ΠΡΟΣ ΑΝΑΣΤΑΣΙΟΝ ΜΟΝΑΖΟΝΤΑ (132)

Χθὲς ὀκτωκαιδεκάτῃ τοῦ μηνός, ἥτις ἦν ἡ ἁγία Πεντηκοστή, ὁ πατριάρχης ἐδήλωσὲ μοι λέγων· Ποίας Ἐκκλησίας εἶ; Βυζαντίου; Ῥώμης; Ἀντιοχείας Ἀλεξανδρείας; Ἱεροσολύμων; Ἰδοὺ πᾶσαι μετὰ τῶν ὑπ᾿ αὐτὰς ἐπαρχιῶν ἡνώθησαν. Εἰ τοίνυν εἶ τῆς καθολικῆς Ἐκκλησίας, ἑνώθητι, μήπως ξένην ὁδὸν τῷ βίῳ καινοτομῶν, πάθῃς ὅπερ οὐ προσδοκᾷς. Πρὸς οὓς εἶπον· Καθολικὴν Ἐκκλησίαν, τὴν ὀρθὴν καὶ σωτήριον τῆς εἰς αὐτὸν πίστεως ὁμολογίαν, Πέτρον μακαρίσας ἐφ᾿ οἷς αὐτὸν καλῶς ὡμολόγησεν, ὁ τῶν ὅλων εἶναι Θεὸς ἀπεφήνατο. Πλὴν μάθω τὴν ὁμολογίαν, ἐφ᾿ ἣν πασῶν τῶν Ἐκκλησιῶν γέγονεν ἡ ἕνωσις· καὶ τοῦ γενομένου καλῶς, οὐκ ἀλλοτριοῦμαι. Καὶ φασι· Κἂν οὐκ ἔχωμεν περὶ τούτου κέλευσιν, λέγομεν διὰ τὸ γενέσθαι σε πάντως ἀπροφάσιστον. Δύο λέγομεν ἐνεργείας διὰ τὴν διαφοράν, καὶ μίαν διὰ τὴν ἕνωσιν. -Τὰς δύο διὰ τὴν ἕνωσιν μίαν φατὲ γεγονέναι, ἢ παρὰ ταύτας, εἶπον, ἑτέραν -Οὐ, φασίν, ἀλλὰ τὰς δύο μίαν διὰ τὴν ἕνωσιν, -Ἀπηλλάγημεν πραγμάτων, ἔφην, ἑαυτοῖς ἀνυπόστατον πίστιν, καὶ Θεὸν ἀνύπαρκτον πλάσαντες. Εἰ γὰρ εἰς μίαν συγχέομεν τὰς δύο διὰ τὴν ἕνωσιν, καὶ πάλιν εἰς δύο διαιροῦμεν διὰ τὴν διαφοράν, οὐκ ἔσται μονὰς οὔτε δυὰς ἐνεργειῶν, ἀλλήλαις ἀναιρουμένων ἀεί, καὶ ποιουσῶν ἀνενέργητον ᾧ προσπέφηκαν, καὶ παντελῶς ἀνύπαρκτον. Τὸ γὰρ μηδεμίαν ἔχον ἐκ φύσεως ἀναφαίρετον, καὶ μηδενὶ λόγῳ τροπῆς ἀλλοιουμένην καὶ μεταπίπτουσαν κίνησιν, πάσης οὐσίας ἐστέρηται κατὰ τοὺς Πατέρας, οὐκ ἔχον ἐνέργειαν οὐσιωδῶς αὐτὸ χαρακτηρίζουσαν. Τοῦτο οὖν λέγειν οὐ δύναμαι, οὔτε ἐδιδάχθην παρὰ τῶν ἁγίων Πατέρων ὁμολογεῖν. Τὸ δοκοῦν ὑμῖν, οὖσιν ἐξουσιασταῖς, ποιήσατε. - Οὐκοῦν ἄκουσον, ἔφησαν· ἔδοξε τῷ δεσπότῃ καὶ τῷ πατριάρχῃ, διὰ πραικέπτου τοῦ πάππα Ῥώμης, ἀναθεματισθῆναί σε μὴ πειθόμενον, καὶ τὸν ὁριζόμενον αὐτοῖς ἀπενέγκασθαι θάνατον. - Τὸ τῷ Θεῷ πρὸ παντὸς αἰῶνος ὁρισθὲν ἐν ἐμοὶ δέξοιτο πέρας, φέρον αὐτῷ δόξαν πρὸ παντὸς ἐγνωσμένην αἰῶνος, αὐτοῖς τοῦτο ἀκούσας ἀπεκρινάμην. -Καὶ πρὸς τὸ γνῶναί σε, καὶ προσθήκην εὐχῆς τῷ Θεῷ ποιήσασθαι καὶ δεήσεως, ἐμφανῆ σοι τὰ δηλωθέντα πεποίηκα, παρακαλῶν τῷ κυρίῳ Θείῳ, καὶ τοῖς ἐκεῖ σὺν αὐτῷ πατράσιν ἡμῶν ἁγίοις γνώριμα καταστῆσαι ταῦτα, τῆς αὐτῆς χάριν αἰτίας.

ΤΟΜΟΣ Β´. Σελ. (136)

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Μαξίμου,

Περὶ τῶν πραχθέντων ἐν τῇ πρώτῃ ἐξορίᾳ, ἤτοι ἐν Βιζύῃ· τὰ παρὰ τοῦ Θεοδοσίου ἐπισκόπου Καισαρείας Βιθυνίας, καὶ αὐτοῦ διαλεχθέντα.

Α´.

Τὰ κεκινημένα περὶ τῆς ἀμωμήτου ἡμῶν τῶν Χριστιανῶν πίστεως, καὶ τῆς τῶν δι᾿ ἐναντίας παρεισάκτου καινοτομίας, μεταξὺ τοῦ ἀββᾶ Μαξίμου, καὶ Θεοδοσίου ἐπισκόπου Καισαρείας Βιθυνίας ἀναγκαῖον ἡγησάμην κατάδηλον ποιῆσαι πᾶσιν ὑμῖν τοῖς ἐν ὀρθοδοξίᾳ διατελοῦσιν, ἵνα ἀκριβέστερον τὰ περὶ τούτων εἰδέναι ἔχοντες, δοξάζητε μᾶλλον τὸν φιλάνθρωπον Θεόν, τὸν διδόντα λόγον ἐν ἀνοίξει τοῦ στόματος (137) τῶν φοβουμένων αὐτόν· μήπως συνήθως οἱ ἐχθροὶ τῆς ἀληθείας, τἀναντία ταύτης διαφημίζοντες, ἐκταράξωσιν ὑμῶν τὰς καρδίας.

Β´.

Τοιγαροῦν τῇ εἰκοστῇ τετάρτῃ τοῦ Αὐγούστου μηνὸς τῆς νυνὶ παρελθούσης τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως, ἐξῆλθεν πρὸς αὐτὸν ἐν ᾗ παρεφυλάττετο ἐξορίᾳ, τουτέστιν ἐν κάστρῳ Βιζύης, ὁ προρηθεὶς ἐπίσκοπος Θεοδόσιος, ὡς εἶπεν, ἐκ προσώπου Πέτρου τοῦ προέδρου Κωνσταντινουπόλεως πεμφθείς· καὶ Παῦλος καὶ Θεοδόσιος οἱ ὕπατοι, ὡς εἶπον καὶ αὐτοί, ἐκ προσώπου βασιλέως πεμφθέντες· καὶ ἀνελθόντες πρὸς τὸν εἰρημένον μοναχὸν Μάξιμον, ἐν ᾧ τόπῳ ἀπεκέκλειστο, ἐκάθισαν, καὶ ἐπέτρεψαν καὶ αὐτὸν καθίσαι, συνόντος αὐτοῖς δηλονότι καὶ τοῦ ἐπισκόπου Βιζύης. Καὶ λέγει πρὸς αὐτὸν Θεοδόσιος ὁ ἐπίσκοπος· Πῶς ἔχεις, κῦρι ἀββᾶ; ΜΑΞ. Ὡς πρώρισεν ὁ Θεὸς πρὸ πάντων τῶν αἰώνων τὴν περὶ ἐμὲ προνοητικὴν διεξαγωγήν, οὕτως ἔχω. ΘΕΟΔ. Τί οὖν; πρὸ παντὸς περὶ ἑκάστου ἡμῶν ὥρισεν(προώρισεν) Ο Θεός; ΜΑΞ. Εἴπερ προέγνω, πάντως καὶ προώρισε· ΘΕΟΔ. Τί ἔστιν αὐτὸ τό, Προέγνω, καὶ Προώρισεν; ΜΑΞ. Ἡ πρόγνωσις τῶν ἐφ᾿ ἡμῖν ἐννοιῶν καὶ λόγων καὶ ἔργων ἐστίν· ὁ προορισμὸς δὲ τῶν οὐκ ἐφ᾿ ἡμῖν συμβαινόντων ἐστί. ΘΕΟΔ. Ποῖά ἐστι τὰ ἐφ᾿ ἡμῖν, καὶ ποῖα τὰ οὐκ ἐφ᾿ ἡμῖν; ΜΑΞ. Ὡς ἔοικε, πάντα γινώσκων ὁ δεσπότης μου, δοκιμαστικῶς διαλέγεται πρὸς τὸν δοῦλον αὐτοῦ. ΘΕΟΔ. Μὰ τὴν ἀλήθειαν τοῦ Θεοῦ, ἀγνοῶν ἠρώτησα, καὶ μαθεῖν θέλων τὴν διαφορὰν τῶν ἐφ᾿ ἡμῖν, καὶ οὐκ ἐφ᾿ ἡμῖν· καὶ πῶς τὰ μὲν ὑπὸ τὴν πρόγνωσιν τοῦ Θεοῦ ὑπάρχουσι· τὰ δέ, ὑπὸ τὸν προορισμὸν εἰσιν. ΜΑΞ. Ἐφ᾿ ἡμῖν ἐστι τὰ ἑκούσια πάντα, τουτέστιν ἀρεταὶ καὶ κακίαι· οὐκ ἐφ᾿ ἡμῖν δέ, αἱ ἐπιφοραὶ τῶν συμβαινόντων ἡμῖν κολαστικῶν τρόπων, ἢ τῶν ἐναντίων. Οὔτε γὰρ ἐφ᾿ ἡμῖν ἐστιν ἡ κολάζουσα νόσος, οὔτε ἡ εὐφραίνουσα ὑγεία· καὶ αἱ ποιότητες καὶ αἱ τούτων αἰτίαι. Οἷον αἰτία νόσου ἀταξία, ὥσπερ καὶ ὑγείας εὐταξία· καὶ βασιλείας οὐρανῶν αἰτία, ἡ τῶν ἐντολῶν φυλακή, ὥσπερ καὶ πυρὸς αἰωνίου, ἡ τῶν τούτων παράβασις. ΘΕΟΔ. Τί οὖν; διὰ τοῦτο θλίβῃ ἐν τῇ ἐξορίᾳ ταύτῃ, ἐπειδὴ ἄξιὰ τινα ἐποίησας ταύτης τῆς θλίψεως; ΜΑΞ. Παρακαλῶ ἵνα ὁ Θεὸς ταῦτῃ τῇ θλίψει περιορίσῃ τὰς ἐκτίσεις ὧν ἥμαρτον αὐτῷ ἐν τῇ παραβάσει τῶν αὐτοῦ δικαιωτικῶν ἐντολῶν. ΘΕΟΔ. Οὐκ ἔστι δοκιμῆς ἕνεκεν ἀπαγομένοη θλίψις πολλοῖς; ΜΑΞ. Ἡ δοκιμὴ τῶν ἁγίων ἐστίν, ἵνα φανερωθῶσι διὰ τῆς θλίψεως τῷ βίῳ τῶν ἀνθρώπων, αἱ περὶ τὸ φύσει καλὸν διαθέσεις αὐτῶν, ἑαυταῖς συνεκφαίνουσαι τὰς ἠγνοημένας πᾶσιν ἀρετάς, ὡς ἐπὶ Ἰὼβ καὶ Ἰωσήφ. Ὁ μὲν γὰρ ἐπὶ φανερώσει τῆς κεκρυμμένης ἀνδρείας ἐπειράζετο· ὁ δέ, ἐπ᾿ ἐκφωνήσει τῆς ἁγιαστικῆς σωφροσύνης ἐδοκιμάζετο· καὶ πᾶς τῶν ἁγίων ἀκουσίως ἐν τῷ αἰῶνι τούτῳ θλιβείς, ἐπι τισὶ τοιαύταις οἰκονομίαις ἐθλίβετο, ἵνα διὰ τῆς ἀσθενείας τῆς συγχωρουμένης αὐτοῖς ἐπαχθῆναι, τὸν ὑπερήφανον καὶ ἀποστάτην περιπατήσωσι δράκοντα, τουτέστι τὸν διάβολον.(140) Ἡ γὰρ ὑπομονή, δοκιμῆς ἔργον ἐστὶν ἐφ᾿ ἑκάστου τῶν ἁγίων. ΘΕΟΔ. Μὰ τὴν ἀλήθειαν τοῦ Θεοῦ, καλῶς εἶπας· καὶ ὁμολογῶ τὴν ὠφέλειαν· καὶ ἐζήτουν ἀεὶ εν τοῖς τοιούτοις συνδιαλέγεσθαι ὑμῖν· ἀλλ᾿ ἐπειδὴ ἐπ᾿ ἄλλῳ κεφαλαίῳ κἀγὼ καὶ οἱ δεσπόται μου οἱ μελλοπατρίκιοι πρὸς σὲ γεγόναμεν, καὶ τοσαῦτα διαστήματα ἤλθομεν, παρακαλοῦμέν σε τὰ παρ᾿ ἡμῶν προτεινόμενα δέξασθαι, καὶ χαροποιῆσαι πᾶσαν τὴν οἰκουμένην. ΜΑΞ. Ποῖα ταῦτὰ εἰσι, δέσποτα, καὶ τὶς ἐγώ, καὶ πόθεν εἰμί, ἵνα ἡ ἐπὶ τοῖς προτεινομένοις μοι συγκατάθεσις χαροποιήσῃ πᾶσαν τὴν οἰκουμένην; ΘΕΟΔ. Μὰ τὴν ἀλήθειαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἅπερ λέγω σοι, ἐγώ τε καὶ οἱ δεσπόται μου μελλοπατρίκιοι ἐκ τοῦ στόματος τοῦ δεσπότου ἡμῶν τοῦ πατριάρχου καὶ τοῦ εὐσεβοῦς Δεσπότου τῆς οἰκουμένης ἠκούσαμεν. ΜΑΞ. Κελεύσατε, οἱ δεσπόται μου, εἰπεῖν ἅπερ βούλεσθε, καὶ ἅπερ ἠκούσατε.

