ΕΙΣ ΤΗΝ ΠΡΟΣΕΥΧΗΝ ΤΟΥ ΠΑΤΕΡ ΗΜΩΝ, ΠΡΟΣ ΕΝΑ ΦΙΛΟΧΡΙΣΤΟΝ. (872)

ΕΡΜΗΝΕΙΑ ΣΥΝΤΟΜΟΣ

Αὐτὸν ἐδεξάμην τὸν θεοφύλακτόν μου δεσπότην διὰ τῶν αὐτοῦ πανευφήμων γραμμάτων παραγινόμενον· (873) τὸν ἀεὶ μὲν παρόντα, καὶ ἀπεῖναι τῷ πνεύματι παντελῶς οὐ δυνάμενον· ὅμως δὲ δι᾿ ἀρετῆς περιουσίαν θεομιμήτως συγγίνεσθαι τοῖς αὐτοῦ δούλοις, καὶ δ᾿ ἧς ὁ Θεὸς δέδωκε τῇ φύσει προφάσεως, οὐκ ἀπαναινόμενον. Διὸ θαυμάσας αὐτοῦ τὸ μέγεθος τῆς συγκαταβάσεως, πόθῳ σύγκρατον τὸν πρὸς αὐτὸν φόβον ἐποιησάμην· καὶ μίαν ἐξ ἀμφοτέρων, φόβου τε καὶ πόθου, ἀγάπην ἐνεστησάμην, δι᾿ αἰδοῦς καὶ εὐνοίας συνισταμένην· ἵνα μήτε μῖσος ὁ φόβος γίνηται τοῦ πόθου γυμνούμενος, μήτε καταφρόνησις ὁ πόθος, τὸν σώφρονα φόβον συνημμένον οὐκ ἔχων· ἀλλὰ νόμος ἡ ἀγάπη τυγχάνουσα δειχθῇ στοργῆς ἐνδιάθετος, ἅπαν τὸ κατὰ φύσιν συγγενὲς οἰκειούμενος· δι᾿ εὐνοίας μέν, τὸ μῖσος χειρούμενος· δι᾿ αἰδοῦς δέ, πόῤῥω ποιούμενος τὴν καταφρόνησιν· ὃν δὴ μάλιστα πάντων, φημὶ δὲ τὸν φόβον, τῆς θείας ἀγάπης συστατικὸν ἐπιγνοὺς Δαβὶδ ὁ μακάριος, φησίν· Ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος· ἕτερον δηλαδὴ τοῦτο εἰδώς, παρὰ τὸν ἐπ᾿ ἐγκλήμασι δέει τιμωρίας συνιστάμενον φόβον· εἴπερ ὁ μὲν ἔξω γίνεται, τῇ παρουσίᾳ τῆς ἀγάπης παντελῶς ἀφανιζόμενος, ὣς που τοῖς ἑαυτοῦ λόγοις ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης δείκνυται, φάσκων· Ἡ ἀγάπη ἔξω βάλλει τὸν φόβον· ὁ δέ, τὸν τῆς ἀληθοῦς στοργῆς φυσικῶς χαρακτηρίζει νόμον· αἰδοῖ συντηρῶν εἰς αἰῶνα τοῖς ἁγίοις, πρός τε Θεὸν καὶ ἀλλήλους, τὸν τῆς ἀγάπης θεσμόν τε καὶ τρόπον παντελῶς ἀδιάφθορον.

Πόθῳ γοῦν, ὡς ἔφην, κἀγὼ κεράσας τὸν φόβον, πρὸς τὸν ἐμὸν Δεσπότην, τοῦτον τῆς ἀγάπης συνεστησάμην τὸν νόμον μέχρι τῆς σήμερον· αἰδοῖ μὲν τοῦ γράφειν εἰργόμενος, ἵνα μὴ λάβῃ χώραν ἡ καταφρόνησις· εὐνοίᾳ δὲ πρὸς τὸ γράφειν ὠθούμενος, ἵνα μὴ νομισθῇ μῖσος ἡ τελεία τοῦ γράφειν παραίτησις. Γράφω δέ, τοῦτο πράττειν κελευόμενος, οὐχ ὅσα λογίζομαι· Λογισμοὶ γὰρ ἀνθρώπων δειλοί, κατὰ τὴν Γραφήν· ἀλλ᾿ ὅσα βούλεται Θεός, καὶ χάριτι πρὸς τὴν τοῦ συμφέροντος γένεσιν ἐπιδίδωσιν. Ἡ γὰρ βουλὴ τοῦ Κυρίου, φησὶν ὁ Δαβίδ, εἰς τὸν αἰῶνα μένει· λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν· βουλὴν μὲν τυχὸν φήσας τοῦ Θεοῦ καὶ Πατρός, τὴν ἐπὶ θεώσει τῆς ἡμετέρας φύσεως ἀπόῤῥητον κένωσιν τοῦ μονογενοῦς Υἱοῦ, καθ᾿ ἣν ἔχειν πάντων τῶν αἰώνων τὸ πέρας περιγραφόμεον· λογισμοὺς δὲ τῆς καρδίας αὐτοῦ, τοὺς τῆς προνοίας καὶ τῆς κρίσεως λόγους· καθ᾿ οὓς τήν τε παροῦσαν ἡμῶν ζωὴν καὶ τὴν μέλλουσαν, ὥσπερ τινὰς γενεὰς διαφόρους σοφῶς διεξάγει, καταλλήλως ἑκάστην τὸν πρέποντα τρόπον τῆς ἐνεργείας προσνέμων.

Εἰ δὲ θείας ὑπάρχει βουλῆς ἔργον ἡ τῆς ἡμετέρας φύσεως θέωσις· καὶ τῶν θείων λογισμῶν ἐστι σκοπός, ἡ πρὸς τὸ πέρας διεξαγωγὴ τῶν ζητουμένων (876) τῆς ἡμετέρας ζωῆς· ἄρα συμφέρει τῆς τοῦ Κυρίου προσευχῆς γνῶναί τε καὶ πρᾶξαι, καὶ οὕτω δεόντως γράψαι, τὴν δύναμιν. Ἐπεὶ δὲ μάλιστα ταύτης καὶ ὁ ἐμὸς Δεσπότης πρὸς ἐμὲ τὸν αὐτοῦ δοῦλον γράφων θεόθεν κινηθεὶς ἐπεμνήσθη τῆς προσευχῆς, ἣν καὶ τῶν ἐμῶν ἀναγκαίως ὑπόθεσιν λόγων ποιούμενος, αἰτοῦμαι τὸν ταύτης διδάσκαλον τῆς προσευχῆς Κύριον, διανοῖξαί μου τὸν νοῦν πρὸς κατανόησιν τῶν ἐν αὐτῇ μυστηρίων, καὶ δοῦναι σύμμετρον λόγον πρὸς τὴν τῶν νοουμένων σαφήνειαν. Ὅλον γὰρ ἔχει κατὰ περιγραφὴν τὸν ἐν τοῖς εἰρημένοις σκοπὸν μυστικῶς κεκρυμμένον· ἤ, τόγε κυριώτερον εἰπεῖν, τοῖς ἐῤῥωμένοις τὸν νοῦν ἐμφανῶς κηρυττόμενον. Πάντων γὰρ ὧν διὰ σαρκὸς γέγονεν αὐτουργὸς κενωθεὶς ὁ τοῦ Θεοῦ Λόγος, αἴτησιν ἔχει τῆς προσευχῆς ὁ λόγος, διδάσκων ἐκείνων μεταποιεῖσθαι τῶν ἀγαθῶν, ὧν μόνος ὁ Θεὸς καὶ Πατὴρ δι᾿ Υἱοῦ φυσικῶς μεσιτεύοντος ἐν ἁγίῳ Πνεύματι κατ᾿ ἀλήθειάν ἐστι χορηγός· εἴπερ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, κατὰ τὸν θεῖον Ἀπόστολον, ὁ Κύριός ἐστιν Ἰησοῦς· τοῖς μὲν ἀνθρώποις, διὰ σαρκὸς ἐμφανῆ ποιῶν ἀγνοούμενον τὸν Πατέρα· τῷ δὲ Πατρὶ διὰ Πνεύματος ἐν ἑαυτῷ τοὺς ἀνθρώπους καταλλαγέντας προσάγων· ὑπὲρ ὧν, καὶ διὰ οὓς ἀτρέπτως γενόμενος ἄνθρωπος, πολλῶν ὅσον οὐδέπω μέτρῳ περιλαβεῖν, τό τε πλῆθος καὶ μέγεθος δεδύνηται λόγος, καινῶν μυστηρίων αὐτουργὸς γίνεται καὶ διδάσκαλος· ὧν ἑπτὰ τὸν ἀριθμὸν γενικώτερα τῶν λοιπῶν, κατ᾿ ἐξαίρετον φιλοτιμίαν πέφανται τοῖς ἀνθρώποις δεδωρημένος· ὧν μυστικῶς περιέχει τὴν δύναμιν, ὡς ἔφην, τῆς προσευχῆς ὁ σκοπός· θεολογίαν, υἱοθεσίαν ἐν χάριτι, ἰσοτιμίαν τὴν πρὸς ἀγγέλους, ἀϊδίου ζωῆς μετοχήν, φύσεως ἀπαθῶς πρὸς ἑαυτὴν νευούσης ἀποκατάστασιν, τοῦ νόμου τῆς ἁμαρτίας κατάλυσιν, καὶ τῆς τοῦ κρατήσαντος ἡμῶν δι᾿ ἀπάτης πονηροῦ τυραννίδος καθαίρεσιν. Σκοπῶμεν οὖν τὴν τῶν λεχθέντων ἀλήθειαν.

Θεολογίαν μὲν γὰρ διδάσκει σαρκούμενος ὁ τοῦ Θεοῦ Λόγος, ὡς ἐν ἑαυτῷ δεικνὺς τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ὅλος γὰρ ἦν ὁ Πατήρ, καὶ ὅλον τὸ Πνεῦμα τὸ ἅγιον, οὐσιωδῶς ἐν ὅλῳ τελείως τῷ Υἱῷ καὶ σαρκουμένῳ, οὐ σαρκούμενοι· ἀλλ᾿ ὁ μὲν εὐδοκῶν, τὸ δὲ συνεργοῦν, αὐτουργοῦντι τῷ Υἱῷ τὴν σάρκωσιν· εἴπερ ἔννους ὁ Λόγος διέμεινε καὶ ζῶν, καὶ μηδενὶ τὸ παράπαν ἄλλῳ κατ᾿ οὐσίαν χωρούμενος, ἢ μόνῳ τῷ Πατρὶ καὶ τῷ Πνεύματι, καὶ πρὸς τὴν σάρκα διὰ φιλανθρωπίαν, τὴν καθ᾿ ὑπόστασιν ποιησάμενος ἕνωσιν.

(877) Υἱοθεσίαν δὲ δίδωσι, τὴν ὑπὲρ φύσιν ἄνωθεν διὰ Πνεύματος ἐν χάριτι δωρούμενος γέννησιν· ἧς ἐν Θεῷ [al. σὺν Θεῷ] φυλακή τε καὶ τήρησίς ἐστιν, ἡ τῶν γεννωμένων προαίρεσις· διαθέσει γνησίᾳ τὴν δοθεῖσαν στέργουσα χάριν, καὶ τῇ πράξει τῶν ἐντολῶν ἐπιμελῶς τὸ κατὰ χάριν δοθὲν ὡραΐζουσα κάλλος· καὶ τοσοῦτον τῇ κενώσει τῶν παθῶν μεταποιουμένη θεότητος, ὅσον ὁ τοῦ Θεοῦ Λόγος τῆς οἰκείας ἀκραίφνους δόξης, οἰκονομικῶς ἑαυτὸν κατὰ θέλησιν κενώσας, γενόμενος ἀληθῶς κεχρημάτικεν ἄνθρωπος.

