διαφόρων κεφαλαίων ἀπορουμένων (786)
Τίνες ἀρεταὶ ψυχῆς, καὶ τίνες σώματος;
Ἀρεταὶ ψυχῆς εἰσιν αὗται· ἀγάπη, ταπείνωσις, πραΰτης, μακροθυμία, ἀνεξικακία, ἀμνησικακία, ἀοργησία, τὸ ἄθυμον, τὸ ἄφθονον, τὸ ἄκριτον, τὸ ἀκενόδοξον, ἐλεημοσύνη, σωφροσύνη, ἀφιλαργυρία, συμπάθεια, ἄτυφον, ἀνυπερήφανον, κατανυκτικόν. Ἀρεταὶ δὲ σώματός εἰσιν αὗται· νηστεία, χαμευνία, ἀγρυπνία, ἐγκράτεια, ἀκτημοσύνη, τὸ ἀπερίσπαστον.
Τί ἐστι τὸ ἐν τῷ Ἀποστόλῳ εἰρημένον· «Ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.»
Ψάλλει τις τῷ πνεύματι, ὅταν μόνον τὴν προφορὰν τῶν ψαλλομένων διὰ γλώσσης φέρει. Ψάλλει δὲ τῷ νοΐ, ὅταν τὴν δύναμιν τῶν ψαλλομένων γινώσκων, τῇ θεωρίᾳ εὐφραίνεται.
Τί ἐστιν; «Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.»
Ἐπειδὴ ὁ προηγούμενος σκοπὸς τοῦ Θεοῦ ἦν, τὸ μὴ διὰ γάμου γεννᾶσθαι ἡμᾶς ἐκ φθορᾶς· ἡ δὲ παράβασις τῆς ἐντολῆς τὸν γάμον εἰσήγαγε διὰ τὸ ἀνομῆσαι τὸν Ἀδάμ· τουτέστιν ἀθετῆσαι τὸν ἐκ Θεοῦ δοθέντα αὐτῷ νόμον. Πάντες οὖν οἱ ἐξ Ἀδὰμ γεννώμενοι, ἐν ἀνομίαις συλλαμβάνονται, ὑποπίπτοντες τῇ τοῦ προπάτορος καταδίκῃ. Τὸ δέ, Καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου, σημαίνει, ὅτι ἡ Εὔα ἡ πάντων ἡμῶν μήτηρ πρώτη, ἐκίσσησε τὴν ἁμαρτίαν ὥσπερ ὀργῶσα τὴν ἡδονήν. Διὰ τοῦτο καὶ ἡμεῖς, τῇ τῆς μητρὸς ὑποπίπτοντες καταδίκῃ, κισσᾶσθαι λέγομεν ἐν ἁμαρτίαις.
Τί ἐστι τὸ παρὰ τῷ Ἀποστόλῳ λεγόμενον. «Ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν συγγενῶν μου.»
Ηὐχόμην, φησί, παραδοθῆναι ἀπὸ τοῦ Χριστοῦ τῷ διαβόλῳ, (789) ὥστε μαστιγωθῆναι, καὶ τὰς ὑπὲρ τοῦ Ἰσραὴλ κολάσεις ὑπομεῖναι· ἅσπερ κατὰ τὸ δίκαιον ἐχρεώστουν ὑπὲρ τῆς εἰς Θεὸν ἀπιστίας, μόνον ἵνα σωθῶσι· καθ᾿ ὃν τρόπον καὶ ὁ Κύριος παρέδωκεν ἑαυτόν, καὶ γέγονε ὑπὲρ ἡμῶν κατάρα.
Κατὰ πόσους τρόπους ἐξαμαρτάνει ὁ ἄνθρωπος.
Οἶμαι κατὰ τέσσαρας τρόπους ἁμαρτάνειν τὸν ἄνθρωπον· κατὰ συναρπαγήν, κατὰ ἀπάτην, κατὰ ἄγνοιαν, κατὰ διάθεσιν. Καὶ αἱ μὲν πρῶται τρεῖς, εὐχερῶς εἰς ἐπίγνωσιν καὶ μετάνοιαν ἔρχονται· ὁ δὲ ἐκ διαθέσεως ἁμαρτάνων, καὶ μήτε τῇ πείρᾳ μήτε τῷ χρόνῳ εἰς μετάνοιαν ἐρχόμενος, ἀνήκεστον ἔχει τὴν κόλασιν.
Τί δηλοῖ ἐν τῷ Εὐαγγελίῳ ὁ Κύριος λέγων; «Δύο στρουθία ἀσσαρίου πωλεῖται.»
Φασὶ τινὲς τὸ ἀσσάριον δεκάνουμον εἶναι. Δηλοῦται δὲ διὰ τοῦ δέκα, τοῦ ἰῶτα γράμματος· ἀρχὴ δέ ἐστι τοῦτο τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐξαγοράζεται οὖν διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ὁ παλαιὸς καὶ ὁ νέος λαός· καὶ ὁ ἔσω καὶ ὁ ἔξω ἄνθρωπος.
Τί ἐστι τὸ ὑπὸ Ἐλισσαίου ἀναλαμβανόμενον· τῷ Ἠλιοῦ ῥηθέν· «Ποῦ ὁ Θεὸς Ἀφφοῦ;»
Κατὰ τρεῖς ἐπιβολὰς ἑρμηνεύεται, ἤ, Ποῦ ὁ Θεὸς τοῦ Πατρός μου· ἤ, Ποῦ ὁ Θεὸς τοῦ μεγάλου μου· ἤ, Ποῦ ὁ Θεὸς τοῦ κρυβέντος·
Κατὰ πόσους τρόπους αἱ ἀλληγορίαι· καὶ τί ἐστι τροπολογία;
Ἀλληγορία ἐστὶν ἡ ἐπ᾿ ἀψύχων· οἷον, ὀρέων, βουνῶν, δένδρων, καὶ τῶν λοιπῶν· τροπολογία δέ ἐστιν, ἡ ἐπὶ τῶν ἡμετέρων μελῶν, οἷον κεφαλῆς, ὀφθαλμῶν, καὶ τῶν λοιπῶν. Τροπολογία γάρ, ἀντὶ τοῦ τρέπεσθαι λέγεται.
Τί ἐστι τὸ ἐν τῷ Ψαλμῷ εἰρημένον; "Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις· καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. "
Ὁ τὴν τοῦ ὁμοπίστου πρᾶξιν κακηγορῶν, καὶ ὥσπερ ἐγκαθήμενος τῇ τούτου λοιδορίᾳ, οὗτος εἰκότως λέγεται καὶ τοῦ ἀδελφοῦ καταλαλεῖν· ὁ δὲ τὸν τῇ σοφίᾳ κοσμούμενον, φθόνῳ φερόμενος, ἐνδιαβάλλων, καὶ πάντας σκανδαλίζων, οὗτός ἐστιν ὁ τιθεὶς τῷ υἱῷ τῆς μητρὸς σκάνδαλον.
Ἐπειδὴ ἐν τῷ ἁγίῳ Διαδόχῳ ἐν τῷ ἑκατοστῷ κεφαλαίῳ γέγραπται, Κριθήσεσθαὶ τινας διὰ πυρὸς καὶ καθαίρεσθαι ἐν τῷ μέλλοντι αἰῶνι, παρακαλῶ ἐκκαλυφθῆναι διὰ τῆς σαφηνείας τὸν σκοπὸν τοῦ Πατρός.
Οἱ τὸ τέλειον τῆς ἀγάπης κεκτημένοι πρὸς τὸν Θεόν, καὶ τὸ πτερὸν τῆς ψυχῆς διὰ τῶν ἀρετῶν μετεωρίσαντες, κατὰ τὸν Ἀπόστολον, ἐν νεφέλαις ἁρπάζονται, καὶ εἰς κρίσιν οὐκ ἔρχονται. Οἱ δὲ γε μὴ πάντη τὸ τέλειον κτησάμενοι, ἀλλ᾿ ἁμαρτήματα καὶ κατορθώματα κεκτημένοι, οὗτοι ἐν τῷ δικαστηρίῳ τῆς κρίσεως ἔρχονται, κἀκεῖ διὰ τῆς τῶν ἀγαθῶν, καὶ φαύλων πράξεως ἀντεξετάσεως οἱονεὶ πυρούμενοι, (793) εἴπερ ἡ τῶν ἀγαθῶν πλάστιγξ ἐπιβαρήση, καθαίρονται τῆς κολάσεως.
Περὶ διαφόρων δικαιοσυνῶν.
Τρεῖς δικαιοσύνας οἱ τὰ θεῖα σοφοὶ λέγουσιν εἶναι, ἀνθρωπίνην, ἀγγελικὴν καὶ θείαν. Καὶ τὴν μὲν ἀνθρωπίνην φασί, τὴν ἐν τοῖς αἰσθητοῖς τοῦ κόσμου τούτου ἰσονομίαν τε καὶ εὐγνωμοσύνην· τὴν ἀγγελικὴν δέ, τῆς θείας γνώσεως ἄφθονον μετάδοσιν· τὴν δὲ θείαν δικαιοσύνην ὁρίζονται, τὸ πάσχειν ὑπὲρ τῶν ἁμαρτανόντων.
Τίνος χάριν ἐπιτιμήσας ὁ Κύριος τῷ Πέτρῳ, εἴρηκεν αὐτῷ, Σατανᾶ;
Οὐχ ὣς τινες νομίζουσι τὸν Πέτρον ἀπεκάλει Σατανᾶν ὑβριστικῶς ὁ Κύριος· ἀλλ᾿ ἐπειδὴ αἱ τοῦ Κυρίου στερήσεις ἡμῖν ἕξεις ἐγένοντο· οἷον, ὁ αὐτοῦ θάνατος, ἡμῖν ζωὴ γέγονεν· ἡ αὐτοῦ ἀτιμία, ἡμῖν ἐγένετο δόξα. Τοῦτο δὲ ἀγνοῶν ὁ ἀπόστολος Πέτρος, τοῦ Κυρίου λέγοντος, μέλλειν πάσχειν αὐτόν, ὑπελάμβανε τῇ φύσει τῶν πραγμάτων ἑπόμενος, ὡς ἀδύνατόν ἐστι τὴν Ζωὴν ἀποθνήσκειν, ἢ τὴν τοσαύτην δόξαν ἀτιμασθῆναι. Ὁ οὖν Κύριος τὴν ὑπόνοιαν ταύτην ἀναιρῶν, ὡς οὐ δεῖ φύσεως ἀκολουθίαν ἐν τοῖς ὑπὲρ φύσιν ἐπιζητεῖν, διὰ τῶν ἐναντίων ταῦτα ποιῆσαι βεβούλευται· διὰ θανάτου, ζωήν· δι᾿ ἀτιμίας, δόξαν. Ὡς οὖν [ἴσ. πρὸς] ἀντικειμένην αὐτοῦ τὴν ὑπόνοιαν ταύτην, λέγει, Ὕπαγε ὀπίσω μου· ἀντὶ τοῦ, ἕπου μοι τῇ βουλῇ, καὶ μὴ προλάμβανε, ζητῶν ἀκολουθίαν πραγμάτων. Τὸ δὲ Σατανᾶς ὄνομα, (796) φασὶν ἀντικείμενον ἑρμηνεύεσθαι· ὅπερ ὁ Κύριος οὐχ ὑβριστικῶς προήγαγεν, ἀλλ᾿ ὡσανεὶ ἔλεγεν, ἀντικείμενέ μου τῷ σκοπῷ.
Ἐπειδὴ Γρηγόριος ὁ Νύσσης ἐν τοῖς ἑαυτοῦ συγγράμμασι, φαίνεται τοῖς μὴ τὸ βάθος ἐπισταμένοις τῆς ὑψηλῆς αὐτοῦ θεωρίας πανταχοῦ [R. πολλαχοῦ] ἀποκατάστασιν ὑπεμφαίνειν, παρακαλῶ ὅπερ ἐπίστασαι περὶ τούτου εἰπέ.
Τρεῖς ἀποκαταστάσεις οἶδεν ἡ Ἐκκλησία. Μίαν μέν, τὴν ἑκάστου κατὰ τὸν τῆς ἀρετῆς λόγον· ἐν ᾗ ἀποκαθίσταται, τὸν ἐπ᾿ αὐτῷ λόγον τῆς ἀρετῆς ἐκπληρώσας. Δευτέραν δέ, τὴν τῆς ὅλης φύσεως ἐν τῇ ἀναστάσει. Τὴν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἀποκατάστασιν. Τρίτην δέ, ᾗ καὶ μάλιστα κατακέχρηται ἐν τοῖς ἑαυτοῦ λόγοις ὁ Νύσσης Γρηγόριος, ἔστιν αὕτη, ἡ τῶν ψυχικῶν δυνάμεων τῇ ἁμαρτίᾳ ὑποπεσουσῶν, εἰς ὅπερ ἐκτίσθησαν πάλιν ἀποκατάστασις. Δεῖ γάρ, ὥσπερ τὴν ὅλην φύσιν ἐν τῇ ἀναστάσει τῆς σαρκὸς ἀφθαρσίαν χρόνῳ ἐλπιζομένῳ ἀπολαβεῖν· οὕτως καὶ τὰς παρατραπείσας τῆς ψυχῆς δυνάμεις, τῇ παρατάσει τῶν αἰώνων ἀπολαβεῖν τὰς ἐντεθείσας αὐτῆς τῆς κακίας μνήμας· καὶ περάσασαν τοὺς πάντας αἰῶνας, καὶ μὴ εὑρίσκουσαν στάσιν, εἰς τὸν Θεὸν ἐλθεῖν τὸν μὴ ἔχοντα πέρας. Καὶ οὕτως τῇ ἐπιγνώσει, οὐ τῇ μεθέξει τῶν ἀγαθῶν, ἀπολαβεῖν τὰς δυνάμεις, καὶ εἰς τὸ ἀρχαῖον ἀποκαταστῆναι, καὶ δειχθῆναι τὸν δημιουργὸν ἀναίτιον τῆς ἁμαρτίας.
Τί δήποτε πολλῶν οὐσῶν βαρυτέρων ὕβρεων, ὁ Κύριος ἐν Εὐαγγελίοις, τὸν λέγοντα τὸν ἀδελφὸν αὐτοῦ Μωρόν, τῆς γεέννης ὑπεύθυνον ὁρίζεται· τὸν δὲ λέγοντα Ῥακά, τῷ συνεδρίῳ ὑποκεῖσθαι λέγει.
