PG 90. ἐντὸς παρενθέσεων ἀριθμοὶ στὸ κείμενο, π.χ. (72), δηλώνουν τὴν ἀντίστοιχη στήλη τοῦ τόμου τῆς PG.
Ἰδοὺ πρὸς τῷ περὶ Ἀσκητικοῦ βίου λόγῳ, καὶ τὸν περὶ Ἀγάπης λόγον πέπομφα τῇ σῇ τιμιότητι, πάτερ Ἐλπίδιε, ἐν ἰσαρίθμοις κεφαλαίοις τῶν τεσσάρων Εὐαγγελίων ἑκατοντάσιν· οὐδὲν μὲν ἴσως ἄξιον τῆς σῆς προσδοκίας· τῆς δὲ γε ἡμετέρας δυνάμεως οὐκ ἔλαττον. Πλὴν γινωσκέτω ἡ σὴ ἁγιωσύνη, ὅτι οὐδὲ ταῦτα εἰσὶ τῆς ἐμῆς γεώργια διανοίας· ἀλλὰ τοὺς τῶν ἁγίων Πατέρων διελθὼν λόγους, κακεῖθεν τὸν εἰς τὴν ὑπόθεσιν συντείνοντα νοῦν ἀναλεξάμενος· καὶ ἐν ὀλίγοις πολλὰ κεφαλαιωδέστερον συναγαγών, ἵνα εὐσύνοπτα γένωνται διὰ τὸ εὐμνημόνευτον· ἀπέστειλα τῇ σῇ ὁσιότητι, παρακαλῶν εὐγνωμόνως ἀναγινώσκειν, καὶ μόνην θηρεύειν τὴν ἐν αὐτοῖς ὠφέλειαν· τὸ δὲ ἀκαλλὲς τῆς λέξεως [Fr.τῶν λέξεων] παραβλέπειν, καὶ εὔχεσθαι ὑπὲρ τῆς ἡμῶν μετριότητος, τῆς πάσης πνευματικῆς ὠφελείας ἐρήμου. Παρακαλῶ δὲ καὶ τοῦτο, μὴ εἰς ὄχλησιν ἡγεῖσθαι τὰ γεγραμμένα. Ἐπιταγὴν γὰρ πεπλήρωκα. Λέγω δὲ τοῦτο, ἐπειδὴ οἱ λόγοις ἐνοχλοῦντες, πολλοὶ ἐσμεν σήμερον· οἱ δὲ ἔργοις παιδεύοντες, ἢ καὶ παιδευόμενοι, πάνυ εἰσὶν ὀλίγοι. Ἀλλὰ μᾶλλον ἐμπόνως προσέχειν ἑκάστῳ τῶν κεφαλαίων. Οὐ πάντα γὰρ πᾶσιν, ὡς οἶμαι, εἰσὶν εὔληπτα· ἀλλὰ καὶ πολλῆς τὰ πολλὰ τοῖς πολλοῖς δεόμενα τῆς συνεξετάσεως, εἰ καὶ δοκεῖ ἁπλούστερον εἰρῆσθαι. Ἴσως καὶ ἂν τι φανείῃ χρήσιμον τῇ ψυχῇ ἐξ αὐτῶν ἀνακαλυπτόμενον. Ἀναφανήσεται δὲ πάντως Θεοῦ χάριτι, τῷ ἀπεριέργοις ἐννοίαις καὶ μετὰ φόβου Θεοῦ καὶ ἀγάπης ἀναγινώσκοντι. Τῷ δὲ μὴ ὠφελείας χάριν πνευματικῆς ἐντυγχάνοντι, ἢ τούτῳ τῷ πονήματι, ἢ καὶ ἄλλῳ οἱῳδήποτε. (961) Ἀλλὰ τοῦ λέξεις θηρύειν πρὸς τὸ κακίζειν τὸν συγγραψάμενον, ἵνα σεαυτὸν ἐκείνου σοφώτερον δῆθεν, ὡς οἰησίας, παραστήσῃ, οὐδὲν ὠφέλιμον οὐδαμόθεν οὐδέποτε ἀναφανήσεται.
[1-100] [101-200] [201-300] [301-400]
α´. Ἀγάπη μέν ἐστιν, διάθεσις ψυχῆς ἀγαθή, καθ᾿ ἣν οὐδὲν τῶν ὄντων, τῆς τοῦ Θεοῦ γνώσεως προτιμᾷ. Ἀδύνατον δὲ εἰς ἕξιν ἐλθεῖν ταύτης τῆς ἀγάπης, τὸν πρὸς τι τῶν ἐπιγείων ἔχοντα προσπάθειαν.
β´. Ἀγάπην μὲν τίκτει ἀπάθεια· ἀπάθειαν δέ, ἡ εἰς Θεὸν ἐλπίς· τὴν δὲ ἐλπίδα, ὑπομονὴ καὶ μακροθυμία· ταῦτας δέ, ἡ περιεκτικὴ ἐγκράτεια· ἐγκράτειαν δέ, ὁ τοῦ Θεοῦ φόβος· τὸν δὲ φόβον, ἡ εἰς τὸν Κύριον πίστις.
γ´. Ὁ πιστεύων τῷ Κυρίῳ, φοβεῖται τὴν κόλασιν· ὁ δὲ φοβούμενος τὴν κόλασιν, ἐγκρατεύεται ἀπὸ τῶν παθῶν· ὁ δὲ ἐγκρατευόμενος ἀπὸ τῶν παθῶν, ὑπομένει τὰ θλιβερά· ὁ δὲ ὑπομένων τὰ θλιβερά, ἕξει εἰς Θεὸν ἐλπίδα· ἡ δὲ εἰς Θεὸν ἐλπίς, χωρίζει πάσης γηΐνης προσπαθείας τὸν νοῦν· ταύτης δὲ ὁ νοῦς χωρισθείς, ἕξει τὴν εἰς Θεὸν ἀγάπην.
δ´. Ὁ ἀγαπῶν τὸν Θεόν, πάντων τῶν ὑπ᾿ αὐτοῦ γεγονότων προτιμᾷ τὴν γνῶσιν αὐτοῦ, καὶ ἀδιαλείπτως διὰ τοῦ πόθου, ταύτῃ προσκαρτερεῖ.
ε´. Εἰ πάντα τὰ ὄντα διὰ τοῦ Θεοῦ καὶ διὰ τὸν Θεὸν γέγονε· κρείττων δὲ ὁ Θεὸς τῶν δι᾿ αὐτοῦ γεγονότων· ὁ καταλιμπάνων τὸν Θεὸν τὸν ἀσυγκρίτως κρείττονα, καὶ τοῖς χείροσιν ἐνασχολούμενος, δείκνυσιν ἑαυτὸν προτιμῶντα τοῦ Θεοῦ, τὰ δι᾿ αὐτοῦ γεγονότα.
στ´. Ὁ τῇ εἰς Θεὸν ἀγάπῃ τὸν νοῦν ἔχων προσηλωμένον, πάντων τῶν ὁρωμένων, καὶ αὐτοῦ τοῦ σώματος, ὡς ἀλλοτρίου καταφρονεῖ.
ζ´. Εἰ κρείττων τοῦ σώματος ἡ ψυχή· καὶ κρείττων τοῦ κόσμου ἀσυγκρίτως ὁ κτίσας αὐτὸν Θεός· ὁ προτιμῶν τῆς ψυχῆς τὸ σῶμα, καὶ τοῦ Θεοῦ τὸν ὑπὸ αὐτοῦ κτισθέντα κόσμον, οὐδὲν τῶν εἰλωλολατρούντων διενήνοχεν.
η´. Ὁ τὸν νοῦν τῆς εἰς Θεὸν ἀγάπης καὶ προσεδρείας ἀποχωρίσας, καὶ τινι τῶν αἰσθητῶν προσεδεμένον ἔχων, οὗτός ἐστι ὁ προτιμῶν τῆς ψυχῆς τὸ σῶμα, καὶ τοῦ κτίσαντος Θεοῦ, τὰ ὑπ᾿ αὐτοῦ γεγονότα.
θ´. (964) Εἰ ἡ ζωὴ τοῦ νοῦ ὁ φωτισμός ἐστι τῆς γνώσεως· τοῦτον δὲ ἡ εἰς Θεὸν ἀγάπη τίκτει· καλῶς, Οὐδὲν τῆς θείας ἀγάπης, εἴρηται, μεῖζον.
ι´. Ὅταν τῷ ἔρωτι τῆς ἀγάπης πρὸς Θεὸν ὁ νοῦς ἐκδημῇ, τότε οὔτε τινὸς τῶν ὄντων παντάπασι ἐπαισθάνεται. Ὑπὸ γὰρ τοῦ θείου καὶ ἀπείρου φωτὸς καταλαμπόμενος, ἀναισθητεῖ πρὸς πάντα τὰ ὑπ᾿ αὐτοῦ γεγονότα· καθάπερ καὶ ὁ αἰσθητὸς ὀφθαλμὸς πρὸς τοὺς ἀστέρας, τοῦ ἡλίου ἀνατέλλοντος.
ια´. Πᾶσαι μὲν αἱ ἀρεταὶ συνεργοῦσι τῷ νῷ πρὸς τὸν θεῖον ἔρωτα, πλέον δὲ πάντων ἡ καθαρὰ προσευχή. Διὰ ταύτης γὰρ πρὸς τὸν Θεὸν πτερούμενος, ἔξω γίνεται πάντων τῶν ὄντων.
ιβ´. Ὅταν διὰ τῆς ἀγάπης ὑπὸ τῆς θείας γνώσεως ὁ νοῦς ἁρπαγῇ, καὶ ἔξω γενόμενος τῶν ὄντων τῆς θείας ἐπαισθάνηται ἀπειρίας, τότε κατὰ τὸν θεῖον Ἡσαΐαν ὑπὸ ἐκπλήξεως εἰς συναίσθησιν ἐλθὼν τῆς ἑαυτοῦ ταπεινώσεως, μετὰ διαθέσεως λέγει τὰ τοῦ προφήτου ῥήματα· Ὤ τάλας ἐγώ, ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὤν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ κατοικῶ, καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.
ιγ´. Ὁ ἀγαπῶν τὸν Θεόν, οὐ δύναται μὴ καὶ πάντα ἄνθρωπον ὡς ἑαυτὸν ἀγαπῆσαι, εἰ καὶ πρὸς τὰ πάθη δυσχεραίνει τῶν μήπω κεκαθαρμένων. Διὸ καὶ τὴν ἐπιστροφὴν [edit. περιστρ.] αὐτῶν βλέπων καὶ τὴν διόρθωσιν, ἀμετρήτῳ καὶ ἀνεκλαλήτῳ χαίρει χαρᾷ.
ιδ´. Ἀκάθαρτος ἐστι ψυχὴ ἐμπαθής· λογισμῶν ἐπιθυμίας καὶ μίσους πεπληρωμένη.
ιε´. Ὁ ἴχνος μίσους βλέπων ἐν τῇ ἑαυτοῦ καρδίᾳ διὰ οἰονδήποτε πταῖσμα πρὸς τὸν οἱονδήποτε ἄνθρωπον, ἀλλότριος τυγχάνει πάμπαν τῆς εἰς Θεὸν ἀγάπης· διότι ἡ εἰς Θεὸν ἀγάπη, τῆς εἰς ἄνθρωπον μίσους παντελῶς οὐκ ἀνέχεται.
ιστ´. Ὁ ἀγαπῶν με, φησὶν ὁ Κύριος, τὰς ἐντολάς μου τηρήσει· αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ὁ οὖν μὴ ἀγαπῶν τὸν πλησίον, τὴν ἐντολὴν οὐ τηρεῖ. Ὁ δὲ τὴν ἐντολὴν μὴ τηρῶν, οὐδὲ τὸν Κύριον ἀγαπῆσαι δύναται.
ιζ´. Μακάριος ἄνθρωπος, ὁ πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι δυνηθείς. [edit. δύναται].
ιη´. Μακάριος ἄνθρωπος, ὁ μηδενὶ πράγματι φθαρτῷ ἢ προσκαίρῳ προσκείμενος.
ιθ´. Μακάριος ὁ νοῦς, ὁ πάντα τὰ ὄντα περάσας, καὶ τῆς θείας ὡραιότητος ἀδιαλείπτως κατατρυφῶν.
κ´. Ὁ πρόνοιαν τῆς σαρκὸς εἰς ἐπιθυμίας [Duo Regit ἐπιθυμίαν] ποιούμενος, καὶ μνησικακίαν διὰ πρόσκαιρα πρὸς τὸν πλησίον ἔχων· (965) ὁ τοιοῦτος λατρεύει τῇ κτίσει παρὰ τὸν κτίσαντα.
κα´. Ὁ ἀνήδονον καὶ ἄνοσον τὸ σῶμα διατηρῶν, σύνδουλον αὐτὸ ἔχει πρὸς τὴν τῶν κρειττόνων ὑπηρεσίαν.
κβ´. Ὁ φεύγων πάσας τὰς κοσμικὰς ἐπιθυμίας, πάσης λύπης [edit. unusgue ὕλης, Reg. et Fr.] κοσμικῆς ἑαυτὸν ἀνώτερον καθίστησι.
κγ´. Ὁ τὸν Θεὸν ἀγαπῶν, καὶ τὸν πλησίον πάντως ἀγαπᾷ. Ὁ δὲ τοιοῦτος, χρήματα τηρεῖν οὐ δύναται, ἀλλ᾿ οἰκονομεῖ θεοπρεπῶς, ἑκάστῳ τῶν δεομένων παρέχων.
κδ´. Ὁ κατὰ μίμησιν Θεοῦ τὴν ἐλεημοσύνην ποιούμενος, οὐκ οἶδε διαφορὰν πονηροῦ καὶ ἀγαθοῦ, δικαίου καὶ ἀδίκου ἐν τοῖς τοῦ σώματος ἀναγκαίοις· ἀλλὰ πᾶσιν ἐξ ἴσου κατὰ τὴν χρείαν διανέμει· εἰ καὶ προτιμᾷ δι᾿ ἀγαθὴν προαίρεσιν τοῦ φαύλου τὸν ἐνάρετον.
κε´. Ὥσπερ ὁ Θεὸς φύσει ὢν ἀγαθὸς καὶ ἀπαθής, πάντας μέν, ἐξ ἴσου ἀγαπᾷ, ὡς ἔργα αὐτοῦ· ἀλλὰ τὸν μὲν ἐνάρετον δοξάζει, ὡς καὶ τῇ γνώμῃ [edit et.Fr. τὴν γνῶσιν· alter Reg. τὴν γνώμην], οἰκειούμενον· τὸν δὲ φαῦλον, δι᾿ ἀγαθότητα ἐλεεῖ, καὶ ἐν τῷ αἰῶνι τούτῳ παιδεύων ἐπιστρέφει· οὕτω καὶ ὁ τῇ γνώμῃ ἀγαθὸς καὶ ἀπαθής, πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾶ· τὸν μὲν ἐνάρετον, διά τε τὴν φύσιν καὶ τὴν ἀγαθὴν προαίρεσιν· τὸν δὲ φαῦλον, διά τε τὴν φύσιν, καὶ τὴν συμπάθειαν ἐλεῶν ὡς ἄφρονα καὶ ἐν σκότει διαπορευόμενον.
κστ´. Οὐ μόνον διὰ μεταδόσεως χρημάτων ἡ διάθεσις τῆς ἀγάπης γνωρίζεται, ἀλλὰ πολλῷ μᾶλλον διὰ μεταδόσεως λόγου Θεοῦ καὶ σωματικῆς διακονίας.
κζ´. Ὁ τοῖς τοῦ κόσμου πράγμασι [edit. et unus Reg. τῶν πραγμάτων] γνησίως ἀποταξάμενος, καὶ τῷ πλησίον διὰ τῆς ἀγάπης ἀνυποκρίτως δουλεύων, παντὸς πάθους ταχέως ἐλευθεροῦται, καὶ τῆς θείας ἀγάπης καὶ γνώσεως μέτοχος καθίσταται.
κη´. Ὁ τὴν θείαν ἀγάπης ἐν ἑαυτῶ κτησάμενος, οὐ κοπιᾷ κατοκολουθῶν ὀπίσω κυρίου τοῦ Θεοῦ αὐτοῦ, κατὰ τὸν θεῖον Ἱερεμίαν· ἀλλὰ πάντα πόνον ὀνειδισμόν τε καὶ φέρει ὕβριν γενναίως, μηδενὶ τὸ σύνολον κακὸν λογιζόμενος.
κθ´. Ὅταν ὑβρισθῇς παρά τινος, ἢ ἒν τινι ἐξουδενωθῇς, τότε πρόσεχε ἀπὸ τῶν λογισμῶν τῆς ὀργῆς, μή σε τῆς ἀγάπης διὰ τῆς λύπης χωρίσαντες, ἐν τῇ χώρᾳ τοῦ μίσους καταστήσωσιν.
λ´. Ὅταν ἐφ᾿ ὕβρει ἢ ἀτιμίᾳ πονήσῃς, γίνωσκε σευτὸν μεγάλως ὠφεληθέντα, τῆς κενοδοξίας διὰ τῆς ἀτιμίας οἰκονομικῶς ἀπὸ σοῦ ἐκβληθείσης.
(968) λα´. Ὣσπερ μνήμη πυρὸς οὐ θερμαίνει τὸ σῶμα, οὕτω πίστις ἄνευ ἀγάπης, οὐκ ἐνεργεῖ εἰς τὴν ψυχὴν τὸν τῆς γνώσεως φωτισμόν.
λβ´. Ὣσπερ τὸ φῶς τοῦ ἡλίου τὸν ὑγιῆ ὀφθαλμὸν εἰς ἑαυτὸ ἐφέλκεται· οὕτω καὶ ἡ γνῶσις τοῦ Θεοῦ τὸν καθαρὸν νοῦν φυσικῶς διὰ τῆς ἀγάπης πρὸς ἑαυτὴν ἐπισπᾶται.
λγ´. Νοῦς ἐστι καθαρός, ὁ ἀγνοίας χωρισθείς, καὶ ὑπὸ τοῦ θείου φωτὸς καταλαμπόμενος.
λδ´. Ψυχή ἐστι καθαρά, ἡ παθῶν ἐλευθερωθεῖσα, καὶ ὑπὸ τῆς θείας ἀγάπης ἀδιαλείπτως εὐφραινομένη.
λε´. Πάθος [Duo Regit tantum πάθος] ἐστὶ ψεκτόν, κίνησις ψυχῆς παρὰ φύσιν.
λστ´. Ἀπάθειά ἐστιν εἰρηνικὴ κατάστασις ψυχῆς, καθ᾿ ἣν δυσκίνητος γίνεται ψυχὴ πρὸς κακίαν.
λζ´. Ὁ τοὺς καρποὺς τῆς ἀγάπης διὰ σπουδῆς κτησάμενος, οὐ μετατίθεται ταύτης, κἂν μυρία πάσχῃ κακά. Καὶ πειθέτω σε Στέφανος ὁ τοῦ Χριστοῦ μαθητής, καὶ οἱ κατ᾿ αὐτόν· καὶ αὐτὸς ὁ Σωτὴρ ὑπὲρ τῶν φονευτῶν [al. φονευόντων] εὐχόμενος τῷ Πατρί, καὶ συγγνώμην παρ᾿ αὐτοῦ ὡς ἀγνοοῦσιν αἰτούμενος.
λη´. Εἰ τῆς ἀγάπης ἐστὶ τὸ μακροθυμεῖν καὶ χρηστεύεσθαι, ὁ θυμομαχῶν καὶ πονηρευόμενος, ἀλλότριος δηλονότι τῆς ἀγάπης καθίσταται· ὁ δὲ ἀγάπης ἀλλότριος, τοῦ Θεοῦ ἐστιν ἀλλότριος, εἴπερ ὁ Θεὸς ἀγάπης ἐστί.
λθ´. Μὴ εἴπητε, φησὶν ὁ θεῖος Ἱερεμίας, ὅτι ναὸς Κυρίου ἐστέ. Καὶ σὺ μὴ εἴπῃς, ὅτι Ἡ ψιλὴ πίστις εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύναταί με σῶσαι. Ἀμήχανον γὰρ τοῦτο, ἐὰν μὴ καὶ τὴν ἀγάπην εἰς αὐτὸν διὰ τῶν ἔργων κτήσῃ. Τὸ δὲ ψιλῶς πιστεύειν· Καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίσσουσι.
μ´. Ἔργον ἀγάπης ἐστὶν ἡ εἰς τὸν πλησίον ἐκ διαθέσεως εὐεργεσία καὶ μακροθυμία καὶ ὑπομονή· καὶ τὸ μετὰ ὀρθοῦ λόγου χρήσασθαι τοῖς πράγμασι.
μα´. Ὁ ἀγαπῶν τὸν Θεὸν οὐ λυπεῖ, οὐδὲ λυπεῖται πρὸς τινα διὰ πρόσκαιρα· μίαν δὲ λύπης καὶ λυπεῖ καὶ λυπεῖται σωτήριον, ἣν ὁ μακάριος Παῦλος καὶ ἐλυπήθη καὶ ἐλύπησε τοὺς Κορινθίους.
μβ´. Ὁ ἀγαπῶν τὸν Θεόν, ἀγγελικὸν βίον ἐπὶ γῆς ζῇ, νηστεύων καὶ ἀγρυπνῶν, ψάλλων καὶ προσευχόμενος, καὶ περὶ παντὸς ἀνθρώπους ἀεὶ καλὰ λογιζόμενος.
μγ´. Εἰ οὗτινὸς τις ἐπιθυμεῖ, τούτου καὶ τυχεῖν ἀγωνίζεται· πάντων δὲ τῶν ἀγαθῶν καὶ ἐπιθυμητῶν ἀγαθώτερον τὸ Θεῖον καὶ ἐπιθυμητότερον ἀσυγκρίτως· πόσης ἄρα σπουδὴν ὀφείλομεν ἐνδείξασθαι, ἵνα τούτου τοῦ φύσει ἀγαθοῦ καὶ ἐπιθυμητοῦ τύχωμεν.
μδ´. Μὴ μολύνῃς τὴν σάρκα σου ἐν αἰσχροῖς πράξεσι, καὶ μὴ μιάνῃς τὴν ψυχὴν πονηροῖς λογισμοῖς (969) καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἐπελεύσεται ἐπὶ σέ, τὴν ἀγάπην φέρουσα.
με´. Αἴκιζε τὴν σάρκα σου ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ, καὶ σχόλασον ἀόκνως ψαλμωδίᾳ καὶ προσευχῇ· καὶ ὁ ἁγιασμὸς τῆς σωφροσύνης ἐπὶ σὲ ἐπελεύσεται, τὴν ἀγάπην φέρων.
μστ´. Ὁ τῆς θείας καταξιωθεὶς γνώσεως, καὶ τὸν ταύτης φωτισμὸν διὰ τῆς ἀγάπης κτησάμενος, οὐ ῥιπισθήσεταὶ ποτε ὑπὸ τοῦ τῆς κενοδοξίας πνεύματος [unus Reg. δαίμονος] · ὁ δὲ ταύτης μήπω καταξιωθείς, εὐχερῶς ὑπ᾿ αὐτῆς περιφέρεται [edit. et unus Reg. φέρεται]. Ἐὰν οὖν ὁ τοιοῦτος ἐν πᾶσι τοῖς ὑπ᾿ αὐτοῦ πραττομένοις πρὸς τὸν Θεὸν ἀποβλέψῃ, ὡς δι᾿ αὐτὸν πάντα ποιῶν, ῥᾳδίως σὺν Θεῷ ἐκφεύξεται αὐτήν.
μζ´. Ὁ μήπω τυχὼν τῆς θείας γνώσεως τῆς διὰ ἀγάπης ἐνεργουμένης, μέγα φρονεῖ ἐπὶ τοῖς ὑπ᾿ αὐτοῦ κατὰ Θεὸν πραττομένοις. Ὁ δὲ ταύτης τυχεῖν καταξιωθείς, μετὰ διαθέσεως λέγει τὰ τοῦ πατριάρχου Ἀβράαμ ῥήματα, ἅπερ ἡνίκα τῆς θείας καταξιώθη ἐπιφανείας, εἶπεν· Ἐγὼ εἰμὶ γῆ καὶ σποδός.
μη´. Ὁ φοβούμενος τὸν Κύριον, συνόμιλον ἀεὶ ἔχει τὴν ταπεινοφροσύνην· καὶ διὰ τῶν ταύτης ἐνθυμημάτων, εἰς τὴν θείαν ἀγάπην καὶ εὐχαριστίαν ἔρχεται. Μνημονεύει γὰρ τῆς κατὰ τὸν κόσμον προτέρας διαγωγῆς, καὶ τῶν ποικίλων παραπτωμάτων, καὶ τῶν ἐκ νεότητος συμβάντων αὐτῷ πειρασμῶν· καὶ πῶς πάντων ἐκείνων ἐῤῥύσατο αὐτὸν ὁ Κύριος, καὶ μετέστησεν ἀπὸ τῆς ἐμπαθοῦς ζωῆς, εἰς τὸν κατὰ Θεὸν βίον· καὶ σὺν τῷ φόβῳ, προσλαμβάνεται καὶ τὴν ἀγάπην, εὐχαριστῶν ἀεὶ μετὰ ταπενοφροσύνης πολλῆς τῷ εὐεργέτῃ, καὶ κυβερνήτῃ τῆς ζωῆς ἡμῶν.
μθ´. Μὴ ῥυπώσῃς τὸν νοῦν σου, λογισμῶν ἀνεχόμενος ἐπιθυμίας καὶ θυμοῦ, ἵνα μὴ τῆς καθαρᾶς προσευχῆς ἐκπεσών, τῷ τῆς ἀκηδίας πνεύματι περιπέσῃς.
ν´. Τὸ τηνικαῦτα ὁ νοῦς τῆς πρὸς Θεὸν παῤῥησίας ἐκπίπτει, ὁπηνίκα πονηροῖς ἢ ῥυπαροῖς λογισμοῖς συνόμιλλος γένηται.
να´. Ὁ μὲν ἄφρων ὑπὸ τῶν παθῶν ἀγόμενος, ὅτε μὲν ὑπὸ τοῦ θυμοῦ κινούμενον ἐκταράσσεται, φεύγειν ἀλογίστως τοὺς ἀδελφοὺς ἐπείγεται· ὅτε δὲ πάλιν ὑπὸ τῆς ἐπιθυμίας ἐκθερμαίνεται, μεταμελόμενος αὖθις προστρέχων ἀπαντᾷ. Ὁ δὲ φρόνιμος, ἐπ᾿ ἀμφοτέρων τοὐναντίον ποιεῖ. Ἐπὶ μὲν γὰρ τοῦ θυμοῦ, τὰς αἰτίας τῆς ταραχῆς ἐκκόψας, τῆς πρὸς τοὺς ἀδελφοὺς λύπης ἑαυτὸν ἀπαλλάττει· ἐπὶ δὲ τῆς ἐπιθυμίας, τῆς ἀλόγου ὁρμῆς καὶ συτυχίας ἐγκρατεύεται.
νβ´. Ἐν τῷ καιρῷ τῶν πειρασμῶν, μὴ καταλίπῃς τὸ μοναστήριόν σου· ἀλλὰ φέρε γενναίως τὰ κύματα τῶν λογισμῶν, καὶ μάλιστα τῶν τῆς λύπης καὶ ἀκηδίας. Οὕτω γὰρ οἰκονομικῶς διὰ τῶν θλίψεων (972) δοκιμασθείς, ἕξεις βεβαίαν τὴν εἰς Θεὸν ἐλπίδα. Ἐὰν δὲ καταλιμπάνῃς, ἀδόκιμος καὶ ἄνανδρος καὶ ἄστατος εὑρεθήσῃ.
νγ´. Ἐὰν θέλῃς τῆς κατὰ Θεὸν ἀγάπης μὴ ἐκπεσεῖν, μήτε τὸν ἀδελφὸν ἀφῇς κοιμηθῆναι λυπούμενον κατὰ σοῦ, μήτε σὺ κοιμηθῇς λυπούμενος κατ᾿ αὐτοῦ· ἀλλ᾿ Ὕπαγε, διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ ἐλθών, πρόσφερε Χριστῷ καθαρῷ τῷ συνειδότι, δι᾿ ἐκτενοῦς προσευχῆς [edit τῆς εὐχῆς] δῶρον τῆς ἀγάπης.
νδ´. Εἰ ὁ πάντα τὰ χαρίσματα τοῦ Πνεύματος ἔχων, ἀγάπην δὲ μὴ ἔχων, οὐδὲν ὠφελεῖται, κατὰ τὸν Θεῖον Ἀπόστολον· πόσην ὀφείλομεν ἐνδείξασθαι σπουδήν, ἵνα ταύτην κτησώμεθα;
νε´. Εἰ Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται, ὁ φθονῶν τῷ ἀδελφῷ, καὶ λυπούμενος ἐπὶ τῇ εὐδοκιμήσει αὐτοῦ, καὶ σκώμμασι χραίνων τὴν ὑπόληψιν αὐτοῦ, ἢ ἒν τινι, κακοηθείᾳ ἐπιβουλεύων αὐτῷ, πῶς οὐκ ἀλλότριον ἑαυτὸν τῆς ἀγάπης καθίστησι, καὶ ἔνοχον τῆς αἰωνίου κρίσεως;
νστ´. Εἰ Πλήρωμα νόμου ἡ ἀγάπη, ὁ μνησικακῶν τῷ ἀδελφῷ, καὶ δόλους κατ᾿ αὐτοῦ συσκευάζων [edit. σκευάζ.] καὶ κατευχόμενος αὐτοῦ καὶ ἐπιχαίρων τῷ πτώματι αὐτοῦ, πῶς ὁ παράνομός ἐστι, καὶ τῆς αἰωνίου κολάσεως ἄξιος;
νζ´. Εἰ ὁ καταλαλῶν ἀδελφοῦ καὶ κρίνων ἀδελφόν, καταλαλεῖ καὶ κρίνει νόμον· ὁ δὲ νόμος τοῦ Χριστοῦ ἐστιν ἡ ἀγάπη, πῶς τῆς ἀγάπης τοῦ Χριστοῦ ὁ κατάλαλος οὐκ ἐκπίπτει, καὶ αἴτιος ἑαυτῷ γίνεται κολάσεως αἰωνίου;
νη´. Μὴ δῴης [ed. δῷς] τὴν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου, μηδὲ τὴν γλῶσσάν σου τῇ ἀκοῇ τοῦ φιλοψόγου, ἡδέως λαλῶν ἢ ἀκούων κατὰ τοῦ πέλας, ἵνα μὴ ἐκπέσῃς τῆς θείας ἀγάπης, καὶ ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς.
νθ´. Μὴ καταδέχου κατὰ τοῦ Πατρός σου λοιδορίαν, μηδὲ προθυμοποιήσῃς τὸν ἀτιμάζοντα αὐτόν· ἵνα μὴ ὁργισθῇ Κύριος ἐπὶ τοῖς ἔργοις σου, καὶ ἐξολοθρεύσῃ σε ἐκ γῆς ζώντων.
ξ´. Ἐπιστόμιζε τὸν καταλαλοῦντα ἐν ἀκοαῖς σου, ἵνα μὴ διπλῆν ἁμαρτίαν σὺν αὐτῷ ἁμαρτάνῃς· καὶ σαυτὸν ὀλεθρίῳ πάθει ἐθίζων, κακεῖνον κατὰ τοῦ πλησίον φλυαρεῖν οὐκ ἀνακόπτων.
ξα´. (973) Ἐγὼ δὲ λέγω ὑμῖν, φησὶν ὁ Κύριος· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· προσεύχεσθε ὑπὲρ τῶν ἐπιρεαζόντων ὑμᾶς. Διὰ τί ταῦτα προσέταξεν; Ἵνα σε μίσους καὶ λύπης καὶ ὁργῆς καὶ μνησικακίας ἐλευθερώσῃ, καὶ τοῦ μεγίστου κτήματος τῆς τελείας ἀγάπης καταξιώσῃ· ἣν ἀμήχανον ἔχειν, τὸν μὴ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντα κατὰ μίμησιν Θεοῦ, τοῦ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντος, καὶ θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
ξβ´. Ἐγὼ δὲ λέγω ὑμῖν· Μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ τῷ ἀγγαρεύοντί σε μίλιον ἕν, ὕπαγε μετ᾿ αὐτοῦ δύο. Διὰ τί; Ἵνα καὶ σὲ ἀόργητον καὶ ἀτάραχον διαφυλάξῃ καὶ ἄλυπον, κἀκεῖνον διὰ τῆς σῆς ἀνεξικακίας παιδεύσῃ, καὶ ἀμφοτέρους ὡς ἀγαθὸς ὑπὸ τὸν ζυγὸν τῆς ἀγάπης ἀγάγῃ.
