α´. Ἡμεῖς οὐδὲ λόγοις οὐδὲ ἔργοις παιδεύειν, ἢ κἂν παιδεύεσθαι δυνάμενοι, λόγοις παιδεύειν ἐπιχειροῦμεν· καὶ ἄλλων γίνεσθαι ἰατροὶ ἕλκεσιν αὐτοὶ βρύοντες. Ὅρα δὲ τό, ὅτι Οὐ πάντα τοῖς βουλομένοις εἰσὶν εὔληπτα, κἂν τοῦτο δοκῇ. Καὶ τὶς οὐ θαυμάσεται τοὺς καὶ γυναῖκας χλιδώσας καὶ νήπια ταῦτα διδάσκειν ἐπαγγελλομένους μετὰ σοβαροῦ φρονήματος;
β´. Λέγων ὁ Ἀπόστολος. Εἰ δὲ τις ἀγαπᾷ τὸν Θεόν, οὗτος ἔγνωσται ὑπ᾿ αὐτοῦ· δῆτα ἀγαπῶντας ἡμᾶς τὸν Κύριον γινώσκεσθαι βούλεται· Ἐκ δὲ τοῦ γινώσκεσθαι, τὸ διδάσκεσθαι, καθὰ φησιν ὁ μέγας καὶ τὴν ἀρετὴν καὶ τὴν θεολογίαν Γρηγόριος. Ταύτης οἶμαι τῆς ἐννοίας ἐστί, καὶ τόδε τὸ κεφάλαιον· Ἀγάπην μέν, τίκτει ἀπάθεια· ἡ δὲ ἀγάπη, τοῦ φωτισμοῦ τῆς γνώσεως ἐστι γεννητική.
γ´. Τίνων οὐχ ἅπτεται αὕτη ἔννοια, οἶμαι δὲ μάλιστα, τῶν τοῦ μαμωνᾶ ὑπεραποθνησκόντων· ταῦτὸν δὲ εἰπεῖν τοῦ λεγομένου δημοσίου καὶ τοῦ κοσμοκράτορος.
δ´. Ὁ Θεὸς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ πάντες σωθῶσιν. Ὁ οὖν ἀγαπῶν τὸν Θεόν, τὸ θελητὸν τοῦ Θεοῦ φυλάττει. Φυλάττων δέ, πῶς οὐκ ἀγαπήσει πάντας ὡς ἑαυτόν, καὶ θελήσει πάντας σωθῆναι, τοῦτο θέλοντος τοῦ Θεοῦ;
ε´. Γνῶσιν τοῦ Θεοῦ τὴν πίστιν λέγει· ἀγάπην δέ, τὴν τήρησιν τῶν ἐντολῶν· ἣν καὶ θέλημα καλεῖ καὶ δικαιώματα καὶ ἐντάλματα καὶ προστάγματα καὶ φῶς· κατὰ τό, Διότι φῶς τὰ προστάγματά σου. Τὴν ἔμπρακτον δὲ γνῶσιν παρίστησι τὸ κεφάλαιον.
στ´. Αἰτία τῶν ἀρετῶν ἐστιν ὁ Θεός. Τούτου δέ, κατ᾿ ἐνέργειαν γνῶσις, ἡ τοῦ κατ᾿ ἀλήθειαν ἐπεγνωκότος τὸν Θεόν, πρὸς τὸ πνεῦμα κατὰ τὴν ἕξιν ἀλλοίωσις.
ζ´. Ἀνάγνωθι τὸ οστ´ τῆς ῥ´, καὶ εὑρήσεις ὅμοιον πάντη, παρὰ τὸ τῶν ὀνομάτων διάφορον.
η´. Εἰ φάρμακον τῆς ἀγάπης ἡ ἐντολὴ κατὰ τοῦ θυμοῦ ἐδόθη· πάντως ἡ ἐγκράτεια κατὰ τῆς ἐπιθυμίας δεδώρηται. Ἀνάγνωθι τὸ οθ´.
