμων, καὶ στάχυας τίλλειν, ἀλλὰ μετὰ τὴν πρακτικὴν ἐν τῇ ἀπαθείᾳ γενόμενος, τοὺς λόγους ἀναλέγεται τῶν γεγονότων, εὐσεβῶς τὴν θείαν τῶν ὄντων ἐπιστήμην τρεφόμενος.
λγ´. Ὁ κατὰ τὸ Εἀγγέλιον μόνον πιστός, τὸ ὄρος τῆς κακίας αὐτοῦ διὰ πράξεως μετατίθησιν· ἀπωθούμενος ἑαυτοῦ τῇ ἀστάτῳ περιφορᾷ τῶν ὑπὸ αἴσθησιν, τὴν ἐπ᾿ αὐτοῖς προτέραν διάθεσιν. Ὁ δὲ μαθητὴς εἶναι δυνάμενος, ἐκ τοῦ Λόγου δεχόμενος χερσὶ τῶν γνωστικῶν ἄρτων τὰ κλάσματα, διατρέφει χιλιάδας· πράξει δεικνὺς πληθυνομένην τοῦ λόγου τὴν δύναμιν. Ὁ δὲ καὶ Ἀπόστολος ἰσχύσας εἶναι, πᾶσαν ἰατρεύει νόσον καὶ μαλακίαν, ἐκβάλλων δαιμόνια· τουτέστι, τὴν τῶν παθῶν φυγαδεύων ἐνέργειαν· νοσοῦντας ἰώμενος, πρὸς ἕξιν εὐσεβείας τοὺς στερηθέντας αὐτῆς δι᾿ ἐλπίδος ἐπανάγων, καὶ τοὺς δι᾿ ὄκνον μαλακισθέντας, ἐπιστύφων τῷ λόγῳ τῆς κρίσεως. Πατεῖν γὰρ ἐπάνω ὄφεων καὶ σκορπίων κελευσθείς, ἀρχὴν καὶ τέλος τῆς ἁμαρτίας ἐξαφανίζει.
λδ´. Ὁ Ἀπόστολος καὶ μαθητής, πάντως ἐστὶ καὶ πιστός· ὁ δὲ μαθητὴς οὐ πάντως μὲν καὶ ἀπόστολος, πάντως δὲ πιστός. Ὁ δὲ μόνον πιστός, οὔτε μαθητὴς οὔτε ἀπόστολὸς ἐστι· πλὴν δύναται διὰ βίου καὶ θεωρίας, καὶ ὁ τρίτος εἰς τὴν τοῦ δευτέρου, καὶ ὁ δεύτερος εἰς τὴν τοῦ πρώτου μετενεχθῆναι τάξιν καὶ ἀξίαν.
λε´. Ὅσα μὲν ἐν χρόνῳ καὶ χρόνον δημιουργεῖται, τελειωθέντα ἵσταται, λήγοντα τῆς κατὰ φύσιν αὐξήσεως. Ὅσα δὲ κατ᾿ ἀρετὴν ἐπιστήμη Θεοῦ κατεργάζεται, τελειωθέντα πάλιν κινεῖται πρὸς αὔξησιν. Τὰ γὰρ τέλη αὐτῶν, ἑτέρων ἀρχαὶ καθεστήκασιν. Ὁ γὰρ καταπαύσας ἐν ἑαυτῷ διὰ τῶν ἀρετῶν κατὰ τὴν πρᾶξιν τὴν τῶν φθειρομένων ὑπόστασιν, ἑτέρων ἀπήρξατο θειοτέρων διατυπώσεων· παύεται γὰρ οὐδέποτε τῶν καλῶν ὁ Θεός, ὧν οὐδὲ ἀρχὴν ἔσχεν. Ὡς γὰρ φωτὸς ἴδιον τὸ φωτίζειν, οὕτως ἴδιον Θεοῦ τὸ εὖ ποιεῖν. Διὸ τῷ μὲν νόμῳ, τὴν κατὰ χρόνον τῶν ἐν γενέσει καὶ φθορᾷ σύστασιν ἀφηγουμένῳ, (1097) τιμᾶται δι᾿ ἀργίας τὸ Σάββατον· τῷ Εὐαγγελίῳ δὲ τὴν τῶν νοητῶν εἰσηγουμένῳ κατάστασιν, δι᾿ εὐποιίας καλῶν ἔργων τοῦτο φαιδρύνεται· κἂν ἀγανακτῶσιν οἱ μήπω γνόντες ὅτι διὰ τὸν ἄνθρωπον τὸ Σάββατον γέγονεν, ἀλλ᾿ οὐ διὰ τὸ Σάββατον ὁ ἄνθρωπος· καὶ ὅτι κύριός ἐστι καὶ τοῦ Σαββάτου ὁ Υἱὸς τοῦ ἀνθρώπου.
λστ´. Ἔστι τῷ νόμῳ καὶ τοῖς προφήταις, καὶ Σάββατον καὶ Σάββατα, καὶ Σάββατα Σαββάτων· ὥσπερ καὶ περιτομή, καὶ περιτομῆς περιτομή· καὶ θέρος, καὶ θέρους θέρος, κατὰ τὸ εἰρημένον, Ὅταν θερίσητε τὸν θερισμόνὑμῶν. Ἔστιν οὖν τὸ μὲν πρῶτον, πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς φιλοσοφίας ἀποπεράτωσις. Τὸ δεύτερον δέ, γενέσεως καὶ τῶν κατὰ γένεσιν λόγῳν, ἀπόλυσις. Τὸ δὲ τρίτον, τῶν κατ᾿ αἴσθησιν καὶ νοῦν πνευτικωτέρων λόγων, εἰσφορὰ καὶ ἀπόλαυσις. Καὶ τοῦτο τρισσῶς ἐφ᾿ ἑκάστῳ δηλονότι τῶν εἰρημένων γινόμενον, ἵνα γνῷ τοὺς λόγους ὁ γνωστικός, καθ᾿ οὓς ὁ μὲν Μωϋσῆς ἔξω τῆς ἁγίας γῆς σαββατίζει τελευτῶν· ὁ δὲ τοῦ Ναυῆ Ἰησοῦς, περιτέμνει περάσας τὸν Ἰορδάνην· οἱ δὲ τὴν ἀγαθὴν γῆν κληρονομοῦντες, τὴν εἰσφορὰν τοῦ καθ᾿ ὑπέρθεσιν διπλοῦ θέρους τῷ Θεῷ προσκομίζουσιν.
λζ´. Σάββατόν ἐστιν, ἀπάθεια ψυχῆς λογικῆς· κατὰ τὴν πρακτικὴν παντελῶς ἀποβαλομένης τῆς ἁμαρτίας τὰ στίγματα.
λη´. Σάββατά ἐστιν, ἐλευθερία ψυχῆς λογικῆς· καὶ αὐτὴν τὴν κατὰ φύσιν πρὸς αἴσθησιν, διὰ τῆς ἐν πνεύματι φυσικῆς θεωρίας, ἀποθεμένης ἐνέργειαν.
λθ´. Σάββατα Σαββάτων ἐστίν, ἡρεμία πνευματικὴ ψυχῆς λογικῆς· καὶ ἀπ᾿ αὐτῶν πάντων τῶν ἐν τοῖς οὖσι θειτέρων λόγων τὸν νοῦν συστειλάσης· καὶ μόνῳ τῷ θεῷ κατ᾿ ἐρωτικὴν ἔκστασιν ὁλικῶς ἐνδησάσης, καὶ παντελῶς ἀκίνητον αὐτὸν τοῦ Θεοῦ διὰ τῆς μυστικῆς ἀπόθεσιν διαθέσεως.
μ´. Περιτομή ἐστιν, ἡ περὶ γένεσιν τῆς κατὰ ψυχὴν ἐμπαθοῦς ἀπόθεσις διαθέσεως.
μα´. Περιτομὴ περιτομῆς ἐστιν, ἡ καὶ αὐτῶν τῶν κατὰ ψυχὴν περὶ τὴν γένεσιν φυσικῶν κινημάτων, παντελὴς ἀποβολὴ καὶ περιαίρεσις.
μβ´. Θέρος ἐστὶ ψυχῆς λογικῆς, ἡ τῶν κατ᾿ ἀρετὴν (1100) καὶ φύσιν τῶν ὄντων πνευματικωτέρων λόγων μετ᾿ ἐπιστήμης συλλογὴ καὶ ἐπίγνωσις.