Γ´.

ΘΕΟΔ. Παρακαλεῖ ὁ βασιλεὺς καὶ ὁ πατριάρχης δι᾿ ἡμῶν, μαθεῖν παρὰ σοῦ, διὰ ποίαν αἰτίαν οὐ κοινωνεῖς τῷ θρόνῳ Κωνσταντινουπόλεως. ΜΑΞ. Ἔχετε περὶ τούτου ἐπιτροπὴν ἔγγραφον παρὰ τοῦ εὐσεβεστάτου βασιλέως, ἢ παρὰ τοῦ πατριάρχου; ΘΕΟΔ. Οὒκ ὤφελες, δέσποτα, ἀπιστῆσαι ἡμῖν. Κἂν γὰρ ταπεινὸς εἰμι, ἐπίσκοπος ἀκούω· καὶ οἱ δεσπόται μου συγκλήτου μέρος τυγχάνουσι· καὶ οὐκ ἤλθομεν πειράσαι σε· μὴ δῴη Θεός. ΜΑΞ. Οἱῳδήποτε τρόπῳ ἤλθατε πρὸς τὸν δοῦλον ὑμῶν, ἐγὼ χωρὶς πάσης ὑποστολῆς λέγω τὴν αἰτίαν δι᾿ ἣν οὐ κοινωνῶ τῷ θρόνῳ Κωνσταντινουπόλεως· Πλὴν κἂν ἄλλων ἦν τὸ ἐρωτᾷν με διὰ ποίαν αἰτίαν, ὑμῶν ἔστι, τῶν γινωσκόντων ἀσφαλῶς πλεῖον ἐμοῦ τὴν αἰτίαν.

Δ´.

Γινώσκετε τὰς γενομένας καινοτομίας ἀπὸ τῆς ἕκτης ἐπινεμήσεως τοῦ διελθόντος κύκλου ἀρξαμένας ἀπὸ Ἀλεξανδρείας διὰ τῶν ἐκτεθέντων ἐννέα κεφαλαίων παρὰ Κύρου, τοῦ οὐκ οἶδα πῶς γεγονότος ἐκεῖσε προέδρου, τῶν βεβαιωθένων ὑπὸ τοῦ θρόνου Κωνσταντινουπόλεως· καὶ τὰς ἄλλας ἀλλοιώσεις, προσθήκας τε καὶ μειώσεις, τὰς γενομένας συνοδικῶς ὑπὸ τῶν προεδρευσάντων τῆς τῶν Βυζαντίων Ἐκκλησίας, Σεργίου λέγω, καὶ Πύῤῥου, καὶ Παύλου· ἅστινας καινοτομίας πᾶσα γινώσκει ἡ οἰκουμένη. Διὰ ταύτην τὴν αἰτίαν οὐ κοινωνῶ, ὁ δοῦλος ὑμῶν, τῇ Ἐκκλησίᾳ Κωνσταντινουπόλεως. Ἀρθῶσι τὰ προσκόμματα τὰ τεθέντα ὑπὸ τῶν εἰρημένων ἀνδρῶν, μετ᾿ αὐτῶν ἐκείνων τῶν θεμένων αὐτά, καθὼς εἶπεν ὁ Θεός· Καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε, καὶ τὴν λείαν καὶ τετριμμένην, καὶ πάσης ἀκανθώδους αἱρετικῆς κακίας ἐλευθέραν ὁδὸν τοῦ Εὔαγγελίου, καθάπερ καὶ ἦν εὑρίσκων, ὁδεύω πάσης δίχα προτροπῆς ἀνθρωπίνης. Ἕως δὲ ἂν τοῖς (141) τεθεῖσι προσκόμμασι, καὶ τοῖς τεθεικόσιν αὐτὰ σεμνύνωνται οἱ πρόεδροι Κωνσταντινουπόλεως, οὐδείς ἐστιν ὁ πείθων με λόγος ἢ τρόπος κοινωνεῖν αὐτοῖς.

Ε´.

ΘΕΟΔ. Τί γὰρ κακὸν ὁμολογοῦμεν, ἵνα χωρισθῇς τῆς κοινωνίας ἡμῶν; ΜΑΞ. Ὅτι μίαν ἐνέργειαν λέγοντες θεότητος καὶ ἀνθρωπότητος τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, συγχέετε τόν τε τῆς θεολογίας, καὶ τῆς οἰκονομίας λόγον. Εἰ γὰρ πεισθῆναι δεῖ τοῖς ἁγίοις Πατράσι, λέγουσιν, Ὧν ἡ ἐνέργεια μία, τούτων καὶ ἡ οὐσία μία· τετράδα ποιεῖτε τὴν ἁγίαν Τριάδα, ὡς ὁμοφυοῦς τῷ Λόγῳ γενομένης τῆς αὐτοῦ σαρκός, καὶ ἐκστάσης τῆς πρὸς ἡμᾶς καὶ τῆς αὐτὸν τεκούσης συγγενοῦς κατὰ φύσιν ταυτότητος.

Στ´.

Καὶ πάλιν, ἀναιροῦντες τὰς ἐνεργείας, καὶ μίαν κυροῦντες θέλησιν θεότητος τοῦ αὐτοῦ καὶ ἀνθρωπότητος, ἀφαιρεῖσθε αὐτοῦ τὴν τῶν ἀγαθῶν διανομήν. Ἐὰν γὰρ ἐνέργειαν οὐδεμίαν ἔχῃ, κατὰ τοὺς τοῦτο θεσπίσαντας, δῆλον ὅτι, κἂν θέλῃ, ἐλεῆσαι οὐ δύναται, ἀφαιρεθείσης αὐτῷ τῆς τῶν ἀγαθῶν ἐνεργείας, εἴπερ ἐνεργείας ἀγαθῆς χωρίς, οὐδὲν τῶν ὄντων ἐνεργεῖν ἢ πράττειν πέφυκεν.

Ζ´.

Ἄλλως τε δέ, καὶ τὴν σάρκα ποιεῖτε τῷ θελήματι συνδημιουργὸν πάντων τῶν αἰώνων, καὶ τῶν ἐν αὐτοῖς, Πατρί τε, καὶ Υἱῷ, καὶ Πνεύματι· τῇ δὲ φύσει κτιστήν, ἢ τὸ ἀληθέστερον εἰπεῖν, ἄναρχον τῇ θελήσει, ἐπείπερ ἡ θεία θέλησις ἄναρχός ἐστιν, ὡς ἀνάρχου Θεότητος· τῇ δὲ φύσει πρόσφατον, ὅπερ πᾶσαν οὐκ ἄνοιαν ὑπερβαίνει μόνον, ἀλλὰ καὶ ἀσέβειαν. Οὐ γὰρ λέγετε ἁπλῶς μόνον ἓν θέλημα, ἀλλὰ καὶ τοῦτο θεϊκόν. Θείας δὲ θελήσεως, οὐδεὶς δύναται ἀρχὴν ἐπινοῆσαι χρονικήν, ἢ τέλος, ἐπειδὴ μηδὲ τῆς θείας φύσεως, ἧς ἐστιν οὐσιώδης ἡ θέλησις.

Η´.

Πάλιν δὲ ἑτέραν εἰσάγοντες καινοτομίαν, ἀφαιρεῖσθε παντάπασι πάντα τὰ γνωριστικὰ καὶ συστατικὰ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, νόμοις καὶ τύποις θεσπίζοντες μήτε μίαν, μήτε δύο ἐπ᾿ αὐτοῦ θελήσεις ἢ ἐνεργείας λέγεσθαι· ὅπερ ἐστὶ πράγματος ἀνυπάρκτου. Οὐδὲν γὰρ τῶν ὄντων, εἴτε νοερόν ἐστιν ἀφήρηται θελητικῆς δυνάμεως καὶ ἐνεργείας, εἴτε αἰσθητικὸν αἰσθητικῆς ἐνεργείας, εἴτε φυτικόν, αὐξητικῆς καὶ θρεπτικῆς ἐνεργείας· εἴτε παντελῶς ἄψυχον, καὶ πάσης ἄμοιρον ζωῆς, τῆς καθ᾿ ἕξιν λεγομένης ἐνεργείας καὶ ἐπιτηδειότητος. Καὶ δηλοῦσι πάντα τὰ οὕτως ὄντα, ἀντιληπτὰ τυγχάνοντα ταῖς τῶν αἰσθητικῶν αἰσθήσεσιν. Ἐνέργεια γὰρ τῶν τοιούτων, τὸ ὑποπίπτειν πάντως ὁράσεσι, διὰ τῆς ἰδίας ἐπιφανείας· ἀκοῇ, διὰ κτύπου· ὀσφρήσει, δι᾿ ἀτμοῦ τινος προσφυοῦς· γεύσει, τισὶ χυμοῖς· καὶ ἀφῇ, διὰ τῆς ἀντιτυπίας. Ὣσπερ γὰρ ἐνέργειαν λέγομεν τῆς ὁράσεως τὸ ὁρᾷν, οὕτως καὶ τῶν ὁρωμένων τὸ ὁρᾶσθαι. Καὶ τὰ λοιπὰ πάντα κατὰ τὸν αὐτὸν θεωροῦμεν γινόμενα τρόπον. Εἰ τοίνυν οὐδὲν τῶν ὄντων ἐστὶ πάσης ἔρημον παντελῶς φυσικῆς (144) ἐνεργείας· ὁ δὲ Κύριος ἡμῶν καὶ Θεὸς (ἱλάσθητι, Κύριε) οὐδεμίαν ἔχει φυσικὴν θέλησιν ἢ ἐνέργειαν καθ᾿ ἑκάτερον τῶν ἐξ ὧν, ἐν οἷς τε καὶ ἅπερ ἐστί· πῶς δύνασθε ἢ εἶναι ἢ καλεῖσθαι θεοσεβεῖς, κατ᾿ οὐδένα τρόπον ὑπάρχοντα θελητικὸν ἢ ἐνεργητικόν, παρ᾿ ὑμῶν προσκυνούμενον λέγοντες; Τρανῶς γὰρ ὑπὸ τῶν ἁγίων Πατέρων διδασκόμεθα, λεγόντων· Τὸ γὰρ μηδεμίαν δύναμιν ἔχον, οὔτε ἔστιν, οὔτε τί ἐστιν, οὔτε ἔστι τις αὐτοῦ παντελῶς θέσις.

Θ´.

ΘΕΟΔ. Τὸ δι᾿ οἰκονομίαν γενόμενον, μὴ λάβῃς ὡς κύριον δόγμα. ΜΑΞ. Εἰ μή ἐστι κύριον δόγμα τῶν δεχομένων, ὁ θεσπίζων τύπος καὶ νόμος μηδεμίαν λέγεσθαι τοῦ Κυρίου θέλησιν ἢ ἐνέργειαν, ὧν ἡ ἀφαίρεσις τὴν ἀνυπαρξίαν δηλοῖ τοῦ ταύτας ἀφῃρημένου, διὰ ποίαν αἰτίαν βαρβάροις ἔθνεσι καὶ ἀθέοις ἀπέδοσθέ με ἄνευ τιμῆς; Διὰ ποίαν αἰτίαν κατεκρίθην οἰκῆσαι Βιζύην, καὶ οἱ σύνδουλοί μου, ὁ μὲν Πέρβεριν, ὁ δὲ Μεσημβρίαν; ΘΕΟΔ. Μὰ τὸν Θεὸν τὸν μέλλοντά με ἐτάσαι, καὶ ὅτε γέγονεν, εἶπον, καὶ νῦν τὰ αὐτὸ λέγω, ὅτι κακῶς γέγονεν ὁ Τύπος, καὶ ἐπὶ βλάβῃ πολλῶν. Πρόφασις δὲ γέγονε τὸ ἐκτεθεῖναι αὐτόν, ἡ πρὸς ἀλλήλους τῶν ὀρθοδόξων περὶ θελημάτων καὶ ἐνεργειῶν ζυγομαχία· καὶ διὰ τὸ πρὸς ἀλλήλους εἰρηνεῦσαι πάντας, συνεῖδὸν τινες τὰς τοιαύτας κατασιγασθῆναι φωνάς. ΜΑΞ. Καὶ ποῖος πιστὸς δέχεται οἰκονομίαν κατασιγάζουσαν φωνάς, ἅσπερ λαλεῖσθαι δι᾿ ἀποστόλων, καὶ προφητῶν, καὶ διδασκάλων ὁ τῶν ὅλων Θεὸς ᾠκονόμησε; Καὶ σκοπήσωμεν, κῦρι ὁ μέγας, εἰς ποῖον κακὸν καταντᾷ ψηλαφούμενον τὸ κεφάλαιον τοῦτο. Εἰ γὰρ ὁ μὲν Θεὸς ἔθετο ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον μὲν ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων· εἰρηκὼς ἐν τῷ Εὐαγγελίῳ τοῖς ἀποστόλοις, καὶ δι᾿ αὐτῶν καὶ τοῖς μετ᾿ αὐτούς· Ὃ ὑμῖν λέγω, πᾶσι λέγω. Καὶ πάλιν· Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἐθετεῖ· δῆλον ὅτι καὶ προφανές, ὡς ὁ μὴ δεχόμενος τοὺς ἀποστόλους καὶ προφήτας, καὶ διδασκάλους, ἀλλ᾿ ἀθετῶν αὐτῶν τὰς φωνάς, αὐτὸν ἀθετεῖ τὸν Χριστόν.