ξγ´. Πρὸς ἅπερ πράγματὰ ποτε πεπόνθαμεν, τούτων καὶ τὰς φαντασίας ἐμπαθεῖς περιφέρομεν. Ὁ οὖν τὰς ἐμπαθεῖς νικῶν φαντασίας, καὶ τῶν πραγμάτων ὧν αἱ φαντασίαι πάντως καταφρονεῖ· ἐπειδὴ τοῦ πρὸς τὰ πράγματα πολέμου ὁ πρὸς τὰς μνήμας τοσοῦτόν ἐστι χαλεπώτερος, ὅσον τοῦ κατ᾿ ἐνέργειαν ἁμαρτάνειν, τὸ κατὰ διάνοιαν ἐστιν εὐκοπώτερον.
ξδ´. Τῶν παθῶν τὰ μέν ἐστι σωματικά, τὰ δὲ ψυχικά. Καὶ τὰ μὲν σωματικά, ἐκ τοῦ σώματος ἔχει τὰς ἀφορμάς· τὰ δὲ ψυχικά, ἐκ τῶν ἔξωθεν πραγμάτων. Ἀμφότερα δὲ περικόπτει ἀγάπη καὶ ἐγκράτεια· ἡ μέν, τὰ ψυχικά, ἡ δὲ τὰ σωματικά.
ξε´. Τὰ μὲν τῶν παθῶν, τοῦ θυμικοῦ· τὰ δὲ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς, τυγχάνει. Ἀμφότερα δέ, διὰ τῶν αἰσθήσεων κινεῖται. Τότε δὲ κινεῖται, ὅτε ἀγάπης ἡ ψυχὴ καὶ ἐγκρατείας, ἐκτὸς εὑρίσκεται.
ξστ´. Δυσκαταγώνιστα μᾶλλον τὰ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς πάθη, παρὰ τὰ τοῦ ἐπιθυμητικοῦ τυγχάνει. Διὸ καὶ μεῖζον τὸ φάρμακον κατ᾿ αὐτοῦ, ἡ ἐντολὴ τῆς ἀγάπης ὑπὸ τοῦ Κυρίου ἐδόθη.
ξζ´. Πάντα τὰ ἄλλα πάθη, ἢ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς, ἢ τοῦ ἐπιθυμητικοῦ μόνον ἐφάπτεται.ἢ καὶ τοῦ λογιστικοῦ, ὡς ἡ λήθη καὶ ἡ ἄγνοια· ἡ δὲ ἀκηδία, πασῶν τῶν τῆς ψυχῆς δυνάμεων ἐπιδραττομένη, πάντα σχεδὸν ὁμοθυμαδὸν κινεῖ τὰ πάθη. Διὸ καὶ πάντων τῶν ἄλλων παθῶν ἐστι βαρύτατον. Καλῶς οὖν ὁ Κύριος τὸ κατ᾿ αὐτῆς φάρμακον δεδωκώς, Ἐν τῇ ὑπομονῇ ὑμῶν, λέγει, κτήσασθε τὰ ψυχὰς ὑμῶν.
ξη´.(976) Μὴ πλήξῃς ποτὲ τινα τῶν ἀδελφῶν, παραλόγως μάλιστα· μὴ ποτε μὴ φέρων τὴν θλίψιν, ὑποχωρήσῃ· καὶ οὐ μὴ ἐκφεύξῃ ποτὲ τὸν ἔλεγχον τοῦ συνειδότος, ἀεί σοι λύπην ἐν τῷ καιρῷ τῆς προσευχῆς προξενοῦντα, καὶ τῆς θείας παῤῤησίας τὸν νοῦν ἀπελαύνοντα.
ξθ´. Μὴ ἀνάσχῃ τῶν σκάνδαλά σοι φερουσῶν ὑπονοιῶν, ἢ καὶ ἀνθρώπων, κατὰ τινων. Οἱ γὰρ παραδεχόμενοι σκάνδαλα ἐν οἷῳ δήποτε τρόπῳ τῶν κατὰ προαίρεσιν ἢ παρὰ προαίρεσιν συμβαινόντων, οὐκ ἴσασι τὴν ὁδὸν τῆς εἰρήνης, τὴν φέρουσαν διὰ τῆς ἀγάπης εἰς τὴν γνῶσιν τοῦ Θεοῦ τοὺς ταύτης ἐραστάς.
ο´. Οὔπω ἔχει τελείαν τὴν ἀγάπην, ὁ ἔτι τοῖς γνώμαις τῶν ἀνθρώπων συνδιατιθέμενος. Οἷον, τὸν μὲν ἀγαπῶν, τὸν δὲ μισῶν, διὰ τόδε ἢ τόδε· ἢ καὶ τὸν αὐτὸν ποτὲ μὲν ἀγαπῶν, ποτὲ δὲ μισῶν, διὰ τὰς αὐτὰς αἰτίας.
οα´. Ἡ τελεία ἀγάπη οὐ συνδιασχίζει τὴν μίαν τῶν ἀνθρώπων φύσιν, ταῖς διαφόροις αὐτῶν γνώμαις· ἀλλ᾿ εἰς αὐτὴν ἀεὶ ἀποβλεπομένη, πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾷ· τοὺς μὲν σπουδαίους, ὡς φίλους· τοὺς δὲ φαύλους, ὡς ἐχθροὺς ἀγαπᾷ, εὐεργετοῦσα καὶ μακροθυμοῦσα, καὶ ὑπομένουσα τὰ παρ᾿ αὐτῶν ἐπαγόμενα· τὸ κακὸν τὸ συνόλως μὴ λογιζομένη, ἀλλὰ καὶ πάσχουσα ὑπὲρ αὐτῶν, εἰ καιρὸς καλέσειεν, ἵνα καὶ αὐτοὺς ποιήσῃ φίλους εἰ οἷόν τε· εἰ δὲ μή, τῆς γε ἰδίας διαθέσεως οὐκ ἐκπίπτει, τοὺς τῆς ἀγάπης καρποὺς ἀεὶ ἐξ ἴσου πρὸς πάντας ἀνθρώπους ἐνδεικνυμένη. Διὸ καὶ ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς, Χριστός, τὴν αὐτοῦ ἀγάπην εἰς ἡμᾶς ἐνδειξάμενος, ὑπὲρ ὅλης τῆς ἀνθρωπότητος ἔπαθεν, καὶ πᾶσιν ἐξ ἴσου τὴν ἐλπίδα τῆς ἀναστάσεως ἐχαρίσατο· εἰ καὶ ἕκαστος ἑαυτόν, εἴτε δόξης, εἴτε κολάσεως καθίστησιν ἄξιον.
οβ´. Ὁ μὴ καταφρονῶν δόξης καὶ ἀτιμίας, πλούτου καὶ πενίας, ἡδονῆς τε καὶ λύπης, τελείαν ἀγάπην οὔπω ἐκτήσατο. Ἡ γὰρ τελεία ἀγάπη οὐ μόνον τούτων καταφρονεῖ, ἀλλὰ καὶ αὐτῆς τῆς προσκαίρου ζωῆς τε καὶ τοῦ θανάτου.
ογ´. Ἄκουε τῶν καταξιωθέντων τῆς τελείας ἀγάπης, ποῖα λέγουσι· Τὶς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; καθὼς γέγραπται· Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν, διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γάρ, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις (977) ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
οδ´. Περὶ δὲ τῆς εἰς τὸν πλησίον ἀγάπης, ἄκουε πάλιν οἷα λέγουσιν· Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι καὶ τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ· ὅτι λύπη μοί ἐστι πολλή, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινὲς εἰσιν Ἰσραηλῖται, καὶ τὰ ἑξῆς. Ὡσαύτως καὶ ὁ Μωϋσῆς, καὶ οἱ λοιποὶ ἅγιοι [unus Reg. καὶ πάντες οἱ ἅγιοι].
οε´. Ὁ μὴ καταφρονῶν δόξης καὶ ἡδονῆς, καὶ τῆς τούτων αὐξητικῆς, καὶ δι᾿ αὐτὰς συνισταμένης, φιλαργυρίας, τὰς τοῦ θυμοῦ προφάσεις ἐκκόπτειν οὐ δύναται. Ὁ δὲ ταύτας μὴ ἐκόπτων, τῆς τελείας ἀγάπης τυχεῖν οὐ δύναται.
οστ´. Ταπείνωσις καὶ κακοπάθεια, πάσης ἁμαρτίας ἐλευθεροῦσι τὸν ἄνθρωπον· ἡ μέν, τὰ τῆς ψυχῆς· ἡ δέ, τὰ τοῦ σώματος περικόπτουσα πάθη. Τοῦτο γὰρ ποιῶν καὶ ὁ μακάριος φαίνεται Δαβίδ, ἐν οἷς εὔχεται πρὸς τὸν Θεόν, λέγων· Ἰδὲ τὴν ταπείνωσὶν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.
οζ´. Διὰ μὲν τῶν ἐντολῶν ὁ Κύριος, ἀπαθεῖς τοὺς ἐργαζομένους αὐτὰς ἀποτελεῖ· διὰ δὲ τῶν θείων δογμάτων, τὸν φωτισμὸν τῆς γνώσεως αὐτοῖς χαρίζεται.
οη´. Πάντα τὰ δόγματα, ἢ περὶ Θεοῦ εἰσιν, ἢ περὶ ὁρατῶν καὶ ἀοράτων, ἢ περὶ τῆς ἐν αὐτοῖς προνοίας καὶ κρίσεως.
οθ´. Ἡ μὲν ἐλεημοσύνη, τὸ θυμικὸν μέρος τῆς ψυχῆς θεραπεύει· ἡ δὲ νηστεία, τὴν μὲν ἐπιθυμίαν μαραίνει· ἡ δὲ προσευχή, τὸν νοῦν καθαίρει, καὶ πρὸς τὴν τῶν ὄντων θεωρίαν παρασκευάζει. Πρὸς γὰρ τὰς δυνάμεις τῆς ψυχῆς, καὶ τὰς ἐντολὰς ὁ Κύριος ἡμῖν ἐχαρίσατο.
π´. Μάθετε ἀπ᾿ ἐμοῦ, φησίν, ὅτι πρᾶὸς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ τὰ ἑξῆς. Ἡ μὲν πραότης, ἀτάραχον τὸν θυμὸν διαφυλάττει· ἡ δὲ ταπείνωσις, τύφου καὶ κενοδοξίας τὸν νοῦν ἐλευθεροῖ.
πα´. Διττός ἐστιν ὁ τοῦ Θεοῦ φόβος· ὁ μὲν ἐκ τῶν ἀπειλῶν τῆς κολάσεως ἡμῖν ἐντικτόμενος, δι᾿ ὃν ἡ ἐγκράτεια καὶ ἡ ὑπομονή, καὶ ἡ εἰς Θεὸν ἐλπίς, καὶ ἡ ἀπάθεια, ἐξ ἧς ἡ ἀγάπη, κατὰ τάξιν ἡμῖν ἐγγίνονται· ὁ δέ, αὐτῇ τῇ ἀγάπῃ συνέζευκται, εὐλάβειαν τῇ ψυχῇ ἀεὶ ἐμποιῶν, ἵνα μὴ διὰ τὴν τῆς ἀγάπης παῤῥησίαν, εἰς καταφρόνησιν Θεοῦ ἔλθῃ.
πβ´. Τὸν μὲν πρῶτον φόβον ἔξω βάλλει ἡ τελεία ἀγάπη τῆς ψυχῆς τῆς κεκτημένης αὐτήν, μηκέτι τὴν κόλασιν φοβουμένης· τὸν δὲ δεύτερον, ἑαυτῇ ἔχει ἀεί, ὡς εἴρηται συνεζευγμένον. Καὶ τῷ μὲν πρώτῳ φόβῳ, ἁρμόζει τό, Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Καί, Ἀρχὴ σοφίας φόβος Κυρίου. (980) Τῷ δὲ δευτέρῳ, τό, Ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος. Καὶ τό, Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.
πγ´. Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, καὶ τὰ ἑξῆς. Γῆν μὲν ὠνόμασε, τὸ φρόνημα τῆς σαρκός· πορνείαν δὲ εἶπε, τὴν κατ᾿ ἐνέργειαν ἁμαρτίαν· ἀκαθαρσίαν δέ, τὴν συγκατάθεσιν ἐκάλεσε· πάθος δέ, τὸν ἐμπαθῆ λογισμὸν ὠνόμασεν· ἐπιθυμίαν δὲ κακήν, τὴν ψιλὴν τοῦ λογισμοῦ τῆς ἐπιθυμίας παραδοχήν· πλεονεξίαν δέ, τὴν γεννητικήν τε καὶ αὐξητικὴν τοῦ πάθους ὠνόμασεν ὕλην. Ταῦτα οὖν πάντα ὡς μέλη ὄντα τοῦ φρονήματος τῆς σαρκός, ἐκέλευσεν ὁ θεῖος Ἀπόστολος νεκρῶσαι.
πδ´. Πρῶτον μὲν ἡ μνήμη, ψιλὸν τὸν λογισμὸν ἐπὶ τὸν νοῦν ἀναφέρει· καὶ τούτου ἐγχρονίζοντος, κινεῖται τὸ πάθος· τούτου δὲ μὴ ἀναιρουμένου, κάμπτει τὸν νοῦν εἰς συγκατάθεσιν· ταύτης δὲ γενομένης, ἔρχεται λοιπὸν εἰς τὴν κατ᾿ ἐνέργειαν ἁμαρτίαν. Ὁ οὖν πάνσοφος Ἀπόστολος πρὸς τοὺς ἀπὸ ἐθνῶν γράφων, τὸ ἀποτέλεσμα πρῶτον κελεύει ἀναιρεῖν τῆς ἁμαρτίας· εἶτα κατὰ τάξιν ἀναποδίζοντας, εἰς τὴν αἰτίαν καταλήγειν. Ἡ δὲ αἰτία ἐστίν, ἡ γεννητική, ὡς προείρηται, καὶ αὐξητικὴ τοῦ πάθους πλεονεξία. Οἶμαι δὲ ἐνταῦθα τὴν γαστριμαργίαν σημαίνειν, ὡς μητέρα καὶ τροφὸν τῆς πορνείας ὑπάρχουσαν. Ἡ γὰρ πλεονεξία, οὐ μόνον ἐπὶ χρημάτων, ἀλλὰ καὶ ἐπὶ βρωμάτων κακή. Ὣσπερ καὶ ἡ ἐγκράτεια, οὐ μόνον ἐπὶ βρωμάτων, ἀλλὰ καὶ ἐπὶ χρημάτων καλή.
πε´. Ὣσπερ στρουθίον τὸν πόδα δεδεμένον ἀρχόμενον πέτεσθαι, ἐπὶ τὴν γῆν κατασπᾶται σχοινίῳ ἑλκόμενον· οὕτω καὶ ὁ νοῦς μήπω ἀπάθειαν κτησάμενος, καὶ ἐπὶ τὴν τῶν οὐρανίων γνῶσιν πετόμενος, ὑπὸ τῶν παθῶν καθελκόμενος, ἐπὶ τὴν γῆν κατασπᾶται.
πστ´. Ὅτε νοῦς τελείως τῶν παθῶν ἐλευθερωθῇ, τότε καὶ ἐπὶ τὴν θεωρίαν τῶν ὄντων ἀμεταστρεπτὶ ὁδεύει, ἐπὶ τὴν γνῶσιν τῆς ἁγίας Τριάδος τὴν πορείαν ποιούμενος.
πζ´. Καθαρὸς ὑπάρχων ὁ νοῦς, τὰ νοήματα τῶν πραγμάτων ἀναλαμβάνων, εἰς τὴν πνευματικὴν θεωρίαν αὐτῶν κινεῖται· ἀκάθαρτος δὲ ἐκ ῥᾳθυμίας γεγονώς, τὰ μὲν τῶν λοιπῶν πραγμάτων νοήματα ψιλὰ φαντάζεται· τὰ δὲ ἀνθρώπινα δεχόμενος, εἰς αἰσχροὺς ἢ πονηροὺς λογισμοὺς μετατρέπεται.
πη´.(981) Ὅταν ἀεὶ ἐν τῷ καιρῷ προσευχῆς μηδὲν τῶν τοῦ κόσμου νοημάτων διενοχλήσῃ τῷ νῷ, τότε γίνωσκε σαυτὸν μὴ ἔξω εἶναι τῶν ὅρων τῆς ἀπαθείας.
πθ´. Ὅταν ἡ ψυχὴ ἄρχηται τῆς ἰδίας ὑγείας ἐπαισθάνεσθαι, τότε καὶ τὰς ἐν τοῖς ὕπνοις φαντασίας, ψιλὰς καὶ ἀταράχους ἄρχεται βλέπειν.
τέσ. ἀνοικτό´. Ὣσπερ τὸν αἰσθητὸν ὀφθαλμὸν ἡ καλλονὴ τῶν ὁρατῶν· οὕτω καὶ τὸν καθαρὸν νοῦν, ἡ γνῶσις τῶν ἀοράτων πρὸς ἑαυτὴν ἐπισπᾶται. Ἀόρατα δὲ λέγω, τὰ ἀσώματα.
τεσ. ἀνοικτὸ α´. Μέγα μὲν τὸ πρὸς τὰ πράγματα μὴ πάσχειν· μεῖζον δὲ πολλῷ, τὸ πρὸς τὰς φαντασίας αὐτῶν ἀπαθῆ διαμεῖναι. Διότι ὁ διὰ τῶν λογισμῶν πρὸς ἡμᾶς τῶν δαιμόνων πόλεμος, τοῦ διὰ τῶν πραγμάτων πολέμου ἐστὶ χαλεπώτερος.
τεσ. ἀνοικτὸ β´. Ὁ τὰς ἀρετὰς κατορθώσας, καὶ τῇ γνώσει πλουτήσας, ὡς φυσικῶς λοιπὸν τὰ πράγματα διορῶν, πάντα κατὰ τὸν ὀρθὸν λόγον καὶ πράττει καὶ διαλέγεται, τὸ σύνολον μὴ παρατρεπόμενος. Ἐκ γὰρ τοῦ εὐλόγως ἢ παραλόγως τοῖς πράγμασι χρήσασθαι, ἢ ἐνάρετοι ἢ φαῦλοι γινόμεθα.
τέσ. ἀνοικ. γ´. Σημεῖον ἄκρας ἀπαθείας, τὸ ψιλὰ τὰ νοήματα τῶν πραγμάτων ἀεὶ ἀναβαίνειν ἐπὶ τὴν καρδίαν, καὶ ἐγρηγορότος τοῦ σώματος, καὶ κατὰ τοὺς ὕπνους.
τέσ. ἀνοικ. δ´. Διὰ μὲν τῆς ἐργασίας τῶν ἐντολῶν, τὰ πάθη ὁ νοῦς ἀποδύεται· διὰ δὲ τῆς τῶν ὁρατῶν πνευματικῆς θεωρίας, τὰ ἐμπαθῆ τῶν πραγμάτων νοήματα. Διὰ δὲ τῆς τῶν ἀοράτων γνώσεως, τὴν τῶν ὁρατῶν θεωρίαν· ταύτην δέ, διὰ τῆς γνώσεως τῆς ἁγίας Τριάδος.
τέσ. ἀνοικ. ε´. Ὣσπερ ὁ ἥλιος ἀνατέλλων καὶ τὸν κόσμον φωτίζων, δείκνησί τε ἑαυτὸν καὶ τὰ ὑπ᾿ αὐτοῦ φωτιζόμενα πράγματα· οὕτω καὶ ὁ τῆς δικαιοσύνης Ἥλιος τῷ καθαρῷ νῷ ἀνατέλλων, καὶ ἑαυτὸν δείκνυσι, καὶ πάντων τῶν ὑπ᾿ αὐτοῦ γεγονότων καὶ γενησομένων τοὺς λόγους.
τέσ. ἀνοικ. στ´. Οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὸν Θεὸν γινώσκομεν, ἀλλ᾿ ἐκ τῆς μεγαλουργίας αὐτοῦ καὶ προνοίας τῶν ὄντων. Διὰ τούτων γὰρ ὡς δι᾿ ἐσόπτρων, τὴν ἄπειρον ἀγαθότητα καὶ σοφίαν καὶ δύναμιν κατανοοῦμεν.
τέσ. ἀνοικ. ζ´. Ὁ καθαρὸς νοῦς, ἢ ἐν τοῖς ψιλοῖς νοήμασι τῶν ἀνθρωπίνων πραγμάτων εὑρίσκεται, ἢ ἐν τῇ τῶν ὁρατῶν φυσικῇ θεωρίᾳ, ἢ ἐν τῇ τῶν ἀοράτων· ἢ ἐν τῷ φωτὶ τῆς ἁγίας Τριάδος.
τέσ. ἀνοικ. η´. Ἐν τῇ τῶν ὁρατῶν θεωρίᾳ γενόμενος ὁ νοῦς, ἢ τοὺς φυσικοὺς αὐτῶν λόγους ἐρευνᾷ, ἢ τοὺς δι᾿ αὐτῶν σημαινομένους, ἢ αὐτὴν τὴν αἰτίαν ζητεῖ.
τέσ. ἀνοικ. θ´. Ἐν δὲ τῇ τῶν ἀοράτων διατρίβων, τούς τε φυσικοὺς αὐτῶν λόγους ζητεῖ, καὶ τὴν αἰτίαν τῆς γενέσεως αὐτῶν, καὶ τὰ τούτοις ἀκόλουθα. Καὶ τὶς ἡ περὶ αὐτοὺς πρόνοια καὶ κρίσις.
ῥ´. Ἐν δὲ Θεῷ γενόμενος, τοὺς περὶ τῆς οὐσίας (984) αὐτοῦ πρῶτον λόγους, ζητεῖ μὲν ὑπὸ τοῦ πόθου φλεγόμενος, οὐκ ἐκ τῶν κατ᾿ αὐτὸν δὲ τὴν παραμυθίαν εὑρίσκει· ἀμήχανον γὰρ τοῦτο, καὶ ἀνένδεκτον πάσῃ γενητῇ φύσει ἐξ ἴσου· ἐκ δὲ τῶν περὶ αὐτὸν παραμυθεῖται· λέγω δή, τῶν περὶ ἀϊδιότητος, ἀπειρίας τε καὶ ἀοριστίας· ἀγαθότητός τε καὶ σοφίας καὶ δυνάμεως, δημιουργικῆς τε καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων. Καὶ τοῦτο πάντη καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία, καὶ αὐτὸ τὸ μηδὲν γινώσκειν, ὑπὲρ νοῦν γινώσκειν, ὣς που [edit. ὥσπερ] οἱ θεολόγοι ἄνδρες εἰρήκασι, Γρηγόριός τε καὶ Διονύσιος.
α´. Ὁ γνησίως τὸν Θεὸν ἀγαπῶν, οὗτος καὶ ἀπερισπάστως πάντως προσεύχεται· καὶ ὁ ἀπερισπάστως πάντως προσευχόμενος, οὗτος καὶ γνησίως τὸν Θεὸν ἀγαπᾷ. Οὐκ εὔχεται δὲ ἀπερισπάστως, ὃ τινι ἐπιγείων ἔχων τὸν νοῦν προσηλωμένον· οὐκ ἄρα ἀγαπᾷ τὸν Θεόν, ὃ τινι τῶν ἐπιγείων ἔχων τὸν νοῦν δεδεμένον.
β´. Ὁ νοῦς πράγματι χρονίζων αἰσθητῷ, πάθος ἔχει πάντως πρὸς αὐτό· οἷον ἐπιθυμίας, ἢ λύπης, ἢ ὀργῆς, ἢ μνησικακίας· καὶ εἰ μὴ τοῦ πράγματος ἐκείνου καταφρονεῖ, τοῦ πάθους ἐκείνου ἐλευθεροῦσθαι οὐ δύναται.
γ´. Τὰ μὲν πάθη τοῦ νοῦ κρατοῦντα συνδεσμοῦσιν αὐτὸν τοῖς πράγμασι τοῖς ὑλικοῖς· καὶ τοῦ Θεοῦ χωρίσαντα, αὐτοῖς ἐνασχολεῖσθαι ποιοῦσιν. ἡ δὲ τοῦ Θεοῦ ἀγάπη κρατήσασα, λύει αὐτὸν τῶν δεσμῶν· παραφρονεῖν πείθουσα οὐ μόνὸν τῶν αἰσθητῶν πραμγάτων, ἀλλὰ καὶ αὐτῆς ἡμῶν τῆς προσκαίρου ζωῆς.
δ´. Ἔργον τῶν ἐντολῶν,ψιλὰ ποιεῖν τὰ τῶν πραγμάτων νοήματα· ἀναγνώσεως δὲ καὶ θεωρίας, ἄϋλον καὶ ἀνείδεον τὸν νοῦν ἀπεργάζεσθαι· (985) ἐκ δὲ τούτου συμβαίνει, τὸ ἀπερισπάστως προσεύχεσθαι.
ε´. Οὐκ ἀρκεῖ πρακτικὴ μέθοδος πρὸς τὸ τελείως τὸν νοῦν παθῶν ἐλευθερωθῆναι, ὥστε δυνηθῆναι αὐτὸν ἀπερισπάστως προσεύχεσθαι, εἰ μὴ καὶ διάφοροι αὐτὸν διαδέξονται πνευματικαὶ θεωρίαι. Ἡ μὲν γάρ, ἀκρασίας καὶ μίσους μόνον τὸν νοῦν ἐλευθεροῖ· αἱ δέ, καὶ λήθης καὶ ἀγνοίας αὐτὸν ἀπαλλάττουσι· καὶ οὕτω δυνήσεται ὡς δεῖ προσεύξασθαι.
στ´. Τῆς καθαρᾶς προσευχῆς δύο εἰσὶν ἀκρόταται καταστάσεις· ἡ μέν, τοῖς πρακτικοῖς· ἡ δέ, τοῖς θεωρητικοῖς ἐπισυμβαίνουσα. Καὶ ἡ μέν, ἐκ φόβου Θεοῦ καὶ ἐλπίδος ἀγαθῆς τῇ ψυχῇ ἐγγίνεται· ἡ δέ, ἀπὸ θείου ἔρωτος καὶ ἀκροτάτης καθάρσεως. Γνωρίσματα δὲ τοῦ μὲν πρώτου μέτρου, τὸ ἐν τῷ συναγαγεῖν τὸν νοῦν ἐκ πάντων τῶν τοῦ κόσμου νοημάτων, καὶ ὡς αὐτῷ αὐτοῦ περισταμένου τοῦ Θεοῦ, ὥσπερ καὶ παρέστη, ποιεῖσθαι τὰς προσευχὰς ἀπερισπάστως καὶ ἀνενοχλήτως· τοῦ δὲ δευτέρου, τὸ ἐν αὐτῇ τῇ ὁρμῇ τῆς προσευχῆς ἁρπαγῆναι τὸν νοῦν ὑπὸ τοῦ θείου καὶ ἀπείρου φωτός, καὶ μήτε ἑαυτοῦ μήτε τινὸς ἄλλου τῶν ὄντων τὸ σύνολον ἐπαισθάνεσθαι, εἰ μὴ μόνου τοῦ διὰ τῆς ἀγάπης ἐν αὐτῷ τὴν τοιαύτην ἔλλαμψιν ἐνεργοῦντος. Τότε δὲ καὶ περὶ τοὺς περὶ Θεοῦ λόγους κινούμενος, καθαρὰς καὶ τρανὰς τὰς περὶ αὐτοῦ λαμβάνει ἐμφάσεις.
ζ´. Ὃ τις ἀγαπᾷ, τούτου καὶ ἀντέχεται πάντως· καὶ πάντων τῶν πρὸς τοῦτο ἐμποδιζόντων αὐτῷ, καταφρονεῖ, ἵνα μὴ αὐτοῦ στερηθῇ, καὶ τὸν Θεὸν ἀγαπῶν, ἐπιμελεῖται καθαρᾶς προσευχῆς· καὶ πᾶν πάθος πρὸς τοῦτο ἐμποδίζον αὐτῷ, ἀποβάλλει ἐξ ἑαυτοῦ.
η´. Ὁ τὴν μητέρα τῶν παθῶν ἀποβαλὼν φιλαυτίαν, καὶ τὰ λοιπὰ εὐχερῶς σὺν Θεῷ ἀποτίθεται· οἷον ὁργήν, λύπην, μνησικακίαν, καὶ τὰ ἑξῆς· ὁ δὲ ὑπὸ τοῦ πρώτου κρατούμενος, ὑπὸ τοῦ δευτέρου, κἂν μὴ θέλῃ, τιτρώσκεται. Φιλαυτία δέ ἐστι, τὸ πρὸς τὸ σῶμα πάθος.
θ´. Διὰ τὰς πέντε ταύτας αἰτίας οἱ ἄνθρωποι ἀγαπῶσιν ἀλλήλους, εἴτε ἐπαινετῶς, εἴτε ψεκτῶς. Οἷον, ἢ διὰ τὸν Θεόν, ὡς ὁ ἐνάρετος πάντας, καὶ ὡς ὁ τὸν ἐνάρετον κἂν μήπω ἐνάρετος· ἢ διὰ φύσιν, ὡς οἱ γονεῖς τὰ τέκνα, καὶ ἔμπαλιν· ἢ διὰ κενοδοξίαν, ὡς ὁ δοξαζόμενος τὸν δοξάζοντα· ἢ διὰ φιλαργυρίαν, ὡς ὁ πλούσιον διὰ λῆψιν· ἢ διὰ φιληδονίαν, ὡς ὁ τὴν γαστέρα θεραπευόμενος καὶ τὰ ὑπὸ γαστέρα. Καὶ ἡ μὲν πρώτη, ἐπαινετή· ἡ δὲ δευτέρα, μέση· αἱ δὲ λοιπαί, ἐμπαθεῖς.
ι´. Ἐὰν τινὰς μὲν μισῇς, τινὰς δὲ οὐδὲ ἀγαπᾷς οὐδὲ μισῇς· ἑτέρους δὲ ἀγαπᾷς, ἀλλὰ συμμέτρως· ἄλλους δὲ σφόδρα ἀγαπᾷς· ἐκ ταύτης τῆς ἀνισότητος, (988) γνῶθι ὅτι μακρὰν εἶ τῆς τελείας ἀγάπης, ἥτις ὑποτίθεται πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι [Fr. ἀγαπᾷν].
ια´. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Τουτέστι, Πολέμησον τοὺς ἐχθρούς, ἵνα μειώσῃς τὰ πάθη· ἔπειτα δὲ νῆφε, ἵνα μὴ αὐξήσωσι. Καὶ πάλιν· Πολέμησον, ἵνα κτήσῃ τὰς ἀρετάς· καὶ μετέπειτα νῆφε, ἵνα αὐτὰς διαφυλάξῃς. Καὶ τοῦτο ἂν εἴη, τὸ ἐργάζεσθαι, καὶ φυλάσσειν.
ιβ´. Οἱ κατὰ συγχώρησιν Θεοῦ πειράζοντες ἡμᾶς, ἢ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς ἐκθερμαίνουσιν, ἢ τὸ θυμικὸν ἐκταράσσουσιν, ἢ τὸ λογικὸν ἐπισκοτίζουσιν, ἢ τὸ σῶμα ὀδύναις περιβάλλουσιν, ἢ τὰ σωματικὰ διαρπάζουσιν.
ιγ´. Ἢ δι᾿ ἑαυτῶν ἡμᾶς οἱ δαίμονες ἐκπειράζουσιν, ἢ τοὺς μὴ φοβουμένους τὸν Κύριον καθ᾿ ἡμῶν ἐφοπλίζουσιν. Καὶ δι᾿ ἑαυτῶν μέν, ὅταν ἐκ τῶν ἀνθρώπων ἰδιάσωμεν, ὥσπερ τὸν Κύριον ἐν τῇ ἐρήμῳ· διὰ τῶν ἀνθρώπων δέ, ὅταν μετὰ τῶν ἀνθρώπων συνδιατρίψωμεν, ὥσπερ καὶ τὸν Κύριον διὰ τῶν Φαρισαίων. Ἀλλ᾿ ἡμεῖς εῖς τὸν τύπον ἡμῶν ἀποβλεπόμενοι, ἀμφοτέρωθεν αὐτοὺς ἀποκρουσώμεθα.
ιδ´. Ὅταν ἄρχηται ὁ νοῦς εἰς τὴν ἀγάπην τοῦ Θεοῦ προκόπτειν, τότε καὶ ὁ δαίμων τῆς βλασφημίας ἄρχεται ἐκπειράζειν αὐτόν· καὶ τοιούτους αὐτῷ λογισμοὺς ὑποβάλλει, οἷους ἀνθρώπων μὲν οὐδείς, μόνος δὲ ὁ τούτων πατὴρ διάβολος ἐφευρίσκει. Τοῦτο δὲ ποιεῖ, φθονῶν τῷ θεοφιλεῖ· ἵνα εἰς ἀπόγνωσιν ἐλθὼν ὡς τοιαῦτα διανοηθείς, μηκέτι τολμήσῃ διὰ τῆς συνήθους προσευχῆς πρὸς αὐτὸν ἀναπτῆναι. Οὐδὲν δὲ ἐντεῦθεν ὠφελεῖται ὁ ἀλάστωρ πρὸς τὸν ἴδιον σκοπόν· ἀλλὰ καὶ μᾶλλον βεβαιοτέρους ἡμᾶς ἀπεργάζεται. Πολεμούμενοι γὰρ καὶ ἀντιπολεμοῦντες, δοκιμώτεροι καὶ γνησιώτεροι εἰς τὴν ἀγάπην τοῦ Θεοῦ εὑρισκόμεθα. Ἡ δὲ ῥομφαία αὐτοῦ, εἰσέλθοι εἰς τὴν καρδίαν αὐτοῦ, καὶ τὰ τόξα αὐτοῦ συντριβείη.