Ἰσοτίμους δὲ τοῖς ἀγγέλοις τοὺς ἀνθρώπους πεποίηκεν, οὐ καθότι μόνον Εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ καταργήσας τὰς πληρούσας τὸν μέσον οὐρανοῦ καὶ γῆς τόπον ἀντικειμένας δυνάμεις, μίαν πρὸς τὴν τῶν θείων δώρων διανομὴν τῶν ἐπιγείων καὶ οὐρανίων δυνάμεων ἀπέδειξεν οὖσαν πανήγυριν· τῆς ἀνθρωπίνης φύσεως ἐν ἀγαλλιάσει κατὰ τὸ ἓν καὶ τὸ αὐτὸ θέλημα ταῖς ἄνω δυνάμεσι τὴν δόξαν τοῦ Θεοῦ συνεπηχούσης· ἀλλ᾿ ὅτι καὶ μετὰ τὴν πλήρωσιν τῆς ὑπὲρ ἡμῶν οἰκονομίας, μετὰ τοῦ προσληφθέντος ἀναληφθεὶς σώματος, οὐρανὸν καὶ γῆν ἥνωσε δι᾿ ἑαυτοῦ· καὶ τοῖς νοητοῖς συνῆψε τὰ αἰσθητά, καὶ μίαν ἔδειξε τὴν κτιστὴν φύσιν ταῖς τῶν ἑαυτῆς ἀκρότησι μερῶν, κατ᾿ ἀρετήν τε καὶ τῆς πρώτης αἰτίας ἐπίγνωσιν, πρὸς ἑαυτὴν συνδεομένην· δεικνύς, οἶμαι, δι᾿ ὧν ἐπετέλει μυστικῶς, ὡς ὁ μὲν λόγος ἐστὶ τῶν διεστώτων ἕνωσις· ἡ δὲ ἀλογία, τῶν ἡνωμένων διαίρεσις· καὶ μάθωμεν λόγου μεταποιεῖσθαι διὰ τῆς πράξεως, ἵνα μὴ μόνον ἀγγέλοις κατ᾿ ἀρετήν, ἀλλὰ καὶ Θεῷ γνωστικῶς κατὰ τὴν τῶν ὄντων ἑνωθῶμεν ἀφαίρεσιν.

Ζωῆς δὲ θείας μεταποιεῖται μετάδοσιν, ἐδώδιμον ἑαυτὸν ἐργαζόμενος, ὡς οἶδεν αὐτός, καὶ οἱ παρ᾿ αὐτοῦ τοιαύτην αἴσθησιν νοερὰν εἰληφότες, ὥστε τῇ γεύσει ταύτης τῆς βρώσεως, εἰδέναι, κατ᾿ ἐπίγνωσιν ἀληθῶς, ὅτι χρηστὸς ὁ Κύριος, ποιότητι θείᾳ πρὸς θέωσιν μετακιρνῶν τοὺς ἐσθίοντας· οἷα δὴ σαφῶς ζωῆς καὶ δυνάμεως ἄρτος καὶ ὢν καὶ καλούμενος.

Τὴν φύσιν δὲ πρὸς ἑαυτὴν ἀποκαθίστησιν, οὐ καθότι μόνον γενόμενος ἄνθρωπος, ἀπαθῆ τὴν γνώμην πρὸς τὴν φύσιν ἐτήρησε καὶ ἀστασίαστον· μηδὲ πρὸς αὐτοὺς τοὺς σταυρώσαντας τῆς κατὰ φύσιν οἰκείας σαλευομένην τὸ σύνολον βάσεως· τοὐναντίον δὲ μᾶλλον αἱρουμένην ἀντὶ ζωῆς τὸν ὑπὲρ αὐτῶν θάνατον· καθ᾿ ὃ καὶ τὸ τοῦ πάθους ἑκούσιον δείκνυται, (880) τῇ τοῦ πάσχοντος φιλανθρώπῳ διαθέσει κυρούμενον· ἀλλ᾿ ὅτι καὶ τὴν ἔχθραν κατήργησε, προσηλώσας τῷ σταυρῷ τὸ τῆς ἁμαρτίας χειρόγραγον, δι᾿ ὃ πρὸς ἑαυτὴν ἀσπόνδως εἶχεν ἡ φύσις τὸν πόλεμον· καὶ τοὺς μακρὰν καὶ τοὺς ἐγγὺς καλέσας, τοὺς ὑπὸ νόμον δηλαδὴ καὶ τοὺς ἔξω νόμου· καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὸν νόμον δηλονότι τῶν ἐντολῶν σαφηνίσας ἐν δόγμασι· τοὺς δύο ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην καὶ ἀποκαταλλάσσων ἡμᾶς δι᾿ ἑαυτοῦ τῷ Πατρί, καὶ ἀλλήλοις, οὐκ ἔχοντας ἔτι τὴν γνώμην ἀνθισταμένην τῷ λόγῳ τῆς φύσεως· ἀλλ᾿ ὥσπερ τὴν φύσιν, οὕτω καὶ τὴν γνώμην ὄντας ἀναλλοιώτους.

Καθαρὰν δὲ τοῦ νόμου τῆς ἁμαρτίας τὴν φύσιν καθίστησιν, ἡδονὴν προκαθηγεῖσθαι τῆς δι᾿ ἡμᾶς αὐτοῦ μὴ συγχωρήσας σαρκώσεως· ἄσπορος γὰρ γέγονε παραδόξως ἡ σύλληψις, καὶ ἄφθορος ὑπὲρ φύσιν ἡ γέννησις· ἐπισφίγγοντος δηλαδὴ τοῦ τεχθέντος Θεοῦ τῇ μητρί, πλέον τῆς φύσεως, τὰ δεσμὰ τῆς παρθενίας διὰ γεννήσεως· καὶ τὴν φύσιν ἅπασαν, τῆς τοῦ κρατήσαντος νόμου δυναστείας, ἐν τοῖς βουλομένοις ἐλευθεροῦντος τῇ κατ᾿ αἴσθησιν νεκρώσει τῶν ἐπὶ γῆς μελῶν, τὸν αὐτοῦ μιμουμένοις αὐθαίρετον θάνατον. Βουλομένων γάρ, οὐ τυραννουμένων τὸ τῆς σωτηρίας μυστήριον.

Τῆς δὲ τοῦ κρατήσαντος ἡμῶν δι᾿ ἀπάτης πονηροῦ τυραννίδος ποιεῖται καθαίρεσιν, τὴν σάρκα τὴν νικηθεῖσαν ἐν τῷ Ἀδάμ, ὅπλον κατ᾿ αὐτοῦ προβαλλόμενος, καὶ νικῶν· ἵνα δείξῃ τὴν πρότερον ἁλοῦσαν πρὸς θάνατον, ἑλοῦσαν τὸν ἑλόντα, καὶ θανάτῳ φυσικῷ τὴν ἐκείνου ζωὴν διαφθείρουσαν· καὶ γινομένην, αὐτῷ μὲν δηλητήριον, πρὸς τὸ πάντας οὓς κατέπιεν ἰσχύσας, ὡς ἔχων τοῦ θανάτου τὸ κράτος, ἐμέσαι· ζωὴν δὲ τῷ γένει τῶν ἀνθρώπων, πᾶσαν ὥσπερ φύραμα τὴν φύσιν πρὸς ἀνάστασιν ὠθοῦσαν ζωῆς, ὑπὲρ ἧς μάλιστα Θεὸς ὢν ὁ Λόγος, (881) ἄνθρωπος γίνεται (τὸ ξένον ὄντως πρᾶγμα καὶ ἄκουσμα) καὶ τὸν σαρκὸς θέλων καταδέχεται θάνατον. Τούτων ἁπάντων, ὡς ἔφην, αἴτησιν ἔχων ὁ τῆς προσευχῆς εὑρεθήσεται λόγος.

Πατέρα γάρ, καὶ Πατρὸς ὄνομα λέγει, καὶ βασιλείαν· καὶ τούτου τοῦ Πατρὸς αὖθις Υἱὸν ἐν χάριτι, τὸν προσευχόμενον ὄντα παρίστησιν. Ἑνός τε θελήματος τοὺς ἐν οὐρανῷ καὶ γῇ γενέσθαι ζητεῖ. Ἄρτον αἰτεῖσθαι προστάττειν τὸν ἐπιούσιον. Καταλλαγὴν τοῖς ἀνθρώποις νομοθετεῖ [alter codex ἐπιζητεῖ], καὶ τῷ συγχωρεῖν καὶ συγχωρεῖσθαι τὴν φύσιν πρὸς ἑαυτὴν συνδεῖ, τῇ διαφορᾷ τῆς γνώμης μὴ τεμνομένην. Εἴς τε πειρασμὸν εἰσελθεῖν, ὡς νόμον ἁμαρτίας, ἀπεύχεσθαι διδάσκει· καὶ ῥυσθεῖναι τοῦ πονηροῦ παραινεῖ. Ἔδει γὰρ τὸν αὐτουργὸν καὶ δοτῆρα τῶν ἀγαθῶν εἶναι καὶ διδάσκαλον, οἷα δὴ μαθηταῖς, τοῖς πιστεύουσιν εἰς αὐτόν, καὶ μιμουμένοις αὐτοῦ τὴν διὰ σαρκὸς ἀγωγήν, ὑποθήκας ζωῆς ταύτης παρεχόμενον τῆς προσευχῆς τὰ ῥητὰ [Cat. Fr. Venet., ῥήματα]· δι᾿ ὧν τοὺς ἐν αὐτῷ κατ᾿ εἶδος ὑφεστῶτας τῆς σοφίας καὶ τῆς γνώσεως ἀποκρύφους ἐμήνυε θησαυρούς, πρὸς τὴν αὐτῶν ἀπόλαυσιν δηλονότι τῶν αἰτούντων ἐλαύνων τὴν ἔφεσιν.

Διὰ τοῦτο προσευχήν, οἶμαι, ταύτην κέκληκε τὴν διδασκαλίαν ὁ λόγος, ὡς αἴτησιν ἔχουσαν τῶν ἀνθρώποις κατὰ χάριν ἐκ Θεοῦ διδομένων δώρων. Οὕτω γὰρ οἱ θεόπνευστοι Πατέρες ἡμῶν ὁριστικῶς περὶ τῆς προσευχῆς διεξῆλθον, φήσαντες, εἶναι τὴν προσευχὴν αἴτησιν, ὧν Θεὸς πρεπόντως ἑαυτῷ δωρεῖσθαι πέφυκεν ἀνθρώποις· ὥσπερ καὶ τὴν εὐχήν, ὑπόσχεσιν, ἤγουν ἐπαγγελίαν, ὧν γνησίως λατρεύοντες Θεῷ προσκομίζουσιν ἄνθρωποι, τὴν Γραφὴν μαρτυροῦσαν τῷ οἰκείῳ λόγῳ πολλαχῶς παραστήσαντες, ὡς τό, Εὔξασθε, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν· καί, Ὅσα ηὐξάμην, ἀποδώσω σοι Σωτῆρί μου τῷ Κυρίῳ· περὶ τῆς εὐχῆς εἰρημένα· καὶ αὖθις περὶ προσευχῆς, ὡς τό, Καὶ προσηύξατο Ἄννα πρὸς Κύριον, λέγουσα· Κύριε Ἀδωναΐ, Ἐλωῒ σαβαώθ, ἐὰν εἰσακούων εἰσακούσης τῆς δούλης σου, καὶ δῷς μοι καρπὸν κοιλίας· καί, Προσηύξατο Ἐζεκίας βασιλεὺς Ἰούδα, καὶ Ἡσαΐας υἱὸς Ἀμῶς ὁ προφήτης πρὸς Κύριον· καὶ τό, Ὅτ᾿ ἂν ὑμεῖς προσεύχησθε, λέγετε Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, παρὰ τοῦ Κυρίου τοῖς μαθηταῖς εἰρημένον· ὡς εἶναι δύνασθαι τὴν μὲν εὐχήν, ἐντολῶν τήρησιν κατὰ γνώμην τοῦ ηὐγμένου κεκυρωμένην· τὴν δὲ προσευχήν, τῆς πρὸς τὰ τηρηθέντα καλὰ τοῦ τετηρηκότος μεταποιήσεως αἴτησιν· ἢ μᾶλλον, τὴν μὲν εὐχὴν ἀρετῆς ἆθλον, ὃ δὴ μάλιστα προσφιλῶς δέχεται Θεὸς προσκομιζόμενον· τὴν δὲ προσευχήν, ἀρετῆς ἔπαθλον· ὃ δὴ μάλα χαίρων Θεὸς ἀντιδίδωσιν.