Τὸ Μωρὸν ὄνομα λέγουσιν, ἐπὶ τοῦ ἄφρονος (797) λαμβάνεσθαι καὶ ἀνοήτου· τὸ δὲ Ῥακὰ Ἑβραίων φωνῇ, κατάπτυστον ἑρμηνεύεται. Ἐπεὶ οὖν ἐπὶ τοῦ ἀθέου καὶ ἀπίστου τὸ μωρὸς ὄνομα εἴρηται, κατὰ τό· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, Οὐκ ἔστι Θεός. Καὶ κατὰ τὸν Μωϋσῆν λέγοντα, Οὗτος λαὸς μωρός, καὶ οὐχὶ σοφός· ὅστις τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμόπιστον, ἄθεον καὶ εἰδωλολάτρην, ἢ αἱρετικὸν καὶ ἄπιστον ἀποκαλεῖ, οὗτος λέγει μωρόν, καὶ τῆς γεέννης δικαίως ὑπεύθυνος γίνεται. Ὅστις δὲ λέγει Ῥακά, τουτέστιν ἐμπτυσμένε [Cort. ἔμπτυστε] καὶ ἀκάθαρτε, οὗτος τὸν βίον διαβάλλει τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ εἰκότως κουφοτέρῳ ἐπιτιμίῳ ὑπόκειται.
Πῶς χρὴ νοεῖν τὸ ἐν τῷ συμβόλῳ λεγόμενον, " Σαρκωθέντα ἐκ Πνεύματος ἁγίου, καὶ Μαρίας τῆς Παρθένου."
Φασὶ τινες τῶν ἁγίων, ὅτι ἐκ Πνεύματος ἁγίου δίκην γονῆς ἀνδρὸς τὴν ψυχὴν καταβληθῆναι· τὴν δὲ σάρκα διαπλασθῆναι ἐκ τῶν παρθενικῶν αἱμάτων.
Τίνας σημαίνει ὁ Ἀπόστολος, λέγων, "Τοὺς προηλπικότας ἐν τῷ Χριστῷ;" πρὸς Ἐφεσίους γράφων.
Πᾶς τις τῶν ἁγίων, τῶν πρὸ τῆς ἐπιδημίας τοῦ Κυρίου, οἱανοῦν ἀρετὴν ἐξασκῶν, κἂν εἰ μὴ τὸ ὅλον τῆς οἰκονομίας μυστήριον ἐγίνωσκεν· ἀλλ᾿ ἐκ (800) μέρους φυσικῶς κινούμενος, ἤλπιζε καὶ προσεδόκα, ὅτι ὁ τὴν φύσιν ποιήσας, αὐτὸς καὶ παραφθαρεῖσαν ἀνασώσεται.
Ἡρώδης δερμάτινος, ἑρμηνεύεται· χρὴ οὖν τοὺς σαρκικοὺς λογισμοὺς βδελύττεσθαι.
Τί ἐστι κατὰ τὸν Ἀπόστολον· Ὅτι " Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται. "
Σάρξ ἐστιν ἡ ἐπιθυμία· αἷμαι δέ, ὁ θυμός. Καὶ εἰκότως οὖν, ὁ μὴ τούτων καθαρεύων, βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται.
Τί ἐστι διάψαλμα;
Οἶμαι ὅτι ἡ ἀπὸ νοήματος εἰς νόημα μεταβολή· ἢ καὶ τρόπου διδασκαλίας εἰς ἕτερον τρόπον.
Τί δηλοῖ ἡ κατὰ τὸν Λάμεχ ἱστορία.
Φασὶ τινες τῶν τὰ θεῖα πεπαιδευμέων, ὅτι ἐν τοῖς καιροῖς τοῦ Λάμεχ, ἀταξίας καὶ ἀναρχίας οὔσης, ὁ δυνατὸς τὸν ἀσθενοῦντα κατεδυνάστευεν. Οὗτος οὖν ὁ Λάμεχ ὑπαντήσας ἀνδρὶ μετὰ τῆς γυναικός, ἀπέκτεινεν αὐτόν, καὶ ἔλαβε τὴν γυναῖκα αὐτοῦ. Ἀπαντήσας δὲ ἀδελφῷ μετὰ ἀδελφῆς, ἀπέκτεινε καὶ αὐτόν, καὶ ἔλαβε τὴν ἀδελφὴν αὐτοῦ· καὶ τὸν μὲν ἐκάλεσεν ἡ Γραφὴ ἄνδρα· τὸν δὲ νεανίσκον. Καὶ ταῦτα μὲν κατὰ τὴν ἱστορίαν· κατὰ δὲ θεωρίαν λαμβάνεται ὁ Λάμεχ, ἐπὶ τῆς ἐνεργείας τῆς κακίας. Ἀπέκτεινε γὰρ ἐν ἡμῖν τὸν ἄνδρα, τὸν φυσικὸν νόμον· καὶ τὸν νεανίσκον, τὸν πνευματικὸν φημι νόμον, (801) καὶ ἔλαβεν ἐξ αὐτοῦ [αὐτῶν] τὴν διάνοιαν, ὅπως ταύτῃ μιγνύμενος ὁ τῆς κακίας σπορεύς, ἀποτεκεῖν ποιήσῃ τὴν ἁμαρτίαν. Ἐκ τούτου οὖν τοῦ Λάμεχ ἑβδομηκοντάκις ἑπτὰ ἐκδικεῖται· ὑπὲρ τῆς συγκαταθέσεως καὶ ἐνεργείας δίκας εἰσπράττεται. Ὅθεν καὶ ὁ Κύριος λέγοντος Πέτρου, Ποσάκις ἐὰν ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ· ἕως ἑπτάκις; Ἀπεκρίθη αὐτῷ, Οὐ μόνον ἕως ἑπτάκις, ἀλλ᾿ ἕως ἑβδομηκοντάκις ἑπτά. Τουτέστι, τῷ μετανοοῦντὶ σοι, μὴ μόνον τὰ μικρὰ τὰ ἐν συγκαταθέσει γινόμενα, ἀλλὰ καὶ τὰς ἐνεργείας ἀφήσεις.
Περὶ διαφόρων θελημάτων Θεοῦ.
Τρία θελήματα ἐπὶ Θεοῦ χρὴ ὑπολαμβάνειν· κατ᾿ εὐδοκίαν, κατ᾿ οἰκονομίαν, κατὰ συγχώρησιν. Καὶ τὸ μὲν κατ᾿ εὐδοκίαν δηλοῖ, τὰ κατὰ τὸν Ἀβραάμ, λέγοντος πρὸς αὐτόν,Ἔξελθε ἐκ τῆς γῆς σου. Τὸ δὲ κατ᾿ οἰκονομίαν, δηλοῖ τὰ κατὰ τὸν Ἰωσὴφ οἰκονομηθέντα, πρὸς τὴν τῶν μελλόντων ἔκβασιν, τὸ δὲ κατὰ συγχώρησιν, δηλοῖ τὰ κατὰ τὸν Ἰὼβ γενόμενα.
Τί σημαίνει ὁ Ψαλμῳδὸς περὶ ἐχθρῶν λέγων; " Τῶν κύκλῳ ἐπιτιθεμένων;"
Τὸ κύκλῳ ἐστὶ τὸ ἐμπρός, ὀπίσω, τὸ δεξιόν, τὸ ἀριστερόν. Ἐπιτίθενται οὖν ἡμῖν οἱ δαίμονες, ἔμπροσθεν μέν, ὅταν διὰ τῶν τῆς ὕλης ἐπιφανειῶν δελεάζωσιν· ὀπίσω δέ, ὅταν διὰ τῶν προλήψεων τῶν λογισμῶν τῆς κακίας τὴν μνήμην [R. τὸν λογισμὸν τῆς κακίας κατὰ μνή.] ἀνακινῶσιν· ἀριστερὰ δέ, ὅταν διὰ τῶν σαρκικῶν καὶ ἀκολάστων παθῶν, τὴν ψυχὴν ἐκμοχλεύωσι· δεξιὰ δέ, ὅταν διὰ κενοδοξίας καὶ ὑπερηφανίας τῇ ψυχῇ ἐπιτίθενται.
Τί ἐστι τό; "Λάβετε ψαλμόν, καὶ δότε τύμπανον· ψαλτήριον τερπνὸν μετὰ κιθάρας. "
Λάβετε διδασκαλίαν ἔνθεον, καὶ δότε πρᾶξιν ἐνάρετον διὰ τῆς νεκρώσεως τοῦ σώματος. Τὸ δὲ ψαλτήριον τερπνὸν μετὰ κιθάρας· ψαλτήριον λέγει, τὸ πνεῦμα· κιθάραν δὲ τὴν ψυχήν· τύμπανον δέ, τὸ σῶμα.
Τί ἐστι; "Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λῖνον τετυφωμένον οὐ σβέσει."
Ὁ κατὰ μίμησιν τοῦ Κυρίου συμπαθείας λόγῳ (804) χρώμενος, οὔτε τὸν τῇ ἁμαρτίᾳ συντετριμμένον τῇ ἀπογνώσει εἰς τέλος κατεαγῆναι ποιεῖ· οὔτε τὸν τὸ λογιστικὸν ἔχοντα τετυφωμένον, διὰ κενοδοξίαν τινῶν ἀρετῶν, σβεννύει, ἀλλ᾿ ἐᾷ ἔχειν τὴν προθυμίαν, μέχρις ἂν εἰς τὸ τέλειον ἔλθοι τῆς γνώσεως· τοῦτο γάρ ἐστιν, ὡς οἶμαι, καὶ τὸ συναυξάνειν τῷ ἀγαθῷ σπόρῳ τὰ ζιζάνια· τουτέστι ταῖς ἀρεταῖς, τὸ τῆς ἀνθρωπαρεσκείας καὶ κενοδοξίας πάθος συναναβλαστάνειν. Ὅθεν ὁ τῶν ψυχῶν γεωργὸς μὴ ἐκτίλλεσθαι ταῦτα προστάσσει, μέχρις ἂν αἱ ἀρεταὶ λάβωσι πῆξιν, μὴ ποτε ἀνασπάσαι τὰ τοιαῦτα θέλων τις, συνεκτίλλῃ τὴν τῆς ἀρετῆς προθυμίαν.
Τί ἐστι τό· «Ἐάν τις σε ῥαπίσῃ εἰς τὴν δεξιάν, στρέψον αὐτῷ καὶ τὴν ἄλλην;»
Ἐάν σε, φησίν, οἱ δαίμονες διὰ τῶν λογισμῶν πειράσωσιν εἰς τὴν δεξιὰν σιαγόνα, ἐπαίροντες διὰ τῶν δεξιῶν ἔργων, στρέψον τὴν ἄλλην· τουτέστι, τὰ τῆς ἀριστερᾶς πράξεως ἔργα, ὅσα ἡμῖν πέπρακται, ὑπ᾿ ὄψιν ἄγων.
Πῶς ὀφείλομεν εὐσεβῶς νοῆσαι τὸ τοῦ Εὐαγγελίου; Ὅτι «Ὁ Πατὴρ κρινεῖ οὐδένα· ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ». Καὶ πῶς ἐν ἄλλῳ τόπῳ λέγει; ὅτι «Ἐγὼ κρινῶ οὐδένα· ἀλλ᾿ ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτόν».
Καθὸ Θεός ἐστιν, οὐδὲ ὁ Πατήρ, οὐδὲ ὁ Υἱὸς κρινεῖ οὐδένα. Οὐδὲ γὰρ ἄνθρωπος ἀλόγων γίνεται κριτής, ἀλλ᾿ ἀνθρώπων. Ὁ δὲ Πατὴρ δέδωκε τῷ Υἰῷ τὴν κρίσιν· οὐ καθὸ Θεὸς ἐστιν ὁ Υἱός, ἀλλὰ καθὸ ἄνθρωπος γέγονε. Κρινεῖ δὲ πάντας, συγκρίνων τὴν ἑαυτοῦ ὡς ἀνθρώπου πολιτείαν πρὸς ἡμᾶς. Πάλιν δὲ ὁ λόγος αὐτοῦ κρινεῖ, τουτέστι διδασκαλία, ἥντινα διὰ τῶν ἔργων ἀνεδείξατο, κατὰ τὸ γεγραμμένον· (805) " Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. "
Τί ἐστιν ἡ τοῦ Πνεύματος βλασφημία· καὶ πῶς; "Πᾶν ἁμάρτημα ἀφεθήσεται τοῖς ἀνθρώποις· τοῖς δὲ εἰς αὐτὸ βλασφημήσασιν, οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μ έλλοντι."