μγ´. Θέρους θέρος ἐστίν, ἡ πᾶσιν ἄβατος μετὰ τὴν τῶν νοητῶν μυστικὴν θεωρίαν περὶ νοῦν ἀγνώστως συνισταμένη τοῦ Θεοῦ κατανόησις· ἣν προσφέρει δεόντως ὁ ἐκ τῶν ὁρατῶν καὶ ἀοράτων κτισμάτων ἀξίως γεραίρων τὸν Κτίσαντα.
μδ´. Ἔστι καὶ ἄλλο πνευματικώτερον θέρος, αὐτοῦ λεγόμενον εἶναι τοῦ Θεοῦ· καὶ ἄλλη μυστικωτέρα περιτομή· καὶ ἄλλο κρυφιώτερον Σάββατον, ἐν ᾧ ἀπὸ τῶν ἰδίων ἔργων σαββατίζων ὁ Θεὸς ἀναπαύει, κατὰ τό, Ὁ μὲν θερισμός, πολύς· οἱ δὲ ἐργάται, ὀλίγοι. Καί, Περιτομὴ καρδίας ἐν πνεύματι. Καί, Εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.
με´. Θεοῦ θέρος ἐστίν, ἡ εἰς αὐτὸν κατὰ τὴν τῶν αἰώνων ἀποπεράτωσιν γινομένη τῶν ἀξίων καθόλου μονή τε καὶ ἵδρυσις.
μστ´. Ἐν πνεύματι περιτομὴ καρδίας ἐστίν, ἡ γινομένη τῶν κατ᾿ αἴσθησιν καὶ νοῦν περὶ τὰ αἰσθητὰ καὶ τὰ νοητὰ φυσικῶν ἐνεργειῶν παντελὴς περιαίρεσις· διὰ τῆς ἀμέσως τό τε σῶμα καὶ τὴν ψυχὴν ὁλικῶς μεταμορφούσης πρὸς τὸ θειότερον, παρουσίας τοῦ Πνεύματος.
μζ´. Θεοῦ σαββατισμός ἐστιν, ἡ εἰς αὐτὸν διόλου τῶν πεποιημένων κατάντησις· καθ᾿ ἣν καταπαύει τῆς ἐπ᾿ αὐτοῖς φυσικῆς ἐνεργείας, τὴν αὐτοῦ θειοτάτην ἀῤῥήτως ἐνεργουμένην [Fr.ἐνεργουμένοις] ἐνέργειαν. Παύεται γὰρ ὁ Θεὸς τῆς ἐν ἑκάστῳ τῶν ὄντων τυχὸν φυσικῆς ἐνεργείας, καθ᾿ ἣν ἕκαστον τῶν ὄντων φυσικῶς κινεῖσθαι πέφυκεν, ὁπόταν ἕκαστον τῆς θείας ἀναλόγως ἐπιλαβόμενον ἐνεργείας, τὴν κατὰ φύσιν οἰκείαν περὶ αὐτὸν ὁρίσῃ τὸν Θεὸν ἐνέργειαν.
μη´. Ζητητέον τοῖς σπουδαίοις, τίνα καθήκει νοεῖν εἶναι τὰ ἔργα ὦν ἤρξατο τῆς γενέσεως ὁ Θεός· καὶ τίνα πάλιν, ὧν οὐκ ἤρξατο. Εἰ γὰρ πάντων κατέπαυσε τῶν ἔργων, ὧν ἤρξατο ποιῆσαι, δῆλον ἐκείνων οὐ κατέπαυσεν, ὧν οὐκ ἤρξατο ποιῆσαι. Μήποτε οὖν, ἔργα μὲν Θεοῦ χρονικῶς ἠργμένα τοῦ εἶναί ἐστι, πάντα τὰ ὄντα μετέχοντα· οἷον αἱ διάφοροι τῶν ὄντων οὐσίαι. Τὸ γὰρ μὴ ὄν, ἔχουσι αὐτῶν τοῦ εἶναι πρεσβύτερον. Ἦν γὰρ ποτε, ὅτε τὰ ὄντα μετέχοντα οὐκ ἦν. Θεοῦ δὲ ἔργα τυχὸν οὐκ ἠργμένα τοῦ εἶναι χρονικῶς, τὰ ὄντα μεθεκτά, ὧν κατὰ χάριν μετέχουσι τὰ ὄντα μετέχοντα· οἷον, ἡ ἀγαθότης, καὶ πᾶν εἲ τι ἀγαθότητος ἐμπεριέχεται λόγῳ. Καὶ ἁπλῶς πᾶσα ζωή, καὶ ἀθανασία καὶ ἁπλότης καὶ ἀτρεψία καὶ ἀπειρία, καὶ ὅσα περὶ αὐτὸν οὐσιωδῶς θεωρεῖται· ἅτινα καὶ ἔργα Θεοῦ εἰσι, καὶ οὐκ ἠργμένα χρονικῶς. Οὐ γὰρ ποτε πρεσβύτερον ἀρετῆς,τὸ οὐκ ἦν· οὐδέ τινος ἄλλου τῶν εἰρημένων· κἂν τὰ μετέχοντα αὐτῶν καθ᾿ αὐτά, ἦρκται τοῦ εἶναι χρονικῶς. (1101) Ἄναρχος γὰρ πᾶσα ἀρετή, μὴ ἔχουσα τὸν χρόνον ἑαυτῆς πρεσβύτερον· οἷα τὸν Θεὸν ἔχουσα τοῦ εἶναι μονώτατον ἀϊδίως γεννήτορα.
μθ´. Πάντων τῶν ὄντων καὶ μετεχόντων καὶ μεθεκτῶν, ἀπειράκις ἀπείρως ὁ Θεὸς ὑπεξῄρηται. Πᾶν γὰρ εἲ τι τὸν τοῦ εἶναι λόγον ἔχει κατηγορούμενον, ἔργον Θεοῦ τυγχάνει· κἂν τὸ μὲν κατὰ γένεσιν ἦρκται τοῦ εἶναι χρονικῶς· τὸ δέ, κατὰ χάριν τοῖς γεγονόσιν ἐμπέφυκεν, οἷά τις δύναμις ἔμφυτος, τὸν ἐν πᾶσι ὄντα Θεὸν διαπρυσίως κηρύττουσα.
ν´. Τὰ ἀθάντα πάντα, καὶ αὐτὴ ἡ ἀθανασία· καὶ τὰ ζῶντα πάντα, καὶ αὐτὴ ἡ ζωή· καὶ τὰ ἅγια πάντα, καὶ αὐτὴ ἡ ἁγιότης· καὶ τὰ ἐνάρετα πάντα, καὶ αὐτὴ ἡ ἀρετή· καὶ τὰ ἀγαθὰ πάντα, καὶ αὐτὴ ἡ ἀγαθότης· καὶ τὰ ὄντα πάντα, καὶ αὐτὴ ἡ ὀντότης, Θεοῦ προδήλως ἔργα τυγχάνουσιν· ἀλλά, τὰ μέν, τοῦ εἶναι χρονικῶς ἠργμένα· ἦν γὰρ ποτε, ὅτε οὐκ ἦν· τὰ δέ, τοῦ εἶναι χρονικῶς οὐκ ἠργμένα. Οὐκ ἦν γὰρ ποτε, ὅτε οὐκ ἦν ἀρετὴ καὶ ἀγαθότης καὶ ἁγιότης καὶ ἀθανασία. Καὶ τὰ μὲν ἠργμένα χρονικῶς, τῇ μετοχῇ τῶν οὐκ ἠργμένων χρονικῶς εἰσι καὶ λέγονται τοῦθ᾿ ὅπερ καὶ εἰσὶ καὶ λέγονται. Πάσης γὰρ ζωῆς καὶ ἀθανασίας, ἁγιότητός τε καὶ ἀρετῆς, δημιουργός ἐστιν ὁ Θεός· ὑπὲρ οὐσίαν γὰρ πάντων τῶν τε νοουμένων καὶ λεγομένων ἐξῄρηται.
να´. Ἡ ἕκτη κατὰ τὴν Γραφὴν ἡμέρα, τὴν τῶν ὑπὸ φύσιν ὄντων εἰσηγεῖται συμπλήρωσιν· ἡ δὲ ἑβδόμη, τῆς χρονικῆς ἰδιότητος περιγράφει τὴν κίνησιν· ἡ δὲ ὀγδόη, τῆς ὑπὲρ φύσιν καὶ χρόνον ὑποδηλοῖ καταστάσεως τὸν τρόπον.