(884) Οὐκοῦν, ἐπειδὴ δέδεικται τῶν ὑπὸ τοῦ Λόγου σαρκωθέντος ἀγαθῶν αἴτησιν εἶναι τὴν προσευχήν, αὐτὸν προστησάμενοι τοῦ Λόγου τῆς προσευχῆς τὸν διδάσκαλον, θαῤῥοῦντες ἐπέλθωμεν, ἐπιμελῶς ἑκάστου ῥητοῦ γυμνάσαντες [Venet. et. Fr. γυμνάζοντες], ὡς οἷον τε θεωρίᾳ τὴν ἔννοιαν· ὡς αὐτός τε χορηγεῖν συμφερόντως εἴωθεν ὁ Λόγος, καὶ χωρεῖν δίδωσι τῆς τοῦ λέγοντος διανοίας τὴν δύναμιν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου.

Εὐθὺς καθηκόντως θεολογίας ἐν τούτοις ἀπάρξασθαι διδάσκει τοῖς προσευχομένοις ὁ Κύριος, καὶ τὴν πως ὕπαρξιν τῆς τῶν ὄντων ποιητικῆς αἰτίας μυσταγωγεῖ, κατ᾿ οὐσίαν τῶν ὄντων αἴτιος ὤν. Πατρὸς γάρ, καὶ ὀνόματος Πατρός, καὶ βασιλείας Πατρὸς δήλωσιν ἔχει τῆς προσευχῆς τὰ ῥητά· ἵν᾿ ἀπ᾿ αὐτῆς διδαχθῶμεν τῆς ἀρχῆς τὴν μοναδικὴν Τριάδα σέβειν, ἐπικαλεῖσθαί τε καὶ προσκυνεῖν. Ὄνομα γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς οὐσιωδῶς ὑφεστὼς ἐστιν ὁ μονογενὴς Υἱός· καὶ βασιλεία τοῦ Θεοῦ καὶ Πατρός, οὐσιωδῶς ἐστιν ὑφεστῶσα, τὸ Πνεῦμα τὸ ἅγιον.Ὃ γὰρ ἐνταῦθα Ματθαῖὸς φησι βασιλείαν, ἀλλαχοῦ τῶν εὐαγγελιστῶν ἕτερος Πνεῦμα κέκληκεν ἅγιον, φάσκων, Ἐλθέτω σου τὸ Πνεῦμα τὸ ἅγιον, καὶ καθαρισάτω ἡμᾶς. Οὐ γὰρ ἐπίκτητον ὁ Πατὴρ ἔχει τὸ ὄνομα, οὔτε μὴν ὡς ἀξίαν ἐπιθεωρουμένην αὐτῷ νοοῦμεν τὴν βασιλείαν. Οὐκ ἦρκται γὰρ τοῦ εἶναι, ἵνα καὶ τοῦ πατὴρ ἢ βασιλεὺς εἶναι ἄρξηται· ἀλλ᾿ ἀεὶ ὤν, ἀεὶ καὶ πατήρ ἐστι καὶ βασιλεύς· μήτε τοῦ εἶναι, μήτε τοῦ πατὴρ ἢ βασιλεὺς εἶναι τὸ παράπαν ἠργμένος. Εἰ δὲ ἀεὶ ὤν, ἀεὶ καὶ πατήρ ἐστι καὶ βασιλεύς, ἀεὶ ἄρα καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐσιωδῶς τῷ Πατρὶ συνυφεστήκασιν, ἐξ αὐτοῦ τε ὄντα, καὶ ἐν αὐτῷ φυσικῶς, ὑπὲρ αἰτίαν καὶ λόγον, ἀλλ᾿ οὐ μετ᾿ αὐτόν, γενόμενα δι᾿ αἰτίαν ὕστερον. Ἡ γὰρ σχέσις συνενδείξεων κέκτηται δύναμιν, τὰ ὧν ἔστι τε καὶ λέγεται σχέσις, μετ᾿ ἄλληλα θεωρεῖσθαι μὴ συγχωροῦσα.

Ταύτης οὖν ἀπαρξάμενοι τῆς προσευχῆς, γεραίρειν ἐναγόμεθα [in cat. ἐπειγόμεθα] τὴν ὁμοούσιόν τε καὶ ὑπερούσιον Τριάδα, ὡς ποιητικὴν αἰτίαν τῆς ἡμετέρας γενέσεως. Πρὸς δέ, καὶ τὴν εἰς ἡμᾶς ἐξαγγέλειν διδασκόμεθα χάριν τῆς υἱοθεσίας, τὸν φύσει δημιουργὸν χάριτι Πατέρα καλεῖν ἀξιούμενοι· ἵνα τοῦ κατὰ χάριν Γεννήτορος αἰδεσθέντες τὴν προσηγορίαν, ἐν τῷ βίῳ τοὺς χαρακτῆρας ἐπισημαίνειν σπουδάζωμεν τοῦ γεννήσαντος, ἁγιάζοντος αὐτοῦ ἐπὶ γῆς τὸ ὄνομα, (885) καὶ πατρώζοντες, καὶ τέκνα διὰ τῶν πραγμάτων δεικνύμενοι, καὶ τὸν ταύτης αὐτουργὸν τῆς υἱοθεσίας φυσικὸν τοῦ Πατρὸς Υἱόν, δι᾿ ὧν νοοῦμεν ἢ πράττομεν, μεγαλύνοντες.

Ἁγιάζομεν δὲ τοῦ ἐν οὐρανοῖς κατὰ χάριν Πατρὸς τὸ ὄνομα, τὴν πρόσυλον δηλαδὴ νεκροῦντες ἐπιθυμίαν, καὶ φθοροποιῶν ἐκκαθαιρόμενοι παθῶν· εἴπερ ἁγιασμός ἐστιν, ἡ κατ᾿ αἴσθησιν τῆς ἐπιθυμίας παντελὴς ἀκινησία [cat. ἐξορία] καὶ νέκρωσις· ἐν ᾗ γενόμενοι, τὰς ἀπρεπεῖς τοῦ θυμοῦ κατευνάζομεν ὑλακάς, οὐκ ἔχοντος ἔτι διεγείρουσαν αὐτόν, καὶ τῶν οἰκείων ἡδονῶν ὑπεραγωνίζεσθαι πείθουσαν τὴν ἐπιθυμίαν, ἤδη τῇ κατὰ τὸν λόγον ἁγιότητι νεκρωθεῖσαν. Κατὰ φύσιν γὰρ τῆς ἐπιθυμίας ὑπάρχων ἔκδικος ὁ θυμός, τοῦ μαίνεσθαι παύεσθαι πέφυκεν, ὁπηνίκα ταύτην ἴδῃ νεκρωμένην.

Εἰκότως οὖν, τῇ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας ἀποβολῇ, τὸ τῆς βασιλείας τοῦ Θεοῦ καὶ Πατρὸς κατὰ τὴν προσευχὴν ἐπιγίνεται κράτος, τοῖς μετὰ τὴν τούτων ἀπόθεσιν λέγειν ἀξιουμένοις, Ἐλθέτω ἡ βασιλεία σου· τουτέστι, τὸ Πνεῦμα τὸ ἅγιον· ἤδη τῷ τῆς πραότητος λόγῳ τε καὶ τρόπῳ ναοποιηθεῖσι τῷ Θεῷ διὰ τοῦ Πνεύματος. Ἐπὶ τίνα γάρ, φησί, καταπαύσω, ἀλλ᾿ ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινόν, καὶ τρέμοντά μου τοὺς λόγους; ὡς ἐντεῦθεν εἶναι δῆλον, ὅτι τῶν ταπεινῶν καὶ πραέων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ Πατρός. Μακάριοι γάρ, φησίν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Γῆν ταύτην κατὰ φύσιν μέσην τοῦ παντὸς ἀπολαβοῦσαν θέσιν ὁ Θεὸς οὐκ ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτὸν κληρονομίαν· εἴπερ ἀληθεύει φάσκων, Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίζονται· ἀλλ᾿ εἰσὶν ὡς ἄγγελοὶ ἐν τοῖς οὐρανοῖς. Καί, Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ ἀλλαχοῦ πάλιν ἑτέρῳ μετ᾿ εὐνοίας δουλεύσαντι, Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Καὶ μετ᾿ αὐτὸν ὁ θεῖος Ἀπόστολος, Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ, πρῶτοι ἐγερθήσονται ἄφθαρτοι. Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ παραλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

Τούτων οὖν οὕτως ἐπηγγελμένων τοῖς ἀγαπῶσι τὸν Κύριον, τὶς μόνῳ τῷ ῥητῷ τῆς Γραφῆς προσηλώσας τὸν νοῦν, τὸν οὐρανόν, καὶ τὴν ἡτοιμασμένην ἀπὸ καταβολῆς κόσμου βασιλείαν, καὶ τὴν τοῦ Κυρίου μυστικῶς ἀποκεκρυμμένην χαράν, καὶ τὴν διηνεκῆ καὶ παντελῶς ἀδιάστατον σὺν Κυρίῳ τῶν ἀξίων μόνην τε καὶ ἵδρυσιν, ταυτὸν ποτ᾿ ἂν τῇ γῇ φήσειε, λόγῳ κινούμενος, καὶ λόγου θεραπευτὴς εἶναι ποθῶν; Ἀλλὰ νῦν γῆν φάσκειν οἶμαι, τὴν παγίαν καὶ παντελῶς ἀμετάθετον ἀπὸ τοῦ καλοῦ τῆς τῶν (888) πραέων ἀτρεψίας ἕξιν καὶ δύναμιν, ὡς ἀεὶ σὺν Κυρίῳ ὑπάρχουσαν, καὶ χαρὰν ἀνέκλειπτον ἔχουσαν, καὶ βασιλείας ἀνέκαθεν ἡτοιμασμένης ἐπειλημμένην, καὶ τῆς ἐν οὐρανῷ στάσεώς τε καὶ τάξεως ἠξιωμένην· οἷα δὴ γῆν τινα μέσην [alter codex, γῆν, μέσην] τοῦ παντὸς θέσιν ἀπολαβοῦσαν τῆς ἀρετῆς τὸν λόγον· καθ᾿ ὃν μέσος εὐφημίας καὶ δυσφημίας ὑπάρχων ὁ πρᾶος, ἀπαθὴς διαμένει, μήτε ταῖς εὐφημίαις [ἐπαιρόμενος ἢ κενοδοξῶν] φυσώμενος, μήτε ταῖς δυσφημίαις στυγνούμενος [λυπούμενος]. Ὧν γὰρ ὁ λόγος ὑπάρχει κατὰ φύσιν ἐλεύθερος, ἀποστήσας τὴν ἔφεσιν, τούτων διοχλούντων ταῖς προσβολαῖς οὐκ αἰσθάνεται, καταπαύσας ἑαυτὸν τῆς περὶ ταῦτας ζάλης, καὶ πρὸς τὴν θείαν καὶ ἄπρακτον ἐλευθερίαν ὅλην τῆς ψυχῆς μεθορμήσας τὴν δύναμιν· ἧς τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Κύριος μεταδοῦναι ποθῶν, Ἄρατε, φησίν, τὸν ζυγὸν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶὸς εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσεται ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ἀνάπαυσιν λέγων, τὸ τῆς θείας βασιλείας κράτος, ὡς πάσης ἀπηλλαγμένην δουλείας τοῖς ἀξίοις ἐμποιοῦν δεσποτείαν.