Ἡ περὶ τῆς τοῦ Πνεύματος βλασφημίας ἀπορία, αὐτόθεν ἔχει τὴν λύσιν. Τοῦ γὰρ Κυρίου ἰάσεις ποιοῦντος ποικίλας, οἱ Ἰουδαῖοι τὰς τοῦ Πνεύματος ἐνεργείας, τῷ ἄρχοντι τῶν δαιμόνων ταύτας ἀνετίθεσαν. Τὸ δέ, Οὔτε ἐνταῦθα, οὔτε ἐν τῷ μέλλοντι, ἄφεσιν γίνεσθαι τοῖς βλασφημοῦσιν, ἑξῆς ζητητέον. Φασὶ τινὲς τῶν τὰ τοιαῦτα διὰ τοῦ Πνεύματος ἠκριβωκότων, τέσσαρας εἶναι τρόπους, δι᾿ ὧν συγχώρησις γίνεται ἁμαρτημάτων· δύο ἐνταῦθα, καὶ δύο ἐν τῷ μέλλοντι. Ἐπειδὴ γὰρ οὐκ ἐξικνεῖται ἡ μνήμη ὅλου τοῦ χρόνου μνημονεύειν τὰ σφάλματα, ἵνα ὑπὲρ αὐτῶν ἐνταῦθα μετανοήσῃ ὁ ἄνθρωπος, ᾠκονόμησε φιλάνθρωπος ὢν ὁ Δεσπότης τῆς φύσεως, καὶ ἡμῶν μὴ μετανοούντων τρόπους μετανοίας· ἐν μὲν τῷ μέλλοντι, ὡς εἴρηται, δύο. Ὅταν τις ἀδιαφόρως [R. non bene διαφόρως] ἐνταῦθα ἁμαρτήσας, καὶ πάλιν ἀδιαφόρως ἀγαθοεργήσας, εἴτε εἰς οἶκτον καὶ συμπάθειαν πρὸς τὸν πλησίον κινηθείς, ἢ ὅσα ἄλλα φιλανθρωπίας ἐχόμενα, ταῦτα ἐν τῷ μέλλοντι αἰῶνι ἐν τῷ καιρῷ τῆς κρίσεως ζυγοστατούμενα, ἐφ᾿ ἃ τὴν ῥοπὴν ἕξει, συγχώρησις γίνεται· Οὗτος μὲν ὁ εἷς τρόπος· Δεύτερος δέ, οὗτος· ὅταν τις ἐν ἁμαρτίαις ἐνεχόμενος· ἀκούων δὲ τοῦ Κυρίου λέγοντος, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, φοβούμενος οὐδένα κρίνῃ, ἐν τῇ ἐξετάσει τῶν βεβιωμένων, ὡς φύλαξ τῆς ἐντολῆς οὐ κρίνεται. Τῆς γὰρ ἑαυτοῦ ἐντολῆς οὐκ ἐπιλήσμων ὁ ἀψευδέστατος. Οἱ δὲ δύο ἕτεροι τρόποι, ἐνταῦθα τὴν συγχώρησιν ἔχουσιν, ὅταν ἐν ἁμαρτίαις τις ὤν, οἰκονομεῖται ἐκ τῆς προνοίας ἐν συμφοραῖς, ἐν ἀνάγκαις, ἐν νόσοις. Ὡς οὐκ οἶδε γὰρ διὰ τῶν τοιούτων καθαίρειν αὐτὸν ὁ Θεός· καὶ εἰ μὲν εὐχαριστεῖ πειραζόμενος, τὸν ἐπὶ τῇ εὐχαριστίᾳ μισθὸν λαμβάνει. Εἰ δὲ ἀχαριστεῖ, δι᾿ ἃς μὲν ἁμαρτίας παιδεύεται, ἐκ τούτων καθαίρεται· τὴν δὲ ὑπὲρ τῆς ἀχαριστίας εἰσπράττεται ποινήν. Ἔπειτα, ἅτινα εἰς ἀνθρώπους τις ἁμαρτάνει, ὡς ἔδειξεν ὁ λόγος, (808) πολλὰς ἔχει προφάσεις συγχωρήσεων. Ἁμαρτάνων γὰρ τις εἰς ἄνθρωπον, ἄλλον δὲ ἄνθρωπον εὖ ποιῶν· εἰς ἣν φύσιν ἥμαρτεν, αὕτη καὶ ἀπελογίσατο. Ἡ δὲ εἰς τὸ Πνεῦμα βλασφημία· ἔστι δὲ ἡ ἀπιστία, μὴ ἔχουσα ἑτέραν πρόφασιν συγχωρήσεως, ἢ μὴ τὸ γενέσθαι πιστόν· εἰκότως τῷ ἐν ἀπιστίᾳ τὸν βίον κατακλείσαντι, οὔτε ἐνταῦθα, οὔτε ἐν τῷ μέλλοντι ἀφεθήσεται τῆς ἀπιστίας καὶ ἀθεΐας ἡ ἁμαρτία.
Τί δηλοῖ τὸ τῶν Παροιμιῶν αἴνιγμα, τό; «Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾶ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ».
Ἐχθρὸν ἔχομεν κατὰ τῆς ψυχῆς, τὸ ἡμέτερον σῶμα· ἀεὶ διὰ τῆς ἐπαναστάσεως τῶν παθῶν πολεμοῦν ἡμᾶς. Ἐὰν οὖν ἐκ τῆς συνειδήσεως πιεζόμενον τὸ τῆς σαρκὸς φρόνημα πεινᾷ, τουτέστιν ὀρέγεται σωτηρίας· ἢ διψᾷ θείαν γνῶσιν, δέον τρέφειν αὐτὸν δι᾿ ἐγκρατείας καὶ πόνων· καὶ ποτίζειν τῇ μελέτῃ τῶν θείων λογίων. Οὕτως γὰρ σωρεύονται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, τουτέστιν ἐπὶ τὸν νοῦν, ἄνθρακες πυρός· θεῖοι καὶ πνευματικοὶ λογισμοί.
Τί σημαίνει τὸ ἐν τῷ ῥα´ ψαλμῷ εἰρημένον, «Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ.»
Ὁ πελεκὰς οὗτος ὄρνεόν ἐστιν· ὁ δὲ ὄφις, πολὺ (809) ἐχθραίνει τῶν νοητῶν [Rrg. τοῖς νεοττοῖς] αὐτοῦ. Αὐτὸς δὲ τί μηχανᾶται; Εἰς ὕψος πήγνυσι τὴν καλιὰν αὐτοῦ, πανταχόθεν περιφράσσων αὐτὴν διὰ τὸν ὄφιν. Τί οὖν ποιεῖ ὁ κακομήχανος ὄψις; Περισκοπεῖ ὅθεν πνέει ὁ ἄνεμος, κἀκεῖθεν ἐμφυσᾷ τοῖς νεοττοῖς τὸν ἰὸν αὐτοῦ, καὶ τελευτῶσιν. Ἔρχεται οὖν ὁ πελεκάν, καὶ θεωρεῖ ὅτι ἀπέθανον αὐτοῦ τὰ παιδία· καὶ σκοπεῖ νεφέλην, καὶ πετᾶται εἰς ὕψος μετὰ τῶν πτερύγων· τύπτει τε αὐτοῦ τὰς πλευράς, καὶ διὰ τῆς νεφέλης ἐπιστάζει τούτοις, καὶ ἐγείρονται. Λαμβάνεται οὖν ὁ πελεκὰν εἰς τὸν Κύριον· τὰ δὲ παιδία αὐτοῦ, ὁ Ἀδὰμ καὶ ἡ Εὔα, ἡ ἡμετέρα φύσις· ἡ δὲ καλιὰ αὐτοῦ, ὁ παράδεισος· ὁ δὲ ὄφις, ὁ ἀποστάτης διάβολος. Ἐνεφύσησεν οὖν ὁ ἀρχέκακος ὄφις διὰ τῆς παρακοῆς τοῖς πρωτοπλάστοις, καὶ γεγόνασιν νεκροὶ τῇ ἁμαρτίᾳ. Ὁ γοῦν Κύριος ἡμῶν καὶ Θεὸς διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ὑψοῦται ἐπὶ τοῦ τιμίου σταυροῦ· καὶ νυγεὶς τὴν πλευράν, διὰ τῆς νεφέλης τοῦ ἁγίου Πνεύματος ζωὴν ἡμῖν ἐδωρήσατο τὴν αἰώνιον.
Τί ἐστιν, «Ἐκεῖ στρουθία ἐννοσσεύσουσι;»
Στρουθία ἢ τὰς ψυχάς, ἢ τὰς διαφόρους ἀρετὰς λέγει.
Τί σημαίνει τό, «Ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν;»
Ἐρώδιον φασιν ὄρνεον εἶναι· τοσαύτῃ δὲ σωφροσύνῃ συζῆν (812), ὥστε ἡνίκα πρὸς συνουσίαν συνέρχεσθαι μέλλει, τεσσαράκοντα ἡμέρας πενθεῖν· καὶ πάλιν μετὰ ταῦτα, ἄλλας τεσσαράκοντα. Τὴν δὲ καλιὰν πήγνυσιν ἐν τοῖς δένδροις, ἔνθα μὴ ἐπισκιάζεται ὑπό τινος, ἀλλὰ καθαρὸν τὸν ἀέρα ἔχει. Σημαίνει δὲ διὰ τούτων τὴν σωφροσύνην. Αὕτη γὰρ ἡγεῖται πασῶν τῶν ἀρετῶν· ἀποδιάκειται δὲ καὶ τῶν αἰσθητῶν, ὑπὸ μηδενὸς σκιαζομένη τῶν προσκαίρων. Ὁ τεσσαρακοστὸς γὰρ ἀριθμός, τὴν ἑκάστου τῶν δ´ στοιχείων ἐμπεριέχει τελείωσιν.
Τί ἐστι τό, «Ἀποδιδοὺς ἁμαρτίας γονέων ἐπὶ τέκνα, ἕως τρίτης καὶ τετάρτης γενεᾶς, τοῖς μισοῦσί με;»
Πρώτην γενεὰν ὑπειλήφαμεν εἶναι, τὴν σπορὰν τοῦ κακοῦ· τουτέστι, τὴν πρσβολήν· δευτέραν δέ, τὴν ἐπιθυμίαν· τρίτην δὲ τὴν ἕξιν τοῦ κακοῦ γενεᾶς, τουτέστι, τὴν συγκατάθεσιν· τετάρτην δέ, τὴν ἐνέργειαν, τουτέστι τὴν πρᾶξιν. Ἀποδίδοται οὖν ἕως τρίτης καὶ τετάρτης γενεᾶς· τουτέστιν, ὑπὲρ τῆς συγκαταθέσεως καὶ τῆς πράξεως. Ἡ γὰρ προσβολὴ καὶ ἡ ἐπιθυμία, ἀνεύθυνός ἐστιν, ὡς μὴ εἰς πέρας τοῦ κακοῦ προελθόντος.
Πῶς ὀφείλει εὐσεβῶς νοηθῆναι ἡ ἐν τῇ Γραφῇ κειμένη τοῦ Θεοῦ μεταμέλεια.
Φασὶν οἱ τὰ θεῖα εὐσεβῶς φρονεῖν διεγνωκότες, ἀδύνατον εἶναι τὸν Θεὸν φύσει ὄντα δημιουργόν, μὴ καὶ προνοητὴν εἶναι φύσει τῶν δεδημιουργημένων. Εἰ δὲ τοῦτο, ἀνάγκη πᾶσά ἐστι φυσικῶς προνοουμένη τοῦ Θεοῦ τῆς ἀνθρωπότητος, πολλοὺς εἶναι παρ᾿ αὐτῷ τοὺς περὶ τὴν προνοουμένην φύσιν τῆς σωτηρίας τρόπους. Ἐπειδὴ γὰρ ἀγχίστροφον ζῶον ὁ ἄνθρωπος, εὐχερῶς τοῖς καιροῖς καὶ τοῖς τρόποις συμμεταβαλλόμενον, ἀνάγκη πάντως καὶ τὴν θείαν Πρόνοιαν, καίτοι τὴν αὐτὴν οὖσαν, συμμεταβάλλεσθαι ταῖς ἡμῶν διαθέσεσι, διὰ τῶν προσφυῶς ἁρμοζόντων ταῖς ἐν τῇ φύσει ἀναφυομέναις κακίαις τρόπον ἐφευρίσκουσαν. Καὶ ὥσπερ ἐπὶ τῆς ἰατρικῆς, πολλαὶ αἱ ταύτῃ ὑποκείμεναι νόσοι· καὶ ἀνάγκη τὸν ἐπιστήμονα ἰατρόν, τοῦ ὑποκειμένου σώματος εἰς πολλὰ καὶ διάφορα παθήματα πίπτοντος, καὶ αὐτὸν εἰς κρείττονας τρόπους ἀπὸ τῶν ἡττόνων μεταβαίνειν· οὕτως καὶ ἐπὶ Θεοῦ, (813) ἡ ἀπὸ τοῦ τοιοῦδε τρόπου ἐπὶ ἕτερον τρόπον τῆς προνοίας μετάβασις, μεταμέλεια τοῦ Θεοῦ τῇ Γραφῇ σύνηθες ὀνομάζεσθαι.
Τί σημαίνει τό, «Ἐπὶ ταῖς τρισὶν ἢ τέσσαρσιν ἀσεβείαις Τύρου οὐκ ἀποστραφήσομαι»;
Ἀσεβείας οἶμαι τέσσαρας τὸν προφητικὸν αἰνίττεσθαι λόγον· ταύτης [R.ταύτας] τὴν προσβολήν, τὴν ἐπιθυμίαν, τὴν ἕξιν τοῦ κακοῦ καὶ τὴν ἐνέργειαν. Ἐπὶ μὲν οὖν τῆς πρώτης καὶ τῆς δευτέρας, τουτέστι τῆς προσβολῆς καὶ τῆς ἐπιθυμίας, ἀνοχὴν ποιεῖται ὁ Θεός, ὡς μὴ τοῦ κακοῦ προβάντος εἰς τελείωσιν. Ἐπὶ δὲ τῆς τρίτης καὶ τῆς τετάρτης ἀσεβείας, τουτέστιν ἕξεως καὶ ἐνεργείας, ἤγουν συγκαταθέσεως καὶ πράξεως, τὴν ἀπειλὴν ὁ Λόγος εἰκότος ἐνδείκνυται.
Διὰ τί οὐ δύναται λέγεσθαι Πατὴρ Πνεύματος, ἢ Χριστὸς Πνεύματος καθάπερ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ λέγεται διαφόρως [ἀδιαφόρως] Πνεῦμα Θεοῦ, καὶ Πνεῦμα Χριστοῦ;
Ὣσπερ ἐστὶ αἴτιος τοῦ Λόγου ὁ Νοῦς, οὕτως καὶ τοῦ Πνεύματος, διὰ μέσου δὲ τοῦ Λόγου. Καὶ ὥσπερ οὐ δυνάμεθα εἰπεῖν τὸν λόγον εἶναι τῆς φωνῆς, οὕτως οὐδὲ τὸν Υἱὸν λέγειν τοῦ Πνεύματος.
Τί δηλοῖ τὸ ὑπὸ τοῦ Κυρίου λεγόμενον, τό, «Ἐὰν ὁ ὀφθαλμὸς ἢ ἡ χεὶρ ἢ ὁ ποῦς σκανδαλίζῃ σε, ἔκκοψον αὐτούς, καὶ βάλε ἀπὸ σοῦ;»
Ἔστι μὲν καὶ περὶ φίλων, ὡς ὀφθαλμῶν, καὶ οἰκείων, ὡς περὶ χειρῶν ἡμῶν ὄντων ἀναγκαίων· καὶ ἑταίρων [R. ἑτέρων], ποδῶν δίκην διακονούντων ἡμῖν, ὑπονοεῖν τὴν παραβολήν, κατὰ τὸ πρόχειρον αἰνίττεσθαι· οὕσπερ ἐὰν σκανδαλίζωσι καὶ τὴν ψυχὴν καταβλάπτωσιν, ἐκκόπτειν ὁ λόγος παρεκελεύσατο. Ἔστι δὲ καὶ ἄλλως ἐκλαβεῖν τὸ παράγγελμα, κατὰ τὸν τῆς ἀναγωγῆς τρόπον. Ἐὰν ἔχῃς θεωρητικὴν γνῶσιν ὥσπερ ὀφθαλμόν· πρὸς τύφον δὲ αὕτη ἐπαίρει σε (816) καὶ ὑπερηφανίαν, ἔκκοψον αὐτήν. Ἐὰν δὲ καὶ πρᾶξιν ἀστείαν, καὶ αἰτία σοι γίνεται ἐπάρσεως, ἔκκοψον αὐτήν. Ὡσαύτως δὲ καὶ ἐὰν ἱκανότητα ἔχῃς διακονίας, ὅπερ ἐστὶν ὁ ποῦς, καὶ ὡς ἐκ τούτου φυσᾶς, ἀπόστηθι ἀπ᾿ αὐτῆς. Συμφέρει γάρ σε παρὰ ταύτας δοκούσας εἶναι ἀρετὰς γενέσθαι, καὶ μὴ διὰ τῆς ἐπάρσεως καὶ ὑπερηφανίας εἰς παντελῆ χωρῆσαι ἀπώλειαν.