Ι´.

Καὶ ἄλλο δὲ σκοπήσωμεν· Ὁ Θεὸς ἐκλεξάμενος, ἐξήγειρεν ἀποστόλους, καὶ προφήτας, καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων· ὁ δὲ διάβολος, ψευδαποστόλους καὶ ψευδοπροφήτας, καὶ ψευδοδιδασκάλους κατὰ τῆς εὐσεβείας ἐκλεξάμενος ἐξήγειρεν, ὥστε καὶ τὸν παλαιὸν πολεμηθῆναι νόμον, καὶ τὸν εὐαγγελικόν. Ψευδαποστόλους δέ, καὶ (145) ψευδοπροφήτας, καὶ ψευδοδισκάλους μόνους νοῶ τοὺς αἱρετικούς· ὧν οἱ λόγοι καὶ οἱ λογισμοὶ διεστραμμένοι εἰσίν. Ὣσπερ οὖν ὁ τοὺς ἀληθεῖς ἀποστόλους, καὶ προφήτας, καὶ διδασκάλους δεχόμενος, Θεὸν δέχεται· οὕτως καὶ ὁ τοὺς ψευδαποστόλους, καὶ ψευδοπροφήτας, καὶ ψευδοδιδασκάλους δεχόμενος, τὸν διάβολον δέχεται. Ὁ τοίνυν συνεκβαλὼν τοὺς ἁγίους τοῖς ἐναγέσι καὶ ἀκαθάρτοις αἱρετικοῖς (δέξασθε λέγοντα τὴν ἀλήθειαν), τῷ διαβόλῳ προφανῶς τὸν Θεὸν συγκατέκρινεν.

ΙΑ´.

Εἰ τοίνυν γυμνάζοντες τὰς γενομένας καινοτομίας ἐν τοῖς ἡμετέροις χρόνοις, εἰς τοῦτο καταντούσας αὐτὰς εὑρίσκομεν τὸ ἀκρότατον κακόν, ὁρᾶτε μήπως εἰρήνην προφασιζόμενοι, τὴν ἀποστασίαν εὑρεθῶμεν νοσήσαντες, καὶ κηρύττοντες ἣν πρόδρομον εἶπεν ἔσεσθαι τῆς τοῦ Ἀντιχρίστου παρουσίας ὁ θεῖος Ἀπόστολος. Ταῦτα χωρὶς ὑποστολῆς εἶπον ὑμῖν, δεσπόται μου, ἵνα φείσησθε ἑαυτῶν τε καὶ ἡμῶν. Κελεύετε ἵνα ταῦτα γεγραμμένα ἔχων ἐν τῇ βίβλῳ τῆς καρδίας, ἔλθω κοινωνήσων ἐν ᾗ ταῦτα κηρύττεται Ἐκκλησίᾳ· καὶ γένωμαι κοινωνὸς τῶν ἀληθῶς μὲν τὸν Θεόν, δῆθεν δὲ τὸν διάβολον τῷ Θεῷ συνεκβαλλόντων; Μὴ γένοιτό μοι παρὰ τοῦ Θεοῦ, τοῦ δι᾿ ἐμὲ γενομένου χωρὶς ἁμαρτίας. Καὶ βαλὼν μετάνοιαν εἶπεν· Ἐγώ, εἲ τι κελεύετε εἰς τὸν δοῦλον ἡμῶν ποιῆσαι, ποιήσατε· ἐγὼ τοῖς ταῦτα δεχομένοις, οὐδέποτε γένωμαι συγκοινωνός.

ΙΒ´.

Καὶ ἀποπαγέντες ἐπὶ τοῖς λαληθεῖσι, κάτω βαλόντες τὰς κεφαλὰς ἐσίγησαν ἐπὶ ὥραν ἱκανήν· καὶ ἀνακύψας, καὶ τῷ ἀββᾷ Μαξίμῳ ἀτενίσας Θεοδόσιος ὁ ἐπίσκοπος, εἶπεν· Ἡμεῖς ἀντιφωνοῦμέν σοι, τὸν δεσπότην ἡμῶν τὸν βασιλέα, ὅτι σοῦ κοινωνοῦντος κουφίζει τὸν Τύπον. ΜΑΞ. Πολὺ ἀπεχόμεθα ἀπ᾿ ἀλλήλων ἀκμήν· τί ποιοῦμεν περὶ τῆς συνοδικῶς βεβαιωθείσης φωνῆς, τοῦ ἑνὸς θελήματος, ἐπ᾿ ἐκβολῇ πάσης ἐνεργείας ὑπὸ Σεργίου καὶ Πύῤῥου ; ΘΕΟΔ. Ἐκεῖνος ὁ χάρτης κατηνέχθη καὶ ἀπεβλήθη. ΜΑΞ. Κατηνέχθη ἐκ τῶν λιθίνων τοίχων, οὐ μὴν ἐκ τῶν νοερῶν ψυχῶν. Δέξωνται τὴν κατάκρισιν τούτων τὴν ἐν Ῥώμῃ συνοδικῶς ἐκτεθεῖσαν δι᾿ εὐσεβῶν δογμάτων τε καὶ κανόνων, καὶ λέλυται τὸ μεσότοιχον, καὶ προτροπῆς οὐ δεόμεθα. ΘΕΟΔ. Οὒκ ἔῤῥωται ἡ σύνοδος ἡ ἐν Ῥώμῃ, ἐπειδὴ χωρὶς κελεύσεως γέγονε βασιλέως. ΜΑΞ. Εἰ τὰς γνομένας συνόδους αἱ κελεύσεις τῶν βασιλέων κυροῦσιν, ἀλλ᾿ οὐχὶ εὐσεβὴς πίστις, δέξωνται καὶ τὰς κατὰ τοῦ ὁμοουσίου γενομένας συνόδους, ἐπειδὴ κελεύσει βασιλέων γεγόνασιν· φημὶ δέ, τὴν ἐν Τύρῳ, τὴν ἐν Ἀντιοχείᾳ, τὴν ἐν Σελευκείᾳ, τὴν ἐν Κωνσταντινουπόλει ἐπὶ Εὐδοξίου τοῦ Ἀρειανοῦ· τὴν ἐν Νίκῃ τῆς Θράκης, τὴν ἐν τῷ Σιρμίῳ· καὶ μετὰ ταύτας πολλοῖς ὕστερον χρόνοις, τὴν ἐν Ἐφέσῳ δεύτερον, ᾗς ἐξῆρχε Διόσκορος· ὅλας γὰρ ταύτας, κέλευσις βασιλέων ἤθροισε, καὶ ὅμως πᾶσαι κατεκρίθησαν διὰ τὴν ἀθεΐαν τῶν κυρωθέντων ἀσεβῶς δογμάτων. Διὰ τί δὲ οὐκ ἐκβάλλετε τὴν καθελοῦσαν Παῦλον τὸν Σαμοσατέα ἐπὶ τῶν ἁγίων καὶ μακαρίων (148) Πατέρων, Διονυσίου τοῦ πάπα Ῥώμης καὶ Διονυσίου τοῦ Ἀλεξανδρείας καὶ Γρηγορίου τοῦ Θαυματουργοῦ, τοῦ τῆς αὐτῆς ἄρξαντος συνόδου, ἐπειδὴ μὴ γέγονε κελεύσει βασιλέως; Ποῖος δὲ κανὼν διαγορεύει, μόνας ἐκείνας ἐγκρίνεσθαι συνόδους, τὰς κελεύσει βασιλέως ἀθροισθείσας, ἢ ὅλως κελεύσει βασιλέως πάντας τὰς συνόδους ἀθροίζεσθαι. Ἐκείνας οἶδεν ἁγίας καὶ ἐγκρίτους συνόδους ὁ εὐσεβὴς τῆς Ἐκκλησίας κανών, ἃς ὀρθότης δογμάτων ἔκρινεν. Ἀλλά, καθὼς οἶδεν ὁ δεσπότης μου, καὶ ἄλλους διδάσκει, δεύτερον γίνεσθαι σύνοδον κατὰ πᾶσαν ἐπαρχίαν τοῦ ἔτους ὁ κανών, διηγόρευσε, κελεύσεως βασιλικῆς μηδεμίαν μνήμην πεποιημένος, ἐπ᾿ ασφαλείᾳ τῆς σωτηριώδους ἡμῶν πίστεως, καὶ διορθώσει πάντων τῷ θείῳ τῆς Ἐκκλησίας νόμῳ μὴ συναινούντων κεφαλαίων.

ΙΓ´.

ΘΕΟΔ. Ὡς λέγεις ἐστίν· ἡ τῶν δογμάτων ὀρθότης ἐγκρίνει τὰς συνόδους· πλὴν οὐ δέχῃ τὸν λίβελλον Μηνᾶ, ἐν ᾧ μίαν θέλησιν καὶ μίαν ἐνέργειαν τοῦ Χριστοῦ ἐδογμάτισεν; ΜΑΞ. Μὴ δῷ Κύριος ὁ Θεός· Ὑμεῖς οὐ δέχεσθε, ἀλλ᾿ ἐκβάλλεσθε πάντας τοὺς διδασκάλους, τοὺς μετὰ τὴν ἁγίαν ἐν Χαλκηδόνι σύνοδον, τοὺς ἀγωνισαμένους κατὰ τῆς τοῦ Σεβήρου μιαρίας· κἀγὼ ἔχω δέξασθαι τὸν λίβελλον Μηνᾶ, τοῦ γενομένου μετὰ τὴν σύνοδον; δι᾿ οὓ συνηγορεῖ προφανῶς Σεβήρῳ, καὶ Ἀπολιναρίῳ καὶ Μακεδονίῳ καὶ Ἀρείῳ καὶ πάσῃ αἱρέσει, καὶ κατηγορεῖ τῆς συνόδου· μᾶλλον δὲ τελείως ἐκβάλλει, δι᾿ ὧν ἐδογμάτισε. ΘΕΟΔ. Τί οὖν; ὅλως οὐ δέχῃ μίαν ἐνέργειαν; ΜΑΞ. Καὶ τὶς λέγει μίαν ἐνέργειαν τῶν ἐγκρίτων διδασκάλων; καὶ ἤγαγε Θεοδόσιος τὰς ψευδωνύμως παρ᾿ αὐτῶν περιφερομένας Ἰουλίου τοῦ Ῥώμης, καὶ τοῦ θαυματουργοῦ Γρηγορίου, καὶ Ἀθανασίου τῶν ἁγίων χρήσεις, καὶ ἀνέγνω αὐτάς. ΜΑΞ. Φοβηθῶμεν δὴ τὸν Θεόν, καὶ μὴ θελήσωμεν παροργίσαι αὐτόν, ἐπὶ τῇ παραγωγῇ τῶν αἱρετικῶν χρήσεων. Οὐδεὶς ἀγνοεῖ ταύτας εἶναι τοῦ δυσσεβοῦς Ἀπολιναρίου. Εἰ μὲν ἄλλας ἔχεις, δεῖξον· Ἐπεὶ ταύτας προφέροντες, πλεῖον πείθετε πάντας, ὅτι κατ᾿ ἀλήθειαν Ἀπολιναρίου τοῦ δυσσεβοῦς, καὶ τῶν ὁμοφρόνων αὐτῷ κακοδοξίαν ἐνοσήσατε. Καὶ προφέρει ὁ αὐτὸς ἐπίσκοπος Θεοδόσιος, ἐπ᾿ ὀνόματι τοῦ Χρυσοστόμου δύο χρήσεις, ἃς ἀναγνοὺς ὁ ἀββᾶς Μάξιμος ἔφη· Αὗται Νεστορίου εἰσὶ τοῦ νοσήσαντος ἐπὶ Χριστοῦ τὴν προσωπικὴν δυάδα. Καὶ εὐθέως θυμῷ ζέσας ὁ ἐπίσκοπος εἶπε· Κῦρι μοναχέ, ὁ Σατανᾶς ἐλάλησε διὰ τοῦ χαλινοῦ σου. ΜΑΞ. Μὴ λυπηθῇ ὁ δεσπότης μου πρὸς τὸν δοῦλον αὐτοῦ. Καὶ λαβών, εὐθέως ἔδειξεν αὐτῷ τὰς αὐτὰς φωνὰς οὔσας Νεστορίου, καὶ ἐν ποίοις λόγοις αὐτοῦ κειμένας. ΘΕΟΔ. Ὁ Θεὸς οἶδεν, ἀδελφέ, τὰς χρήσεις ταύτας ὁ πατριάρχης μοι ἔδωκε· πλὴν ἰδού, τὰς μὲν Ἀπολιναρίου εἶπας· τὰς δέ, Νεστορίου. Καὶ παραγαγὼν τὴν τοῦ ἁγίου Κυρίλλου χρῆσιν τὴν λέγουσαν· Μίαν τε καὶ συγγενῆ, καὶ δι᾿ ἀμφοῖν ἐπιδεικνὺς ἐνέργειαν,(149) εἶπε· Τί πρὸς ταῦτα λέγεις; ΜΑΞ. Εἰσὶ τινες δείξαντες αὐτὴν κατ᾿ ἀλήθειαν κατὰ προσθήκην τεθεῖσαν ἐν τῇ ἑρμηνείᾳ τοῦ Εὐαγγελίου, τῇ γενομένῃ ἐκ τοῦ ἁγίου τούτου Πατρός, ὑπὸ Τιμοθέου τοῦ Ἐλούρου. Ἔστω δὲ καθ᾿ ὑμᾶς αὐτοῦ. Ἐξετάσωμεν τοίνυν τὴν διάνοιαν τῶν πατρικῶν φωνῶν, καὶ γνωσόμεθα τὴν ἀλήθειαν. ΘΕΟΔ. Τοῦτο οὐ συγχωρῶ γενέσθαι· ἁπλᾶς γὰρ τὰς φωνὰς ἀνάγκην ἔχεις δέξασθαι. [ΜΑΞ. Εἰπέ μοι τὴν διαφοράν, ἱκέσιος γενόμενος, τῶν ἁπλῶν φωνῶν πρὸς τὰς ποικίλας. ΘΕΟΔ. Ἵνα ὡς ἔστι τὴν φωνὴν δέξῃ, καὶ μὴ ἐρευνήσῃς τὴν διάνοιαν αὐτῆς.] ΜΑΞ. Προφανῶς καινοὺς καὶ ξένους τῆς Ἐκκλησίας καὶ περὶ τῶν φωνῶν εἰσάγετε θεσμούς. Εἰ καθ᾿ ὑμᾶς οὐ δεῖ ἐρευνᾷν τὰς φωνὰς τῶν Γραφῶν καὶ τῶν Πατέρων, ἐκβάλλομεν πᾶσαν τὴν Γραφὴν τὴν Παλαιὰν καὶ τὴν Καινήν. Ἠκούσαμεν γὰρ λέγοντος τοῦ Δαβίδ· Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν· ὡς μηδενὸς χωρὶς ἐρεύνης δυναμένου ἐκζητῆσαι τὸν Θεόν. Καὶ πάλιν· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου· ὡς τῆς ἐρεύνης ἀγούσης ἐπὶ τὴν γνῶσιν τοῦ νόμου, καὶ τῆς γνώσεως πόθῳ πειθούσης τοὺς ἀξίους ἐν καρδίᾳ αὐτῶν φυλάξαι, διὰ τῆς πληρώσεως τῶν ἐν αὐτῷ κειμένων ἁγίων ἐντολῶν. Καὶ πάλιν· Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρευνήσεν αὐτὰ ἡ ψυχή μου. Τί δὲ παραβολὰς καὶ αἰνίγματα καὶ σκοτεινοὺς λόγους ἐρευνᾷν ἡμᾶς βούλεται ὁ παροιμιακὸς λόγος; Τί δὲ ὁ Κύριος ἐν παραβολαῖς λαλῶν βούλεται νοεῖν τοὺς μαθητάς, διδάσκων τῶν παραβολῶν τὴν διάνοιαν; Τί δὲ προστάσεων, Ἐρευνᾶτε τὰς Γραφάς, ὡς μαρτυρούσας περὶ αὐτοῦ; Τί δὲ ὁ τῶν ἀποστόλων κορυφαῖος Πέτρος διδάσκειν βούλεται, Περὶ ἧς σωτηρίας ἐξεζήτησαν, καὶ ἐξηρεύνησαν προφῆται, λέγων; Τί δὲ Παῦλος ὁ θεῖος ἀπόστολος, λέγων· Εἰ κεκαλυμμένον ἐστὶ τὸ Εὐαγγέλιον, ἀλλ᾿ ἐν τοῖς ἀπολλυμένοις, ὧν ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τοὺς ὀφθαλμοὺς τῆς διανοίας αὐτῶν, εἰς τὸ μὴ διαυγάσαι αὐτοῖς τὸν φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ; Ὡς ἔοικεν, ἐξομοιωθῆναι ἡμᾶς βούλεσθε τοῖς Ἰουδαίοις, οἵτινες ἁπλαῖς ταῖς φωναῖς, ὡς λέγετε, τουτέστι μόνῳ τῷ γράμματι ὥσπερ τινι φορυτῷ ἐγχώσαντες τὸν νοῦν, ἐξέπεσαν τῆς ἀληθείας, τὸ κάλυμμα ἔχοντες ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ μὴ νοῆσαι τὸ κύριον πνεῦμα, τὸ ἐγκεκρυμμένον τῷ γράμματι, περὶ οὗ φησι· Τὸ μὲν γράμμα ἀποκτένει· τὸ δὲ πνεῦμα ζωοποιεῖ. Πληροφορηθῇ ὁ δεσπότης μου, ὅτι ἐγὼ οὐκ ἀνέχομαι δέξασθαι φωνὴν χωρὶς τῆς ἐγκειμένης αὐτῇ διανοίας, ἵνα μὴ γένωμαι προφανὴς Ἰουδαῖος.

