Ἀκολουθία α´. Ἁγίου Μαξίμου. ΤΟΜΟΣ Β´. Σελ. 206.

ΑΚΟΛΟΥΘΙΑ α´.

Τοῦ ὁσίου Μαξίμου, Ἀναστασίου καὶ Μακαρίου (Ἀναστασίου).

Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ´. Μάρτυρες Κυρίου, ἱκετεύσατε.

Ὅσιοι Πατέρες, πᾶσαν πόλιν ἡγιάσατε, καὶ πάντα τόπον ἐφωτίσατε· καὶ νῦν πρεσβεύσατε οἰκῆσαι τὸν φωτισμὸν τοῦ Χριστοῦ ταῖς ψυχαῖς ἡμῶν, δεόμεθα.

Ὅσιοι πατέρες, ἐβδελύξασθε πᾶσαν αἵρεσιν· ἐκηρύξατε τὴν εὐσέβειαν· διὸ πρεσβεύσατε οἰκῆσαι τὸν φωτισμὸν τοῦ Χριστοῦ ταῖς ψυχαῖς ἡμῶν δεόμεθα.

Ὅσιοι Πατέρες, μετὰ τὴν ἐκτομὴν τῶν μελῶν ὑμῶν ὡς οὐδὲν πεπονθότες ἐνειργήσατε, λαλοῦντες στόμασιν ἀγλώσσοις, καὶ γράφοντες χερσὶ τὰ θεῖα δόγματα.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Τὸν Ἰσραὴλ ἐκ δουλείας.

Τῆς ἀνωτάτου σοφίας τοὺς θησαυροὺς κτησάμενος ἐν τῇ καρδίᾳ, ὅσιε, δι᾿ αὐτῆς ἐπλούτισας τὸν κόσμον τοῖς σοῖς δόγμασιν.

Ἀγγελικὴν ἀπεδείξω διαγωγὴν ἐν γῇ κατοικῶν, καὶ γέγονας ταμεῖον Θεοῦ, Χριστοκήρυξ ὅσιε, διὸ καὶ ἀνεκράθης αὐτῷ.

Αἱρετικῶν γλωσσαλγείας τῇ φλογιφόρῳ γλώσσῃ σου κατέφλεξας, μακάριε, τὸν Σωτῆρα ἕνα Υἱὸν κηρύξας ἐν δυάδι μορφῶν.

Θεοτοκίον.

Χαῖρε, ἁγνὴ Θεοτόκε, ἡ τὸν προόντα Λόγον Θεοῦ τεκοῦσα ἐπεσχάτων σαρκί· χαῖρε, τεῖχος πάντων ἡμῶν καὶ σκέπη τῶν τιμώντων σε.

ᾨδὴ γ´. Οὐκ ἔστιν ἅγιος ὁ Κύριος;

Τὰ αἵματα στάζουσι τῆς τιμίας σου χειρός, καὶ τὰ δόγματα ῥύουσι τῆς σώφρονος γλώσσης σου, τῆς ἐνάρθρως βιώσης μετὰ τὴν ἐκτομὴν αὐτῆς, Χριστὸν ἐν δύο φύσεσιν.

Ἡ χείρ σου τοῖς γράμμασιν οὐκ ἐπαύσατο βοᾶν, καὶ ἡ γλῶσσα τοῖς δόγμασι σαλπίζει τὴν πίστιν σου, (208) θεορῆμον τρισμάκαρ. Θεὸς γὰρ ἦν ἑκάτερα κινῶ καὶ συμβιβάζων λαλά.

Ἐκ γῆς τὸ πολέτευμα νοητῶς εἰς οὐρανοὺς καταλάξαντες, ὅσιοι, ἐκεῖ αὐλιζόμενοι ἐν φωτὶ αἰωνίῳ, διὸ καὶ οὐράνιον τὸ στέφος ἐκομίσατε.

Θεοτοκίον.

Γυναῖκες μὲν τίκτουσι, Μητροπάρθενε ἁγνή, ἀλλ᾿ οὐκ ἔτι παρθένοι, ὡς σύ, διαμένουσιν· οὐδεμία γὰρ τούτων Θεὸν ἀπεκύησεν, εἰ μὴ σύ, Θεοτόκε σεμνή.

ᾨδὴ δ´. Ἐξ ὄρους κατασκίου.

Σὺ τὸν Μωϋσῆν μιμούμενος, θεόφρον, πλάκας νοερὰς ἐδέξω τῶν δογμάτων. Ἐν γὰρ τῷ γνόφῳ εἰσέδυς (εἰσδὺς) τῶν νοημάτων, κατεπλούτησας τὸ τῆς γνώσεως φῶς.

Σὺ τὸν Ἀβραὰμ ζηλώσας, θεοφόρε, ἄλλον Ἰσαὰκ προσῆξας τῷ Κυρίῳ, τὴν σεαυτοῦ θυσιάσας, Πάτερ, καρδίαν, ἐν τῷ πυρὶ τῆς συνειδήσεως.

Τούτους ἡ Τριὰς ἐδόξασεν ἀξίως· τούτους ὁ Θεὸς συνήρμοσε τῇ πίστει, ὁμολογοῦντας ἀλλήλοις τῇ εὐσεβείᾳ τῆς ἀπλανοῦς ὁμολογίας ἡμῶν.

Θεοτοκίον.

Ἄχρονον Υἱὸν ἐγέννησας ἐν χρόνῳ· ἄφθαρτος, ἁγνή, διέμεινας τεκοῦσα τὸν δι᾿ ἡμᾶς σαρκωθέντα ἐν τῇ γαστρί σου, Θεογεννῆτορ ἀειπάρθενε.

ᾨδὴ ε´. Ὀρθρίζοντες βοῶμεν.

Οὐκ ἔτεμέν σου, Πάτερ, τὸ ξίφος τὴν παῤῥησίαν· οὐκ ἔσβεσεν, ὅσιε, ἡ ἐξορία τὴν πίστιν σου.

Κηρύττει μὲν ἡ Ῥώμη τὸν ζῆλον σου, θεοφόρε· σαλπίζει δέ, ὅσιε, ἡ Ἐκκλησία τοὺς λόγους σου.

Τὴν πίστιν σου ἀσάλευτον ἔστερξας ἐν καρδίᾳ, καὶ νοῦν ἀνεπτέρωσας πρὸς οὐρανόν, μεγαλώνυμε.

Θεοτοκίον.

Πηγὴν ἀθανασίας ὑμνοῦμέν σε Θεοτόκε· σὺ γὰρ τὴν ἀένναον ζωὴν τῷ κόσμῳ ἐπήγασας.

ᾨδὴ Ϛ´.

Ἐκ κοιλίας ᾄδου κραυγῆς μου ἤκουσας φωνῆς μου, καὶ ἐῤἑύσω ἐκ φθορᾶς τὴν ζωήν μου, ὡς φιλάνθρωπος.

Ἐθαυμάστωσέν σου, τρισμάκαρ, τὴν ὁμολογίαν, ὁ ἐν σοὶ φθεγξάμενος Ἰησοῦς, ὁ συνάθλήσας σοι.

Οὐκ ἀρχόντων τῦφον, οὐ ξίφος, οὐ πῦρ ἀπειλοῦν σοι κατεπλάγης, ὅσιε· τῇ γὰρ πίστει ἦσθα πάγιος.

Μετὰ βίου τέλος, Πατέρες, θαύματα τελεῖτε, ἐνεργεῖς παρέχοντες ἀποδείξεις τῶν θαυμάτων ὑμῶν.

Θεοτοκίον.

Ὑπὲρ νοῦν καὶ λόγον, Παρθένε, τὸν τροφέα (209) πάντων ἐκ μαζῶν θηλάζουσα, τὰ μητέρων οὐχ ὑφίστασαι.

Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.

Δόγμα ἔνθεον ἐπικρατύνων, στύλος γέγονας ὀρθοδοξίας, καὶ κραταίωμα, θεόφρον, τῆς πίστεως, δυσὶν οὐσίαις καὶ δυσὶ θελήσεσιν ἀνακηρύξας Χριστὸν τὸν Θεὸν ἡμῶν, Πάτερ Μάξιμε, ὃν νῦν ἐκτενῶς ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Συναξάριον.

Ἄθλησις τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Μαξίμου τοῦ ὁμολογητοῦ, ὃς ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ ἐπιλεγομένου Πωγωνάτου, ἐγγόνου Ἡρακλείου, ταῖς μεγίσταις τιμαῖς ὑπὸ τῶν πρώην βασιλέων δεξιωθείς, καὶ ἱκανὸς ἐν ταῖς πολιτικαῖς διοικήσεσι τὰ πρακτέα ὑφηγεῖσθαι, διὰ λόγον καὶ τρόπον καὶ τὴν ἀπὸ χρόνου σύνεσιν, εἰς τὸν τοῦ πρωτοασηκρήτις προεβιβάσθη ἀξίωμα, καὶ βουλῆς τοῖς βασιλεῦσιν γέγονεν κοινωνός. Ἐπεὶ δὲ ἡ πονηρὰ καὶ ἔκφυλος δόξα, τῶν μίαν θέλησιν ἐπὶ τῆς οἰκονομίαις τοῦ Χριστοῦ τὴν διὰ σαρκὸς εἰσαγόντων ἐπεκράτει ληρωδοῦσα, καὶ διατάγματὰ τινα τὴν τοιαύτην περιέχοντα βλασφημίαν κατὰ τὴν ἀγορὰν ἐπόμπευεν, καὶ ἐπὶ τῆς μεγάλης προὔκειτο Ἐκκλησίας, οὗτος οὐκ ἀνεχόμενος τῇ τῶν ἀσεβῶν κοινωνίᾳ συνασεβεῖν, ἀφεὶς τὰς κοσμικὰς ἀρχὰς καὶ τιμάς, εἵλετο μᾶλλον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ παρεῤῥίφθαι, ἢ ἐν σκηνώμασιν ἁμαρτωλῶν κατοικεῖν. Καὶ καταλαβὼν τὸ ἐν Χρυσοπόλει μοναστήριον, τὴν κόμην ἀπέθετο· οὗ καὶ καθηγητὴς ὕστερον γέγονεν. Εἶτα θείῳ ζήλῳ ὥσπερ ὑπὸ πυρὸς ἐξαφθείς, τὴν πρεσβυτέραν Ῥώμην κατέλαβεν, καὶ Μαρτῖνον τὸν μακάριον πάπαν παρεσκεύασεν, τοπικὴν ἀθροίσαντα σύνοδον, ἀναθεματίσαι τοὺς εἰσηγητὰς τοῦ ἀνοσίου δόγματος, τῶν μίαν ἐπὶ Χριστοῦ βλασφημούντων θέλησιν· καὶ εἰς ἔλεγχον τῶν οὕτως φρονούντων λόγους συγγράψας, καὶ ἐπιστολὰς λογικαῖς ἀποδείξεσι καὶ γραφικαῖς τῆς καθ᾿ ἡμᾶς πίστεως συστατικάς, πανταχοῦ τῆς οἰκουμένης ἐξέπεμψεν. Ἀναζεύξας δὲ ἀπὸ Ῥώμης μετὰ τῶν δύο Ἀναστασίων τῶν μαθητῶν αὐτοῦ, εἰς εὐθύνας παρὰ τῆς συγκλήτου καθίσταται, ὁμοδοξούσης τῇ τοῦ βασιλέως αἱρέσει· ὅτι πάντων ὑπεικόντων τῷ βασιλεῖ, αὐτός τε μόνος ἀνθίσταται, καὶ τοὺς ἄλλους εἰς ἀποστασίαν κινεῖ, ἐναντία διὰ τῶν ἐπιστολῶν φρονεῖν μεταπείθων αὐτούς. Ἐπὶ τούτῳ πέμπεται ἐν φρουρᾷ κατὰ τὴν Θράκην· καὶ ἐπιμένων τῇ ὀρθοδόξῳ πίστει, τὴν χεῖρα καὶ τὴν γλῶτταν ἀκροτηριάζεται, κἀκεῖθεν εἰς τὴν ὑπερορίαν κατὰ τὴν Λαζικὴν πέμπεται· ἔνθα ἐπὶ τρισὶ χρόνοις διαγαγών, καὶ ταῖς οἰκείαις τοῦ σώματος χρείαις αὐτὸς ὑπηρετησάμενος, καὶ πλήρης ἡμερῶν ὤν, μικρὸν νοσήσας, ἀνεπαύσατο ἐν Κυρίῳ· καὶ κατετέθη ἐν τῇ μονῇ τοῦ ἁγίου Ἀρσενίου ἐν αὐτῇ χώρᾳ τῶν Λαζῶν, πολλὰς θαυμάτων ἐνεργείας καθ᾿ ἑκάστην τελῶν.