Εἰ δὲ τοῖς ταπεινοῖς καὶ πράοις τὸ ἀκαθαίρετον τῆς ἀκηράτου βασιλείας δίδοται κράτος, τὶς οὕτως ἀνέραστος καὶ πάντη τῶν θείων ἀνόρεκτος ἀγαθῶν, ὡς μὴ κατ᾿ ἄκρον ἐφίεσθαι ταπεινώσεως καὶ πραότητος, ἵνα γένηται τῆς θείας χαρακτὴρ βασιλείας, ὡς ἐφικτόν ἐστιν ἀνθρώπῳ, φέρων ἐν ἑαυτῷ τοῦ φύσει κατ᾿ οὐσίαν ὡς ἀληθῶς μεγάλου βασιλέως Χριστοῦ, κατὰ τὴν χάριν ἀπαράλλακτον τὴν ἐν πνεύματι μόρφωσιν; ἐν ᾗ, φησὶν ὁ θεῖος Ἀπόστολος, οὐκ ἔστιν ἄῤῥεν καὶ θῆλυ· τουτέστι, θυμὸς καὶ ἐπιθυμία· ὁ μὲν τυραννικῶς ἐκφέρων τὸν λογισμόν, καὶ τοῦ νόμου τῆς φύσεως ἔξω ποιούμενος τὴν διάνοιαν· ἡ δέ, τῆς μιᾶς καὶ μόνης ἐφετῆς τε καὶ ἀπαθοῦς αἰτίας καὶ φύσεως ποιουμένη τὰ μετ᾿ αὐτὴν ἐρασμιώτερα, καὶ διὰ τοῦτο τὴν σάρκα προτιμοτέραν τιθεμένη τοῦ πνεύματος· καὶ τῆς νοουμένων δόξης τε καὶ λαμπρότητος ἐπιτερπεστέραν ἐργαζομένη τὴν τῶν φαινομένων ἀπόλαυσιν· τῷ κατ᾿ αἴσθησιν λείῳ τῆς ἡδονῆς, ἀπείργουσα τὸν νοῦν τῆς θείας καὶ συγγενοῦς τῶν νοητῶν ἀντιλήψεως· ἀλλ᾿ ἢ λόγος μονώτατος, καὶ αὐτῆς εἰς ἄκρον τῆς ἀπαθοῦς μέν, φυσικῆς δὲ ὅμως τοῦ σώματος δι᾿ ἀρετῆς περιουσίαν γυμνούμενος στοργῆς καὶ διαθέσεως, νικῶντος τελείως τὴν φύσιν τοῦ πνεύματος, καὶ τῆς ἠθικῆς πείθοντος σχολάσαι φιλοσοφίας, ἡνίκα συγγίνεσθαι δέοι τῷ ὑπερουσίῳ λόγῳ δι᾿ ἁπλῆς καὶ ἀμεροῦς θεωρίας, τὸν νοῦν· κἂν συντελεῖν αὐτῷ πέφυκεν, εἰς ῥαδίαν τῶν χρονικῶς ῥεόντων τομὴν καὶ διάβολον· ὧν διαβαθέντων, οὐκ εὔλογον ἐπιβαρεῖσθαι καθάπερ μηλωτῇ τῷ κατ᾿ ἦθος τρόπῳ, τὸν ἀποφαθέντα τοῖς αἰσθητοῖς ἀκατάσχετον.

Καὶ δηλοῖ τοῦτο σαφῶς Ἠλίας ὁ μέγας, δι᾿ ὧν ἔπραττε τυπικῶς τοῦτο παραδεικνὺς τὸ μυστήριον· (889) τὴν μὲν μηλωτήν, φημὶ δὲ τῆς σαρκὸς τὴν νέκρωσιν, ἐν ᾗ τὸ μεγαλοπρεπὲς πέπηγε τῆς ἠθικῆς κοσμιότητος, κατὰ τὴν ἁρπαγὴν Ἑλισσαίῳ διδοὺς εἰς συμμαχίαν τοῦ πνεύματος κατὰ πάσης ἀντικειμένης δυνάμεως, καὶ πληγὴν τῆς ἀστάτου καὶ ῥεούσης φύσεως· ἧς τύπος ὑπῆρχεν ὁ Ἰορδάνης, πρὸς τὸ μὴ σχεθῆναι τὸν μαθητὴν τῆς πρὸς τὴν ἁγίαν γῆν διαβάσεως, τῷ θολερῷ τε καὶ ὀλισθηρῷ περικλυσθέντα τῆς τῶν ὑλικῶν προσπαθείας· αὐτὸς δὲ χωρῶν πρὸς τὸν Θεὸν ἄνετος, οὐδενὶ τῶν ὄντων παντελῶς κατὰ τὴν σχέσιν κρατούμενος, ἁπλοῦς τε τὴν ἔφεσιν καὶ τὴν γνώμην ἀσύνθετος, πρὸς τὸν ἁπλοῦν τῇ φύσει, διὰ τῶν ἀλληλούχων γενικῶν ἀρετῶν, γνωστικῶς ἀλλήλαις συνῃρημένων, ὡς ἵππων πυρίνων τὴν ἐνδημίαν ποιούμενος. Ἔγνω γὰρ ὅτι δεῖ τῷ Χριστοῦ μαθητῇ [Fr. alterge Reg. τὸν Χριστοῦ μαθητὴν] ἀπογενέσθαι τὰς ἀνίσους διαθέσεις, ὧν ἡ διαφορότης ἐλέγχει τὴν ἀλλοτρίωσιν· εἴπερ διάχυσιν μὲν τοῦ περὶ καρδίαν αἵματος τὸ κατ᾿ ἐπιθυμίαν πάθος· αἵματος δὲ ζέσιν, κινούμενον σαφῶς τὸ θυμικὸν ἀπεργάζεται· καὶ φθάσας οἷα δὴ ζῶν ἐν Χριστῷ καὶ κινούμενος καὶ ὤν, ἑαυτοῦ τὴν τῶν ἀνίσων ἀλλόκοτον [alter codex, καὶ ἀλλοκότων] ἀπέθετο γένεσιν· μὴ φέρων ἐν ἑαυτῷ καθάπερ ἄῤῥεν καὶ θῆλυ, τὰς ἐναντίας, ὡς ἔφην, τούτων τῶν παθῶν διαθέσεις· ἵνα μὴ δουλωθῇ τούτοις ὁ λόγος, ταῖς αὐτῶν ἀστάτοις μεταβολαῖς ἀλλοιούμενος, ᾧ φυσικῶς τὸ τῆς θείας εἰκόνος ἐγκέκραται σέβας, πεῖθον τὴν ψυχὴν ματαπλασθῆναι κατὰ τὴν γνώμην πρὸς τὴν θείαν ὁμοίωσιν, καὶ γενέσθαι τῆς συνυφισταμένης οὐσιωδῶς τῷ Θεῷ καὶ Πατρὶ τῶν ὅλων μεγάλης βασιλείας, ὡς Πνεύματος ἁγίου παμφαὲς οἰκητήριον, ὅλην δεχόμενον, εἰ θέμις εἰπεῖν, τῆς θείας φύσεως κατὰ τὸ δυνατόν, τὴν ἐξουσίαν τῆς γνώσεως· καθ᾿ ἣν ἡ μὲν τῶν χειρόνων ἀπογίνεσθαι, τῶν δὲ κρειττόντων ὑφίστασθαι πέφυκε γένεσις, ἴσα Θεῷ τῆς ψυχῆς κατὰ τὴν χάριν τῆς κλήσεως ἄσυλον φυλαττούσης ἐν ἑαυτῇ τῶν δωρηθέντων καλῶν τὴν ὑπόστασιν· καθ᾿ ἣν ἀεὶ θέλων Χριστὸς γεννᾶται μυστικῶς, διὰ τῶν σωζομένων σαρκούμενος· καὶ μητέρα παρθένων ἀπεργαζόμενος τὴν γεννῶσαν ψυχήν, οὐκ ἔχουσαν, ἵνα συνελὼν εἴπω, κατὰ τὴν σχέσιν, ὥσπερ ἄῤῥεν καὶ θῆλυ, τὰ γνωρίσματα τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως.

Ξενιζέσθω δὲ μηδείς, τὴν φθορὰν τῆς γενέσεως ἀκούων προταττομένην. Ἀπαθῶς γὰρ σὺν ὀρθῷ λόγῳ τὴν τῶν γινομένων καὶ ἀπογινομένων φύσιν διασκοπήσας, εὑρήσει σαφῶς ἐκ φθορᾶς καὶ εἰς φθορὰν τὴν γένεσιν ἀρχομένην καὶ λήγουσαν· ἧς τὰ σημαντικὰ πάθη, καθάπερ ἔφην, οὐκ ἔχει Χριστός· ἤγουν ὁ τοῦ Χριστοῦ τε καὶ κατὰ Χριστὸν βίος τε καὶ λόγος· εἴπερ ὁ λέγων ἐστὶν ἀληθής, Ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὐκ ἔστιν ἄῤῥεν καὶ θῆλυ· τὰ σημεῖα δηλαδή, καὶ τὰ πάθη δηλῶν τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως· ἀλλ᾿ ἢ μόνον θεοειδῆς λόγος γνώσει θείᾳ, πεποιωμένος, καὶ γνώμης μοναδικὴ κίνησις, μόνην αἱρουμένη τὴν ἀρετήν.