ΙΔ´.

Τοῦτο δὲ ἀκούσας Θεοδόσιος, εἶπεν· Μίαν ἐνέργειαν τοῦ Χριστοῦ ὑποστατικὴν ὀφείλομεν λέγειν. ΜΑΞ. Σκοπήσωμεν τὸ τικτόμενον ἐκ τούτου κακόν, καὶ φύγωμεν τὴν ξένην ταύτην φωνήν· μόνων γὰρ αἱρετικῶν πολυθεούντων ἐστίν. Εἰ γὰρ ὑποστατικὴν λέγομεν τοῦ Χριστοῦ τὴν μίαν ἐνέργειαν, οὐ (152 συμβαίνει δὲ κατὰ τὴν ὑπόστασιν τῷ Πατρὶ καὶ Πνεύματι ὁ Υἱός, δῆλον ὅτι οὔτε κατὰ τὴν ὑποστατικὴν ἐνέργειαν· ἀναγκαζόμεθα δὲ ὥσπερ τῷ Υἱῷ, οὕτω καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι ὑποστατικὰς ἐνεργείας ἀπονεῖμαι· καὶ καθ᾿ ὑμᾶς, τέσσαρας ἐνεργείας ἕξει μακαρία Θεότης· τρεῖς ἀφοριστικὰς τῶν ἐν οἷς ἔστι προσώπων, καὶ μίαν κοινὴν σημαντικὴν τῆς κατὰ φύσιν τῶν τριῶν ὑποστάσεων κοινότητος· καὶ κατὰ τοὺς Πατέρας, εἴπερ αὐτῶν δεχόμεθα τὴν διδασκαλίαν, τετραθεΐαν νοσήσομεν. Φυσικὴν γάρ, ἀλλ᾿ οὐχ ὑποστατικὴν πᾶσαν εἶναι διαγορεύουσιν ἐνέργειαν. Καὶ εἰ τοῦτὸ ἐστιν ἀληθῶς, ὡς οὖν καὶ ἔστι, τέσσαρας φύσεις, τέσσαρας θεούς, διαφέροντας ἀλλήλων ὑποστάσει τε καὶ φύσει δειχθησόμεθα λέγοντες. Πλήν, τὶς εἶδεν ἢ ἐθεώρησεν ἰδιάζουσαν ἐνέργειαν οἱανδήποτε τῶν ὑπὸ τὸ εἶδος φύσει ἀγομένων, καὶ ὑπὸ τὸν κοινὸν ὁρισμὸν τοῦ εἴδους φύσει ταττομένων; Οὐδέποτε γὰρ γίνεται τὸ φύσει κοινόν, ἑνὸς καὶ μόνου τινὸς ἴδιον. Τὰ γὰρ ὑποστατικὰ σήμαντρα, οἷον, γρυπότης, ἢ σιμότης ἢ γλαυκότης, ἢ ψεδνότης, καὶ ὅσα τοιαῦτα, ἀφοριστικὰ εἰσι συμβεβηκότα τῶν ἀριθμῷ ἀλλήλων διαφερόντων. Πᾶς γὰρ ἄνθρωπος, ὣς τι τὴν φύσιν ὤν, ἀλλ᾿ οὐχ ὣς τις τὴν ὑπόστασιν, ἐνεργεῖν πέφυκε, κατά τε τὸν ἰδιαίτατα καὶ κοινῶς νοούμενόν τε καὶ λεγόμενον κατηγορικὸν λόγον, οἷον τὸ ζῶον, τὸ λογικόν, τὸ θνητόν, ὅπερ ἐστὶ τοῦ καθ᾿ ἡμᾶς γενικοῦ λόγου. Πάντες γὰρ τῆς αὐτῆς μετέχομεν ζωῆς, τῆς αὐτῆς λογικότητος, καὶ τῆς αὐτῆς ῥοῆς καὶ ἀποῤῥοῆς, καὶ τοῦ καθέζεσθαι καὶ ἵστασθαι, καὶ λαλεῖν καὶ σιγᾷν, καὶ ὁρᾷν καὶ ἀκούειν καὶ ἅπτεσθαι· ἅπερ εἰσὶ τοῦ κοινοῦ ἐφ᾿ ἡμῶν νοουμένου λόγου. Οὐ δεῖ οὖν καινοτομεῖν φωνὰς μὴ ἐχούσας ἰσχὺν ἢ Γραφικήν, ἢ Πατρικήν, ἢ φυσικήν· ἀλλὰ ξένην, καὶ διαστροφαῖς ἀνθρώπων ἐξηυρημένην. Πλὴν δεῖξόν μοι ταύτην κειμένην ἐν οἱῳδήποτε Πατρί, καὶ πάλιν τὸν νοῦν τοῦ ταύτην εἰρηκότος ἐπιζητοῦμεν.

ΤΟΥ ΑΓΙΟΥ ΙΠΠΟΛΥΤΟΥ (Τόμ. Β´. Σελ. 180)

Ἐπισκόπου Πόρτου, ἤγουν τοῦ λιμένος, Ῥώμης, καὶ μάρτυρος τῆς ἀληθείας.

Ἐκ τοῦ κατὰ Βήρωνος καὶ Ἥλικος τῶν αἱρετικῶν περὶ θεολογίας καὶ σαρκώσεως κατὰ στοιχεῖον, οὗ ἡ ἀρχή· «Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαὼθ ἀσιγήτῳ φωνῇ βοῶντα τὰ Σεραφὶμ τὸν Θεὸν δοξάζουσιν.»

ΙΖ´.

Ἀπειραδυνάμῳ θελήσει τοῦ Θεοῦ καὶ γέγονε πάντα, καὶ σώζεται τὰ γενόμενα, κατὰ τοὺς ἑαυτῶν εὐκρινῶς ἕκαστα συντηρούμενα λόγους, αὐτῷ τῷ κατὰ φύσιν ἀπειροδυνάμῳ Θεῷ καὶ ποιητῇ τῶν ὅλων· τῆς θείας αὐτοῦ θελήσεως, ᾗ τὰ παντα πεποίηκέ τε καὶ κινεῖ, τοῖς ἑαυτῶν ἕκαστα φυσικοῖς διεξαγόμενα νόμοις, ἀκινήτου συνδιαμενούσης. Τὸ γὰρ ἄπειρον κατ᾿ οὐδένα τρόπον ἢ λόγον ἐπιδέχεται κίνησιν, οὐκ ἔχον ὅποι καὶ περὶ ὃ κινηθήσεται. Τροπὴ γὰρ τοῦ κατὰ φύσιν ἀπείρου, κινεῖσθαι μὴ πεφυκότος, ἡ κίνησις. Διὸ καὶ καθ᾿ ἡμᾶς ἀληθῶς γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας ὁ τοῦ Θεοῦ Λόγος, ἐνεργήσας τε καὶ παθὼν ἀνθρωπίνως ὅσα τῆς φύσεώς ἐστιν ἀναμάρτητα, καὶ φυσικῆς σαρκὸς περιγραφῆς ἀνασχόμενος δι᾿ ἡμᾶς, τροπὴν οὐχ ὑπέμεινεν, μηδ᾿ ἑνὶ παντελῶς ᾧ ταὐτόν ἐστι τῷ Πατρί, γενόμενος ταὐτὸν τῇ σαρκὶ διὰ τὴν κένωσιν· ἀλλ᾿ ὥσπερ ἦν δίχα σαρκός, πάσης ἔξω περιγραφῆς μεμένηκε· καὶ διὰ σαρκὸς θεϊκῶς ἐνεργήσας ἅπερ θεότητός ἐστιν. Ἀμφότερα δεικνὺς ἑαυτόν, δι᾿ ὧν ἀμφοτέρως, θεϊκῶς δὴ φημι καὶ ἀνθρωπίνως, ἐνήργησε κατ᾿ αὐτὴν τὴν ὄντως ἀληθῆ καὶ φυσικὴν ὕπαρξιν· Θεὸν ἄπειρον ὁμοῦ καὶ περιγραπτὸν ἄνθρωπον ὄντα τε καὶ νοούμενον· τὴν οὐσίαν ἑκατέρου τελείως πελείαν ἔχοντα, μετὰ τῆς αὐτῆς ἐνεργείας, ἤγουν φυσικῆς ἰδιότητος· ἐξ ὧν μένουσαν ἀεὶ κατὰ φύσιν δίχα τροπῆς τὴν αὐτῶν ἴσμεν διαφοράν· ἀλλ᾿ οὐχ ὣς τινὲς φασι, κατὰ σύγκρισιν· ἵνα μὴ τὸν αὐτὸν κατὰ τὸ ἑαυτό, αὐτῷ παρ᾿ ὃ δεῖ, μείζονα καὶ μείονα λέγωμεν. Ὁμοφυῶν γάρ, οὐχ ἑτεροφυῶν, αἱ συγκρίσεις· Θεῷ δὲ ποιητῇ τῶν ὅλων, ποιητόν· ἀπείρῳ, περατόν· καὶ ἀπειρίᾳ τέρας κατ᾿ οὐδένα συγκρίνεται λόγον, ἀεὶ κατὰ πάντα φυσικῶς, ἀλλ᾿ οὐ συγκριτικῶς, ἀλλήλων διαφέροντα· κἂν ἄῤῥητὸς τις καὶ ἄῤῥηκτος εἰς μίαν ὑπόστασιν ἀμφοτέρων γέγονεν ἕνωσις, πᾶσαν παντὸς γεννητοῦ παντελῶς διαφεύγουσα γνῶσιν. Τὸ γὰρ Θεῖον, ὡς ἦν πρὸ σαρκώσεως, ἔστι καὶ μετὰ σάρκωσιν κατὰ φύσιν ἄπειρον, ἄσχετον, ἀπαθές, ἀσύγκριτον, ἀναλλοἰωτον, ἄτρεπτον, αὐτοσθενές, καὶ τὸ πᾶν εἰπεῖν, ὑφεστὼς οὐδιῶσες, μόνον ἀπειροσθενὲς ἀγαθόν.