Λέγεται δὲ μετὰ τὴν ἐκτομήν, αὖθις ὑπὸ Θεοῦ (212) παραδόξως ἀποκαταστῆναι τὴν γλῶτταν, καὶ τρανῶς φθέγγεσθαι, μέχρις ἂν ἐν τῷ βίῳ ὑπῆρχεν. Τῶν δὲ δύο αὐτοῦ μαθητῶν, ὁ μὲν πρεσβύτερος Ἀναστάσιος, ἴσα τῷ διδασκάλῳ τὴν γλῶτταν καὶ τὴν χεῖρα τμηθείς, μακρὰν ἐξωρίσθη· ὁ δὲ νεώτερος, ἓν τινι τῶν κατὰ Θράκην φρουρίων πεμφθείς, τὸν βίον κατέλυσεν.

ᾨδ. ζ´. Ὁ ἐν ἀρχῇ τὴν σήν.

Σὺ τὴν στολὴν τῆς φυσικῆς ἀξίας, αἵματι σῷ κατέστιξας, θεόφρον· σιγῶσαν, Πάτερ, καὶ φθεγγομένην ἀπόδειξιν παρασχόντα ταύτης τοῖς λόγοις σου.

Ὣσπερ χρυσὸς οἱ τρεῖς δοκιμασθέντες ἐν τῷ πυρὶ τῶν πειρασμῶν ἐκείνων, καθαρωτέραν τὴν πίστιν ὑμῶν προσήξατε τῷ Χριστῷ, Πατέρες τίμιοι.

Δεῦτε λοιπόν, Πατέρες θεοφόροι, κράζει Χριστός, τοὺς πόνους τῶν καμάτων ἀπολαβόντες καὶ τὰ βραβεῖα, αὐλίζεσθαι ἐν χαρᾷ εἰς αἰωνίους σκηνάς.

Θεοτοκίον.

Ὁ μυστικὴν εἰκόνα τῆς Παρθένου τὴν ἐν Σινᾷ σὺ προτυπώσας βάτον, τὴν καιομένην, οὐ φλεγομένην, εὐλογητὸς εἶ, Χριστέ, ὁ τῶν Πατέρων.

ᾨδὴ η´. Τὸν ἐν ὄρει ἁγίῳ.

Τὴν ἀκτῖνα τῆς θείας δᾳδουχίας ἐν καρδίᾳ δεξάμενος, θεόφρον, τὸν φωτισμὸν τῆς γνώσεως ἐπλούτησας· καὶ τὸν τῆς σοφίας θησαυρὸν ἀπέθου ἐν τῇ ψυχῇ σου, Πάτερ.

Τὸν χιτῶνα τὸν τῆς ἀσκήσεώς σου, μαρτυρίου κατέστησας, εἰκόνα, καὶ ἱεροῖς σου τοῦτον κατεποίκιλας ἄθλοις, θεοφόρε, αἵμασι φοινίξας τοῖς ὑπὲρ ἀληθείας.

Ἐν ἁγνείᾳ τηρήσαντες τὸν βίον, καὶ τῇ πίστει κοσμήσαντες τὰ ἔργα, τῆς οὐρανίου δόξης ἠξιώθητε, τίμιοι Πατέρες, ὅθεν ἀνυμνεῖτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Χαῖρε, πύλη καὶ ἔμψυχε νεφέλη· χαῖρε, ὄρος, καὶ βάτος, καὶ λυχνία· χαῖρε, ναέ, καὶ θρόνε, καὶ παράδεισε· χαῖρε, ἡ τεκοῦσα τὸν Δημιουργὸν τοῦ παντός, εὐλογημένη.

ᾨδὴ θ´. Τὸν προδηλωθέντα.

Εὖ δι᾿ ἀπαθείας καὶ θεωρίας, τρισμάκαρ, ἐδίδαξας λόγους ἡμᾶς ζωῆς τῆς αἰωνίου, στήλην ἔμπνουν ὀρθοδοξίας τῷ κόσμῳ τὴν ὁμολογίαν σου καταλείψας.

Ὄντως ἐδοξάσθητε, θεοφόροι Πατέρες, αἰκισμοῖς καὶ μάστιξι, διωγμοῖς καὶ κινδύνοις, ἐν δεσμοῖς τε καὶ φυλακαῖς, καὶ σιδήροις, καὶ ὑπερορίαις ἐναθλήσαντες.

Ὅσιοι Πατέρες ἡμῶν, οἱ ζήλῳ καὶ πόθῳ τὸν τοῦ μαρτυρίου συνδιανύσαντες δρόμον, ἱκετεύσατε τὸν Θεὸν καὶ Δεσπότην, πάσης πλάνης ῥύσασθαι τοὺς δούλους ὑμῶν.

Θεοτοκίον.

Βάτον καιομένην πυρὶ καὶ μὴ φλεγομένην προεώρα (213) πάλαι Μωσῆς, θεομῆτερ Παρθένε, τὴν θεόδεκτον προτυποῦσαν γαστέρα ὑποδεχομένην τὸ ἀκήρατον πῦρ.

Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον.

Σάλπιγξ ἐδείχθης σοφίας, εὐήχῳ γλώττῃ σου πλήττων τῶν ἐναντίων τὰ στίφη, Μάξιμε, φῶς μοναζόντων· διὸ τοῖς σοῖς ἐντρυφῶντες λόγοις τὴν γνῶσιν κατανοοῦμεν τῶν ὄντων.

ΑΚΟΛΟΥΘΙΑ Β´.

Εἰς τό· Κύριε, ἐκέκραξα, Στιχηρὰ Προσόμοια.

Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσιν.

Τὸν δι᾿ οἶκτον γενόμενον, ὡς εὐδόκησεν, ἄνθρωπον, ἐν δυσὶ θελήσεσιν ἐνεργείας τε κατανούμενον, ὅσιε, ἐκήρυξας, Μάξιμε, ἀποφράττων μιαρῶν τὰ ἀπύλωτα στόματα, μονοθέλητον, μονοενέργητον πλάνην δοξαζόντων, ἐπηρείᾳ διαβόλου, τοῦ τὴν κακίαν τεκτήναντος

Ταῖς νευραῖς τῶν δογμάτων σου, Πύῤῥον, Πάτερ, ἀπέπνιξας, ληρωδοῦντα, Μάξιμε, τὸν κακόφρονα· καὶ διωγμοὺς ἐκαρτέρησας καὶ θλίψεις, ἀοίδιμε, μαστιζόμενονς σφοδρῶς, καὶ τὴν γλῶτταν τεμνόμενος, καὶ τὴν πάντοτε πρὸς Θεὸν αἱρομένην θείαν χεῖρα, δι᾿ ἧς γράφων διετέλεις τὰ ὑψηλότατα δόγματα.

Ὀξυγράφου ὡς κάλαμος τεθηγμένῃ τῷ Πνεύματι ἡ ἁγία γέγονε, Μάκαρ, γλῶσσὰ σου καλλιγραφοῦσα ἐν Πνεύματι πλαξὶ καρδιῶν ἡμῶν νόμον θείων ἀρετῶν καὶ δογμάτων ἀκρίβειαν, καὶ τὴν σάρκωσιν, τοῦ ἐν δύο οὐσίαις τοῖς ἀνθρώποις, καὶ μιᾷ τῇ ὑποστάσει ἐμφανισθῆναι θελήσαντος.

Δόξα. Ἦχος πλ. δ´.

Τῶν μοναστῶν τὰ πλήθη τὸν καθηγητήν σε τιμῶμεν, Πάτερ ἡμῶν Μάξιμε· διὰ γάρ σου τὴν τρίβον τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θραμβεύσας τὴν δύναμιν, ἀγγέλων συνόμιλε, ὁσίων συμμέτοχε καὶ δικαίων, μεθ᾿ ὧν πρέσβευε τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὰ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου· τῶν δαιμόνων ἔτρεψας τὰς φάλαγγας· τῶν ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν ἔχων ἐν τῇ μνήμῃ σου, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Ἀπολυτίκιον τῆς ἑορτῆς καὶ τοῦ ἁγίου. Ἦχος πλ. δ´.

Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ· τῶν μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Μάξιμε σοφέ, λύρα τοῦ (216) Πνεύματος, Πάτερ ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανὼν οὗ ἡ ἀκροστιχίς·
«Ὁ παμμέγιστος Μάξιμος δοξάζεται».

ᾨδὴ α´. Ἦχος πλ. δ´. ᾌσωμεν τῷ Κυρίῳ.

Ἰωάννου μοναχοῦ.

Ὅλην μοι τὴν θεόπνουν ἐκ τῆς μελιῤῥύτου καὶ ἡδείας σου ἐναποστάζον γλώττης, θεῖε Μάξιμε, χάριν τοῦ Πνεύματος.

Πῦρ καιόμενον ὤφθης κατὰ τῶν αἱρέσεων, μακάριε· ὡς καλάμην γὰρ ταύτας κατηνάλωσας ζήλῳ τοῦ Πνεύματος.

Ἄλογον προετέθη ἐκ δυσσεβεστάτης προαιρέσεως μονοθέλητον δόγμα· τοῖς δὲ λόγοις σου, Πάτερ, διήλεγκται.

Θεοτοκίον.

Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον καὶ ὑπέρθεον Λόγον ὑπὲρ φύσιν τεκοῦσα, ὑμνοῦμέν σε.

ᾨδὴ γ´. Ὁ εἱρμός.

Σὺ εἶ τὸ στερέωμα τῶν προσεχόντων σοι, Κύριε· σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖν σε τὸ πνεῦμα μου·

Μέγιστος ὁ Μάξιμος τῆς εὐσεβοῦς Χριστοῦ πίστεως παναληθὴς κήρυξ τε καὶ μάρτυς ἀνεδείχθης δι᾿ αἵματος.

Μάξιμε μακάριε, σὺ δι᾿ ἀσκήσεως γέγονας θεοπρεπὲς τῆς φιλοσοφίας καὶ σώφρων ἐνδιαίτημα.

Ἔμβλυσεν ἡ γλῶσσα σου ποταμηδὸν Χριστοῦ δόγματα πανευσεβῆ, Μάξιμε παμμάκαρ, τῆς σοφίας ὁ τρόφιμος.

Θεοτοκίον.

Σὲ πάντες κεκτήμεθα καταφυγὴν καὶ τεῖχος ἡμῶν, Χριστιανοί. Σὲ δοξολογοῦμεν ἀσιγήτως πανύμνητε.

Κοντάκιον τῆς ἑορτῆς καὶ τοῦ ὁσίου.

Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν.

Φῶς τὸ τριλαμπὲς οἰκῆσαν ἐν τῇ ψυχῇ σου, σκεῦος ἐκλεκτὸν ἀνέδειξέ σε, παμμάκαρ. Σαφηνίζεις γὰρ τὰ θεῖα τοῖς πέρασι, δυσεφίκτων τε νοημάτων τὴν δήλωσιν, μακάριε, Τριάδα πᾶσι, Μάξιμε, ἀναξηρύττων τρανῶς ὑπερούσιον, ἄναρχον.

Ὁ Οἶκος.

Τῶν ἱερέων ἡ κρηπίς, ἡ βάσις τῶν δογμάτων, ἡ σάλπιγξ τῆς σοφίας, μαρτύρων ἡ ἀκρότης καὶ τῶν πιστῶν ὁ στηριγμὸς κόσμῳ προανίσχει, Μάξιμος ὁ θαυμαστὸς διὰ τῆς θείας αὐτοῦ μνήμης σήμερα. Τούτου οὖν πρὸς τὴν λάμψιν ἀνάστητε πάντες, τὴν παῤῥησίαν καὶ τὸν ζῆλον εὐφημοῦντες, ὃν ἔδειξεν ὑπὲρ εὐσεβείας, δι᾿ ἣν ἀληθῶς ποιμὴν ὑπὲρ ποίμνης παρετάξατο στεῤῥῶς κατὰ τὸν λύκων, οὓς καταβαλών, βραβείοις νίκης ἐστέφθη· Τριάδα πᾶσιν ἀνακηρύττων τρανῶς ὑπερούσιον, ἄναρχον.

(217)

Δόξα. Ἦχος γ´. Τὴν ὡραιότητα.

Τὰ κατορθώματα τῆς πολιτείας σου, πάντων φωτίζουσι τὰ διαβήματα, Μάξιμε, πάτερ ἀληθῶς τῶν πίστει μιμουμένων σε· ὅθεν τοὺς ἐκ πόθου σε μακαρίζοντας πάντοτε σῶζε ταῖς πρεσβείαις σου ἀπὸ πάσης στενώσεως, Χριστὸν τὸν ἀγαθὸν ἱκετεύων, μάκαρ ἀξιοθαύμαστε.

ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.

Γηγενεῖς σε γεραίρουσι, καὶ τῶν οὐρανίων τάξεις θαυμάζουσι· τῇ φιλίᾳ τῆς σοφίας γὰρ ἀνεδείχθης, Πάτερ, ὥσπερ ἄσαρκος.