(1076) θ´. Οἱ δὲ τῶν τριῶν δοῦλοι, πόσον μῖσος κατ᾿ ἀλλήλων τρέφομεν· τοῦ πάθους ὅλοι τῆς ἀπληστίας γενόμενοι. Ἀνάγνωθι τὸ ξδ´.
ι´. Εἰπὼν ἐν τῷ οζ´, ὅτι διὰ μὲν τῶν ἐντολῶν, ἀπαθεῖς ἐργάζεται· νῦν διὰ τοῦδε τοῦ κεφαλαίου δείκνυσι πῶς· ὅτι ἐν ἀγάπῃ καὶ νηστείᾳ, τῇ τε ἐγκρατείᾳ καὶ προσευχῇ.
ια´. Καὶ γνωστικὸς τις ἐγκατασπᾶται πάλιν.
ιβ´. Ἡμεῖς δὲ συγκεχωσμένοι τοῖς πάθεσι, πῶς θεωρήσωμεν; ἢ πῶς ἃ θεωροῦμεν οὐκ ἐκβάλλει ἡμᾶς τῆς γνώσεως τῆς ἁγίας Τριάδος;
ιγ´. Τὰς ἀναβάσεις τῆς θεωρίας βλέπεις;
ιδ´. Ὅτι ὥσπερ ἀπιστιδίας ἐν πίστει λόγος οὐδείς· οὕτως οὐδὲ ἐν τοῖς λόγοις κατὰ φύσιν ὑπάρχει τὸ παράλογον. Ἔργον δὲ τῶν ἐντολῶν, λόγος ἐστὶν ἐνεργούμενος. Ἀνάγνωθι τὸ πδ´ κεφάλαιον, καὶ ἀναπαύσῃ.
ιε´. Ἡ φυσικὴ φησι θεωρία τῶν ἐντολῶν,ἤ τε ἡ πρὸς τὸν πλησίον ἀνόθευτος ἀγάπη, φιλαυτίας καὶ τυραννίδος ἐλευθεροὶ τοὺς φυλάσσοντας. Ἡ δὲ γνῶσις τῶν ὄντων, λήθης καὶ ἀγνοίας ἀπαλλάττει τοὺς γνωστικούς. Διὰ τούτων δὲ πάντων, τὸ τριμερὲς τῆς ψυχῆς ὑποτίθεται, κατὰ λόγον μὲν καὶ φύσιν κινούμενον, πᾶσαν ἀρετὴν κατορθοῦν· παρὰ λόγον δὲ καὶ φύσιν, πᾶσαν κακίαν ἐργάσεσθαι. Μέμνησο, ὅτι τὰ ἀρχέγονα καὶ πάσης κακίας γεννητικά, τρία ταῦτά ἐστιν, ἄγνοια, φιλαυτία, καὶ τυραννίς· καὶ ὅτι ὑπεστήσατο ταύτας ὁ πονηρὸς ἐν ἡμῖν δυνάμεων προσχρησάμενος.
ιστ´. Τούτων τῶν ἐμπαθῶν λογισμῶν ψιλοῦσιν αἱ ἐντολαί, τὰ τῶν πραγμάτων νοήματα· καθὰ ἐν τῷ δ´ κεφαλαίῳ τῆς αὐτῆς ῥ´ φησί.
ιζ´. Τὰ παρὰ τὸ θέλημα πραττόμενα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, ὅπερ ἐστὶν ἡ διὰ τὸν Θεὸν πρὸς τὸν πλησίον ἀγαθὴ διάθεσις, παρὰ τὸν ὀρθόν ἐστι σκοπὸν γινόμενα. Ὅτι δὲ παρὰ τὸ θέλημα τοῦ Θεοῦ τὸ πρὸς τὸν πλησίον οὐ καλῶς διακεῖσθαι, δείκνυσιν ἐν Εὐαγγελίοις λέγων ὁ Κύριος· Ἐφ᾿ ὅσον ἐποιήσατε, καὶ ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε, τῆς ἀγάπης τὰ εἴδη καὶ τοῦ μίσους ἀπαριθμούμενος. Ὅρα δὲ ὅτι οἱ παρὰ τὸν ὀρθὸν ποιήσαντες σκοπόν, ἤγουν παρὰ τὴν ἐντολὴν τοῦ Θεοῦ, ἀποσεισάμενοι τὸ φιλάνθρωπον, οὐδεμίαν ἔχοντες ἀπολογίαν εἰπεῖν, οὐδὲ τὸν σκοπὸν προβαλλόμενοι φαίνονται· εἰδότες, ὡς ὁ παρὰ τὸν ὀρθὸν σκοπὸν τοῦ Θεοῦ τι πράττων, κἂν μυρίους λόγους προβάλλοι, τὴν γέεναν οὐκ ἐκφεύξεται.