Τί δηλοῖ τό, "Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς."
Ὅταν ἐν ἡμῖν ὕψωθῇ ὁ ἥλιος τῆς δικαιοσύνης διὰ τῶν ἀγαθῶν ἔργων, καὶ τῆς ἀληθοῦς γνώσεως, τότε ἡ σελήνη ἵσταται ἐν τῇ τάξει αὐτῆς· τουτέστιν ἡ ἡμετέρα φύσις ἡ ὑπὸ τροπὴν οὖσα καὶ ἀλλοίωσιν, τάξιν λαμβάνει βάσιμον.
Τί ἐστι τὸ ἐν τῇ καθολικῇ Πέτρου γεγραμμένον, "Ἵνα κριθῶσι κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι; "
Ἐπειδὴ περὶ τῶν ἐν τῷ κατακλυσμῷ εἴρηται ταῦτα· οὗτοι δὲ εἶχον παντελῆ ἀγνωσίαν Θεοῦ, καὶ πονηροῖς ἐπιτηδεύμασι συνέζων· ὅσα μὲν εἰς ἀνθρώπους ἡμάρτανον, διὰ τῶν καθ᾿ ἑκάστην συμβαινόντων αὐτοῖς πολέμων τε καὶ ἐπαγωγῶν, καὶ ποικίλων συμβάσεων, ἀφῆκεν αὐτοῖς· τὰ δὲ περὶ τῆς εἰς αὐτὸν ἀγνοίας ἁμαρτήματα οὐκ ἀφῆκεν αὐτοῖς· (817) ἵνα διὰ τῆς εἰς αὐτὸν πίστεως, ἡνίκα διὰ φιλανθρωπίαν ἐν τῇ τοῦ ᾅδου γένηται χώρᾳ, ὅσοι πιστεύσωσιν, ἀφεθῇ αὐτοῖς ἡ τῆς ἀσεβείας ἁμαρτία· καὶ ζήσωσι κατὰ Θεὸν πνεύματι, κριθέντες δηλονότι σαρκί, καθὼς εἴρηται, ὑπὲρ τῶν εἰς ἀνθρώπους πλημμελειῶν.
Τί σημαίνει Δαβὶδ ψάλλων, καὶ τὸ πονηρὸν πνεῦμα τοῦ Σαοὺλ ἀποκαταπαύων,
Πᾶς ὁ κατὰ τὸν μακάριον Δαβὶδ ποιμαίνων τὰ πρόβατα, τουτέστιν, τὸ λογιστικὸν τῆς ψυχῆς· καὶ κτένων θυμὸν καὶ ἐπιθυμίαν καθάπερ ἐκεῖνος τὸν λέοντα καὶ τὴν ἄρκον· οὗτος τῷ λόγῳ τῆς διδασκαλίας χρώμενον μετά τινος ὑψηλῆς θεωρίας, ἡδύνει τὸν ἀκούοντα, καὶ τὰ ἐν αὐτῷ πάθη τῆς κακίας κατευνάζει.
Ἐπειδὴ ἡ Γραφὴ τρανῶς λέγει, ὅτι δέδωκε δεκάτας ὁ Ἀβραὰμ τῷ Μελχισεδέκ· ἄλλως τε καὶ εἰ πάντα ἀπέδωκε, καθὼς αὐτὸς λέγει, ὅτι ἕως σφαιρωτῆρος ὑποδήματος οὐκ ἔλαβε, πόθεν δέδωκε δεκάτας; Οὐδὲ γὰρ αὐτὸς ἴδιὸν τι ἐπεφέρετο εἰς πόλεμεον ἔκπληκτος ἀπερχόμενος.
Ἐπειδὴ ἡ θεία Γραφὴ ἱερέα τοῦ Θεοῦ τὸν Μελχισεδὲκ λέγει εἶναι, προσηκόντως ἄρα ὁ Ἀβραὰμ ὡς λαϊκοῦ τάξιν ἐπέχων δεδωκέναι τῷ ἱερεῖ τὰς δεκάτας πιστευθήσεται. Ὅτι δὲ καὶ εἶχε πόθεν παρασχεῖν, ἐκεῖθεν δῆλον. Οἱ γὰρ ἐπιστατρεύσαντες βασιλεῖς ἐπὶ Σόδομα, οὐ μόνον τὰ Σοδόμων εἶχον λαβόντες, ἀλλὰ καὶ ἄλλων χωρῶν εἶχον μεθ᾿ ἑαυτῶν λάφυρα, ἅπερ ἦσαν προαιχμαλωτεύσαντες. Ἅπερ πάντα κατακόψας αὐτοὺς ὁ Ἀβραάμ, καὶ λαβών, τὰ μὲν τῶν Σοδομιτῶν ἀπέδωκε· τὰ δὲ ἄλλα παρ᾿ ἑαυτῷ κατέσχεν, ἐξ ὧν καὶ τὰς δεκάτας τῷ Μελχισεδὲκ παρέσχετο.
Τίνος χάριν, οἱ μὲν κατὰ νόμον ἱερεῖς γυναῖκας ἔχειν οὐκ ἐκωλύοντο· οἱ δὲ κατὰ Χριστὸν ἱερεῖς κωλύονται, ὅσον ἀπὸ τῆς συνηθείας;
Ἐπειδὴ ἡ τοῦ Εὐαγγελίου ἱερωσύνη κατὰ τὴν τάξιν Μελχισεδὲκ γενέσθαι πιστεύεται, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρών· Μελχισεδὲκ δέ, γυναῖκα ἐσχηκέναι οὐκ ἀναγέγραπται. Ἀναγκαίως ἄρα καὶ οἱ κατὰ τὴν αὐτοῦ τάξιν ἱερατεύοντες ἐπίσκοποι γυναῖκας οὐ προσίενται.
Τίνος χάριν ἐν τῇ προθέσει τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ Κυρίου, τοὺς ἄρτους καὶ τὰ ποτήρια ἀνίσους προτιθεῖν ἔθος τῆς Ἐκκλησίᾳ;
Πάντα ὑπερφυῆ λόγον ἔχουσι τὰ ἐν τῇ Ἐκκλησίᾳ τελούμενα. Ἐπειδὴ δὲ κατ᾿ ἐξαίρετον τὰ σύμβολα ταῦτα τῆς θείας οὐσίας εἰσὶ μυστήρια καὶ ἀπεικονίσματα· ἔστι δὲ αὕτη ἀσύνθετος· πᾶσα δὲ κτίσις σύνθετός ἐστι· μόνη δέ, ὡς εἴρηται, ἡ ἁγία Τριὰς ἁπλῆ καὶ ἀσύνθετος· διὰ τοῦτο οὖν ἄνισα προτίθησιν ἡ Ἐκκλησία τοὺς ἄρτους καὶ τὰ ποτήρια, τὸ Θεῖον ἐν τούτοις χαρακτηρίζουσα.
Τί σημαίνει τὸ Γαριζίν, καὶ τὸ Βάλ;
Γαριζὶν ἑρμηνεύεται περιτομή· Βὰλ δέ, φύραμα. Ἐν τῷ φυράματι οὖν τῆς ἐθνικῆς μερίδος τῆς καθηραμένης, πήγνυσι θυσιαστήριον ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός.
Τί Χαυῶνες, Κανά, Γαλιλαία, Δωὴκ καὶ Ἀερμών.
Χαυῶνες θυρίδες ἑρμηνεύονται. Κανὰ (821) ἑρμηνεύεται κτῆσις· Γαλιλαία δὲ ἀποκάλυψις (ἀποκύλισις). Δωὴκ ὁ Σύρος, ὁ ὑπερήφανός ἐστι λογισμός. Ἀερμὼν ἑρμηνεύεται ἀποστροφὴ θηρίων. Φασὶ δὲ τὸν Ἰορδάνη ποταμὸν ἐκεῖθεν γεννᾶσθαι. Σημαίνει δὲ διὰ τούτων, τὴν χάριν τοῦ ἁγίου βαπτίσματος.
Τί ἐστι τὸ ἐν Ψαλμοῖς εἰρημένον, "Σχολάσατε, καὶ γνῶτε ὅτι ἐγὼ εἰμὶ ὁ Θεός;"
Ἓξ εἰσι σχολαί, ἅστινας κατορθοῦντες, Θεὸν ἐπιγνῶναι δυνάμεθα. Πρώτη ἡ τῆς ἁμαρτίας ἐνεργείας· δευτέρα, ἡ τῆς ἐξαπτικῆς διαίτης· τρίτη, ἡ τοῦ τύπου τῆς ἐπιμιξίας τῶν ἀφυλάκτως βιούντων· τετάρτη, ἡ τοῦ ἀπροσφόρου ἐπιτηδεύματος τοῦ κατὰ Θεὸν βίου· πέμπτη, ἡ τῆς ὑπάρξεως τῆς διαβεβλημένης καὶ εἰς πολλὰ περισπώσης τὸν νοῦν· ἕκτη, τὸ μὴ ἔχειν καθόλου ἴδιον θέλημα. Καὶ τοῦτό ἐστι καὶ ἀποταγὴ καὶ ὑποταγὴ ἡ ἀληθινὴ καὶ κατὰ Θεόν.
Εἰς πρόσωπον τίνος λαμβάνεται ὁ Ἰεφθάε, καὶ ἡ τούτου θυγάτηρ;
Ὁ μὲν Ἰεφθάε εἰς πρόσωπον τοῦ Κυρίου· ἡ δὲ τούτου θυγάτηρ, εἰς τὴν αὐτοῦ πανάχραντον σάρκα. Ὣσπερ γὰρ ὁ Ἰεφθάε ἐκ πόρνης ἦν γεγεννημένος, καὶ ἀπὸ τῶν ἰδίων ἐξεδιώχθη· καὶ ἐξελθὼν ἐπολέμησε, καὶ ἐνίκησε τοὺς ὑπεναντίους, ὑποσχόμενος τῷ Θεῷ τὸν ὑπαντῶντα αὐτῷ ἐκ τῶν οἰκείων αὐτοῦ προσάγειν εἰς θυσίαν· οὕτως καὶ ὁ Κύριος ἐκ τῆς πορνευσάσης ἡμῶν φύσεως, τὸ κατὰ σάρκα ἀναμαρτήτως προελθών, καὶ τῆς οἰκείας σαρκὸς γενόμενος σπορεύς. Ἐκδιωχθείς τε ὑπὸ τῶν δοκούντων εἶναι Ἰουδαίων, καὶ τὸν ὑπὲρ ἡμῶν πόλεμον νικήσας, προσήγαγε τὴν οἰκείαν σάρκα τῷ Θεῷ καὶ Πατρί. Ἰεφθάε γὰρ ἑρμηνεύεται, ἄνοιξις Θεοῦ.
Πῶς νοήσομεν τὸ τοῦ Εὐαγγελίου, ὅτι "Μείζων Ἰωάννου ἐν γεννητοῖς οὐκ ἐγήγερται· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν;"
Ὅστις ὑπὲρ τὸν Ἰωάννην ταπεινώσει ἑαυτὸν (τοῦτο γάρ ἐστι τό, μικρότερος), ἐκεῖνος μείζων ἐστὶ τοῦ Ἰωάννου.Ἢ καὶ ἄλλως, ἐπειδὴ ὁ Ἰωάννης τὴν ἐνταῦθα ἐφικτὴν διὰ θεωρίας γνῶσιν κατειληφέναι πιστεύεται, ἡ μικρὰ καὶ τελευταία κατὰ τὴν μέλλουσαν φανήσεσθαι κατάστασιν γνῶσις, μείζων ὑπάρχει τῆς ἐνταῦθα. Ἢ καὶ ὁ ἐν ἀνθρώποις ἄκρος θεολόγος τοῦ ἐν ἀγγέλοις ἐσχάτου ἐστὶ μικρότερος. Ἢ καὶ ὁ κατὰ τὴν ἀγγελικὴν [εὐαγγελ.] πολιτείαν τὴν ἐσχάτην ἔχων τάξιν, τοῦ κατὰ τὸν νομικὴν δικαιοσύνην ἄκρου, μείζων ἐστί.
Τί ἐστι, τὸ τῶν Παροιμιῶν, "Χειρὶ χεῖρας ἐμβαλών, οὐκ ἀθωωθήσεται;"
Πράξει ἐναρέτῳ ὁ πρᾶξιν μίσγων φαύλην, οὐκ ἀθωωθήσεται.
Τί ἐστι τό, "Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται;"
Δίκαιον ἐνταῦθα, τὸν μόνον ἀληθῶς δίκαιον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὑπολαμβάνειν χρεών. Ἐπεὶ οὖν ὁ αὐτὸς ἐν ἡμῖν λέγεται καὶ πίπτειν καὶ ἀνίστασθαι, ὡς τὰ ἡμέτερα πάντα διὰ φιλανθρωπίαν καταδεξάμενος· ἔπεσε δὲ ἡ φύσις ἡμῶν ἑπτάκις, κατά τε τὴν τοῦ προπάτορος παράβασιν πρώτην γεγενημένην· δευτέραν δέ, τὴν τολμηθεῖσαν τοῦ Κάϊν μιαιφονίαν, πρῶτον καινοτομήσαντος φόνον· τρίτην ἐπὶ τῆς κατὰ τὸν Νῶε γενεᾶς, ἐφ᾿ ἧς οὐ κατέμεινε τὸ Πνεῦμα τοῦ Θεοῦ, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· τέταρτον, ἐπὶ τῆς πυργοποιίας· πέμπτον, ἐπὶ τῆς τοῦ Ἀβράαμ γενεᾶς, ἐξ ἧς μόνος αὐτὸς τῷ Θεῷ εὐηρέστησε· ἕκτην, ἐπὶ τοῦ Μωϋσέως, εἰς τοσοῦτον τῆς ἐπ᾿ αὐτοῦ γενεᾶς ἀθεΐας ἐξοκειλάσης, ὡς αὐτὸν εἰς ἐπικουρίαν τῆς τοσαύτης ἀσεβείας ἀπὸ Θεοῦ πεμφθῆναι· ἕβδομον, ἐπὶ τῆς τῶν προφητῶν γενεᾶς, ἥτις τὰς προλαβούσας γενεὰς εἰς κακίας μέτρον ὑπερηκόντισεν. Ἐπεὶ οὖν, ὡς εἴρηται, ἑπτάκις ἔπεσεν ἡ φύσις ἡμῶν, ταύτην ἀφάτῳ φιλανθρωπίᾳ νικηθεὶς ἀνέστησεν ὁ Κύριος αὐτὴν τὴν φύσιν ἑνώσας ἑαυτῶ καθ᾿ ὑπόστασιν.