Ἰταμὸς μὲν ὁ τύραννος· ἀλλ᾿ ἡ καρτερία σου ἀκατάπληκτος· ὅθεν σὺ μὲν μεμακάρισαι· ἐκεῖνος δέ, Πάτερ, ἐξωστράκισται.

Συναθλοῦσί σοι, Μάξιμε, ἡ τῶν μαθητῶν δυὰς ἡ πανόλβιος, σοὶ τῶν ἄθλων κοινωνήσαντες· διὸ καὶ ἐπάθλων ἴσων ἔτυχον.

Τῇ ῥοῇ σου τοῦ αἵματος καταρδευομένη ἡ Ἐκκλησία Χριστοῦ, ἐξανθεῖ πατροπαράδοτον τοῦ θείου σου σπόρου δόγμα, ὅσιε.

Θεοτοκίον.

Ἡ τὸν στάχυν βλαστήσασα τὸν ζωοποιὸν ἀνήρωτος ἄρουρα, τὸν παρέχοντα τῷ κόσμῳ ζωήν, Θεοτόκε, σῶζε τοὺς ὑμνοῦντάς σε.

ᾨδὴ ε´. Ὀρθρίζοντες βοῶμέν σοι.

Ὁ γνῶσιν τῶν γηΐνων ἀθροίσας καὶ οὐρανίων, ἐνδίκως φιλόσοφος κατονομάζεται Μάξιμος.

Σοφίας τῆς ἀμείνονος τῷ ἔρωτι, τοῦ Χριστοῦ σου μιμητὴς πανάριστος ὤφθης, ἀοίδιμε Μάξιμε.

Μανίᾳ ὑπερόριος γέγονας τοῦ τυράννου· εὗρες δέ, Μακάριε, τὸν Ἰησοῦν παραμύθιον.

Θεοτοκίον.

Κατεύνασον τὸν ἄστατον κλύδωνα τῶν παθῶν μου, ἡ Θεὸν κυήσασα τὸν κυβερνήτην καὶ Κύριον.

ᾨδὴ Ϛ´. Ὁ εἱρμός.

Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.

Ἀνένδοτον προσφέρων τῷ Θεῷ, θεοφόρε, δέησιν, ψυχῆς τε καὶ σώματος τῶν παθῶν καὶ τῆς φθορᾶς ἡμᾶς λύτρωσαι.

Ξηραίνεται αἱρέσεως πηγὴ βορβορώδους ἅπασα, ἀοίδιμε Μάξιμε, φραττομένη τ·ῇ ἡδύτητι τῆς γλώττης σου.

Ἱλάσθητί μοι, μόνε ἀγαθέ, καὶ πηγὴν τῆς χάριτος, Χριστέ, τῇ καρδίᾳ μου ταῖς λιταῖς τοῦ σοῦ ὁσίου ἀνάβλυσον.

Θεοτοκίον.

Ἡ μόνη διὰ λόγου ἐν σαρκὶ τὸν Λόγον κυήσασα, ῥῦσαι, δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Μίαν φύσιν Τριάδος, μίαν θέλησιν ἔφη, μίαν (220) ἐνέργειαν· Θεοῦ δὲ σαρκωθέντος, δύο φύσεις, θελήσεις ἐνεργείας ἐκήρυξας· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Οὐ θελήματα δύο διαιρούμενα γνώμης ἐναντιότητι, ποιότητι δὲ μᾶλλον, ἀνεκήρυξας, Πάτερ, φυσικῇ διαφέροντα· Ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Στήλην ὀρθοδοξίας τοὺς ἐνδόξους σου λόγους, Πάτερ, κατέχοντες, τὸν ἕνα τῆς Τριάδος ἐν δυσὶ ταῖς οὐσίαις καὶ θελήσεσι σέβομεν· Ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Δύο, Πάτερ, εἰδότες ἐνεργείας τοῦ οἴκτῳ σεσαρκωμένου Θεοῦ, δισσὰς αὐτεξουσίους θελήσεις διδαχθέντες ὑπὸ σοῦ, ἀναμέλπομεν· Ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Θεοτοκίον.

Παρθενικῆς ἐκ νηδύος σαρκωθεὶς ἐπεφάνης εἰς σωτηρίαν ἡμῶν· διό σου τὴν μητέρα εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν· Ὁ τῶν πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

ᾨδὴ η´. Ὁ εἱρμός.

Νικηταὶ τυράννου καὶ φλογὸς τῇ χάριτί σου σφόδρα ἀνεχόμενοι παῖδες, ἐβόων· Εὐλογεῖτε, πάντα τὰ ἔργα, τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὁλικῶς ποθήσας τὸν ὑπερποθήσαντα γένος ἀνθρώπων, τὸν σταυρόν σου ἧρας, καὶ αὐτῷ, μακάριε συνεσταυρώθης. Εὐλογεῖτε, πάντα τὰ ἔργα, τὸν Κύριον.

Ξενωθεὶς ἀπάσης ἡδονῆς, μακάριε, θανατηφόρου, σεαυτὸν εἰργάσω ὅλον ἀκηλίδωτα ἔσοπτρον θεῖον· Εὐλογεῖτε, μέλπων, τὰ ἔργα, τὸν Κύριον.

Ἀπηνοῦς τυράννου δεσσεβοῦς ὠμότητα οὐ κατεπλάγης· ἀλλ᾿ ὡς πύργος ἔστης ἀκλινὴς ἀλόνητος ὀρθοδοξίας· Εὐλογεῖτε, μέλπων, τὰ ἔργα, τὸν Κύριον.

Ζωηφόρον αἴγλην ἐκ μιᾶς Θεότητος τρισυποστάτου δεδογμένος ὤφθης τοῖς ἐν σκότει ἥλιος καὶ πλανωμένοις· Εὐλογεῖτε, μέλπων, τὰ ἔργα, τὸν Κύριον.

Θεοτοκίον.

Τοῦ Ἀδάμ, Παρθένε, τοῦ παραπεσόντος μὲν ὤφθης θυγάτηρ, τοῦ Θεοῦ δὲ μήτηρ, τοῦ ἀνακαινίσαντός μου τὴν οὐσίαν, ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα τὸν Κύριον.

ᾨδὴ θ´. Ὁ εἱρμός.

Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ ἐν πυρὶ καὶ βάτῳ τόκον τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.

Ἔτι σου ὡς Ἄβελ τὸ αἷμα, καὶ εἰς αἰῶνας τὰ θεόπνευστα δόγματα φωνῇ διαπρυσίῳ ἡ Χριστοῦ Ἐκκλησία κηρύττει, Μάξιμε παμμάκαρ καὶ παμμέγιστε.

Τέτμηται ἡ χείρ σου· γράφει δὲ θείῳ δακτύλῳ, ὡς καλάμῳ καὶ μέλανι, τετμημένῃ τῇ γλώσσῃ τῷ σῷ αἵματι τῷ ὁσίῳ, παμμάκαρ, πίστιν ἐν καρδίαις τὴν ὀρθόδοξον.

(221)

Αἴδεται ἐν κόσμῳ ἡ ἔνθεος παῤῥησία καὶ τὸ πῦρ τὸ ἐγκάρδιον τῆς ἐνθέου ἀγάπης, δι᾿ ἥν, ὅσιε, τὴν τοῦ αἵματος χύσιν, Μάξιμε, ὑπέστης προθυμότατα.

Ἵστασο πρὸ βήματος θείου μετὰ μαρτύρων, οἷς τοῦ ζήλου τῆς πίστεως ἐκοινώνησας, Πάτερ, καὶ ἡμᾶς οἰκειῶν τῷ Δεσπότῃ, καὶ σοῦ μιμητὰς ἐργαζόμενος.

Θεοτοκίον.

Σὺ εἶ, Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος· σὺ εἶ ἡ ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων. Σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.

Ἐξαποστειλάριον. Γυναῖκες, ἀκουτίσθητε.

Τὰ βάθη τῶν κριμάτων σου ἠρεύνηται τῷ Πνεύματι· τὰ δὲ τοῦ Πνεύματος, Σῶτερ, ἐν πνεύματι καὶ δυνάμει Μάξιμος ἐξηρεύνησεν, ὡς ἔνδικος Φιλόσοφος, θελήσεις ἐνεργείας τε ἀνακηρύττων σου δύο. Διὸ λαμπρῶς νῦν τιμᾶται.

Τῷ αὐτῷ μηνὶ ιγ´. Ἡ μετάθεσις τοῦ λειψάνου τοῦ ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ ὁμολογητοῦ.

Στίχ. Κινοῦσί σου Μάξιμε, πιστοὶ τὴν κόνιν,
Δηλοῦντες ὡς γῆς ἐξαμείβοντος τόπους.

Μαξίμου, ἀμφὶ τὴν τρισκαιδεκάτην μετετέθης·

Σελ. 244 Τόμ. Β´.

Πρὸς Θαλάσσιον τὸν ὁσιώτατον πρεσβύτερον καὶ ἡγούμενον Περὶ Διαφόρων ἀπόρων τῆς θείας Γραφῆς.

Τῷ ὁσιωτάτῳ δούλῳ τοῦ Θεοῦ, κυρίῳ Θαλασσίῳ πρεσβυτέρῳ καὶ ἡγουμένῳ, Μάξιμος ταπεινὸς μονάζων, χαίρειν.

Τῆς σαρκὸς κατὰ τὴν σχέσιν λογικῶς τὴν ψυχὴν ἀποχωρήσας, καὶ τῆς αἰσθήσεως ὁλικῶς διὰ τοῦ πνεύματος ἐκσπάσας τὸν νοῦν, ἄνθρωπε τοῦ Θεοῦ· τὴν μέν, ἀρετῶν κατέστησας μητέρα πολύτιμον, τὴν δέ, θείας πηγὴν ἀένναον ἀνέδειξας γνώσεως, εἰς χρῆσιν μόνον τῆς τῶν κρειττόνων (248) οἰκονομίας, τὴν πρὸς τὴν σάρκα τῆς ψυχῆς συζυγίαν ποιούμενος, καὶ πρὸς κατανόησν τῆς τῶν ὁρωμένων μεγαλουργίας ὄργανον κεκτημένος τὴν αἴσθησιν. Τὴν μὲν πρακτικῶς διὰ τοῦ ἤθους πρὸς εἶδος τυπούμενον τὸ κατ᾿ ἀρετὴν τῆς ψυχῆς δεχομένην κλέος, καὶ τοῖς ἔξω προφαίνουσαν, ἵνα ἔχωμεν ἀρετῆς εἰκόνα, πρὸς μίμησιν προβεβλημένον τὸν ὑμέτερον βίον· τὴν δέ, τοῖς τῶν ὁρομένων σχήμασι τοὺς λόγους τῶν νοητῶν συμβολικῶς ἐγχαράττουσαν, καὶ δι᾿ αὐτῶν πρὸς τὴν ἁπλότητα τῶν νοητῶν θεαμάτων τὸν νοῦν ἀναβιβάζουσαν, πάσης καθαρῶς ἀπολυθέντα τῆς ἐν τοῖς ὁρωμένοις ποικιλίας τε καὶ συνθέσεως· ἵν᾿ ἔχωμεν ἀληθείας ὁδὸν ἀπλανῆ τὴν ὑμετέραν γνῶσιν τῆς πρὸς τὰ νοητὰ διαβάσεως. Ἐντεῦθεν μετὰ τὴν τελείαν τῆς πρὸς αἴσθησίν τε καὶ σάρκα σχετικῆς προσπαθείας ἀπόθεσιν, τῷ ἀπείρῳ πελάγει τῶν λογίων τοῦ πνεύματος μετ᾿ ἐπιστήμης κατὰ νοῦν εὐτόνως διανηχόμενος, ἐρευνᾷς μετὰ τοῦ πνεύματος τὰ τοῦ Πνεύματος· παρ᾿ οὗ δεξάμενος τὴν τῶν κεκρυμμένων μυστηρίων φανέρωσιν, διὰ πολλήν, ὡς ἔοικεν, ταπεινοφροσύνην, πολλῶν τῆς ἁγίας Γραφῆς ἀπορουμένων κεφαλαίων χάρτην πληρώσας ἀπέστειλας, ζητῶν καὶ παρ᾿ ἐμοῦ τοῦ πάσης ἀρετῆς ἐρήμου καὶ γνώσεως, ἑκάστου κεφαλαίου κατὰ τὴν ἀναγωγικὴν θεωρίαν τὴν ἀπόκρισιν ἔγγραφον.