ιε´. Ὁ νοῦς ἐπιβάλλων τοῖς ὁρατοῖς, κατὰ φύσιν νοεῖ τὰ πράγματα διὰ μέσης τῆς αἰσθήσεως· καὶ οὔτε ὁ νοῦς κακόν, οὔτε τὸ κατὰ φύσιν νοεῖν· οὔτε δὲ τὰ πράγματα, οὔτε ἡ αἴσθησις· Θεοῦ γὰρ εἰσι ταῦτα τὰ ἔργα. Τί οὖν ἐστι τὸ κακόν; Δῆλον ὅτι τὸ πάθος τοῦ κατὰ φύσιν νοήματος, ὅπερ δύναται μὴ εἶναι ἐν τῇ τῶν νοημάτων χρήσει, ἐὰν ὁ νοῦς γρηγορῇ.
ιστ´. Πάθος ἐστὶ κίνησις ψυχῆς παρὰ φύσιν, (989) ἢ ἐπὶ φιλίαν ἄλογον, ἢ ἐπὶ μῖσος ἄκριτον, ἤ τινος, ἢ διὰ τι τῶν αἰσθητῶν. Οἷον ἐπὶ μὲν φιλίαν ἄλογον, ἢ βρωμάτων, ἢ γυναικός, ἢ χρημάτων, ἢ δόξης παρερχομένης, ἤ τινος ἄλλου τῶν αἰσθητῶν, ἢ διὰ ταῦτα.Ἐπὶ μῖσος δὲ ἄκριτον· οἷον ἤ τινος τῶν προειρημένων, ὡς εἴρηται, ἢ πρὸς τινα διὰ ταῦτα.
ιζ´. Ἢ πάλιν κακία ἐστίν, ἡ ἐσφαλμένη κρίσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ ἡ παράχρησις τῶν πραγμάτων. Οἷον ὡς ἐπὶ τῆς γυναικός, ἡ ὀρθὴ κρίσις τῆς συνουσίας, ὁ σκοπός ἐστι τῆς παιδοποιίας.Ὁ οὖν εἰς τὴν ἡδονὴν ἀποβλεψάμενος, ἐσφάλη περὶ τὴν κρίσιν, τὸ μὴ καλὸν ὡς καλὸν ἡγησάμενος. Ὁ γοῦν τοιοῦτος, παραχρῆται γυναικὶ συνουσιαζόμενος. Καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων καὶ νοημάτων.
ιη´. Ὅτε τὸν νοῦν σου οἱ [Fr. Ὅταν τοίνυν τὸν νοῦν οἱ] δαίμονες τῆς σωφροσύνης ἐκβαλόντες, τοῖς τῆς προνείας λογισμοῖς περικυκλώσωσι, τότε μετὰ δακρύων λέγε πρὸς τὸν Δεσπότην· Ἐκβαλόντες με νῦν περιεκύκλωσάν με, τὸ ἀγαλλίαμὰ μου λύτρωσαί με, ἀπὸ τῶν κυκλωσάντων με· καὶ σώζῃ.
ιθ´. Βαρὺς ὁ τῆς πορνείας δαίμων, καὶ σφοδρῶς ἐπιτίθεται τοῖς κατὰ τοῦ πάθους ἀγωνιζομένοις· καὶ μάλιστα ἐν τῇ ἀμελείᾳ τῆς διαίτης, καὶ ἐν ταῖς συντυχίαις τῶν γυναικῶν. Λεληθότως γὰρ τῇ λειότητι τῆς ἡδονῆς ὑποκλέπτων τὸν νοῦν, μετέπεια ἐπεμβαίνει διὰ τῆς μνήμης ἡσυχάζοντι, τό τε σῶμα ἐμπυρίζων, καὶ ποικίλας μορφὰς τῷ νῷ παριστῶν. Διὸ καὶ πρὸς τὴν συγκατάθεσιν τῆς ἁμαρτίας αὐτὸν ἐκκαλεῖται· ἃς ἐὰν θέλῃς μὴ ἐγχρονίζειν ἐν σοί, νηστείαν ἀναλαβοῦ καὶ κόπον καὶ ἀγρυπνίαν, καὶ τὴν καλὴν ἡσυχίαν μετὰ ἐκτενοῦς προσευχῆς.
κ´. Οἱ τὴν ψυχὴν ἡμῶν ἀεὶ ζητοῦντες, διὰ τῶν ἐμπαθῶν λογισμῶν ζητοῦσιν, ἵνα αὐτὴν εἰς τὴν κατὰ διάνοιαν, ἢ τὴν κατ᾿ ἐνέργειαν ἁμαρτίαν ἐμβάλωσιν. Ὅταν οὖν εὕρωσι τὸν νοῦν μὴ παραδεχόμενον, τότε αἰσχυνθήσονται καὶ ἐντραπήσονται· ὅταν δὲ τῇ πνευματικῇ θεωρίᾳ ἐνασχολούμενον, τότε ἀποστραφήσονται καὶ καταισχυνθήσονται σφόδρα διὰ τάχους.
κα´. Διακόνου λόγον ἐπέχει, ὁ πρὸς τοὺς ἱεροὺς ἀγῶνας ἀλείφων τὸν νοῦν, καὶ τοὺς ἐμπαθεῖς λογισμοὺς ἀπελεύνων ἀπ᾿ αὐτοῦ· πρεσβυτέρου δέ, ὁ εἰς τὴν γνῶσιν τῶν ὄντων φωτίζων, καὶ τὴν ψευδώνυμον γνῶσιν ἐξαφανίζων· (992) ἐπισκόπου δέ, ὁ τῷ ἁγίῳ μύρῳ τελειῶν τῆς γνώσεως τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος.
κβ´. Ἀσθενοῦσι μὲν οἱ δαίμονες, ὅταν διὰ τῶν ἐντολῶν μειῶνται τὰ πάθη τὰ ἐν ἡμῖν· ἀπόλλυνται δέ, ὅταν εἰς τέλος διὰ τῆς ἀπαθείας τῆς ψυχῆς ἐξαφανίζωνται, μηκέτι εὑρίσκοντες τὰ δι᾿ ὧν ἐν αὐτῇ εὑρίσκοντο καὶ ἐπολέμουν αὐτήν· καὶ τοῦτο ἂν εἴη τό, Ἀσθενήσουσι, καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.
κγ´. Οἱ μὲν τῶν ἀνθρώπων διὰ φόβον ἀνθρώπινον τῶν παθῶν ἀπέχονται· οἱ δέ, διὰ κενοδοξίαν· ἄλλοι δέ, δι᾿ ἐγκράτειαν· ἕτεροι δέ, διὰ θείων κριμάτων τῶν παθῶν ἐλευθεροῦνται.
κδ´. Πάντες οἱ λόγοι τοῦ Κυρίου, τὰ τέσσαρα ταῦτα περιέχουσι· τὰς ἐντολάς, τὰ δόγματα, τὰς ἀπειλάς, τὰς ἐπαγγελίας· καὶ πᾶσαν σκληραγωγίαν διὰ ταῦτα ὑπομένομεν· οἷον, νηστείας, ἀγρυπνίας, χαμευνίας, κόπους καὶ μόχθους ἐν διακονίαις, ὕβρεις, ἀτιμίας, στρεβλώσεις, θανάτους, καὶ τὰ ὅμοια. Διὰ γὰρ τοὺς λόγους τῶν χειλῶν σου, φησίν, ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.
κε´. Μισθὸς τῆς ἐγκρατείας, ἡ ἀπάθεια· τῆς δὲ πίστεως, ἡ γνῶσις· καὶ ἡ μὲν ἀπάθεια, τίκτει τὴν διάκρισιν· ἡ δὲ γνῶσις, τὴν εἰς θεὸν ἀγάπην [Fr. τὴν θείαν ἀγάπην].
κστ´. Πρακτικὴν μὲν ὁ νοῦς κατορθῶν, εἰς φρόνησιν προκόπτει· θεωρητικὴν δέ, εἰς γνῶσιν. Τῆς μὲν γάρ ἐστιν, εἰς διάκρισιν ἀρετῆς καὶ κακίας φέρειν τὸν ἀγωνιζόμενον· τῆς δέ, εἰς τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων λόγους ἄγειν τὸν μέτοχον. Τῆς δὲ θεολογικῆς χάριτος, τοτηνικαῦτα καταξιοῦται, ὁπηνίκα τὰ προειρημένα πάντα διὰ τῶν τῆς ἀγάπης πτερῶν διαπεράσας, καὶ ἐν Θεῷ γενόμενος, τὸν περὶ αὐτοῦ λόγον διὰ τοῦ πνεύματος, ὡς ἀνθρωπίνῳ νῷ δυνατόν, διασκοπήσει.
κζ´. Θεολογεῖν μέλλων, μὴ τοὺς κατ᾿ αὐτὸν ζητήσῃς λόγους (οὐ μὴ γὰρ εὕρῃ ἀνθρώπινος νοῦς· ἀλλ᾿ οὐδὲ ἄλλου τινὸς τῶν μετὰ Θεὸν), ἀλὰ τοὺς περὶ αὐτόν, ὡς οἷόν τε, διασκόπει. Οἷον τοὺς περὶ ἀϊδιότητος, ἀπειρίας τε καὶ ἀοριστίας, ἀγαθότητός τε καὶ σοφίας καὶ δυνάμεως, δημιουργικῆς τε καὶ προνοητικῆς, καὶ κριτικῆς τῶν ὄντων. Οὗτος γὰρ ἐν ἀνθρώποις μέγας θεολόγος, ὁ τούτων τοὺς λόγους κἂν ποσῶς ἐξευρίσκων.
κη´. Δυνατὸς ἀνήρ, ὁ τῇ πράξει τὴν γνῶσιν συζεύξας. Τῇ μὲν γάρ, τὴν ἐπιθυμίαν μαραίνει καὶ τὸν θυμὸν ἡμεροῖ· τῇ δέ, τὸν νοῦν πτεροῖ, καὶ πρὸς Θεὸν ἐκδημεῖ.
κθ´. Ὅταν λέγῃ Κύριος· Ἐγώ, καὶ ὁ Πατήρ, ἓν ἐσμεν, τὸ ταυτὸν τῆς οὐσίας σημαίνει. Ὅταν δὲ πάλιν λέγῃ· Ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί, τὸ ἀχώριστον δηλοῖ τῶν ὑποστάσεων. (993) Οἱ οὖν Τριθεῖται χωρίζοντες τοῦ Πατρὸς τὸν Υἱόν, εἰς ἀμφίκρημνον ἐμπίπτουσιν. Ἢ γὰρ συναΐδιον λέγοντες τῷ Πατρὶ τὸν Υἱόν, χωρίζοντες δὲ αὐτὸν ἐξ αὐτοῦ, ἀναγκάζονται λέγειν μὴ ἐξ αὐτοῦ γεγεννῆσθαι, καὶ ἐμπεσεῖν εἰς τὸ τρεῖς λέγειν Θεούς, καὶ τρεῖς ἀρχάς· ἢ ἐξ αὐτοῦ γεγεννῆσθαι λέγοντες, χωρίζοντες δέ, ἀναγκάζονται λέγειν μὴ συναΐδιον εἶναι τῷ Πατρί, καὶ ποιῆσαι ὑπὸ χρόνον τὸν τῶν χρόνων δεσπότην. Χρὴ γὰρ καὶ τὸν ἕνα Θεὸν τηρεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν, κατὰ τὸν μέγαν Γρηγόριον· καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος. Καὶ γὰρ « διαιρεῖται» μέν, ἀλλ᾿ «ἀδιαιρέτως, κατὰ τὸν αὐτὸν καὶ συνάπτεται μέν, διῃρημένως δέ.» Καὶ διὰ τοῦτο, παράδοξος καὶ ἡ διαίρεσις καὶ ἡ ἕνωσις. Ἐπεὶ τί ἔχει τὸ παράδοξον, εἰ ὡς ἄνθρωπος ἀνθρώπῳ ἥνωταί τε καὶ κεχώρισται, οὕτω καὶ ὁ Υἱὸς τῷ Πατρί, καὶ οὐδὲν πλέον;
λ´. Ὁ τέλειος ἐν ἀγάπῃ, καὶ εἰς ἄκρον ἀπαθείας ἐλθών, οὐκ ἐπίσταται διαφορὰν ἰδίου καὶ ἀλλοτρίου, ἢ ἰδίας καὶ ἀλλοτρίας, ἢ πιστοῦ καὶ ἀπίστου, ἢ δούλου καὶ ἐλευθέρου, ἢ ὅλως ἄρσενος καὶ θηλείας· ἀλλ᾿ ἀνώτερος τῆς τῶν παθῶν τυραννίδος γενόμενος, καὶ εἰς τὴν μίαν φύσιν τῶν ἀνθρώπων ἀποβλεπόμενος, πάντας ἐξ ἴσου θεωρεῖ, καὶ πρὸς πάντας ἴσως διάκειται. Οὐκ ἔστι γὰρ ἐν αὐτῷ Ἕλλην καὶ Ἰουδαῖος, οὐδὲ ἄρσεν καὶ θῆλυ, οὐδὲ δοῦλος καὶ ἐλεύθερος· ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
λα´. Ἐκ τῶν ὑποκειμένων ἐν τῇ ψυχῇ παθῶν, λαμβάνουσιν οἱ δαίμονες τὰς ἀφορμὰς τοῦ κινεῖν ἐν ἡμῖν τοὺς ἐμπαθεῖς λογισμούς. Εἶτα διὰ τούτων πολεμοῦντες τὸν νοῦν, ἐκβιάζονται αὐτὸν εἰς συγκατάθεσιν ἐλθεῖν τῆς ἁμαρτίας. Ἡττηθέντος δὲ αὐτοῦ, ἄγουσιν εἰς τὴν κατὰ διάνοιαν ἁμαρτίαν. Καὶ ταύτης ἀποτελεσθείσης, φέρουσιν αὐτὸν λοιπὸν αἰχμάλωτον εἰς τὴν πρᾶξιν. Μετὰ δὲ ταύτην λοιπόν, οἱ τὴν ψυχὴν διὰ τῶν λογισμῶν ἐρημώσαντες, σὺν αὐτοῖς ὑποχωροῦσι. Μένει δὲ μόνον ἐν τῷ νῷ τὸ εἴδωλον τῆς ἁμαρτίας, περὶ οὗ φησὶν ὁ Κύριος· ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω· ὅτι τόπος ἅγιος καὶ ναὸς Θεοῦ, ὁ νοῦς ὑπάρχει τοῦ ἀνθρώπου, ἐν ᾧ οἱ δαίμονες διὰ τῶν ἐμπαθῶν λογισμῶν τὴν ψυχὴν ἐρημώσαντες, τὸ εἴδωλον τῆς ἁμαρτίας ἔστησαν. Ὅτι δὲ καὶ ἱστορικῶς ἤδη ταῦτα γέγονεν, οὐδεὶς τῶν τὰ Ἰωσήππεια ἀνεγνωκότων, ὡς οἶμαι, ἀμφιβάλλει. Πλὴν τινὲς φασι καὶ ἐπὶ τοῦ Ἀντιχρίστου ταῦτα γενήσεσθαι.
λβ´. Τρία εἰσὶ τὰ κινοῦντα ἡμᾶς ἐπὶ τὰ καλά· τὰ φυσικὰ σπέρματα· αἱ ἅγιαι Δυνάμεις, καὶ ἡ ἀγαθὴ προαίρεσις. Καὶ τὰ μὲν φυσικὰ σπέρματα, ὡς ὅταν (996) ὃ θέλομεν ἵνα ποιῶσιν ἡμῖν οἱ ἄνθρωποι, καὶ ἡμεῖς ὁμοίως ποιῶμεν αὐτοῖς· ἢ ὡς ὅταν ἴδωμὲν τινα ἐν στενώσει ἢ ἐν ἀνάγκῃ, καὶ φυσικῶς ἐλεῶμεν. Αἱ δὲ ἅγιαι Δυνάμεις, οἷον ὅταν κινούμενοι ἐπὶ καλῷ πράγματι, εὕρωμεν συνεργίαν ἀγαθήν, καὶ κατευοδώμεθα. Ἡ δὲ ἀγαθὴ προαίρεσις, ὡς ὅταν διακρίνοντες ἀπὸ τοῦ κακοῦ τὸ καλόν, αἱρώμεθα τὸ ἀγαθόν.
λγ´. Τρία δὲ πάλιν εἰσὶ τὰ κινοῦντα ἡμᾶς ἐπὶ τὰ κακά· τὰ πάθη, οἱ δαίμονες, καὶ ἡ κακὴ προαίρεσις. Καὶ τὰ μὲν πάθη, ὡς ὅταν ἐπιθυμῶμεν πράγματος παρὰ λόγον· οἷον ἢ βρώματος, παρὰ τὸν καιρόν, ἢ παρὰ τὴν χρείαν, ἢ γυναικὸς παρὰ τὸν σκοπὸν τῆς παιδοποιΐας, καὶ τῆς μὴ νομίμου. Καὶ πάλιν, ὅταν ὁργιζώμεθα, ἢ λυπώμεθα παρὰ τὸ εἰκός· οἷον, κατὰ τοῦ ἀτιμάσαντος, ἢ ζημιώσαντος. Οἱ δὲ δαίμονες, οἷον ὅταν ἐν τῇ ἐμελείᾳ ἡμῶν, καιροσκοποῦντες ἐπιτίθωνται ἡμῖν ἄφνω μετὰ πολλῆς σφοδρότητος κινοῦντες τὰ προειρημένα πάθη, καὶ τὰ ὅμοια. Ἡ δὲ κακὴ προαίρεσις, οἷον, ὅτε ἐν γνώσει τοῦ καλοῦ, κακῶν ἀνθαιρώμεθα.
λδ´. Μισθοὶ τῶν πόνων τῆς ἀρετῆς, εἰσὶν ἡ ἀπάθεια καὶ ἡ γνῶσις. Αὗται γὰρ πρόξενοι γίνονται βασιλείας οὐρανῶν· ὡς καὶ τὰ πάθη καὶ ἡ ἀγνωσία, κολάσεως αἰωνίου. Ὁ οὖν τούτους [in uno Reg. etn. ταύτας] διὰ δόξαν ἀνθρώπων ζητῶν, καὶ μὴ δι᾿ αὐτὸ τὸ καλόν, ἀκούει παρὰ τῆς Γραφῆς· Αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.
λε´. Εἰσὶ πολλὰ τινα φύσει καλὰ ὑπὸ τῶν ἀνθρώπων γινόμενα, ἀλλ᾿ οὐ καλὰ πάλιν διὰ τινα αἰτίαν· οἷον, νηστεία καὶ ἀγρυπνία, προσευχὴ καὶ ψαλμῳδία, ἐλεημοσύνη καὶ ξενοδοχία, φύσει καλὰ ἔργα εἰσίν· ἀλλ᾿ ὅταν διὰ κενοδοξίαν γίνωνται, οὐκ ἔτι καλά.
λστ´. Πάντων τῶν πραττομένων ὑφ᾿ ἡμῶν τὸν σκοπὸν ζητεῖ ὁ Θεός· εἴτε δι᾿ αὐτὸν πράττομεν, εἴτε δι᾿ ἄλλην αἰτίαν.
λζ´. Ὅταν ἀκούσῃς τῆς Γραφῆς λεγούσης· Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· οὐ παρὰ τὸν ὀρθὸν σκοπὸν πραττόμενα, εἰ καὶ δοκεῖ καλὰ εἶναι, ὁ Θεὸς ἀποδίδωσιν· ἀλλὰ τὰ κατὰ τὸν ὀρθὸν δηλονότι. Οὐ γὰρ εἰς τὰ γινόμενα, ἀλλ᾿ εἰς τὸν σκοπὸν τῶν γινομένων, ἡ τοῦ Θεοῦ κρίσις ἐφορᾷ.
λη´. Ὁ τῆς ὑπερηφανίας δαίμων, διπλῆν ἔχει τὴν πονηρίαν· ἢ γὰρ ἑαυτῷ ἀναπείθει τὸν μοναχὸν ἐπιγράφειν τὰ κατορθώματα, καὶ οὐχὶ τῷ Θεῷ, τῷ καὶ χορηγῷ τῶν καλῶν, καὶ βοηθῷ πρὸς κατόρθωσιν· ἢ τούτῳ μὴ πειθόμενον, τοὺς ἔτι ἀτελεστέρους τῶν ἀδελφῶν ὑποβάλλει ἐξουθενεῖν. Ἀγνοεῖ δὲ καὶ οὕτως ὁ ἐνεργούμενος, (997) ὅτι τὴν τοῦ Θεοῦ βοήθειαν ἀναπείθει αὐτὸν ἀπαρνεῖσθαι. Εἰ γὰρ ἐκείνους ὡς μὴ δυνηθέντας κατορθῶσαι ἐξουθενεῖ, ἑαυτὸν δηλονότι ὡς ἐξ ἰδίας δυνάμεως κατορθώσαντα εἰσάγει. Ὅπερ ἐστὶ ἀμήχανον, τοῦ Κυρίου εἰπόντος· Χωρὶς ἐμοῦ οὐ δύνασθαι ποιεῖν οὐδέν. Ἐπειδὴ ἡ ἡμετέρα ἀσθένεια κινουμένη ἐπὶ τὰ καλά, ἄνευ τοῦ τοῦ χορηγοῦ τῶν καλῶν εἰς τέλος ἄγειν οὐ δύναται.
λθ´. Ὁ ἐγνωκὼς τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, οὗτος εἴληφε πεῖραν τῆς θείας δυνάμεως· καὶ ὁ τοιοῦτος δι᾿ αὐτῆς τὰ μὲν κατορθώσας· τὰ δὲ σπεύδων κατορθῶσαι, οὐκ ἐξουθενεῖ ποτε οὐδένα ἀνθρώπων. Οἶδε γάρ, ὅτι ὥσπερ αὐτῷ ἐβοήθησε, καὶ πολλῶν παθῶν καὶ χαλεπῶν ἠλευθέρωσεν, οὕτω δυνατός ἐστι καὶ πᾶσι βοηθῆσαι ὅτε θέλει· καὶ μάλιστα τοῖς δι᾿ αὐτὸν ἀγωνιζομένοις· εἰ καὶ κρίμασὶν τισιν, ὑφ᾿ ἓν πάντας τῶν παθῶν οὐκ ἀπαλλάττει· ἀλλ᾿ ἰδίοις καιροῖς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος ἰατρός, ἕκαστον τῶν σπευδόντων ἰᾶται.
μ´. Ἐπὶ τῇ τῶν παθῶν ἀνενεργησίᾳ, ἡ ὑπερηφανία ἐπισυμβαίνει, ἢ τῶν αἰτιῶν ἀποκρυπτομένων, ἢ τῶν δαιμόνων δολερῶς [edot. δολουργῶς] ὑποχωρούντων.
μα´. Πᾶσα σχεδὸν ἁμαρτία, διὰ ἡδονὴν γίνεται· καὶ ἡ ταύτης ἀναίρεσις, διὰ κακοπαθείας καὶ λύπης, ἢ ἑκουσίου ἢ ἀκουσίου, διὰ μετανοίας, ἢ οἰκονομικῆς ἐπιφορᾶς [edit. περιφορ. ] διὰ τῆς προνοίας ἐπαγομένης· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, φησίν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δέ, ὑπὸ Κυρίου (1000) παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
μβ´. Ὅταν σοι ἔλθῃ ἐξ ἀπροσδοκήτου πειρασμός, μὴ τὸν δι᾿ οὗ αἰτιῶ· ἀλλὰ τὸ διὰ τί ζήτει, καὶ εὑρίσκεις διόρθωσιν. Ἐπεί, εἴτε δι᾿ ἐκείνου, εἴτε δι᾿ ἄλλου, πιεῖν εἶχες τῶν τοῦ Θεοῦ κριμάτων τὸ ἀψίνθιον.
μγ´. Ὅσον εἶ κακότροπος, τὸ κακοπαθεῖν μὴ ἀπαναίνου, ἵνα δι᾿ αὐτῆς ταπεινωθείς, τὴν ὑπερηφανίαν ἐμέσῃ.
μδ´. Οἱ μὲν τῶν πειρασμῶν, ἡδονάς· οἱ δέ, λύπας· οἱ δέ, ὀδύνας σωματικὰς τοῖς ἀνθρώποις προσάγουσι. Κατὰ γὰρ τὴν ἐγκειμένην τῇ ψυχῇ αἰτίαν τῶν παθῶν, καὶ τὸ φάρμακον ὁ ἰατρὸς τῶν ψυχῶν διὰ τῶν αὐτοῦ κριμάτων ἐπιτίθησιν.
με´. Αἱ ἐπιφοραὶ τῶν πειρασμῶν, τοῖς μὲν πρὸς ἤδη γεγονότων ἁμαρτημάτων ἀναίρεσιν· τοῖς δέ, πρὸς νῦν ἐνεργουμένων· ἄλλοις, πρὸς μελλόντων ἐνεργεῖσθαι ἀνακοπήν, ἐπάγονται. Δίχα τῶν πρὸς δοκιμὴν ἐπισυμβαινόντων, ὡς ἐπὶ τοῦ Ἰώβ.
μστ´. Ὁ μὲν ἐχέφρων, τῶν θείων κριμάτων τὴν ἰατρείαν ἀναλογιζόμενος, εὐχαρίστως φέρει τὰς διὰ τούτων ἐπισυμβαινούσας αὐτῷ συμφορᾶς· μηδένα τούτων αἴτιον, ἢ τὰς ἑαυτοῦ ἁμαρτίας λογιζόμενος. Ὁ δὲ ἄφρων, τὴν τοῦ Θεοῦ ἀγνοῶν σοφωτάτην πρόνοιαν, ἁμαρτάνων καὶ παιδευόμενος, ἢ τὸν Θεόν, ἢ τοὺς ἀνθρώπους τῶν ἑαυτοῦ κακῶν αἰτίους λογίζεται.
μζ´. Εἰσὶ τινα ἱστῶντα τὰ πάθη τῆς κινήσεως, καὶ μὴ ἐῶντα προβῆναι εἰς αὔξησιν· καὶ εἰσὶν ἕτερα ἐλαττοῦντα, καὶ εἰς μείωσιν ἄγοντα. Οἷον, νηστεία καὶ κόπος καὶ ἀγρυπνία, οὐκ ἐῶσιν αὔξειν τὴν ἐπιθυμίαν· ἀναχώρησις δὲ καὶ θεωρία καὶ προσευχή, καὶ ἔρως εἰς Θεόν, ἐλαττοῦσιν αὐτήν, καὶ εἰς ἀφανισμὸν ἄγουσι. Καὶ ἐπὶ τοῦ θυμοῦ δὲ ὁμοίως. Οἷον, μακροθυμία καὶ ἀμνησικακία καὶ πραότης, ἱστῶσιν αὐτόν, καὶ οὐκ ἐῶσιν αὔξειν· ἀγάπη δὲ καὶ ἐλεημοσύνη καὶ χρηστότης καὶ φιλανθρωπία, εἰς μείωσιν ἄγουσιν.
μη´. Οὗτινος ὁ νοῦς διαπαντός ἐστι πρὸς Θεόν, τούτου καὶ ἡ ἐπιθυμία εἰς τὸν θεῖον ὑπερηύξησεν ἔρωτα· καὶ ὁ θυμὸς ὁλοστὸς εἰς τὴν θείαν μετετράπη ἀγάπην. Τῇ γὰρ χρονίᾳ τῆς θείας ἐλλάμψεως μετουσίᾳ, ὅλος φωτοειδὴς γεγονώς, καὶ τὸ παθητικὸν αὐτοῦ μέρος πρὸς ἑαυτὸν συσφίγξας, εἰς ἔρωτα θεῖον, ὡς εἴρηται, ἀκατάληκτον, καὶ ἀγάπης ἀκατάπαυστον, ἔστρεψεν, ὅλως ἐκ τῶν ἐπιγείων ἐπὶ τὸ θεῖον μεταγαγών.
μθ´. Οὐ πάντως ὁ μὴ φθονῶν, μηδὲ ὀργιζόμενος μηδὲ μνησικακῶν τῷ λυπήσαντι, ἤδη καὶ ἀγάπην ἔχει πρὸς αὐτόν. Δύναται γὰρ καὶ μήπω ἀγαπῶν, (1001) κακὸν ἀντὶ κακοῦ μὴ ἀποδοῦναι, διὰ τὴν ἐντολήν· οὐ πάντως δὲ ἔτι καὶ καλὸν ἀνταποδῦναι κακοῦ, ἀβιάστως. Τὸ γὰρ ἐκ διαθέσεως καλῶς ποιεῖν τοῖς μισοῦσι, μόνης ἐστὶ τῆς πνευματικῆς τελείας ἀγάπης.
ν´. Οὐχ ὁ μὴ ἀγαπῶν τινα, ἤδη πάντως καὶ μισεῖ αὐτόν· οὐδὲ πάλιν, ὁ μὴ μισῶν, ἤδη πάντως καὶ ἀγαπᾷ. Ἀλλὰ δύναται ὡς μέσος εἶναι πρὸς αὐτόν· τουτέστι, μήτε ἀγαπᾷν, μήτε μισεῖν. Τὴν γὰρ ἀγαπητικὴν διάθεσιν, μόνοι οἱ ἐν τῷ ἐνάτῳ κεφαλαίῳ ταύτης τῆς ἑκατοντάδος εἰρημένοι πέντε τρόποι, ἐμποιεῖν πεφύκασιν, ὅ τε ἐπαινετὸς καὶ ὁ μέσος, καὶ οἱ ψεκτοί.
να´. Ὅταν ἴδῃς τὸν νοῦν σου τοῖς ὑλικοῖς ἡδέως ἐνασχολούμενον, καὶ τοῖς τούτων νοήμασιν ἐμφιλοχωροῦντα, γίνωσκε σεαυτὸν ταῦτα μᾶλλον ἢ τὸν Θεὸν ἀγαπῶντα. Ὅπου γάρα ἐστιν ὁ θησαυρός σου, φησὶν ὁ Κύριος, ἐκεῖ καὶ ἡ καρδία ἔσται.
νβ´. Νοῦς Θεῷ συναπτόμενος, καὶ αὐτῷ ἐγχρονίζων διὰ προσευχῆς καὶ ἀγάπης, σοφὸς γίνεται καὶ ἀγαθὸς καὶ δυνατὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων καὶ μακρόθυμος· καὶ ἁπλῶς εἰπεῖν, πάντα σχεδὸν τὰ θεῖα ἰδιώματα ἐν ἑαυτῷ περιφέρει. Τούτου δὲ ἀναχωρῶν [Ft. ἀποχωρῶν], καὶ τῶν ὑλικῶν προσχωρῶν, ἢ κτηνώδης γίνεται φιλήδονος γεγονώς· ἢ θηριώδης, διὰ ταῦτα τοῖς ἀνθρώποις μαχόμενος.
νγ´. Κόσμον λέγει ἡ Γραφὴ τὰ ὑλικὰ πράγματα· καὶ κοσμικοὶ εἰσι, οἱ τούτοις τὸν νοῦν ἐνασχολοῦντες, πρὸς οὓς καὶ λέγει ἐντρεπτικώτερον· Μὴ ἀγαπᾷτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἡ ἐπιθυμία τῆς σαρκός, καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· ἀλλ᾿ ἐκ τοῦ κόσμου ἐστί, καὶ τὰ ἑξῆς.
νδ´. Μοναχός ἐστιν, ὁ τῶν ὑλικῶν πραγμάτων τὸν νοῦν ἀποχωρίσας· καὶ δι᾿ ἐγκρατείας καὶ ἀγάπης καὶ ψαλμῳδίας καὶ προσευχῆς προσκαρτερῶν τῷ Θεῷ.
νε´. Κτηνοτρόφος μέν ἐστιν νοητός, ὁ πρακτικός· κτηνῶν γὰρ λόγος ἐπέχουσι τὰ ἠθικὰ κατορθώματα· διὸ καὶ ἔλεγεν ὁἸακώβ· Ἄνδρες κτηνοτρόφοι εἰσὶν οἱ παῖδὲς σου. Ποιμὴν δὲ προβάτων, ὁ γνωστικός. Προβάτων γὰρ ἐπέχουσιν οἱ λογισμοί, ἐπὶ τὰ ὄρη τῶν θεωρημάτων ὑπὸ τοῦ νοῦ ποιμαινόμενοι. Διὰ τοῦτο καὶ Βδέλυγμα τοῖς Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων, ἤγουν ταῖς ἐναντίαις δυνάμεσι.