Τί σημαίνει τὸ Εὐαγγέλιον, λέγον, "Νίψαι σου τὸ πρόσωπον, καὶ ἄλειψαί σου τήνκεφαλήν;"
Τὸ πρόσωπον ἡμῶν ἐστιν ὁ βίος, χαρακτηρίζων καθάπερ ἡ ὄψις ὁποῖοὶ τινὲς ἐσμὲν κατὰ τὸν ἔσω ἄνθρωπον. Τοῦτο οὖν ὁ λόγος παρακελεύεται νίπτειν, (825) τουτέστι καθαίρειν τὸν βίον, κηλῖδος πάσης ἁμαρτιῶν· κεφαλὴ δέ ἐστιν ὁ ἡμέτερος νοῦς, ὃν ὁ λόγος ἀλείφειν κελεύει, τουτέστι τῇ θείᾳ καταφαιδρύνειν γνώσει.
Τί ἐστι τό, "Συνέφερεν αὐτῷ, ἵνα μύλος ὀνικὸς περιτεθῇ ἐν τῷ τραχήλῳ αὐτοῦ, καὶ ῥιφῇ ἐν τῇ θαλάσσῃ, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν;"
Μικρούς, οἶμαι, λέγει τοὺς κατὰ διάνοιαν ἀφελεῖς, καὶ διὰ σμικρότητα νοός, μὴ δυναμένους διακρίνειν τὰ τῆς Προνοίας κρίματα. Ὅστις ἂν σκανδαλίσῃ τοὺς τοιούτους, συνέφερεν αὐτῷ Ἑλληνικῆς εἶναι μοίρας, οἳ δίκην ὄνου ἐν μύλωνι μόνῃ τῇ κινήσει τοῦ κόσμου ἐνίσχηνται· καὶ ἵνα ῥιφῇ ἐν τῷ πελάγει τῆς θαλάσσης· τουτέστιν ἐν τῇ συγχύσει τοῦ βίου. Τοῦτο δὲ καὶ ὁ Ἀπόστολος Πέτρος βεβαιοῖ λέγων· Κρεῖσσον μὴ ἐπιγνῶναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνόντας, εἰς τὰ ὀπίσω ἀνακάμψαι.
Εἰς τί λαμβάνεται ὁ Κάϊν, καὶ ὁ Ἄβελ;
Ὁ Κάϊν λαμβάνεται ἐπὶ τοῦ φρονήματος τῆς σαρκός· ὁ δὲ Ἄβελ, ἐπὶ τοῦ πένθους, ἤγουν τῆς μετανοίας.
Τί ἐστι τό, "Μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ;"
Καὶ κατὰ τὸ πρόχειρον τῷ πολλῶν νῷ διὰ τὸ ἄδηλον, καὶ τῆς ἀνθρωπίνης προαιρέσεως εὐόλισθον, οὒ χρὴ μακαρίζειν τινά, ἄχρι διὰ πάσης ἀρετῆς διελθών, ἀναντιῤῥήτῳ τέλει τὴν ζωὴν κατακλείσει. Πρὸς δὲ τὸν ὑψηλότερον νοῦν, ὁ ἀρξάμενος διὰ τῆς μετανοίας καὶ ἀσκήσεως, τὸ ζῶν ἐν αὐτῷ γήϊνον φρόνημα ταπεινοῦν καὶ ἀσθενῆ ποιεῖν, οὔπω μακαριστός, μέχρις ἀν διὰ τοῦ συντόνου τῆς ἀσκήσεως πόνου νεκρωθῇ καὶ συντέλειαν λάβῃ. Ὁ γὰρ τοιοῦτος μακάριος, ὡς τῷ Χριστῷ συναποθανὼν διὰ τῆς κακῶν ἀπραξίας, καὶ συνανιστάμενος πάλιν διὰ τὸ ὕψος τῶν ἀρετῶν. Τοῦτο γὰρ καὶ ὁ Ψαλμῳδὸς σημαίνει λέγων· Μακάριοι οἱ ἄμωμοι, οἱ καθαροὶ δῆλον ὅτι κακίας· οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· οἱ διὰ τῶν ἀγαθῶν πράξεων ὁδεύοντες.
Τί δηλοῖ τό, "Ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης [vulg. ἐν τῇ πόλει ταύτῃ], φεύγετε εἰς τὴν ἄλλην;"
Αἱ πόλεις ἐπὶ φρουρᾶς καὶ ἀσφαλείας καὶ φυλακῆς τιμίων εἰσί. Πόλις οὖν ἐστι κατὰ τὸν τῆς ἀλληγορίας τρόπον, ἡ ἐκ διαφόρων τρόπων ἐπινοουμένη ἄσκησις οἷον, ἐγκράτεια οἴνου, βρωμάτων ἀποχή, ἐπιτεταμένη ἀγρυπνία, καὶ τὰ τοιαῦτα, ἅτινὰ εἰσι φρουρὰ καὶ ἀσφάλεια. Ἐὰν οὖν διώκωσιν ἡμᾶς οἱ δαίμονες, ἀπὸ ἑνὸς τούτων, τύφον ἢ κενοδοξίαν διὰ τοῦ τοιούτου τῆς ἀσκήσεως εἴδους προσάγοντες, κρεῖττόν ἐστιν ὑποχωρεῖν τῆς τοιαύτης δοκούσης εἶναι ἀκριβεστέρας ἀγωγῆς, ἵνα μὴ εἰς ὑπερηφανίαν ἐμπέσωμεν, καὶ φυγεῖν εἰς ἄλλην ἀκενόδοξον ἀρετήν, μέχρις ἂν ὁ τῆς ἀπαθείας ἔλθῃ λόγος. Ἢ καὶ ἄλλως, πόλεις λέγει τὰς ἀνθρωπίνας ψυχάς. Ἐπὶ γὰρ ταύτας οἱ ἀπόστολοι παρὰ τοῦ Σωτῆρος πεμπόμενοι, ἀπὸ μὲν τῶν ἀναξίων ἑαυτοὺς κρινόντων ἀπελαθέντες, εἰς ἑτέρων ψυχὰς μετοικίζονται, δεκτικὰς τῆς αὐτῶν διδασκαλίας γεγενημένας· καὶ τὰς τοιαύτας πόλεις τοῦ Ἰσραήλ, οὐ μὴ τελέσωσιν ἀληθῶς ἐνδημοῦντες αὐταῖς· καὶ πῆ μὲν εἰσοικιζόμενοι· πῆ δέ, ἀπ᾿ αὐτῶν διωκόμενοι, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου κατὰ τὴν ἔνδοξον αὐτοῦ παρουσίαν τὰ πάντα πληρῶν.
Πῶς καί, «Ἡ ἐλεημοσύνη εἰς σταθμούς, κατὰ τὸν ἅγιον Ἡσαΐαν;» Οὐδὲ γὰρ τι ἀγαθὸν ἄκριτον, εἰ κἂν ἐν τοῖς τῷ ἀμπελῶνι ἔδοξεν.
Ἐὰν σταθμίζεται ἡ ἐλεημοσύνη τοῦ Θεοῦ, καὶ περιγράφεται, εἰκότως. Μᾶλλον οὖν τοῦτο χρὴ ὑπολαμβάνειν, ὅτι ὥσπερ ἔχομεν δύναμιν ὀπτικὴν καὶ ἀκουστικὴν καὶ ἀναπνευστικήν, οὐχ ὅλον εἰσδεχομένας τὸν ἀέρα, ἢ τὸ φῶς, ἢ τὴν φωνήν, ἐπεὶ οὐκ ἂν ἄλλῳ ὑπελείφθη ἡ ἐκ τούτων μετοχή, ἀλλὰ κατὰ τὴν ἀναλόγως προσοῦσαν δύναμιν ἑκάστῳ μετέχει· οὕτω καὶ ἡ τοῦ Θεοῦ ἐλεημοσύνη κατὰ τὴν ἑκάστου τῶν ὑποκειμένων διαθέσεων ποιότητα, καὶ τὴν ἄφεσιν καὶ τὴν χάριν δίδωσιν. Οἷον, τελείως τις μετενόησε· τελείως καὶ ἀφίεται· ὡσαύτως καὶ ἐπὶ τοῦ ἀγαπῶντος.
Τί ἐστι τὸ ἐν τῷ Ἔσδρα λεγόμενον, "Φοβέρισον αὐτοὺς ἐν νόμῳ Κυρίου;"
Τὸ φοβέρισον εἴρηται, ἀντὶ τοῦ, Κατάπληξον αὐτούς· οὐκ ἐκ τῶν ἐπηγγελμένων ἀγαθῶν, ἀλλ᾿ ἐκ τῶν ἠπειλημένων φοβερῶν. Δουλικὸν γὰρ τοῦτο, καὶ Ἰουδαίοις ἁρμόδιον
Τί ἐστιν, "Ὅπλον ἐν φόβοις νυκτερινοῖς, ἀνάπαυσις κόπων ἡμερινῶν;"
Νύκτα ἐκάλεσε τὰς τοῦ ἐχθροῦ κεκρυμμένας δολερὰς προσβολάς· ἡμέρας δέ, τοὺς ὁμολογουμένους καὶ ἐν φανερῷ πειρασμούς. Ὁ οὖν τὴν ἕξιν τῆς θείας γνώσεως εἰληφώς, καὶ μηδὲν ἀγνοῶν τῶν τοῦ ἐχθροῦ νοημάτων, οὐ φοβεῖταὶ τι τῶν κεκρυμμένων τοῦ ἐχθροῦ προσβολῶν. Φόβος γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ προσδοκωμένων κακόν. Ἀλλὰ μὴν καὶ ἀνάπαυσιν ἡγεῖται, τοὺς ὑπὲρ τῶν ὡμολογημένων πειρασμῶν πόνους, διὰ τὴν ἐγγινομένην ἐκ συμπλοκῆς πρὸς αὐτοὺς δοκιμασίαν, καὶ τὴν ἐλπιζομένην ἐκ ταύτης μακαρίαν ἐκδοχὴν τοῦ στεφάνου τῆς ἀφθαρσίας.
Τί ἐστι τὸ ἐν τῷ ἑβδομηκοστῷ πέμπτῳ ψαλμῷ εἰρημένον, ὅτι "Ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταὶ σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι;"
Ἡ μὲν ἑορτή, εὐφραινομένων ἐστίν· ἡ δὲ ἐξομολόγησις, ἐταζομένων. Καὶ τὸ μέν ἐστι λύπης· τὸ δὲ χαρᾶς. Τοῦτο οὖν λέγει, ὅτι ἐν τῇ κρίσει ἀντισηκούμενον τὸ παροδικὸν καὶ ἀτελὲς τοῦ ἀγαθοῦ ἐνθυμήματος, (832) τῷ μονίμῳ καὶ ἀπηρτισμένῳ ἐνθυμήματι τὸ πλέον ἔχει· τὸ μὲν γάρ, ἐξετάζεται· τὸ δέ, ἑορτῆς καὶ χαρᾶς γίνεται πρόξενον.
Τί ἐτυμολογεῖται γαστριμαργία;
Οὐδεὶς οὔτε γραμματικῶν οὔτε ῥητόρων ἐμνημόνευσεν. Ἀριστοτέλης δὲ ἐν τῷ Περὶ ζώων μέμνηται ζώου, μαργοῦ λεγομένου, ὅπερ γεννᾶται ἀπὸ σήψεως, μεταξὺ τῆς γῆς καὶ τοῦ ὕδατος. Καὶ ἀφ᾿ οὗ γεννηθῇ, οὐ παύεται γηϊφαγοῦν, ἕως ἐκτρυπῆσαν τὴν γῆν, εἰς τὴν ἐπιφάνειαν ἔλθῃ· καὶ ἐλθόν, θνήσκει τρεῖς ἡμέρας· καὶ μετὰ τρεῖς ἡμέρας ἔρχεται νέφος βροχῆς, καὶ βρέχει ἐπάνω αὐτοῦ, καὶ ἀναζῇ μηκέτι ἀειφάγον ὄν. Καὶ ἐκ τούτου οἶμαι τοὺς ἀρχαίους φιλοσόφους ὁρμηθέντας τοὺς πολυφάγους γαστριμάργους ἀποκαλέσαι. Δύναται δὲ τις εὐσεβῶς τοῖς οὖσιν ἐπιβάλλειν εἰδώς, καὶ κατὰ πνευματικὴν θεωρίαν ἐκλαβεῖν τὰ εἰρημένα. Πᾶν γὰρ πάθος ἀπὸ σήψεως γεννᾶσθαι πέφυκε· καὶ ἐπειδὰν γεννηθῇ, οὐ παύεται ἐσθίον τὴν ὑποστήσασαν αὐτὸ καρδίαν, ἕως ἂν διὰ τῆς γνωστικῆς ἕξεως εἰς φανέρωσιν ἔλθῃ. Καὶ ἐλθὸν θνήσκει ταῖς τρισὶ δυνάμεσι τῆς ψυχῆς. Καὶ οὕτως ἡ χάρις τοῦ Πνεύματος, ὡς διὰ νέφους τῆς διδασκαλίας ἐπιφανεῖσα, σταλαγμοὺς δίδωσι γνώσεως, καὶ ζωοποιεῖ· οὐ κατὰ τὴν προτέραν ἐμπαθῆ ζωήν· ἀλλὰ κατὰ τὴν ἐνάρετον καὶ Θεῷ οἰκείαν.