ιη´. Ἐπιθυμίαν ἵστησιν ἡ τοῦ Θεοῦ ἀγάπη· ἡ τοῦ πλησίον δέ, παύει θυμὸν ἠγριωμένον.
ιθ´. Οἱ εἰκονικὰς ὕλας τοὺς θείους χαρακτῆρας ὑπολαμβάνοντες, (1077) παραχρῶνται τοῖς τῶν χαρακτήρων νοήμασι. Τοῦ γὰρ χαρακτῆρος τὴν ὑπόστασιν δηλοῦντος· αὐτοὶ τὴν οὐσίαν, ἤτοι τὴν ὕλην, ἐν ᾗ ὁ χαρακτὴρ προσκυνεῖται, χαρακτῆρα ὑπέλαβον. Ἔνθεντοι καὶ παραχρησάμενοι τῷ νοήματι, ἐξ ἀνάγκης καὶ τῷ πράγματι παρεχρήσαντο· ὡς ὕλην ψιλὴν καὶ κωφὴν τοὺς ἱεροὺς χαρακτῆρας ἀναιδῶς κατακαύσαντες.
κ´. Βλέπε τὸ διάφορον τῆς λύπης καὶ τῆς ὀδύνης· καὶ ὅτι παρακολουθήματὰ εἰσιν· ἡ μέν, τῆς ἡδονῆς· ἡ δέ, τῆς κενοδοξίας.
κα´. Πάσης ἡμᾶς ἀπολογίας ἀποπαύει τοῦ ἀποτιθέναι τὰ χρήματα, τὰ καθεξῆς τρία ταῦτα κεφάλαια.
κβ´. Τεχνικὴν σοφίαν, οὐ τὴν ἐκ μαθήσεως λέγει, ἀλλὰ τὴν δι᾿ ἧς ὁ Θεὸς τὰ πάντα ἐποίησε.
κγ´. Τοῖς τέσσαρσιν ὁ νοῦς μου ἀκάθαρτος. Ἔχει δὲ τι καὶ πλέον, ὅτι καὶ τῶν ἄλλων ἑαυτὸν σοφώτερον ἥγηται.
κδ´. Οὐδέποτε ἡ ψυχή μου κατὰ φύσιν ἐνήργησεν· οἶδεν, ὁ μηδὲν ἀγνοῶν· καὶ οὐδέποτε τῆς κατ᾿ ἐνέργειαν ἁμαρτίας ἡρέμησεν.
κε´. Ὣστε μὴ διὰ τὸν Χριστὸν τι ποιοῦντες· δι᾿ ἄλλο δὲ τι, οὐ δυνάμεθα προβάλλεσθαι τὸν σκοπόν· ἐπεὶ παρὰ τὸν σκοπὸν τοῦ Θεοῦ, καὶ κατὰ τὸ ἡμέτερον ἐργαζόμεθα.
κστ´. Εἰ διψᾷ τις ἁλίσκειν καὶ ἁρπάζειν ἀλλότρια, ὃ μή ἐστι θέλημα τοῦ Θεοῦ, πῶς προβαλεῖται τὸν σκοπόν, οὗ σκοπὸς τὸ ἐλεεῖν ἡμᾶς καὶ δανείζειν ἐστίν;
κζ´. Ὅτι ὁ φιλαυτίᾳ δουλεύων, βαρυκάρδιός ἐστι, ματαιότητα καὶ ψεῦδος ἀγαπῶν καὶ ζητῶν· ὅπερ ἐστὶ τὸ σαρκικὸν φρόνημα· ἤτοι τῆς σαρκὸς ἡ εὐπάθεια.