νβ´. Ὁ τὴν ἕκτην μόνον κατὰ τὸν νόμον ἄγων ἡμέραν, τὴν κατ᾿ ἐνέργειαν ἐκθλίβουσαν τὴν ψυχὴν τῶν παθῶν φεύγων δυναστείαν, διὰ τῆς θαλάσσης ἀφόβως ἐπὶ τὴν ἔρημον διαβαίνει· τὴν τῶν παθῶν ἀργίαν μόνην σαββατίζων. Ὁ δὲ τὸν Ἰορδάνην διαβάς, καὶ αὐτὴν ἀπολιπὼν τὴν τῶν παθῶν μόνον ἀργοῦσαν κατάστασιν, ἦλθεν εἰς τὴν τῶν ἀρετῶν κληρονομίαν.
νγ´. Ὁ τὴν ἕκτην εὐαγγελικῶς ἄγων ἡμέραν, ἀποκτείνας πρότερον τὰ τῆς ἁμαρτίας πρῶτα κινήματα, τὴν πάσης κακίας ἔρημον διὰ τῶν ἀρετῶν καταλαμβάνει τῆς ἀπαθείας κατάστασιν· σαββατίζων κατὰ νοῦν καὶ αὐτῆς ψιλῆς τῆς τῶν παθῶν φαντασίας. (1104) Ὁ δὲ Ἰορδάνην διαπεράσας, εἰς τὴν τῆς γνώσεως μετατίθεται χώραν· καθ᾿ ἣν ὁ νοῦς, ναὸς μυστικῶς ὑπὸ τῆς εἰρήνης οἰκοδομούμενος, Θεοῦ κατοικητήριον γίνεται ἐν πνεύματι.
νδ´. Ὁ τὴν ἕκτην θεϊκῶς μετὰ τῶν προσφόρων ἔργων καὶ ἐννοιῶν ἑαυτῷ συμπληρώσας ἡμέραν, καὶ αὐτὸς μετὰ τοῦ Θεοῦ καλῶς τὰ ἑαυτοῦ συντελέσας ἔργα, διέβη τῇ κατανοήσει πᾶσαν τὴν τῶν ὑπὸ φύσιν καὶ χρόνον ὑπόστασιν, καὶ εἰς τὴν τῶν αἰώνων καὶ τῶν αἰωνίων μετετάξατο μυστικὴν θεωρίαν· σαββατίζων ἀγνώστως κατὰ νοῦν, τὴν ὁλικὴν τῶν ὄντων ἀπόλειψίν τε καὶ ὑπέρβασιν. Ὁ δὲ καὶ τῆς ὀγδόης ἀξιωθείς, ἐκ τῶν νεκρῶν ἀνέστη· τῶν μετὰ Θεὸν λέγω πάντων, αἰσθητῶν τε καὶ νοητῶν, καὶ λόγων καὶ νοημάτων· καὶ ἔζησε τὴν τοῦ Θεοῦ μακαρίαν ζωήν, τοῦ μόνον κατ᾿ ἀλήθειαν κυρίως ζωῆς καὶ λεγομένου καὶ ὄντος· οἷα καὶ αὐτὸς γενόμενος τῇ θεώσει θεός.
νε´. Ἕκτη ἡμέρα ἐστίν, ἡ τῶν πρακτικῶν περὶ ἀρετὴν τῶν κατὰ φύσιν ἐνεργειῶν, παντελὴς ἀποπλήρωσις· ἑβδόμη δέ ἐστιν, ἡ τῶν θεωρητικῶν περὶ τὴν ἄῤῥητον γνῶσιν πασῶν τῶν φυσικῶν ἐννοιῶν ἀποπεράτωσις καὶ ἀπόπαυσις· ὀγδόη δέ, ἡ πρὸς θέωσιν τῶν ἀξιῶν μετάταξίς τε καὶ μετάβασις. Καὶ μήποτε ταύτην τὴν ἑβδόμην καὶ τὴν ὀγδόην τυχὸν μυστικώτερον ὑποφαίνων ὁ Κύριος, προσηγόρευσεν ἡμέραν συντελείας καὶ ὥραν, ὡς πάντων περιγράφουσαν τὰ μυστήρια καὶ τοὺς λόγους. Ἃς οὐδὲν οὐδαμῶς τὸ παράπαν τῶν ἐπουρανίων καὶ ἐπιγείων Δυνάμεων γνῶναι πρὸ πείρας τοῦ παθεῖν δυνήσεται, πλὴν αὐτῆς τῆς ταῦτα ποιούσης μακαρίας θεότητος.
νστ´. Ἡ ἕκτη ἡμέρα, τὸν τοῦ εἶναι τῶν ὄντων λόγον ὑποδηλοῖ· ἡ δὲ ἑβδόμη, τὸν τοῦ εὖ εἶναι τῶν ὄντων τρόπον ὑποσημαίνει· ἡ δὲ ὀγδόη, τὸ τοῦ ἀεὶ εὖ εἶναι τῶν ὄντων ἄῤῥητον μυστήριον ὑπαγορεύει.
νζ´. Πρακτικῆς ἐνεργείας σύμβολον ὑπάρχουσαν τὴν ἕκτην ἡμέραν γινώσκοντες, πᾶσαν ἐν αὐτῇ τῶν ἔργων τῆς ἀρετῆς τὴν ὀφειλὴν ἀποπληρώσωμεν· ὅπως καὶ ἐφ᾿ ἡμῶν ῥηθείη τό, Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.
νη´. Ἀποπληροῖ τὴν ὀφειλὴν τῆς ἐπαινουμένης τῷ Θεῷ καλῆς ἐργασίας, ὁ διὰ σώματος τῇ ψυχῇ φιλοπονῶν τὴν εὔκοσμον ποικιλίαν τῶν ἀρετῶν.
νθ´. Ὁ τὴν παρασκευὴν τῶν ἔργων τῆς δικαιοσύνης πληρώσας, διέβη πρὸς τὴν ἀνάπαυσιν τῆς γνωστικῆς θεωρίας· (1105) καθ᾿ ἣν τοὺς λόγους τῶν ὄντων περιλαβὼν θεοπρεπῶς, τῆς κατὰ νοῦν περὶ αὐτὴν κινήσεως ἀναπαύεται.
ξ´. Ὁ τῆς δι᾿ ἡμᾶς ἑβδοματικὴ τοῦ Θεοῦ μετεσχηκὼς ἀναπαύσεως, καὶ τῆς αὐτοῦ δι᾿ ἡμᾶς μεθέξει κατὰ τὴν θέωσιν ὀγδοατικῆς ἐνεργείας, εἴτουν μυστικῆς ἀναστάσεως· ἀφεὶς καὶ αὐτὸς ἐν τῷ τάφῳ κείμενα τὰ ὀθόνια, καὶ τὸ ἐπὶ τῆς κεφαλῆς σουδάριον· ἅπερ θεωροῦντες εἲ τις Πέτρος καὶ Ἰωάννης, πιστεύουσιν ἐγηγέρθαι τὸν Κύριον.
ξα´. Μνημεῖον ἐστιν ἴσως Δεσποτικόν, ἢ ὁ κόσμος οὗτος, ἢ ἡ ἑκάστου τῶν πιστῶν καρδία· τὰ δὲ ὀθόνια, οἱ τῶν αἰσθητῶν μετὰ τῶν κατ᾿ ἀρετὴν τρόπων ὑπάρχουσι λόγοι· τὸ δὲ σουδάριον, ἡ τῶν νοητῶν ἐστι μετὰ τῆς ἐνδεχομένης θεολογίας ἁπλῆ καὶ ἀποίκιλος γνῶσις, δι᾿ ὧν ἐγνωρίζετο πρότερον ὁ Λόγος, ἀχώρητον ἡμῖν ἔχων παντάπασιν δίχα τούτων, τὴν ὑπὲρ ταῦτα κατάληψιν.
ξβ´. Οἱ θάπτοντες ἐντίμως τὸν Κύριον, καὶ ἐνδόξως ἀναστάντα θεάσονται· πᾶσιν ὄντα τοῖς μὴ τοιούτοις ἀθέατον. Οὐκ ἔτι γὰρ τοῖς ἐπιβουλεύουσίν ἐστιν ἁλωτός, οὐκ ἔχων τῶν ἐκτὸς τὰ προκαλύμματα, δι᾿ ὧν ἐδόκει θέλων ἁλίσκεσθαι παρὰ τῶν βουλομένων, καὶ πάσχειν ὑπὲρ τῆς πάντων σωτηρίας ἠνείχετο.