(892) Οὔτε Ἕλλην καὶ Ἰουδαῖος, δι᾿ ὧν τῆς περὶ Θεοῦ δόξης ὁ διάφορος σημαίνεται λόγος· ἤ, τὸ γε μᾶλλον ἀληθέστερον εἰπεῖν, ἀντικείμενος. Ὁ μὲν [Marg. Ἑλληνικὸς λόγος] ἀφρόνως εἰσηγούμενος πολυαρχίαν, καὶ τὴν μίαν ἀρχὴν ἀντικειμέναις ἐνεργείαις τε καὶ δυνάμεσι καταμερίζων· καὶ πλαττόμενος σέβας πολύθεον, τῷ τε πλήθει τῶν προσκυνουμένων στασιαζόμενον, καὶ τῷ διαφόρῳ τῆς προσκυνήσεως τρόπῳ γελώμενον. Ὁ δὲ [Marg. Ἰουδαϊκὸς λόγος] μίαν μέν, στενὴν δὲ καὶ ἀτελῆ, καὶ σχεδὸν ἀνυπόστατον, ὡς λόγου καὶ ζωῆς ἔρημον, πρὸς ἴσον κακὸν τῷ προτέρῳ λόγῳ διὰ τῶν ἐναντίων ἐκπίπτων, τὴν ἀθεΐαν· ἑνὶ περιγράφων προσώπῳ τὴν μίαν ἀρχήν, καὶ ταύτην δίχα Λόγου καὶ Πνεύματος ὑφισταμένην· ἢ Λόγῳ καὶ Πνεύματι πεποιωμένην· μὴ συνορῶν, ὅτι τὶς Θεός, τούτων ἠμοιρημένος· ἢ πῶς Θεὸς μεθέξει παραπλησίως τοῖς ὑπὸ γένεσιν λογικοῖς ὡς συμβεβηκότων τούτων μεμοιραμένος· ὧν ἐν Χριστῷ τὸ παράπαν, ὡς ἔφην, οὐδείς· ἀλλὰ μόνος ἀληθοῦς εὐσεβείας λόγος, καὶ πάγιος μυστικῆς θεολογίας θεσμός, τήν τε τοῦ προτέρου λόγου διαστολὴν τῆς θεότητος ἀποπεμπόμενος καὶ τὴν τοῦ δευτέρου μὴ παραδεχόμενος συστολήν· ἵνα μὴ τῷ φυσικῷ πλήθει στασιαστικόν· Ἑλληνικὸν γὰρ ἢ τῷ καθ᾿ ὑπόστασιν ἑνικῷ παθητόν· Ἰουδαϊκὸν γάρ, ὡς Λόγου καὶ Πνεύματος ἐστερημένον, ἢ Λόγῳ καὶ Πνεύματι πεποιωμένον· ἀλλ᾿ οὐκ ὂν νοῦς καὶ Λόγος καὶ Πνεῦμα τὸ θεῖον πρεσβεύεται· καὶ διδάσκων ἡμᾶς, τοὺς κλήσει χάριτος κατὰ πίστιν εἰσπεποιημένους εἰς ἐπίγνωσιν ἀληθείας, μίαν εἰδέναι θεότητος φύσιν καὶ δύναμιν· ἤγουν, ἕνα Θεὸν ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρούμενον· οἷα δὴ μόνον ἀναίτιον νοῦν οὐσιωδῶς ὑφεστῶτα, μόνου κατ᾿ οὐσίαν ὑφεστῶτος ἀνάρχου Λόγου γεννήτορα, καὶ μόνης ἀϊδίου ζωῆς οὐσιωδῶς ὑφεστώσης, ὡς Πνεύματος ἁγίου πηγήν· ἐν μονάδι Τριάδα, καὶ ἐν Τριάδι μονάδα· οὐκ ἄλλην ἐν ἄλλῃ· οὐ γὰρ ὡς ἐν οὐσίᾳ τῇ μονάδι συμβεβηκός ἐστιν ἡ Τριάς· ἢ τὸ ἔμπαλιν, ἐν Τριάδι μονάς· ἄποιος γάρ. Οὐδ᾿ ὡς ἄλλην καὶ ἄλλην· οὐ γὰρ ἑτερότητι φύσεως τῆς Τριάδος ἡ μονὰς διενήνοχεν ἁπλῆ τε καὶ μία φύσις τυγχάνουσα. Οὐδ'ὡς ἄλλην παρ᾿ ἄλλην, οὐ γὰρ ὑφέσει δυνάμεως διακέκριται τῆς μονάδος ἡ Τριάς, ἢ τῆς Τριάδος ἡ μονάς· ἢ ὡς κοινὸν τι καὶ γενικὸν ἐπινοίᾳ μόνῃ θεωρητὸν τῶν ὑπ᾿ αὐτὸ μερικῶν, παρήλλακται τῆς Τριάδος ἡ μονάς, οὐσία κυρίως ἀνθύπαρκτος οὖσα, καὶ δύναμις ὄντως αὐτοσθενής. Οὐδ᾿ ὡς δι᾿ ἄλλης ἄλλην· οὐ γὰρ μεσιτεύεται σχέσει τὸ ταυτὸν πάντη καὶ ἄσχετον, ὡς πρὸς αἴτιον αἰτιατόν. Οὐδ᾿ ὡς ἐξ ἄλλης ἄλλην· οὐ γὰρ κατὰ παραγωγὴν ἐκ μονάδος Τριάς, ἀγένητος ὑπάρχουσα καὶ αὐτέκφαντος· ἀλλὰ τὴν αὐτὴν ὡς ἀληθῶς μονάδα καὶ Τριάδα, καὶ λεγομένην καὶ νοουμένην· τὸ μέν, τῷ κατ᾿ οὐσίαν λόγῳ· (893) τὸ δέ, τῷ καθ᾿ ὕπαρξιν τρόπῳ· ὅλην μονάδα τὴν αὐτήν, μὴ μεμερισμένην ταῖς ὑποστάσεσι· καὶ ὅλην Τριάδα τὴν αὐτήν, τῇ μονάδι μὴ συγκεχυμένην· ἵνα μὴ τῷ μερισμῷ τὸ πολύθεον, ἢ τῇ συγχύσει τὸ ἄθεον εἰσκομίζηται· ἅπερ φεύγων ὁ κατὰ Χριστὸν λαμπρύνεται λόγος. Λέγω δὲ Χριστοῦ λόγον, τὸ καινὸν κήρυγμα τῆς ἀληθείας ἐν ᾧ οὐκ ἔστιν ἄῤῥεν καὶ θῆλυ· φημὶ δὲ τὰ σημεῖα, καὶ τὰ πάθη τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως· οὐχ Ἕλλην καὶ Ἰουδαῖος, οἱ περὶ θεότητος ἀντικείμενοι λόγοι· οὐ περιτομὴ καὶ ἀκροβυστία, αἱ τούτοις δηλαδὴ κατάλληλοι λατρεῖα· ἡ μέν, διὰ τὰ σύμβολα τοῦ νόμου, τὴν φαινομένην κτίσιν κακίζουσα, καὶ τὸν κτίστην ὡς κακῶν ποιητὴν διαβάλλουσα· ἡ δέ, διὰ τὰ πάθη ταύτην θεοποιοῦσα, καὶ τῷ κτίστῃ ἐπανιστῶσα τὸ ποίημα· καὶ πρὸς ἴσον κακὸν ἄμφω τὴν θείαν ὕβριν ἀλλήλαις συλλήγουσαι [Venet. συλλέγουσαι. Fr. συνάγουσαι]. Οὐ βάρβαρος καὶ Σκύθης· τουτέστιν, ἡ πρὸς ἑαυτὴν στασιαστικὴ τῆς μιᾶς φύσεως καὶ γνώμην διάστασις· καθ᾿ ἣν ὁ τῆς ἀλληλοκτονίας παρὰ φύσιν τοῖς ἀνθρώποις εἰσεφθάρη νόμος. Οὔτε δοῦλος καὶ ἐλεύθερος· ἡ τῆς αὐτῆς δηλονότι παρὰ γνώμην διαίρεσις φύσεως· ἄτιμον ποιουμένη τὸν κατὰ φύσιν ὁμότιμον· νόμον ἐπίκουρον ἔχουσα, τὴν τυραννοῦσαν τὸ τῆς εἰκόνος ἀξίωμα, τῶν δεσποζόντων διάθεσιν· Ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός, διὰ τῶν ὑπὲρ φύσιν καὶ νόμον, τὴν τῆς ἀνάρχου βασιλείας δημιουργῶν ἐν πνεύματι μόρφωσιν· ἥν, ὡς ἀποδέδεικται, πέφυκε χαρακτηρίζειν, καρδίας ταπείνωσις καὶ πραότης· ὧν ἡ σύνοδος τέλειον τὸν κατὰ Χριστὸν κτιζόμενον ἀποδείκνυσιν ἄνθρωπον. Πᾶς γὰρ ταπεινόφρων, πάντως καὶ πρᾶος, καὶ πᾶς πρᾶος, πάντως καὶ ταπεινόφρων· ταπεινόφρων μέν, ὡς γνοὺς ἑαυτὸν ἔχοντα τὸ εἶναι δεδανεισμένον· πρᾶος δέ, ὡς διαγνοὺς τῶν δοθεισῶν αὐτῷ κατὰ φύσιν δυνάμεων τὴν χρῆσιν· καὶ τῷ μὲν λόγῳ πρὸς ἀρετῆς γένεσιν τούτων διδοὺς τὴν ὑπηρεσίαν· τῆς αἰσθήσεως δὲ τελείως τὴν τούτων συστέλλων ἐνέργειαν. Καὶ διὰ τοῦτο κατὰ μὲν τὸν νοῦν, πρὸς Θεὸν ἀεικίνητος ὤν· κατὰ δὲ τὴν αἴσθησιν, οὐδὲ πάντων ὁμοῦ τῶν πρὸς σῶμα λυπηρῶν πεῖραν λαμβάνων παντελῶς κινούμενος, ἢ λύπης ἴχνος ἐντυπῶν τῇ ψυχῇ, πρὸς παραλλαγὴν τῆς ἐν αὐτῇ χαροποιοῦ διαθέσεως· οὐ γὰρ ἡγεῖται στέρησιν ἡδονῆς ὑπάρχειν, τὸ κατ᾿ αἴσθησιν ἀλγεινόν. Ἡδονὴν γὰρ μίαν ἐπίσταται, τὴν τῆς ψυχῆς πρὸς τὸν λόγον συμβίωσιν, ἧς ἡ στέρησις κόλασίς ἐστιν ἀτελεύτητος, πάντας φυσικῶς περιγράφουσα τοὺς αἰῶνας. Καὶ διὰ τοῦτο, τό τε σῶμα, καὶ πάντα τὰ τοῦ σώματος ἀφείς, πρὸς τὴν θείαν φέρεται σύντονος συμβίωσιν· μίαν ζημίαν ἡγούμενος, κἂν πάντων δεσπόζῃ τῶν ἐπὶ γῆς, τὴν τῆς προσδοκωμένης κατὰ χάριν θεώσεως ἀποτυχίαν.

(896) Ἁγνίσωμεν οὖν ἑαυτοὺς παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα τὸ θεῖον ἁγιάσωμεν ὄνομα, ἀκκιζομένην τοῖς πάθεσιν ἀπρεπῶς τὴν ἐπιθυμίαν κατασβέσαντες· καὶ λόγῳ, ταῖς ἡδοναῖς ἀτάκτως ἐπιμαινόμενον τὸν θυμόν, καταδήσωμεν· ἵνα διὰ τῆς πραότητος παραγινομένην ὑποδεξώμεθα τὴν τοῦ Θεοῦ καὶ Πατρὸς βασιλείαν. Καὶ τὸν ἐφεξῆς λόγον τῆς προσευχῆς τοῖς προτέροις ἁρμόσωμεν, λέγοντες.

Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.

Ὁ κατὰ μόνην τὴν λογικὴν δύναμιν, ἐπιθυμίας τε καὶ θυμοῦ κεχωρισμένην μυστικῶς προσάγων τῷ Θεῷ τὴν λατρείαν, οὗτος ἐπὶ γῆς, ὡς ἐν οὐρανῷ τῶν ἀγγέλων αἱ τάξεις, τὸ θεῖον πεπλήρωκε θέλημα· διὰ πάντων τοῖς ἀγγέλοις ὁμολάτρης γενόμενος καὶ ὁμοδίαιτος, καθὰ ποὺ φησιν ὁ μέγας Ἀπόστολος, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· παρ᾿ οἷς οὐκ ἔστιν ἐπιθυμία, δι᾿ ἡδονῆς τοὺς νοεροὺς παραλύουσα τόνους· οὔτε θυμὸς λυσσῶν, καὶ τὸ συγγενὲς ἀσέμνως καθυλακτῶν· ἀλλὰ λόγος μονώτατος, πρὸς τὸν πρῶτον λόγον φυσικῶς ἄγων τοὺς λογικούς· ᾧ μόνῳ χαίρει Θεός, καὶ παρ᾿ ἡμῶν αἰτεῖ τῶν αὐτοῦ δούλων. Καὶ τοῦτο δηλοῖ πρὸς τὸν μέγαν φάσκων Δαβίδ· Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ὑπάρχει δὲ τῷ Θεῷ ἐν οὐρανοῖς προσαγόμενον παρὰ τῶν ἁγίων ἀγγέλων, πλὴν τῆς λογικῆς λατρείας οὐδέν· ἣν καὶ παρ᾿ ἡμῶν ἐπιζητῶν, προσευχομένους λέγειν ἐδίδαξε· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.