Τὶς ἡ παραβολὴ τῶν ἐν τῷ Εὐαγγελίῳ μισθωθέντων ἐργατῶν εἰς τὸν ἐμπελῶνα; καὶ τὶς ἡ ἀνισότης;
Ἡ τοῦ Θεοῦ κρίσις, οὐ κατὰ χρόνον καὶ σῶμα γίνεται, διότι καὶ ἡ ψυχὴ ἄχρονος καὶ ἀσώματος οὖσα, διὰ τὸ μὴ κατὰ χρόνον τὴν αὔξησιν καὶ τὸ πέρας δέχεσθαι, ἀχρόνως δὲ τὰς κινήσεις τῆς διαθέσεως ποιεῖσθαι. Καλὸν δὲ ἐν ὑποδείγματι διασαφῆσαι τὰ λεγόμενα. Πολλάκις ἔστι τις ἑβδομήκοντα χρόνους ἔχων ἐν τῷ μονήρει βίῳ· ἄλλος δέ, μίαν ἡμέραν. Ἐπειδὴ δὲ ὁ τοῦ ἐπαγγέλματος σκοπός ἐστιν, ἵνα τῆς πρὸς τὰ ὑλικὰ προσπαθείας καὶ σχέσεως ἀνασπάσας τὴν ψυχήν, ὅλην μετενέγκῃ πρὸς τὸν Θεόν· (833) ὁ οὖν ἑβδομήκοντα ἔτη ἔχων, οὐδ᾿ ὅλως περὶ τῆς τοιαύτης ἀπαθείας μεριμνήσας ἐτελεύτησεν· ὁ δὲ μίαν ἡμέραν ἔχων, πᾶσαν αὐτοῦ τὴν πρὸς τὰ ὑλικὰ ἐμπαθῆ διάνοιαν ἀνασπάσας, ὅλην τε τῷ Θεῷ ἐγκολπώσας ἐτελειώθη. Ἐν τῇ γενομένῃ ἐν τῇ κρίσει διανομῇ, ὁ μὲν ἀξίως τὸν μισθὸν λαμβάνειν, ὡς εἰς πέρας τὸν σκοπὸν τοῦ ἐπαγγέλματος ἀγαγών· ὁ δὲ κατὰ χάριν, καὶ μόνον ὑπὲρ οὗ τὸν τῆς ἀσκήσεως ὑπέμεινε κόπον.
Τίνος χάριν μετὰ δέκα ἡμέρας τῆς ἀναλήψεως τοῦ Κυρίου, τὸ Πνεῦμα κατῆλθεν.
Φασὶ τινες τῶν τὰ θεῖα πεπαιδευμένων, ὅτι ἐπειδὴ ἐννέα τάξεις κατὰ τὸν Διονύσιον τὸν Ἀρεοπαγίτην αἱ ἀγγελικαὶ δυνάμεις εἰσίν, ἀνιὼν κατὰ τὸ ἀνθρώπινον ὁ Κύριος (κατὰ γὰρ τὸ θεῖον πάντα πληροῖ), ἑκάστῳ τάγματι μίαν ἡμέραν ἀπένειμεν, ἀπὸ τῆς ἐσχάτης ἕως τῆς τελευταίας. Ἐδέοντο γὰρ καὶ αὗται τῆς τοῦ Κυρίου πρὸς αὐτὰς ἐπιδημίας. Ἐν αὐτῷ γάρ, κατὰ τὸν Ἀπόστολον, ἀνακεφαλαιώθη, οὐ μόνον τὰ ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ τὰ ἐν οὐρανῷ· καὶ μετὰ τοῦτο ἐνεφανίσθη τῷ Θεῷ καὶ Πατρί· καὶ οὕτως τὸ Πνεῦμα κάτεισι. Ἔστι δὲ θεωρῆσαι τὸ προκείμενον καὶ κατ᾿ ἄλλον θεωρίας τρόπον. Ἐπειδὴ γὰρ ὁ τοῦ Θεοῦ Λόγος, ἐν ταῖς αὐτοῦ δέκα ἐντολαῖς ἐγκέκρυπται· σωματοῦται δὲ ἐν ἡμῖν, συγκαταβαίνων ἡμῖν διὰ τῆς πράξεως· αὖθίς τε ἀνάγει ἡμᾶς διὰ τῆς γνώσεως, ὑψῶν ἡμᾶς μέχρις ἀνέλθωμεν εἰς τὴν πάντων ὑψηλοτέραν τῶν ἐντολῶν, τὴν λέγουσαν, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν· ὅτε γοῦν ἐκ πάντων ἀφεθείς, μᾶλλον δέ, πάντα ἀφεὶς ὁ ἡμέτερος νοῦς, εἰς αὐτὸν τὸν Θεὸν καταλήξῃ, τότε τὰς πυρίνας γλώσσας δέχεται, Θεὸς κατὰ χάριν γινόμενος.
Τί δηλοῖ, "Σπάνιον εἰσάγαγε τὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον, μήποτε πλησθεὶς σου μισήσῃ σε;"
Φίλον ἐνταῦθα τὸ σῶμα ἡμῶν λέγει, διὰ τὴν πρὸς αὐτὸ φυσικὴν ἕνωσίν τε καὶ στοργήν. Παραινεῖ οὖν ὁ Λόγος, τὴν περὶ τὸ σῶμα πρόνοιαν μὴ πεφορτισμένην ποιεῖσθαι, ἀλλὰ μόνῳ τῷ τῆς ψυχῆς ἴχνει τὴν αὐτοῦ πρόνοιαν ποιεῖσθαι· καὶ τοῦτο δὲ σπανίως, μήποτε τὴν ἀνάπαυσιν αὐτοῦ περὶ πολλοῦ ποιουμένου σου, τὰ τῶν ἐχθρῶν καὶ μισούντων ἐν σοὶ ἐνδείξηται.
Τί σημαίνει ἡ κατὰ τὸν νόμον περὶ ἀγνοίας τοῦ φόνου νευροκοπουμένη ἐν τῇ φάραγγι δάμαλις;
Σημαίνει διὰ τούτων τὸ πνευματικὸν βούλημα τῆς (836) τῆς Γραφῆς, ὅτι οὐ μόνον περὶ τῶν προδήλων ἁμαρτημάτων χρὴ δεδοικέναι, ὡς μέλλοντας ὑπὲρ αὐτῶν διδόναι δίκην, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀγνώστως ἡμῖν πραττομένων, δεδοικότας ἀεὶ τὴν δάμαλιν, τουτέστι, τὴν σάρκα ἡμῶν νευροκοπεῖν ἐν τῇ φάραγγι τῆς ἐγκρατείας καὶ τῆς ἀσκήσεως. Διὰ τοῦτο δὲ τὴν δάμαλιν ζῶσαν κατελίμπανον, ἵνα καὶ ἡμεῖς μάθωμεν, μὴ τὸ σῶμα ἀποκτένειν, ἀλλὰ τὰς ἐπανισταμένας ἡδονὰς νευροκοπεῖν καὶ δαμάζειν.
Τί σημαίνει ὁ παραλυτικὸς διὰ τῆς στέγης ὑπὸ τεσσάρων χαλώμενος, καὶ εἰ δυνατὸν κατὰ τὴν ἱστορίαν ἀποστεγασθῆναι τὸν οἶκον;
Κατὰ μὲν τὴν ἱστορίαν, πάντως ἀπεστεγάσθη ὁ οἶκος· ἐπειδὴ οἱ τῶν τόπων ἐκείνων αὐτόπται γενόμενοι, φασὶ τὰς στέγας τῶν οἴκων, ἀπὸ λίθου κισήρου εἶναι ἐλαφροτάτους, ὥστε τὸν ἀποστεγάσαι βουλόμενον, εὐκόλως καὶ συντόμως δύνασθαι τοῦτο ποιεῖν. Κατὰ δὲ τὸν τῆς ἀναγωγῆς τρόπον, παραλυτικός ἐστι, πᾶς νοῦς ἐν ἁμαρτίαις νοσῶν, καὶ μὴ δυνάμενος διὰ τῆς φυσικῆς θεωρίας (αὕτη γὰρ ἡ θύρα) ἰδεῖν τὸν λόγον· διὰ δὲ τῆς πίστεως ἀποστεγάσας τὸ κάλυμμα τῆς παχύτητος τοῦ νομικοῦ γράμματος, διὰ τῶν τεσσάρων χαλᾶσαι ἐκ τοῦ ματαίου ὕψους, πρὸς τὸν ἑαυτὸν κενώσαντα Λόγον, καὶ τῇ πίστει καὶ τῇ πράξει λαμβάνει τὴν βάσιν.
Τίνος χάριν καταγελωμένου Ἐλλισαίου τοῦ προφήτου ἐκ τῶν παίδων, ηὔξατο, καὶ ἐξῆλθον ἄρκοι, καὶ ἀνώρυξαν [ἀνέῤῥηξαν] μβ´ παῖδας;
Φασὶ τινες μὴ εἶναι Ἰσραηλίτας τοὺς παῖδας, ἀλλ᾿ ἐκ τῶν ἀλλοφύλων· καὶ οὐχὶ παῖδας τῇ ἡλικίᾳ, ἀλλὰ τῇ φρονήσει. Ἐπεὶ οὖν ἤκουον τὸν προφήτην πολλὰ σημεῖα ποιοῦντα, καὶ οὐκ ἐπίστευον, ἀλλὰ κατεγέλων αὐτοῦ· παρῆσαν δὲ τινες μὴ κοινωνοῦντες τῆς ματαίας αὐτῶν γνώμης· ἵνα οὖν μὴ οὗτοι βλάπτωνται, καὶ τὸ βλάσφημον εἰς Θεὸν ἀνατρέχῃ, ἐπεξῆλθεν αὐτοῖς ὁ Θεός. Κατὰ δὲ τὴν θεωρίαν, πᾶς νοῦς κατὰ τὸν Ἐλισσαῖον φαλακρός, τουτέστι καθαρὸς ὑλικῶν νοημάτων, ἐν τῇ ἀναβάσει τῆς γνώσεως, πολλὰ ὑπὸ τῶν λογισμῶν τῶν περὶ τὰ αἰσθητά, καὶ τὴν ὕλην καὶ τὸ εἶδος, καταγελᾶται· τεσσαράκοντα δηλοῦντος τὰ αἰσθητά· ὕλη δὲ καὶ τὸ εἶδος προστιθέμενα, ἀποτελεῖ τὸν τεσσαράκοντα δύο ἀριθμόν. Σκώπτεται οὖν ἐκ τῶν τοιούτων λογισμῶν ὁ νοῦς, πρὸς τὸ εἰς ὄκνον αὐτὸν ἐμβληθῆναι πρὸς τὴν ἀρετήν. Τούτους οὖν δι᾿ εὐχῆς ἀναιρεῖ, καὶ διὰ τῶν ἄρκων, τουτέστι δι᾿ ἡδονῆς καὶ ἐπιθυμίας· κατ᾿ ἀντιστροφὴν γὰρ ἐπὶ τὸ κρεῖττον μεταχειριζόμενα τὰ τοιαῦτα πάθη, ἀποκτένουσι τοὺς λογισμοὺς τοὺς ἐμπαίκτους.
Πῶς ὀφείλομεν νοεῖν τὴν περὶ συντελείας τοῦ Υἱοῦ ἄγνοιαν;
Διπλῆ τίς ἐστιν ἄγνοια· ἡ μὲν διαβαλλομένη, ἡ δέ, ἀδιάβλητος· καὶ ἡ μὲν ἐφ᾿ ἡμῖν ἐστιν, ἡ δέ, οὐκ ἐφ᾿ ἡμῖν. Καὶ ἡ μὲν διαβαλλομένη καὶ ἐφ᾿ ἡμῖν, ἡ περὶ τὴν ἀρετὴν καὶ εὐσέβεια ἄγνοια· (840) ἡ δὲ ἀδιάβλητος καὶ οὐκ ἐφ᾿ ἡμῖν ἐστιν, ὅσα θελόντων ἡμῶν γινώσκειν οὐ γινώσκομεν· οἷον τὰ πόῤῤω γινόμενα, τὰ μέλλοντα γίνεσθαι. Εἰ οὖν ἐν τοῖς ἁγίοις προφήταις διεγινώσκετο τὰ πόῤῥω καὶ οὐκ ἐφ᾿ ἡμῖν, χάριτι, πῶς οὐχὶ μᾶλλον πάντα ἠπίστατο ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ δι᾿ αὐτοῦ τὸ ἀνθρώπινον, οὐ φύσει, ἀλλ᾿ ἑνώσει τῇ πρὸς τὸν Λόγον; Ὣσπερ γὰρ σίδηρος πεπυρακτωμένος, πάντα τὰ ἰδιώματα τοῦ πυρὸς ἔχει· φωτίζει γὰρ καὶ καίει· οὐ μὴν φύσει ἐστὶ πῦρ, ἀλλὰ σίδηρος· οὕτω καὶ τὸ ἀνθρώπινον τοῦ Κυρίου, καθὸ μὲν ἡνώθη τῷ Λόγῳ, πάντα ἠπίστατο, καὶ τὰ θεοπρεπῆ ταῦτα ἐν ἑαυτῷ διεδείκνυτο· καθὸ δὲ φύσις ἀνθρωπεῖα ἐν αὐτῷ οὐχ ἥνωτο, λέγεται ἀγνοεῖν.