Ὃν δεξάμενος, καὶ ἀναγνούς, καταπλαγεὶς καὶ νοῦν καὶ ἀκοὴν καὶ διάνοιαν, ᾔτουν ὑμᾶς ἐκλιπαρῶν περὶ τούτου συγνώμην τῆς παραιτήσεως· μόλις εἶναι λέγων προσιτὰ τὰ ζητούμενα, καὶ τοῖς ἄγαν ἐπὶ πλεῖστον ἐν θεωρίᾳ διαβεβηκόσι, καὶ περὶ τὸ τέλος που τῆς ὑψηλοτάτης καὶ ἀνεφίκτου τοῖς ἄλλοις ἐφθακόσι γνώσεως· μὴ ὅτι γε ἐμοὶ τῷ κατὰ γῆν ἐῤῥιμμένῳ· καὶ κατὰ τὸν ὄφιν, ἄλλην, ὡς ἡ παλαιὰ κατάρα, μετὰ τὴν γῆν τῶν παθῶν βρῶσιν οὐκ ἔχοντι, καὶ σκώληκος δίκην ἱλυσπωμένῳ τῇ σήψει τῶν ἡδονῶν. Καὶ τοῦτο πολλάκις καὶ ἐπὶ πολὺ ποιήσας, ὡς εὗρον μὴ δεχομένους ὑμᾶς τὴν ἐμὴν περὶ τούτου παράκλησιν, δείσας μὴ τι πάθῃ το χρῆμα τῆς ἀγάπης, καθ᾿ ἣν ἀλλήλοις συγκραθέντες, μίαν ἔχομεν ψυχήν, κἂν δύο σώματα φέρωμεν, εἰς πρόφασιν ἀπειθείας ὡς εἰκὸς νομισθείσης ὑμῖν τῆς παραιτήσεως, κατετόλμησα καὶ μὴ θέλων τῶν ὑπὲρ δύναμιν· κατηγορηθῆναι μᾶλλον προπέτειαν, καὶ γελᾶσθαι κρεῖττον ἡγούμενος παρὰ τῶν βουλομένων, ἢ τὴν ἀγάπην κατὰ τι δέξασθαι σάλον καὶ μείωσιν· ἧς οὐδὲν τῶν μετὰ Θεὸν ἐστὶ τοῖς νοῦν ἔχουσι τιμιώτερον· μᾶλλον δέ, τῷ Θεῷ προσφιλέστερον· ὡς τοὺς διῃρημένους, εἰς ἓν συναγούσης, καὶ μίαν ἐν τοῖς πολλοῖς, ἢ τοῖς πᾶσιν ἀστασίαστον κατὰ τὴν γνώμην δημιουργῆσαι δυναμένης ταυτότητα.

Καί μοι σύγγνωθι πρῶτος αὐτός, τίμιε Πάτερ, τῆς ἐγχειρήσεως, καὶ τοὺς ἄλλους αἴτει προπετείας (248) ἀφίεσθαί με· καὶ ἵλεών μοι τὸν Θεὸν ταῖς εὐχαῖς κατάστησον, καὶ τῶν λεγομένων συλλήπτορα· μᾶλλον δὲ τῆς ὅλης καὶ ὀρθῆς γενέσθαι περὶ ἑκάστου κεφαλαίου χορηγὸν ἀποκρίσεως. Παρ᾿ αὐτοῦ γάρ ἐστιν πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον, ὡς πηγῆς καὶ πατρὸς τῶν ἀναλόγως τοῖς ἀξίοις χορηγουμένων πασῶν φωτιστικῶν γνώσεών τε καὶ δυνάμεων. Ὑμῖν γὰρ θαῤῥῶν, τὸ ὑμέτερον κατεδεξάμην ἐπίταγμα· τῆς εὐπειθείας μισθὸν ἐκδεχόμενος, τὴν δι᾿ ὑμῶν θείαν εὐμένειαν.

Ἕκαστον δὲ τῶν κεφαλαίων, εἱρμῷ τε καὶ τάξει καθὼς παρ᾿ ὑμῶν ἐγράφη προθείς, πρὸς ἔπος ποιήσομαι τὴν ἀπόκρισιν, ὡς οἷόν τε σύντομον, καὶ ὁριστικὴν καθ᾿ ὅσον οἷός τε ὦ· καὶ τὴν πρός το νοεῖν τε καὶ λέγειν εὐσεβῶς, θεόθεν χορηγοῦμαι χάριν καὶ δύναμιν· ἵνα μὴ πλήθει λόγων βαρήσωμεν τῶν ἐντευξομένων τὴν ἀκοήν· καὶ μάλιστα πρὸς ὑμᾶς γε τῶν λόγων ποιούμενος τὴν ἀκοήν, τοὺς γνωστικοὺς ὄντως καὶ ἀκριβεῖς τῶν θείων θεάμονας· καὶ τῶν παθῶν διαβάντας τὴν ὄχλησιν, καὶ τὴν ὅλην παρελθόντας σχέσιν τῆς φύσεως, καὶ τῶν καθηκόντων κεκτημένους τὸν λόγον ἡγεμόνα καὶ δικαστὴν δικαιότατον· καὶ τὸν νοῦν διὰ τῆς κατὰ τὸ κρεῖττον ἀνοησίας, εἰς τὸ ἐνδότατον τῆς θείας ἀφθεγξίας καταστήσαντας τόπον· ἔνθα μόνης ἐστὶν ἀγνώστως εὐφροσύνης θείας ἀντιλαμβάνεσθαι, τῆς τῶν ἀξιουμένων αὐτῆς πεῖραν μόνην ἐχούσης τοῦ οἰκείου μεγέθους διδάσκαλον· καὶ διὰ τοῦτο, μόνης χρήζοντας μικρᾶς περὶ τῶν ζητουμένων ἐμφάσεως, προδεικτικῆς τοῦ παμφαοῦς κάλλους, τῶν ἐμφερομένων τοῖς θείοις λογίοις μυστικῶν θεαμάτων, καὶ τῆς ἐπ᾿ αὐτοῖς πνευματικῆς μεγαλονοίας· εἴπερ καὶ τοῦτο θεμιτὸν ἐμοὶ πρὸς ὑμᾶς εἰπεῖν, τοὺς ἅλας ἤδη τῆς γῆς, καὶ φῶς τοῦ κόσμου, κατὰ τὸν Κυριακὸν λόγον, διὰ τὸν πλοῦτον τῆς ἀρετῆς, καὶ τὴν πολλὴν χύσιν τῆς γνώσεως γεγεννημένους καὶ τὴν ἐν ἄλλοις σηπεδόνα τῶν παθῶν, τρόποις ἀρετῶν ἐκκαθαίροντας· καὶ τὴν ἄγνοιαν, ψυχῆς ὑπάρχουσαν τύφλωσιν, τῷ τῆς γνώσεως φωτὶ καταυγάζοντας.

Παρακαλῶ δὲ τοὺς ἁγιωτάτους ὑμᾶς, καὶ πάντας τοὺς ὡς εἰκὸς ἐντευξομένους τῷδε γράμματι, μὴ τοῦτο ὅρον ποιεῖσθαι τῆς τῶν κεφαλαίων πνευματικῆς ἑρμηνείας τὰ λεγόμενα παρ᾿ ἐμοῦ· πολὺ γὰρ τῆς τῶν θείων λογίων ἀπολιμπάνομαι διανοίας, καὶ τῆς ἄλλων πρὸς τοῦτο χρήζω διδασκαλίας· ἀλλ᾿ εἲ τι καὶ παρ᾿ ἑαυτῶν, ἢ παρ᾿ ἄλλων ἐπιβάλλειν, ἢ μαθεῖν δυνηθῆτε, μᾶλλον ἐκεῖνο διδκαίως ἐκκρίνατε, καὶ τῆς ὑψηλοτέρας καὶ ἀληθοῦς γενέσθαι διανοίας· ἧς ἔργον ἐστίν, ἡ τῆς καρδίας πληροφορία, τῶν ἐφιεμένων τῆς ἀπορηθέντων πνευματικῆς διαγνώσεως.

Ὕδατι γὰρ ὁ θεῖος ἔοικεν λόγος, ὥσπερ φυτοῖς παντοδαποῖς καὶ βλαστήμασιν, καὶ διαφόροις ζώοις, τοῖς αὐτὸν φημι τὸν λόγον ποτιζομένοις, ἀναλόγως αὐτοῖς ἐκφαινόμενός τε γνωστικῶς καὶ πρακτικῶς διὰ τῶν ἀρετῶν ὡς καρπὸς προδεικνύμενος, κατὰ τὴν (249) ἑκάστῳ ποιότητα τῆς ἀρετῆς καὶ τῆς γνώσεως, καὶ γινόμενος δι᾿ ἄλλων ἄλλοις ἐπίδημος· ἑνὶ γὰρ οὐδὲ ποτὲ περιγράφεται· καὶ μιᾶς ἐντὸς οὐκ ἀνέχεται διανοίας γενέσθαι, διὰ τὴν φυσικὴν ἀπειρίαν κατάκλειστος.