Οὐκοῦν κινείσθω καὶ ἡμῶν πρὸς τὴν τοῦ Θεοῦ ζήτησιν ὁ λόγος, πρός τε τὸν αὐτοῦ πόθον ἡ κατ᾿ ἐπιθυμίαν δύναμις, καὶ πρὸς τὴν αὐτοῦ φυλακὴν ἀγωνιζέσθω τὸ θυμικόν· μᾶλλον δὲ κυριώτερον εἰπεῖν, ὁ μὲν νοῦς τετάσθω πᾶς πρὸς Θεόν· οἱονεὶ τόνῳ τινὶ τῷ θυμικῷ τρόπῳ νευρούμενος, καὶ πόθῳ τῇ κατ᾿ ἄκρον ἐφέσει τῆς ἐπιθυμίας πυρούμενος. Οὕτω γὰρ τοὺς κατ᾿ οὐρανὸν ἀγγέλους μιμούμενοι, τῷ Θεῷ διὰ πάντων λατρεύοντες εὑρεθησόμεθα· τὴν αὐτὴν τοῖς ἀγγέλοις ἐπὶ τῆς γῆς πολιτείαν ἐπιδεικνύμενοι· πρὸς οὐδὲν τῶν μετὰ Θεὸν ἴσως ἐκείνοις ἔχοντες τὸν νοῦν τὸ παράπαν κινούμενον. Δεξόμεθα γὰρ κατ᾿ εὐχὰς οὕτω πολιτευόμενοι, καθάπερ ἄρτον ἐπιούσιόν τε καὶ ζωτικὸν εἰς ἀποτροφὴν τῶν ἡμετέρων ψυχῶν, (897) καὶ συντήρησιν τῆς τῶν χαρισθέντων ἡμῖν ἀγαθῶν εὐεξίας, τὸν εἰπόντα Λόγον· Ἐγὼ εἰμι ὁ ἄρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· ἀναλόγως ἡμῖν τοῖς τρεφομένοις δι᾿ ἀρετῆς καὶ σοφίας, πάντα γινόμενον· καὶ δι᾿ ἑκάστου τῶν σωζομένων ποικίλως, ὡς οἶδεν αὐτός, σωματούμενον· ἔτι κατὰ τὸν αἰῶνα τοῦτον ὑπάρχοντες, κατὰ τὴν τοῦ ῥητοῦ τῆς προσευχῆς δύναμιν τοῦ λέγοντος

Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.

Τοῦτον γὰρ οἶμαι δηλοῦσθαι τὸν αἰῶνα διὰ τοῦ σήμερον· ὡς εἲ τις ἐπὶ τὸ σαφέστερον ἐκλαβών, εἴποι, τὸν τόπον τῆς προσευχῆς, Τὸν ἄρτον ἡμῶν, ὃν καταρχὰς ἐπ᾿ ἀθανασίᾳ τῆς φύσεως ἡτοίμασας, δὸς ἡμῖν σήμερον, κατὰ τὴν παροῦσαν ζωὴν οὖσιν τῆς θνητότητος· ἵνα νικήσῃ τὸν θάνατον τῆς ἁμαρτίας, ἡ τροφὴ τοῦ ἄρτου τῆς ζωῆς καὶ τῆς ἐπιγνώσεως· ἧς μέτοχον γενέσθαι τὸν πρῶτον ἄνθρωπον, ἡ παράβασις τῆς θείας ἐντολῆς οὐ συνεχώρησεν. Ὡς εἴγε ταύτης ἐνεφορήθη τῆς θείας τροφῆς, οὐκ ἂν τῷ θανάτῳ τῆς ἁμαρτίας ἡλίσκετο.

Πλὴν ὁ τὸν ἄρτον τοῦτον λαβεῖν εὐχόμενος τὸν ἐπιούσιον, οὐ πάντως ὅλον δέχεται καθὼς αὐτὸς ὁ ἄρτος ἐστίν· ἀλλὰ καθὼς αὐτὸς ὁ δεχόμενος δύναται. Πᾶσι μὲν γὰρ ἑαυτὸν δίδωσι τοῖς αἰτοῦσιν ὁ τῆς ζωῆς ἄρτος, ὡς φιλάνθρωπος, οὐ κατὰ τὸ αὐτὸ δὲ πᾶσιν· ἀλλὰ τοῖς μὲν μεγάλα ἔργα πεποιηκόσι, πλειόνως· τοῖς δὲ τούτων ἥττοσι, ἡττόνως· ἑκάστῳ μὲν οὖν καθὼς ἡ κατὰ νοῦν ἀξία δέξασθαι δύναται.

Πρὸς ταύτην δέ με τοῦ παρόντος ῥητοῦ τὴν ἔννοιαν ἤγαγεν ὁ Σωτήρ, προστάσσων διαῤῥήδην τοῖς μαθηταῖς τροφῆς αἰθητῆς παντελῶς μὴ ποιεῖσθαι λόγον, εἰπών, Μὴ μεριμνᾶτε τῇ ψυχῆ ὑμῶν τί φάγητε, ἢ τί πίητε· μήτε τῷ σώματι ὑμῶν τί περιβάλησθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν· ἀλλὰ ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Πῶς οὖν διδάσκει προσεύχεσθαι, περὶ ὧν μὴ ζητεῖν προλαβὼν ἐνετείλατο; δῆλον γὰρ ὅτι διὰ προσευχῆς αἰτεῖν οὐ προσέταττεν, ἅπερ δι᾿ ἐντολῆς ζητεῖν οὐ παρῄνεσε. Διὰ προσευχῆς γὰρ μόνον ἐστὶν αἰτητόν, τὸ κατ᾿ ἐντολὴν ζητητόν. Ὅπερ οὖν ζητεῖν δι᾿ ἐντολῆς οὐκ ἐπετράπημεν, διὰ προσευχῆς αἰτεῖν, τυχὸν θεμιτὸν οὐ καθέστηκεν. Εἰ δὲ μόνην ζητεῖν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην ὁ Σωτὴρ ἐνετείλατο· ταύτην εἰκότως καὶ διὰ προσευχῆς αἰτεῖν, τοὺς τῶν θείων ἐφιεμένους δώρων ἐνήγαγεν· (900) ἵνα τῶν φύσει ζητητῶν διὰ προσευχῆς τὴν χάριν ἐπικυρώσας, τὴν τῶν αἰτούντων γνώμην, τῷ τοῦ παρεχομένου τὴν χάριν συνάψῃ θελήματι, δι᾿ ἑνώσεως σχετικῆς ταυτὸ ποιουμένην.

Εἰ δὲ καὶ τὸν ἐφήμερον ἄρτον, ᾧ συγκρατεῖσθαι πέφυκεν ἡμῶν ἡ παροῦσα ζωή, διὰ προσευχῆς αἰτεῖν κελευόμεθα, μὴ παρέλθωμεν τοὺς ὅρους τῆς προσευχῆς, πολλὰς ἐτῶν περιόδους πλεονεκτικῶς περισκοποῦντες, καὶ λάθωμεν ὄντες θνητοί, καὶ σκιᾶς δίκην τὴν ζωὴν παροδεύουσαν ἔχοντες· ἀλλὰ τὸν πρὸς ἡμέραν ἀπεριμερίμνως διὰ τῆς προσευχῆς αἰτήσωμεν ἄρτον· καὶ δείξωμεν ὅτι φιλοσόφως κατὰ Χριστὸν μελέτην θανάτου τὸν βίον ποιούμεθα, τῇ γνώμῃ φθάνοντες τὴν φύσιν, καὶ πρὶν ἐπιστῆναι τὸν θάνατον, τῆς τῶν σωματικῶν μερίμνης τὴν ψυχὴν ἀποτέμνοντες· ἵνα μὴ προσηλωθῇ τοῖς φθειρομένοις, ἀμείψασα πρὸς τὴν ὕλην τὴν χρῆσιν τῆς κατὰ φύσιν ἐφέσεως, καὶ μάθῃ πλεονεξίαν τῆς τῶν θείων ἀγαθῶν περιουσίας στερητικήν.

Φύγωμεν οὖν, ὅση δύναμις, τὴν φιλίαν τῆς ὕλης, καὶ τὴν αὐτῆς σχέσιν καθάπερ κονιορτὸν τῶν νοερῶν ὀμμάτων ἀπονιψώμεθα· καὶ μόνοις ἀρκεσθῶμεν τοῖς συνιστῶσιν, ἀλλὰ καὶ τοῖς ἡδονοῦσιν ἡμῶν τὴν παροῦσαν ζωήν· καὶ ὑπὲρ αὐτῶν τὸν Θεόν, ὡς ἐδιδάχθημεν, ἀξιώσωμεν, ἵνα δυνηθῶμεν ἀδούλωτον φυλάξαι τὴν ψυχήν, μηδενὶ τῶν ὁρωμένων διὰ τὸ σῶμα παντελῶς κρατουμένην· καὶ τοῦ ζῆν ἕνεκεν δειχθῶμεν ἐσθίοντες, ἀλλὰ μὴ τοῦ ἐσθίειν χάριν ζῶντες ἐλεγχθῶμεν. Τὸ μὲν γὰρ λογικῆς, τὸ δὲ τῆς ἀλόγου σαφῶς ἴδιον καθέστηκε φύσεως. Καὶ φύλακες ὦμεν τῆς προσευχῆς ἀκριβεῖς, δι᾿ αὐτῶν δεικνύμενοι τῶν πραγμάτων, ὅτι μιᾶς καὶ μόνης ἀπρὶξ ἀντεχόμεθα τῆς ἐν πνεύματι ζωῆς, καὶ πρὸς τὴν αὐτὴν κτῆσιν τῆς παρούσης [Marg. ζωῆς δηλονότι] τὴν χρῆσιν ποιούμεθα· δι᾿ ἣν τοσοῦτον τὴν ταύτης στέργομεν χρῆσιν, ὅσον ἄρτῳ ταύτην μόνῳ στηρίζειν μὴ παραιτεῖσθαι, καὶ τὴν αὐτῆς φυσικὴν εὐεξίαν φυλάττειν ὅσον τὸ ἐφ᾿ ἡμῖν ἀδιάφθορον· οὐχ ἵνα ζῶμεν, ἀλλ᾿ ἵνα Θεῷ ζῶμεν· ψυχῆς ἄγγελον τὸ σῶμα καθιστῶντες λελογισμένον ταῖς ἀρεταῖς, καὶ ταύτην Θεοῦ κήρυκα ποιοῦντες τῇ περὶ τὸ καλὸν παγιότητι πεποιωμένην· καὶ τοῦτον μιᾷ φυσικῶς ἡμέρᾳ πειρικλείοντες τὸν ἄρτον· ὑπὲρ αὐτοῦ μὴ τολμῶντες εἰς δευτέραν ἡμέραν διὰ τὸ δοτῆρα τῆς προσευχῆς ἐπεκτεῖναι τὴν δέησιν. Οὕτω γὰρ ἂν πραγματικῶς κατὰ τὴν δύναμιν τῆς προσευχῆς ἑαυτοὺς διαθέντες, δυνηθείημεν καὶ τοῖς λειπομένοις καθαρῶς προσβῆναι ῥητοῖς, φάσκοντες·

Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.