ξγ´. Ὁ θάπτων ἐντίμως τὸν Κύριον, πᾶσίν ἐστι τοῖς φιλοθέοις αἰδέσιμος· θριάμβου γὰρ αὐτὸν καὶ ὀνείδους καθηκόντως ἐῤῥύσατο, βλασφημίας ὑπόθεσιν οὐκ ἀφεὶς τοῖς ἀπίστοις, τὴν ἐν τῷ ξύλῳ αὐτοῦ προσήλωσιν. Οἱ δὲ σφραγῖδας ἐπιτιθέντες τῷ τάφῳ, καὶ στρατιώτας προκαθιστῶντες, μισητοὶ τῆς ἐγχειρήσεως· οἳ καὶ ἀναστάντα τὸν Λόγον, ὡς κλαπέντα διαβάλλουσιν· ἀργυρίῳ, ὥσπερ τὸν νόθον μαθητὴν εἰς προδοσίαν· λέγω δὲ τὸν ἐπιδεικτικὸν τρόπον τῆς ἀρετῆς· οὕτω καὶ τοὺς στρατιώτας πρὸς συκοφαντίαν τοῦ ἀναστάντος Σωτῆρος ὠνούμενοι. Γινώσκει τῶν λεγομένων τὴν ἔμφασιν, ὁ γνωστικός· οὐκ ἀγνοῶν πῶς τε καὶ ποσαχῶς σταυροῦται ὁ Κύριος, καὶ θάπτεται καὶ ἀνίσταται· ὡσεὶ νεκροὺς μὲν ποιῶν τοὺς ὑπὸ δαιμόνων τῇ καρδίᾳ παρακαθημένους ἐμπαθεῖς λογισμούς· τοὺς διαμεριζομένους ἐν τοῖς πειρασμοῖς ὥσπερ ἱμάτια, τοὺς τρόπους τῆς ἠθικῆς εὐπρεπείας· καὶ ὑπερβαίνων ὥσπερ σφραγίδας τοὺς ἐπικειμένους τῇ ψυχῇ τύπους, τῶν κατὰ πρόληψιν ἁμαρτημάτων.
ξδ´. Πᾶς φιλάργυρος, δι᾿ εὐλαβείας τὴν ἀρετὴν ὑποκρινόμενος, ἐπειδὰν εὕρῃ τὴν ποθουμένην ὕλην πορίσασθαι, τὸν τρόπον ἐξώμνυται, καθ᾿ ὃν μαθητὴς εἶναι τοῦ Λόγου τὸ πρὶν ἐνομίζετο.
ξε´. Ὅταν ἴδῃς τινὰς ὑπερηφάνους μὴ φέροντας ἐπαινεῖσθαι τοὺς κρείττονας, ἀκήρυκτὸν τε μηχανωμένους ποιεῖν τὴν λαλουμένην ἀλήθειαν, μυρίοις αὐτὴν ἀπείργοντας πειρασμοῖς, καὶ ἀθεμίτοις διαβολαῖς· νόει μοι πάλιν ὑπὸ τούτων σταυροῦσθαι τὸν Κύριον (1108) καὶ θάπτεσθαι· καὶ στρατώταις καὶ σφραγῖσι φυλάττεσθαι. Οὓς ἑαυτοῖς περιτρέπων ὁ Λόγος, ἀνίσταται· πλέον τῷ πολεμεῖσθαι,διαφαινόμενος· ὡς πρὸς ἀπάθειαν διὰ τῶν παθημάτων στομούμενος. Πάντων γάρ ἐστιν ἰσχυρότερος, ὡς ἀλήθεια καὶ ὢν καὶ καλούμενος.
ξστ´. Τὸ τῆς ἐνσωματώσεως τοῦ Λόγου μυστήριον, πάντων ἔχει τῶν τε κατὰ τὴν Γραφὴν αἰνιγμάτων καὶ τύπων τὴν δύναμιν, καὶ τῶν φαινομένων καὶ νοουμένων κτισμάτων τὴν ἐπιστήμην. Καὶ ὁ μὲν γνοὺς σταυροῦ καὶ ταφῆς τὸ μυστήριον, ἔγνω τῶν προειρημένων τοὺς λόγους· ὁ δὲ τῆς ἀναστάσεως μυηθεὶς τὴν ἀπόῤῥητον δύναμιν, ἔγνω τὸν ἐφ᾿ ᾧ τὰ πάντα προηγουμένως ὁ Θεὸς ὑπεστήσατο σκοπόν.
ξζ´. Τὰ φαινόμενα πάντα δεῖται σταυροῦ· τῆς τῶν ἐπ᾿ αὐτοῖς κατ᾿ αἴσθησιν ἐνεργουμένων ἐπεχούσης τὴν σχέσιν, ἕξεως· τὰ δὲ νοούμενα πάντα, χρῄζει ταφῆς· τῆς τῶν ἐπ᾿ αὐτοῖς κατὰ νοῦν ἐνεργουμένων ὁλικῆς ἀκινησίας. Τῇ γὰρ σχέσει συναναιρουμένης τῆς περὶ πάντα φυσικῆς ἐνεργείας τε καὶ κινήσεως, ὁ λόγος μόνος ἐφ᾿ ἑαυτὸν ὑπάρχων, ὥσπερ ἐκ νεκρῶν ἐγηγερμένος ἀναφαίνεται, πάντα κατὰ περιγραφὴν ἔχων τὰ ἐξ αὐτοῦ, μηδενὸς φυσικῇ σχέσει τὴν πρὸς αὐτὸν οἰκειότητα τὸ σύνολον ἔχοντος. Κατὰ χάριν γάρ, ἀλλ᾿ οὐ κατὰ φύσιν ἐστὶν ἡ τῶν σωζομένων σωτηρία.
ξη´. Τῶν πρὸς τι, καὶ οἱ αἰῶνὲς εἰσι, καὶ οἱ χρόνοι, καὶ οἱ τόποι· ὧν ἄνευ οὐδὲν τῶν συνεπινοουμένων τούτοις ἐστίν. Ὁ δὲ Θεός, οὐ τῶν πρὸς τι ἐστίν· οὐ γὰρ ἔχει τι καθόλου συνεπινοούμενον. Εἴπερ οὖν ἄρα κληρονομία τῶν ἀξίων αὐτός ἐστιν ὁ Θεός, ὑπὲρ πάντας αἰῶνας καὶ χρόνους καὶ τόπους ὁ ταύτης ἀξιούμενος τῆς χάριτος ἔσται, τόπον ἔχων αὐτὸν τὸν Θεόν, κατὰ τὸ γεγραμμένον· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, καὶ εἰς τόπον ὀχυρόν, τοῦ σῶσαί με.
ξθ´. Τὸ τέλος οὐδὲν τὸ παράπαν ἐμφερὲς ἔχει μεσότητα· ἐπεὶ οὐδὲ τέλος. Μεσότης δέ ἐστι, πάντα τὰ μετὰ τὴν ἀρχὴν κατόπιν ὄντα τοῦ τέλους. Εἰ τοίνυν πάντες οἱ αἰῶνες καὶ οἱ χρόνοι καὶ οἱ τόποι μετὰ τῶν συνεπινοουμένων αὐτοῖς ἁπάντων, μετὰ τὸν Θεὸν εἰσιν, ἀρχὴν ἄναρχον ὄντα· καὶ ὡς ἀπείρου τέλους αὐτοῦ πολὺ κατόπιν ὑπάρχουσι, μεσότητος οὐδὲν διαφέρουσι· τέλος δὲ τῶν σωζομένων ἐστὶν ὁ Θεός, οὐδὲν ἔσται μεσότητος κατὰ τὸ ἀκρότατον τέλος γενομένοις τοῖς σωζομένοις συνθεωρούμενον.
(1109) ο´. Ὁ πᾶς κόσμος ἰδίοις περιοριζόμενος λόγοις, καὶ τόπος λέγεται καὶ αἰών, τῶν ἐν αὐτῷ διαιτωμένων· τρόπους θεωρημάτων ἔχων κατὰ φύσιν τοὺς ἐν αὐτῷ προσφυεῖς, μερικὴν κατανόησιν αὐτοῖς ἐμποιῆσαι τῆς ἐπὶ πάντα σοφίας τοῦ Θεοῦ δυναμένους· οἷς ἕως χρῶνται πρὸς κατανόησιν, οὐ δύνανται δίχα μεσότητος εἶναι καὶ μερικῆς καταλήψεως. Ἐπειδὴ δὲ τὸ ἐκ μέρους τοῦ τελείου φανέντος καταργεῖται, καὶ τὰ ἔσοπτρα πάντα καὶ τὰ αἰνίγματα παρέρχονται, τῆς πρόσωπον πρὸς πρόσωπον παραγινομένης ἀληθείας, ὑπὲρ πάντας ἔσται κόσμους καὶ αἰῶνας καὶ τόπους, οἷς τέως ὡς νήπιος ἐπαιδαγωγεῖτο, τελειωθεὶς κατὰ Θεὸν ὁ σωζόμενος.