νστ´. Ὁ μὲν φαῦλος νοῦς, κινουμένου τοῦ σώματος διὰ τῶν αἰσθήσεων ἐπὶ τὰς ἰδίας ἐπιθυμίας καὶ ἡδονάς, ἐξακολουθεῖ, καὶ συγκατατίθεται ταῖς τούτου φαντασίαις καὶ ὁρμαῖς· ὁ δὲ ἐνάρετος, ἐγκρατεύεται, καὶ κατέχει ἑαυτὸν ἀπὸ τῶν ἐμπαθῶν φαντασιῶν καὶ ὁρμῶν, καὶ μᾶλλον φιλοσοφεῖ βελτίους ποιῆσαι τὰς τοιαύτας αὐτοῦ κινήσεις.
(1004) νζ´. Τῶν ἀρετῶν, αἱ μὲν εἰσι σωματικαί· αἱ δέ, ψυχικαί. Καὶ σωματικαὶ μὲν εἰσιν, οἷον νηστεία, ἀγρυπνία, χαμευνία, διακονία, ἐργόχειρον πρὸς τὸ μὴ ἐπιβαρῆσαὶ τινα, ἢ πρὸς μετάδοσιν, καὶ τὰ ἑξῆς. Ψυχικαὶ δὲ εἰσιν, οἷον ἀγάπη, μακροθυμία, πραότης, ἐγκράτεια, προσευχή, καὶ τὰ ἑξῆς. Ἐὰν οὖν ἔκ τινος ἀνάγκης, ἢ περιστάσεως σωματικῆς, οἷον ἀῤῥωστίας, ἤ τινος τῶν τοιούτων, συμβῇ ἡμῖν μὴ ἐκτελέσαι δυνηθῆναι τὰς προειρημένας σωματικὰς ἀρετάς, συγγνώμην ἔχομεν παρὰ Κυρίου, τοῦ καὶ τὰς αἰτίας εἰδότος· τὰς δὲ ψυχικὰς μὴ ἐκτελοῦντες οὐδεμίαν ἔξομεν ἀπολογίαν. Οὐ γὰρ εἰσιν ὑπὸ ἀνάγκην.
νη´. Ἡ εἰς Θεὸν ἀγάπη, πάσης ἡδονῆς παρερχομένης, καὶ παντὸς πόνου καὶ λύπης πείθει καταφρονεῖν τὸν μέτοχον αὐτῆς. Καὶ πειθέτωσάν σε οἱ ἅγιοι πάντες, τοσαῦτα πεπονθότες διὰ Χριστόν.
νθ´. Πρόσεχε σεαυτῷ ἀπὸ τῆς μητρὸς τῶν κακῶν, φιλαυτίας, ἥτις ἐστὶν ἡ τοῦ σώματος ἄλογος φιλία. Ἐκ ταύτης γὰρ εὐλογοφανῶς τίκτονται οἱ πρῶτοι καὶ ἐμπαθεῖς καὶ γενικώτατοι τρεῖς ἐμμανεῖς λογισμοί· ὁ τῆς γαστριμαργίας λέγω, καὶ φιλαργυρίας, καὶ κενοδοξίας· τὰς ἀφορμὰς ἐκ τῆς ἀναγκαίας τοῦ σώματος δῆθεν λαμβάνοντες χρείας· ἐξ ὧν γεννᾶται ἅπας ὁ τῶν κακῶν κατάλογος. Δεῖ οὖν, ὡς εἴρηται, προσέχειν ἀναγκαίως, καὶ ταύτῃ πολεμεῖν μετὰ πολλῆς νήψεως. Ταύτης γὰρ ἀναιρουμένης, συναναιροῦνται πάντες οἱ ἐξ αὐτῆς.
ξ´. Τὸ τῆς φιλαυτίας πάθος, τῷ μὲν μοναχῷ ἐλεεῖν ὑποτίθεται τὸ σῶμα, καὶ συνελθεῖν παρὰ τὸ προσῆκον εἰς τὰ βρώματα· οἰκονομίας δῆθεν χάριν καὶ κυβερνήσεως, ἵνα κατὰ μικρὸν παρασυρόμενος, εἰς τὸν βόθρον τῆς φιληδονίας ἐμπέσῃ. Τῷ δὲ κοσμικῷ ἐντεῦθεν ἤδη πρόνοιαν αὐτῷ ποιεῖσθαι εἰς ἐπιθυμίαν ὑποβάλλει.
ξα´. Τὴν τῆς προσευχῆς ἀκροτάτην κατάστασιν, ταύτην εἶναι λέγουσι, τὸ ἔξω σαρκὸς καὶ κόσμου γενέσθαι τὸν νοῦν, καὶ ἄϋλον πάντη καὶ ἀνείδεον ἐν τῷ προσεύχεσθαι. Ὁ οὖν ταύτην ἀλώβητον διατηρῶν τὴν κατάστασιν, οὗτος ὄντως ἀδιαλείπτως προσεύχεται.
ξβ´. Ὣσπερ τὸ σῶμα ἀποθνῆσκον, πάντων χωρίζεται τῶν τοῦ βίου πραγμάτων· οὕτω καὶ ὁ νοῦς ἐν τῷ ἄκρως προσεύχεσθαι ἀποθνήσκων, πάντων χωρίζεται τῶν τοῦ κόσμου νοημάτων. Ἐὰν γὰρ μὴ τὸν τοιοῦτον θάνῃ θάνατον, μετὰ θεοῦ εὑρεθῆναι καὶ ζῆσαι οὐ δύναται.
(1005) ξγ´. Μηδείς σε ἀπατήσῃ, μοναχέ, ὅτι ἔνι σε σωθῆναι ἡδονῇ καὶ κενοδοξίᾳ δουλεύοντα.
ξδ´. Ὣσπερ τὸ σῶμα διὰ τῶν πραγμάτων ἁμαρτάνει, καὶ ἔχει πρὸς παιδαγωγίαν τὰς σωματικὰς ἀρετάς, ἵνα σωφρονῇ· οὕτω καὶ ὁ νοῦς διὰ τῶν ἐμπαθῶν νοημάτων, καὶ ἔχει ὡσαύτως πρὸς παιδαγωγίαν τὰς ψυχικὰς ἀρετάς, ἵνα καθαρῶς καὶ ἀπαθῶς ὁρῶν τὰ πράγματα, σωφρονῇ.
ξε´. Ὣσπερ τὰς ἡμέρας διαδέχονται αἱ νύκτες, καὶ τὰ θέρη οἱ χειμῶνες· οὕτω κενοδοξίαν καὶ ἡδονήν, λύπαι καὶ ὀδύναι, εἴτε ἐν τῷ παρόντι εἴτε ἐν τῷ μέλλοντι.
ξστ´. Οὐκ ἔστιν ἁμαρτήσαντα ἐκφυγεῖν τὴν μέλλουσαιν κρίσιν, ἄνευ ἑκουσίων ἐνταῦθα πόνων, ἢ ἀκουσίων ἐπιφορῶν.
ξζ´. Διὰ πέντε αἰτίας φασι παραχωρεῖσθαι ἡμᾶς ὑπὸ Θεοῦ πολεμεῖσθαι ὑπὸ δαιμόνων. Καὶ πρώτην μὲν εἶναὶ φασιν, ἵνα πολεμούμενοι καὶ ἀντιπολεμοῦντες, εἰς διάκρισιν τῆς ἀρετῆς καὶ τῆς κακίας ἔλθωμεν. Δευτέραν δέ, ἵνα πολέμῳ καὶ πόνῳ τὴν ἀρετὴν κτώμενοι, βεβαίαν αὐτὴν καὶ ἀμετάπτωτον ἔξωμεν. Τρίτην δέ, ἵνα προκόπτοντες εἰς τὴν ἀρετήν, μὴ ὑψηλοφρονῶμεν, ἀλλὰ μάθωμεν ταπεινοφρονεῖν. Τετάρτην δέ, ἵνα πειραθέντες τῆς κακίας, τέλειον μῖσος αὐτὴν μισήσωμεν. Πέμπτην δὲ ἐπὶ πάσαις, ἵνα ἀπαθεῖς γενόμενοι, μὴ ἐπιλαθώμεθα τῆς οἰκείας ἀσθενείας, μήτε τῆς τοῦ βοηθήσαντος δυνάμεως.
ξη´. Ὣσπερ τοῦ πεινῶντος ὁ νοῦς ἄρτον φαντάζεται, καὶ τοῦ διψῶντος ὕδωρ, οὕτω καὶ τοῦ γαστριμάργου ποικιλίας ἐδεσμάτων· καὶ τοῦ φιληδόνου, μορφὰς γυναικῶν· καὶ ὁ τοῦ κενοδόξου, τὰς ἐξ ανθρώπων τιμάς· καὶ τοῦ φιλαργύρου, τὰ κέρδη· καὶ τοῦ μνησικάκου, τὴν ἄμυναν τοῦ λυπήσαντος· καὶ τοῦ φθονεροῦ, τὴν κάκωσιν τοῦ φθονουμένου, καὶ ἐπὶ τῶν ἄλλων παθῶν ὁμοίως. Ἐκ γὰρ τῶν παθῶν ὀχλούμενος νοῦς, λαμβάνει τὰ ἐμπαθῆ νοήματα, καὶ ἐγρηγορότος τοῦ σώματος, καὶ κατὰ τοὺς ὕπνους.
ξθ´. Ὅταν ἐπιθυμία αὔξῃ, τὰς ποιητικὰς τῶν ἡδονῶν ὕλας ἐν τοῖς ὕπνοις ὁ νοῦς φαντάζεται· ὅταν δὲ ὁ θυμός, τὰ φόβων ποιητικὰ βλέπει πράγματα. Αὔξουσι μέντοι τὰ πάθη, οἱ ἀκάθαρτοι δαίμονες, συνεργὸν τὴν ἡμετέραν ἀμέλειαν λαμβάνοντες, καὶ ταῦτα ἐρεθίζοντες. Ἐλαττοῦσι δὲ οἱ ἅγιοι ἄγγελοι, πρὸς τὴν τῶν ἀρετῶν ἡμᾶς κινοῦντες ἐργασίαν.
ο´. Τὸ μὲν ἐπιθυμητικὸν τῆς ψυχῆς πυκνότερον ἐρεθιζόμενον, ἕξιν φιληδονίας δυσκίνητον τῇ ψυχῇ ἐντίθησιν· ὁ δὲ θυμὸς συνεχῶς ταρασσόμενος, δειλὸν καὶ ἄνανδρον τὸν νοῦν ἀπεργάζεται. Ἰῶνται δέ, τὸ μέν, ἄσκησις ἐπιτεταμένη νηστείας καὶ ἀγρυπνίας καὶ προσευχῆς· τὸν δέ, χρηστότης καὶ φιλανθρωπία καὶ ἀγάπη καὶ ἔλεος.
(1008) οα´. Ἢ διὰ τῶν πραγμάτων οἱ δαίμονες πολεμοῦσιν, ἢ διὰ τῶν ἐν τοῖς πράγμασιν ἐμπαθῶν νοημάτων. Καὶ διὰ μὲν τῶν πραγμάτων, τοὺς ἐν τοῖς πράγμασιν ὄντας, διὰ δὲ τῶν νοημάτων, τοὺς τῶν πραγμάτων κεχωρισμένους.
οβ´. Ὅσον ἐστὶν εὐκοπώτερον τὸ κατὰ διάνοιαν ἁμαρτάνειν τοῦ κατ᾿ ἐνέργειαν, τοσοῦτόν ἐστι βαρύτερος ὁ διὰ τῶν νοημάτων πόλεμος, τοῦ διὰ τῶν πραγμάτων.
ογ´. Τὰ μὲν πράγματα ἔξωθὲν εἰσι τοῦ νοῦ· τὰ δὲ τούτων νοήματα ἔσω συνίστανται. Ἐν αὐτῷ οὖν ἐστι, τὸ εὖ τούτοις χρήσασθαι, ἢ κακῶς. Τῇ γὰρ ἐσφαλμένῃ τῶν νοημάτων χρήσει ἡ παράχρησις τῶν πραγμάτων ἀκολουθεῖ.
οδ´. Διὰ τῶν τριῶν τούτων λαμβάνει ὁ νοῦς τὰ ἐμπαθῆ νοήματα· διὰ τῆς αἰσθήσεως, διὰ τῆς κράσεως, διὰ τῆς μνήμης. Καὶ διὰ μὲν τῆς αἰσθήσεως, ὅταν προσβάλλοντα αὐτῇ τὰ πράγματα πρὸς ἅπερ τὰ πάθη κεκτήμεθα, κινῇ αὐτὸν πρὸς ἐμπαθεῖς λογισμούς. Διὰ δὲ τῆς κράσεως, ὅταν ἐξ ἀκολάστου διαίτης, ἢ ἐνεργείας δαιμόνων, ἢ νοσήματός τινος ἀλλοιουμένη ἡ τοῦ σώματος κρᾶσις, κινῇ αὐτὸν πάλιν πρὸς ἐμπαθεῖς λογισμούς, ἢ κατὰ τῆς Προνοίας. Διὰ δὲ τῆς μνήμης, ὅταν τῶν πραγμάτων πρὸς ἅπερ πεπόνθαμεν τὰ νοήματα ἡ μνήμη ἀναφέρῃ, καὶ κινῇ αὐτὸν ὁμοίως πρὸς ἐμπαθεῖς λογισμούς.
οε´. Τῶν εἰς χρῆσιν παρὰ Θεοῦ δοθέντων ἡμῖν πραγμάτων, τὰ μέν, ἐν τῇ ψυχῇ, τὰ δέ, ἐν τῷ σώματι, τὰ δέ, περὶ τὸ σῶμα εὑρίσκεται, οἷον, ἐν μὲν τῇ ψυχῆ, αἱ δυνάμεις αὐτῆς· ἐν δὲ τῷ σώματι, τὰ αἰσθητήρια καὶ τὰ λοιπὰ μέλη· περὶ δὲ τὸ σῶμα, βρώματα, κτήματα, καὶ τὰ ἑξῆς. Τὸ οὖν εὖ τούτοις χρήσασθαι ἢ κακῶς, ἢ τοῖς περὶ ταῦτα συμβεβηκόσιν, ἢ ἐναρέτους ἢ φαύλους ἡμᾶς ἀποφαίνει.
οστ´. Τῶν ἐν τοῖς πράγμασι συμβεβηκότων, τὰ μὲν εἰσι τῶν ἐν τῇ ψυχῇ, τὰ δέ, τῶν ἐν τῷ σώματι, τὰ δέ, τῶν περὶ τὸ σῶμα πραγμάτων. Καὶ τῶν μὲν ἐν τῇ ψυχῇ, οἷον, γνῶσις καὶ ἄγνοια, λήθη καὶ μνήμη, ἀγάπη καὶ μῖσος, φόβος καὶ θάρσος, λύπη καὶ χαρά, καὶ τὰ ἑξῆς· τῶν δὲ ἐν τῷ σώματι, οἷον, ἡδονὴ καὶ πόνος, αἴσθησις καὶ πήρωσις, ὑγεία καὶ νόσος, ζωὴ καὶ θάνατος, καὶ τὰ τοιαῦτα. Τῶν δὲ περὶ τὸ σῶμα, οἷον, εὐτεκνία καὶ ἀτεκνία, πλοῦτος καὶ πενία, δόξα καὶ ἀδοξία, καὶ τὰ ἑξῆς. Τούτων δέ, τὰ μὲν καλά, τὰ δὲ κακὰ τοῖς ἀνθρώποις νομίζεται, οὐδὲν αὐτῶν κακὸν ὂν τῷ ἰδίῳ λόγῳ· (1009) παρὰ δὲ τὴν χρῆσιν, εἴτε κακὰ κυρίως, εἴτε ἀγαθὰ εὑρίσκεται.
οζ´. Καλὴ ἡ γνῶσις τῇ φύσει· ὁμοίως δὲ καὶ ὑγεία· ἀλλὰ τἀναντία τοὺς πολλοὺς ἤπερ ταῦτα ὤνησεν. Τοῖς γὰρ φαύλοις οὐκ εἰς καλὸν ἡ γνῶσις συμβαίνει, εἰ καὶ τῇ φύσει, ὡς εἴρηται, ἐστὶ καλή· ὁμοίως δὲ οὐδὲ ὑγεία, οὐδὲ πλοῦτος, οὐδὲ χαρά. Οὐ γὰρ συμφερόντως τούτοις κέχρηνται. Ἄρα οὖν τἀναντία τούτοις συμφέρει. Οὐκοῦν οὐδὲ ἐκεῖνα κακὰ τῷ ἰδίῳ λόγῳ τυγχάνει, εἰ καὶ δοκεῖ κακὰ εἶναι.
οη´. Μὴ παραχρῶ τοῖς νοήμασιν, ἵνα μὴ ἐξ ἀνάγκης καὶ τοῖς πράγμασι παραχρήσῃ. Ἐὰν γὰρ μὴ τις πρῶτον κατὰ διάνοιαν ἁμαρτάνῃ, οὐκ ἂν ἁμάρτῃ ποτὲ κατ᾿ ἐνέργειαν.
οθ´. Εἰκὼν τοῦ χοϊκοῦ αἱ γενικαὶ κακίαι ὑπάρχουσιν· οἷον, ἀφροσύνη, δειλία, ἀκολασία, ἀδικία. Εἰκὼν δὲ τοῦ ἐπουρανίου, αἱ γενικαὶ ἀρεταί, οἷον, φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη. Ἀλλὰ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
π´. Εἰ θέλεις εὑρεῖν τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωήν, ἐν τῇ ὁδῷ αὐτὴν ζήτει, κἀκεῖ αὐτὴν εὑρίσκεις, τῇ εἰπούσῃ· Ἐγὼ εἰμι ἡ ὁδός, καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια. Πλὴν σφόδρα ἐμπόνως ζήτει, διότι ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν· καὶ μήπως τῶν ὀλίγων ἀπολειφθείς, μετὰ τῶν πολλῶν εὑρεθήσῃ.
πα´.Διὰ τὰ πέντε ταῦτα ἡ ψυχὴ ἀπὸ ἁμαρτιῶν ἀνακόπτεται· ἢ διὰ τὸν φόβον τῶν ἀνθρώπων, ἢ διὰ τὸν φόβον τῆς κρίσεως, ἢ διὰ τὴν μέλλουσαν μισθαποδοσίαν, ἢ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ, ἢ τελευταῖον δία συνείδησιν τύπτουσαν.
πβ´. Τινὲς φασιν, ὅτι οὐκ ἂν ἦν τὸ κακὸν ἐν τοῖς οὖσιν, εἰ μήτι δ᾿ ἂν ἑτέρα τις ἦν δύναμις, ἡ ἀνθέλκουσα ἡμᾶς ἐπ᾿ αὐτό. Αὕτη δέ ἐστιν οὐδὲν ἕτερον, ἢ ἡ τῶν κατὰ φύσιν τοῦ νοῦ ἐνεργειῶν ἀμέλεια. Διόπερ οἱ τούτων τὴν ἐπιμέλειαν ποιούμενοι, τὰ μὲν καλά, ἀεὶ ποιοῦσι· τὰ δὲ κακὰ [Fr.Ὅρα τί ἐστι κακία], οὐδέποτε. Εἰ οὖν θέλεις καὶ σὺν ἄπωσαι τὴν ἀμέλειαν, καὶ συναπελαύνεις τὴν κακίαν· ἥτις ἐστι ἡ ἐσφαλμένη χρῆσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ ἡ παράχρησις τῶν πραγμάτων.
πγ´. Κατὰ φύσιν ἐστὶ τοῦ ἐν ἡμῖν λογικοῦ μέρους, τό τε ὑποταγῆναι τῷ θείῳ λόγῳ, καὶ τὸ ἄρχειν τοῦ ἐν ἡμῖν ἀλόγου μέρους. Αὕτη οὖν ἡ τάξις ἐν πᾶσι φυλαχθήτω, καὶ οὔτε τὸ κακὸν ἔσται ἐν τοῖς οὖσιν, οὔτε τὸ ἐπ᾿ αὐτὸ ἀνθέλκον εὑρεθήσεται.
πδ´. Οἱ μὲν τῶν λογισμῶν, ἁπλοῖ εἰσιν, οἱ δὲ σύνθετοι. Καὶ ἁπλοῖ μὲν εἰσιν, οἱ ἀπαθεῖς· σύνθετοι δέ, οἱ ἐμπαθεῖς, ὡς ἐκ πάθους καὶ νοήματος συγκείμενοι. Τούτων οὕτως ἐχόντων, πολλοὺς τῶν ἁπλῶν ἔστιν ἰδεῖν ἑπομένους τοῖς συνθέτοις, ὅταν ἄρξωνται κινεῖσθαι πρὸς τὸ κατὰ διάνοιαν ἁμαρτάνειν. Οἷον, ὡς ἐπὶ χρυσίου· ἀνέβη ἐπὶ τὴν μνήμην τινὸς λογισμὸς περὶ χρυσίου ἐμπαθής· καὶ ὥρμησε τῇ διανοίᾳ ἐπὶ τὸ κλέπτειν, (1012) καὶ ἀπετέλεσε κατὰ νοῦν τὴν ἁμαρτίαν. Συνείποντο δὲ τῇ μνήμῃ τοῦ χρυσίου, καὶ ἡ μνήμη τοῦ βαλλαντίου καὶ τοῦ σκευαρίου καὶ τοῦ κουβουκλείου, καὶ τῶν ἑξῆς. Καὶ ἡ μὲν μνήμη τοῦ χρυσίου, ἦν σύνθετος· εἶχε γὰρ τὸ πάθος· ἡ δὲ τοῦ βαλλαντίου καὶ τοῦ σκευαρίου καὶ τῶν ἑξῆς, ἁπλῆ. Οὐ γὰρ εἶχε πρὸς αὐτὰ πάθος ὁ νοῦς. Καὶ ἐπὶ παντὸς δὲ λογισμοῦ ὁμοίως ἔχει, ἐπί τε κενοδοξίας, καὶ ἐπὶ γυναικός, καὶ τῶν λοιπῶν. Οὐ γὰρ πάντες οἱ συνεπόμενοι τῷ ἐμπαθεῖ λογισμῷ λογισμοί, καὶ ἐμπαθεῖς εἰσιν, ὡς ἀπέδειξεν ὁ λόγος.Ἐκ τούτων οὖν δυνάμεθα γνῶναι, ποῖα τὰ ἐμπαθῆ νοήματα, καὶ ποῖα τὰ ἁπλᾶ.
πε´. Τινὲς μὲν φασιν, ὅτι τῶν μορίων τοῦ σώματος καθαπτόμενοι οἱ δαίμονες κατὰ τοὺς ὕπνους, κινοῦσι τὸ πάθος τῆς πορνείας· εἶτα τὸ πάθος κινούμενον, ἀναφέρει τὴν μορφὴν τῆς γυναικὸς διὰ τῆς μνήμης ἐπὶ τὸν νοῦν. Τινὲς δέ, ὅτι τῷ μὲν νῷ ἐν σχήματι γυναικὸς παραφαίνονται· τῶν τε μορίων τοῦ σώματος καθαπτόμενοι, τὴν ὄρεξιν κινοῦσι, καὶ οὕτω γίνονται αἱ φαντασίαι. Ἕτεροι δὲ πάλιν, ὅτι τὸ πάθος τὸ ἐπικρατοῦν ἐν τῷ πλησιάζοντι δαίμονι, κινεῖ τὸ πάθος· καὶ οὕτως ἀνάπτεται πρὸς λογισμοὺς ἡ ψυχή, ἀναφέρουσα τὰς μορφὰς διὰ τῆς μνήμης. Καὶ ἐπὶ τῶν ἄλλων δὲ ἐμπαθῶν φαντασιῶν ὁμοίως, οἱ μὲν οὕτως, οἱ δὲ οὕτως συμβαίνειν φασί. Πλὴν ἐν οὐδενὶ τῶν εἰρημένων τρόπων ἰσχύουσι πάθος τὸ οἱονδήποτε κινῆσαι οἱ δαίμονες, παρούσης τῇ ψυχῇ ἀγάπης καὶ ἐγκρατείας, οὔτε ἐγρηγορότος τοῦ σώματος, οὔτε κατὰ τοὺς ὕπνους.
πστ´. Τὰ μὲν τῶν τοῦ νόμου ἐντολῶν καὶ σωματικῶς καὶ πνευματικῶς ἀνάγκη φυλάττειν· τὰ δέ, πνευματικῶς μόνον. Οἷον τό, Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, καὶ τὰ ὅμοια, καὶ σωματικῶς καὶ πνευματικῶς χρὴ φυλάττειν. Καὶ πνευματικῶς δὲ τρισσῶς. Τὸ δὲ περιτέμνεσθαι καὶ φυλάττειν τὸ Σάββατον, καὶ σφάξαι τὸν ἀμνὸν καὶ ἔδεσθαι ἄζυμα ἐπὶ πικρίδων, καὶ τὰ ὅμοια, πνευματικῶς μόνον.
(1013) πζ´. Τρεῖς εἰσιν ἠθικαὶ καταστάσεις γενικώτεραι ἐν τοῖς μοναχοῖς. Καὶ πρώτη μέν, τὸ μηδὲν ἁμαρτάνειν κατ᾿ ἐνέργειαν· δευτέρα δέ, τὸ μὴ ἐγχρονίζειν ἐν τῇ ψυχῆ τοὺς ἐμπαθεῖς λογισμούς· τρίτη δέ, τὸ τὰς μορφὰς τῶν γυναικῶν, καὶ τῶν λυπησάντων ἀπαθῶς θεωρεῖν κατὰ διάνοιαν.
πη´. Ἀκτήμων ἐστὶν ὁ ἀπαταξάμενος πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, καὶ μηδὲν τὸ σύνολον ἐπὶ γῆς κεκτημένος πλὴν τοῦ σώματος· καὶ τὴν πρὸς αὐτὸ δὲ σχέσιν διαῤῥήξας, τῷ Θεῷ καὶ τοῖς εὐσεβέσι τὴν ἑαυτοῦ κατεπίστευσεν οἰκονομίαν.
πθ´. Τῶν κτωμένων οἱ μὲν ἀπαθῶς κτῶνται· διὸ καὶ στερούμενοι αὐτῶν, οὐ λυποῦνται· ὡς οἱ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων αὐτοῖς μετὰ χαρᾶς προσδεξάμενοι. Οἱ δὲ ἐμπαθῶς κτῶνται· διότι μέλλοντες στερεῖσθαι, περίλυποι γίνονται· ὡς ὁ ἐν τῷ Εὐαγγελίῳ πλούσιος, ἀπῆλθε λυπούμενος. Εἰ δὲ καὶ στεροῦνται, μέχρι θανάτου λυποῦνται. Τοῦ οὖν ἀπαθοῦς καὶ τοῦ ἐμπαθοῦς τὴν διάθεσιν ἡ στέρησις ἐλέγχει.
τεσ. ἀνοικ.´. Τοὺς μὲν ἄκρως προσευχομένους πολεμοῦσιν οἱ δαίμονες, ἵνα τὰ νοήματα τῶν αἰσθητῶν πραγμάτων ψιλὰ μὴ ἀναλαμβάνωσι· τοὺς δὲ γνωστικούς, ἵνα ἐγχρονίζωσιν ἐν αὐτοῖς οἱ ἐμπαθεῖς λογισμοί· τοὺς δὲ περὶ τὴν πρᾶξιν ἀγωνιζομένους, ἵνα πείσωσιν αὐτοὺς κατ᾿ ἐνέργειαν ἁμαρτάνειν· παντὶ δὲ τρόπῳ πρὸς πάντας ἀγωνίζονται, ἵνα ἀπὸ τοῦ Θεοῦ οἱ δείλαιοι τοὺς ἀνθρώπους χωρίσωσι.
τεσ. ἀνοικ. α´. Οἱ κατὰ τὸν βίον τοῦτον ὑπὸ τῆς θείας προνοίας εἰς εὐσέβειαν ἐγγυμναζόμενοι, διὰ τῶν τριῶν τούτων πειρασμῶν δοκιμάζονται· οἷον, ἢ διὰ τῆς τῶν ἡδέων δόσεως, ὡς ἐπὶ ὑγείας καὶ κάλλους καὶ εὐτεκνίας (1016) καὶ χρημάτων καὶ δόξης, καὶ τῶν ὁμοίων· ἢ διὰ τῆς τῶν λυπηρῶν ἐπιφορᾶς· οἷον, στερήσεως τέκνων, καὶ χρημάτων καὶ δόξης· ἢ διὰ τῶν ὀδύνας ἐμποιούντων τῷ σώματι· οἷον, νοσημάτων καὶ βασάνων, καὶ τῶν ἑξῆς. Καὶ πρὸς μὲν τοὺς πρώτους λέγει ὁ Κύριος· Εἲ τις οὐκ ἀποτάσσεται πᾶσι τῖς ὑπάρχουσιν αὐτῷ, οὐ δύναταί μου εἶναι μαθητής. Πρὸς δὲ τοὺς δευτέρους καὶ τρίτους· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
τεσ. ἀνοικ. β´. Τὰ τέσσαρα ταῦτὰ φασιν ἀλλοιῶσαι τὴν κρᾶσιν τοῦ σώματος, καὶ διδόναι τῷ νῷ λογισμούς, εἴτε ἐμπαθεῖς δι᾿ αὐτῆς, εἴτε ἀπαθεῖς· οἷον, τοὺς ἀγγέλους, τοὺς δαίμονας, τοὺς ἀέρας, τὴν δίαιταν. Καὶ τοὺς μὲν ἀγγέλους λόγῳ φασὶν ἀλλοιῶσαι· τοὺς δὲ δαίμονας, δι᾿ ἐπαφῆς· τοὺς δὲ ἀέρας, ταῖς μεταβολαῖς· τὴν δὲ δίαιταν, ταῖς τῶν βρωμάτων καὶ πομάτων ποιότησι, καὶ πλεονασμῷ καὶ ἐλαττώσει· πάρεξ τῶν διὰ μνήμης καὶ ἀκοῆς καὶ ὁράσεως συμβαινουσῶν αὐτῇ ἀλλοιώσεων, πρωτοπαθούσης τῆς ψυχῆς ἐκ τῶν συμπιπτόντων αὐτῆ λυπηρῶν ἢ χαροποιῶν. Καὶ ἐκ τούτων μὲν πάσχουσα ἡ ψυχή, ἀλλοιοῖ τὴν κρᾶσιν τοῦ σώματος· ἐκ δὲ τῶν προειρημένων ἡ κρᾶσις ἀλλοιουμένη, παρέχει τῷ νῷ λογισμούς.
τεσ. ἀνοικ. γ´. Θάνατος μέν ἐστι κυρίως ὁ τοῦ Θεοῦ χωρισμός· κέντρον δὲ θανάτου, ἡ ἁμαρτία· ὃ δεξάμενος ὁ Ἀδάμ, ὁμοῦ τοῦ τῆς ζωῆς ξύλου, καὶ τοῦ παραδείσου καὶ τοῦ Θεοῦ ἐξόριστος γέγονε· ᾧ ἐπηκολούθησεν ἐξ ἀνάγκης καὶ ὁ τοῦ σώματος θάνατος. Ζωὴ δὲ κυρίως ἐστὶν ὁ εἰπών· Ἐγὼ εἰμι ἡ ζωή, Οὗτος ἐν τῷ θανάτῳ γενόμενος, τὸν νεκρωθέντα πάλιν εἰς τὴν ζωὴν ἐπανήγαγεν.
τεσ. ἀνοικ. δ´. Ὁ λόγος συγγραφόμενος, ἢ πρὸς τὴν ἑαυτοῦ ὑπόμνησιν συγγράφεται, ἢ πρὸς ὠφέλειαν, ἢ καὶ ἄμφω, ἢ πρὸς βλάβην τινῶν, ἢ πρὸς ἐπίδειξιν, ἢ ἐξ ἀνάγκης.
τεσ. ἀνοικ. ε´. Τόπος ἐστὶ χλόης ἡ πρακτικὴ ἀρετή· ὕδωρ ἀναπαύσεως, ἡ γνῶσις τῶν γεγονότων.
τεσσ. ἀνοικ. στ´. Σκιὰ θανάτου ἐστὶν ἡ ἀνθρωπίνη ζωή. Εἲ τις οὖν ἐστι μετὰ τοῦ Θεοῦ, καὶ ὁ Θεὸς μετ᾿ αὐτοῦ ἐστιν, οὗτος δύναται εἰπεῖν ἐναργῶς τό, Ἐὰν γὰρ πορευθῶ ἐν μέσῳ σκιᾶς θάνατου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ.
τεσσ. ἀνοικ. ζ´. Νοῦς μὲν καθαρὸς ὀρθὰ βλέπει τὰ πράγματα· λόγος δὲ γεγυμνασμένος, ὑπ᾿ ὄψιν ἄγει τὰ ὁραθέντα· ἀκοὴ δὲ λαμπρὰ ὑποδέχεται αὐτά. Ὁ δὲ τῶν τριῶν ἐστερημένος, τὸν εἰρηκότα κακίζει.
τεσσ. ἀνοικ. η´. Μετὰ τοῦ Θεοῦ ἐστιν ὁ τὴν ἁγίαν γινώσκων Τριάδα, καὶ τὴν δημιουργίαν αὐτῆς, καὶ τὴν πρόνοιαν· καὶ τὸ παθητὸν μέρος τῆς ψυχῆς ἀπαθὲς κεκτημένος.