(181) Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου β´.

ΙΗ´.

Γέγονεν οὖν ἀληθῶς, κατὰ τὰς Γραφάς, μὴ τραπεὶς ὁ τῶν ὅλων Θεός, ἄνθρωπος ἀναμάρτητος· ὡς οἶδεν αὐτὸς μόνος, ὑπάρχων τεχνίτης φυσικὸς τῶν ὑπὲρ ἔννοιαν· κατ᾿ αὐτὴν ἅμα τὴν σωτήριον σάρκωσιν, τῆς ἰδίας θεότητος ἐμποιοῦσα τῇ σαρκὶ τὴν ἐνέργειαν, οὐ περιγραφομένην αὐτῇ διὰ τὴν κένωσιν· οὐδ᾿ ὥσπερ τῆς αὐτοῦ θεότητος, οὕτω καὶ αὐτῆς φυσικὼς ἐκφυομένην· ἀλλ᾿ ἐν οἷς ἂν σαρκωθεὶς θεϊκῶς ἐνήργησε δι᾿ αὐτῆς ἐκφαινομένην οὐ γὰρ γέγονε φύσει θεότητος, μεταβληθεῖσα τὴν φύσιν, ἡ σάρξ, γενομένη τῇ φύσει θεότητος σάρξ· ἀλλ᾿ ὅπερ ἦν, καὶ θεότητι συμφυεῖσα, μεμένηκε· ἤγουν σάρξ, ἀσθενὴς καὶ παθητὴν τὴν φύσιν καὶ τὴν ἐνέργειαν· καθὼς εἶπεν ὁ Σωτήρ· Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· καθ᾿ ἣν ἐνεργήσας τε καὶ παθὼν ἅπερ ἦν ἀναμαρτήτου σαρκός, τὴν ὑπὲρ ἡμῶν ἐπιστώσατο κένωσιν Θεότητος, θαύμασι καὶ σαρκὸς παθήμασι φυσικῶς βεβαιουμένην. Διὰ γὰρ τοῦτο γέγονεν ἄνθρωπος ὁ τῶν ὅλων Θεός, ἵνα σαρκὶ μὲν παθητῇ πάσχων, ἅπαν ἡμῶν τὸ τῷ θανάτῳ πραθὲν λυτρώσηται γένος· ἀπαθεῖ δὲ θεότητι διὰ σαρκὸς θαυματουργῶν, πρὸς τὴν ἀκήρατον αὐτοῦ μακαρίαν ἀπαναγάγῃ ζωήν· ἧς ἀπέπεσεν τῷ διαβόλῳ πειθόμενος· καὶ τὰ κατ᾿ οὐρανοὺς ἅγια τάγματα τῶν νοερῶν οὐσιῶν στομώσῃ πρὸς ἀτρεψίαν τῷ μυστηρίῳ τῆς αὐτοῦ σωματώσεως· ἧς ἔργον ἡ τῶν ὅλων ἀνακεφαλαίωσις. Μεμένηκεν οὖν καὶ σαρκωθεὶς κατὰ τὴν φύσιν Θεὸς ὑπεράπειρος, τὴν ἑαυτῷ συγγενῆ καὶ κατάλληλον ἔχων ἐνέργειαν· τῆς Θεότητος οὐσιωδῶς ἐκφυομένην· διὰ δὲ τῆς αὐτοῦ παναγίας σαρκὸς ἐν τοῖς θαύμασιν οἰκονομικῶς ἐκφαινομένην· ἵνα πιστευθῇ Θεὸς εἶναι, δι᾿ ἀσθενοῦς φύσει σαρκὸς αὐτουργῶν τὴν τοῦ παντὸς σωτηρίαν.

Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου γ´.

ΙΘ´.

Κἀμοὶ γάρ, ἵνα τρανώσω παραδείγματι τὸ περὶ Σωτῆρος λεχθέν, ὁ φυσικός μου λόγος συγγενής ἐστι καὶ κατάλληλος ὄντι λογικῷ τε καὶ νοερῷ τὴν ψυχήν· ᾗς κατὰ φύσιν ἐστὶν αὐτοκίνητος ἐνέργεια τε καὶ πρώτη δύναμις ἀεικίνητος, ὁ λόγος, φυσικῶς αὐτῆς πηγαζόμενος· ὃν ῥηματίσας τε καὶ γραμμαῖς εὖ χαράξας, γλώσσῃ μὲν ὀργανικῶς, ὅτε χρὴ προφέρω, καὶ γράμμασι τεχνικῶς, διὰ τῶν ἀνομοίων ὑπάρχοντα, καὶ διὰ τῶν ἀνομοίων μὴ τραπέντα δεικνὺς αὐτὸν ἐξακουόμενον. Οὐ γὰρ γλώσσης καὶ γραμμάτων ὁ φυσικός μου λόγος ἐστί, κἂν δι᾿ αὐτῶν αὐτοῦ ποιουμένου τὴν προφοράν· ἀλλ᾿ ἐμοῦ τοῦ κατὰ φύσιν λαλοῦντος, καὶ δι᾿ ἀμφοῖν αὐτὸν ὡς ἐμὸν ἐκφωνοῦντος· τῆς μὲν νοερᾶς μου ψυχῆς φυσικῶς ἀεὶ παγαζόμενον· διὰ δὲ τῆς σωματικῆς μου γλώσσης ὀργανικῶς, ὡς ἔφην, ὅτε χρὴ προφερόμενον. Ὣσπερ οὖν ἡμῶν ὅσον εἰκάσαι (184) τὸν παντελῶς ἀνείκαστον, διὰ τῆς σωματικῆς ἡμῶν γλώσσης, ἀτρέπτως ἡ κατὰ φύσιν τῆς ψυχῆς λογικὴ προφέρεται δύναμις, οὕτω καὶ ἐπὶ τῆς ὑπερφυοῦς τοῦ Θεοῦ σωματώσεως, διὰ τῆς αὐτοῦ παναγίας σαρκός, ἐν οἷς ἂν θεϊκῶς ἐνήργησε, δίχα τροπῆς ἡ παντοκρατορικὴ καὶ τῶν ὅλων ποιητικὴ τῆς ὅλης θεότητος ἐνέργεια διαδείκνυται, πάσης ἐκτὸς κατὰ φύσιν περιγραφῆς διαμένουσα, κἂν διὰ σαρκὸς διέλαμψε φύσει πεπερασμένης. Οὐ γὰρ πέφυκε περιγράφεσθαι γενητῇ φύσει τὸ κατὰ φύσιν ἀγένητον· κἂν συνέφυ αὐτῷ κατὰ σύλληψιν πάντα περιγράφουσαν νοῦν· οὔτε μὲν εἰς ταὐτὸν αὐτῷ φέρεσθαι φύσεὼς ποτε καὶ φυσικῆς ἐνεργείας, ἕως ἂν ἑκάτερον τῆς ἰδίας ἐντὸς μένει φυσικῆς ἀτρεψίας. Ὁμοφυῶν γὰρ μόνον ἡ ταὐτουργός ἐστι κίνησις, σημαίνουσα τὴν οὐσίαν, ᾗ φυσικὴ καθέστηκε δύναμις, ἑτεροφυοῦς ἰδιότητος οὐσίας εἶναι κατ᾿ οὐδένα λόγον ἢ γενέσθαι δίχα τροπῆς δυναμένης.

Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου δ´.

Κ´.

Τὸ γὰρ μυστήριον τῆςθείας σαρκώσεως, ἀποστόλοις τε καὶ προφήταις καὶ διδασκάλοις, διττὴν καὶ διάφορον ἔχον διέγνωσται τὴν ἐν πᾶσι φυσικὴν θεωρίαν· ἀνελλιποῦς ὑπάρχον θεότητος, καὶ πλήρους ἐνδεικτικὸν ἀνθρωπότητος ὄν. Ἕως ἂν οὐχ εἷς κατὰ τὴν οὐσίαν γνωρίζεται Λόγος μιᾶς ἐνεργείας, οὐδέποτε καθοτιοῦν ἀμφοτέρων γνωσθήσεται κίνησις. Ὁ γὰρ ἀεὶ κατὰ φύσιν ὑπάρχων Θεός, ὑπεραπείρῳ δυνάμει γενόμενος, ὡς ἠθέλησεν, ἄνθρωπος ἀναμάρτητος, ὅπερ ἦν, ἐστί, μεθ᾿ ὅσων νοεῖται Θεός· καὶ ὅπερ γέγονεν, ἐστί, μεθ᾿ ὅσων νοεῖται καὶ γνωρίζεσθαι πέφυκεν ἄνθρωπος. Ἑαυτοῦ καθ᾿ ἑκάτερον ἀεὶ μένων ἀνέκπτωτος, οἷς θεϊκῶς ὁμοῦ καὶ ἀνθρωπίνως ἐνήργησε, τέλειον κατὰ τὸν ἑκάτερον λόγον σῴζων ἑαυτοῦ φυσικῶς ἀναλλοίωτον.

Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου ε´.

ΚΑ´.

Βήρων γὰρ τις ἔναγχος, μεθ᾿ ἑτέρων τινῶν, τὴν Βαλεντίνου φαντασίαν ἀφέντες, χείρονι κακῷ κατεπάρησαν, λέγοντες· Τὴν μὲν προσληφθεῖσαν τῷ λόγῳ σάρκα γενέσθαι ταυτουργὸν τῇ θεότητι, διὰ τὴν πρόσληψιν· τὴν θεότητα δὲ γενέσθαι ταυτοπαθῆ τῇ σαρκί, διὰ κένωσιν· τροπὴν ὁμοῦ καὶ φύρσιν καὶ σύγχυσιν, καὶ τὴν εἰς ἀλλήλους ἀμφοτέρων μεταβολὴν δογματίζοντες. Εἰ γὰρ ἡ προσληφθεῖσα σὰρξ γέγονε κενωθεῖσα τῇ σαρκὶ ταυτουργὸς τῇ θεότητι, δηλονότι καὶ φύσει Θεός, μεθ᾿ ὅσων φυσικῶς νοεῖται Θεός. Καὶ εἰ γέγονε κενωθεῖσα τῇ σαρκὶ ταυτοπαθὴς ἡ θεότης, δηλονότι καὶ φύσει σάρξ, μεθ᾿ ὅσων φυσικῶς γνωρίζεσθαι πέφυκε σάρξ. Τὰ γὰρ ἀλλήλοις ὁμοεργῆ καὶ ταὐτουργά, καὶ ὁμόφυλα πάντως καὶ ταυτοπαθῆ διαφορὰν οὐκ ἐπιδέχεται φύσεως· καὶ φύσεως αὐτῶν συγκεχυμένων, ἔσται δυὰς ὁ Χριστός, καὶ προσώπων μεμερισμένων τετράς, τὸ φευκτότατον. Καὶ πῶς αὐτοῖς εἷς καὶ ὁ αὐτὸς Θεὸς ὁμοῦ φύσει καὶ (185) ἄνθρωπος, ὁ Χριστός; Ποίαν δὲ κατ᾿ αὐτοὺς ἕξει τὴν ὕπαρξιν, μεταβολῇ θεότητος γενόμενος ἄνθρωπος, καὶ σαρκὸς μεταποιήσει Θεός; Ἡ γὰρ εἰς ἀλλήλας τούτων μετάπτωσις, παντελής ἐστιν ἀμφοτέρων ἀναίρεσις· σκοπείσθω δὲ πάλιν ἡμῖν ἑτέρως ὁ λόγος.

Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου στ´.

ΚΒ´.

Εὐσεβὲς κεκύρωται δόγμα Χριστιανοῖς· κατ᾿ αὐτήν τε φύσιν καὶ τὴν ἐνέργειαν, καὶ πᾶν ἕτερον αὐτῷ προσφυές, ἴσον ἑαυτῷ καὶ ταυτὸν εἶναι τὸν Θεόν, μηδὲν ἑαυτῷ τῶν ἑαυτοῦ παντελῶς ἄνισον ἔχοντα καὶ ἀκατάλληλον. Εἰ τοίνυν κατὰ Βήρωνα τῆς αὐτῆς αὐτῷ προσληφθεῖσα φυσικῆς ἐνεργείας γέγονεν ἡ σάρξ, δηλονότι καὶ τῆς αὐτῆς αὐτῷ γέγονε φύσεως, μεθ᾿ ὅσων ἡ φύσις, ἀναρχίας, ἀγεννησίας, ἀπειρίας, ἀϊδιότητος, ἀκαταληψίας, καὶ τῶν ὅσα τούτων καθ᾿ ὑπεροχὴν ὁ θεολογικὸς ὑπερφυῶς ἐνορᾷ τῇ θεότητι λόγος· καὶ τροπὴν ἀμφότερα πέπονθεν, μηδετέρου τὸν τῆς φύσεως οὐσιώδη λόγον ἔτι σωζόμενον ἔχοντος. Ὁ γὰρ ἑτεροφυῶν εἰδὼς ταυτουργίαν, σύγχυσιν ὁμοῦ φυσικήν, καὶ διαίρεσιν αὐτῶν εἰσηγεῖται προσωπικήν· ἀδιαγνώστου παντελῶς τῇ τῶν ἰδιωμάτων μεταβολῇ τῆς φυσικῆς αὐτῶν γενομένης ὑπάρξεως.

Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου ζ´.

ΚΓ´.

Εἰ δὲ τῆς αὐτῆς αὐτῷ μὴ γέγονε φύσεως, οὐδὲ τῆς αὐτῆς αὐτῷ γενήσεται φυσικῆς ἐνεργείας, ἵνα μὴ δειχθῇ τῇ φύσει τὴν ἐνέργειαν ἄνισον, ἔχων καὶ ἀκατάλληλον· καὶ τῆς αὐτοῦ δι᾿ ὅλων τῶν ἑαυτοῦ φυσικῆς ἔξω γεγονὼς ἰσότητος καὶ ταυτότητος· ὅπερ ἀσεβές.

Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου η´.

ΚΔ´.

Εἰς ταύτην δὲ τὴν πλάνην κατήχθησαν, κακῶς πεισθέντες ἰδίαν γενέσθαι τῆς σαρκὸς τὴν δι᾿ αὐτῆς ἐκφανθεῖσαν ἐν τοῖς θαύμασοι θείαν ἐνέργειαν· ᾗ τὸ πᾶν ὁ Χριστὸς οὐσιώσας, καθὸ νοεῖται Θεός, συνέχει κρατούμενον. Οὐ γὰρ ἔγνωσαν, ἀδύνατον εἶναι θείας ἐνέργειαν φύσεως ἑτεροφανοῦς οὐσίας ἰδίωμα γενέσθαι δίχα τροπῆς· οὐδὲ συνῆκαν, ὡς οὐ πάντως ἴδιόν ἐστι σαρκός, τὸ δι᾿ αὐτῆς μὲν ἐκφαινόμενον, οὐκ αὐτῆς δὲ φυσικῶς ἐκφυόμενον· καίτοι σαφοῦς αὐτοῖς οὔσης καὶ προφανοῦς τῆς ἀποδείξεως. Ἐγὼ γὰρ γλώσσῃ λαλῶν καὶ χειρὶ γράφων, μίαν καὶ τὴν αὐτὴν δι᾿ ἀμφοῖν τῆς νοερᾶς μου ψυχῆς ἐκφαίνω διάνοιαν, ἐνέργειαν αὐτῆς ὑπάρχουσαν φυσικήν· μηδενὶ λόγῳ δείξας αὐτὴν γλώσσης ἢ χειρὸς φυσικῶς ἐκφυομένην· μήτε μὴν γενομένην αὐτῶν ἢ λεγομένην διάνοιαν, διὰ τὴν δι᾿ ἀμφοῖν αὐτῆς ἔκφανσιν. Γλῶσσαν γὰρ ἢ χεῖρα διανοητικὴν συνετὸς οἶδεν οὐδείς· ὥσπερ οὐδὲ τὴν παναγίαν τοῦ Θεοῦ σάρκα, διὰ τὸ προσληφθῆναι, καὶ τὸ δι᾿ αὐτῆς ἐκφανθῆναι τὴν θείαν ἐνέργειαν, γενομένην κατ᾿ αὐτὸν φύσει δημιουργόν· ἀλλ᾿ εὐσεβῶς ὁμολογεῖ πιστεύων, ὅτι διὰ τὴν ἡμῶν σωτηρίαν, καὶ τὸ δῆσαι πρὸς (188) ἀτρεψίαν τὸ πᾶν, ὁ τῶν ὅλων δημιουργὸς ἐκ τῆς παναγίας ἀειπαρθένου Μαρίας, κατὰ σύλληψιν ἄχραντον, δίχα τροπῆς, ἐνουσιώσας ἑαυτῷ ψυχὴν νοερὰν μετ᾿ αἰσθητικοῦ σώματος, γέγονεν ἄνθρωπος φύσει κακίας ἀλλότριος· ὅλος Θεὸς ὁ αὐτός, καὶ ὅλος ἄνθρωπος ὁ αὐτός· ὅλος Θεὸς ὁμοῦ φύσει καὶ ἄνθρωπος ὁ αὐτός· θεότητι μὲν τὰ θεῖα διὰ τῆς αὐτοῦ παναγίας σαρκός, οὐκ ὄντα φύσει τῆς σαρκὸς ἐνεργῶν· ἀνθρωπότητι δὲ τὰ ἀνθρώπινα, οὐκ ὄντα φύσει θεότητος, ἀνοχῇ πάσχων θεότητος. Μηδὲν θεῖον γυμνὸν σώματος ἐνεργήσας· μηδὲ ἀνθρώπινον ὁ αὐτὸς ἄμοιρον δράσας θεότητος. Τηρῶν ἑαυτῷ καὶ καθ᾿ ὃν ἐνήργησεν ἀμφότερα καινοπρεπῆ τρόπον, τὸ κατ᾿ ἄμφω φυσικῶς ἀναλλοίωτον· εἰς πίστωσιν τῆς αὐτοῦ τελείας ἐνανθρωπήσεως, τῆς ὄντως ἀληθοῦς, καὶ μηδὲν ἐχούσης φαυλότητος. Ὁ μὲν οὖν Βήρων, οὕτως ἔχων, ὡς ἔφην, ἐνεργείας μονάδι τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα συγχέας, ὁμοῦ φυσικῶς καὶ προσωπικῶς μερίζων, καταλύει τὸν βίον· ἀγνοήσας μόνης τῆς τῶν ὁμοφυῶν προσώπων ὁμοφυοῦς ταυτότητος τὴν ταυτουργίαν εἶναι δηλωτικήν.

Συνέχεια τοῦ Τόμ. Β´ σελ. 152

ΙΕ´.

ΘΕΟΔ. Τί οὖν; Οὐ δεῖ παντελῶς ἐπὶ Χριστοῦ λέγειν μίαν ἐνέργειαν; ΜΑΞ. Κατὰ τὴν ἁγίαν Γραφήν, καὶ τοὺς ἁγίους Πατέρας οὐδὲν τοιοῦτον λέγειν παρελάβομεν· ἀλλ' ὥσπερ δύο φύσεις τὸν Χριστὸν τὰς ἐξ ὧν ἐστιν, οὕτως καὶ τὰς φυσικὰς αὐτοῦ θελήσεις καὶ ἐνεργείας καταλλήλως αὐτῷ, ὁμοῦ τε φύσει Θεῷ καὶ ἀνθρώπῳ ὄντι τῷ αὐτῷ πιστεύειν καὶ ὁμολογεῖν ἐπετράπημεν. ΘΕΟΔ. Ὄντως, δέσποτα, καὶ ἡμεῖς ὁμολογοῦμεν καὶ τὰς φύσεις καὶ διαφόρους ἐνεργείας, τουτέστι, θείαν τε καὶ ἀνθρωπίνην· καὶ θελητικὴν αὐτοῦ τὴν θεότητα, καὶ θελητικὴν αὐτοῦ τὴν ἀνθρωπότητα· ἐπειδὴ οὐκ ἄνευ θελήσεως ἦν ἡ ψυχὴ αὐτοῦ. Δύο δὲ οὐ λέγομεν ἵνα μὴ μαχόμενον αὐτὸν αὐτῷ εἰσαγάγωμεν. ΜΑΞ. Τί οὖν; δύο θελήσεις λέγοντες, μαχομένας αὐτὰς εἰσάγετε διὰ τὸν ἀριθμόν; ΘΕΟΔ. Οὔ. ΜΑΞ. Τί οὖν; φύσεσιν ἐπιφημηζόμενος ὁ ἀριθμὸς οὐ διαιρεῖ· ἀλλ' ἐπὶ θελήσεων καὶ ἐνεργειῶν λεγόμενος, διαιρέσεως ἔχει δύναμιν; ΘΕΟΔ. Πάντως καὶ οἱ Πατέρες ἐπὶ θελήσεων καὶ (153) ἐνεργειῶν οὐκ εἶπον, φεύγοντες τὴν διαίρεσιν, ἀλλ' ἄλλην καὶ ἄλλην, καὶ θείαν, καὶ ἀνθρωπίνην, καὶ διπλῆν, καὶ διττήν· καὶ ὡς εἶπαν λέγω, καὶ ὡς εἰρήκασι λέγω.

ΙΣτ´.

ΜΑΞ. Διὰ τὸν Κύριον, ἐάν τις σοι εἴπῃ· ἄλλην καὶ ἄλλην, πόσας νοεῖς; ἤ, θείαν καὶ ἀνθρωπίνην, πόσας νοεῖς; ἤ, διπλῆν καὶ διττήν, πόσας νοεῖς ; ΘΕΟΔ. Οἶδα πῶς νοῶ, δύο δὲ οὐ λέγω. Τότε στραφεὶς ὁ ἀββᾶς Μάξιμος πρὸς τοὺς ἄρχοντας, εἶπε· Διὰ τὸν Κύριον, ἐὰν ἀκούσητε μίαν καὶ μίαν, ἢ ἄλλην καὶ ἄλλην· ἢ δὶς δύο, ἢ δὶς πέντε, τί νοοῦντες τοῖς λέγουσιν ἀποκρίνεσθε; καὶ εἶπαν· Ἐπειδὴ ὥρκισας ἡμᾶς, τὸ μίαν καὶ μίαν δύο νοοῦμεν· καὶ ἄλλην καὶ ἄλλην, δύο νοοῦμεν· καὶ δὶς δύο τέσσαρα νοοῦμεν. Ὁμοίως καὶ δὶς πέντε, δέκα νοοῦμεν. Καὶ ὥσπερ αἰδεσθεὶς Θεοδόσιος τὴν ἀπόκρισιν ἐκείνων, εἶπε· Τὸ μὴ εἰρημένον τοῖς Πατράσιν, οὐ λέγω. Καὶ λαβὼν εὐθέως ὁ ἀββᾶς Μάξιμος τὴν βίβλον τῶν πεπραγμένων τῆς ἁγίας ἀποστολικῆς συνόδου, ἔδειξε τοὺς ἁγίους Πατέρας τὰς δύο θελήσεις καὶ ἐνεργείας τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ διαῤῥήδην λέγοντας· ἣν λαβὼν βίβλον τῶν πεπραγμένων ἐξ αὐτοῦ Θεοδόσιος ὁ ὕπατος, ἀνέγνω καὶ αὐτὸς πάσας τὰς χρήσεις τῶν Πατέρων. Καὶ τότε ἀποκριθεὶς Θεοδόσιος ἐπίσκοπος εἶπεν· Ὁ Θεὸς οἶδεν, εἰ μὴ προσωπικῶς τὰ ἀναθέματα ἔθηκεν ἡ σύνοδος αὕτη, πλεῖον παντὸς ἀνθρώπου ἐδεχόμην αὐτήν· ἀλλ᾿ ἵνα μὴ χρονοτριβῶμεν ἐνταῦθα, εἲ τι εἶπαν οἱ Πατέρες, λέγω, καὶ ἐγγράφως εὐθέως ποιῶ, δύο φύσεις, καὶ δύο θελήματα, καὶ δύο ἐνεργείας· καὶ εἴσελθε μεθ' ἡμῶν κοινωνήσων, καὶ γενέσθω ἕνωσις.

ΙΖ´.

ΜΑΞ. Δέσποτα, ἐγὼ οὐ τολμῶ δέξασθαι συγκατάθεσιν παρ' ὑμῶν ἔγγραφον περὶ τοιούτου πράγματος, ψιλὸς ὑπάρχων μοναχός· ἀλλ' ἐὰν κατένυξεν ὑμᾶς ὁ Θεός, τὰς τῶν ἁγίων Πατέρων δέξασθαι φωνάς, καθὼς ἀπαιτεῖ ὁ κανών, πρὸς τὸν Ῥώμης περὶ τούτου ἐγγράφως ἀποστείλατε· ἤγουν ὁ βασιλεύς, καὶ ὁ πατριάρχης, καὶ ἡ κατ' αὐτὸν σύνοδος. Ἐγὼ γὰρ οὐδὲ τούτων γινομένων κοινωνῶ, ἀναφερομένων τῶν ἀναθεματισθέντων ἐπὶ τῆς ἁγίας ἀναφορᾶς. Φοβοῦμαι γὰρ τὸ κατάκριμα τοῦ ἀναθέματος. ΘΕΟΔ. Ὁ Θεὸς οἶδεν, οὐ καταγινώσκω σου φοβουμένου· ἀλλ' οὔτε ἄλλος τις. Ἀλλὰ δὸς ἡμῖν βουλὴν διὰ τὸν Κύριον, ἐάν ἐστι τοῦτο δυνατὸν γενέσθαι. ΜΑΞ. Ποίαν βουλὴν ἔχω ὑμῖν περὶ τούτου δοῦναι; Ὑπάγετε, ψηλαφήσατε ἐὰν τι τοιοῦτον γέγονὲ ποτε, καὶ μετὰ θάνατον ἀπελύθη τις τοῦ περὶ τὴν πίστιν ἐγκλήματος, καὶ τοῦ ἐξενεχθέντος κατ' αὐτοῦ κατακρίματος· καὶ καταδέξηται ὁ βασιλεὺς καὶ ὁ πατριάρχης μιμήσασθαι τοῦ Θεοῦ τὴν συγκατάβασιν· καὶ ποιήσωσιν, ὁ μὲν κέλευσιν παρακλητικήν, ὁ δέ, συνοδικὴν δέησιν πρὸς τὸν πάπαν Ῥώμης· καὶ πάντως εἴπερ εὑρεθείη τρόπος ἐκκλησιαστικός, τοῦτο ἐπιτρέπων διὰ τὴν ὀρθὴν ὁμολογίαν τῆς πίστεως, συμβιβάζεται ὑμῖν περὶ τούτου.