Τί σημαίνει τὸ μοναχικὸν σχῆμα, καὶ πρὸ τούτου, τὶς ἡ ἀπόκαρσις τῶν τριχῶν;
Ὣσπερ πάντων τῶν ἐν τῷ σώματι μελῶν ἡ κεφαλὴ προτερεύει, οὕτως καὶ ἐν τῇ ψυχῇ ὁ νοῦς κεφαλῆς τύπον ἔχει. Τοῦτον οὖν ἀποκείρειν δεῖ, πάντων τῶν κοσμικῶν νοημάτων. Τὸ δὲ κολόβιον, (841) ἐπειδὴ τὸ μὲν ὅλον σῶμα σκέπει, μόνας δὲ τὰς χεῖρας γυμνοῖ, σημαίνει ὡς χρὴ τὴν ἠθικὴν φιλοσοφίαν ἐνδεδύσθαι, ἀφῃρημένην τὰς πρακτικὰς τῆς ἁμαρτίας ἐνεργείας· καὶ ὡς χρὴ ταύτην ἐπικεῖσθαι ἀεὶ ἐπί τε δυνάμει καὶ ἐνεργείᾳ. Ἡ γὰρ δύναμις τῆς ἀντικειμένης τοῦ πονηροῦ δυναστείας ἐστί, κατὰ τὸν Ἰώβ, ὑπὸ ὀμφαλοῦ γαστρός· καὶ αἱ ψυχαὶ κατὰ τὸν μακάριον Δαβίδ, πληροῦνται τῶν δαιμονικῶν ἐμπαιγμάτων. Ἐμπαίγματα δὲ εἰσιν, αἱ διάφοροι τῆς πορνείας ἐνέργειαι. Ὁ δὲ ἀνάλαβος, ἐπειδὴ καὶ ἐμπρὸς καὶ ὀπίσω τὸν σταυρὸν ἔχει, σημαίνει ὅτι χρή, κατὰ τὸν Ἀπόστολον, μὴ μόνον σταυρωθῆναι ἡμᾶς τῷ κόσμῳ, ἀλλὰ καὶ τὸν κόσμον ἡμῖν· ἵνα φευγόντων ἡμῶν τὸν κόσμον, μηδὲν ἐμπόδιον ἔχωμεν, μηδὲ τῇ πρὸς αὐτὸν σχέσει διὰ τῆς ἐπιφαινομένης ἀπάτης ἐγκρατηθῶμεν· μήτε δὲ πάλιν τῶν ὄπισθεν διωκόμενοι ἐκ τοῦ κόσμου ἐκ τῶν ἀκουσίων πειρασμῶν, ὑπενδώσωμεν τοῦ τόνου τῆς εὐσεβείας· ἀλλ᾿ ἀναίσθητοι καὶ νεκροὶ διαμείνωμεν, πρός τε τὰ ἀκούσια καὶ τὰ ἑκούσια πάθη. Τὸ δὲ κουκούλιον δηλοῖ, τὴν φρουροῦσαν καὶ σκέπουσαν τὸν νοῦν ἡμῶν χάριν τοῦ Θεοῦ. Ὁ γὰρ ἀποκειράμενος τὰ τοῦ κόσμου νοήματα, τὴν περικεφαλαίαν δέχεται τοῦ σωτηρίου. Τὰ δὲ σανδάλια, τοῦτον ἔχει τὸν λόγον. Ἐπειδὴ ἐκ νεκρῶν δερμάτων εἰσί, μικρῷ δὲ μέρει τοῦ σώματος ὑπόκεινται, τὸν αὐτὸν τρόπον, ᾗπερ τὸ ὅλον σῶμα πρὸς τὰ ἴχνη τοῦ σανδαλίου ἔχει, οὕτω χρὴ τὴν ψυχὴν τῷ σώματι κεχρῆσθαι, καὶ τοῦτο νεκροῦν τῷν παρὰ φύσιν παθῶν. Τὸ δὲ περιβόλαιον, ἐπειδὴ τετράγωνόν ἐστιν, ἐκ τεσσάρων δὲ στοιχείων καὶ ὁ κόσμος, σημαίνει ὅτι χρὴ περιβεβλῆσθαι ἡμᾶς τὴν φυσικὴν θεωρίαν, ὥστε μὴ πρὸς αἴσθησιν καὶ πάθη τὰ ὁρώμενα βλέπειν, ἀλλὰ διὰ τοῦ ἐν αὐτοῖς λόγου, πρὸς τὸν τούτων δημιουργὸν ἀνάγεσθαι. Τὸ δὲ τὴν ἀριστερὰν χεῖρα παραγυμνοῦσθαι, σημαίνει ὅτι χρὴ τὰς ἀγαθὰς πράξεις ἐν ἡμῖν προφαίνεσθαι, κατὰ τὸν τοῦ Σωτῆρος λόγον, ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἡμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τὸ δὲ μαῦρα τὰ ἐνδύματα εἶναι, σημαίνει ὅτι χρὴ ἡμᾶς ἀφανεῖς εἶναι τῷ κόσμῳ, ὡς τὸ πολίτευμα ἔχοντας ἐν οὐρανῷ. Εἰ δὲ τις τὸ παλλίον τετράγωνον ὄν, καὶ εἰς τὰς γενικὰς τέσσαρας ἀρετὰς ἐκλάβοι, τοῦτο εἰκότως οὐχ ἁμαρτήσεται.
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
Εἰρήνην ὁ ἱερεὺς ἀπὸ τοῦ ὕψους τῆς καθέδρας τῇ Ἐκκλησίᾳ ἐπιφθέγγεται, τὸν Κύριον τῆς καθέδρας μιμούμενος, ἀναλαμβανόμενον εἰρήνην τὴν οἰκείαν, καὶ ἀφιέντα καὶ διδόντα. Τὸ δέ, Καὶ τῷ πνεύματί (844) σου τὸν λαὸν ἀποκρινόμενον, δηλοῖ, Εἰρήνην μὲν ἡμῖν παρέσχες, Κύριε, καὶ τὴν ἐν ἀλλήλοις ὁμόνοιαν· εἰρήνην δὲ δὸς ἡμῖν, τὴν πρὸς σὲ ἀδιαίρετον ἕνωσιν, ἵνα τῷ Πνεύματί σου εἰρηνεύοντες, ὃ ἡμῖν ἐν ἀρχῆ τῆς δημιουργίας ἐνέθηκας, ἀχώριστοι τῆς σῆς ἀγάπης τυγχάνωμεν.
Εἰ ὅλως νεκροὶ ἐγείρονται, τί ὅλως, φησί, τὰ σώματα ἡμῶν οὐκ ἀνίστανται; Τί καὶ ἐν τῷ βαπτίζεσθαι, εἰς ἀφθαρσίαν αὐτὰ μεταποιεῖσθαι πιστεύομεν;
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
Εἰ τῆς Γραφῆς ζητεῖς μυστικὴν διασάφησιν, οὕτως νοητέον· Αἰνεῖτε τὸν Κύριον ἐν φωνῇ σάλπιγγος, ἐν τῇ μνήμῃ τῆς ἀναστάσεως [ἴσ. ἀναλήψεως] σάλπιγγι σειομένῃ, ὡς γέγραπται· Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· τῇ γλώσσῃ ἡμῶν καὶ τῷ στόματι, ὡς πλήκτρῳ τινὶ τῷ πνεύματι κρουομένων. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῶ· ἐν σαρκὶ καὶ ψυχῇ, ἀφ᾿ ἧς ὡς χορείας πρὸς Θεὸν διαβαίνουσι δεήσεις. Αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· ἐν καρδίᾳ, καὶ ἐν πᾶσι τοῖς ἔσωθεν σπλάχνοις καὶ νεύροις, ἅπερ ὄργανον κέκληκε. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· τοῖς χείλεσι, δι᾿ ὧν τὰ ἐναρμόνια τῆς ψαλμωδίας πλέκεται μέλη.
Ἐπειδὴ κατὰ τινα τῶν ἀντιγράρων τοῦ Ἀποστόλου περιέχεται, ὅτι "Πάντες μὲν κοιμηθησόμεθα, οὐ πάντες δὲ ἀλλαγησόμεθα· " κατὰ τινα δέ, ὅτι "Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα· " παρακαλῶ μαθεῖν, ποίαν χρὴ τῶν ἐκδόσεων ἐγκρῖναι· καὶ τί τὰ ἐκ τούτων δηλούμενα.
Οἶμαι ὅτι καθ᾿ ἑκατέραν τῶν ἐκδόσεων, ἐπειδὴ καὶ τὰ ἀρχαῖα τῶν ἀντιγράφων τὰ δύο περιέχουσιν· εὐσεβῶς δὴ τις ἐκλαμβάνων, τοῦ ἀποστολικοῦ οὐκ ἀποπεσεῖται σκοποῦ. Κατὰ μὲν τό, Πάντες κοιμηθησόμεθα, οὐ πάντες δὲ ἀλλαγησόμεθα, οὕτω χρὴ νοεῖν, ὅτι πάντες μὲν τὴν διὰ θανάτου κοίμησιν ὑπομενοῦμεν· οὐ πάντες δὲ τὴν δόξαν καὶ τὴν παῤῥησίαν ἀνταλλαξόμεθα· ὅπερ ὁ αὐτὸς Ἀπόστολος ἐν ἄλλῳ σαφέστερον τίθησι, φάσκων, Εἴπερ καὶ ἐνδυσάμενοι, καὶ οὐ γυμνοὶ εὑρεθησόμεθα. Κατὰ δὲ τό, Οὐ πάντες μὲν κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, οὕτως χρὴ ἐκδέχεσθαι, ὅτι Πάντες μὲν οὐ κοιμηθησόμεθα τὴν χρονικὴν κοίμησιν, ὥστε δεηθῆναι ταφῆς καὶ λύσεως τῆς εἰς φθοράν· ἀλλὰ σύντομον τὸν θάνατον οἱ τότε εὑρισκόμενοι ὑπομενοῦσι, μὴ δεόμενοι χρονικῆς κοιμήσεως, διὰ τὴν (845) παραυτίκα γινομένην ἀνάστασιν· πάντες δὲ ἀλλαγήσονται, τουτέστι, τὴν ἀφθαρσίαν ἐνδύσονται.
Τί δήποτε τοῦ λέγοντος τοῦ Λουκᾶ ἐν ταῖς Πράξεσι περὶ τοῦ Παύλου, ὅτι «Ἔσπευδεν, εἰ δυνατὸν ἦν αὐτῷ ποιῆσαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς εἰς Ἱεροσόλυμα,» φαίνεται γονυκλισίας ποιήσας, ὃ τοῖς κανόσιν ἀπηγόρευται.
Οὐ περὶ αὐτῆς τῆς Πεντηκοστῆς, ἐν ᾗ τὸ Πνεῦμα κατῆλθε, λέγει· ἀλλ᾿ ἐπειδὴ αἱ πεντήκοντα ἡμέραι, ἡμέραι λέγονται τῆς Πεντηκοστῆς, ἔσπευσεν ὁ Παῦλος τὴν ἀπὸ τῆς Πασχαλίας πρώτην ἡμέραν ποιῆσαι εἰς Ἱεροσόλυμα· ὡς δῆλόν ἐστιν, ὅτι ἐν ταῖς νηστείαις ἔκλινε γόνυ.
Τί ἐστιν, "Ὅστις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἢ ἄργυρον, ἢ λίθους τιμίους· ξύλα, χόρτον, καλάμην· τὸ πῦρ αὐτὰ δοκιμάσει. Εἴ τινος οὖν τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος δὲ τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτως δέ, ὡς διὰ πυρός;"
Θεμέλιός ἐστιν ἡ τοῦ Χριστοῦ πίστις. Ἐποικοδομεῖ δὲ τις ἐν αὐτῇ, χρυσὸν μέν, τὴν θεολογικὴν μυσταγωγίαν· ὡς ἄργυρον δέ, τὸν διαφανῆ βίον· λίθους δὲ τιμίους, τοὺς εὐσεβεῖς λογισμούς· ξύλα δέ, τὴν περὶ τὰ αἰσθητὰ προσπάθειαν· χόρτον δέ, ὁ τὴν ἀλογίαν τρεφόμενος· καλάμην δέ, ὁ τὴν φθορὰν ἐργαζόμενος. Καὶ ἐπὶ μὲν τῶν ἐχόντων τὰς ἀγαθὰς πράξεις, ἡ τῆς γνώσεως [διαγνώσεως] ἡμέρα δηλοῖ, ὅτι ἐν πυρί, τουτέστιν ἐν τῷ πνεύματι, γέγονεν ἡ τούτων ἀποκάλυψις. Ἐν δὲ τοῖς ἁμαρτάνουσι, τὰ ἔργα κατακαίονται, τῆς διαγνώσεως διακαιούσης (848) τὴν συνείδησιν, καὶ μειούσης τὰς ἁμαρτίας, καὶ σωζούσης τὸν ἄνθρωπον· ζημιούσης δὲ τοῦ προλαβόντος χρόνου τὴν ἀργίαν τῶν ἀρετῶν. Ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι, τὰ ἔργα τῆς ἁμαρτίας εἰς ἀνυπαρξίαν χωρήσουσι, τῆς φύσεως τὰς ἰδίας δυνάμεις σώας ἀπολαβούσης διὰ τοῦ πυρὸς καὶ τῆς κρίσεως.
Τί ἐστιν ὅπερ ὁ Δαβὶδ ψάλλει, λέγων, "Δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου;"
Ἐπειδὴ κατὰ φύσιν δοῦλοὶ ἐσμεν τοῦ Θεοῦ· τῆς δὲ παιδίσκης αὐτοῦ τῆς σοφίας υἱοί, δοθῆναι ἡμῖν εὔχεται πρῶτον τὸ κράτος· τουτέστι, τὴν κατὰ τῶν παθῶν δυναστείαν· καὶ τότε διὰ τούτου ἡ σωτηρία ἡμῖν παραγίνεται.
Ἐπειδὴ ἐν ταῖς Βασιλείαις γέγραπται, ὅτι ὁ Θεὸς ἐπέσεισε τὸν Δαβὶδ ἀριθμῆσαι τὸν λαόν· ἐν δὲ ταῖς Παραλειπομέναις τὸν διάβολον λέγει· πῶς δειχθήσεται ἡ θεία Γραφὴ ἑαυτῇ συμφωνοῦσα;
Ἐπειδὴ ὁ Ἀπόστολος θεὸν τοῦ αἰῶνος τούτου λέγει τὸν διάβολον· κατὰ τοῦτο ἐκληπτέον τὸ τῶν Βασιλειῶν. Ἢ καὶ ἄλλως, ἐπειδὴ χωρὶς τῆς τοῦ Θεοῦ προνοίας οὐδὲν γίνεται, (849) ἀλλ᾿ εἴτε κατ᾿ εὐδοκίαν, εἴτε κατ᾿ οἰκονομίαν, εἴτε κατὰ συγχώρησιν τὰ πάντα γίνονται· τὸ ἐν ταῖς βασιλείαις γεγραμμένον, ὅτι ὁ Θεὸς ἐπέσεισεν, ἀντὶ τοῦ, παρεχώρησε, νοεῖν ἐστι εὐσεβές· ἐν δὲ ταῖς Παραλειπομέναις, τὸν διάβολον τὸν ἐνεργήσαντα, καὶ αἴτιον γενόμενον. Ἑβδομήκοντα δὲ χιλιάδες πίπτουσιν, οἱ εὑρεθέντες μετὰ Ἀβεσσαλών· οἱ τὸ πάθος ἔχοντες τῆς οἰήσεως καὶ ὑπερηφανείας. Κατὰ δὲ τὴν θεωρίαν τοῦτο σημαίνει, ὅτι πᾶς Δαβίδ, ὁ μὴ κατὰ διάθεσιν, ἀλλὰ κατὰ συναρπαγήν, ἐπάρσεως ἀπογεννήσας λογισμόν, μεταγνούς, αἰτεῖται τὸν Θεόν, καὶ θνήσκουσιν οἱ περὶ τὰ χρονικὰ καὶ πρόσκαιρα λογισμοί. Ὁ γὰρ ἑβδομηκοστὸς ἀριθμός, τὴν χρονικὴν κίνησιν σημαίνει, διὰ τὸν ἑβδοματικὸν κύκλον. Διὰ τοῦτο τοίνυν παραιτήσασθαι ἄμεινον, τὸ ἀπὸ τῶν ἐχθρῶν δαιμόνων διώκεσθαι, καὶ μὴ λιμὸν τοῦ ἀκοῦσαι λόγον Θεοῦ.
Τί ἐστι τὸ ἐν τῷ Ἀποστόλῳ εἰρημένον, "Ὢφελον καὶ ἀποκόψονται;"
Τοῦτο εἴρηται ἀντὶ τοῦ, Θρηνήσουσι καὶ κόψονται, εἰς μετάνοιαν ἐρχόμενοι ὧν ἥμαρτον ἀναστατοῦντες τοὺς πιστούς.