οα´. Ὁ Πιλάτος, τοῦ κατὰ φύσιν τύπος ἐστί· τοῦ δὲ γραπτοῦ νόμου, τὸ πλῆθος τῶν Ἰουδαίων. Ὁ τοίνυν κατὰ πίστιν ὑπὲρ τοὺς δύο μὴ γενόμενος νόμους, οὐ δύναται δέξασθαι τὴν ὑπὲρ φύσιν καὶ λόγον ἀλήθειαν· ἀλλὰ σταυροῖ πάντως τὸν Λόγον· ἢ ὡς Ἰουδαῖος, σκάνδαλον· ἢ ὡς Ἕλλην, μωρίαν ἡγούμενος τὸ Εὐαγγέλιον.
οβ´. Ὅταν ἴδῃς Ἠρώδην καὶ Πιλάτον ἀλλήλοις φικιάζοντας ἐπὶ τῇ ἀναιρέσει τοῦ Ἰησοῦ, τότε νόει τὴν εἰς αὐτὸ συνδρομήν· τοῦ τε τῆς πορνείας καὶ τῆς κενοδοξίας δαίμονος, ἐπὶ τῷ θανατῶσαι τὸν λόγον τῆς ἀρετῆς καὶ τῆς γνώσεως, ἀλλήλοις συμφωνούντων. Ὁ μὲν γὰρ κενόδοξος δαίμων, πνευματικὴν γνῶσιν ὑποκρινόμενος, παραπέμπει τῷ δαίμονι τῆς κενοδοξίας. Διό, Λαμπρὰν περιθεὶς ἐσθῆτα, φησίν, ὁ Ἡρώδης, ἀνέπεμψε Πιλάτῳ τὸν Ἰησοῦν.
ογ´. Καλὸν μὴ συχωρεῖν σαρκὶ καὶ πάθεσι προσανέχειν τὸν νοῦν. Οὐ γὰρ συλλέγουσι, φησίν, ἐξ ἀκανθῶν σῦκα· τουτέστιν, ἐκ παθῶν, ἀρετήν· οὔτε ἐκ βάτου σταφυλήν· τουτέστιν, ἐκ τῆς σαρκός, τὴν εὐφραίνουσαν γνῶσιν.
οδ´. Διὰ τῆς ὑπομονῆς τῶν πειρασμῶν δοκιμαζόμενος ὁ ἀσκητής, καὶ διὰ τῆς σωματικῆς παιδαγωγίας καθαιρόμενος, καὶ διὰ τῆς ἐπιμελείας τῶν ὑψηλῶν θεωρημάτων τελειούμενος, ἀξιοῦται τῆς θείας παρακλήσεως. Κύριος γάρ,φησὶν ὁ Μωϋσῆς, ἐκ Σινᾶ ἤκει· τουτέστιν, ἐκ τῶν πειρασμῶν· καὶ ἐπεφάνη (1112) ἡμῖν ἐκ Σηείρ· τουτέστιν, ἐκ τῶν σωματικῶν πόνων· καὶ κατέπαυσεν [lego κατέσπευσεν ut est in Sixt.] ἐξ ὄρους Φαρὰν σὺν μυριάσι Κάδης· τουτέστιν, ἐξ ὄρους τῆς πίστεως [alii Regii, πτοήσεως, Fr. πτήσεως], σὺν μυριάσιν ἁγίων γνώσεων.
οε´. Ὁ Ἡρώδης, φρονήματος λόγον ἐπέχει σαρκός· ὁ δὲ Πιλάτος, αἰσθήσεως· ὁ δὲ Καῖσαρ τῶν αἰσθητῶν· οἱ δὲ Ἰουδαῖοι, τῶν ψυχικῶν λογισμῶν.Ἐπειδὰν οὖν ἐν ἀγνοίας ἡ ψυχὴ τοῖς αἰσθητοῖς προστεθῇ, προδίδωσι τῇ αἰσθήσει τὸν Λόγον εἰς θάνατον, καθ᾿ ἑαυτῆς κυροῦσα δι᾿ ὁμολογίας, τὴν τῶν φθαρτῶν βασιλείαν. Φασὶ γὰρ οἱ Ἰουδαῖοι, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
οστ´. Ὁ Ἡρώδης, ἐνεργείας τόπον ἐπέχει παθῶν· ὁ δὲ Πιλάτος, τῆς ἐπ᾿ αὐτοῖς ἠπατημένης ἕξεως· ὁ δὲ Καῖσαρ, τοῦ σκοτεινοῦ κοσμοκράτορος· οἱ δὲ Ἰουδαῖοι, ψυχῆς. Ὁπηνίκα γοῦν ὑποκλιθεῖσα ψυχὴ τοῖς πάθεσι, τὴν ἀρετὴν παραδῷ τῇ ἕξει τῆςκακίας ὑποχείριον, τὴν μὲν τοῦ Θεοῦ προδήλως ἀρνεῖται βασιλείαν· πρὸς δὲ τὴν τοῦ διαβόλου μετέρχεται φθοροποιὸν τυραννίδα.
οζ´. Οὐκ ἀρκεῖ τῇ ψυχῇ πρὸς εὐφροσύνην πνευματικὴν ἡ ὑποταγὴ τῶν παθῶν, εἰ μὴ τὰς ἀρετὰς κτήσηται τῇ πληρώσει τῶν ἐντολῶν. Μὴ χαίρετε γάρ, φησίν, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· τουτέστι, τὰ ἐνεργήματα τῶν παθῶν· ἀλλ᾿ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν οὐρανῷ· τῇ δι᾿ ἀρετῶν τῆς υἱοθεσίας χάριτι, πρὸς τὸν τόπον τῆς ἀπαθείας μεταγραφέντα.
οη´. Ἀναγκαῖος τῷ γνωστικῷ πάντως ἐστίν, ὁ διὰ πράξεως πλοῦτος τῶν ἀρετῶν. Ὁ ἔχων γάρ, φησί, βαλάντιον· τουτέστι, γνῶσιν πνευματικήν· ἀράτω ὁμοίως καὶ πήραν· τουτέστι, τὴν δαψιλῶς τὴν ψυχὴν διατρέφουσαν τῶν ἀρετῶν ἀφθονίαν. Ὁ δὲ μὴ ἔχων, βαλάντιον δηλονότι καὶ πήραν· τουτέστι, γνῶσιν καὶ ἀρετήν, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν. Ἐκδότω, φησί, προθύμως τὴν ἑαυτοῦ σάρκα τοῖς πόνοις τῶν ἀρετῶν, καὶ μεταχειρισάσθω σοφῶς ὑπὲρ τῆς εἰρήνης τοῦ Θεοῦ, τὸν πρὸς τὰ πάθη καὶ τοὺς δαίμονας πόλεμον· ἤγουν τὴν ἐν ῥήματι Θεοῦ διακρίνουσαν ἕξιν τὸ χεῖρον τοῦ κρείττονος.