τεσσ. ἀνοικ. θ´. (1017) Τὴν ῥάβδον σημαίνειν φασὶ τὴν κρίσιν τὴν τοῦ Θεοῦ· τὴν δὲ βακτηρίαν, τὴν πρόνοιαν. Τοῦ οὖν τῆς τούτων γνώσεως μετειληφότος ἐστὶ τὸ λέγειν· Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.
ῥ´. Ὅτε ὁ νοῦς παθῶν γυμνωθῇ, καὶ τῇ τῶν ὄντων καταλάμπηται θεωρίᾳ, τότε δύναται καὶ ἐν Θεῷ γενέσθαι, καὶ ὡς δεῖ προσεύχεσθαι.
α´. Ἡ μὲν εὔλογος τῶν νοημάτων καὶ τῶν πραγμάτων χρῆσις, σωφροσύνης καὶ ἀγάπης καὶ γνώσεώς ἐστι ποιητική· ἡ δὲ ἄλογος, ἀκολασίας καὶ μίσους καὶ ἀγνοίας.
β´. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, καὶ τὰ ἑξῆς. Ἡ τράπεζα ἐνταῦθα σημαίνει τὴν πρακτικὴν ἀρετήν. Αὕτη γὰρ ἐξ ἐναντίας τῶν θλιβομένων ἡμᾶς παρὰ Χριστοῦ ἡτοιμάσθη. Τὸ δὲ ἔλαιον τὸ λιπαῖνον τὸν νοῦ, τὴν θεωρίαν τῶν γεγονότων. Τὸ δὲ ποτήριον τοῦ Θεοῦ, τὴν γνῶσιν τὴν τοῦ Θεοῦ. Τὸ δὲ ἔλεος αὐτοῦ, τὸν Λόγον αὐτοῦ καὶ Θεόν. Οὗτος γὰρ διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ καταδιώκει πάσας τὰς ἡμέρας, ἕως οὗ πάντας καταλάβῃ τοὺς σωθησομένους, ὥσπερ τὸν Παῦλον. Ὁ δὲ οἶκος, τὴν βασιλείαν, ἐν ᾗ ἀποκαθίστανται πάντες οἱ ἅγιοι. Ἡ δὲ μακρότης τῶν ἡμερῶν, τὴν αἰώνιον ζωήν.
γ´. Κατὰ παράχρησιν αἱ κακίαι τῶν τῆς ψυχῆς δυνάμεων ἡμῖν ἐπισυμβαίνουσιν· οἷον, τῆς τε ἐπιθυμητικῆς, καὶ τῆς θυμοειδοῦς, καὶ τῆς λογιστικῆς. Καὶ τῆς μὲν λογιστικῆς δυνάμεως παράχρησίς ἐστιν, ἀγνωσία καὶ ἀφροσύνη· τῆς δὲ θυμοειδοῦς καὶ ἐπιθυμητικῆς, μῖσος καὶ ἀκολασία. Χρῆσις δὲ τούτων, γνῶσις καὶ φρόνησις, ἀγάπη τε καὶ σωφροσύνη. Εἰ δὲ τοῦτο, οὐδὲν τῶν ὑπὸ Θεοῦ κτισθέντων καὶ γεγονότων ἐστὶ κακόν.
δ´. Οὐ τὰ βρώματα κακά, ἀλλ᾿ ἡ γαστριμαργία· οὐδὲ ἡ παιδοποιΐα, ἀλλ᾿ ἡ πορνεία· οὐδὲ τὰ χρήματα, ἀλλ᾿ ἡ φιλαργυρία· οὐδὲ ἡ δόξα, ἀλλ᾿ ἡ κενοδοξία. Εἰ δὲ τοῦτο, οὐδὲν ἐν τοῖς οὖσι κακόν, εἰ μὴ ἡ παράχρησις, ἥτις συμβαίνει ἐκ τῆς τοῦ νοῦ ἀμελείας περὶ τὴν φυσικὴν γεωργίαν.
ε´. Τὸ ἐν δαίμοσι κακὸν ταῦτα εἶναὶ φησιν ὁ μακάριος Διονύσιος, θυμὸν ἄλογον, ἄνουν ἐπιθυμίαν, φαντασίαν προπετῆ. Ἀλογία δὲ καὶ ἄνοια καὶ προπέτεια ἐπὶ τῶν λογικῶν στερήσεις εἰσὶ λόγου καὶ νοῦ καὶ περισκέψεως. Αἱ δὲ στερήσεις, τῶν ἕξεὼν εἰσι δεύτεραι. Ἄρα οὖν ἦν ὅτε ὑπῆρχεν ἐν αὐτοῖς λόγος καὶ νοῦς καὶ περίσκεψις εὐλαβής. (1020) Εἰ δὲ τοῦτο οὐδὲ οἱ δαίμονες φύσει κακοί· ἀλλ᾿ ἐκ παραχρήσεως τῶν φυσικῶν δυνάμεων κακοὶ γεγόνασι.
στ´. Τὰ μὲν τῶν παθῶν, ἀκολασίας· τὰ δέ, μίσους· τὰ δέ, καὶ ἀκολασίας καὶ μίσους εἰσὶ ποιητικά.
ζ´. Πολυφαγία καὶ ἡδυφαγία, ἀκολασίας εἰσὶν αἴτια [Fr. αἴτιαι]· φιλαργυρία δὲ καὶ κενοδοξία, μίσους πρὸς τὸν πλησίον. Ἡ δὲ τούτων μήτηρ φιλαυτία τῶν ἀμφοτέρων ἐστὶν αἰτία.
η´. Φιλαυτία ἐστὶν ἡ πρὸς τὸ σῶμα ἐμπαθὴς καὶ ἄλογος φιλία· ᾗ ἀντίκειται ἀγάπη καὶ ἐγκράτεια. Ὁ ἔχων τὴν φιλαυτίαν, δῆλον ὅτι ἔχει πάντα τὰ πάθη.
θ´. Οὐδείς, φησὶν Ἀπόστολος, τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν· ἀλλ᾿ ὑποπιάζει δηλονότι καὶ δουλαγωγεῖ, μηδὲν πλέον αὐτῇ παρέχων, πλὴν διὰ τροφῆς καὶ σκεπασμάτων· καὶ τούτων μόνων, τῶν πρὸς τὸ ζῆν ἀναγκαίων. Οὕτως οὖν ἀπαθῶς τις ἀγαπᾷ αὐτήν· καὶ ὡς ὑπηρέτιν τῶν θείων ἐκτρέφει αὐτήν, καὶ θάλπει τοῖς τὴν ἔνδειαν αὐτῆς ἀποπληροῦσι μόνοις.
ι´. Ὃν τις ἀγαπᾷ, τοῦτον πάντως καὶ σπεύδει θεραπεύειν. Εἰ οὖν τὸν Θεὸν τις ἀγαπᾷ, πάντως καὶ τὰ ἀρεστὰ αὐτῷ σπεύδει ποιεῖν· εἰ δὲ τὴν σάρκα, τὰ ταύτην τέρποντα ἐκτελεῖν.
ια´. Τῷ μὲν Θεῷ ἀρέσκει ἀγάπη καὶ σωφροσύνη, καὶ θεωρία καὶ προσευχή· τῇ δὲ σαρκί, γαστριμαργία καὶ ἀκολασία, καὶ τὰ τούτων αὐξητικά. Διὰ τοῦτο, Οἱ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.
ιβ´. Ὁ νοῦς ἐὰν μὲν νεύσῃ πρὸς Θεόν, ἔχει δοῦλον τὸ σῶμα, καὶ πλέον οὐδὲν αὐτῷ παρέχει τῶν πρὸς τὸ ζῆν ἀναγκαίων· ἐὰν δὲ νεύσῃ πρὸς τὴν σάρκα, δουλοῦται τοῖς πάθεσι, πρόνοιαν αὐτῆς ἀεὶ εἰς ἐπιθυμίας ποιούμενος.
ιγ´. Εἰ θέλεις τῶν λογισμῶν περιγίνεσθαι, ἐπιμελοῦ τῶν παθῶν, καὶ εὐχερῶς αὐτοὺς ἐκ τοῦ νοῦ ἀπὸ τούτων ἐξελαύνεις [Fr.ἐκ τοῦ νοῦ ἀπελαύνεις]. Οἷον, ἐπὶ μὲν τῆς πορνείας, νήστευε, ἀγρύπνει, κοπίασον, ἰδίασον. Ἐπὶ δὲ τῆς ὀργῆς καὶ τῆς λύπης, καταφρόνει δόξης καὶ ἀτιμίας καὶ τῶν ὑλικῶν πραγμάτων. Ἐπὶ δὲ τῆς μνησικακίας, προσεύχου ὑπὲρ τοῦ λυπήσαντος, καὶ ἀπαλλάττῃ.
ιδ´. Μὴ τῶν ἀνθρώπων τοῖς ἀσθενεστέροις ἑαυτὸν παραμέτρει, ἀλλὰ τῇ ἐντολῆ τῆς ἀγάπης μᾶλλον παράτεινον. Τοῖς μὲν γὰρ παραμετρῶν, εἰς τὸν βόθρον τῆς οἰήσεως ἐμπίπτεις· τῇ δὲ παρατείνων, εἰς τὸ ὕψος τῆς ταπεινοφροσύνης προκόπτεις.
ιε´. Εἰ ὅλως τῆς πρὸς τὸν πλησίον ἀγάπης τὴν ἐντολὴν (1021) φυλάττεις, ὑπὲρ τίνος τῆς πρὸς αὐτὸν λύπης τὴν πικρίαν ἐντίκτεις, ἢ δῆλον ὅτι ταύτης τὰ πρόσκαιρα προτιμῶν καὶ αὐτῶν ἀντιποιούμενος, τὸν ἀδελφὸν πολεμεῖς;
ιστ´. Οὐ διὰ τὴν χρείαν τοσοῦτον τὸ χρυσίον ζηλωτὸν τοῖς ἀνθρώποις γέγονεν, ὅσον τὸ δι᾿ αὐτοῦ τοὺς πολλοὺς τὰς ἡδονὰς θεραπεύειν.
ιζ´. Τρία εῖσὶ τὰ αἴτια τῆς τῶν χρημάτων ἀγάπης, φιληδονία, κενοδοξία καὶ ἀπιστία. Χαλεπωτέρα δὲ τῶν δύο ἡ ἀπιστία καθέστηκεν.
ιη´. Ὁ μὲν φιλήδονος ἀγαπᾷ ἀργύριον, ἵνα δι᾿ αὐτῦ τρυφήσῃ· ὁ δὲ κενόδοξος, ἵνα δι᾿ αὐτοῦ δοξασθῇ· ὁ δὲ ἄπιστος, ἵνα κρύψῃ καὶ φυλάξῃ, λιμὸν φοβούμενος, ἢ γῆρας ἢ νόσον ἢ ξενιτείαν· καὶ ἐπ᾿ αὐτῷ μᾶλλον ἐλπίζει, ἢ ἐπὶ τῷ Θεῷ τῷ πάσης κτίσεως δημιουργῷ, καὶ προνοητῇ, ἕως τῶν ἐσχάτων καὶ μικροτάτων ζώων.
ιθ´. Τέσσαρὲς εἰσιν οἱ περιποιούμενοι χρήματα· οἱ προειρημένοι τρεῖς, καὶ ὁ οἰκονομικός. Μόνος δὲ οὗτος δηλονότι ὀρθῶς περιποιεῖται, ἵνα ἑκάστῳ τὴν χρείαν παρέχων μὴ διαλείπῃ ποτέ.
κ´. Πάντες οἱ ἐμπαθεῖς λογισμοὶ ἢ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς ἐρεθίζουσιν, ἢ τὸ θυμικὸν ἐκταράσσουσιν, ἢ τὸ λογιστικὸν ἐπισκοτίζουσι· καὶ ἐκ τούτου συμβαίνει τὸν νοῦν ὀφθαλμιάσαι πρὸς τὴν πνευματικὴν θεωρίαν, καὶ τὴν τῆς προσευχῆς ἐκδημίαν. Καὶ τούτου χάριν ὀφείλει ὁ μοναχός, καὶ μάλιστα ὁ ἡσυχάζων, ἀκριβῶς τοῖς λογισμοῖς προσέχειν, καὶ τὰς τούτων αἰτίας καὶ γνῶναι καὶ ἐκκόπτειν. Γινώσκειν δὲ οὗτως· οἷον, ἐρεθίζουσι τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς αἱ ἐμπαθεῖς μνῆμαι τῶν γυναικῶν· τούτων δὲ αἰτία, ἡ τῶν βρωμάτων καὶ πομάτων ἀκρασία, καὶ ἡ αὐτῶν τῶν γυναικῶν πυκνὴ καὶ ἄλογος συντυχία. Περικόπτει δὲ ταύτας πεῖνα καὶ δίψα καὶ ἀγρυπνία καὶ ἀναχώρησις. Τὸν δὲ θυμὸν πάλιν ἐκταράσσουσιν αἱ ἐμπαθεῖς μνῆμαι τῶν λυπησάντων· αἰτία δὲ τούτων, φιληδονία καὶ κενοδοξία καὶ φιλοϋλία. Διὰ γὰρ ταῦτα ὁ ἐμπαθὴς λυπεῖται, ἢ ὡς στερηθείς, ἢ ὡς μὴ ἐπιτυχών. Περικόπτει δὲ ταύτας ἡ τούτων αὐτῶν καταφρόνησις καὶ ἐξουδένωσις, διὰ τὴν εἰς Θεὸν ἀγάπην.
κα´. Γινώσκει ὁ Θεὸς ἑαυτόν, γινώσκει καὶ τὰ ὑπ᾿ αὐτοῦ γεγονότα. Γινώσκουσι δὲ καὶ αἱ ἅγιαι Δυνάμεις τὸν Θεόν· γινώσκουσι δὲ καὶ τὰ ὑπὸ Θεοῦ γεγονότα. Ἀλλ᾿ οὐχ ὡς ὁ Θεὸς γινώσκει ἑαυτὸν καὶ τὰ ὑπ᾿ αὐτοῦ γεγονότα, οὕτω καὶ αἱ ἅγιαι Δυνάμεις τὸν Θεὸν καὶ τὰ ὑπ᾿ αὐτοῦ γεγονότα.
(1024) κβ´. Ὁ μὲν Θεὸς ἑαυτὸν γινώσκει, ἐκ τῆς μακαρίας οὐσίας αὐτοῦ· τὰ δὲ ὑπ᾿ αὐτοῦ γεγονότα, ἐκ τῆς σοφίας αὐτοῦ· δι᾿ ἧς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησεν. Αἱ δὲ ἅγιαι Δυνάμεις τὸν μὲν Θεὸν μετοχῇ γινώσκουσιν, ὑπὲρ μετοχὴν ὄντα· τὰ δὲ ὑπ᾿ αὐτοῦ γεγονότα, ἀναλήψει τῶν ἐν αὐτοῖς θεωρημάτων.
κγ´. Ἔξω μὲν τοῦ νοῦ εἰσι τὰ γεγονότα· ἔνδον δὲ τὴν αὐτῶν θεωρίαν ἀναλαμβάνει. Οὐχ οὕτως δὲ ἐπὶ Θεοῦ τοῦ ἀϊδίου καὶ ἀπείρου καὶ ἀορίστου, καὶ τὸ εἶναι καὶ εὖ εἶναι καὶ ἀεὶ εἶναι τοῖς οὖσι χαρισαμένου.
κδ´. Θεοῦ μετέχει τοῦ ἁγίου ἡ λογιστικὴ καὶ νοερὰ οὐσία, αὐτῷ τε τῷ εἶναι, καὶ τῇ πρὸς τὸ εὖ εἶναι ἐπιτηδειότητι· ἀγαθότητός τε φημι, καὶ σοφίας· καὶ τῇ πρὸς τὸ ἀεὶ εἶναι χάριτι. Ταύτῃ οῦν τὸν Θεὸν γινώσκει. Τὰ δὲ ὑπ᾿ αὐτοῦ γεγονότα, τῇ ἀναλήψει, ὡς εἴρηται, τῆς ἐν τοῖς γεγονόσι θεωρουμένης τεχνικῆς σοφίας· ἥτις ἐστὶ ψιλὴ καὶ ἀνυπόστατος ἐν τῷ νῷ συνισταμένη.
κε´. Τέσσαρα τῶν θείων ἰδιωμάτων, συνεκτικὰ καὶ φρουρητικὰ καὶ διασωστικὰ τῶν ὄντων, δι᾿ ἄκραν ἀγαθότητα ἐκοινοποίησεν ὁ Θεός, παραγαγὼν εἰς τὸ εἶναι τὴν λογικὴν καὶ νοερὰν οὐσίαν· τὸ ὄν, τὸ ἀεὶ ὄν, τὴν ἀγαθότητα καὶ σοφίαν. Τούτων τὰ μὲν δύο τῇ οὐσίᾳ παρέσχε· τὰ δὲ δύο, τῇ γνωμικῇ ἐπιτηδειότητι· τὴν ἀγαθότητα καὶ τὴν σοφίαν· ἵνα ἅπερ ἐστὶν αὐτὸς κατ᾿ οὐσίαν, γίνηται ἡ κτίσις κατὰ μετουσίαν. Διὰ ταύτην [Calecas ταῦτα], καὶ κατ᾿ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ λέγεται γεγενῆσθαι. Καὶ κατ᾿ εἰκόνα μέν, ὡς ὄν, ὄντος· καὶ ὡς ἀεὶ ὄν, ἀεὶ ὄντος· εἰ καὶ μὴ ἀνάρχως, ἀλλ᾿ ἀτελευτήτως· καθ᾿ ὁμοίωσιν δέ, ὡς ἀγαθός, ἀγαθοῦ· καὶ ὡς σοφός, σοφοῦ· τοῦ κατὰ φύσιν, ὁ κατὰ χάριν. Καὶ κατ᾿ εἰκόνα μέν, πᾶσα φύσις λογική ἐστι τοῦ Θεοῦ· καθ᾿ ὁμοίωσιν δέ, μόνοι οἱ ἀγαθοὶ καὶ σοφοί.
Πᾶσα ἡ λογικὴ καὶ νοερὰ οὐσία διῄρηται εἰς δύο· τουτέστιν, εἰς τὴν ἀγγελικὴν καὶ τὴν ἀνθρωπίνην φύσιν. Καὶ πᾶσα ἡ ἀγγελικὴ φύσις διῄρηται πάλιν εἰς δύο καθολικὰς γνώμας τε καὶ ἀγέλας, ἁγίας τε καὶ ἐναγεῖς· τουτέστιν, εἰς ἁγίας Δυνάμεις καὶ ἀκαθάρτους δαίμονας. Καὶ πᾶσα ἡ ἀνθρωπίνη διῄρηται εἰς γνώμας μόνον καθολικὰς δύο, εὐσεβεῖς λέγω καὶ ἀσεβεῖς.
(1025) κζ´. Ὁ μὲν Θεὸς ὡς αὐτοΰπαρξις ὢν καὶ αὐτοαγαθότης καὶ αὐτοσοφία· μᾶλλον δὲ ἀληθέστερον εἰπεῖν, καὶ ὑπὲρ ταῦτα πάντα, οὐδὲν ἔχει τὸ σύνολον ἐναντίον. Τὰ δὲ κτίσματα, ὡς πάντα μὲν μεθέξει καὶ χάριτι τὴν ὕπαρξιν ἔχοντα· τὰ δὲ λογικὰ καὶ νοερά, καὶ τὴν ἀγαθότητος καὶ σοφίας ἐπιτηδειότητα, ἔχει ἐναντίον· τῇ μὲν ὑπάρξει, τὸ μὴ ὑπάρχειν· τῇ δὲ τῆς ἀγαθότητος καὶ σοφίας ἐπιτηδειότητι, κακίαν καὶ ἀγνωσίαν. Καὶ τὸ μὲν ὑπάρχειν ἀεὶ ἢ μὴ ὑπάρχειν ταῦτα [Fr. τὰ λογικὰ καὶ νοερὰ], ἐν τῇ ἐξουσίᾳ τοῦ πεποιηκότος ἐστί· τὸ δὲ μετέχειν τῆς ἀγαθότητος αὐτοῦ καὶ τῆς σοφίας ἢ μὴ μετέχειν, ἐν τῇ βουλήσει τῶν λογικῶν ὑπάρχει.
κη´. Οἱ μὲν Ἕλληνες ἐξ ἀϊδίου λέγοντες συνυπάρχειν τῷ Θεῷ τὴν τῶν ὄντων οὐσίαν, τὰς δὲ περὶ αὐτὴν ποιότητας μόνον ἐξ αὐτοῦ ἐσχηκέναι· τῇ μὲν οὐσίᾳ, οὐδὲν λέγουσιν ἐναντίον· ἐν δὲ ταῖς ποιότησι μόναις, τὴν ἐναντίωσιν εἶναι. Ἡμεῖς δὲ μόνην λέγομεν τὴν θείαν οὐσίαν μὲ ἔχειν τι ἐναντίον, ὡς ἀΐδιόν τε οὖσαν καὶ ἄπειρον, καὶ ἀϊδιότητος ἀλλήλαις χαριστικήν· τῇ δὲ τῶν ὄντων οὐσίᾳ, εἶναι μὲν τὸ μὴ ὂν ἐναντίον· καὶ ἐν τῇ ἐξουσίᾳ τοῦ κυρίως ὄντος ὑπάρχειν, τὸ ἀεὶ εἶναι αὐτὴν ἢ μὴ εἶναι, ἀμεταμέλητα δὲ εἶναι τὰ χαρίσματα αὐτοῦ. Καὶ διὰ τοῦτο, καὶ ἔστιν ἀεί, καὶ ἔσται τῇ παντοκρατορικῇ δυνάμει διακρατουμένη, εἰ καὶ ἔχει τὸ μὴ ὂν ἐναντίον, ὡς εἴρηται, ὡς ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παραχθεῖσα, καὶ ἐν τῇ βουλήσει αὐτοῦ ἔχουσα τὸ εἶναι αὐτὴν ἢ μὴ εἶναι.
κθ´. Ὣσπερ τὸ κακὸν στέρησίς ἐστιν ἀγαθοῦ, καὶ ἡ ἀγνωσία στέρησίς ἐστι
γνώσεως· οὕτω καὶ τὸ μὴ ὂν στέρησίς ἐστι τοῦ ὄντος· οὐ τοῦ κυρίως δὲ ὄντος· οὐκ ἔχει γὰρ ἐναντίον· ἀλλὰ τοῦ κατὰ μέθεξιν τοῦ κυρίως ὄντος. Καὶ αἱ μὲν τῶν προτέρων στερήσεις τῇ γνώμῃ τῶν γεγονότων ἕπονται· ἡ δὲ τοῦ δευτέρου ἐν τῇ βουλήσει τοῦ πεποιηκότος ὑπάρχεται· τοῦ ἀεὶ δι᾿ ἀγαθότητα βουλομένου εἶναι τὰ ὄντα, καὶ ἀεὶ ὑπ᾿ αὐτοῦ εὐεργετεῖσθαι.
λ´. Πάντα τὰ γεγονότα, τὰ μὲν εἰσι λογικὰ καὶ νοερά, καὶ τῶν ἐναντίων δεκτικά· οἷον, ἀρετῆς καὶ κακίας, καὶ γνώσεως καὶ ἀγνωσίας· τὰ δὲ σώματα διάφορα, ἐκ τῶν ἐναντίων συνεστῶτα· τουτέστι, γῆς, (1028) ἀέρος, πυρός, ὕδατος· καὶ τὰ μὲν εἰσι ἀσώματα πάντη καὶ ἄϋλα, εἰ καὶ τινα τούτων συνέζευκται σώμασι· τὰ δὲ ἐξ ὕλης καὶ εἴδους μόνον ἔχει τὴν σύστασιν.
λα´. Πάντα τὰ σώματα, κατὰ φύσιν ἐστὶν ἀκίνητα· κινεῖται δὲ ὑπὸ τῆς ψυχῆς· τὰ μέν, λογικῆς· τὰ δέ, ἀλόγου· τὰ δὲ ἀναισθήτου.
λβ´. Τῶν ψυχικῶν δυνάμεων ἡ μέν ἐστι θρεπτικὴ καὶ αὐξητική· ἡ δὲ φανταστικὴ καὶ ὁρμητική· ἡ δὲ λογιστικὴ καὶ νοητική. Καὶ τῆς μὲν πρώτης μόνης μετέχουσι τὰ φυτά· τῆς δὲ δευτέρας πρὸς ταύτῃ τὰ ἄλογα ζῶα· τῆς δὲ τρίτης πρὸς ταῖς δυσίν, οἱ ἄνθρωποι. Καὶ αἱ μὲν δύο δυνάμεις, φθαρταί· ἡ δὲ τρίτη, ἄφθαρτος καὶ ἀθάνατος ἀποδείκνυται.
λγ´. Ἀλλήλαις μεταδιδοῦσαι φωτισμοῦ αἱ ἅγιαι Δυνάμεις· καὶ τῇ ἀνθρωπίνῃ φύσει, ἢ τῆς αὐτῶν ἀρετῆς μεταδιδόασιν, ἢ τῆς ἐν αὐταῖς γνώσεως. Καὶ ἀρετῆς μέν, οἷον θεομιμήτου ἀγαθότητος, καθ᾿ ἣν καὶ ἑαυτάς, καὶ ἀλλήλας, καὶ τὰς ὑποβεβηκυίας εὐεργετοῦσι, θεοειδεῖς ἀργαζόμεναι· γνώσεως δέ, ἢ περὶ Θεοῦ τι ὑψηλότερον· Σὺ γάρ, φησίν, Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε· ἢ περὶ σωμάτων, βαθύτερον· ἢ περὶ ἀσωμάτων, ἀκριβέσερον· ἢ περὶ προνοίας, τρανότερον· ἢ περὶ κρίσεως, σαφέστερον.
λδ´. Νοός ἐστι ἀκαθαρσία, πρῶτον μέν, τὸ γνῶσιν ἔχειν ψευδῆ· δεύτερον δέ, τὸ ἀγνοεῖν τι τῶν καθόλου· ὡς πρὸς ἀνθρώπινον νοῦν λέγω· ἀγγέλου γάρ ἐστι το μηδὲν τῶν ἐπὶ μέρους ἀγνοεῖν· τρίτον δέ, τὸ ἐμπαθεῖς ἔχειν λογισμούς· τέταρτον δέ, τὸ συγκατατίθεσθαι τῇ ἁμαρτίᾳ.
λε´. Ψυχῆς ἐστιν ἀκαθαρσία, τὸ μὴ ἐνεργεῖν κατὰ φύσιν. Ἐκ τούτου γὰρ τίκτονται τῷ νῷ οἱ ἐμπαθεῖς λογισμοί. Τότε γὰρ κατὰ φύσιν ἐνεργεῖ, ὅταν αἱ παθητικαὶ αὐτῆς δυνάμεις· ὁ θυμὸς λέγω καὶ ἡ ἐπιθυμία, ἐν τῇ τῶν πραγμάτων καὶ τῶν ἐν αὐτοῖς νοημάτων προβολῇ, ἀπαθεῖς διαμείνωσι.
λστ´. Σώματός ἐστιν ἀκαθαρσία, ἡ κατ᾿ ἐνέργειαν ἁμαρτία.
λζ´. Ἀγαπᾷ ἡσυχίαν ὁ πάσχων πρὸς τὰ τοῦ κόσμου· καὶ ἀγαπᾷ πάντας ἀνθρώπους, ὁ μηδὲν ἀγαπῶν ἀνθρώπινον· καὶ γνῶσιν ἔχει Θεοῦ καὶ τῶν θείων, ὁ μὴ σκανδαλιζόμενος εἲς τινας, εἴτε διὰ παραπτώματα, εἴτε διὰ λογισμοὺς ἐξ ὑπονοίας.
λη´. Μέγα μὲν τὸ μὴ πάσχειν πρὸς τὰ πράγματα· μεῖζον δὲ τούτου πολλῷ, τὸ πρὸς τὰ τούτων νοήματα ἀπαθῆ διαμεῖναι.
λθ´. Ἀγάπη καὶ ἐγκράτεια ἀπαθῆ τὸν νοῦν διατηροῦσι πρός τε τὰ πράγματα, καὶ πρὸς τὰ τούτων νοήματα.
μ´. Οὐ πρὸς τὰ πράγματα ὁ νοῦς πολεμεῖ τοῦ θεοφιλοῦς, (1029) οὐδὲ πρὸς τὰ τούτων νοήματα· ἀλλὰ πρὸς τὰ πάθη τὰ τοῖς νοήμασι συνεζευμένα. Οἷον, οὐ πρὸς τὴν γυναῖκα πολεμεῖ, οὐδὲ πρὸς τὸν λυπήσαντα, οὐδὲ πρὸς τὰς τούτων φαντασίας· ἀλλὰ πρὸς τὰ πάθη τὰ ταῖς φαντασίαις συνεζευγμένα.
μα´. Ἅπας ὁ πόλεμος τοῦ μοναχοῦ πρὸς τοὺς δαίμονας, ἵνα τὰ πάθη τῶν νοημάτων χωρίσῃ. Ἄλλως γὰρ ἀπαθῶς τὰ πράγματα βλέπειν οὐ δύναται.
μβ´. Ἄλλο ἐστὶ πρᾶγμα, καὶ ἄλλο νόημα, καὶ ἄλλο πάθος. Καὶ πρᾶγμα μέν ἐστιν, οἷον, ἀνήρ, γυνή, χρυσός, καὶ τὰ ἑξῆς. Νόημα δέ, οἷον, μνήμη ψιλή τινος τῶν προειρημένων. Πάθος δέ, οἷον, φιλία ἄλογος, ἢ μῖσος ἄκριτόν τινος τῶν προειρημένων. Πρὸς οὖν τὸ πάθος ἐστὶ τοῦ μοναχοῦ ἡ μάχη.
μγ´. Νόημά ἐστι ἐμπαθές, λογισμὸς σύνθετος ἀπὸ πάθους καὶ νοήματος. Χωρίσωμεν τὸ πάθος ἀπὸ τοῦ νοήματος, καὶ ἀπομένει ὁ λογισμὸς ψιλός. Χωρίζομεν δὲ δι᾿ ἀγάπης πνευματικῆς καὶ ἐγκρατείας, ἐὰν θέλωμεν.
μδ´. Αἱ μὲν ἀρεταί, τῶν παθῶν τὸν νοῦν χωρίζουσι· αἱ δὲ πνευματικαὶ θεωρίαι, τῶν ψιλῶν νοημάτων· ἡ δὲ καθαρὰ προσευχὴ αὐτῷ αὐτὸν παρίστησιν τῷ Θεῷ.
με´. Αἱ μὲν ἀρεταί, διὰ τὴν γνῶσιν τῶν γεγονότων· ἡ δὲ γνῶσις, διὰ τὸν γινώσκοντα· ὁ δὲ γινώσκων, διὰ τὸν ἀγνώστως γινωσκόμενον, καὶ ὑπὲρ γνῶσιν γινώσκοντα.
μστ´. Οὐχ ὡς προσδεόμενός τινος ὁ ὑπερπλήρης Θεός, παρήγαγεν εἰς τὸ εἶναι τὰ γεγονότα· ἀλλ᾿ ἵνα αὐτὰ μὲν αὐτοῦ ἀναλόγως μετέχοντα ἀπολαύῃ, [Fr. ἀπολαύσῃ] αὐτὸς δὲ εὐφρανθῇ ἐπὶ τοῖς ἔργοις αὐτοῦ ὁρῶν αὐτὰ εὐφραινόμενα, καὶ τὸν ἀκόρεστον ἀκορέστως ἀεὶ κορεννύμενα.
μζ´. Πολλοὺς ἔχει ὁ κόσμος πτωχοὺς τῷ πνεύματι, ἀλλὰ παρὰ τὸ προσῆκον. Καὶ πολλοὺς πενθοῦντας, ἀλλὰ διὰ ζημίας χρημάτων, ἢ ἀποβολὰς τέκνων. Καὶ πολλοὺς πραεῖς, ἀλλὰ πρὸς τὰ ἀκάθαρτα πάθη. Καὶ πολλοὺς πεινῶντας καὶ διψῶντας, ἀλλὰ τὸ ἁρπάζειν τὰ ἀλλότρια, καὶ κερδαίνειν ἐξ ἀδικίας. Καὶ πολλοὺς ἐλεήμονας, ἀλλὰ πρὸς τὸ σῶμα καὶ τὰ τοῦ σώματος. Καὶ καθαροὺς τῇ καρδίᾳ, ἀλλὰ διὰ κενοδοξίαν. Καὶ εἰρηνοποιούς, ἀλλὰ τὴν ψυχὴν τῇ σαρκὶ ὑποτάσσοντας. Καὶ πολλοὺς ὀνειδιζομένους, ἀλλ᾿ ἐπ᾿ αἰσχροῖς ἁμαρτήμασι· ἀλλ᾿ ἐκεῖνοι μόνοι μακάριοι, (1032) οἱ διὰ Χριστὸν καὶ κατὰ Χριστὸν ταῦτα καὶ ποιοῦντες καὶ πάσχοντες. Διατί; Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· καί, Αὐτοὶ τὸν Θεὸν ὄψονται, καὶ τὰ ἑξῆς. Ὣστε, οὐχ ὅτι ποιοῦσι ταῦτα καὶ πάσχουσι, εἰσὶ μακάριοι· ἀλλ᾿ ὅτι διὰ Χριστὸν καὶ κατὰ Χριστὸν ταῦτα καὶ ποιοῦσι καὶ πάσχουσι.