Ὁ κατὰ τὴν πρώτην τῆς τοῦ προλαβόντος ῥητοῦ (901) θεωρίας ἐπιβολήν, κατὰ τὸν αἰῶνα τοῦτον, οὗ σύμβολον εἶναι τὸ σήμερον ἔφαμεν, τὸν ἄφθαρτον ἄρτον τῆς σοφίας, οὗ καταρχὰς διετείχισεν ἡμᾶς ἡ παράβασις, διὰ προσευχῆς ἐπιζητῶν, ἅτε δὴ μίαν ἡδονὴν ἐπιστάμενος τὴν τῶν θείων ἐπιτυχίαν, ἧς δοτὴρ μὲν κατὰ φύσιν ἐστὶν ὁ Θεός· φύλαξ δὲ κατὰ θέλησιν ἡ τοῦ λαβόντος προαίρεσις· καὶ μίαν ὀδύνην εἰδώς, τὴν τούτων ἀποτυχίαν, ἧς ὑποβολεὺς μέν ἐστιν ὀ διάβολος· αὐτουργὸς δέ, πᾶς ὁ τῶν θείων δι᾿ ἀτονίαν γνώμης ἀποκαμνόμενος [Ven. et Fr. ἀποκναιόμενος]· μὴ φυλάττων τὸ τίμιον γνώμης διαθέσεσι στεργόμενον· πρὸς οὐδὲν ἔχων τῶν ὀρωμένων ῥέπουσαν τὸ σύνολον τὴν προαίρεσιν, καὶ διὰ τοῦτο τοῖς σωματικῶς αὐτῷ συμβαίνουσι λυπηροῖς οὐχ ὑπαγόμενος· οὗτος ὡς ἀληθῶς, ἀπαθῶς ἀφίησι τοῖς εἰς αὐτὸν ἁμαρτάνωσιν· ὅτι μηδὲ τὸ κατ᾿ ἔφεσιν αὐτῷ σπουδαζόμενον δύναταὶ τις τὸ παράπαν χειροῦσθαι καλόν, ἀνάλωτον κατὰ φύσιν ὑπάρχειν πεπιστευμένον. Καὶ τῷ Θεῷ καθίστησιν ἑαυτὸν ἀρετῆς ἐξεμπλάριον, εἰ τοῦτο θέμις εἰπεῖν, πρὸς μίμησιν ἑαυτοῦ τὸν ἀμίμητον ἐλθεῖν ἐγκελευόμενος, λέγων· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ οἷος αὐτὸς γέγονε τοῖς πέλας, οἷ γενέσθαι παρακαλῶν τὸν Θεόν. Εἰ γὰρ ὡς αὐτὸς ἀφῆκε τὰ ὀφειλήματα τοῖς εἰς αὐτὸν ἡμαρτηκόσι, βούλεται καὶ αὐτῷ ἀφεθῆναι παρὰ Θεοῦ, δηλονότι ὥσπερ ὁ Θεὸς ἀπαθῶς ἀφίησιν οἷς ἀφίησιν, οὕτως καὶ αὐτὸς ἀπαθὴς ἐπὶ τοῖς συμβαίνουσι διαμένων, ἀφίησι τοῖς πλημμελήσασι· μὴ συγχωρῶν μνήμῃ [Fr. μνήμην] τινὶ τῶν φθασάντων λυπηρῶν τυποῦσθαι τὸν νοῦν, ἵνα μὴ τέμνων τῇ γνώμῃ τὴν φύσιν ἐλέγχηται, πρὸς τινα τῶν ἀνθρώπων διεστηκώς, ἄνθρωπος ὤν. Οὕτω γὰρ ἂν ἑνωθείσης τῆς γνώμης τῷ λόγῳ τῆς φύσεως, ἡ τοῦ Θεοῦ πρὸς τὴν φύσιν καταλλαγὴ γίνεσθαι πέφυκεν, ὅτι μήτε δυνατὸν ἑτέρως κατὰ τὴν γνώμην πρὸς ἑαυτὴν στασιάζουσαν τὴν φύσιν, τὴν θείαν καὶ ἀνεκλάλητον ὑποδέξασθαι συγκατάβασιν. Καὶ τυχὸν διὰ τοῦτο πρότερον ἡμᾶς βούλεται τὰς πρὸς ἀλλήλους ποιεῖσθαι καταλλαγὰς ὁ Θεός, οὐχ ἵνα παρ᾿ ἡμῶν μάθῃ καταλλάτεσθαι τοῖς ἁμαρτάνουσι, καὶ τῶν πολλῶν συγχωρεῖν καὶ φοβερῶν ἐγκλημάτων τὴν ἔκτισιν, ἀλλ᾿ ἵνα ἡμᾶς καθάρῃ παθῶν, καὶ δείξῃ συμβαίνουσαν τῇ σχέσει τῆς χάριτος τὴν τῶν συγχωρουμένων διάθεσιν. Σαφῶς δὲ καθέστηκε δῆλον ὅτι τῆς γνώμης ἑνωθείσης τῷ λόγῳ τῆς φύσεως, ἀστασίαστος ἔσται πρὸς τὸν Θεὸν ἡ τῶν τοῦτο κατωρθωκότων προαίρεσις· εἴπερ οὐδὲν πέφυκεν ἐνθεωρεῖσθαι παράλογον τῷ λόγῳ τῆς φύσεως, ὃς καὶ νόμος ἐστὶ φυσικός τε καὶ θεῖος, ὅταν καθ᾿ ἑαυτὸν ἐνεργουμένην λάβῃ τῆς γνώμης τὴν κίνησιν. Εἰ δὲ παράλογον οὐδέν ἐστιν ἐν τῷ λόγῳ τῆς φύσεως, συμβαίνουσαν ἕξει διὰ πάντων τῷ Θεῷ τὴν ἐνέργειαν· ἥτις ἐστι [Fr. ἥτις ἔσται] διάθεσις ἔμπρακτος, τῇ χάριτι τοῦ φύσει καλοῦ πρὸς ἀρετῆς γένεσιν πεποιωμένη.

(904) Οὕτω μὲν οὖν, ὁ τὸν γνωστικὸν ἄρτον αἰτῶν διάκειται προσευχόμενος, μεθ᾿ ὃν κακεῖνος ὁ μόνον τὸν ἐφήμερον ἄρτον ἐπιζητῶν διὰ τὴν βίαν τῆς φύσεως, κατὰ τὸν αὐτὸν διατεθήσεται τρόπον· ἀφεὶς τοῖς ὀφειλέταις τὰ ὀφειλήματα, οἷα δὴ γνούς, ὅτι κατὰ φύσιν ὑπάρχει θνητός, καὶ λοιπὸν καθ᾿ ἑκάστην ἡμέραν διὰ τὴν ἀδηλίαν τὸ φύσει πεφυκὸς ἐκδεχόμενος, προλαμβάνει τὴν φύσιν κατὰ τὴν γνώμην· αὐθαίρετος νεκρὸς πρὸς τὸν κόσμον γινόμενος, κατὰ τὸ φάσκον λόγιον, ὅτι Ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· καὶ διὰ τοῦτο σπενδόμενος ἅπασιν, ἵνα μηδὲν ἑαυτῷ συνεπικομίζηται γνώρισμα τῆς μοχθηρίας τοῦ νῦν αἰῶνος, πρὸς τὴν ἀγήρω ζωὴν μεθιστάμενος· καὶ λάβῃ παρὰ τοῦ κριτοῦ καὶ Σωτῆρος τῶν ὅλων, ὧν ἐνταῦθα προκέχρηκε τὴν ἴσην ἀντίδοσιν. Ἀναγκαία γὰρ ἀμφοτέροις πρὸς τὴν σφῶν αὐτῶν λυσιτέλειαν καθέστηκεν ἡ καθαρὰ πρὸς τοὺς λελυπηκότας διάθεσις· πάντων μὲν ἕνεκεν, οὐχ ἡνίκα δὲ διὰ τῶν λειπομένων ῥητῶν δύναμιν, τοῦτον ἔχουσαν τὸν τρόπον.

Καὶ μὴ εἰσενέγκῃς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Δηλοῖ γὰρ ἐν τούτοις ὁ λόγος, ὡς μὴ συγχωρήσας τελείως τοῖς πταίουσι, καὶ καθαρὰν λύπης παραστήσας τῷ Θεῷ τὴν καρδίαν, λελαμπρυσμένην τῷ φωτὶ τῆς πρὸς τὸν πέλας καταλλαγῆς, τῆς τῶν ηὐγμένων καλῶν ἀποτεύξεται χάριτος· καὶ τῷ πειρασμῷ, καὶ τῷ πονηρῷ κατὰ δικαίαν ἐκδοθήσεται κρίσιν· ἵνα μάθῃ καθαίρεσθαι πλημμελῶν, τὰς κατ᾿ ἄλλων ἑαυτοῦ μομφὰς ἀφαιρούμενος. Πειρασμὸν δὲ λέγει νῦν τὸν τῆς ἁμαρτίας νόμον· ὃν οὐκ ἔχων ὁ πρῶτος ἄνθρωπος ἦλθεν εἰς γένεσιν· πονηρὸν δέ, τὸν τοῦτον ἐμφύραντα τῇ φύσει τῶν ἀνθρώπων διάβολον, καὶ πείσαντα δι᾿ ἀπάτης τὸν ἄνθρωπον, ἀπὸ τοῦ συγκεχωρημένου πρὸς τὸ κεκωλυμένον τῆς ψυχῆς μετενέγκαι τὴν ἔφεσιν, καὶ πρὸς τὴν τῆς θείας ἐντολῆς τραπῆναι παράβασιν· ἧς ἔργον γέγονεν ἡ τῆς δοθείσης κατὰ χάριν ἀφθαρσίας ἀπόθεσις.

Ἢ πάλιν, πειρασμὸν μὲν φησι τὴν τῆς ψυχῆς ἑκούσιον πρὸς τὰ πάθη τῆς σαρκὸς συνδιάθεσιν· πονηρὸν δέ, τὸν κατ᾿ ἐνέργειαν συμπληρωτικὸν τῆς ἐμπαθοῦς διαθέσεως τρόπον· ὧν οὐδενὸς ὁ δίκαιος ἐξειρεῖται κριτής, τὸν μὴ τοῖς ὀφειλέταις ἀφιέντα τὰ ὀφειλήματα· κἂν τοῦτο ψιλῶς δὰ τῆς προσευχῆς ἐξαιτῆται· ἀλλὰ καὶ τῷ νόμῳ τῆς ἁμαρτίας συγχωρεῖ μολύνεσθαι τὸν τοιοῦτον, καὶ ὑπὸ τοῦ πονηροῦ κυριεύεσθαι τὸν σκληρὸν καὶ ἀπότομον τὴν γνώμην ἐγκαταλιμπάνει· οἷα δὴ τὰ πάθη τῆς ἀτιμίας ὧν σπορεύς ἐστιν ὁ διάβολος, προτετιμηκότα τῆς φύσεως, ἧς ἐστι δημιουργὸς ὁ Θεός. Καὶ μὴν καὶ πρὸς τὰ πάθη τῆς σαρκὸς ἑκουσίως συνδιατιθέμενον οὐ κωλύει, καὶ τοῦ κατ᾿ ἐνέργειαν συμπληρωτικοῦ τρόπου (905) τῆς κατ᾿ αὐτὰ διαθέσεως οὐ λυτροῦται· ὅτι παθῶν ἀνυποστάτων ἥττονα τὴν φύσιν ἡγησάμενος, τῇ περὶ ταῦτα σπουδῇ, τὸν ταύτης λόγον ἠγνόησε· καθ᾿ ὃν ἔδει κινηθέντα γνῶναι τὶς μὲν φύσεως νόμος, τὶς δὲ παθῶν ἡ καθ᾿ αἵρεσιν γνωμικῶς, ἀλλ᾿ οὐ φυσικῶς ἐπισυμβαίνουσα κατέστη τυραννίς· καὶ τὸν μὲν περιποιήσασθαι ταῖς φυσικαῖς συντηρούμενον ἐνεργείαις, τὴν δὲ τῆς γνώμης ἀπελάσαι μακράν, καὶ τῷ λόγῳ διατηρῆσαι τὴν φύσιν, ἐφ᾿ ἑαυτῆς ἑστῶσαν καθαρὰν καὶ ἀμώμητον [ἄμωμον], χωρὶς μίσους καὶ διαστάσεως· καὶ τῇ φύσει πάλιν καταστῆσαι τὴν γνώμην συνέμπορον, μηδὲν παντελῶς ἐπιφερομένην, ὧν ὁ τῆς φύσεως οὐκ ἐπιδίδωσι λόγος· καὶ διὰ τοῦτο μῖσος ἅπαν, καὶ πᾶσαν τοῦ κατὰ φύσιν συγγενοῦς ἀποστῆσαι διάστασιν, ἵνα ταύτην λέγων τὴν προσευχὴν εἰσακούηται, καὶ διπλῆν ἀνθ᾿ ἁπλῆς παρὰ τοῦ Θεοῦ δέχηται χάριν, τήν τε τῶν φθασάντων πλημμελημάτων συγχώρησιν, καὶ τὴν ἐπὶ τοῖς μέλλουσι σκέπην καὶ λύτρωσιν· εἴς τε πειρασμὸν ἐλθεῖν μὴ συγχωρούμενος, καὶ τῷ πονηρῷ δουλωθῆναι μὴ ἀφιέμενος, ὑπὲρ ἑνός, τοῦ τοῖς πέλας ἑτοίμως ἀφιέναι τὰ ὀφειλήματα.