Τίνος χάριν Μωαβῖται καὶ Ἀμμανῖται ἀπαγορεύονται εἰσελθεῖν εἰς τὸν ναὸν τοῦ Κυρίου, ἕως τρίτης καὶ τετάρτης καὶ δεκάτης γενεᾶς· καὶ ἕως εἰς τὸν αἰῶνα;
Ἐπειδὴ Μωαβίτης ἑρμηνεύεται ἔντερον πατρός· Ἀμμανίτης δέ, πατὴρ μητρός· σημαίνεται διὰ τούτων, (852) ὅστις ἀπ᾿ ἄλλου παραλάβῃ ὑπόδειγμα κακίας, οὗτος τὸ ἔντερον τοῦ πατρὸς ἐφανέρωσεν· ὅστις δὲ ἐξ ἑαυτοῦ τέκῃ τὴν ἁμαρτίαν, οὗτός ἐστιν πατὴρ μητρός, τουτέστι τῆς ἰδίας ἁμαρτίας. Οἱ τοιοῦτοι οὖν, οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου, ἕως τρίτης καὶ τετάρτης καὶ δεκάτης γενεᾶς· καὶ ἕως εἰς τὸν αἰῶνα. Τουτέστιν, ὁ μὴ δι᾿ ἕξεως ἀγαθῆς καὶ πράξεως (αὕτη γὰρ τρίτη καὶ τετάρτη γενεὰ τῶν ἀρετῶν), καὶ διὰ τοῦ ὀνόματος καὶ πίστεως τοῦ Κυρίου Ἰησοῦ, καὶ διὰ τὰς δέκα τοῦ νόμου ἐντολάς, καὶ διὰ τῆς τοῦ μένοντος αἰῶνος ἐσομένης παλιγγενεσίας, ἑαυτὸν τῷ Θεῷ οἰκειῶν, οὐκ εἰσελεύσεται εἰς οἶκον Θεοῦ· τουτέστιν, ἐν τῇ οὐρανίῳ πόλει, ἐν ᾗ πάντων εὐφραινομένων ἡ κατοικία.
Τί δήποτε ὁ μὲν ἐν μέρει λεπρός, ἀκάθαρτός ἐστι παρὰ τῷ νόμῳ· ὁ δὲ ὁλόλεπρος ὤν, καθαρός ἐστιν;
Ὁ κατὰ τι μέρος λεπρός, νεκρὸν ἔχει τὸ μέρος ἐν ᾧ ἐστιν ἡ λέπρα. Ὑποφεύγοντος γὰρ τοῦ ζωτικοῦ αἵματος, κοιλαίνεται ὁ τόπος· καὶ ἡνίκα τῇ ἀφῇ τοῦ ἱερέως ὑπέκυπτεν ἡ κοίλανσις τῆς λέπρας, ἐμίαινε τὸν τοιοῦτον· οὕτω καὶ ὁ κατὰ τι μέρος τῆς ψυχῆς λεπρωθείς, κοιλανθείσης τῆς ψυχῆς, τουτέστι ταπεινωθείσης διὰ τῆς ὑποχωρήσεως τῆς ζωτικῆς δυνάμεως τῆς ἀρετῆς, ἀκάθαρτος γίνεται. Ὁ δὲ ὁλόλεπρος, τὴν μὲν χροὰν τοῦ λεπροῦ ἔχει· τὸ δὲ ζωτικὸν αἷμα δι᾿ ὅλου τοῦ σώματος ἔχει ἐν τῇ ἐπιφανείᾳ ἐνεσπαρμένον. Τοῦτο οὖν σημαίνει, ὅτι ὁ εἰς τὸ ἔσχατον πέρας τῆς κακίας ἐλθών, εἶτα μεταμεληθείς, ἐπαναλαμβάνει τὴν ζωτικὴν τῆς ἀρετῆς δύναμιν· μόνην δὲ τὴν συνείδησιν ἔχει κεχρωσμένην ταῖς προτέραις προλήψεσιν. Οὐ δύναται γὰρ ἅπερ ἔπραξε, μὴ λογίζεσθαι ὡς μὴ πράξας. Διὰ τοῦτο οὖν ὁ νόμος τὸν τοιοῦτον καθαρὸν ἀποφαίνει.
Τί δηλοῦσιν αἱ κατὰ τὸν νόμον προαγόμεναι ε´ θυσίαι, τὸ πρόβατον, ὁ βοῦς, ἡ αἴξ, ἡ τρυγών, ἡ περιστερά;
Κατὰ μὲν μίαν ἐπιβολήν, λαμβάνεται ὁ κριὸς μὲν ὡς ἡγεμονικόν, ἐπὶ τοῦ λογιστικοῦ· ὁ δὲ ταῦρος, ἐπὶ τοῦ θυμικοῦ· ἡ δὲ αἴξ, ἐπὶ τοῦ ἐπιθυμητικοῦ· ἡ δὲ τρυγών, ἐπὶ τῆς σωφροσύνης· ἡ περιστερὰ δέ, ἐπὶ τοῦ ἁγιασμοῦ. Εἰ δὲ δεῖ καὶ τὰ ἑκάστου ζώου προσόντα φυσικῶς ζητῆσαι, καὶ ἑκάστου αὐτῶν τὴν πρόσφορον ἐφαρμόσαι θεωρίαν, φασίν, οἱ τὰ τοιαῦτα ἐπεσκεμμένοι, ὅτι τρία προσάγει τῷ κεκτημένῳ τὸ πρόβατον, (853) τὸν μαλόν, τὸ γάλα, τὸν ἀμνόν. Ἡ δὲ κόρη τοῦ ὀφθαλμοῦ αὐτοῦ συμπεριπολεῖ τῷ ἡλίῳ, καὶ ἑκάστης ἡμέρας ἀφοδεύει σπυράθους τξε´ Τὸ δὲ λογικὸν πρόβατον ὁ ἄνθρωπος, εἴπερ ἑαυτὸν προσφέρειν θυσίαν τῷ κτησαμένῳ Θεῷ ἐσπούδακε, χρεωστεῖ διδόναι ὥσπερ μαλόν, τὴν ἠθικὴν πρᾶξιν· ὡς δὲ γάλα, τὴν φυσικὴν θεωρίαν (θρεπτικὴ γὰρ αὕτη τοῦ νοῦ)· ὡς δὲ ἀμνόν, τὸν μαθητευόμενον ἀπογεννῶν διὰ τῆς διδασκαλίας, καὶ πάντα ὅμοιον ἑαυτῷ καὶ τέλειον σπουδάζων προσάγειν τῷ Θεῷ. Ἀλλὰ καὶ τὴν κόρην τοῦ ὀφθαλμοῦ, ὁ τοιοῦτος ἔχει τῷ ἡλίῳ συμπεριπολοῦσαν· τουτέστι τὸν νοῦν τῷ Ἡλίῳ τῆς δικαιοσύνης, διὰ τῆς προνοητικῆς τῶν ὄντων διοικήσεως φέροντι τὰ ἡμέτερα, συμπεριπολεῖ· τουτέστιν, ἐπακολουθεῖ· ἔν τε γὰρ θλίψεσιν, ἒν τε εὐημερίαις εὐχαριστῶν· ἐπί τε τῇ καλῶς ἀγούσῃ τὰ πάντα προνοίᾳ. Ἀποβάλλει δὲ ὁ τοιοῦτος ἑκάστης ἡμέρας σπυράθους τξε´· τουτέστι, τὰ ὑπὸ χρόνον γένεσιν φθαρτὰ καὶ περισσὰ ἑκάστοτε ἀποῤῥίπτει.
Περὶ δὲ τοῦ βοὸς φασιν, ὅτι τὴν καρδίαν τρίγωνον κέκτηται· τὸν δὲ νεφρὸν πεντάβολον· ἔχει δὲ καὶ τρεῖς στομάχους· καὶ τὴν μὲν ἡμέραν, φωτοειδεῖς ἔχει τοὺς ὀφθαλμούς· τῇ δὲ νυκτί, πυροειδεῖς· καὶ τρίτον τῆς ἡμέρας καὶ τρίτον τῆς νυκτὸς κατ᾿ ἀνατολὰς ὁρῶν πνέειν φυσῶν. Ὁ δεξιὸς αὐτοῦ ῥίς, εὐωδιάζει μόσχον· τὸ δὲ αἷμα αὐτοῦ, ἀναιρετικὸν ἐστι πάντων τῶν ἡμέρων ζώων, χωρὶς τοῦ κυνός. Δεῖ οὖν καὶ ἡμᾶς ὥσπερ βοῦν φέροντας, τὸν ζυγὸν τοῦ Χριστοῦ μεταχειριζομένους, τὰς λιθίνας ἀνατέμνειν καρδίας· καὶ τὰς μὲν ἀκάνθας τῶν παθῶν ἐκριζοῦν· πλατύνειν δὲ τὴν γῆν τῆς καρδίας πρὸς ὑποδοχὴν τοῦ θείου λόγου. Ἔχειν δὲ καὶ τὴν καρδίαν τρίγωνον, τουτέστι τὸν περὶ Τριάδος λόγον ὑγιῆ ἔχειν ἐν τῇ καρδίᾳ· ἵνα ὥσπερ ἡ καρδία διαδίδωσι φυσικῶς τὴν ζωὴν τῷ σώματι, οὕτως καὶ ἡ εἰς Θεὸν εὐσέβεια, τὰ μέλη τῆς ψυχῆς συνίστησι. Τὸν δὲ νεφρὸν ἔχειν πεντάβολον, τουτέστι τὸ ἐπιθυμητικὸν μὴ πρὸς τὰ πάθη τετράφθαι, ἀλλὰ διὰ τῶν ε´ αἰσθήσεων τὴν κτίσιν κατοπτεύειν εἰς μόνην ἐπιθυμίαν καὶ ἀγάπην τοῦ Κτίσαντος. Τρεῖς δὲ στομάχους κεκτῆσθαι· ὁ στόμαχος πρῶτον τὰ σιτία δεχόμενος, καὶ διὰ τῆς πεπτικῆς δυνάμεως τὸ εἰλικρινὲς αὐτῶν ἑκάστῳ τῶν μελῶν παραπέμψας, τὸ λοιπὸν τῇ κοιλίᾳ δίδωσιν. Οὕτως οὖν ἡμᾶς προσήκει διὰ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς θεωρίας ἀγομένους, καὶ τὰ πρόσφορα πᾶσι τοῖς μέλεσι τῆς ψυχῆς ἀπονέμοντας, καὶ τοῦ ἥττονος προνοεῖσθαι μέρους· τουτέστι, τοῦ σώματος· τοῦτο γὰρ ἡ κοιλία. Τρίτον δὲ τῆς ἡμέρας καὶ νυκτὸς ἀφορῶντας πρὸς ἀνατολὰς πνέειν, τουτέστι τὴν τρισσὴν τοῦ Θεοῦ πρόνοιαν, συντηρητικὴν καὶ ἐπιστρεπτικὴν καὶ παιδευτικὴν ἀφορῶντας, ἔν τε νυκτὶ τῶν πειρασμῶν, ἔν τε ἡμέρᾳ εὐημερίας, εὐχαριστεῖν· ἔχειν δὲ τοὺς ὀφθαλμούς, ἐν μὲν νυκτὶ πυροειδεῖς, ἐν δὲ ἡμέρᾳ φωτοειδεῖς, τουτέστι, θεωρητικὴν δύναμιν, ἐν μὲν τῇ ἡμέρᾳ τῶν ἀρετῶν, τὰς ἐκ τοῦ Ἡλίου τῆς δικαιοσύνης ἀκτῖνας τῆς γνώσεως ὑποδεχομένην· ἐν δὲ τῇ νυκτὶ τῶν ὑπὲρ ἀρετῆς ἐπαγομένων ἀλλεπαλλήλων πειρασμῶν, (856) τοὺς λόγους καταλαμβάνουσαν τῶν ἐγκαταλείψεων· ἔχειν δὲ καὶ τὸν δεξιὸν ῥίνα εὐώδη. Δεξιὸν μέρος τοῦ ἀνθρώπου ἐστὶν ἡ ψυχή· ἐπειδὴ διπλοῖ ἐσμὲν ἐκ ψυχῆς καὶ σώματος. Ὁ οὖν διὰ τὰς τῆς ψυχῆς ἀρετάς, τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐπισπασάμενος, γίνεται τοῖς ἄλλοις εὐώδης. Τὸ δὲ αἷμα τοῦ τοιούτου, ἀναιρετικόν ἐστι τῶν ἡμέρων ζώων· τοὐτέστιν, ὁ κατὰ παρατροπὴν θυμός, ἀναιρετικός ἐστι τοῖς μιμουμένοις αὐτὸν ἀνθρώποις· τροφὴ δὲ τοῖς ὑλακτοῦσι καθ᾿ ἡμῶν δαίμοσιν.
Ἡ δὲ αἲξ φύσιν ἔχει τοιαύτην, τὰ ὄρη εὐκόλως ἀναβαίνουσα, κρηνοβατεῖ, καὶ ἐπιτέρπεται τῶν μουσικῶν μελῶν· καὶ τὸ δεξιὸν αὐτῆς κέρας ἐὰν θυμιαθῇ ἐν οἱῳνδήποτε τόπῳ, σεισμοῦ φαντασίαν παρέχει. Ἀφοδεύει δὲ ἑκάστης ἡμέρας σπυράθους διακοσίους. Δεῖ οὖν καὶ τὴν ἡμετέραν ψυχὴν τοὺς κρημνοὺς τῶν πειρασμῶν εὐθαρσῶς διαπηδᾷν· καὶ τὰ προφητικὰ ὄρη ἀναβαίνουσαν, τὸ ὕψος τῆς γνώσεως θηρᾶσθαι, καὶ ἐπὶ ταύτῃ ἥδεσθαι· καὶ οὐ μόνον ἥδεσθαι, ἀλλὰ καὶ διὰ τοῦ δόνακος, τουτέστι τοῦ ἐμπράκτου λόγου, διδάσκοντα ἡδονὴν ἐντιθέναι τοῖς ἀκούουσι. Τὸ δὲ δεξιὸν κέρας, σημαίνει ὅτι ὁ τὸ θεωρητικὸν τῆς ψυχῆς διὰ τῆς προσευχῆς τῷ Θεῷ προσαγαγών, εὐώδης γινόμενος τοῖς ἀκούουσι, τὴν ἐν αὐτοῖς ἕξιν τῶν σαρκικῶν παθῶν διασαλεύει. Ὁ τοιοῦτος ἑκάστοτε τὴν περὶ τὰ αἰσθητὰ ἀποβάλλει πλάνην. Αἱ γὰρ αἰσθήσεις τῶν αἰσθητῶν συμπλεκόμεναι. . . . . .Λείπει.