οθ´. Τριακοντούτης ὢν ὁ Κύριος ἀναφαίνεται· τοὺς διορατικοὺς τῷ ἀριθμῷ τούτῳ, τὰ περὶ ἑαυτοῦ κρυφίως μυστήρια διδάσκων. Ὁ γὰρ τριάκοντα ἀριθμὸς μυστικῶς κατανοούμενος, χρόνου τε καὶ φύσεως, καὶ τῶν ὑπὲρ τὴν ὁρατὴν φύσιν νοητῶν, δημιουργὸν καὶ προνοητὴν εἰσάγει τὸν Κύριον. Χρόνου μέν, διὰ τοῦ ἑπτά· ἑβδοματικὸς γὰρ ὁ χρόνος· φύσεως δέ, διὰ τοῦ πέντε· πενταδικὴ γὰρ ἡ φύσις, διὰ τὴν αἴσθησιν πενταχῶς διαιρουμένην· νοητῶν δέ, διὰ τοῦ ὀκτώ· (1113) ὑπὲρ γὰρ τὴν μετρουμένην τοῦ χρόνου περίοδον, ἡ τῶν νοητῶν ἐστι γένεσις· προνοητὴν δέ, διὰ τοῦ δέκα· διά τε τὴν τῶν ἐντολῶν ἁγίαν δεκάδα, τὴν πρὸς τὸ εὖ τοὺς ἀνθρώπους ἐνάγουσαν, καὶ διὰ τὸ τούτου τοῦ γράμματος μυστικῶς ἀπῆρχθαι τῆς προσηγορίας τὸν Κύριον, ἡνίκα γέγονεν ἄνθρωπος. Συνάψαςοὖν τὸν πέντε, καὶ τὸν ἑπτά, καὶ τὸν ὀκτώ, καὶ τὸν δέκα, τὸν τριάκοντα πλήροις ἀριθμόν. Ὁ τοίνυν ὡς ἀρχηγῷ τῷ Κυρίῳ καλῶς ἕπεσθαι γινώσκων, οὐκ ἀγνοήσει τὸν λόγον, καθ᾿ ὃν καὶ αὐτὸς τριακοντούτης ἀναφανήσεται, κηρύττειν δυνάμενος τὸ Εὐαγγέλιον τῆς βασιλείας. Ὅτε γὰρ ἀμέμπτως, ὥσπερ τινὰ φύσιν ὁρατήν, τὸν κατὰ πρᾶξιν τῶν ἀρετῶν δημιουργήσει κόσμον, τὴν ἐπ᾿ αὐτῆς τῆς ψυχῆς, ὥσπερ τινὰ χρόνον διὰ τῶν ἐναντίων συμβαίνουσαν μὴ ἀλλοιώσας περίοδον, καὶ διὰ θεωρίας τὴν τῶν νοητῶν ἀπταίστως δρέψεται γνῶσιν, καὶ τὴν αὐτὴν καὶ ἄλλοις ἕξιν προνοητικῶς ἐνθεῖναι δεδύνηται· τότε καὶ αὐτός, ὡς δ᾿ ἂν ἔχῃ σωματικῆς ἡλικίας, τριακοντούτης ἐστὶ τῷ πνεύματι, συνεμφαίνων τῶν οἰκείων ἀγαθῶν τὴν ἐν ἄλλοις ἐνέργειαν.
π´. Ὁ ταῖς ἡδοναῖς παρειμένος τοῦ σώματος, οὔτε πρὸς ἀρετήν ἐστιν ἐνεργός, οὔτε πρὸς γνῶσιν εὐκίνητος. Ὅθεν οὐδὲ ἄνθρωπον ἔχει· τουτέστιν, ἔμφρονα λογισμόν· ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ αὐτὸν εἰς τὴν κολυμβήθραν· τουτέστιν, εἰς τὴν δεκτικὴν τῆς γνώσεως ἀρετήν, τὴν ἰατρεύουσαν πᾶσαν νόσον, εἰ μὴ που διὰ ῥᾳθυμίαν ὁ νοσῶν ἀναβαλλόμενος, ὑπ᾿ ἄλλου προληφθῇ τοῦ κωλύοντος αὐτῷ παραβενέσθαι τὴν ἴασιν. Διὸ καὶ τριάκοντα καὶ ὀκτὼ ἔτη τῇ νόσῳ συγκατακλίνεται. Ὁ γὰρ μὴ πρὸς δόξαν Θεοῦ τὴν ὁρατὴν θεώμενος κτίσιν, καὶ πρὸς τὴν νοητὴν φύσιν εὐσεβῶς ἀναβιβάζων τὴν ἔννοιαν, εἰκότως νοσῶν διαμένει τὸν εἰρημένον τῶν ἐτῶν ἀριθμόν. Ὁ γὰρ τριάκοντα φυσικῶς λαμβανόμενος ἀριθμός, τὴν αἰσθητὴν σημαίνει φύσιν· ὥσπερ καὶ πρακτικῶς σκοπούμενος, τὴν πρακτικὴν ἀρετήν. Ὁ δὲ ὀκτὼ φυσικῶς κατανοούμενος, τὴν νοητὴν τῶν ἀσωμάτων παραδηλοῖ φύσιν· ὥσπερ καὶ γνωστικῶς θεωρούμενος, τὴν πάνσοφον θεολογίαν· αἷς ὁ μὴ κινούμενος πρὸς Θεόν, πάρετος μένει, μέχρις ἂν ἐλθὼν ὁ Λόγος, διδάξῃ αὐτὸν τὸν σύντομον τῆς ἰάσεως τρόπον, φάσκων· Ἔγειραι· ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει· διαναστῆναι τὸν νοῦν τῆς κατεχούσης φιληδονίας, καὶ ἆραι τὸ σῶμα τοῖς ὤμοις τῶν ἀρετῶν, καὶ ἀπελθεῖν εἰς τὸν οἶκον· δηλαδὴ τὸν οὐρανόν, ἐγκελευόμενος. (1116) Καλὸν γὰρ ὑπὸ τοῦ κρείττονος τοῖς ὤμοις τῆς πράξεως, τὸ χεῖρον αἴρεσθαι πρὸς ἀρετήν, ἢ τὸ κρεῖττον διὰ θρύψεως πρὸς φιληδονίαν ὑπὸ τοῦ χείρονος φέρεσθαι.
πα´. Ἕως τῆς ἡμῶν τε καὶ πάντων τῶν μετὰ Θεὸν οὐσίας κατὰ διάνοιαν καθαρῶς οὐκ ἐκβεβήκαμεν, οὔπω τὴν τῆς κατ᾿ ἀρετὴν ἀτρεψίας ἕξιν ἐλάβομεν. Ὁπηνίκα δὲ τοῦτο δι᾿ ἀγάπης ἡμῖν κατορθωθῇ τὸ ἀξίωμα, τότε γνωσόμεθα τῆς θείας ἐπαγγελίας τὴν δύναμιν. Ἐκεῖ γὰρ εἶναι χρὴ πιστεύειν καθ᾿ ἵδρυσιν ἀμετάθετον τοὺς ἀξίους, ἔνθα προλαβὼν ὁ νοῦς δι᾿ ἀγάπης τὴν σφετέραν ἐνεῤῥίζωσε δύναμιν. Ὁ γὰρ μὴ ἐκβὰς ἑαυτοῦ, καὶ πάντων τῶν ὁπωσοῦν νοεῖσθαι δυναμένων, καὶ εἰς τὴν ὑπὲρ νόησιν σιγὴν καταστάς, οὐ δύναται τροπῆς εἶναι πάμπαν ἐλεύθερος.
πβ´. Πᾶσα νόησις, πλήθους· ἢ τουλάχιστον, δυάδος πάντως ἔμφασιν ἔχει. Μέση γὰρ ἐστι τινῶν ἀκροτήτων σχέσις, ἀλλήλοις συνάπτουσα, τό τε νοοῦν καὶ τὸ νοούμενον. Οὐδέτερον δὲ διόλου τὴν ἁπλότητα πέφυκε σώζειν. Τό τε γὰρ νοοῦν, ὑποκείμενὸν τί ἐστι, πάντως συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖν ἔχον δύναμιν. Καὶ τὸ νοούμενον ὑποκείμενὸν τι πάντως ἐστίν, ἢ ἐν ὑποκειμένῳ· συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖσθαι δύναμιν ἔχον· ἢ προϋποκειμένην τήν, οὗ ἐστι δύναμις, οὐσίαν. Οὐ γὰρ τι τῶν ὄντων τὸ σύνολον αὐτὸ καθ᾿ αὑτὸ ἁπλῆ τις οὐσία ἢ νόησίς ἐστιν, ἵνα καὶ μονὰς ἀδιαίρετος. Τὸν δὲ Θεόν, εἴτε οὐσίαν εἴπωμεν, οὐκ ἔχει φυσικῶς συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖσθαι δύναμιν, ἵνα μὴ σύνθετος· εἴτε νόησιν, οὐκ ἔχει φυσικῶς δεκτικὴν τῆς νοήσεως ὑποκειμένην οὐσίαν· ἀλλ᾿ αὐτὸς κατ᾿ οὐσίαν νόησίς ἐστιν ὁ Θεός· καὶ ὅλος νόησις, καὶ μόνον· (1117) καὶ αὐτὸς κατὰ τὴν νόησιν οὐσία, καὶ ὅλος οὐσία καὶ μόνον· καὶ ὑπὲρ οὐσίαν ὅλος, καὶ ὑπὲρ νόησιν ὅλος, διότι καὶ μονὰς ἀδιαίρετος καὶ ἀμερὴς καὶ ἁπλῆ. Ὁ τοίνυν καθ᾿ ὁτιοῦν νόησιν ἔχων, οὔπω τῆς δυάδος ἐξῆλθεν· ὁ δὲ ταύτην πάμπαν ἀπολιπών, γέγονε ποσῶς ἐν τῇ μονάδι, τὴν τοῦ νοεῖν ὑπεροχικῶς ἀποθέμενος δύναμιν.