μη´. Ἐν πᾶσι τοῦ ὑφ᾿ ἡμῶν πραττομένοις, ὁ σκοπὸς ζητεῖται παρὰ Θεῷ, ὡς πολλάκις εἴρηται· εἴτε δι᾿ αὐτόν, εἴτε δι᾿ ἄλλο τι πράττομεν. Ὅταν οὖν τι θέλωμεν πρᾶξαι ἀγαθόν, μὴ τὴν ἀνθρωπαρέσκειαν, ἀλλὰ τὸν Θεὸν σχῶμεν σκοπόν· ἵνα εἰς αὐτὸν ἀεὶ ἀποβλεπόμενοι, δι᾿ αὐτὸν πάντα πράξωμεν· ἵνα μὴ καὶ τὸν τόπον ὑπομένωμεν, καὶ τὸν μισθὸν ἀπολέσωμεν.
μθ´. Καὶ τὰ ψιλὰ τῶν ἀνθρωπίνων πραγμάτων νοήματα, καὶ τὰ πάντων τῶν γεγονότων θεωρήματα, ἀπόβαλε τοῦ νοὸς ἐν τῷ καιρῷ τῆς προσευχῆς· ἵνα μὴ τὰ ἥττονα φανταζόμενος, τοῦ πάντων τῶν ὄντων ἀσυγκρίτως κρείττονος ἐκπέσῃς.
ν´. Ἐὰν τὸν Θεὸν γνησίως ἀγαπήσωμεν, δι᾿ αὐτῆς τῆς ἀγάπης τὰ πάθη ἀποβάλλομεν. Ἡ δὲ εἰς αὐτὸν ἀγάπη ἐστί, τὸ προτιμᾷν αὐτὸν τοῦ κόσμου, καὶ τὴν ψυχὴν τῆς σαρκός· ἐν τῷ τῶν κοσμικῶν μὲν καταφρονεῖν πραγμάτων, αὐτῷ δὲ σχολάζειν διὰ παντός, διά τε ἐγκρατείας καὶ ἀγάπης καὶ προσευχῆς καὶ ψαλμῳδίας, καὶ τῶν ἑξῆς.
να´. Ἐὰν σχολάζοντες τῷ Θεῷ χρόνῳ πολλῷ, τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς ἐπιμελώμεθα, οὐκ ἔτι πρὸς τὰς τῶν λογισμῶν προσβολὰς ἐξοκείλομεν· ἀλλὰ καὶ ἀκριβέστερον τὰς τούτων αἰτίας κατανοοῦντες καὶ ἐκκόπτοντες, διορατικώτεροι γινόμεθα· ὥστε πληρωθῆναι εἰς ἡμᾶς τό, Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου· καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ᾿ ἐμὲ πονηρευομένοις, ἀκούσεται τὸ οὖς μου.
νβ´. Ὅταν βλέπῃς τὸν νοῦν σου εὐσεβῶς καὶ δικαίως ἀναστρεφόμενον ἐν τοῖς τοῦ κόσμου νοήμασι, γίνωσκε καὶ τὸ σῶμα σου καθαρὸν καὶ ἀναμάρτητον διαμένειν· ὅταν δὲ τὸν νοῦν βλέπῃς κατὰ διάνοιαν ἁμαρτίαις σχολάζοντα, καὶ μὴ ἀνακόπτῃς, γίνωσκε καὶ τὸ σῶμά σου μὴ πολυχρονίζειν τοῦ τοῖς αὐτοῖς περιπεσεῖν.
νγ´. Ὣσπερ τὸ σῶμα ἔχει κόσμον τὰ πράγματα, οὕτω καὶ ὁ νοῦς ἔχει κόσμον τὰ νοήματα· καὶ ὥσπερ τὸ σῶμα πορνεύεται μετὰ τοῦ σώματος τῆς γυναικός, οὕτω καὶ ὁ νοῦς πορνεύει μετὰ τοῦ νοήματος τῆς γυναικός, διὰ τῆς φαντασίας τοῦ ἰδίου σώματος. Τὴν γὰρ μορφὴν τοῦ ἰδίου σώματος βλέπει μιγνυμένην μετὰ τῆς μορφῆς τῆς γυναικὸς κατὰ διάνοιαν. Ὡσαύτως καὶ τὴν μορφὴν τοῦ λυπήσαντος ἀμύνεται κατὰ διάνοιαν, διὰ τῆς μορφῆς τοῦ ἰδίου σώματος. Καὶ ἐπὶ τῶν ἄλλων ἁμαρτημάτων ὁμοίως. Ἅπερ γὰρ πράττει τὸ σῶμα κατ᾿ ἐνέργειαν εἰς τὸν κόσμον τῶν πραγμάτων, ταῦτα πράττει καὶ ὁ νοῦς εἰς τὸν κόσμον τῶν νοημάτων.
(1033) νδ´. Οὐκ ἔστι φρίξαι καὶ ἐκπλαγῆναι καὶ ἐκστῆναι τῇ διανοίᾳ, ὅτι ὁ μὲν Θεὸς καὶ Πατὴρ κρίνει οὐδένα, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· ὁ δὲ Υἱὸς κράζει· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· Μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε. Ὁ δὲ Ἀπόστολος ὁμοίως· Μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος· καί, Ἐν ᾧ κρίματι κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· οἱ δὲ ἄνθρωποι ἀφέντες τὸ κλαίειν τὰς ἑαυτῶν ἁμαρτίας, ἦραν τὴν κρίσιν ἀπὸ τοῦ Υἱοῦ, καὶ αὐτοὶ ὡς ἀναμάρτητοι, κρίνουσι καὶ καταδικάζουσι ἀλλήλους; Καὶ ὁ μὲν οὐρανὸς ἐξέστη ἐπὶ τούτῳ· ἡ δὲ γῆ, ἔφριξεν· αὐτοὶ δὲ οὐκ αἰσχύνονται ἀναισθητοῦντες.
νε´. Ὁ τὰς τῶν ἄλλων ἁμαρτίας περιεργαζόμενος, ἢ καὶ ἐξ ὑπονοίας τὸν ἀδελφὸν κρίνων, οὔπω ἔβαλεν ἀρχὴν μετανοίας, οὐδὲ ἐρευνᾷν τοῦ γνῶναι [Fr. καὶ γνῶναι] τὰς ἑαυτοῦ ἁμαρτίας, ἐν ἀληθείᾳ βαρυτέρας οὔσας μολίβδου πολυταλάντου· οὐδὲ ἔγνω πόθεν γίνεται ἄνθρωπος βαρυκάρδιος ἀγαπῶν ματαιότητα καὶ ζητῶν ψεῦδος. Διὰ τοῦτο ὡς ἄφρων καὶ ἐν σκότει διαπορευόμενος, ἀφεὶς τὰς ἑαυτοῦ ἁμαρτίας, τὰς τῶν ἄλλων φαντάζεται, ἢ οὔσας, ἢ νομιζομένας ἐξ ὑπονοίας.
νστ´. Ἡ φιλαυτία, ὡς πολλάκις εἴρηται, πάντων τῶν ἐμπαθῶν λογισμῶν αἰτία καθίσταται. Ἐκ γὰρ ταύτης γεννῶνται οἱ τρεῖς γενικώτατοι τῆς ἐπιθυμίας λογισμοί· ὁ τῆς γαστριμαργίας, καὶ τῆς φιλαργυρίας καὶ τῆς κενοδοξίας. Ἐκ δὲ τῆς γαστριμαργίας γεννᾶται ὁ τῆς πορνείας· ἐκ δὲ τῆς φιλαργυρίας, ὁ τῆς πλενονεξίας· ἐκ δὲ τῆς κενοδοξίας, ὁ τῆς ὑπερηφανείας. Οἱ δὲ λοιποὶ πάντες, ἑκάστῳ τῶν τριῶν ἀκολουθοῦσιν· ὅ τε τῆς ὀργῆς, καὶ ὁ τῆς λύπης καὶ ὁ τῆς μνησικακίας καὶ ὁ τῆς ἀκηδίας καὶ φθόνου καὶ καταλαλιᾶς, καὶ οἱ λοιποί. Ταῦτα οὖν τὰ πάθη, συνδεσμοῦσι τὸν νοῦν τοῖς ὑλικοῖς πράγμασι, καὶ κατέχουσιν αὐτὸν εἰς τὴν γῆν, λίθου δίκην βαρυτάτου αὐτῷ ἐπικείμενα· φύσει ὄντα αὐτὸν πυρὸς κουφότερον καὶ ὀξύτερον.
νζ´. Ἀρχὴ μὲν πάντων τῶν παθῶν, ἡ φιλαυτία· τέλος δέ, ἡ ὑπερηφανία. Φιλαυτία δέ ἐστιν, ἡ πρὸς τὸ σῶμα ἄλογος φιλία. Ὁ ταύτην ἐκκόψας, συνέκοψε πάντα τὰ πάθη τὰ ἐξ αὐτῆς.
νη´. Ὣσπερ οἱ γονεῖς τῶν σωμάτων, προσπάσχουσι τοῖς ἐξ αὐτῶν γεννωμένοις· οὕτω καὶ ὁ νοῦς, φυσικῶς τοῖς ἑαυτοῦ πρόσκειται λόγοις. Καὶ ὥσπερ ((1036) τοῖς ἐκείνων ἐμπαθεστέροις, κἂν πάντως κατὰ πάντα ὦσιν οἱ παῖδες καταγελαστότατοι, πάντων φαίνονται ἐπιεικέστατοι καὶ εὐμορφότατοι· οὕτω καὶ τῷ ἄφρονι νῷ, οἱ αὐτοῦ λόγοι, κἂν πάντων ὦσι μοχθηρότεροι, πάντων φαίνονται φρονιμώτεροι. Τῷ δὲ σοφῷ, οὐχ οὕτως οἱ ἑαυτοῦ λόγοι· ἀλλ᾿ ὅταν δόξῃ πληροφορεῖσθαι ὅτι ἀληθεῖς εἰσι καὶ καλοί, τότε μάλιστα οὐ πιστεύει τῇ ἑαυτοῦ κρίσει· ἀλλ᾿ ἄλλους σοφοὺς τῶν ἑαυτοῦ λόγων καὶ λογισμῶν κριτὰς καθίστησι, μὴ εἰς κενὸν τρέχῃ ἢ ἔδραμε· καὶ δι᾿ αὐτῶν, τὴν βεβαίωσιν λαμβάνει.
νθ´. Ὅταν τινὰ νικήσῃς τῶν ἀτιμοτέρων παθῶν, οἷον, ἢ γαστριμαργίαν, ἢ πορνείαν, ἢ ὀργήν, ἢ πλεονεξίαν, εὐθὺς ἐφίπταται ἐπὶ σὲ ὁ τῆς κενοδοξίας λογισμός· ἐὰν δὲ τοῦτον νικήσῃς, ὁ τῆς ὑπερηφανίας διαδέχεται.
ξ´. Πάντα τὰ ἄτιμα πάθη κρατοῦντα τῆς ψυχῆς, τὸν τῆς κενοδοξίας ἐξ αὐτῆς ἀπελαύνουσι λογισμόν· καὶ πάντων τῶν προειρημένων ἡττωμένων, ἐπ᾿ αὐτὸν ἀναλύουσιν.
ξα´. Ἡ κενοδοξία, ποτὲ μὲν ἀναιρουμένη, ποτὲ δὲ μένουσα, τίκτει τὴν ὑπερηφανίαν· καὶ ἀναιρουμένη μέν, οἴησιν ἐμποιεῖ· μένουσα δέ, ἀλαζονείαν.
ξβ´. Κενοδοξίαν ἀναιρεῖ, ἡ κρυπτὴ ἐργασία· ὑπερηφανίαν δέ, τὸ τῷ Θεῷ ἐπιγράφειν τὰ κατορθώματα.
ξγ´. Ὁ γνώσεως Θεοῦ καταξιωθείς, καὶ τῆς ἐκ ταύτης ἡδονῆς ἀπολαύσας γνωσίως, οὗτος καταφρονεῖ τῶν ἐκ τοῦ ἐπιθυμητικοῦ τικτομένων πασῶν ἡδονῶν.
ξδ´. Ὁ ἐπιθυμῶν τῶν ἐπιγείων, ἢ βρωμάτων ἐπιθυμεῖ, ἢ τῶν τὰ ὑπογάστρια θεραπευόντων, ἢ δόξης ἀνθρωπίνης, ἢ χρημάτων, ἤ τινος ἄλλου τῶν τούτοις ἑπομένων· καὶ εἰ μὴ τι τούτων κρεῖττον εὕροι ὁ νοῦς, ἐφ'ᾧ τὴν ἐπιθυμίαν μετενέγκῃ οὐκ ἂν τούτων ἀσυγκρίτως, ἡ τοῦ Θεοῦ γνῶσις καὶ τῶν θείων ἐστί.
ξε´. Οἱ τῶν ἡδονῶν καταφρονοῦντες, ἢ φόβῳ καταφρονοῦσιν, ἢ ἐλπίδι, ἢ γνώσει, ἢ καὶ τῇ εἰς Θεὸν ἀγάπῃ.
ξστ´. Ἡ ἄνευ πάθους τῶν θείων γνῶσις, οὐ πείθει τὸν νοῦν εἰς τέλος καταφρονεῖν τῶν προσύλων· ἀλλ᾿ ἔοικε λογισμῷ ψιλῷ πράγματος αἰσθητοῦ. (1037) Διὸ πολλούς ἐστιν εὑρεῖν τῶν ἀνθρώπων γνῶσιν ἔχοντας πολλήν, καὶ ἐν τοῖς σαρκὸς πάθεσι δίκην χοίρων ἐν βορβόρῳ κυλινδουμένους. Πρὸς ὀλίγον γὰρ ἐξ ἐπιμελείας καθαρθέντες, καὶ τῆς γνώσεως ἐπιτυχόντες, ὕστερον ἀμελήσαντες, ὡμοιώθησαν τῷ Σαούλ· ὃς βασιλείας καταξιωθείς, καὶ ἀναξίως πολιτευσάμενος, μετ᾿ ὀργῆς φοβερᾶς ἐξ αὐτῆς ἀπεβλήθη.
ξζ´. Ὣσπερ ὁ ψιλὸς τῶν ἀνθρωπίνων πραγμάτων λογισμός, οὐκ ἀναγκάζει τὸν νοῦν καταφρονεῖν τῶν θείων· οὕτως οὐδὲ ψιλὴ γνῶσις τῶν θείων, πείθει εἰς τέλος καταφρονεῖν τῶν ἀνθρωπίνων· διότι ἐν σκιαῖς νῦν ὑπάρχει καὶ εἰκασμοῖς ἡ ἀλήθεια. Καὶ διὰ τοῦτο δεῖται τοῦ μακαρίου πάθους τῆς ἁγίας ἀγάπης, τῆς συνδεσμούσης τὸν νοῦν τοῖς πνευματικοῖς θεωρήμασι, καὶ πειθούσης προτιμᾷν τῶν ὑλικῶν, τὰ ἄϋλα· καὶ τῶν αἰσθητῶν τὰ νοητὰ καὶ θεῖα.
ξη´. Οὐ πάντως ὁ τὰ πάθη ἐκκόψας, καὶ ψιλοὺς τοὺς λογισμοὺς ἐργασάμενος, ἤδη αὐτὰ καὶ ἐπὶ τὰ θεῖα ἔτρεψεν· ἀλλὰ δύναται, μήτε πρὸς τὰ ἀνθρώπινα πάσχειν, μήτε πρὸς τὰ θεῖα· ὅπερ ἐπισυμβαίνει ἐπὶ τῶν πρακτικῶν μόνον, καὶ μήπω γνώσεως καταξιωθέντων· οἳ φόβῳ κολάσεως, ἢ ἐλπίδι βασιλείας τῶν παθῶν ἀπέχονται.
ξθ´. Διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους· καὶ ἐν ἐσόπτροις τὴν γνῶσιν ἔχομεν καὶ αἰνίγμασι. Καὶ διὰ τοῦτο, πολλῆς δεόμεθα τῆς ἐν αὐτοῖς ἀσχολίας, ἵνα τῇ χρονίᾳ τούτων μελέτῃ καὶ ἀδολεσχίᾳ, ἕξιν δυσαπόσπαστον τῶν θεωρημάτων ποιήσωμεν.
ο´. Ἐὰν πρὸς ὀλίγον τῶν παθῶν τὰς αἰτίας ἐκκόψαντες τοῖς πνευματικοῖς ἐνασχοληθῶμεν θεωρήμασι, μὴ ἐν αὐτοῖς δὲ ἀεὶ διατρίψωμεν, αὐτὸ τοῦτο ἔχοντες ἔργον, εὐχερῶς πάλιν ἐπὶ τὰ τῆς σαρκὸς πάθη περιτρεπόμεθα· μηδὲν ἄλλο ἐκεῖθεν καρπωσάμενοι, ἢ ψιλὴν γνῶσιν μετὰ οἰήσεως· ἧς τὸ τέλός,ἥ τε αὐτῆς κατὰ μικρὸν τῆς γνώσεως σκότωσις, καὶ ἡ παντελὴς τοῦ νοῦ ἐπὶ τὰ ὑλικὰ ἐκτροπή.
οα´. Πάθος ἀγάπης ψεκτόν, τοῖς ὑλικοῖς πράγμασι τὸν νοῦν ἐνασχολεῖ· πάθος ἀγάπης ἐπαινετόν, καὶ τοῖς θείοις αὐτὸν συνδεσμεῖ. Εἴωθε γὰρ ὁ νοῦς ἐν οἷς χρονίζει πράγμασι, ἐν αὐτοῖς καὶ πλατύνεσθαι· ἐν οἷς δὲ πλατύνεται, ἐν αὐτοῖς καὶ τὴν ἐπιθυμίαν καὶ τὴν ἀγάπην τρέψαι, εἴτε ἐν τοῖς θείοις καὶ οἰκείοις καὶ νοητοῖς, εἴτε ἐν τοῖς τῆς σαρκὸς πράγμασί τε καὶ πάθεσι.
(1040) οβ´. Ὁ Θεὸς ἔκτισε τὸν ἀόρατον κόσμον καὶ τὸν ὁρώμενον· καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα δηλονότι αὐτὸς ἐποίησε. Καὶ εἰ ὁ ὁρώμενος κόσμος τοιοῦτός ἐστι [ Fr. οὕτως ἐστὶ] καλός, ποῖος ἄρα ἐστὶν ὁ ἀόρατος; Εἰ δὲ κρείττων τούτου ἐκεῖνος, πόσον ὑπ τοὺς δύο, ὁ κτίσας τούτους Θεός; Εἰ οὖν κρείττων πάντων τῶν γεγονότων ὁ πάντων δημιουργὸς τῶν καλῶν, τίνι τῷ λόγῳ ἀφεὶς ὁ νοῦς τὸ πάντων κρεῖττον, τοῖς πάντων χείροσιν ἐνασχολεῖται; λέγω δὴ τοῖς τῆς σαρκὸς πάθεσιν. Ἢ δῆλον, ὅτι ταύτῃ μὲν ἐκ γενετῆς συναναστραφεὶς καὶ συνεθίσας· τοῦ δὲ πάντων κρείττονος, καὶ ὑπὲρ τὰ πάντα, οὔπω τελείαν εἴληφε πεῖραν; Ἐὰν οὖν χρονίᾳ ἀσκήσει τῆς τῶν ἡδονῶν ἐγκρατείας, καὶ τῆς τῶν θείων μελέτης κατὰ μικρὸν αὐτὸν τῆς τοιαύτης σχέσεως ἀποῤῥήξωμεν, πλατύνεταί τε ἐν τοῖς θείοις κατ᾿ ὀλίγον προκόπτων, καὶ τὸ οἰκεῖον γνωρίζει ἀξίωμα· καὶ τέλος, ὅλον τὸν πόθον ἐπὶ τὸ Θεῖον μεταφέρει.
ογ´. Ὁ ἀπαθῶς λέγων ἁμάρτημα ἀδελφοῦ, κατὰ δύο αἰτίας λέγει· ἢ ἵνα αὐτὸν διορθώσηται, ἢ ἵνα ἄλλον ὠφελήσῃ. Εἰ δὲ ἐκτὸς τούτων λέγει, εἴτε αὐτῷ εἴτε ἄλλῳ, ὀνειδίζων ἢ διασύρων αὐτὸν λέγει, καὶ οὐ μὴ ἐκφύγῃ τὴν θείαν ἐγκατάλειψιν· ἀλλ᾿ ἢ τῷ αὐτῷ, ἢ ἄλλῳ πταίσματι πάντως περιπεσεῖται, καὶ ὑπὸ ἑτέρων ἐλεγχθεὶς καὶ ὀνειδισθεὶς καταισχυνθήσεται.
οδ´. Οὐχ εἷς λόγος τῶν τὴν αὐτὴν ἁμαρτίαν κατ᾿ ἐνέργειαν ἁμαρτανόντων ἐστίν, ἀλλὰ διάφοροι. Οἶον, ἄλλο ἐστὶ τὸ ἀπὸ ἕξεως ἁμαρτάνειν, καὶ ἄλλο τὸ κατὰ συναρπαγήν· ὅς, οὔτε πρὸ τῆς ἁμαρτίας εἶχε τὴν ἐνθύμησιν, οὔτε μετὰ τὴν ἁμαρτίαν· ἀλλὰ καὶ σφόδρα ἐπὶ τῷ γεγονότι ὀδυνᾶται. Ὁ δὲ ἀπὸ ἕξεως, ἐκ τοῦ ἐναντίου· καὶ πρῶτον γὰρ κατὰ διάνοιαν οὐκ ἐπαύετο ἁμαρτάνων, καὶ μετὰ τὸ πρᾶξαι, τῆς αὐτῆς ἐστι διαθέσεως.
οε´. Ὁ διὰ κενοδοξίαν τὰς ἀρετὰς μετερχόμενος, δῆλον ὅτι καὶ τὴν γνῶσιν διὰ κενοδοξίαν μετέρχεται. Ὁ δὲ τοιοῦτος, οὐδὲ πρὸς οἰκοδομὴν δηλονότι πράττει τι, ἢ διαλέγεται· ἀλλ᾿ ἐν πᾶσι τὴν παρὰ τῶν βλεπόντων ἢ ἀκουόντων δόξαν θηρώμενος. Ἐλέγχεται δὲ τὸ πάθος, ὅταν τινὲς τῶν προειρημένων τοῖς ἔργοις ἢ τοῖς λόγοις αὐτοῦ ψόγον ἐπιφέρωσι, καὶ ἐπὶ τούτῳ σφόδρα λυπῆται· οὐ διὰ τὸ μὴ ἐκείνους οἰκοδομεῖσθαι (οὐδὲ γὰρ τοῦτο εἶχε σκοπὸν), ἀλλὰ διὰ τὸ αὐτὸν ἐξουδενωθῆναι.
οστ´. Τὸ τῆς φιλαργυρίας πάθος ἐντεῦθεν ἐλέγχεται· ἐν τῷ χαίροντα λαμβάνειν· καὶ λυπούμενον μεταδιδόναι. Οὐ δύναται δὲ ὁ τοιοῦτος οἰκονομικὸς εἶναι.
(1041) οζ´. Διὰ ταῦτὰ τις πάσχων ὑπομένει· ἢ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ, ἢ διὰ τὴν ἐλπίδα τῆς μισθαποδοσίας, ἢ διὰ τὸν φόβον τῆς κολάσεως, ἢ διὰ τὸν φόβον τῶν ἀνθρώπων, ἢ διὰ τὴν φύσιν, ἢ διὰ τὴν ἡδονήν, ἢ διὰ κέρδος, ἢ διὰ κενοδοξίαν, ἢ διὰ ἀνάγκην.
οη´. Ἄλλο ἐστὶ λογισμῶν ἀπαλλαγῆναι, καὶ ἄλλο παθῶν ἐλευθερωθῆναι. Καὶ πολλάκις τις λογισμῶν ἀπαλλάττεται μὴ παρόντων τῶν πραγμάτων ἐκείνων, πρὸς ἅπερ τὰ πάθη κέκτηται· κρύπτεται δὲ τὰ πάθη ἐν τῇ ψυχῇ, καὶ ἀναφαινόντων τῶν πραγμάτων ἐλέγχονται. Χρὴ οὖν τηρεῖν τὸν νοῦν ἐπὶ τῶν πραγμάτων, καὶ γνῶναι πρὸς ποῖον ἔχει τὸ πάθος.
οθ´. Φίλος ἐκεῖνός ἐστι γνήσιος, ὁ τὰς ἐκ περιστάσεως θλίψεις καὶ ἀνάγκαις καὶ συμφορὰς ἐν καιρῷ πειρασμοῦ συνυποφέρων τῷ πλησίον ὡς ἰδίας, ἀθορύβως καὶ ἀταράχως.
π´. Μὴ ἀτιμάσῃς τὴν συνείδησιν, ἄριστά σοι ἀεὶ συμβουλεύουσαν. Γνώμην γὰρ θείαν καὶ ἀγγελικήν σοι ὑποτίθεται· καὶ τῶν κρυπτῶν τῆς καρδίας μολυσμάτων ἐλευθεροῖ, καὶ παῤῥησίαν πρὸς τὸν Θεὸν ἐν τῇ ἐξόδῳ σοι χαρίζεται.
πα´. Εἰ θέλεις γενέσθαι ἐπιγνώμων καὶ μέτριος, καὶ τῷ πάθει τῆς οἰήσεως μὴ δουλεύειν, ἀεὶ ζήτει ἐν τοῖς οὖσι, τί ἐστι κρυπτόμενον τὴν σὺν γνῶσιν [Fr. τῇ σῇ γνώσει]. Καὶ εὑρίσκων πάμπολλα καὶ διάφορα πράγματα λανθάνοντά σε, θαυμάσεις τε ἐπὶ τῇ σῇ ἀγνωσίᾳ, καὶ συστελεῖς τὸ φρόνημα· καὶ σεαυτὸν ἐπιγνούς, συνήσεις πολλὰ καὶ μεγάλα καὶ θαυμαστὰ πράγματα. Ἐπεὶ τὸ νομίζειν εἰδέναι, οὐκ ἐᾷ προκόπτειν εἰς τὸ εἰδέναι.
πβ´. Οὗτος ἀκριβῶς θέλει σωθῆναι, ὁ τοῖς ἰατρικοῖς φαρμάκοις μὴ ἀνθιστάμενος. Αὗται δὲ εἰσιν ὀδύναι καὶ λύπαι διὰ ποικίλων ἐπιφορῶν ἐπαγόμεναι. Ὁ δὲ ἀνθιστάμενος, οὐκ οἶδε τί ἐνταῦθα πραγματεύεται, οὐδὲ τί ἐντεῦθεν ὠνησόμενος ἀπελεύσεται.
πγ´. Κενοδοξία καὶ φυλαργυρία ἀλλήλων εἰσὶ γεννητικαί. Οἱ μὲν γὰρ κενοδοξοῦντες, πλουτοῦσιν· οἱ δὲ πλουτοῦντες, κενοδοξοῦσιν· ἀλλ᾿ ὡς κοσμικοί· ἐπεὶ ὁ μοναχὸς ἀκτήμων ὤν, μᾶλλον κενοδοξεῖ. Ἀργύριον δὲ ἔχων, κρύπτει αὐτό, αἰσχυνόμενος ὡς ἀνοίκειον πρᾶγμα τοῦ σχήματος ἔχων.
πδ´. Τῆς τοῦ μοναχοῦ κενοδοξίας ἴδιον, τὸ ἐπ᾿ ἀρετῆ κενοδοξεῖν, καὶ τοῖς ταύτῃ ἀκολουθοῦσι· τῆς δὲ ὑπερηφανίας αὐτοῦ ἴδιον, τὸ ἐπὶ κατορθώμασιν (1044) ἐπαίρεσθαι, καὶ ἐξουθενεῖν τοὺς ἄλλους· καὶ τὸ ἑαυτῷ ταῦτα, καὶ μὴ τῷ Θεῷ ἐπιγράφειν. Τῆς δὲ τοῦ κοσμικοῦ κενοδοξίας καὶ ὑπερηφανίας ἴδιον, τὸ ἐπὶ κάλλει καὶ πλούτῳ καὶ δυναστείᾳ καὶ φρονήσει κενοδοξεῖν καὶ ἐπαίρεσθαι.
πε´. Τὰ τῶν κοσμικῶν κατορθώματα, πτώματὰ εἰσι τῶν μοναχῶν· καὶ τῶν μοναχῶν κατορθώματα, πτώματὰ εἰσι τῶν κοσμικῶν. Οἷον, τὰ τῶν κοσμικῶν κατορθώματα, πλοῦτός ἐστι καὶ δόξα καὶ δυναστεία καὶ τρυφὴ καὶ εὐσαρκία καὶ εὐτεκνία, καὶ τὰ τούτων ἀκόλουθα· εἰς ἅπερ ἐλθὼν ὁ μοναχός, ἀπόλλυται. Τὰ δὲ τοῦ μοναχοῦ κατορθώματα, ἀκτημοσύνη, ἀδοξία, ἀδυναμία, ἐγκράτεια, κακοπάθεια, καὶ τὰ τούτων ἀκόλουθα· εἰς ἅπερ ἐλθὼν ὁ φιλόκοσμος παρὰ πρόθεσιν, πτῶμα ἡγεῖται μέγα· καὶ κινδυνεύει πολλάκις καὶ ἀγχόνῃ χρήσασθαι· τινὲς δὲ καὶ ἐχρήσαντο.
πστ´. Τὰ βρώματα διὰ δύο αἰτίας ἐκτίσθη· τροφῆς ἕνεκα, καὶ θεραπείας. Οἱ οὖν πάρεξ τούτων μεταλαμβάνοντες, ὡς παραχρώμενοι τοῖς εἰς χρῆσιν παρὰ Θεοῦ δοθεῖσιν, ὡς τρυφῆται κατακρίνονται. Καὶ ἐπὶ πάντων δὲ τῶν πραγμάτων, ἡ παράχρησίς ἐστιν ἡ ἁμαρτία.
πη´. Ἄλλο ἐστὶ μάχεσθαι τῷ ψιλῷ λογισμῷ, ἵνα μὴ κινήσῃ τὸ πάθος· καὶ ἄλλο ἐστί, τό, ἐμπαθεῖ μάχεσθαι, ἵνα μὴ γένηται συγκατάθεσις. Οἱ ἀμφότεροι δὲ τρόποι, οὐκ ἐῶσι χρονίσαι τοὺς λογισμούς.
πθ´. Ἡ λύπη τῇ μνησικακίᾳ συνέζευκται. Ὅταν οὖν ὁ νοῦς τὸ πρόσωπον τοῦ ἀδελφοῦ μετὰ λύπης ἐσοπτρίζηται, δῆλον ὅτι μνησικακίαν ἔχει πρὸς αὐτόν· Ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον, διότι, πᾶς μνησίκακος, παράνομος.
τεσ. ἀνοικ.´. Ἐὰν μὲν σὺ μνησικακῇς τινι, προσεύχου ὑπὲρ αὐτοῦ, καὶ ἱστᾷς τὸ πάθος τῆς κινήσεως, χωρίζων τὴν λύπην διὰ τῆς προσευχῆς, ἐκ τῆς μνήμης τοῦ κακοῦ, οὗπέρ σοι ἐποίησεν· ἀγαπητικὸς δὲ γενόμενος καὶ φιλάνθρωπος, παντελῶς ἐκ τῆς ψυχῆς τὸ πάθος ἐξαφανίζεις.Ἐὰν δὲ ἄλλος σοι μνησικακῇ, χαριστικὸς γενοῦ πρὸς αὐτὸν καὶ ταπεινός, καὶ καλῶς συναυλίζειν, καὶ ἀπαλλάττεις αὐτὸν τοῦ πάθους.
τέσ. ἀνοικ. α´. Τοῦ φθονοῦντος τὴν λύπην, κόπῳ στήσεις· συμφορὰν γὰρ ἡγεῖται, τὸ ἐν σοὶ φθονούμενον· (1045) καὶ οὐ δυνατὸν ἄλλως στῆσαι, εἰ μὴ τι κρύψεις αὐτόν. Εἰ δὲ πολλοὺς μὲν ὠφελεῖ, ἐκεῖνον δὲ λυπεῖ, ποίου μέρους περιφρονήσεις; Ἀναγκαῖον οὖν τῆς τῶν πολλῶν γενέσθαι ὠφελείας, κἀκείνου δὲ κατὰ δύναμιν μὴ ἀμελεῖν· μηδὲ τῇ τοῦ πάθους πονηρίᾳ συναπαχθῆναι· ὡς οὐχὶ τῷ πάθει, ἀλλὰ τῷ πάσχοντι ἀμυνόμενον· ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἡγεῖσθαι αὐτὸν ὑπερέχοντα σεαυτοῦ, καὶ ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι, προτιμᾷν αὐτόν. Τὸν δὲ σὸν φθόνον δύνασαι στῆσαι, ἐὰν ἐν οἷς χαίρει ὁ ὑπὸ σοῦ φθονούμενος, συγχαίρῃς· καὶ ἐν οἷς λυπεῖται, καὶ αὐτὸς σὺ συλλυπῇ πληρῶν τὸ τοῦ Ἀποστόλου, τό, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων.