Ἐπειδὴ δὲ περὶ τῶν διοχλούντων ἡμῖν παθῶν πρῶτον εἰπεῖν ἐκελεύσατε, πόσα τε καὶ ποῖα. Τυγχάνει, καὶ ἐκ ποίας ἀρχῆς, καὶ εἰς οἷον διὰ τῆς οἰκείας μεσότητος καταντᾷ πέρας· καὶ ποίας ἕκαστον δυνάμεως ψυχῆς, ἢ μέλους σώματος ἐκφυόμενον, πρὸς ἑαυτὸ ἀοράτως μορφοῖ τὸν νοῦν, καὶ τὸ σῶμα ποιεῖ βαφῆς δίκην, ὅλην διὰ τῶν λογισμῶν πρὸς τὴν ἁμαρτίαν χρῶσαν τὴν ἀθλίαν ψυχήν· τῆς τε προσηγορίας ἑκάστου τὴν δύναμιν καὶ τὴν ἐνέργειαν· τούς τε καιροὺς καὶ τὰ σχήματα, καὶ τοὺς δι᾿ αὐτῶν δόλους τῶν ἀκαθάρτων δαιμόνων· καὶ τὰς ἀοράτους συμπλοκάς, καὶ τὰς ὑποκρίσεις· καὶ πῶς δι᾿ ἄλλων ἄλλα λεληθότως προβάλλονται· καὶ ἐπ᾿ ἄλλα δι᾿ ἄλλων πιθανῶς ἐπισύρουσιν [Fr. ἐπισύρ.]· τάς τε λεπτότητας, καὶ τὰς σμικρότητας, καὶ τὰ μεγέθη, καὶ τοὺς ὄγκους αὐτῶν· ὑφέσεις τε καὶ ὑποχωρήσεις καὶ συστολάς, ἐπιμονάς τε καὶ προσεδρείας ταχυτέρας ἢ βραδυτέρας· καὶ οἷον τὰς ὡς ἐν δικαστηρίῳ πρὸς τὴν ψυχὴν δικαιολογίας καὶ τὰς δῆθεν κατὰ διάνοιαν γινομένας ψήφους· τάς τε φαινομένας ἥττας ἢ νίκας· τίς τε ἡ ἐφ᾿ ἑκάστῳ διάθεσις· καὶ διὰ ποίαν αἰτίαν ἑνὶ πολλὰ πάθη τῇ ψυχῇ συγχωροῦνται προσβάλλειν, καὶ τοῦτο ἢ καθ᾿ ἑαυτοὺς ἢ σὺν ἀλλήλοις καὶ ποίῳ λογισμῷ [Fr. λόγῳ] ἀναφέρουσιν ἑαυτοῖς ἀχρόνως τὰς οἰκείας ὕλας, δι᾿ ὧν κεκρυμμένως πρὸς ἡμᾶς τὸν πικρὸν συμπλέκουσι πόλεμον· ὡς ἐπὶ παροῦσιν ἐργωδῶς τοῖς μηδαμῶς οὖσιν διαπονουμένους, καὶ οἷον ὁρμῶντας ταῖς ὕλαις, ἢ φεύγοντας. Τὸ μέν, δι᾿ ἡδονήν· τὸ δέ, δι᾿ ὀδύνην πάσχοντας. Τόν τε τρόπον τῆς ἐν ἡμῖν ὑπάρξεως αὐτῶν, καὶ τῆς πολυπλόκου καὶ διαφόρου κατὰ τὸν ὕπνον αὐτῶν ἐν ὀνείροις φαντασίας· καὶ εἰ ἒν τινι μέρει καθείργνυνται τῆς ψυχῆς, ἢ τοῦ σώματος· ἢ ἐν ὅλῃ τῇ ψυχῇ, καὶ ἐν ὅλῳ τῷ σώματι· καὶ εἰ ἐντὸς ὄντες, διὰ τῶν ψυχικῶν παθῶν τὰ ἐκτὸς ἐπισπᾶσθαι πείθουσι τὴν ψυχὴν διὰ μέσου τοῦ σώματος, καὶ πλανῶσι, τῆς αἰσθήσεως μόνης ὅλην γενέσθαι, τῶν κατὰ φύσιν οἰκείων ἀφεμένην· ἢ ἐκτὸς ὄντες, διὰ τῆς ἔξωθεν ἐπαφῆς τοῦ σώματος, τὴν ἀόρατον ψυχὴν πρὸς τὰ ὑλικὰ σχηματίζουσιν, σύνθετον αὐτῇ μορφὴν ἐπιτιθέντες, τῆς ἀναλειφθείσης (Fr. ἀναληφθείσης] κατὰ τὴν φαντασίαν ὕλης τὸ εἶδος, προσπλάττοντες· καὶ εἰ τάξις ἐστὶν ἐν αὐτοῖς, καὶ εἱρμὸς κακούργως ἐπινενοημένος, διὰ τῶνδε τῶν παθῶν πρότερον ἀπόπειραν λαβεῖν τῆς ψυχῆς, καὶ οὕτως διὰ τῶν ἄλλων ἀκολούθως αὐτῇ μάχεσθαι· καὶ τίνες τίνων προηγοῦνται, τίνες τε τίσιν συνέπονται πάλιν, ἢ παρέπονται, ἢ φύρδην ἀτάκτως, ὡς ἔτυχεν, δι᾿ οἵων δήποτε παθῶν τὴν ψυχὴν ἐκταράττουσιν· καὶ εἰ προνοίας δίχα τα τοιαῦτα πάσχειν ὑπ᾿ αὐτῶν ἡ ψυχὴ συγχωρεῖται, ἢ κατὰ πρόνοιαν· καὶ τὶς ὁ τῆς προνοίας ἐφ᾿ ἑκάστῳ πάθει τῆς ἐγκαταλείψεως τῆς ψυχῆς λόγος· τίς τε τῆς ἑκάστου τῶν ἀπηριθμημένων παθῶν ἀναιρέσεως ὁ τρόπος· καὶ ποίοις ἔργοις, (252) ἢ λόγοις, ἢ λογισμοῖς ἡ ψυχὴ τούτων ἐλεθεροῦται, καὶ τῆς συνειδήσεως τὸν μολυσμὸν ἐκτινάσσεται· ποίῳ δὲ πάθει ποίαν ἀρετὴν ἀντιθεῖσα νικήσει, τὸν πονηρὸν φυγαδεύσασα δαίμονα, συναφανίσασα παντελῶς αὐτῷ καὶ τὴν αὐτὴν τοῦ πάθους κίνησιν· καὶ πῶς μετὰ τὴν τῶν παθῶν ἀπαλλαγήν, τὰ οἰκεῖα καλῶς διασκοπῆσαι δυνήσεται· καὶ διὰ ποίων λόγων ἢ τρόπων τὰς ἀπαθεῖς τῶν αἰσθητῶν πρὸς τὰς αἰσθήσεις οἰκειωσαμένη διὰ τοῦ κατὰ φύσιν λόγου σχέσεις, μορφώσει πρὸς ἀρετάς, ὡς διὰ τῶν παθῶν αὐτὴ πρότερον ἐμορφοῦτο πρὸς ἁμαρτίαν· καὶ πῶς τὴν καλλὴν ποιήσεται δὴ δεόντως ἀντιστροφήν, τοῖς δι᾿ ὧν τὸ πρὶν ἐπλημμέλει, χρωμένη πρὸς γένεσιν ἀρετῶν καὶ ὑπόστασιν· πῶς δὲ τούτων πάλιν ἀπαλλαγεῖσα τῶν σχέσεων, τοὺς τῶν γεγονότων λόγους διὰ τῆς εν πνεύματι φυσικῆς θεωρίας, ἀφέτους τῶν ἐν αὐτοῖς αἰσθητῶν συμβόλων γενομένους, ἐπιστημονικῶς ἀναλέξεται· πῶς τε αὖ μετὰ τούτους πάλιν τοῖς νοητοῖς προσβαλοῦσα, καθαρῷ τῆς ἐπ᾿ αἰσθήσεσιν διανοίας γενομένῳ τῷ νῷ, τὰς ἁπλᾶς δέξεται νοήσεις, καὶ τὴν τὰ πάντα συνδέουσαν ἀλλήλοις κατὰ τὸν ἀρχικὸν τῆς σοφίας λόγον, ἁπλῆν ἀναλήψεται γνῶσιν· μεθ᾿ ἥν, ὡς πάντα τὰ ὄντα περάσασα, μετὰ τῶν αὐτοῖς προσφυῶν νοημάτων, πάσης ὑπολελυμένη καθαρῶς, καὶ αὐτῆς πρὸς τὸ νοεῖν οἰκείας δυνάμεως, πρὸς αὐτὸν πάθῃ τὸν Θεὸν τὴν ὑπὲρ νόησιν ἕνωσιν· καθ᾿ ἣν ἀφράστως παρ᾿ αὐτοῦ δεχομένη τῆς ὄντως ἀληθείας, σπέρματος δίκην, τὴν μάθησιν, πρὸς ἁμαρτίαν οὐκέτι τραπήσεται χώρας οὐκ οὔσης ἔτι τῷ διαβόλῳ πρὸς κακίαν αὐτὴν πιθανῶς ὑποσύρεσθαι, διὰ τὴν ἄγνοιαν τοῦ φύσει καλοῦ, καὶ πάντα τὰ μετέχειν αὐτοῦ δυνάμενα καλλωπίζοντος.

Ἐπειδὴ τούτων, καὶ τῶν τοιούτων ἐζητήσατε τοὺς λόγους καὶ τοὺς τρόπους, καὶ τὰς αἰτίας ἐγγράφως ὑμῖν καταθέσθαι, κελευόντων ὑμῶν, ἀναμεινάτω μικρὸν τέως ὁ περὶ τούτων λόγος· ἂν διδῷ Θεός, ἐν ἄλλοις εὐκαιρότερον ἐξετασθησόμενος καὶ φιλοπονώτερον βασανισθησόμενος, εἴπερ ὅλως αἴσθωμαι δυνάμεως κατὰ νοῦν νυκτικῆς, καὶ τούτου τοῦ μεγάλου καὶ βαθέως κατατολμῆσαι πελάγους ἀνεχομένης· οὐ γὰρ αἰσχύνομαι λέγειν, ὡς οὐδέπω τὰς δυσεκλύτους ἔγνων τῶν ἀκαθάρτων δαιμόνων μεθοδείας τε καὶ τέχνας, ἅτε δὴ τὸν τῆς ὕλης κονιορτὸν ἔχων ἐπισκοτοῦντα τοῖς ὄμμασι τῆς ψυχῆς, καὶ οὐκ ἐῶντα καθαρῶς θεωρῆσαι τὴν τῶν γεγονότων φύσιν· καὶ διακρῖναι τῶν ὄντων συλλόγου τὰ εἶναι δοκοῦντα, καὶ μόνην φενακίζοντα τὴν ἄλογον αἴσθησιν· ὅτι μόνων ὡς ἀληθῶς ἐστιν τὰ τοιαῦτα διερευνᾶσθαι καὶ εἰπεῖν, τῶν ἄγαν θεωρητικῶν καὶ ὑψηλῶν τὴν διάνοιαν· καὶ διὰ πείρας πολλῆς εἰληφότων, τήν τε τῶν καλῶν καὶ μὴ τοιούτων διάγνωσιν· καὶ τὸ δὴ τῶν ἄλλων ἁπάντων κρεῖττον καὶ τιμιώτερον, τὴν πρὸς τὸ νοεῖν τε καλῶς, καὶ λέγειν σαφῶς τὰ νοηθέντα (253) παρὰ τοῦ Θεοῦ δεξαμένων χάριν καὶ δύναμιν· πλὴν ὡς ἂν μὴ παντελῶς ἀπαραμύθητος κατὰ τὴν παροῦσαν ὑπόθεσιν ὁ περὶ τούτων λόγος καταλειφθῇ, μικρὰ περὶ τῆς γενέσεως τῶν παθῶν εἰπών, καὶ ὅσον παραδεῖξαι τοῖς καθ᾿ ὑμᾶς γνωστικοῖς τὸ τέλος ἐκ τῆς ἀρχῆς, τῶν ἐφ᾿ ἑξῆς ἀκολούθως ποιοῦμαι κεφαλαίων τὴν ἐξήγησιν.

Ὅρος κακοῦ.

Τὸ κακὸν οὔτε ἦν, οὔτε ἔσται κατ᾿ οἰκείαν φύσιν ὑφεστώς· οὔτε γὰρ ἔχει καθ᾿ ὁτιοῦν οὐσίαν, ἢ φύσιν, ἢ ὑπόστασιν, ἢ δύναμιν, ἢ ἐνέργειαν ἐν τοῖς οὖσιν· οὔτε, ποιότης ἐστίν, οὔτε ποσότης, οὔτε σχέσις, οὔτε τόπος, οὔτε χρόνος, οὔτε θέσις, οὔτε ποίησις, οὔτε κίνησις, οὔτε ἕξις, οὔτε πάθος, φυσικῶς τινι τῶν ὄντων ἐνθεωρούμενον, οὔτε μὴν ἐν τούτοις πᾶσιν τὸ παράπαν κατ᾿ οἰκείωσιν φυσικὴν ὑφέστηκεν· οὔτε ἀρχή, οὔτε μεσότης, οὔτε τέλος ἐστίν· ἀλλ᾿ ἵνα ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω, τὸ κακὸν τῆς πρὸς τὸ τέλος τῶν ἐγκειμένων τῇ φύσει δυνάμεων ἐνεργείας ἐστὶν ἔλλειψις, καὶ ἄλλο καθάπαξ οὐδέν· ἢ πάλιν, τὸ κακόν, τῶν φυσικῶν δυνάμεων κατ᾿ ἐσφαλμένην κρίσιν ἐστίν, ἐπ᾿ ἄλλο παρὰ τὸ τέλος ἀλόγιστος κίνησις· τέλος δὲ φημι, τὴν τῶν ὄντων αἰτίαν, ἧς φυσικῶς ἐφίεται πάντα, κἂν εἰ τὰ μάλιστα τὸν φθόνον εὐνοίας πλάσματι καλύψας ὁ πονηρός, πρὸς ἄλλο τι τῶν ὄντων παρὰ τὴν αἰτίαν κινῆσαι τὴν ἔφεσιν παραπείσας δόλῳ τὸν ἄνθρωπον, τὴν τῆς αἰτίας ἐδημιούργησεν ἄγνοιαν.

Τῆς οὖν πρὸς τὸ τέλος ἐνεργείας τῶν κατὰ φύσιν δυνάμεων ὁ πρῶτος ἄνθρωπος ἐλλείψας τὴν κίνησιν, τὴν τῆς οἰκείας αἰτίας ἐνόσησεν ἄγνοιαν· ἐκεῖνον νομίσας εἶναι Θεόν, διὰ τῆς συμβουλῆς τοῦ ὄφεως, ὅνπερ ἔχειν ἀπόμοτον ὁ τῆς θείας ἐντολῆς διετάξατο λόγος. Οὕτω δὲ παραβάτης γενόμενος, καὶ τὸν Θεὸν ἀγνοήσας, πρὸς ὅλην τὴν αἴσθησιν, ὅλην ἀπρὶξ ἀναμίξας τὴν νοερὰν δύναμιν, τὴν σύνθετον καὶ ὀλέθριον πρὸς πάθος ἐνεργουμένην τῶν αἰσθητῶν ἐπεσπάσατο γνῶσιν, καὶ παρεσυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, τὰ αὐτὰ αὐτοῖς κατὰ πάντα τρόπον καὶ ἐνεργῶν καὶ ζητῶν καὶ βουλόμενος· καὶ πλέον εἰς ἀλογίαν ἔχων, τοῦ κατὰ φύσιν λόγου πρὸς τὸ παρὰ φύσιν τὴν ἄμειψιν. Ὅσον οὖν κατὰ μόνην τὴν αἴσθησιν, τῆς τῶν ὁρωμένων ἐπεμελεῖτο γνώσεως ὁ ἄνθρωπος, τοσοῦτον ἐπέσφιγγεν ἑαυτῷ τοῦ Θεοῦ τὴν ἄγνοιαν· ὅσον δὲ ταύτης τῆς ἀγνοίας συνέσφιγγε τὸν δεσμόν, τοσοῦτο τῆς πείρας ἀντείχετο τῆς τῶν γνωσθέντων ὑλικῶν αἰσθητικῆς ἀπολαύσεως· ὅσον δὲ ταύτης ἐνεφορεῖτο, τοσοῦτον τῆς ἐκ ταύτης γεννώμενης φιλαυτίας ἐξῆπτε τὸν ἔρωτα· ὅσον δὲ πεφροντισμένως περιεποιεῖτο τῆς φιλαυτίας τὸν ἔρωτα, τοσοῦτον τῆς ἡδονῆς, ὡς τῆς φιλαυτίας οὔσης καὶ γεννήματος καὶ τέλους, πολλοὺς ἐπενόει τρόπους συστάσεως. Καὶ ἐπειδὴ πᾶσα κακία πέφυκε τοῖς συνιστῶσιν αὐτὴν συμφθείρεσθαι τρόποις· (255) εὑρίσκων δι᾿ αὐτῆς τῆς πείρας, πάσης ἡδονῆς εἶναι πάντως τὴν ὀδύνην διάδοχον, πρὸς μὲν τὴν ἡδονήν, τὴν ὅλην ἔσχεν ὁρμήν· πρὸς δὲ τὴν ὀδύνην, τὴν ὅλην ἀποφυγήν· τῆς μέν, κατὰ πᾶσαν ὑπεραγωνιζόμενος δύναμιν, τὴν δέ, κατὰ πᾶσαν σπουδὴν καταγωνιζόμενος· οἰόμενος, ὅπερ ἀμήχανον ἦν, διὰ τῆς τοιαύτης μεθοδείας, ἀλλήλων ταύτας διαστῆσαι, καὶ μόνην τὴν ἡδονὴν συνημμένην τὴν φυλαυτίαν ἔχειν, παντελῶς ὀδύνης ἀπείραστον· ἀγνοήσας ὑπὸ τοῦ πάθους, ὡς ἔοικεν, ὡς οὐκ ἐνδέχεταὶ ποτε χωρὶς ὀδύνης εἶναι τὴν ἡδονήν. Ἐγκέκραται γὰρ τῇ ἡδονῇ τῆς ὀδύνης ὁ πόνος, κἂν λανθάνειν δοκεῖ τοὺς ἔχοντας διὰ τὴν κατὰ τὸ πάθος τῆς ἡδονῆς ἐπικράτειαν· ἐπειδὴ τὸ ἐπικρατοῦν ἀεὶ διαφαίνεσθαι πέφυκεν, καλύπτον τοῦ παρακειμένου τὴν αἴσθησιν.