πγ´. Ἐν μὲν τοῖς πολλοῖς, ἑτερότης καὶ ἀνομοιότης ἐστὶ καὶ διαφορά· ἐν δὲ τῷ Θεῷ, κυρίως ἑνὶ καὶ μόνῳ τυγχάνοντι, ταυτότης καὶ ἁπλότης μόνον ἐστί, καὶ ὁμοιότης. Οὐκ ἀσφαλὲς οὖν πρὶν ἔξω γενέσθαι τῶν πολλῶν, ἐπιβάλλειν ταῖς περὶ Θεοῦ θεωρίαις· καὶ δηλοῖ τοῦτο Μωϋσῆς, ἔξω τῆς παρεμβολῆς πηγνύμενος τὴν σκηνὴν τῆς διανοίας, καὶ τότε προσομιλῶν τῷ Θεῷ. Τὸ γὰρ μετὰ λόγου τοῦ κατὰ προφορὰν πειρᾶσθαι φάναι τὸν ἄῤῥητον, ἐπικίνδυνον· ὅτι δυάς, καὶ πλέον ἐστὶν ὁ κατὰ προφορὰν λόγος. Τὸ δὲ ἄνευ φωνῆς μόνῃ τῇ ψυχῇ τὸ ὂν θεωρεῖν, ἰσχυρότατον· ὅτι κατὰ τὴν ἀδιαίρετον ἵσταται μονάδα, καὶ οὐκ ἐν τοῖς πολλοῖς. Ὁ γὰρ ἀρχιερεύς, ἅπαξ τοῦ ἐνιαυτοῦ εἰς τὰ Ἅγια τῶν ἁγίων εἴσω τοῦ καταπετάσματος εἰσιέναι μόλις προστεταγμένος, διδάσκει μόνον δεῖν ἐκεῖνον, τὸν τὴν αὐτὴν καὶ τὰ ἅγια διαβάντα, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων εἴσω γενόμενον· τουτέστι, τὴν ἅπασαν τῶν αἰσθητῶν τε καὶ νοητῶν παρελθόντα φύσιν, καὶ πάσης τῆς κατὰ γένεσιν ἰδιότητος γενόμενον καθαρόν, ἀνείμονι καὶ γυμνῇ τῇ διανοίᾳ προσβάλλειν ταῖς περὶ Θεοῦ φαντασίαις.
πδ´. Μωϋσῆς ὁ μέγας, ἔξω τῆς παρεμβολῆς πηξάμενος ἑαυτοῦ τὴν σκηνήν· τουτέστι, τὴν γνώμην καὶ τὴν διάνοιαν ἱδρυσάμενος ἔξω τῶν ὁρωμένων, προσκυνεῖν τὸν Θεὸν ἄρχεται· καὶ εἰς τὸν γνόφον εἰσελθών, τὸν ἀειδῆ καὶ ἄϋλον τῆς γνώσεως τόπον, ἐκεῖ μένει τὰς ἱερωτάτας τελούμενος τελετάς.
(1120) πε´. Ὁ γνόφος ἐστίν, ἡ ἀειδὴς καὶ ἄϋλος καὶ ἀσώματος κατάστασις, ἡ τὴν παραδειγματικὴν τῶν ὄντων ἔχουσα γνῶσιν· ἐν ᾗ ὁ γενόμενος ἐντός, καθάπερ τις ἄλλος Μωϋσῆς, φύσει θνητῇ κατανοεῖ τὰ ἀθέατα· δι᾿ ἧς τῶν θείων ἀρετῶν ἐν ἑαυτῷ ζωγραφήσας τὸ κάλλος, ὥσπερ γραφὴν εὐμιμήτως [unus Reg. εὐμίμητον] ἔχουσαν τοῦ ἀρχετύπου κάλλους τὸ ἀπεικόνισμα, κάτεισιν· ἑαυτὸν προβαλλόμενος τοῖς βουλομένοις μιμεῖσθαι τὴν ἀρετήν, καὶ ἐν τούτῳ δεικνύς, ἧς μετειλήφει χάριτος, τὸ φιλάνθρωπόν τε καὶ ἄφθονον.
πστ´. Οἱ ἀσπίλως τὴν κατὰ Θεὸν μετερχόμενοι φιλοσοφίαν, μέγιστον ἐκ τῆς κατ᾿ αὐτὴν ἐπιστήμης κέρδος εὑρίσκουσι· τό, μηκέτι τήνγνώμην τοῖς πράγμασι συμμεταβάλλεσθαι· ἀλλὰ μετ᾿ εὐσταθοῦς βεβαιότητος [unus Reg. γενναιότητος] πᾶσιν ἐγχειρεῖν προθύμως τοῖς ἁρμόζουσι τῷ λόγῳ τῆς ἀρετῆς.
πζ´. Τὴν κατὰ σάρκα πρώτην ἐν Χριστῷ διὰ Πνεύματος βαπτισθέντες [ἴσ. κτηθέντες, primam nacti incorruptionem] ἀφθαρσίαν, τὴν ἐσχάτην κατ᾿ αὐτὸν ἐν Πνεύματι· δι᾿ ἐπιδόσεως ἔργων ἀγαθῶν δηλονότι, καὶ τοῦ κατὰ πρόθεσιν θανάτου, τὴν προτέραν φυλάξαντες ἀκηλίδωτον, ἐκδεχόμεθα· καθ᾿ ἣν τῶν ἐχόντων, οὐδεὶς ἀποβολὴν δέδοικε τῶν κτηθέντων ἀγαθῶν.
πη´. Τοῖς ἐπὶ γῆς, τῆς θείας ἀρετῆς ἀπ᾿ οὐρανοῦ δι᾿ ἔλεον τὸν πρὸς ἡμᾶς τὴν χάριν καταπέμψαι βουληθεὶς ὁ Θεός, συμβολικῶς τὴν ἱερὰν σκηνὴν καὶ τὰ ἐν αὐτῇ πάντα κατεσκεύασε· σοφίας οὖσαν ἀπεικόνισμα καὶ τύπον καὶ μίμημα.
πθ´. Ἡ χάρις τῆς Νέας Διαθήκης, μυστικῶς τῷ τῆς Παλαιᾶς κέκρυπται γράμματι· διὸ φησιν ὁ Ἀπόστολος, ὅτι ὁ νόμος πνευματικῶς ἐστιν. Ὁ οὖν νόμος, τῷ μὲν γράμματι, παλαιοῦται καὶ γηράσκει καταργούμενος· τῷ δὲ πνεύματι,νεάζει διαπαντὸς ἐνεργούμενος. Ἡ γὰρ χάρις παντελῶς ἀπαλαίωτος.
τέσσ. ἀνοικ. Ϟ´. Ὁ μὲν νόμος, σκιὰν ἔχει τοῦ Εὐαγγελίου· τὸ δὲ Εὐαγγέλιον, εἰκὼν ἐστι τῶν μελλόντων ἀγαθῶν. Ὁ μὲν γὰρ κωλύει τὰς τῶν κακῶν ἐνεργείας· τὸ δέ, τὰς πράξεις τῶν ἀγαθῶν παρατίθεται.
τέσσ. ἀνοικ. Ϟα´. Τὴν ἁγίαν ὅλην Γραφήν, σαρκὶ διαιρεῖσθαι λέγομεν καὶ πνεύματι· καθάπερ τινὰ πνευματικὸν ἄνθρωπον οὖσαν. Ὁ γὰρ τὸ ῥητὸν τῆς Γραφῆς εἰπὼν εἶναι σάρκα· (1121) τὸν δὲ νοῦν, πνεῦμα, ἤγουν ψυχήν, τῆς ἀληθείας οὖν ἁμαρτήσεται. Σοφὸς δὲ προδήλως, ὁ τὸ μὲν φθειρόμενον ἀφείς· ὅλος [unus Reg. ὅλως] δὲ τοῦ ἀφθάρτου γενόμενος.
τέσσ. ἀνοικ. Ϟβ´. Ὁ μὲν νόμος, σάρξ ἐστι τοῦ κατὰ τὴν ἁγίαν Γραφὴν πνευματικοῦ ἀνθρώπου· αἴσθησις δέ, οἱ προφῆται· τὸ δὲ Εὐαγγέλιον, ψυχὴ νοερά· διὰ σαρκὸς τοῦ νόμου, καὶ δι᾿ αἰσθήσεως τῶν προφητῶν ἐνεργοῦσα· καὶ τὴν ἑαυτῆς δύναμιν ταῖς ἐνεργείαις ἐμφαίνουσα.