(156) ΘΕΟΔ. Τοῦτο πάντως γίνεται ἀλλὰ δός μοι λόγον, ὅτι, ἐὰν ἐμὲ πέμπωσιν, ἔρχῃ μετ' ἐμοῦ. ΜΑΞ. Δέσποτα, συμφέρει σοι τὸν σύνδουλόν μου τὸν ἐν Μεσημβρίᾳ λαβεῖν μεθ᾿ ἑαυτοῦ, εἴπερ ἐμέ· ἐκεῖνος γὰρ καὶ τὴν γλῶσσαν οἶδε, καὶ αἰδοῦνται αὐτὸν ἀξίως, τοσούτους χρόνους κολαζόμενον, διά τε τὸν Θεόν, καὶ τὴν κρατοῦσαν ὀρθὴν πίστιν ἐν τῷ κατ᾿ αὐτοὺς θρόνῳ. ΘΕΟΔ. Ἀψιμαχίας διαφόρους πρὸς ἀλλήλους ἔχομεν, καὶ οὐχ ἠδέως ἔχω μετ᾿ ἐκείνου ἀπελθεῖν. ΜΑΞ. Δέσποτα, ἐπὰν ἔδοξε τοῦτο γενέσθαι, ἔκβασις γένηται τῶν δοξάντων· καὶ ὅπου βούλεσθε, ἀκολουθῶ ὑμῖν. Καὶ ἐπὶ τούτῳ ἀνέστησαν πάντες μετὰ χαρᾶς καὶ δακρύων· καὶ ἔβαλον μετάνοιαν, καὶ εὐχὴ ἐγένετο· καὶ ἕκαστος αὐτῶν τὰ ἅγια Εὐαγγέλια, καὶ τὸν τίμιον σταυρόν, καὶ τὴν εἰκόνα τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς Δεσποίνης ἡμῶν, τῆς αὐτὸν τεκούσης παναγίας Θεοτόκου ἠσπάσαντο, τεθεικότες καὶ τὰς ἰδιὰς χεῖρας ἐπὶ βεβαιώσει τῶν λαληθέντων.

ΙΘ´.

Εἶτα μικρὸν ὁμιλήσαντες πρὸς ἀλλήλους περὶ τοῦ κατὰ Θεὸν βίου, καὶ τῆς θείων ἐντολῶν τηρήσεως, στραφεὶς Θεοδόσιος ὁ ἐπίσκοπος πρὸς τὸν ἀββᾶν Μάξιμον εἶπεν· Ἰδοὺ πάντα διαλέλυται τὰ σκάνδαλα, καὶ γέγονεν εἰρήνη διὰ τοῦ Θεοῦ, καὶ γενήσεται· ἀλλὰ διὰ τὸν Κύριον, μὴ κρύψῃς με· οὐ λέγεις καθ' οἱονδήποτε τρόπον μίαν θέλησιν καὶ μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ; ΜΑΞ. Οὐκ ἐνδέχεταί με τοῦτο εἰπεῖν ποτέ. Καὶ λέγω τὴν αἰτίαν· ἐπειδὴ ξένη ἐστὶν ἡ φωνὴ τοῖς ἁγίοις Πατράσι, δύο φύσεων μίαν λέγειν θέλησιν καὶ ἐνέργειαν. Εἶτα δέ, διὰ παντὸς τρόπου ὁ τοῦτο λέγων, εὑρίσκει εὐθυβόλως ὑπαντῶσαν αὐτῷ τὴν ἀτοπίαν. Ἐὰν γὰρ εἴπω φυσικὴν φοβοῦμαι τὴν σύγχυσιν· ἐὰν εἴπω ὑποστατικήν, διαιρῶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τὸν Υἱόν, καὶ τρεῖς θελήσεις εἰσάγων φανήσομαι, μὴ συμβαινούσας ἀλλήλαις, ὥσπερ καὶ τὰς ὑποστάσεις· ἐὰν εἴπω τὴν ὡς ἑνὸς μίαν θέλησιν καὶ ἐνέργειαν, ἀναγκάζομαι καὶ τὴν ὡς ἑνὸς Πατρός, καὶ τὴν ὡς ἑνὸς τοῦ Πνεύματος εἰπεῖν, κἂν μὴ θέλω, θέλησιν καὶ ἐνέργειαν, καὶ εὑρεθήσεται εἰς πολυθεΐαν ἐκπίπτων ὁ λόγος· ἐὰν εἴπω σχετικήν, τὴν Νεστορίου εἰσάγω προσωπικὴν διαίρεσιν· ἐὰν εἴπω παρὰ φύσιν, φθείρω τὴν ὕπαρξιν τοῦ θέλοντος· φθορὰ γὰρ τῇ φύσει, τὸ παρὰ φύσιν ἐστί, καθὼς οἱ Πατέρες εἰρήκασι.

Κ´.

ΘΕΟΔ. Μίαν διὰ τὴν ἕνωσιν τοῦ Σωτῆρος ἡμῶν θέλησιν, πάντη τε καὶ πάντως ὀφείλομεν λέγειν, καθάπερ Σέργιος καὶ Πύῤῥος, ὡς οἶμαι, καλῶς νενοηκότες γεγράφασι. ΜΑΞ. Εἰ κελεύεις, δέσποτα, δέξαι μου περὶ τούτου δύο ῥήματα. Εἰ διὰ τὴν ἕνωσιν μία τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, καθάπερ Σέργιος, καὶ Πύῤῥος, καὶ Παῦλος γεγράφασι, γέγονε θέλησις, ἑτεροθελὴς κατ' αὐτοὺς ἔσται ὁ Υἱὸς τῷ Πατρί· διὰ τὴν φύσιν, ἀλλ' οὐ διὰ τὴν ἕνωσιν, μίαν κατὰ τὸν (157) Υἱὸν ἔχοντι θέλησιν, εἴπερ οὐ ταυτόν ἐστιν ἕνωσις καὶ φύσις. Εἰ διὰ τὴν ἕνωσιν μία κατ᾿ αὐτοὺς τοῦ Σωτῆρος ἡμῶν γέγονε θέλησις, αἰτίαν αὐτῆς ἕξει πάντως τὴν ἕνωσιν, ἀλλ᾿ οὐδετέραν τῶν ἐξ ὧν ἔστι φύσιν· καὶ σχέσεως κατ᾿ αὐτοὺς ἔσται προδήλως ἡ θέλησις, ἀλλ᾿ οὐ φύσεως· σχέσιν γάρ, ἀλλ᾿ οὐ φύσιν ὁ τῆς ἀληθείας τὴν ἕνωσιν ἐπίσταται λόγος. Εἰ διὰ τὴν ἕνωσιν ὡς ἔφασαν, μία τοῦ Σωτῆρος ἡμῶν γεγένηται θέλησις, ποίᾳ θελήσει φασὶν αὐτὴν γεγενῆσθαι τὴν ἕνωσιν. Οὐ γὰρ δήπου τῇ δι᾿ αὐτὴν γενομένῃ φαῖεν ἂν ἀληθείας φροντίζοντες, καὶ τὸ παράλογον φεύγοντες. Εἰ διὰ τὴν ἕνωσιν μία τοῦ Σωτῆρος γεγένηται θέλησις, δῆλον ὅτι πρὸ τῆς ἑνώσεως, ἢ πολυθελὴς ἦν ἢ παντελῶς ἀθελής. Καὶ εἰ μὲν πολυθελὴς ἦν, μείωσιν τῶν πολλῶν, πρὸς μίαν σταλείς, ὑπέμεινε, θέλησιν, καὶ τροπῆς προφανῶς ἐδέξατο πάθος, τὴν τῶν προσουσῶν αὐτῷ φυσικῶς πολλῶν θελήσεων μείωσιν. Εἰ δὲ πάνταπασιν ἦν ἀθελής, κρείττονα τῆς φύσεως ἀπέφηνεν οὖσαν τὴν ἕνωσιν, ἐξ ἧς ἐπορίσατο θέλησιν, ἣν ἡ φύσις ἠπόρησε· καὶ πάλιν τρεπτὸς ἀπέφηνε (ἐπέφηνε), τὸ μὴ τῇ φύσει προσὸν αὐτῷ, σχέσει κτησάμενος. Εἰ διὰ τὴν ἕνωσιν μία τοῦ Σωτῆρος ἡμῶν καθ᾿ ἕτερον τῶν ἐξ ὧν ἐστι γέγονε θέλησις, πρόσφατος γέγονε θελήσει Θεός, ὁ αὐτὸς διὰ τὴν ἕνωσιν τῇ φύσει μένων ἀΐδιος, καὶ ἄναρχος ἄνθρωπος τῇ θελήσει, μένων τῇ φύσει πρόσφατος, ὅπερ ἀδύνατον, ἵνα μὴ λέγω δυσσεβές. Εἰ διὰ τὴν ἕνωσιν μία τῶν φύσεων γέγονε θέλησις, τί δήποτε διὰ τὴν αὐτὴν αἰτίαν μία τῶν φύσεων οὐ γέγονε φύσις.

ΚΑ´.

Καὶ διακόψας ἐπὶ τούτοις τὴν τοῦ λόγου φορὰν Θεοδόσιος ὁ ἐπίσκοπος, εἶπε· Τί τοίνυν διὰ τὴν ἕνωσιν γέγονε, εἰ μηδὲν τούτων γεγένηται δι᾿ αὐτήν; ΜΑΞ. Ἔνσαρκον ἔδειξεν ἀψευδῶς γεγονότα τὸν ἄσαρκον αὐτὸν φύσει Θεόν· καὶ τὸν τῶν ὅλων δημιουργόν, φύσει γενόμενον ἄνθρωπον ἀριδήλως παρέστησεν, οὐ τροπῇ φύσεως, ἢ μειώσει τινὸς τῶν τῆς φύσεως, ἀλλ᾿ ἀληθεῖ προσλήψει νοερῶς ἐψυχωμένης σαρκός, ἤγουν ἀνελλιποῦς ἀνθρωπότητος, παντὸς προπατορικοῦ καθαρᾶς κατὰ φύσιν ἐγκλήματος. Καὶ τῷ κατ᾿ ἐπαλλαγὴν λόγῳ, τὸ θαυμάσιον ὄντως καὶ πᾶσι κατάπληκτον, ὅλον ἐν τοῖς ἀνθρωπίνοις Θεὸν τὸν αὐτὸν ὁλοκλήρως μένοντα τῶν ἰδίων ἐντός· ὅλον ἐν τοῖς θείοις ἄνθρωπον, ὁλοκλήρως μένοντα τῶν ἰδίων ἀνέκπτωτον. Περιχώρησις γὰρ εἰς ἀλλήλας τῶν φύσεων καὶ τῶν αὐταῖς προσόντων φυσικῶν, κατὰ τὴν τῶν θεηγόρων Πατέρων ἡμῶν διδασκαλίαν· ἀλλ᾿ οὐ μεταχώρησις, ἢ μείωσις διὰ τὴν ἕνωσιν γέγονεν, ὅπερ ἴδιόν ἐστι τῶν σύγχυσιν κακούργως ποιουμένων τὴν ἕνωσιν, καὶ διὰ τοῦτο τοῖς καινισμοῖς πολυτρόπως ἐμφυρομένων, καὶ δι᾿ ἀπορίαν τοῦ κατ᾿ αὐτοὺς λόγου σταθηρότητος διωκόντων τοὺς εὐσεβεῖς.

ΚΒ´.

(160) Ὧν ἀκούσας Θεοδόσιος ὁ ἐπίσκοπος, ἔδοξε μετὰ τῶν λοιπῶν τῶν σὺν αὐτῷ παραγενομένων, τὸ λεχθὲν ἀποδέχεσθαι. Καὶ πάλιν ὁ αὐτὸς ἐπίσκοπος πρὸς τὸν ἀββᾶν Μάξιμόν φησιν· Ποίησον ἀγάπην· τί ἐστιν ὅπερ εἶπας ἡμῖν, ὅτι οὐδεὶς ὥς τις τὴν ὑπόστασιν, ἀλλ᾿ ὥς τι τὴν φύσιν ἐνεργεῖ; προΐεται γάρ μοι νοήσαντι τὸ λεχθέν. ΜΑΞ. Οὐδεὶς ὥς τις τὴν ὑπόστασιν ἐνεργεῖ, ἀλλ᾿ ὥς τι τὴν φύσιν· οἷον, Πέτρος καὶ Παῦλος ἐνεργοῦσιν· ἀλλ᾿ οὐ Πετρικῶς καὶ Παυλικῶς, ἀλλ᾿ ἀνθρωπικῶς· ἄμφω γὰρ ἄνθρωποι φυσικῶς κατὰ τὸν κοινὸν καὶ ὁριστικὸν τῆς φύσεως λόγον (ἀλλὰ οὐχ ὑποστατικῶς κατὰ τὸν ἰδίως ποῖον. Ὡσαύτως Μιχαὴλ καὶ Γαβριὴλ ἐνεργοῦσιν), ἀλλ᾿ οὐχὶ Μιχαηλικῶς καὶ Γαβριηλικῶς, ἀλλὰ ἀγγελικῶς· ἄμφω γὰρ ἄγγελοι. Καὶ οὕτως ἐπὶ πάσης φύσεως, πολλῶν τῷ ἀριθμῷ κατηγορουμένης, κοινήν, ἀλλ᾿ οὐχὶ μόνην τὴν ἐνέργειαν θεωροῦμεν. Οὐκοῦν ὁ λέγων ὑποστατικὴν ἐνέργειαν, αὐτὴν τὴν φύσιν μίαν οὖσαν, ἄπειρον ταῖς ἐνεργείαις εἰσάγει γεγενημένην· καὶ κατὰ τὸ πλῆθος τῶν ὑπ᾿ αὐτὴν ἀγομένων ἀτόμων, ἑαυτῆς διαφέρουσαν· ὅπερ εἰ δεξόμεθα καλῶς ἔχειν, πάση φύσει τὸν ἐπ᾿ αὐτῇ τοῦ πῶς εἶναι λόγον συνδιαφθείρομεν.

ΚΓ´.