κη´. Τῶν προειρημένων, δῆλον φιληδονίας καὶ φιλοδοξίας καὶ φιλαργυρίας. Εἰ δὲ τις τούτοις ἀπρὶξ ἐνίσχεται ὡς ἐγώ, πῶς Θεοῦ καταξιωθήσεται γνώσεως, συνιδεῖν οὐκ ἔχω.
κθ´. Ἢ γὰρ ὡς δοῦλοι ἢ καὶ μίσθιοι, ἢ ὡς υἱοί· τουτέστιν, ἢ ὡς πρακτικοὶ μόνον, ἢ καὶ ὡς γνώσεως καταξιωθέντες.
λ´. Ψιλὸς λογισμός, ὁ δίχα πάθους, ὁ ἁπλοῦς· ὁ γὰρ ἐμπαθής, ἀπάγει Θεοῦ. Οὕτως οὐδὲ ἡ ψιλὴ γνῶσις ἀπάγει τῶν ἀνθρωπίνων· ἀλλ᾿ ἡ παθοῦσα τὴν ἀγάπην· ὅπερ ἐστὶν ἡ πρὸς τὸ πνεῦμα κατὰ τὴν ἕξιν ἀλλοίωσις.
λα´. Ὅτι οἱ υἱοί, γνώσει καὶ ἀγάπῃ τῶν παθῶν ἀπέχουσιν· οἱ δὲ δοῦλοι καὶ μίσθιοι, ἤτοι οἱ πρακτικοί, ἢ φόβῳ, ἢ ἐλπίδι.
λβ´. Καὶ ταῦτα ἀπείργει τοὺς γράφειν ᾑρημένους· δεικνύντα σαφῶς τὴν βλάβην ἐκ τοῦ τέλους.
λγ´. Οἶμαι πρὸς ἡμᾶς ἔβλεπε ταῦτα γράφων.
λδ´. Οὐκ ἐνόησαν τὸ ἐκ τῆς μεθόδου ταύτης κέρδος (1080) οἱ νομίζοντες εἰδέναι. Εἰ γὰρ ἔγνωσαν, ἐκέρδησαν ἂν τὸ προκόπτειν εἰς τὸ εἰδέναι.
λε´. Ὅτι χρονίζοντος τοῦ ψιλοῦ λογισμοῦ, κινεῖται τὸ πάθος· ὥσπερ καὶ τοῦ ἐμπαθοῦς, γίνεται συγκατάθεσις.
λστ´. Οἶδας, Κύριε, ὅπως κρίνομαι σήμερον, καὶ δι᾿ ἣν αἰτίαν· μὴ ἐγκαταλίπῃς ἡμᾶς.
λζ´. Οὐ δύναται ταῦτα ποιῆσαι, ὁ τοῖς οἰκείοις πιστεύσας λογισμοῖς, καὶ δόξας ἤδη κατειληφέναι, τὰ καὶ μετὰ τὸ κατειλῆφθαι ἀκατάληπτα κατὰ φύσιν ὑπάρχοντα.
λη´. Λύπη καὶ μῖσος, τοῦ ἀλόγου μέρους τῆς ψυχῆς ἐλαττώματα.
λθ´. Βλέπε ὡς ἀπατώμεθα, τἀναντία ποιοῦντες, καὶ νομίζοντες κατὰ Χριστὸν πολιτεύεσθαι· τὸ βαρύτερον, καὶ ἤδη παθεῖν τὴν πνευματικὴν ἀγάπην ὑπολαμβάνοντες.
μ´. Ἔχει τις πάθος πλεονεξίας· οὐ δεῖται δὲ πλεονεκτεῖν; εἰ λάβοι δύναμιν πλεονεκτεῖν, εὐθὺς ἐξελέγχεται· καὶ τοῦτο δῆλον.