τέσσ. ἀνοικ. Ϟγ´. Σκιὰν μὲν εἶχεν ὁ νόμος, εἰκόνα δὲ οἱ προφῆται τῶν ἐν τῷ Εὐαγγελίῳ θείων καὶ πνευματικῶν ἀγαθῶν. Αὐτὸ δὲ τὸ Εὐαγγέλιον, αὐτὴν παροῦσαν ἡμῖν διὰ τῶν γραμμάτων ἔδειξε τὴν ἀλήθειαν· τὴν τῷ νόμῳ προσκιασθεῖσαν, καὶ τοῖς προφήταις προεικονισθεῖσαν.
τέσσ. ἀνοικ. Ϟδ´. Ὁ τὸν νόμον διὰ βίου καὶ πολιτείας ἐπιτελῶν, μόνων τῶν τῆς κακίας ἀργεῖ συμπερασμάτων, καταθύων τῷ Θεῷ τῶν ἀλόγων παθῶν τὴν ἐνέργειαν· καὶ τούτῳ πρὸς σωτηρίαν ἀρκεῖται τῷ τρόπῳ, διὰ τὴν ἐν αὐτῷ πνευματικὴν νηπιότητα.
τέσσ. ἀνοικ. Ϟε´. Ὁ τῷ προφητικῷ λόγῳ παιδαγωγούμενος, πρὸς τῇ ἀποβολῇ τῆς τῶν παθῶν ἐνεργείας, καὶ τὰς κατὰ ψυχὴν συνισταμένας αὐτῶν ἐκτίθεται συγκαταθέσεις· ἵνα μὴ τῷ χείρονι, φημὶ δὴ τῇ σαρκί, δοκῶν κακίας ἀπέχεσθαι· τῷ κρείττονι, λέγω δὲ τῇ ψυχῇ, λάθῃ ταύτην δαψιλῶς ἐνεργούμενος.
τέσσ. ἀνοικ. Ϟστ´. Ὁ τὴν εὐαγγελικὴν ζωὴν γνησίως ἀσπαζόμενος, καὶ ἀρχὴν καὶ τέλος ἑαυτοῦ τῆς κακίας ἐξέτεμε· καὶ πᾶσαν ἀρετὴν ἔργῳ τε καὶ λόγῳ μετέρχεται· θύων θυσίαν αἰνέσεως καὶ ἐξομολογήσεως, πάσης τῆς κατ᾿ ἐνέργειαν τῶν παθῶν ἀπηλλαγμένος ὀχλήσεως, καὶ τῆς κατὰ νοῦν πρὸς αὐτὰ μάχης ὑπάρχων ἐλεύθερος· καὶ μόνην ἔχων τὴν ἐπ᾿ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τὴν ψυχὴν διατρέφουσαν, ἀκόρεστον ἡδονήν.
τέσσ. ἀνοικ. Ϟζ´. Τοῖς σπουδαιοτέροις τῶν θείων Γραφῶν ἐπιμεληταῖς, δύο ἔχων ἀναφαίνεται μορφὰς ὁ κατὰ Κύριον Λόγος· τὴν μὲν κοινὴν καὶ δημωδεστέραν καὶ οὐκ ὀλίγοις θεατήν, καθ᾿ ἣν λέγεται τό, Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· τὴν δὲ κρυφιωτέραν καὶ ὀλίγοις ἐφικτήν, τοῖς ἤδη κατὰ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, τοὺς ἁγίους ἀποστόλους γεγονόσιν, ἐφ᾿ ὧν ὁ Κύριος μετεμορφώθη πρὸς δόξαν νικῶσαν τὴν αἴσθησιν· καθ᾿ ἣν ἔστιν ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. (1124) Τούτων δὲ τῶν δύο μορφῶν, ἡ μὲν προτέρα, τοῖς εἰσαγομένοις ἁρμόδιος· ἡ δευτέρα δέ, τοῖς κατὰ τὴν γνῶσιν ὡς ἐφικτὸν τελειωθεῖσιν ἀνάλογος. Καὶ ἡ μέν, τῆς πρώτης τοῦ Κυρίου παρουσίας ἐστὶν εἰκών, ἐφ᾿ ἧς τὸ ῥητὸν τοῦ Εὐαγγελίου θετέον τῆς διὰ παθημάτων καθαιρούσης τοὺς πρακτικούς· ἡ δέ, τῆς δευτέρας καὶ ἐνδόξου παρουσίας ἐστὶ προδιατύπωσις, ἐφ᾿ ἧς τὸ πνεῦμα νοεῖται· τῆς διὰ σοφίας τοὺς γνωστικοὺς μεταμορφούσης πρὸς θέωσιν· ἐκ τῆς ἐν αὐτοῖς τοῦ λόγου μεταμορφώσεως, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζομένους.
τέσσ. ἀνοικ. Ϟη´. Ὁ μὲν ἀκατασείστως ὑπὲρ ἀρετῆς ἐγκαρτερῶν τοῖς δεινοῖς, ἐνεργουμένην ἐφ᾿ ἑαυτὸν ἔχει τὴν πρώτην τοῦ Λόγου παρουσίαν, πάσης αὐτὸν κηλίδος καθαίρουσαν· ὁ δὲ τὸν νοῦν πρὸς τὴν τῶν ἀγγέλων διὰ θεωρίας μεταβιβάσας κατάστασιν, τῆς δευτέρας ἔχει παρουσίας τὴν δύναμιν, ἐνεργοῦσαν αὐτῷ τὸ ἀπαθὲς καὶ ἀνάλωτον.
τέσσ. ἀνοικ. Ϟθ´. Αἴσθησις μὲν ἕπεται τῷ πρακτικῷ, διὰ πόνον κατορθοῦντι τὰς ἀρετάς· ἀναισθησία δὲ τῷ γνωστικῷ, τὸν νοῦν ἀπὸ τῆς σαρκὸς καὶ τοῦ κόσμου συστείλαντι πρὸς Θεόν. Ὁ μὲν γὰρ λῦσαι τὴν ψυχὴν τῶν κατὰ φύσιν τῆς σχέσεως πρὸς τὴν σάρκα δεσμῶν διὰ τῆς πρακτικῆς ἀγωνιζόμενος, ἔχει τὴν γνώμην τοῖς πόνοις συνεχῶς ἐποκλάζουσαν· ὁ δέ, ταύτης τῆς σχέσεως ἀνασπάσας διὰ τῆς θεωρίας [unus Reg. θεωρητικῆς] τοὺς ἥλους, οὐδενὶ τὸ σύνολόν ἐστι καθεκτός· καθαρὸς ἤδη τοῦ πάσχειν τε καὶ κρατεῖσθαι πεφυκότος παρὰ τῶν ἑλεῖν βουλομένων, γενόμενος.
ῥ´. Τὸ μάννα δοθὲν τῷ Ἰσραὴλ κατὰ τὴν ἔρημον, ὁ τοῦ Θεοῦ λόγος ἐστί, πρὸς πᾶσαν ἡδονὴν πνευματικὴν ἁρμῶν τοῖς ἐσθίουσιν αὐτόν, καὶ πρὸς πᾶσαν γεῦσιν κατὰ τὴν διαφορὰν τῆς τῶν ἐσθιόντων ἐπιθυμίας, μετακιρνώμενος. Πάσης γὰρ ἔχει πνευματικῆς βρώσεως ποιότητα. Διὸ τοῖς μὲν ἄνωθεν ἐκ σπόρου ἀφθάρτου διὰ πνεύματος γεννηθεῖσι, λογικὸν ἄδολον γίνεται γάλα· τοῖς δὲ ἀσθενοῦσι, λάχανον, τὴν παθοῦσαν τῆς ψυχῆς παραμυθούμενος δύναμιν· τοῖς δὲ διὰ τὴν ἕξιν τὰ αἰσθητήρια τῆς ψυχῆς γεγυμνασμένα ἔχουσι πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ, στερεὰν ἑαυτὸν δίδωσι τροφήν. Ἔχει δὲ καὶ ἄλλας ἀπείρους δυνάμεις ὁ τοῦ Θεοῦ λόγος, ἐνταῦθα μὴ χωρουμένας· ἀναλύσας δὲ τις, καὶ ἄξιος γενόμενος ἐπὶ πολλῶν, ἢ ἐπὶ πάντων κατασταθῆναι, λήψεται κἀκείνας ὅλας, ἢ τινας τοῦ λόγου τὰς δυνάμεις, διὰ τὸ ἐν ἐλαχίστῳ αὐτὸν ἐνταῦθα πιστὸν γεγονέναι. Πᾶσα γὰρ τῶν ἐνταῦθα διδομένων θείων χαρισμάτων ἀκρότης, συγκρίσει τῶν μελλόντων, ἐλάχιστὸν τι καὶ μέτριὸν ἐστιν.