τέσ. ἀνοικ. β´. Ὁ νοῦς ἡμῶν μέσος [Reg.1, μέσον] ἐστι δύο τινῶν, ἑκάστου τὰ ἴδια ἐνεργοῦντος· τοῦ μέν, τὴν ἀρετήν· τοῦ δέ, τὴν κακίαν· τουτέστι ἀγγέλου καὶ δαίμονος. Ἐξουσίαν δὲ ἔχει ὁ νοῦς, καὶ δύναμιν ᾧ θέλει εἴτε ἕπεσθαι, εἴτε ἀντιστῆναι.
τέσ. ἀνοικ. γ´. Αἱ μὲν ἅγιαι Δυνάμεις προτρέπονται ἡμᾶς ἐπὶ τὰ καλά· τὰ δὲ φυσικὰ σπέρματα καὶ ἡ ἀγαθὴ προαίρεσις, βοηθοῦσιν ἡμῖν· τὰς δὲ τῶν δαιμόνων προσβολάς, τὰ πάθη καὶ ἡ πονηρὰ προαίρεσις συνιστῶσι.
τέσ. ἀνοικτ. δ´. Τὸν καθαρὸν νοῦν, ποτὲ μέν, αὐτὸς ὁ Θεὸς αὐτῷ ἐπιβαίνων διδάσκει· ποτὲ δέ, αἱ ἅγιαι Δυνάμεις τὰ καλὰ ὑποτίθενται· ποτὲ δέ, ἡ φύσις τῶν πραγμάτων θεωρουμένη.
τέσ. ἀνοικ. ε´. Χρὴ τὸν καταξιωθέντα γνώσεως νοῦν, τά τε νοήματα τηρεῖν ἀπαθῆ τῶν πραγμάτων· καὶ τὰ θεωρήματα, ἀσφαλῆ· καὶ τὴν τῆς προσευχῆς κατάστασιν ἀθόλωτον. Οὐ δύναται δὲ ταῦτα τηρεῖν ἐκ τῶν τῆς σαρκὸς ἀναδόσεως, διὰ τῆς τῶν δαιμόνων ἐπιβουλῆς καπνιζόμενος.
τεσ. ἀνοικ. στ´. Οὐ δι᾿ ὅσα λυπούμεθα, διὰ ταῦτα καὶ ὀργιζόμεθα. Πλεονάζει γὰρ τὰ τὴν λύπην ἐμποιοῦντα, παρὰ τὴν ὀργήν. Οἷον, ἐκλάσθη τάδε· ἀπώλετο τάδε· ἀπέθανεν ὁ δεῖνα. Διὰ γὰρ τὰ τοιαῦτα, λυπούμεθα μόνον· διὰ δὲ τὰ λοιπά, καὶ λυπούμεθα καὶ ὀργιζόμεθα, ἀφιλοσόφως διακείμενοι.
τέσ. ἀνοικ. ζ´. Δεχόμενος ὁ νοῦς τὰ τῶν πραγμάτων νοήματα, πρὸς ἕκαστον νόημα μετασχηματίζεσθαι πέφυκε. Θεωρῶν δὲ ταῦτα πνευματικῶς, πρὸς ἕκαστον θεώρημα ποικίλως μεταμορφοῦσθαι. Ἐν δὲ Θεῷ γενόμενος, ἄμορφος πάντη καὶ ἀσχημάτιστος γίνεται. Τὸν γὰρ μονοειδῆ θεωρῶν, μονοειδὴς γίνεται καὶ ὅλος φωτοειδής.
(1048) τέσ. ἀνοικ. η´. Ψυχή ἐστι τελεία, ἧς ἡ παθητικὴ δύναμις νένευκεν ὁλοτελῶς πρὸς Θεόν.
τέσ. ἀνοικ. θ´. Νοῦς ἐστι τέλειος, ὁ διὰ πίστεως ἀληθοῦς, τὸν ὑπεράγνωστον ὑπεραγνώστως ὑπερεγνωκώς· καὶ τῶν αὐτοῦ δημιουργημάτων, τὰ καθόλου θεασάμενος· καὶ τῆς ἐν αὐτοῖς Προνοίας καὶ κρίσεως, τὴν περιληπτικὴν γνῶσιν παρὰ Θεοῦ εἰληφώς· ὡς ἐν ἀνθρώποις δὲ φημι.
ῥ´. Τριχῶς τέμνεται ὁ χρόνος· καὶ ἡ μὲν πίστις, τοῖς τρισὶ συμπαρατείνεται τμήμασι· ἡ δὲ ἐλπίς, τῷ ἑνί· ἡ δὲ ἀγάπη, τοῖς δυσί. Καὶ ἡ μὲν πίστις καὶ ἐλπὶς μέχρι τινός· ἡ δὲ ἀγάπη, εἰς ἀπείρους αἰῶνας τῷ ὑπεραπείρῳ ὑπερηνωμένη, καὶ ἀεὶ ὑπεραύξουσα διαμένει. Καὶ διὰ τοῦτο, Μείζων πάντων ἡ ἀγάπη.
α´. Πρῶτον μὲν θαυμάζει ὁ νοῦς τὴν θείαν ἐννοούμενος κατὰ πάντα ἀπειρίαν, καὶ τὸ ἀνέκβατον ἐκεῖνο καὶ πολυπόθητον πέλαγος. Δεύτερον δὲ ἐκπλήττεται, πῶς ἐκ τοῦ μηδενὸς τὴν τῶν ὄντων εἰς τὸ εἶναι παρήγαγεν ὕπαρξιν. Ἀλλ᾿ ὥσπερ τῆς μεγαλοσύνης αὐτοῦ οὐκ ἔστι πέρας, οὕτως οὐδὲ τῆς φρονήσεως αὐτοῦ ἔστιν εὕρεσις.
β´. Πῶς γὰρ οὐ θαυμάζει τὸ ἄπλετον ἐκεῖνο θεωρῶν, καὶ ὑπὲρ ἔκπληξιν ἀγαθότητος πέλαγος; Ἢ πῶς οὐκ ἐξίσταται, ἐννοούμενος, πῶς καὶ πόθεν ἤ τε λογικὴ καὶ νοερὰ γέγονεν οὐσία, καὶ τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν τὰ σώματα, μηδεμιᾶς ὕλης τῆς τούτων προϋπαρξάσης γενέσεως; Ποία τε ἡ δύναμις ἐκείνη, ἡ εἰς ἐνέργειαν κινηθεῖσα, ταῦτα εἰς τὸ εἶναι παρήγαγεν; Ἀλλὰ τοῦτο Ἑλλήνων παῖδες οὐ παραδέχονται, ἀγνοοῦντες τὴν παντοδύναμον ἀγαθότητα, καὶ τὴν δραστήριον αὐτῆς καὶ ὑπὲρ νοῦν σοφίαν καὶ γνῶσιν.
γ´. Ἐξ ἀϊδίου δημιουργὸς ὑπάρχων ὁ Θεός, ὅτε βούλεται δημιουργεῖν Λόγῳ ὁμοουσίῳ καὶ Πνεύματι δι᾿ ἄπειρον ἀγαθότητα. Καὶ μὴ εἴπῃς, Τίνι τῷ λόγῳ νῦν ἐδημιούργησεν ἀεὶ ἀγαθὸς ὑπάρχων; Ἐπεί, κἀγώ σοι λέγω, ὅτι ἡ τῆς ἀπείρου οὐσίας ἀνεξιχνίαστος σοφία, τῇ ἀνθρωπίνῃ οὐχ ὑποπίπτει γνώσει.
δ´. Τὴν ἐξ ἀϊδίου ἐν αὐτῷ ὁ Δημιουργὸς τῶν ὄντων προϋπάρχουσαν γνῶσιν, ὅτε ἐβουλήθη, οὐσίωσε καὶ προεβάλετο. Ἄτοπον γάρ ἐστιν ἐπὶ Θεοῦ τοῦ παντοδυνάμου διστάσαι, εἰ δύναταὶ τι οὐσιῶσαι, ὅτε βούλεται.
ε´. Δι᾿ ἣν μὲν αἰτίαν ὁ Θεὸς ἐδημιούργησε, ζήτει· ἐστὶ γὰρ γνῶσις. Τὸ δὲ πῶς, καὶ διὰ τί προσφάτως, μὴ ζήτει· οὐκ ἔστι γὰρ τῷ σῷ ὑποπίπτουσα νῷ. Διότι τῶν θείων, τὰ μὲν ληπτά, τὰ δέ, ἄληπτα τοῖς ἀνθρώποις. Θεωρία γὰρ ἀχαλίνωτος, τάχα ἂν καὶ κατὰ κρημνῶν ὤσειεν, ὡς ἔφη τις τῶν ἁγίων.
(1049) στ´. Τινὲς φασι συνυπάρχειν ἐξ ἀϊδίου τῷ Θεῷ τὰ δημιουργήματα, ὅπερ ἀμήχανον. Πῶς γὰρ τῷ πάντη ἀπείρῳ, τὰ κατὰ πάντα πεπερασμένα, συνυπάρχειν δύναται ἐξ ἀϊδίου; ἢ πῶς κυρίως δημιουργήματα, εἰ συναΐδια τῷ Δημιουργῷ; Ἀλλ᾿ οὗτος ὁ λόγος τῶν Ἑλλήνων ἐστίν· οἵτινες οὐσιῶν μὲν οὐδαμῶς, ποιοτήτων, ἀλλ᾿ οὐσιῶν πεποιωμένων, δημιουργὸν τὸν Θεὸν εἰσάγουσιν. Ἡμεῖς δὲ τὸν παντοδύναμον ἐγνωκότες Θεόν, οὐ ποιοτήτων, ἀλλ᾿ οὐσιῶν πεποιωμένων, δημιουργὸν αὐτὸν εἶναὶ φαμεν. Εἰ δὲ τοῦτο, οὐκ ἐξ ἀϊδίου συνύπαρκτα τῷ Θεῷ τὰ δημιουργήματα.
ζ´. Κατὰ τι μὲν γνωστὸν τὸ Θεῖον καὶ τὰ θεῖα· κατὰ τι δέ, ἄγνωστον. Καὶ γνωστὸν μέν, τοῖς περὶ αὐτὸ θεωρήμασιν· ἅγνωστον δέ, τοῖς κατ᾿ αὐτό.
η´. Μὴ ἕξεις καὶ ἐπιτηδειότητας ζητήσῃς ἐπὶ τῆς ἁπλῆς καὶ ἀπείρου οὐσίας τῆς ἁγίας Τριάδος, ἵνα μὴ σύνθετον αὐτὴν ποιήσῃς, ὥσπερ τὰ κτίσματα· ὅπερ ἄτοπον καὶ ἀθέμιτον ἐπὶ Θεοῦ ἐννοῆσαι.
θ´. Μόνη ἁπλῆ καὶ μονοειδὴς καὶ ἄποιος καὶ εἰρηναῖος καὶ ἀστασίαστος, ἡ ἄπειρος οὐσία καὶ παντοδύναμος καὶ δημιουργικὴ τῶν ὅλων. Πᾶσα δὲ ἡ κτίσις, σύνθετος ὑπάρχει ἐξ οὐσίας καὶ συμβεβηκότος· καὶ ἐπιδεὴς ἀεὶ τῆς θείας προνοίας, ὡς τροπῆς οὐκ ἐλευθέρα.
ι´. Πᾶσα ἡ νοερὰ οὐσία, καὶ αἰσθητική, ἔλαβεν δυνάμεις παρὰ Θεοῦ εἰς τὸ εἶναι παραχθεῖσα ἀντιληπτικὰς τῶν ὄντων· ἡ μὲν νοερὰ τὰς νοήσεις· ἡ δὲ αἰσθητική, τὰς αἰσθήσεις.
ια´. Ὁ μὲν Θεός, μετέχεται μόνον· ἡ δὲ κτίσις, καὶ μετέχει καὶ μεταδίδωσι. Καὶ μετέχει μὲν τοῦ εἶναι, καὶ τοῦ εὖ εἶναι· μεταδίδωσι δέ, τοῦ εὖ εἶναι μόνον· ἀλλ᾿ ἑτέρως μὲν ἡ σωματική, ἑτέρως δὲ ἡ ἀσώματος οὐσία.
ιβ´. Ἡ μὲν ἀσώματος οὐσία, καὶ λέγουσα καὶ πράττουσα καὶ θεωρουμένη, τοῦ εὖ εἶναι μεταδίδωσιν· ἡ δὲ σωματική, θεωρουμένη μόνον.
(1052) ιγ´. Τὸ μὲν ἀεὶ εἶναι, ἢ μὴ εἶναι τὴν λογικὴν καὶ νοερὰν οὐσίαν, ἐν τῇ βουλήσει ἐστὶ τοῦ τὰ πάντα καλὰ δημιουργήσαντος· τὸ δὲ ἀγαθὰ ταῦτα εἶναι κατὰ προαίρεσιν ἢ φαῦλα, ἐν τῷ θελήματι τῶν γεγονότων ὑπάρχει.
ιδ´. Οὐ περὶ τὴν οὐσίαν τῶν γεγονότων, τὸ κακὸν θεωρεῖται· ἀλλὰ περὶ τὴν ἐσφαλμένην καὶ ἀλόγιστον κίνησιν.
ιε´. Εὐλόγως κινεῖται ἡ ψυχή, ὅταν τὸ μὲν ἐπιθυμητικὸν αὐτῆς τῇ ἐγκρατείᾳ πεποίωται· τὸ δὲ θυμικόν, τῆς ἀγάπης ἀντέχεται, τὸ μῖσος ἀποστρεφόμενον· τὸ δὲ λογιστικόν, πρὸς τὸν Θεὸν διάγει, διὰ προσευχῆς καὶ θεωρίας πνευματικῆς.
ιστ´. Οὕπω ἔχει τελείαν ἀγάπην, οὐδὲ τῆς θείας Προνοίας κατὰ βάθος τὴν γνῶσιν, ὁ ἐν καιρῷ πειρασμοῦ μὴ μακροθυμῶν ἐπὶ τοῖς συμβαίνουσι λυπηροῖς· ἀλλ᾿ ἀποκόπτων ἑαυτὸν τῆς τῶν πνευματικῶν ἀδελφῶν ἀγάπης.
ιζ´. Σκοπὸς τῆς θείας Προνοίας, τό, τοὺς ὑπὸ τῆς κακίας ποικίλως διεσχισμένους, διὰ τῆς ὀρθῆς πίστεως καὶ πνευματικῆς ἀγάπης ἑνοποιεῖν. Εἴπερ διὰ τοῦτο πέπονθεν ὁ Σωτήρ, Ἵνα τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα, συναγάγῃ εἰς ἕν. Ὁ οὖν μὴ στέγων τὰ ὀχληρά, μηδὲ φέρων τὰ λυπηρά, μηδὲ ὑπομένων τὰ ἐπίπονα, ἐκτὸς τῆς θείας ἀγάπης καὶ τοῦ σκοποῦ τῆς Προνοίας περιπατεῖ;
ιη´. Εἰ ἡ ἀγάπη μακροθυμεῖ καὶ χρηστεύεται, ὁ ὀλιγοψυχῶν ἐπὶ τοῖς συμβαίνουσι λυπηροῖς, καὶ διὰ τοῦτο πονηρευόμενος ἐπὶ τοῖς λυπήσασι, καὶ τῆς πρὸς αὐτοὺς ἀγάπης ἑαυτὸν ἀποκόπτων, πῶς τοῦ σκοποῦ τῆς θείας Προνοίας οὐκ ἐκπίπτει.
ιθ´. Πρόσεχε σεαυτῷ, μήποτε ἡ χωρίζουσά σε ἐκ τοῦ ἀδελφοῦ κακία, οὐκ ἐν τῷ ἀδελφῷ· ἀλλ᾿ ἐν σοὶ εὑρίσκηται· καὶ σπεῦσον αὐτῷ διαλλαγῆναι, ἵνα μὴ τῆς ἐντολῆς τῆς ἀγάπης ἐκπέσῃς.
κ´. Μὴ καταφρονήσῃς τῆς ἐντολῆς τῆς ἀγάπης, ὅτι δι᾿ αὐτῆς υἱὸς Θεοῦ ἔσῃ· ἣν παραβαίνων, υἱὸς γεέννης εὑρεθήσῃ.
κα´. Τὰ χωρίζοντα τῆς τῶν φίλων ἀγάπης, εἰσὶ ταῦτα τὸ φθονεῖν, ἢ φθονεῖσθαι· τὸ ζημιοῦν, ἢ ζημιοῦσθαι· τὸ ἀτιμάζειν, ἢ ἀτιμάζεσθαι, καὶ οἱ ἐξ ὑπονοίας λογισμοί. Μήποτε οὖν ἕδρασὰς τι τοιοῦτον ἢ πέπονθας, καὶ διὰ τοῦτο τῆς τοῦ φίλου ἀγάπης χωρίζῃ [unus Reg. ἀποχωρίζῃ].
κβ´. Συνέβη σοι πειρασμὸς ἐκ τοῦ ἀδελφοῦ, καὶ ἡ λύπη εἰς μῖσός σε ἤγαγε. Μὴ νικῶ ὑπὸ τοῦ μίσους, ἀλλὰ νίκα ἐν τῇ ἀγάπῃ τὸ μῖσος. Νικήσεις δὲ τρόπῳ τοιούτῳ· προσευχόμενος ὑπὲρ αὐτοῦ γνησίως πρὸς τὸν Θεόν· τήν τε ἀπολογίαν αὐτοῦ δεχόμενος· ἢ καὶ αὐτὸς διὰ ταύτης αὐτὸν θεραπεύων, καὶ σεαυτὸν αἴτιον τοῦ πειρασμοῦ λογιζόμενος, καὶ μακροθυμῶν μέχρις οὗ παρέλθῃ τὸ νέφος.
(1053) κγ´. Μακρόθυμός ἐστιν, ὁ τὸ τέλος ἐκδεχόμενος τοῦ πειρασμοῦ, καὶ τὸ καύχημα τῆς καρτερίας λαμβάνων.
κδ´. Ἀνὴρ μακρόθυμος, πολὺς ἐν φρονήσει· ὅτι πάντα τὰ συμβαίνοντα ἐπὶ τὸ τέλος ἀναφέρει· κἀκεῖνο περιμένων, ἀνέχεται τῶν λυπηρῶν. Τὸ δὲ τέλος ἐστί, ζωὴ αἰώνιος, κατὰ τὸν θεῖον Ἀπόστολον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
κε´. Μὴ εὔκολος ἔσο ἐπὶ ἀποβολῇ πνευματικῆς ἀγάπης, διότι ἄλλη σωτηρίας ὁδὸς οὐχ ὑπολέλειπται τοῖς ἀνθρώποις.
κστ´. Μὴ τὸν χθὲς πνευματικὸν ἀδελφὸν καὶ ἐνάρετον, διὰ τὸ ἐν σοὶ σήμερον ἐξ ἐπηρείας τοῦ πονηροῦ ἐγγινόμενον μῖσος, κρῖνε φαῦλον καὶ πονηρόν· ἀλλὰ διὰ τῆς μακροθυμούσης ἀγάπης τὰ χθεσινὰ καλὰ λογιζόμενος, τὸ σήμερον μῖσος τῆς ψυχῆς ἀπόβαλε.
κζ´. Μὴ ὃν ἐπῄνεις χθὲς ὡς καλόν, καὶ ἐνεκωμίαζες ὡς ἐνάρετον, σήμερον ὡς φαῦλον καὶ πονηρὸν κακολογήσῃς διὰ τὴν σὴν ἐξ ἀγάπης εἰς μῖσος μεταβολὴν τὸν τοῦ ἀδελφοῦ σου ψόγον, ἀπολογίαν τοῦ ἐν σοὶ πονηροῦ μίσους ποιούμενος· ἀλλὰ τοῖς αὐτοῖς ἐγκωμίοις ἐπίμεινον, κἂν ἔτι ὑπὸ τῆς λύπης κεκράτησαι, καὶ εἰς τὴν σωτηρίαν ἀγάπης εὐχερῶς ἐπανέρχῃ.
κη´. Μὴ τὸν συνήθη τοῦ ἀδελφοῦ ἔπαινον, διὰ τὴν ἔτι ἐν σοὶ πρὸς αὐτὸν ὑπάρχουσαν κεκρυμμένην λύπην, ἐν τῇ τῶν λοιπῶν ἀδελφῶν συντυχίᾳ νοθεύσῃς· συμπαραμίσγων τοῖς λόγοις λεληθότως τὸν ψόγον· ἀλλὰ καθαρῷ τῷ ἐπαίνῳ ἐν τῇ συντυχίᾳ χρῆσαι, καὶ γνησίως ὑπὲρ αὐτοῦ, ὡς σαυτοῦ, προσεύχου· καὶ τοῦ ὀλεθρίου μίσους τάχιστα ἀπαλλάττῃ.
κθ´. Μὴ εἴπῃς· Οὐ μισῶ τὸν ἀδελφόν, τὴν μνήμην αὐτοῦ ἀποστρεφόμενος. Ἀλλὰ ἄκουσον Μωϋσέως λέγοντος· Μὴ μισήσῃς τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου· ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου καὶ οὐ λήψῃ δι᾿ αὐτὸν ἁμαρτίαν.
λ´. Ἐὰν ἀδελφὸς τυχὸν πειραζόμενος ἐπιμείνῃ κακολογῶν σε, ἀλλὰ σὺ γε μὴ ἐξενεχθῇς τῆς ἀγαπητικῆς καταστάσεως, τοῦ αὐτοῦ πονηροῦ δαίμονος ἀνεχόμενος, ἐνοχλοῦντος κατὰ διάνοιαν. Οὐκ ἐξενεχθήσῃ δὲ ταύτης, ἐὰν λοιδορούμενος εὐλογήσῃς· ἐὰν ἐπιβουλευόμεος, εὐνοήσῃς. Αὕτη ἐστὶν ἡ ὁδὸς τῆς κατὰ Χριστὸν φιλοσοφίας· καὶ ὁ μὴ ταύτην ὁδεύων οὐ συναυλίζεται αὐτῷ.
λα´. Μὴ ὡς εὐνοοῦντας λογίζου, τοὺς λόγους σοι φέροντας λύπην ἐν σοὶ καὶ μῖσος τὸν πρὸς ἀδελφὸν ἐργαζομένους, κἂν ἀληθεύειν δοκῶσιν· ἀλλ᾿ ὡς θανατοῦντας ὄφεις τοὺς τοιούτους ἀποστρέφου· ἵνα κἀκείνους τοῦ κακολογεῖν ἀνακόψῃς, καὶ τὴν σεαυτοῦ ψυχὴν πονηρίας ἀπαλλάξῃς.
λβ´. Μὴ λόγοις δι᾿ αἰνιγμάτων τὸν ἀδελφὸν κεντήσῃς, (1056) ἵνα μὴ τὰ ὅμοια παρ᾿ αὐτοῦ ἀντιδεχόμενος, τὴν τῆς ἀγάπης διάθεσιν ἐξ ἀμφοτέρων ἀπελάσῃς. Ἀλλὰ μετὰ παῤῥησίας ἀγαπητικῆς, ὕπαγε, ἔλεγξον αὐτόν, ἵνα τὰς αἰτίας τῆς λύπης λύσας, ταραχῆς καὶ λύπης ἀμφοτέρους ἀπαλλάξῃς.
λγ´. Ἐρεύνησον τὴν συνείδησιν μετὰ πάσης ἀκριβείας, μήποτε τῇ σῇ αἰτίᾳ ὁ ἀδελφὸς οὐ διηλλάγη· καὶ μὴ παραλογίζου ταύτην, τὰ κρυπτά σου γινώσκουσαν, καὶ κατηγοροῦσάν σου ἐν τῷ καιρῷ τῆς ἐξόδου, καὶ ἐν καιρῷ δὲ προσευχῆς, πρόσκομμὰ σοι γινομένην.
λδ´. Μὴ μνημόνευε ἐν τῷ καιρῷ τῆς εἰρήνης, τῶν ἐν τῷ καιρῷ τῆς λύπης ὑπὸ τοῦ ἀδελφοῦ λεχθέντων· κἄν τε κατὰ πρόσωπον τὰ λυπηρὰ ἐῤῥέθη, κἄν τε πρὸς ἄλλον περὶ σοῦ, καὶ μετὰ ταῦτα ἤκουσας· ἵνα μὴ τῶν λογισμῶν τῆς μνησικακίας ἀνεχόμενος, εἰς τὸ ὀλέθριον μῖσος τοῦ ἀδελφοῦ ὑποστρέψῃς.
λε´. Οὐ δύναται ψυχὴ λογικὴ πρὸς ἄνθρωπον μῖσος τρέφουσα, πρὸς τὸν Θεὸν εἰρηνεῦσαι, τὸν τῶν ἐντολῶν δοτῆρα· Ἐὰν γάρ, φησί, μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν. Εἰ δὲ ἐκεῖνος εἰρηνεύειν οὐ θέλει, ἀλλὰ σὺ γε σεαυτὸν ἀπὸ μίσους φύλαξον, προσευχόμενος ὑπὲρ αὐτοῦ γνησίως, καὶ μὴ κακολογῶν αὐτὸν πρὸς τινα.
λστ´. Ἡ τῶν ἁγίων ἀγγέλων ἄφραστος εἰρήνη, ταῖς δυσὶ ταύταις κεκράτηται διαθέσεσι· τῇ τε πρὸς τὸν Θεόν, καὶ τῇ πρὸς ἀλλήλους ἀγάπῃ. Ὁμοίως δέ, καὶ πάντων τῶν ἀπ᾿ αἰῶνος ἁγίων. Παγκάλως οὖν εἴρηται ὑπὸ τοῦ Σωτῆρος ἡμῶν, ὅτι Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὁ νόμος ὅλος καὶ οἱ προφῆται κρέμανται.
λζ´. Μὴ ἔσο αὐτάρεσκος, καὶ οὐκ ἔσῃ μισάδελφος· καὶ μὴ ἔσο φίλαυτος, καὶ ἔσῃ φιλόθεος.
λη´. Πνευματικοῖς συζῆσαι προῃρημένος, τοῖς σοῖς θελήμασιν ἀπὸ θυρῶν ἀπόταξαι· οὐ μὴ γὰρ ἑτέρῳ τρόπῳ εἰρηνεῦσαι δυνήσῃ, οὔτε πρὸς τὸν Θεόν, οὔτε πρὸς τοὺς συζῶντας.
λθ´. Ὁ τελείαν ἀγάπην κτήσασθαι δυνηθείς, καὶ ὅλον τὸν βίον αὐτοῦ, πρὸς ταύτην ῥυθμίσας, οὗτος λέγει Κύριον Ἰησοῦν ἐν Πνεύματι ἁγίῳ. Καὶ ἐκ τοῦ ἐναντίου, τὰ ἐναντία δηλονότι.
μ´. Ἡ μὲν εἰς Θεὸν ἀγάπη, εἰς τὴν θείαν ὁμιλίαν ἀεὶ φιλεῖ πτερῶσαι τὸν νοῦν· ἡ δὲ εἰς τὸν πλησίον, ἀεὶ καλὰ λογίζεσθαι περὶ αὐτοῦ παρασκευάζει.
(1057) μα´. Τοῦ ἔτι δόξαν ἀγαπῶντος κενήν, ἢ τινι τῶν ὑλικῶν πραγμάτων προσκειμένου, ἐστὶ τὸ πρὸς ἀνθρώπους λυπεῖσθαι διὰ πρόσκαιρα, ἢ μνησικακεῖν αὐτοῖς, ἢ μῖσος ἔχειν πρὸς αὐτούς, ἢ λογισμοῖς δουλεύειν αἰσχροῖς· τῆς δὲ φιλοθέου ψυχῆς, ταῦτα πάντα ἀλλότρια.
μβ´. Ὅταν μηδὲν εἴπῃς, μηδὲ πράξῃς αἰσχρὸν κατὰ διάνοιαν, καὶ ὅταν τῷ ζημιώσαντι ἢ κακολογήσαντι μὴ μνησικακήσῃς· καὶ ὅταν ἐν τῷ καιρῷ τῆς προσευχῆς ἄϋλον καὶ ἀνείδεον ἀεὶ ἔχῃς τὸν νοῦν, τότε γνῶθι, ὅτι ἔφθασας εἰς τὸ μέτρον τῆς ἀπαθείας καὶ τῆς τελείας ἀγάπης.
μγ´. Οὐ μικρὸς ἀγὼν κενοδοξίας ἀπαλλαγῆναι· ἀπαλλάττεται δὲ τις, διὰ κρυπτῆς τῶν ἀρετῶν ἐργασίας, καὶ συχνοτέρας προσευχῆς. Σημεῖον δὲ τῆς ἀπαλλαγῆς, τὸ μηκέτι μνησικακεῖν τῷ κακολογήσαντι, ἢ κακολογοῦντι.
μδ´. Εἰ θέλεις εἶναι δίκαιος, ἀπόνεμε ἑκάστῳ τῶν ἐν σοὶ μερῶν τὰ κατ᾿ ἀξίαν· ψυχῇ λέγω καὶ σώματι. Καὶ τῷ μὲν λογιστικῷ τῆς ψυχῆς, ἀναγνώσματα καὶ θεωρήματα πνευματικά, καὶ προσευχήν· τῷ δὲ θυμικῷ ἀγάπην πνευματικήν, τὴν τῷ μίσει ἀντικειμένην· τῷ δὲ ἐπιθυμητικῷ, σωφροσύνην καὶ ἐγκράτειαν· τῷ δὲ σαρκίῳ, διατροφὴν καὶ σκεπάσματα, τὰ μόνα ἀναγκαιότερα.
με´. Κατὰ φύσιν ὁ νοῦς ἐνεργεῖ, ὅταν τὰ πάθη ἔχῃ ὑποτεταγμένα, καὶ τοὺς λόγους τῶν ὄντων θεωρῇ, καὶ πρὸς τὸν Θεὸν διάγῃ.
μστ´. Ὣσπερ ὑγεία καὶ νόσος πρὸς τὸ σῶμα θεωρεῖται τοῦ ζώου, καὶ φῶς καὶ σκότος πρὸς τὸν ὀφθαλμόν· οὕτως ἀρετὴ καὶ κακία πρὸς τὴν ψυχήν, καὶ γνῶσις καὶ ἀγνωσία πρὸς τὸν νοῦν.
μζ´. Ἐν τοῖς τρισὶ τούτοις ὁ Χριστιανὸς φιλοσοφεῖ· ἐν ταῖς ἐντολαῖς, ἐν τοῖς δόγμασι, καὶ ἐν τῇ πίστει. Καὶ αἱ μὲν ἐντολαί, τῶν παθῶν τὸν νοῦν χωρίζουσι· τὰ δὲ δόγματα, εἰς τὴν γνῶσιν τῶν ὄντων αὐτὸν εἰσάγουσι· ἡ δὲ πίστις, εἰς τὴν θεωρίαν τῆς ἁγίας Τριάδος.
μη´. Οἱ μὲν τῶν ἀγωνιζομένων, ἀποκρούονται μόνον τοὺς ἐμπαθεῖς λογισμούς· οἱ δὲ καὶ αὐτὰ τὰ πάθη περικόπτουσι. Καὶ ἀποκρούεται μὲν τις τοὺς ἐμπαθεῖς λογισμούς· οἷον, ἢ ψαλμῳδίᾳ, ἢ προσευχῇ, ἢ μετεωρισμῷ, ἢ ἄλλῳ τινὶ τοπικῷ περισπασμῷ. Ἐκκόπτει δὲ τὰ πάθη, τῶν πραγμάτων ἐκείνων πειρφρονῶν, πρὸς ἅπερ αὐτὰ κέκτηται.
μθ´. Πρὸς ἅπερ τὰ πάθη κεκτήμεθα πράγματα, εἰσὶ ταῦτα, οἷον, γυνή, χρήματα, δῶρα, καὶ τὰ ἑξῆς. (1060) Καὶ τῆς μὲν γυναικός, τότε δύναταὶ τις περιφρονεῖν, ὅτε καὶ μετὰ τὴν ἀναχώρησιν, καὶ τὸ σῶμα δεῖ δι᾿ ἐγκρατείας μαραίνει· τῶν δὲ χρημάτων, ὅτε πείθει τὸν λογισμὸν ἐν παντὶ τῇ αὐταρκείᾳ στοιχῆσαι· τῆς δὲ δόξης, ὅτε τὴν κρυπτὴν ἀγαπήσει τῶν ἀρετῶν ἐργασίαν, καὶ Θεῷ φαινομένην μόνῳ· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· ὁ δὲ τούτων περιφρονῶν, οὐδὲ εἰς μῖσός τινος ἔρχεταὶ ποτε.