Ἐντεῦθεν ὁ πολὺς ὄχλος, τῶν παθῶν καὶ ἀναρίθμητος εἰσεφθάρη τῷ βίῳ τῶν ἀνθρώπων. Ἐντεῦθεν πολυστένακτος γέγονεν ἡμῖν ἡ ζωή, τῆς οἰκείας ἀναιρέσεως τιμῶσα τὰς ἀφορμάς, καὶ τῆς φθορᾶς τὰς προφάσεις ἑαυτῇ διὰ τὴν ἄγνοιαν ἐξευρίσκουσά τε καὶ περιέπουσα. Ἐντεῦθεν ἡ μία φύσις, εἰς μυρία κατεμερίσθη τιμήματα· καὶ οἱ τῆς αὐτῆς φύσεως, ἀλλήλων ἐσμὲν δίκην ἑρπετῶν θηρίων παραναλώματα. Ἡδονῆς γὰρ διὰ τὴν φιλαυτίαν ἀντιποιούμενοι, καὶ ὀδύνην διὰ τὴν αὐτὴν αἰτίαν πάλιν φεύγειν σπουδάζοντες, τὰς ἀμυθήτους τῶν φθοροποιῶν παθῶν ἐπινοοῦμεν γενέσεις· οἷον, εἰ μὲν δι᾿ ἡδονῆς τῆς φιλαυτίας φροντίζομεν, γεννῶμεν τὴν γαστριμαργίαν, τὴν ὑπερηφανίαν, τὴν κενοδοξίαν, τὴν φυσίωσιν, τὴν φιλαργυρίαν, τὴν πλεονεξίαν, τὴν τυραννίδα, τὸν γαῦρον, τὴν ἀλαζονείαν, τὴν ἀπόνοιαν, τὴν μανίαν, τὴν οἴησιν, τὸν τῦφον, τὴν καταφρόνησιν, τὴν ὕβριν, τὸ βέβηλον, τὸ εὐτράπελον, τὴν ἀσωτείαν, τὴν ἀκολασίαν, τὴν περπερείαν, τὸν μετεωρισμόν, τὴν βλακείαν, τὸν αἰκισμόν, τὸν ἐκμυκτηρισμόν, τὴν πολυλογίαν, τὴν ἀκαιρολογίαν, τὴν αἰσχρολογίαν, καὶ ὅσα ἄλλα τοιούτου γένους ἐστίν· εἰ δὲ μᾶλλον δι᾿ ὀδύνης ὁ τῆς φιλαυτίας αἰκίζεται τρόπος, γεννῶμεν τὸν θυμόν, τὸν φθόνον, τὸ μῖσος, τὴν ἔχθραν, τὴν μνησικακίαν, τὴν λοιδορίαν, τὴν καταλαλιάν, τὴν συκοφαντίαν, τὴν λύπην, τὴν ἀνελπιστίαν, τὴν ἀπόγνωσιν, τὴν τῆς προνοίας διαβολήν, τὴν ἀκηδίαν, τὴν ὀλιγωρίαν, τὴν ἀθυμίαν, τὴν δυσθυμίαν, τὴν ὀλιγοψυχίαν, τὸ ἄκαιρον πένθος, τὸν κλαυθμόν, τὴν κατήφειαν, τὸν ὀλοφυρμόν, τὸν ζῆλον, τὴν ζηλοτυπίαν, τὴν παραζήλωσιν, καὶ ὅσα ἄλλα τῆς τῶν καθ᾿ ἡδονὴν ἀφορμῶν ἐστερημένης ἐστὶν διαθέσεως. Ἐκ δὲ τῆς γινομένης δι᾿ ἄλλας τινὰς αἰτίας καθ᾿ ἡδονὴν [Fr.καὶ ὀδύνην] ὀδύνης μίξεως ἤγουν μοχθηρίας· οὕτω γὰρ καλοῦσι τινὲς τὴν ἐκ τῶν ἐναντίων μερῶν τῆς κακίας σύνθεσιν, γεννῶμεν τὴν ὑπόκρισιν, τὴν εἰρωνείαν, τὸν δόλον, τὴν προσποίησιν, τὴν κολακείαν, τὴν ἀνθρωπαρέσκειαν, καὶ ὅσα ἄλλα τῆς μικτῆς εἰσι πανουργίας ἐπινοήματα [Phot. al. ἐπινοσήματα]. Πάντα γὰρ ἀπαριθμεῖσθαι τανῦν, καὶ λέγειν μετὰ τῶν οἰκείων σχημάτων τε, καὶ τρόπων, καὶ αἰτιῶν, καὶ καιρῶν, (257) οὐκ ἀνεκτόν· τῆς ἐπ᾿ αὐτοῖς ἐξετάσεως Θεοῦ χαριζομένου δύναμιν, κατ᾿ ἰδίαν ὑπόθεσιν ἐρευνηθησομένης.

Ὅρος ἄλλος κακίας.

Τὸ τοίνυν κακόν ἐστιν, ὡς προέφην, ἡ ἄγνοια τῆς ἀγαθῆς τῶν ὄντων αἰτίας· ἥτις τὸν μὲν νοῦν πηρώσασα τὸν ἀνθρώπινον, τὴν αἴσθησιν δὲ τρανῶς διανοίξασα, τῆς μὲν θείας γνώσεως παντελῶς αὐτὸν ἀπεξένωσεν· τῆς δὲ τῶν αἰσθητῶν ἐμπαθοῦς ἐπλήρωσε γνώσεως· ἧς πρὸς μόνην τὴν αἴσθησιν ἀνέδην μεταλαμβάνων κτηνῶν ἀλόγων δίκην ὁ ἄνθρωπος, καὶ εὑρὼν διὰ τῆς πείρας τῆς φαινομένης αὐτοῦ σωματικῆς φύσεως συστατικὴν τῶν αἰσθητῶν τὴν μετάληψιν, εἰκότως οἷα τοῦ νοητοῦ κάλλους ἤδη τῆς θείας ὡραιότατος διαμαρτήσας, τὴν φαινομένην κτίσιν εἰς Θεὸν παρεγνώρισεν, διὰ τὴν αὐτῆς πρὸς σύστασιν σώματος χρείαν, θεοποιήσας· καὶ τὸ σῶμα τὸ ἴδιον οἰκείως ἔχον κατὰ φύσιν πρὸς τὴν νομισθεῖσαν εἶναι Θεὸν κτίσιν, κατὰ τὸ εἰκὸς ἠγάπησε, κατὰ πᾶσαν σπουδήν, διὰ τῆς περὶ μόνον τὸ σῶμα φροντίδος τε καὶ ἐπιμελείας, λατρεύων τῇ κτίσει παρὰ τὸν κτίσαντα. Οὐ γὰρ ἄλλως δύναταὶ τις λατρεύειν τῇ κτίσει, μὴ τὸ σῶμα περιποιούμενος· ὥσπερ οὐδὲ τῷ Θεῷ τις λατρεύειν, μὴ τὴν ψυχὴν ταῖς ἀρεταῖς ἐκκαθαίρων. Καθ᾿ ὃ σῶμα τὴν φθοροποιὸν ἐπιτελῶν λατρείαν ὁ ἄνθρωπος, καὶ καθ᾿ ἑαυτοῦ γενόμενος φίλαυτος, ἡδονὴν εἶχεν ἀπαύστως, καὶ ὀδύνην ἐνεργουμένην· ἐσθίων ἀεὶ τοῦ ξύλου [Αl. τὸ ξύλον] τῆς παρακοῆς, τοῦ καλοῦ τε καὶ κακοῦ κατ᾿ αὐτὸν μεμιγμένην κατὰ τὴν αἴσθησιν διὰ τῆς πείρας ἔχων τὴν οἴησιν [Fr. γνῶσιν].

Καὶ τάχα ξύλον εἶναι γνωστὸν καλοῦ καὶ πονηροῦ τὴν φαινομένην κτίσιν εἰπὼν τις, οὐχ ἁμαρτήσει τῆς ἀληθείας· ἡδονῆς γὰρ καὶ ὀδύνης ποιητικὴν ἔχει φυσικῶς τὴν μετάληψιν.

Ἢ πάλιν ἐπειδὴ καὶ λόγους ἔχει πνευματικοὺς τῶν ὁρωμένων ἡ κτίσις, καὶ νοῦν διατρέφοντας· καὶ δύναμιν πάλιν φυσικήν, τὴν μὲν αἴσθησιν τέρπουσαν· τὸν δὲ νοῦν διαστρέφουσαν, ξύλον γνωστὸν καλοῦ τε καὶ κακοῦ προσηγορεύθη· τοῦ καλοῦ μὲν ἔχουσα γνῶσιν θεωρουμένη πνευματικῶς· τοῦ κακοῦ δέ, λαμβανομένη σωματικῶς. Παθῶν γὰρ γίνεται διδάσκαλος τοῖς σωματικῶς αὐτῆς μεταλαμβάνουσιν, τῶν θείων αὐτοῖς λήθην ἐπάγουσα· διὸ τῷ ἀνθρώπῳ τυχὸν ἀπηγόρευσεν, ἀναβαλλόμενος αὐτῆς τέως τὴν μετάληψιν ὁ Θεός, ἵνα πρότερον, ὡς ἦν μάλιστα δίκαιον, διὰ τῆς ἐν χάριτι μετοχῆς τὴν οἰκείαν ἐπιγνοῦς αἰτίαν, καὶ τὴν δοθεῖσαν κατὰ χάριν ἀθανασίαν διὰ τῆς τοιαύτης μεταλήψεως πρὸς ἀπάθειαν στομώσας καὶ ἀτρεψίαν, ὡς θεὸς ἤδη τῇ θεώσει γενόμενος, ἀβλαβῶς ἐπ᾿ ἀδείας μετὰ Θεοῦ τὰ τοῦ Θεοῦ διασκέψηται κτίσματα, καὶ τὴν αὐτῶν ἀναλήψηται (260) γνῶσιν ὡς Θεός, ἀλλ᾿ οὐκ ἄνθρωπος, τὴν αὐτὴν ἔχων τῷ Θεῷ κατὰ χάριν τῶν ὄντων μετὰ σοφίας εἴδησιν, διὰ τὴν πρὸς θέωσιν τοῦ νοῦ καὶ τῆς αἰσθήσεως μεταποίησιν.