Τοιγαροῦν καὶ ἡμεῖς, ἵνα μικρὸν ἀναποδίζων ἐπιτόμως ἐπέλθω τῶν εἰρημένων τὴν δύναμιν, εἴπερ τοῦ πονηροῦ ῥυσθῆναι, καὶ εἰς πειρασμὸν εἰσελθεῖν οὐ βουλόμεθα, πιστεύσωμεν τῷ Θεῷ, καὶ ἀφῶμεν τὰ ὀφειλήματα τοῖς ὀφειλέταις ἡμῶν· Ἐὰν γὰρ φησί, μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ ἁμαρτήματα αὐτῶν, οὔτε ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν· ἵνα μὴ μόνον ἄφεσιν λάβωμεν ὦν πεπλημμελήκαμεν, ἀλλὰ καὶ τὸν νόμον νικήσωμεν τῆς ἁμαρτίας, εἰς τὴν αὐτοῦ πεῖραν εἰσελθεῖν οὐκ ἐγκαταλειπόμενοι· καὶ τὸν τούτου γεννήτορα πονηρὸν πατήσωμεν ὄφιν, ἀφ᾿ οὗ ῥυσθῆναι παρακαλοῦμεν· στρατηγοῦντος ἡμῖν τοῦ τὸν κόσμον νικήσαντος Χριστοῦ, καὶ τοῖς νόμοις τῶν ἐντολῶν καθοπλίζοντος, καὶ νομίμως τῇ τῶν παθῶν ἀποθέσει, πρὸς ἑαυτὴν δι' ἀγάπης τὴν φύσιν συνδέοντος· καὶ πρὸς ἑαυτὸν ἄρτον ὄντα ζωῆς, σοφίας τε καὶ γνώσεως καὶ δικαιοσύνης, κινοῦντος ἡμῶν ἀκορέστως τὴν ὄρεξιν· καὶ τῇ πληρώσει τοῦ Πατρικοῦ θελήματος τοῖς ἀγγέλοις ὁμολάτρας ἡμᾶς καθιστῶντος, τῇ κατὰ τὸν βίον ἀγωγῇ τὴν ἐπουράνιον εὐμιμήτως ἐμφαίνοντας εὐαρέστησιν· κἀκεῖθεν πάλιν ἐπὶ τὴν ἀκροτάτην τῶν θείων ἀνάβασιν πρὸς τὸν Πατέρα τῶν φώτων ἐνάγοντος, καὶ θείας ἀπεργαζομένου φύσεως κοινωνούς, τῇ κατὰ χάριν μεθέξει τοῦ Πνεύματος, καθ᾿ ἣν τέκνα Θεοῦ χρηματίσωμεν, αὐτὸν τὸν [marg. Fr. Ἄκουε, Νεῖλε] ταύτης αὐτουργὸν τῆς χάριτος, καὶ κατὰ φύσιν τοῦ Πατρὸς Υἱόν, ὅλον ὅλοι δίχα περιγραφῆς ἀχράντως περικομίζοντες· ἐξ οὗ, καὶ δι᾿ οὗ, καὶ ἐν ᾧ τὸ εἶναί τε καὶ κινεῖσθαι, καὶ ζῆν ἔχομέν τε καὶ ἔξομεν.

Πρὸς τοῦτο δὲ τῆς θεώσεως τὸ μυστήριον βλέπων ἡμῖν ἔστω τῆς προσευχῆς ὁ σκοπός, ἵνα γνῶμεν, (908) ἀνθ᾿ οἵων, οἵους ἡμᾶς ἡ διὰ σαρκὸς κένωσις τοῦ Μονογενοῦς ἀπειργάσατο· καὶ πόθεν, ποῦ, τοὺς τὸ κατώτατον τοῦ παντὸς εἰληφότας χωρίον, εἰς ὅπερ ἡμᾶς τὸ τῆς ἁμαρτίας βάρος κατέωσε, δυνάμει φιλανθρώπου χειρὸς ἀνεβίβασε· καὶ πλέον ἀγαπήσωμεν τὸν ταύτην οὕτω σοφῶς ἡμῖν τὴν σωτηρίαν ἑτοιμασάμενον· καὶ δι᾿ ὧν πράττομεν, δείξωμεν τὴν προσευχὴν πληρουμένην, καὶ τὸν ἀληθῶς κατὰ χάριν Πατέρα Θεὸν φανῶμεν κηρύττοντες· ἀλλὰ μὴ διὰ τῶν παθῶν τῆς ἀτιμίας, τὸ ἀεὶ τυραννικῶς δεσπόζειν ἐπιχειροῦντα τῆς φύσεως πονηρόν, ἔχοντες τοῦ βίου πατέρα σαφῶς ἀποδειχθῶμεν, καὶ λάθωμεν ζωῆς ἀντικαταλλάτοντες θάνατον· ἐπειδήπερ τῶν προσόντων ἑκάτερος [marg. ὁ Θεὸς δηλονότι, καὶ ὁ διάβολος] τοῖς προσχωροῦσι ποιεῖσθαι μετάδοσιν πέφυκεν· ὁ μέν, ἀΐδιον ζωὴν τοῖς ἀγαπῶσιν αὐτὸν χορηγῶν· ὁ δέ, θάνατον τῇ τῶν ἑκουσίων ὑποβολῇ πειρασμῶν τοῖς ἐγγίζουσιν ἐμποιῶν.

Διττὸς γὰρ κατὰ τὴν Γραφὴν τῶν πειρασμῶν ὁ τρόπος· ὁ μέν, ἡδονικός, ὁ δέ, ὀδυνηρός· καὶ ὁ μὲν προαιρετικός, ὁ δὲ ἀπροαίρετος. Καὶ ὁ μὲν τῆς ἁμαρτίας γεννήτωρ, εἰς ὃν εἰσελθεῖν, κατὰ τὴν τοῦ Κυρίου διδαχήν, ἀπεύχεσθαι προσετάγημεν, φάσκοντος· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν. Καί, Γρηγορεῖτε, καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· ὁ δέ, τῆς ἁμαρτίας τιμωρός, ἀκουσίοις πόνων ἐπιφοραῖς τὴν φιλαμαρτήμονα κολάζων διάθεσιν· ὃν εἲ τις ὑπομείνῃ, καὶ μάλιστα κακίας ἥλοις οὐκ ἐμπεπαρμένος, ἀκούσεται τοῦ μεγάλου διαῤῥήδην βοῶντος Ἰακώβου· Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονή, δοκιμήν· ἡ δὲ δοκιμή, ἔργον τέλειον ἐχέτω. Ἀμφοτέρους δὲ τοὺς πειρασμούς, τὸν ἑκούσιόν τε καὶ τὸν ἀκούσιον, περιέπει κακούργως ὁ πονηρός· τὸ μέν, σπείρων καὶ διερεθίζων τὴν ψυχὴν ἡδοναῖς σώματος, ἀποστῆσαι τῆς θείας ἀγάπης τὴν ἔφεσιν μηχανώμενος· τὸν δὲ σοφιστικῶς ἐξαιτεῖται, δι᾿ ὀδύνης φθεῖραι τὴν φύσιν βουλόμενος, ἵνα βιάσηται τὴν ψυχήν, ἀτονίᾳ πόνων καταβληθεῖσαν, πρὸς τὴν τοῦ κτίσαντος διαβολὴν κινῆσαι τοὺς λογισμούς.

Ἀλλ᾿ ἐπεγνωκότες ἡμεῖς τοῦ πονηροῦ τὰ νοήματα, τὸν μὲν ἑκούσιον ἀπευξώμεθα πειρασμόν, ἵνα μὴ τῆς θείας ἀγάπης τὴν ἔφεσιν ἀποστήσωμεν· τὸν δὲ ἀκούσιον ἐπερχόμενον συγχωρήσει Θεοῦ γενναίως ὑπομείνωμεν, ἵνα φανῶμεν προτετιμηκότες τῆς φύσεως, τὸν κτίστην τῆς φύσεως. Γένοιτο δὲ πάντας ἡμᾶς ἐπικαλουμένους τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῶν τε νῦν ἡδέων τοῦ πονηροῦ λυτρωθῆναι, τῇ μεθέξει τῆς κατ᾿ εἶδος τῶν μελλόντων (909) ἀγαθῶν ὑποστάσεως, ἐποφθείσης ἡμῖν ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, τῷ μόνῳ σὺν Πατρὶ καὶ ἁγίῳ πνεύματι δοξαζομένῳ παρὰ πάσης τῆς κτίσεως. Ἀμήν.

ΣΧΟΛΙΑ

α´. Fr. Ταυτὸν ἐπὶ Θεοῦ βουλὴ καὶ βούλησις.

β´. Ἐπαίνου, φησί, καὶ ψόγου κατὰ φύσιν ὑπάρχων ὁ λόγος ἐλεύθερος, ἀπαθῆ ποιεῖ τὸν μόνον λόγῳ ζῆν προαιρούμενον· χωρίζειν πείθων τῶν φθοροποιῶν τῆς ψυχῆς τὴν ἐπιθυμίαν· ἧς ἀπογενομένης τῶν ὑλικῶν, οὔτε τῶν ἐπαινούντων, οὔτε τῶν ψεγόντων ὡς πάσχων, ὁ καθ᾿ ἕξιν πρᾶος αἰσθάνεται.

γ´. Ven. et. Fr. Ἀνίσους διαθέσεις λέγει, τὰς πρὸς ἑαυτὰς τὴν ψυχὴν μορφούσας, τοῦ τε θυμοῦ καὶ τῆς ἐπιθυμίας κινήσεις· ὧν ἐλεύθερον εἶναι δεῖ τὸν Χριστοῦ μαθητήν· μήτε χύσει τοῦ περὶ καρδίαν αἵματος πρὸς ἡδονὰς ὀλισθαίνοντα, μήτε ζέσει τοῦ περὶ καρδίαν αἵματος πρὸς ὀργὰς ἐκμαινόμενον.

δ´. Fr. Λόγων δηλονότι Ἑλληνικοῦ καὶ Ἰουδαϊκοῦ· ὧν ἐν Χριστῷ παντελῶς οὐδείς. Ἐπίσης γὰρ τῆς πολυαρχίας, καὶ τῆς ἑνὶ προσώπῳ περιγραφομένης μοναρχίας, ὁ τοῦ Χριστοῦ καθαρεύει λόγος.

ε´. Fr. Οὐ γὰρ κατὰ γέννησιν, ἢ πρόοδον, ἤτοι ἔκφανσιν.

στ´. Fr. Πῶς τις δύναται ἀφιέναι τοῖς ὀφειλέταις τὰ ὀφειλήματα;

ζ´. Fr. Ταῖς τῶν ψυχῶν ἡμῶν διαθέσεσιν ἡ θεία δεόντως ἐφαρμόζεται δικαιοσύνη, τοιαύτη ἡμῖν γινομένη, οἵους ἀλλήλοις ἑαυτοὺς πεποιήμεθα· καὶ τοιοῦτον ἡμῖν αὐτοῖς τὸν Θεὸν καθιστῶσα, οἵους φθάσαντες τοὺς ὁμοιοπαθέσιν ἑαυτοὺς διεθήκαμεν.

η´. Ὁ τῆς φύσεως λόγος, φησί, καὶ νόμος γίνεται φύσεως, λαμβάνων συμφωνοῦσαν τὴν γνώμην εἰς ἐνέργειαν τῶν κατὰ φύσιν δυνάμεων.