ν´. Ὁ μὲν τοῖς πράγμασιν ἀποταξάμενος, οἷον τῇ γυναικὶ καὶ τοῖς χρήμασι, καὶ τοῖς ἑξῆς, τὸν ἔξω ἄνθρωπον ἐποίησε μοναχόν· οὔπω δὲ καὶ τὸν ἔσω. Ὁ δὲ τοῖς τούτων ἐμπαθέσι νοήμασι, τὸν ἔσω ἄνθρωπον, ὅ ἐστιν ὁ νοῦς. Καὶ τὸν μὲν ἔξω ἄνθρωπον, εὐκόλως τις ποιεῖ μοναχόν, μόνον ἐὰν θελήσῃ· οὐκ ὀλίγος δὲ ἀγών, τὸν ἔσω ἄνθρωπον ποιῆσαι μοναχόν.
να´. Τὶς ἄρα ἐστὶν ἐν τῇ γενεᾷ ταύτῃ, ὁ παντάπασιν ἀπαλλαγεὶς ἐμπαθῶν νοημάτων, καὶ τῆς καθαρᾶς καὶ ἀΰλου καταξιωθεὶς προσευχῆς· ὅπερ ἐστὶ σημεῖον τοῦ ἔνδον μοναχοῦ;
νβ´. Πολλὰ πάθη ἐν ταῖς ψυχαῖς ἡμῶν κέκρυπται· τότε δὲ ἐλέγχονται, ὅταν τὰ πράγματα ἀναφαίνωνται.
νγ´. Δύναταὶ τις μὴ ὀχλεῖσθαι ὑπὸ παθῶν ἐν τῇ τῶν πραγμάτων ἀπουσίᾳ, μερικῆς τυχὼν ἀπαθείας· ἐὰν δὲ ἀναφανῶσι τὰ πράγματα, εὐθὺς τὰ πάθη τὸν νοῦν περισπῶσι.
νδ´. Μὴ νόμιζε τελείαν ἔχειν ἀπάθειαν, τοῦ πράγματος μὴ παρόντος. Ὅταν δὲ φανῇ, καὶ μένῃς ἀκίνητος, πρός τε τὸ πρᾶγμα, καὶ τὴν μετὰ ταῦτα μνήμην αὐτοῦ, τότε γνῶθι σεαυτὸν τῶν ὅρων αὐτῆς ἐπιβεβηκέναι. Πλὴν μηδὲ οὕτω καταφρονήσῃς, διότι ἀρετὴ μὲν χρονίζουσα, νεκροῖ τὰ πάθη· ἀμελουμένη δέ, πάλιν ἐγείρει αὐτά.
νε´. Ὁ ἀγαπῶν τὸν Χριστόν, πάντως καὶ μιμεῖται αὐτὸν κατὰ δύναμιν. Οἶον, ὁ Χριστὸς τοὺς ἀνθρώπους εὐεργετῶν οὐκ ἐπαύσατο· καὶ ἀχαριστούμενος καὶ βλασφημούμενος, ἐμακροθύμει· καὶ τυπτόμενος ὑπ᾿ αὐτῶν καὶ φονευόμενος, ὑπέμενε, μηδενὶ τὸ σύνολον τὸ κακὸν λογιζόμενος. Ταῦτα δὲ τὰ τρία, τὰ ἔργα εἰσὶ τῆς εἰς τὸν πλησίον ἀγάπης, ὧν χωρὶς ὁ λέγων ἀγαπᾷν τὸν Χριστόν, ἢ τῆς βασιλείας αὐτοῦ τυχεῖν, ἑαυτὸν ἀπατᾷ· Οὐ γὰρ ὁ λέγων μοι, φησί, Κύριε, Κύριε, οὗτος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου. Καὶ πάλιν· Ὁ ἀγαπῶν ἐμέ, καὶ τὰς ἐντολάς μου τηρήσει, καὶ τὰ ἑξῆς.
νστ´. Ἅπαξ ὁ σκοπὸς τῶν ἐντολῶν τοῦ Σωτῆρος, ἵνα ἀκρασίας καὶ μίσους τὸν νοῦν ἐλευθερώσῃ, καὶ εἰς τὴν αὐτοῦ ἀγάπην καὶ τοῦ πλησίον, ἀγάγῃ· ἐξ ὧν τίκτεται τὸ φέγγος τῆς κατ᾿ ἐνέργειαν ἁγίας γνώσεως.
(1061) νζ´. Μερικῆς γνώσεως παρὰ τοῦ Θεοῦ καταξιωθείς, μὴ ἀμέλει ἀγάπης καὶ ἐγκρατείας. Αὗται γὰρ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσαι, τὴν ἐπὶ τὴν γνῶσιν ὁδὸν ἀεί σοι εὐτρεπίζουσιν.
νη´. Ὁδὸς ἐπὶ τὴν γνῶσίν ἐστιν, ἀπάθεια καὶ ταπείνωσις, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.
νθ´. Ἐπειδὴ ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ· σύζευξον τῇ γνώσει τὴν ἀγάπην, καὶ ἔσῃ ἄτυφος· καὶ πνευματικὸς οἰκοδόμος, καὶ σεαυτὸν οἰκοδομῶν, καὶ πάντας τοὺς ἐγγίζοντάς σοι.
ξ´. Ἐντεῦθεν ἡ ἀγάπη οἰκοδομεῖ, ἐπειδὴ οὐδὲ φθονεῖ, οὐδὲ πρὸς φθονοῦντας πικραίνεται· οὐδὲ τὸ φθονούμενον δημοσεύει ἐπιδεικτικῶς· οὐδὲ λογίζεται ἑαυτὸν ἤδη κατειληφέναι· καὶ ὧν δὲ οὐκ οἶδεν, ὁμολογεῖ ἀνερυθριάστως τὴν ἄγνοιαν. Οὕτως οὖν τὸν νοῦν ἄτυφον ἀπεργάζεται, καὶ προκόπτειν εἰς τὴν γνῶσιν ἀεὶ παρασκευάζει.
ξα´. Πέφυκὲ πως παρέπεσθαι τῇ γνώσει ἡ οἴησις καὶ φθόνος ἐν προοιμίοις μάλιστα. Καὶ ἡ μὲν οἴησις, ἔνθοθεν μόνον· ὁ δὲ φθόνος, καὶ ἔνθοθεν καὶ ἔξωθεν. Καὶ ἔνδοθεν μέν, πρὸς τοὺς ἔχοντας γνῶσιν· ἔξωθεν δέ, ἀπὸ τῶν ἐχόντων. Ἡ οὖν ἀγάπη, τὰ τρία ἀνατρέπει· τὴν μὲν οἴησιν, ἐπειδὴ οὐ φυσιοῦται. Τὸν δὲ ἔνδοθεν φθόνον, ἐπεὶ οὐ ζηλοῖ· τὸν δὲ ἔξωθεν, ἐπειδὴ μακροθυμεῖ καὶ χρηστεύεται. Ἀνάγκη οὖν τὸν ἔχοντα γνῶσιν, προσλαβέσθαι καὶ τὴν ἀγάπην, ἵνα ἄτρωτον τὸν νοῦν ἐν παντὶ διαφυλάττῃ.
ξβ´. Ὁ τοῦ χαρίσματος τῆς γνώσεως καταξιωθείς, καὶ λύπην, ἢ μνησικακίαν πρὸς ἄνθρωπον ἔχων, ἢ μῖσος, ὅμοιός ἐστι τῷ ἀκάνθαις καὶ τριβόλοις τοὺς (1064) ὀφθαλμοὺς κατακεντοῦντι [Fr.τοῦ κατακεντοῦντος]. Διὸ ἀναγκαίως δέεται ἡ γνῶσις ἀγάπης.
ξγ´. Μὴ ὅλην τὴν σχολήν σου περὶ τὴν σάρκα ἔχε, ἀλλὰ ὅρισὸν αὐτῇ τὴν κατὰ δύναμιν ἄσκησιν· καὶ ὅλον τὸν νοῦν σου, περὶ τὰ ἔνδον τρέψον· Ἡ γὰρ σωματικὴ γυμνασία, πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια, πρὸς πάντα ἐστὶν ὠφέλιμος καὶ τὰ ἑξῆς.
ξδ´. Ὁ ἀδιαλείπτως περὶ τὰ ἔνδον τὰς διατριβὰς ποιούμενος, σωφρονεῖ, μακροθυμεῖ, χρηστεύεται, ταπεινοφρονεῖ. Οὐ μόνον δέ, ἀλλὰ καὶ θεωρεῖ, καὶ θεολογεῖ, καὶ προσεύχεται. Καὶ τοῦτό ἐστιν ὃ λέγει ὁ Ἀπόστολος· Πνεύματι περιπατεῖτε, καὶ τὰ ἑξῆς.
ξε´. Ὁ τὴν πνευματικὴν ὁδὸν ὁδεύειν μὴ ἐπιστάμενος, τῶν ἐμπαθῶν νοημάτων οὐ ποιεῖται φροντίδα· ἀλλ᾿ ὅλην τὴν σχολὴν περὶ τὴν σάρκα ἔχει, καὶ ἢ γαστριμαργεῖ καὶ ἀκολασταίνει, λυπεῖταί τε καὶ ὀργίζεται καὶ μνησικακεῖ, καὶ ἐντεῦθεν τὸν νοῦν σκοτίζει· ἢ ἀμέτρως τῇ ἀσκήσει κέχρηται, θολεῖ τὴν διάνοιαν.
ξστ´. Οὐδὲν τῶν ἐκ Θεοῦ εἰς χρῆσιν ἡμῖν δοθέντων ἀναιρεῖ ἡ Γραφή· ἀλλὰ τὴν ἀμετρίαν κολάζει, καὶ τὴν ἀλογιστίαν διορθοῦται. Οἷον, οὐ κωλύει ἐσθίειν, οὐδὲ παιδοποιεῖν, οὐδὲ χρήματα ἔχειν καὶ ὀρθῶς διοικεῖν· ἀλλὰ κωλύει γαστριμαργεῖν, πορνεύειν, καὶ τὰ ἑξῆς. Ἀλλ᾿ οὐδὲ τὸ νοεῖν ταῦτα κωλύει (διὰ τοῦτο γὰρ γεγόνασιν), ἀλλὰ τὸ ἐμπαθῶς νοεῖν.
ξζ´. Τὰ μὲν τῶν ὑφ᾿ ὑμῶν κατὰ Θεὸν πραττομένων, κατ᾿ ἐντολὴν πράττεται· τὰ δέ, κατ᾿ ἐντολήν, ἀλλ᾿ ὡς ἂν τις εἴποι, καθ᾿ ἑκούσιον προσφοράν. Οἷον κατ᾿ ἐντολὴν μέν, τὸ ἀγαπᾷν τὸν Θεὸν καὶ τὸν πλησίον· τὸ ἀγαπᾷν τοὺς ἐχθρούς· τὸ μὴ μοιχεύειν μηδὲ φονεύειν [unus Reg. φθονεῖν], καὶ τὰ λοιπά· ἅτινα καὶ παραβάντες, κατακρινόμεθα. Οὐ κατ᾿ ἐντολὴν δέ, τὸ παρθενεύειν, ἡ ἀγαμία, ἡ ἀκτημοσύνη, ἡ ἀναχώρησις, καὶ τὰ ἑξῆς. Ταῦτα δώρων λόγον ἐπέχουσιν· ἵνα ἐὰν τινας τῶν ἐντολῶν κατορθῶσαι ἐξ ἀσθενείας μὴ δυνηθῶμεν, διὰ τῶν δώρων τὸν ἀγαθὸν ἡμῶν ἐξιλεωσώμεθα Δεσπότην.
ξη´. Ὁ τὴν ἀγαμίαν τιμῶν ἢ παρθενίαν, ἀναγκαίως ὀφείλει ἔχειν τὴν ὀσφὺν περιεζωσμένην, καὶ τὸν λύχνον καιόμενον· τὴν μὲν ὀσφὺν δι᾿ ἐγκρατείας· τὸν δὲ λύχνον, διὰ προσευχῆς καὶ θεωρίας καὶ ἀγάπης πνευματικῆς.
ξθ´. Τινὲς τῶν ἀδελφῶν, ἐκτὸς ἑαυτοὺς εἶναι νομίζουσι, τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων. Οὐ γὰρ ἴσασι διὰ τὴν ἀμέλειαν τῆς τῶν ἐντολῶν ἐργασίας, ὅτι ὁ τὴν εἰς Χριστὸν πίστιν ἀνόθευτον ἔχων, πάντα τὰ θεῖα χαρίσματα συλλήβδην ἔχει ἐν ἑαυτῷ. (1056) Ἐπειδὴ γὰρ τῆς εἰς αὐτὸν κατ᾿ ἐνέργειαν ἀγάπης διὰ τὴν ἀργίαν μακρὰν ἐσμέν, τῆς δεικνούσης ἡμῖν τοὺς ἐν ἡμῖν θείους θησαυρούς, εἰκότως ἐκτὸς ἑαυτοὺς τῶν θείων νομίζομεν χαρισμάτων.
ο´. Εἰ ὁ Χριστὸς ἐν ταῖς καρδίαις ἡμῶν κατοικεῖ διὰ τῆς πίστεως, κατὰ τὸν θεῖον Ἀπόστολον· πάντες δὲ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἐν αὐτῷ εἰσιν ἀπόκρυφοι· πάντες ἄρα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἐν ταῖς καρδίαις ἡμῶν εἰσιν ἀπόκρυφοι. Φανεροῦνται δὲ τῇ καρδίᾳ, κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου διὰ τῶν ἐντολῶν καθάρσεως.
οα´. Οὗτός ἐστιν ὁ θησαυρὸς ὁ ἐν τῷ ἀγρῷ κεκρυμμένος τῆς καρδίας σου, ὃν οὔπω εὗρες διὰ τὴν ἀργίαν. Εἰ γὰρ εὗρες, ἄρα ἂν πέπρακες πάντα, καὶ ἐκτήσω τὸν ἀγρὸν τοῦτον. Νῦν δὲ τὸν ἀγρὸν ἀφείς, τὰ περὶ τὸν ἀγρὸν περιέπεις· ἐν οἷς οὐδὲν ἄλλο εὑρίσκεται, πλὴν ἀκανθῶν καὶ τριβόλων.
οβ´. Διὰ τοῦτο λέγει ὁ Σωτήρ· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Τότε δὲ ὄψονται αὐτόν, καὶ τοὺς ἐν αὐτῷ θησαυρούς, ὅτε διὰ ἀγάπης καὶ ἐγκρατείας ἑαυτοὺς καθαίρουσι· καὶ τοσούτῳ πλέον, ὅσῳ τὴν κάθαρσιν ἐπιτείνουσι.
ογ´. Διὰ τοῦτο πάλιν λέγει· Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα ὑμῖν καθαρὰ ἔσται· ὡς μηκέτι τοῖς περὶ τὸ σῶμα σχολαζόντων πράγμασιν, ἀλλὰ τὸν νοῦν καθαίρειν σπευδόντων, ἀπὸ μίσους καὶ ἀκρασίας· ὃν καρδίαν ὀνομάζει ὁ Κύριος. Ταῦτα γὰρ τὸν νοῦν ῥυποῦντα, οὐκ ἐῶσι βλέπειν τὸν ἐν αὐτῷ κατοικοῦντα Χριστόν, διὰ τῆς χάριτος τοῦ ἁγίου βαπτίσματος.
οδ´. Ὁδοὺς ἡ Γραφὴ τὰς ἀρετὰς ὀνομάζει. Μεῖζων δὲ πασῶν τῶν ἀρετῶν, ἡ ἀγάπη καθέστηκε. Διὰ τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· Ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι· ὡς καταφρονεῖν πείθουσαν τῶν ὑλικῶν πραγμάτων, καὶ μηδὲν τῶν προσκαίρων προτιμᾷν τῶν αἰωνίων.
οε´. Ἡ εἰς Θεὸν ἀγάπη, ἀνθίσταται τῇ ἐπιθυμίᾳ· πείθει γὰρ τὸν νοῦν ἐγκρατεύεσθαι ἀπὸ τῶν ἡδονῶν. Ἡ δὲ εἰς τὸν πλησίον, ἀνθίσταταιτῷ θυμῷ· ποιεῖ γὰρ καταφρονεῖν δόξης καὶ χρημάτων. Καὶ ταῦτὰ εἰσι τὰ δύο δηνάρια, ἅπερ ὁ Σωτὴρ δέδωκε τῷ πανδοχεῖ, ἵνα σου ἐπιμέλειαν ποιήσηται. Ἀλλὰ μὴ φανῇς ἀγνώμων τοῖς λῃσταῖς συνδυάζων, μὴ ποτε πάλιν πληγῇς, καὶ οὐκ ἔτι ἡμιθανής, ἀλλὰ νεκρὸς εὑρεθήσῃ.
(1068) οστ´. Κάθαιρε τὸν νοῦν σου ἀπὸ ὀργῆς, καὶ μνησικακίας, καὶ τῶν αἰσχρῶν λογισμῶν. Καὶ τότε δυνήσῃ γνῶναι τὴν τοῦ Χριστοῦ ἐνοίκησιν.
οζ´. Τίς σε ἐφώτισεν εἰς τὴν πίστιν τῆς ἁγίας καὶ ὁμοουσίου καὶ προσκυνητῆς Τριάδος; ἢ τίς σοι ἐγνώρισε τὴν ἔνσαρκον οἰκονομίαν τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος; Τὶς δέ σε ἐδίδαξε τοὺς περὶ ἀσωμάτων λόγους, ἢ τοὺς περὶ γενέσεως καὶ συντελείας τοῦ ὁρωμένου κόσμου· ἢ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ αἰωνίου ζωῆς, ἢ περὶ τῆς δόξης τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τῆς φοβερᾶς κρίσεως; Οὐχὶ ἡ χάρις τοῦ Χριστοῦ ἡ ἐνοικοῦσα ἐν σοί; ἥτις ἐστὶν ὁ ἀῤῥαβὼν τοῦ ἁγίου Πνεύματος; Τί μεῖζον ταύτης τῆς χάριτος; ἢ τί κρεῖττον ταύτης τῆς σοφίας καὶ τῆς γνώσεως; ἢ τί τῶν ἐπαγγελιῶν ὑψηλότερον; Εἰ δὲ ἐσμεν ἀργοὶ καὶ ἀμελεῖς, καὶ μὴ καθαίρομεν ἑαυτοὺς τῶν κωλυόντων ἡμᾶς, καὶ τὸν νοῦν ἡμῶν ἐκτυφλούντων παθῶν, ὥστε δύνασθαι καὶ τρανότερον ἡλίου τοὺς περὶ τούτων λόγους ὁρᾷν, ἑαυτοὺς αἰτιασώμεθα, καὶ μὴ τὴν τῆς χάριτος ἐνοίκησιν ἀρνησώμεθα.
οη´. Ὁ ἐπαγγειλάμενός σοι Θεὸς τὰ αἰώνια ἀγαθά, καὶ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν τῇ καρδίᾳ δεδωκώς, ἐνετείλατό σοι ἐπιμελεῖσθαί σε τοῦ βίου, ἵνα ὁ ἔσω ἄνθρωπος τῶν παθῶν ἐλευθερωθείς, ἄρξηται ἀπεντεῦθεν τῆς τῶν ἀγαθῶν ἀπολαύσεως.
οθ´. Τῶν θείων καὶ ὑψηλῶν καταξιωθεὶς θεωρημάτων, σφόδρα ἐπιμελοῦ ἀγάπης καὶ ἐγκρατείας· ἵνα τὸ παθητικὸν ἀτάραχον διαφυλάττων, ἀνέκλειπτον ἕξῃς τὸ τῆς ψυχῆς φέγγος.
π´. Τὸ θυμικὸν τῆς ψυχῆς, ἀγάπῃ χαλίνωσον· καὶ τὸ ἐπιθυμητικὸν αὐτῆς ἐγκρατείᾳ καταμάρανον· καὶ τὸ λογικὸν αὐτῆς προσευχῇ πτέρωσον· καὶ τὸ φῶς τοῦ νοῦ οὐκ ἀμαυροῦταὶ ποτε.
πα´. Τὰ τὴν ἀγάπην λύοντα, εἰσὶ ταῦτα· οἷον, ἀτιμία, ζημία, συκοφαντία, ἢ εἰς πίστιν,ἢ εἰς βίον· δαρμοί, πληγαί, καὶ τὰ ἑξῆς· καὶ ταῦτα ἢ αὐτῷ συμβαίνοντα, ἢ τινι τῶν αὐτοῦ συγγενῶν ἢ φίλων.Ὁ οὖν διὰ τι τούτων λύων τὴν ἀγάπην, οὔπω ἔγνω τὶς ὁ σκοπὸς τῶν τοῦ Χριστοῦ ἐντολῶν.
πβ´. Σπούδασον ὅσον δύνασαι πάντα ἄνθρωπον ἀγαπῆσαι. Εἰ δὲ τοῦτο οὔπω δύνασαι, κἂν μηδένα μισήσῃς, οὐ δύνασαι δὲ οὐδὲ τοῦτο ποιῆσαι, εἰ μὴ τῶν τοῦ κόσμου πραγμάτων καταφρονήσῃς.
πγ´. Ὁ δεῖνα ἐβλασφήμησε· μὴ μισήσῃς ἐκεῖνον, ἀλλὰ τὴν βλασφημίαν, καὶ τὸν βλασφημῆσαι παρασκευάσαντα δαίμονα. Εἰ δὲ τὸν βλασφημήσαντα μισεῖς, ἄνθρωπον ἐμίσησας, καὶ τὴν ἐντολὴν παρέβης· καὶ ὅπερ ἐκεῖνος τῷ λόγῳ ἐποίησε, ποιεῖς σὺ τῷ ἔργῳ. Εἰ δὲ τὴν ἐντολὴν φυλάττεις, τὰ τῆς ἀγάπης ἐπίδειξαι· καὶ εἲ τι δύνασαι, βοήθησον, ἵνα τοῦ κακοῦ αὐτὸν ἀπαλλάξῃς.
πδ´. Οὐ θέλει σε ὁ Χριστὸς μῖσος ἔχειν πρὸς ἄνθρωπον, ἢ λύπην ἢ ὀργὴν ἢ (1069) μνησικακίαν τοσύνολον καθ᾿ οἱονδήποτε τρόπον, ἢ δι᾿ οἱονδήποτε πρᾶγμα πρόσκαιρον. Καὶ τοῦτο πάντη βοῶσι τὰ τέσσαρα Εὐαγγέλια.
πε´. Πολλοὶ ἐσμεν οἱ λέγοντες, ὀλίγοι δὲ οἱ ποιοῦντες. ἀλλ᾿ οὖν τὸν λόγον τοῦ Θεοῦ οὐδεὶς ὤφειλε νοθεύειν διὰ τὴν ἰδίαν ἀμέλειαν· ἀλλ᾿ ὁμολογεῖν μὲν τὴν ἑαυτοῦ ἀσθένειαν, μὴ ἀποκρύπτειν δὲ τὴν τοῦ Θεοῦ ἀλήθειαν· ἵνα μὴ ὑπόδικοι γενώμεθα, μετὰ τῆς τῶν ἐντολῶν παραβάσεως, καὶ τῆς τοῦ λόγου τοῦ Θεοῦ παρεξηγήσεως.
πστ´. Ἀγάπη καὶ ἐγκράτεια, παθῶν τὴν ψυχὴν ἐλευθεροῦσιν· ἀνάγνωσις καὶ θεωρία, ἀγνοίας τὸν ἀπαλλάττουσιν· ἡ δὲ τῆς προσευχῆς κατάστασις, αὐτῷ παρίστησιν αὐτὸν τῷ Θεῷ.
πζ´. Ὅταν ἴδωσιν ἡμᾶς οἱ δαίμονες τῶν πραγμάτων τοῦ κόσμου καταφρονοῦντας, ἵνα μὴ δι᾿ αὐτὰ τοὺς ἀνθρώπους μισήσωμεν καὶ τῆς ἀγάπης ἐκπέσωμεν, τότε συκοφαντίας καθ᾿ ἡμῶν ἐγείρουσιν, ἵνα τὴν λύπην μὴ φέροντες, τοὺς συκοφαντήσαντας μισήσωμεν.
πη´. Οὐκ ἔστι πόνος ψυχῆς βαρύτερος συκοφαντίας, κἄν τε εἰς πίστιν, κἄν τε εἰς βίον τις συκοφαντεῖται· καὶ οὐδεὶς ταύτης καταφρονεῖν δύναται, εἰ μὴ μόνος ὁ εἰς Θεὸν ἀποβλεπόμενος ὡς ἡ Σωσάννα, τὸν μόνον δυνάμενον καὶ ἐξ ἀναγκῶν ῥύσασθαι ὥσπερ κἀκείνην, καὶ τοὺς ἀνθρώπους πληροφορῆσαι, ὡς καὶ περὶ ἐκείνης· καὶ τὴν ψυχὴν τῇ ἐλπίδι παραμυθήσασθαι.
πθ´. Ὅσον εὔχῃ ἐκ τῆς ψυχῆς ὑπὲρ τοῦ συκοφαντήσαντος, τοσοῦτον καὶ ὁ Θεὸς πληροφορεῖ τοὺς σκανδαλισθέντας.
τέσσ. ἀνοικ. Ϟ´. Φύσει ἀγαθὸς μόνος ὁ Θεός· καὶ γνώμῃ ἀγαθός, μόνος ὁ θεομίμητος. Σκοπὸς γὰρ αὐτῷ ἐστι, τῷ φύσει ἀγαθῷ τοὺς πονηροὺς συνάψαι, ἵνα γένωνται ἀγαθοί. Διὰ τοῦτο ὑπ᾿ αὐτῶν λοιδορούμενος εὐλογῇ· διωκόμενος ἀνέχεται· βλασφημούμενος παρακαλεῖ· φονευόμενος ὑπερεύχεται. Πάντα ποιεῖ, ἵνα τοῦ σκοποῦ τῆς ἀγάπης μὴ ἐκπέσῃ.
τέσσ. ἀνοικ. Ϟα´. Αἱ μὲν ἐντολαὶ τοῦ Κυρίου, διδάσκουσιν ἡμᾶς τοῖς μέσοις εὐλόγως χρήσασθαι πράγμασι· ἡ δὲ εὔλογος τῶν μέσων χρῆσις, τὴν τῆς ψυχῆς καθαίρει κατάστασιν· ἡ δὲ καθαρὰ κατάστασις, τίκτει τὴν διάκρισιν· ἡ δὲ διάκρισις, τίκτει τὴν ἀπάθειαν, ἐξ ἦς τίκτεται ἡ τελεία ἀγάπη.
τέσσ. ἀνοικ. Ϟβ´. Οὔπω ἔχει τὴν ἀπάθειαν, ὁ διὰ σύμβασιν πειρασμοῦ, τὸ ἐλάττωμα τοῦ φίλου παραβλέπειν μὴ δυνάμενος, ἢ ὃν τυχόν, ἢ δὲ εἶναι δοκοῦν. (1072) Τὰ γὰρ ἐγκείμενα τῇ ψυχῇ πάθη ἐκταρασσόμενα, ἐκτυφλοῖ τὴν διάνοιαν, καὶ οὐκ ἐᾷ διαβλέψαι εἰς τὰς τῆς ἀληθείας αὐγάς, οὐδὲ διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος. Οὐκ ἄρα οὖν οὐδὲ τὴν τελείαν ἀγάπην ὁ τοιοῦτος ἐκτήσατο, τὴν ἔξω βάλλουσαν τὸν φόβον τῆς κρίσεως.
τέσσ. ἀνοικ. Ϟγ´. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα. Ἐπειδὴ τὰς τοῦ φίλου συμφοράς, ἰδίας λογίζεται· καὶ συνυποφέρει αὐτῷ μέχρι θανάτου κακοπαθῶν.
τέσσ. ἀνοικ. Ϟδ´. Πολλοὶ μὲν οἱ φίλοι, ἀλλ᾿ ἐν καιρῷ εὐημερίας· ἐν δὲ καιρῷ πειρασμῶν, μόλις ἂν εὑρήσεις ἕνα.
τέσσ. ἀνοικ. Ϟε´. Πάντα μὲν ἄνθρωπον, ἐκ ψυχῆς ἀγαπητέον· ἐπὶ τῷ Θεῷ μὲ μόνῳ τὴν ἐλπίδα θετέον, καὶ ἐξ ὅλης ἰσχύος αὐτὸν θεραπευτέον. Ἐφόσον γὰρ αὐτὸς ἡμᾶς συντηρεῖ, οἵ τε φίλοι πάντες ἡμᾶς περιέπουσι, καὶ οἱ ἐχθροὶ πάντες πρὸς ἡμᾶς ἀδυνατοῦσιν. Ἐπὰν δὲ αὐτὸς ἡμᾶς ἐγκαταλίπῃ, οἵ τε φίλοι πάντες ἡμᾶς ἀποστρέφονται, καὶ οἱ ἐχθροὶ πάντες καθ᾿ ἡμῶν ἰσχύουσι.
τέσσ. ἀνοικ. Ϟστ´. Τέσσαρὲς εἰσι γενικοὶ ἐγκαταλείψεως τρόποι· ἡ μέν, οἰκονομική, ὡς ἐπὶ τοῦ Κυρίου· ἵνα διὰ τῆς δοκούσης ἐγκαταλείψεως, οἱ ἐγκαταλελειμένοι σωθῶσιν. ἡ δέ, πρὸς δοκιμήν, ὡς ἐπὶ τοῦ Ἰὼβ καὶ Ἰωσήφ· ἵνα ὁ μέν, ἀνδρείας· ὁ δέ, σωφροσύνης στῆλαι ἀναφανῶσιν. Ἡ δέ, πρὸς παίδευσιν πνευματικήν, ὡς ἐπὶ τοῦ Ἀποστόλου, ἵνα ταπεινοφρονῶν, τὴν ὑπερβολὴν φυλάξῃ τῆς χάριτος. Ἡ δὲ κατὰ ἀποστροφήν, ὡς ἐπὶ τῶν Ἰουδαίων, ἵνα κολαζόμενοι πρὸς μετάνοιαν κατακαμφθῶσι. Σωτήριοι δὲ πάντες οἱ τρόποι ὑπάρχουσι, καὶ τῆς θείας ἀγαθότητος καὶ φιλανθρωπίας ἀνάμεστοι.
τέσσ. ἀνοικ. Ϟζ´. Μόνον οἱ ἀκριβεῖς τῶν ἐντολῶν φύλακες, καὶ γνήσιοι τῶν θείων κριμάτων μύσται, τοὺς κατὰ συγχώρησιν Θεοῦ πειραζομένους, οὐ καταλιμπάνουσι φίλοις. Οἱ δὲ τῶν ἐντολῶν καταφρονηταί, καὶ τῶν θείων κριμάτων ἀμύητοι, ὅταν μὲν ὁ φίλος εὐημερῇ, συναπολαύουσιν αὐτῷ· ἐπὰν δὲ πειραζόμενος κακοπαθῇ, καταλιμπάνουσιν αὐτόν. Ἔστι δὲ ὅταν καὶ μετὰ τῶν ἐναντίων ἵστανται.
τέσσ. ἀνοικ. Ϟη´. Οἱ μὲν τοῦ Χριστοῦ φίλοι, πάντας ἀγαπῶσι γνησίως. Οὐχ ὑπὸ πάντων δὲ ἀγαπῶνται. Καὶ οἱ μὲν τοῦ Χριστοῦ, μέχρι τέλους τὴν συνέχειαν τῆς ἀγάπης διατηροῦσιν· οἱ δὲ τοῦ κόσμου, μέχρι οὗ ἀλλήλοις διὰ τὰ κόσμου προσκρούσωσι.
τέσσ. ἀνοικ. Ϟθ´. Φίλος πιστός, σκέπη κραταιά. Ἐπειδὴ καὶ εὐημεροῦντι τῷ φίλῳ σύμβουλός ἐστιν ἀγαθὸς καὶ συνεργὸς σύμψυχος· καὶ κακοπαθοῦντι ἀντιλήπτωρ γνησιώτατος καὶ ὑπέρμαχος συμπαθέστατος.
(1073) ῥ´. Πολλοὶ μὲν πολλὰ περὶ ἀγάπης εἰρήκασιν· ἐν μόνοις δὲ τοῖς Χριστοῦ μαθηταῖς ταύτην ζητήσας, εὑρήσεις· ἐπεὶ καὶ μόνοι αὐτοὶ εἶχον τὴν ἀληθινὴν Ἀγάπην τῆς ἀγάπης διδάσκαλον, περὶ ἧς ἔλεγον· Ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὁ οὖν κτησάμενος τὴν ἀγάπην, αὐτὸν τὸν Θεὸν ἐκτήσατο· ἐπειδὴ ὁ Θεὸς ἀγάπης ἐστίν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Τέλος τῶν περὶ ἀγάπης κεφαλαίων τῆς τετάρτης ἑκατοντάδος.