Οὕτω μὲν οὖν ἐνταῦθα ληπτέον περὶ τοῦ ξύλου, κατὰ τὴν πᾶσιν ἁρμόσαι δυναμένην ἀναγωγήν, τοῦ μυστικωτέρου λόγου καὶ κρείττονος φυλαττομένου τοῖς μυστικοῖς τὴν διάνοιαν, καὶ παρ᾿ ἡμῶν διὰ τῆς σιωπῆς τιμωμένου. Τοῦ ξύλου δὲ νῦν τῆς παρακοῆς ἐμνήσθην παροδικῶς, δεῖξαι θέλων ὡς ἡ περὶ Θεὸν ἄγνοια, τὴν κτίσιν ἐθεοποίησεν· ἧς ὑπάρχει λατρεία σαφής, ἡ κατὰ τὸ σῶμα τοῦ γένους τῶν ἀνθρώπων φυλαυτία· περὶ ἥν ἐστιν ὥσπερ τις μικτὴ γνῶσις, ἡ τῆς ἡδονῆς πεῖρα καὶ τῆς ὀδύνης· δι᾿ ἃς ἡ πᾶσα τῶν κακῶν ἐπεισήχθη τῷ βίῳ τῶν ἀνθρώπων ἰλύς, διαφόρως τε καὶ ποικίλως, καὶ ὡς οὐκ ἂν τις ἐφίκοιτο λόγος, πολυμόρφως συνισταμένη, καθόσον ἕκαστος τῶν τῆς ἀνθρωπίνης μετειληφότων φύσεως, κατὰ τὸ ποσόν τε καὶ ποιόν ἐν ἑαυτῷ ζῶσαν ἔχει καὶ πράττουσαν τὴν περὶ τὸ φαινόμενον αὐτοῦ μέρος· λέγω δὲ τὸ σῶμα, φιλίαν, ἀναγκάζουσαν αὐτὸν δουλοπρεπῶς, διά τε τὴν ἐπιθυμίαν τῆς ἡδονῆς, καὶ τὸν φόβον τῆς ὀδύνης, πολλὰς ἰδέας ἐπινοῆσαι παθῶν, καθὼς οἳ τε καιροὶ συμπίπτουσι καὶ τὰ πράγματα, καὶ ὁ τῶν τοιούτων ἐπιδέχεται τρόπος· ἐφ᾿ ᾧ τὴν μὲν ἡδονὴν ἑλεῖν δυνηθῆναι διαπαντὸς πρὸς συμβίωσιν· τῆς ὀδύνης δὲ παντελῶς ἀνέπαφον διαμεῖναι, τὸ ἀμήχανον ἐπιτηδεύειν διδάσκουσαν, καὶ εἰς πέρας κατὰ σκοπὸν ἐλθεῖν μὴ δυνάμενον. Φθαρτῆς γὰρ οὔσης τῆς ὅλης φύσεως τῶν σωμάτων καὶ σκεδαστῆς, δι᾿ ὅσων τις ἐπιτηδεύει τρόπων ταύτην συστήσασθαι, τὴν αὐτῆς φθορὰν ἰσχυροτέραν μᾶλλον καθίστησιν· δεδοικὼς καὶ μὴ θέλων ἀεὶ τὸ στεργόμενον, καὶ παρὰ γνώμην περιέπων ἀνεπαισθήτως διὰ τοῦ στεργομένου τὸ μὴ στεργόμενον, ἐξηρτημένον τῶν φύσει στῆναι μὴ δυναμένων· καὶ διὰ τοῦτο συνεξαλλοιῶν τοῖς σκεδαστοῖς τῆς ψυχῆς τὴν διάθεσιν, συνδιανηχομένην ἀστάτως τοῖς ῥέουσιν, καὶ τὴν οἰκείαν ἀπώλειαν οὐ κατανοῶν, διὰ τὴν παντελῆ τῆς ψυχῆς πρὸς ἀλήθειαν τύφλωσιν.

Πάντων δὲ τούτων τῶν κακῶν ἐστιν ἀπαλλαγή, καὶ σύντομος πρὸς σωτηρίαν ὁδός, ἡ ἀληθὴς τοῦ Θεοῦ κατ᾿ ἐπίγνωσιν ἀγάπη, καὶ ἡ καθ᾿ ὅλου τῆς κατὰ ψυχὴν πρός τε τὸ σῶμα καὶ τὸν κόσμον τοῦτον ἐξάρνησις· καθ᾿ ἥν, τῆς μὲν ἡδονῆς τὴν ἐπιθυμίαν, καὶ τῆς ὀδύνης δὲ τὸν φόβον ἀποβαλλόμενοι, τῆς κακῆς ἐλευθερούμεθα φιλαυτίας, πρὸς τὴν γνῶσιν ἀναβιβασθέντες τοῦ Κτίσαντος, καὶ πονηρᾶς ἀγαθὴν ἀντιλαμβάνοντες νοερὰν φιλαυτίαν σωματικῆς κεχωρισμένην στοργῆς, οὐ παυόμεθα λατρεύοντες τῷ Θεῷ διὰ ταύτης τῆς καλῆς φιλαυτίας, ἐκ Θεοῦ τῆς ψυχῆς ἀεὶ ζητοῦντες σύστασιν. Αὕτη γάρ ἐστιν ἡ ἀληθὴς λατρεία, καὶ ὄντως θεάρεστος ἡ τῆς ψυχῆς διὰ τῶν ἀρετῶν ἀκριβὴς ἐπιμέλεια.

Ὁ τοίνυν σωματικῆς ἡδονῆς μὴ ἐφιέμενος, καὶ ὀδύνην παντελῶς μὴ φοβούμενος, γέγονεν ἀπαθής, καὶ ταύταις μετὰ τῆς τεκούσης αὐτὰς φιλαυτίας, πάντα τὰ (261) δι᾿ αὐτῆς τε καὶ ἐξ αὐτῶν, μετὰ τῆς ἀρχικωτάτης τῶν κακῶν ἀγνοίας ὁμοθυμαδὸν συναπέκτεινε πάθη, καὶ ὅλος γέγονεν τοῦ ἑστῶτός τε καὶ μένοντος, καὶ ἀεὶ ὡσαύτως ἔχοντος φύσει καλοῦ· παντάπασιν αὐτῷ συνδιαμένων ἀκίνητος, καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Θεοῦ κατοπτριζόμενος, ἐκ τῆς ἐν αὐτῷ φωτοειδοῦς λαμπρότητος, τὴν θείαν καὶ ἀπρόσιτον δόξαν θεώμενος.

Δειχθείσης τοιγαροῦν ἡμῖν ὑπὸ τοῦ λόγου τῆς ὀρθῆς καὶ ῥᾳδίας ὁδοῦ τῶν σωζομένων, τὴν ἡδονὴν τῆς παρούσης ζωῆς, καὶ τὴν ὀδύνην ὅση δύναμις ἀρνησώμεθα· καὶ τοὺς ὑφ᾿ ἡμᾶς τοῦτο ποιεῖν διδάξωμεν παρακλήσει πολλῇ, καὶ πάσης παθῶν ἐπινοίας καὶ δαιμονιώδους κακουργίας παντελῶς ἀπηλλάγημέν τε καὶ ἀπηλλάξαμεν· καὶ μόνης ἀντιποιηθῶμεν τῆς ἀγάπης, καὶ οὐδεὶς ἡμᾶς τοῦ Θεοῦ χωρίσαι δυνήσεται, οὐ θλίψις, οὐ στενοχωρία, οὐ λιμός, οὐ κίνδυνος, οὐ μάχαιρα, οὐχ ὅσα τῷ ἁγίῳ ἀπηρίθμηται Ἀποστόλῳ κατὰ τὸν τόπον· διὰ τῆς κατ᾿ ἐνέργειαν γνώσεως, τῆς ἀγάπης ἐν ἡμῖν ἀκινήτου μενούσης, τὴν ψυχῆς ἀΐδιόν τε καὶ ἄῤῥητον ἐξ αὐτοῦ χορηγούμενοι εὐφροσύνην καὶ σύστασιν· ἧς ἀξιωθέντες, πρὸς μὲν τὸν κόσμον, τὴν σώζουσαν ἕξομεν ἄγνοιαν, μηκέτι δίχα λογισμοῦ σώφρονος, ὡς τὸ πρότερον ἀνακεκαλυμμένῳ προσώπῳ τῆς αἰσθήσεως, ὡς δόξαν τὴν τῶν αἰσθητῶν ἐπιφάνειαν βλέποντες, περὶ ἣν τὰ πάθη προδήλως ἔχει τὴν γένεσιν· ἀλλὰ μᾶλλον ἀνακεκαλυμμένῳ προσώπῳ τῆς διανοίας, παντὸς αἰσθητοῦ καλύμματος ἀπηλλαγμένῳ, τὴν ἐν ἀρεταῖς καὶ γνώσει πνευματικῇ δόξαν τοῦ Θεοῦ κατοπτριζόμενοι· καθ᾿ ἣν ἡ κατὰ χάριν προσγίνεσθαι πέφυκεν ἕνωσις. Ὡς γὰρ ἀγνοήσαντες τὸν Θεὸν τὴν ἀπολαυστικῶς τῇ αἰσθήσει γνωσθεῖσαν κτίσιν διὰ τὴν ἐξ αὐτῆς τοῦ σώματος σύστασιν Θεὸν ἐποιήσαμεν· οὕτω τὴν ἐφικτὴν τῇ νοήσει κατ᾿ ἐνέργειαν γνῶσιν τοῦ Θεοῦ λαμβάνοντες, διὰ τὴν ἐξ αὐτοῦ τὴν ψυχῆς πρός τε τὸ εἶναι, καὶ εὖ εἶναι σύστασιν, πᾶσαν πάσης αἰσθήσεως ἀγνοήσομεν πεῖραν.

ΠΡΟΛΟΓΟΣ

Τῶν παρακειμένων τοῖς μετωπίοις σχολίων.

Φυσικὸν μὲν τοῖς λογικοῖς πέφυκεν κάλλος, ὁ λόγος· λόγου δὲ κάλλος, ἡ κατὰ τὸν λόγον ἀκριβὴς τῶν λογικῶν ἐστι σύνεσις· συνέσεως δὲ κάλλος ἐστὶν ἡ κατὰ τὴν ἀρετὴν σὺν λόγῳ τῶν λογικῶν γνώριμος ἕξις. Ταύτης δὲ κάλλος τῆς ἕξεως, ἡ περὶ τὴν ἀληθῆ γνῶσιν ἀπλανὴς θεωρία καθέστηκεν, ἧς τέλος ἐστὶν ἡ σοφία, συνέσεως ὑπάρχουσα σαφεστάτη συμπλήρωσις, οἷα δὴ λόγος τυγχάνουσα κατὰ φύσιν τετελεσμένος, ὅστις ἐστὶν νοῦς καθαρός, τῇ περὶ τὴν αἰτίαν ἑνώσει, σχέσιν λαβὼν ὑπὲρ νόησιν· καθ᾿ ἣν ἀποπαύσας τὴν πολυποίκιλον πρὸς τὰ μετὰ τὴν αἰτίαν φυσικὴν αὐτοῦ κίνησίν τε καὶ σχέσιν, μόνης (264) ἀγνώστως ἀντέχεται, κατὰ τὴν ἄφθεγκτον λῆξιν γεγενημένος τῆς ὑπὲρ νόησιν παμμακαρίστου σιγῆς ἣν δηλῶσαι παντελῶς οὐ δύναται λόγος ἢ νόησις· ἀλλὰ μόνη κατὰ μέθεξιν ἡ πεῖρα τῶν ἀξιωθέντων τῆς ὑπὲρ νόησιν ἀπολαύσεως· ἧς σημεῖόν ἐστιν εὔγνωστόν τε καὶ πᾶσι κατάδηλον, ἡ κατὰ διάθεσιν πρὸς τὸν αἰῶνα τοῦτον παντελὴς ἀναισθησία τῆς ψυχῆς διάστασις.