μα´. Ὅρα ποῦ τὸ μακροθυμεῖν καὶ ποῦ τὸ ὑπομένειν χρηστέον. Κἂν γὰρ ἄμφω ἐπὶ τῶν ἀκουσίων λέγηται πειρασμῶν· ἀλλ᾿ οἱ ἀκούσιοι εἰς λόγους διαιρούμενοι καὶ πληγάς, συνδιαιροῦσι καὶ ταῦτα τοῖς βλέπουσι.
μβ´. Ὅτι δι᾿ ἐγκρατείας καὶ ἀγάπης, ἡ κατ᾿ ἐνέργειαν ἀγαθὴ γνῶσις ἐγγίνεται.
μγ´. Καὶ τί ληροῦσιν ἐμπαθεῖς τινες ἄνθρωποι καὶ ὑψαύχενες γνῶσιν ἔχειν ἀλαζονευόμενοι θείαν; Ἐξ ἐμπαθείας γὰρ καὶ ἐπάρσεως.
μδ´. Ὁ δὲ δοκῶν ἤδη κατειληφέναι καὶ μηδὲν ἀγνοεῖν, δῆλον ὡς ἀγάπην οὐκ ἔχει. Μὴ ἔχων δέ, πῶς προκόψει εἰς γνῶσιν;
με´. Ἀκάνθας ἔχοντες καὶ τριβόλους κακίας καὶ ἀγνωσίας· ἀρετὴν ἐλπίζομεν ἔχειν καὶ γνῶσιν πνευματικήν.
μστ´. Τελειώτερον ὧδε τὴν ἀγάπην ὑπεζωγράφησε· καὶ τὰ δύο δηνάρια, τὴν εἰς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπην ὑπέφηνε.
μζ´. Ὅτι ἐν τῇ καθάρσει τῆς τριμεροῦς τῆς ψυχῆς δυνάμεως, ἡ γνῶσις τοῦ Χριστοῦ ἐπιγίνεται.
μη´. Ὅτι ἐξ ἀνάγκης οἱ τὰ τοῦ κόσμου περιέποντες πράγματα, τῆς ἁγίας ἀγάπης ἐκπίπτουσι· καὶ μῖσος δι᾿ αὐτὰ πρὸς τοὺς ὁμοφύλους ἀκατάλλακτον ἔχουσι.
μθ´. Ἐν ἀμφοτέροις ὁ ἅγιος μοναχὸς Κηδόνιος σεσυκόφανται· εἰς τὸν τῆς Σωσάννης Θεὸν ἀποβλέπων, ταῖς θείαις ἐλπίσι ῥωννύεται.
ν´. Ὅτι ὁ πάθει δουλεύων, πεπλήρωται τὴν διάνοιαν, καὶ τυφλὸν περιφέρων διάκρισιν, οὐ δύναται διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος.
Ἐν τῷ αὐτῷ τεύχει συνανεγνώσθη λόγος, κεφαλαίοις ἑκατὸν διειλημμένος· καί, Ἕτερος ὁμοίως τοῖς ἴσοις ἀπηρτισμένος· Ἐν οἷς θεολογία τε διαλάμπει καὶ ἠθῶν διακόσμησις. Καὶ οὐκ ἂν ἐν οὐδενὶ τὸ ὁμοφυὲς αὐτοῖς πρὸς τὰ τετρακόσια κεφάλαια ἐνοθεύετο, εἰ μὴ τὸ ἀλληγορικὸν ἐν πολλοῖς ὑποβαλλόμενον, καὶ ὁμόφυλὰ πως αὐτὰ παραστῆσαν ἦν τῇ συντάξει, ἥτις Γραφικῶν ἀπορημάτων καὶ λύσεων ἔκθεσιν σπουδάζει, καὶ Θαλασσίῳ ἐστὶ τὸ πρεσβυτέρῳ καὶ ἡγουμένῳ προσπεφωνημένη. Καὶ τὸ πρὸς ταῦτα δὲ συγγενὲς διὰ τῆς πρὸς ἐκείνην οἰκειώσεως, ὑποβολιμαῖον εἶναι λογισμοὺς ἀναῤῥιπίζει.