Ἐντεῦθεν εἰδὼς μηδὲν λόγου κατὰ φύσιν εἶναι τοῖς λογικοῖς οἰκειότερον, μήτε μὴν τοῖς περὶ αὐτὸν τριβῆς καὶ συνέσεως τοῖς φιλοθέοις πρὸς εὐδοξίαν ἁρμοδιώτερον· φημὶ δὲ λόγον, οὐ τὸν ἐκ τέχνης ἐν προφορᾷ κατ᾿ εὐγλωττίαν πρὸς ἀκοῆς ἡδονὴν κομψῶς γεγοητευμένον, ὃν ἀσκεῖσθαι καὶ μοχθηροὶ δύναντ᾿ ἂν ἄνδρες ἐπιτηδεύοντες· ἀλλ᾿ ὃν ἡ φύσις οὐσιωδῶς καὶ δίχα μαθήσεως κατὰ διάθεσιν ἔχει κρυπτόμενον, πρός τε τὴν ἄπταιστον τῶν ὄντων διάσκεψιν, καὶ τῆς ἐν λόγοις ἀληθείας διάληψιν· ὃν καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον καλῶς τοῖς ἀρεταῖς διαπλασθέντα, πρὸς συμβίωσιν πέφυκεν ἄγεσθαι, καὶ θεῖον ἄγαλμα τῆς καθ᾿ ὁμοίωσιν ὡραιότητος αὐτὸν κατασκευάζειν· μηδενὶ τῶν προσόντων φυσικῶς τῇ θεότητι κατὰ τὴν χάριν λειπόμενον. Ὄργανον γάρ ἐστιν ὅλην ἐπιστημόνως συλλεγόμενον τὴν νοητῶς ἐν τοῖς οὖσι ἀπαστράπτουσαν τῆς θείας ἀγαθότητος ἔμφασιν· δι᾿ ἧς ἐμβατεύων τῇ τῶν ὄντων μεγαλουργίᾳ, πρὸς τὴν γενέτιν φέρει τε καὶ φέρεται τῶν ὄντων αἰτίαν· τοὺς αὐτῷ δι᾿ ὅλου ποιώσαντας τὴν ὅλην ὁρμὴν τῆς ἑνούσης αὐτοῖς κατὰ φύσιν ἐφέσεως, μηδενὶ τῶν μετὰ τὴν αἰτίαν παντελῶς κρατουμένους. Ὃν ἡμεῖς περιέποντες, πάντων παρὰ φύσιν δουλούμενοι· πασῶν δὲ τῶν θείων ἀναδεικνύμεθα πράκτορες ἀρετῶν, παντὶ δηλονότι καλῷ τὸ κατὰ τὴν ὕλην αἶσχος τῆς ψυχῆς, πρὸς κάλλος πνευματικὸν ἀποξέοντες. Ἔνθα γὰρ λόγος κρατεῖ, τὸ κατ᾿ αἴσθησιν πέφυκεν ἀπογίνεσθαι κράτος, ἐν ᾧ τῆς ἁμαρτίας πέφυρταὶ πως ἡ δύναμις, πρὸς οἶκτον τῆς συγγενοῦς καθ᾿ ὑπόστασιν σαρκὸς τὴν ψυχὴν δι᾿ ἡδονῆς ὑποσύρουσα· καθ᾿ ἣν ὡς ἔργον αὐτῇ φυσικὸν ἐγχειρήσασα τὴν ἐμπαθῆ καὶ καθ᾿ ἡδονὴν τῆς σαρκὸς ἐπιμέλειαν, ἀπάγει τῆς κατὰ φύσιν ζωῆς, καὶ πείθεται τῆς ἀνυποστάτου κακίας αὐτὴν γενέσθαι δημιουργόν. Κακία γάρ ἐστι ψυχῆς νοερᾶς, ἡ λήθη τῶν κατὰ φύσιν καλῶν, ἥτις ἐκ τῆς περὶ σάρκα τε καὶ κόσμον ἐμπαθοῦς, ἐπιγίνεται σχέσεως· ἣν ἀφανίζει στρατηγῶν ὁ λόγος, καὶ κατ᾿ ἐπιστήμην πνευματικήν, τήν τε τοῦ κόσμου καὶ τῆς σαρκὸς διερευνώμενος γένεσίν τε καὶ φύσιν, καὶ πρὸς τὴν συγγενῆ τῶν νοητῶν τὴν ψυχὴν χώραν ἐλαύνων, πρὸς ἣν ὁ νόμος τῆς ἁμαρτίας οὐδεμίαν ποιεῖται δύναμιν, οὐχ ἔχων καθάπερ γέφυραν πρὸς τὸν νοῦν διαβιβάζουσαν αὐτὸν ἔτι τὴν αἴσθησιν, διαλυθεῖσαν ἤδη πρὸς τὴν ψυχὴν κατὰ τὴν σχέσιν, καὶ τοῖς αἰσθητοῖς ἐναποῤῥιφεῖσαν θεάμασιν· ὧν διαβὰς τὴν σχέσιν καὶ τὴν φύσιν ὁ νοῦς, παντελῶς οὐκ αἰσθάνεται.

(265) Τοῦτο, καθάπερ ἔφην, εἰδώς, δεῖν ᾠήθην ἑτέραν τινὰ τῷ παρόντι λόγῳ τῆσδε τῆς συγγραφῆς δοῦναι βοήθειαν, τὴν τῶν παρατεθέντων ἐν τοῖς μετωπίοις σχολίων γραφήν· αὐτόν τε πρὸς κάλλος συμπληροῦσαν τὸν λόγον· καὶ τοῖς ἐντευξομένοις, ἡδυτέραν τῶν ἐν τοῖς νοήμασι παρεχομένην ἑστίασιν· καὶ πάσης ἁπλῶς γινομένην τῆς ἐμφερομένης τῇ συγγραφῇ διανοίας, ἀσφάλειαν. Μετὰ γὰρ ἔκδοσιν ἀναγνοὺς τὴν ὅλην πραγματείαν, εὑρών τε τινας μὲν τόπους δεομένους σαφηνείας· τινὰς δέ, προσθήκης καὶ διανοίας· καὶ ἄλλους μετρίας τινὸς ἐπὶ τῷ κειμένῳ κατὰ τὴν ἔκδοσιν ἐπενθυμήσεως· ταύτην ἐποιησάμην τὴν τῶν σχολίων γραφήν, ἁρμόσας ἑκάστῳ τόπῳ τὸ προσῆκον ἐνθύμημα. Διὸ παρακαλῶ πάντας τοὺς ἐντευξομένους, ἢ καὶ μεταγράψοντας, καὶ τὴν τῶν σχολίων ἔξωθεν ἀναγνῶναι καὶ παραθέσθαι γραφήν, κατὰ τὴν ἑκάστῳ σημείωσιν· ἵνα ἄρτιος ᾗ κατὰ πάντα τρόπον ὁ λόγος, μηδενὶ παρημελημένῳ παντελῶς κολοβούμενος.

ΣΧΟΛΙΑ.

α´. Τὴν σάρκα φησὶν διὰ τῶν φαινομένων ἠθῶν εἶναι δεκτικὴν τῆς κατ᾿ ἀρετὴν τῆς ψυχῆς διαθέσεως, ὄργανον πρὸς ἔμφασιν αὐτῇ τῇ ψυχῇ συνεζευγμένην.

β´. Τὴν αἴσθησιν λέγει παραπέμπουσαν τῷ νῷ τὴν τῶν ὁρατῶν φαντασίαν, πρὸς κατανόησιν τῶν ἐν τοῖς οὖσιν λόγων, ὡς ὄργανον τῆς τοῦ νοῦ πρὸς τὰ νοητὰ διαβάσεως.

γ´. Τῆς ἀγάπης ἴδιὸν φησι τῶν κατ᾿ αὐτὴν ζώντων μίαν ἐνδεῖξαι γνώμην.

δ´. Ὅτι τῶν ὄντων διαβὰς τὴν οὐσίαν ὁ νοῦς, ἀνόητος γίνεται Θεῷ προσβάλλων ὑπὲρ πᾶσαν ὄντι καὶ οὐσίαν καὶ γνῶσιν καὶ νόησιν.

ε´. Ὅτι πρὸς διαθέσεις ψυχῶν ὁ τοῦ Θεοῦ λόγος ἐν τοῖς δεχομένοις αὐτὸν ποιεῖται τὴν τῶν χαρισμάτων διαφοράν.

στ´. Ὅτι κατὰ διάνοιαν ὡς ὑπὲρ παρουσῶν τῶν ὑλῶν τοὺς ἀφανεῖς ἡμῶν συμπλέκονται πολέμους οἱ δαίμονες.

ζ´. Ὅτι διὰ τὴν ἡδονὴν φησι ἀγαπῶμεν τὰ πάθη· καὶ διὰ τὴν ὀδύνην τὴν ἀρετὴν ἀποφεύγομεν.

η´. Ὅτι καθάπερ ὁ λόγος κρατῶν τῶν παθῶν ἀρετῆς ὄργανον ποιεῖται τὰς αἰσθήσεις, οὕτω καὶ τὰ πάθη κρατοῦντα τοῦ λόγου, μορφοῦσιν τὰς αἰσθήσεις πρὸς ἁμαρτίαν.

θ´. Τῶν αἰσθητῶν δηλονότι.

ι´. Ὅτι καθ᾿ ἕξιν μετὰ τὴν ἀπαλλαγὴν τῆς πρὸς τὰ ὄντα φυσικῆς σχέσεως ἑνωθεῖσα τῷ Θεῷ ἡ ψυχή, τὴν περὶ τὸ καλὸν παγιότητα λαμβάνει ἀμετακίνητον.

(268) ια´. Ὄντα λέγει τὰς τῶν ὄντων οὐσίας· εἶναι δὲ δοκοῦντα τὰς κατὰ ποῖον καὶ πόσον ῥοάς τε καὶ ἀποῤῥοάς, περὶ ἃς ἡ τῶν αἰσθήσεων πλάσις συνέστηκεν τὴν ἁμαρτίαν δημιουργοῦσα.

ιβ´. Ὅτι μέσος ὢν Θεοῦ καὶ ὕλης ὁ ἄνθρωπος, τὸ πρὸς τὸν Θεὸν ὡς αἰτίαν καὶ τέλος τῆς οἰκείας γενέσεως μὴ κινεῖσθαι, ἀλλὰ πρὸς τὴν ὕλην, εἰκότως τὸν Θεὸν ἠγνόησε, τῇ πρὸς τὴν ὕλην ῥοπῇ τὸν νοῦν ἀπογεώσας.

ιγ´. Σύνθετον γνῶσιν εἶπεν, τὴν κατ᾿ αἴσθησιν πεῖραν τῶν αἰσθητῶν, ὡς κατὰ φύσιν ἔχουσαν ἡδονὴν διὰ τὴν γένεσιν, καὶ πόνον διὰ τὴν φθοράν.

ιδ´. Κτίσις τῶν ὁρατῶν, φησιν, καὶ πρὸς τὸν νοῦν ἔχει λόγους πνευματικούς, καὶ φυσικὴν πρὸς αἴσθησιν δύναμιν· ὧν τὰ νοήματα καθάπερ ξύλον ἐν μέσῳ τῆς καρδίας, παραδείσου τροπικῶς νοουμένης, ὑπάρχουσι.

ιε´. Ἀγνοεῖ τις τὴν καθ᾿ ἡδονὴν καὶ ὀδύνην τῆς αἰσθήσεως πεῖραν, ὅταν τῷ Θεῷ προσδήσει τὸν νοῦν, τῆς σωματικῆς ἐλεύθερος γενόμενος σχέσεως.

Ἐκ τῶν Φωτίου.

Τούτων τὰς λύσεις ὁ θεῖος οὗτος ἀνὴρ καὶ γενναῖος ὁμολογητὴς ἀποδιδόναι ὑπέρχεται πόνον. Ἐστὶ δὲ τὴν φράσιν σχοινοτενής τε ταῖς περιόδοις, καὶ χαίρων ὑπερβατοῖς· ἐνακμάζων τε ταῖς περιβολαῖς, καὶ κυριολογεῖν οὐκ ἐσπουδασμένος· ἐξ ὧν αὐτοῦ τῇ συγγραφῇ καὶ τὸ ἀσαφὲς καὶ δυσεπίκτητον (δυσεπισκόπητον) διατρέχει. Τῷ τραχεῖ δὲ τοῦ ὄγκου, ὅσα περὶ συνθήκην καὶ ἀναπαύσεις τὸν λόγον ὑποβάλλων, οὐδ᾿ ἡδὺς εἶναι σπουδάζει τῇ ἀκοῇ. Μεταφορὰ αὐτῷ τῶν λέξεων οὐκ εἰς τὸ χάριεν καὶ γεγοητευμένον περιήνθισται, ἀλλ᾿ οὕτως ἁπλῶς καὶ ἀπεριμερίμνως παραλαμβάνεται· ὃ δὲ ἐγγύς, καὶ τοὺς περὶ αὐτὸν ἀποκναίει ἐσπουδακότας, πόῤῥω τοῦ γράμματος καὶ τῆς ἐγνωσμένης ἱστορίας ἢ μᾶλλον καὶ αὐτοῦ τοῦ ἠπορημένου αἱ λύσεις αὐτῷ περινοοῦνται· πλὴν εἲ τινι φίλον ἀναγωγαῖς καὶ θεωρίαις τὸν νοῦν ἀνελίσσειν, οὐκ ἂν ποικιλωτέραις οὐδ᾿ ἐσπουδασμέναις μᾶλλον ἢ ταύταις περιτύχοι. Συλλέγει μὲν γὰρ καὶ τῶν πρὸ αὐτοῦ εἰς ἔνια τῶν ἠπορημένων εἰρημένα· συνάπτει δὲ καὶ τῆς οἴκοθεν φιλοπονίας οὐδὲν ἔλαττον, εἰ μὴ καὶ μᾶλλον, τὸ γλαφυρόν τε καὶ περινενοημένον προβεβλημένα. Πανταχοῦ δὲ τὸ εὐσεβὲς αὐτοῦ, καὶ τοῦ εἰς Χριστὸν πόθου τὸ καθαρὸν καὶ γνήσιον διαλάμπει.

Ἐπειδὴ ἠγάθυνέ σε ὁ Θεός, κελεῦσαί μοι ἅπερ εἶχον σεσημειωμένα τῶν ἀπορουμένων μοι κεφαλαίων γράψαι, καὶ πέμψαι σοι, τὰ ἀναγκαιότερά μοι φανέντα προέταξα.