Καὶ τούτων εἰρημένων, ἐν τῷ ἀσπάζεσθαι ἀλλήλους, εἶπε Θεοσόσιος ὁ ὕπατος· ἰδοὺ γέγονε τὰ πάντα καλῶς· ἆρα καταδέχεται ὁ βασιλεὺς παρακλητικὴν ποιῆσαι κέλευσιν; ΜΑΞ. Πάντως ποιεῖ, ἐὰν θέλῃ μιμητὴς εἶναι τοῦ Θεοῦ, καὶ συνταπεινωθῆναι αὐτῷ, διὰ τὴν κοινὴν πάντων ἡμῶν σωτηρίαν· λογιζόμενος, ὡς εἴπερ ὁ φύσιν σῴζων Θεός, οὐκ ἔσωσεν ἕως ἐταπεινώθη θέλων· πῶς ὁ φύσει σωζόμενος ἄνθρωπος ἢ σωθήσεται, ἢ σώσει μὴ ταπεινούμενος; Καὶ εἶπε Θεοδόσιος ὁ ὕπατος, ὅτι Ἐλπίζω τοῦ Θεοῦ σώζοντός μοι τὴν μνήμην, τοῦτο αὐτῷ τὸν λόγον λέγω, καὶ πείθεται. Καὶ ἀσπασάμενοι ἀλλήλους ἐπὶ τούτοις, ἀπῆλθον μετ᾿ εἰρήνης, δεδωκότος τοῦ ἐπισκόπου τῷ ἀββᾷ Μαξίμῳ πεμφθὲν αὐτῷ ποσὸν μικρόν, καὶ στιχάριν καὶ καμάσιν· καὶ τὸ μὲν στιχάριν εὐθέως κατ᾿ αὐτὴν τὴν ὥραν Βιζύης ὁ ἐπίσκοπος· ἐν τῷ Ῥηγίῳ δὲ οὐ τὸ δοθὲν αὐτῷ ποσὸν μόνον, ἀλλὰ καὶ ἄλλο εἲ τι δήποτε ἐξ εὐποιίας εἶχε, μετὰ τῶν λοιπῶν οἰκτρῶν αὐτοῦ πραγμάτων καὶ ἐσθημάτων, ἀφείλαντο.

ΚΔ´.

Μετὰ δὲ τὸ ἀπελθεῖν τοὺς εἰρημένους ἄνδρας, τῇ ὀγδόῃ τοῦ Σεπτεμβρίου μηνὸς τῆς παρούσης πεντεκαιδεκάτης ἰνδικτιῶνος, ἐξῆλθεν αὖθις Παῦλος ὁ ὕπατος ἐν Βιζύῃ πρὸς τὸν ἀββᾶν Μάξιμον, κέλευσιν ἐπιφερόμεος περιέχουσαν οὕτως· Κελεύομεν τῇ σῇ ἐνδοξότητι ἀπελθεῖν ἐν Βιζύῃ, καὶ ἀγαγεῖν Μάξιμον τὸν μοναχὸν μετὰ πολλῆς τιμῆς καὶ κολακείας, διά τε τὸ γῆρας καὶ τὴν ἀσθένειαν (161) καὶ τὸ εἶναι αὐτὸν προγονικὸν ἡμῶν, καὶ γενόμενον αὐτοῖς τίμιον· καὶ θέσθαι τοῦτον ἐν τῷ εὐαγεῖ μοναστηρίῳ τοῦ ἁγίου Θεοδώρου, τῷ διακειμένῳ πλησίον τοῦ Ῥηγίου· καὶ ἐλθεῖν, καὶ μηνύσαι ἡμῖν, καὶ πέμπομεν ἐκ προσώπου ἡμῶν δύο πατρικίους, ὀφείλοντας διαλεχθῆναι τὰ παραστάντα ἡμῖν, φιλοῦντας ἡμᾶς ψυχικῶς, καὶ φιλουμένους παρ᾿ ἡμῶν· καὶ ἐλθεῖν, καὶ ἀναγγεῖλαι ἡμῖν τὴν παρουσίαν αὐτοῦ. Ἀγαγὼν οὖν ὁ αὐτὸς ὕπατος, καὶ θεὶς ἐν τῷ προειρημένῳ μοναστηρίῳ, ἀπῆλθε ἀναγγεῖλαι.

ΚΕ´.

Καὶ τῇ ἑξῆς ἡμέρᾳ ἐξέρχονται πρὸς αὐτὸν Ἐπιφάνιος καὶ Τρώϊλος οἱ πατρίκιοι μετὰ πολλῆς περιβολῆς καὶ φαντασίας, καὶ Θεοδόσιος ὁ ἐπίσκοπος, καὶ ἀνέρχονται πρὸς αὐτὸν ἐν τῷ κατηχουμενίῳ τῆς ἐκκλησίας τῆς αὐτῆς μονῆς· καὶ τοῦ συνήθους ἀσπασμοῦ γενομένου, ἐκάθισαν, βιασάμενοι καὶ αὐτὸν καθίσαι· καὶ ἀπαρξάμενος τοῦ πρὸς αὐτὸν λόγου Τρώϊλος, εἶπεν· Ὁ δεσπότης ἡμῶν ἐκέλευσεν ἡμᾶς πρὸς σὲ γενέσθαι, καὶ λαλῆσαι ὑμῖν τὰ δόξαντα τῷ αὐτοῦ θεοστηρίκτῳ κράτει. Ἀλλ᾿ εἰπὲ ἡμῖν πρῶτον, ποιεῖς τὴν κέλευσιν τοῦ βασιλέως, ἢ οὐ ποιεῖς; Μάξιμος εἶπε· Δέσποτα, ἀκούσω τί ἐκέλευσε τὸ εὐσεβὲς αὐτοῦ κράτος, καὶ δεόντως ἀποκρίνομαι· ἐπεὶ πρὸς τὸ ἀγνοούμενον, ποίαν ἔχων ἀπόκρισιν δοῦναι; Τρώϊλος ἐπέμενε λέγων· Οὐκ ἐνδέχεται ὅτι λέγομεν τί ποτε, ἐὰν μὴ πρῶτον εἴπῃς εἰ ποιεῖς, ἢ οὐ ποιεῖς τὴν κέλευσιν τοῦ βασιλέως. Καὶ ὡς οἶδεν αὐτοὺς ἐνισταμένους, καὶ ἐπὶ τῇ ἀναβολῇ αὐτοῦ πικρότερον βλέποντας, καὶ τραχύτερον ἀποκριναμένους μετὰ πάντων τῶν συνόντων αὐτοῖς, καὶ τῶν ἀξιωμάτων κόσμοις ἐπηρμένων, ἀποκριθεὶς ὁ ἀββᾶς Μάξιμος, εἶπεν· Ἐπὰν οὐκ ἀνέχεσθε εἰπεῖν τῷ δούλῳ ὑμῶν τὰ παραστάντα τῷ δεσπότῃ ἡμῶν καὶ βασιλεῖ, ἰδοὺ λέγω ἀκούοντος τοῦ Θεοῦ καὶ τῶν ἁγίων ἀγγέλων, καὶ πάντων ὑμῶν, ὅτιπερ εἲ τι δήποτε κελεύει μοι περὶ οἱουδήποτε πράγματος τῷ αἰῶνι τούτῳ συγκαταλυομένου καὶ συμφθειρομένου, προθύμως ποιῶ. Καὶ εὐθέως ἀναστὰς Τρώϊλος, εἶπεν· Εὔξασθέ μοι, ἐγὼ ὑπάγω· οὗτος γὰρ οὐδὲν ποιεῖ. Καὶ πολλοῦ πάνυ γενομένου θορύβου, καὶ πολλῆς ταραχῆς καὶ συγχύσεως, εἶπεν αὐτοῖς Θεοδόσιος ὁ ἐπίσκοπος· Εἴπατε αὐτῷ τὴν ἀπόκρισιν, καὶ γνῶτε τί λέγει· ἐπεὶ τὸ οὕτως ἐξελθεῖν μηδὲν εἰρηκότας καὶ μηδὲν ἀκούσαντας, οὐκ ἔστιν εὔλογον. Τότε Ἐπιφάνιος ὁ πατριάρχης εἶπε· Τοῦτό σοι δηλοῖ δι᾿ ἡμῶν ὁ βασιλεύς, λέγων· Ἐπειδὴ πᾶσα ἡ Δύσις, καὶ οἱ ἐν τῇ Ἀνατολῇ διαστρέφοντες εἰς σὲ θεωροῦσι· καὶ ἅπαντες διὰ σὲ στασιάζουσι, μὴ θέλοντες συμβιβασθῆναι ἡμῖν διὰ τὴν πίστιν· κατανύξοι σε ὁ Θεὸς κοινωνῆσαι ἡμῖν ἐπὶ τῷ παρ᾿ ἡμῖν ἐκτεθέντι Τύπῳ, καὶ ἐξερχόμεθα ἡμεῖς δι᾿ ἑαυτῶν εἰς τὴν Χαλκῆν, καὶ ἀσπαζόμεθά σε, καὶ ὑποτιθέμεθα ὑμῖν τὴν χεῖρα ἡμῶν, καὶ μετὰ πάσης τιμῆς καὶ δόξης εἰσάγομεν ὑμᾶς εἰς τὴν μεγάλην Ἐκκλησίαν, καὶ μεθ᾿ ἑαυτῶν ἱστῶμεν ἐν ᾧ κατὰ συνήθειαν οἱ βασιλεῖς ἵστανται, καὶ ποιοῦμεν ἅμα τὴν σύναξιν, καὶ κοινωνοῦμεν ἅμα τῶν ἀχράντων καὶ (164) ζωοποιῶν μυστηρίων τοῦ ζωοποιοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ· καὶ ἀνακηρύττομέν σε Πατέρα ἡμῶν· καὶ γίνεται χαρὰ οὐ μόνον τῇ φιλοχρίστῳ καὶ βασιλίδι ἡμῶν πόλει, ἀλλὰ καὶ πάσῃ τῇ οἰκουμένῃ. Οἴδαμεν γὰρ ἀσφαλῶς, ὅτι σοῦ κοινωνοῦντος τῷ ἁγίῳ τῶν ἐνταῦθα θρόνῳ, πάντες ἑνοῦνται ἡμῖν, οἱ διὰ σὲ καὶ τὴν σὴν διδακαλίαν ἀποσχίσαντες τῆς κοινωνίας ἡμῶν.

Κστ´.

Καὶ στραφεὶς πρὸς τὸν ἐπίσκοπον ὁ ἀββᾶς Μάξιμος, μετὰ δακρύων εἶπεν αὐτῷ· Κύριε ὁ μέγας, ἡμέραν κρίσεως ἐκδεχόμεθα πάντες. Οἶδας τὰ τυπωθέντα, καὶ δόξαντα ἐπὶ τῶν ἁγίων Εὐαγγελίων καὶ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ τῆς εἰκόνος τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, καὶ τῆς αὐτὸν τεκούσης παναγίας ἀειπαρθένου Μητρός. Καὶ βαλὼν κάτω τὸ πρόσωπον ὁ ἐπίσκοπος, στυγνοτέρᾳ τῇ φωνῇ λέγει πρὸς αὐτόν· Καὶ τί ἔχω ποιῆσαι ἐγώ, ἐπὰν ἕτερὸν τι παρέστη τῷ εὐσεβεστάτῳ βασιλεῖ; Καὶ φησι πρὸς αὐτὸν Μάξιμος· Καὶ διὰ τί ἥψω τῶν ἁγίων Εὐαγγελίων, καὶ οἱ μετὰ σοῦ, οὐκ οὔσης ἐφ᾿ ὑμῖν τῆς τῶν λαληθέτων ἐκβάσεως; Ὄντως πᾶσα ἡ δύναμις τῶν οὐρανῶν τοῦτο οὐ πείθει με ποιῆσαι. Τί γὰρ ἀπολογήσομαι, οὐ λέγω τῷ Θεῷ, ἀλλὰ τῷ ἐμῷ συνειδότι, ὅτι διὰ δόξαν ἀνθρώπων, τῷ κατ᾿ αὐτὴν λόγῳ μηδεμίαν ἔχουσαν ὕπαρξιν, τὴν σώζουσαν τοὺς στέργοντας αὐτὴν πίστιν ἐξωμοσάμην;

ΚΖ´.

Καὶ ἐπὶ τῷ λόγῳ τούτῳ ἀναστάντες, θυμοῦ στρατηγήσαντος πᾶσιν αὐτοῖς, τιλμοῖς, καὶ ὠθισμοῖς, καὶ σφαιρισμοῖς παρέλυσαν αὐτόν, ἀπὸ κεφαλῆς ἕως ὀνύχων κατακλύσαντες αὐτὸν πτύσμασιν· ὧνπερ, μέχρις ἂν ἐπλύνθησαν ἅπερ ἐβέβλητο ἱμάτια, διεπνέετο ὁ βρόμος. Καὶ ἀναστὰς ὁ ἐπίσκοπος εἶπεν· Οὕτως οὐκ ἔδει γενέσθαι, ἀλλ᾿ ἀκοῦσαι μόνον παρ᾿ αὐτοῦ τὴν ἀπόκρισιν, καὶ εἰσελθεῖν ἀναγγεῖλαι τῷ δεσπότῃ ἡμῶν τῷ ἀγαθῷ. Τὰ γὰρ κανονικὰ πράγματα, ἑτέρῳ διοικοῦνται τρόπῳ. Καὶ μόλις πείσας αὐτοὺς ὁ ἐπίσκοπος ἡσυχάσαι, πάλιν ἐκάθισαν, καὶ μυρίαις ὕβρεσι καὶ ἀραῖς ἀνεπινοήτοις μωμώσαντες αὐτόν, μετὰ θυμοῦ καὶ τραχύτητος εἶπεν Ἐπιφάνιος· Εἰπέ, κακέσχατε φαγοπόλιε, ὡς αἱρετικοὺς ἔχων ἡμᾶς, καὶ τὴν πόλιν ἡμῶν, καὶ τὸν βασιλέα, τούτους εἶπας τοὺς λόγους; Ὄντως πλεῖὸν σου Χριστιανοὶ ἐσμεν καὶ ὀρθόδοξοι· καὶ τὸν Κύριον ἡμῶν καὶ Θεὸν ὁμολογοῦμεν ἔχειν καὶ θεϊκὴν θέλησιν καὶ ἀνθρωπίνην θέλησιν, καὶ νοερὰν ψυχήν· καὶ ὅτι πᾶσα νοερὰ φύσις, πάντως ἔχει τὸ θέλειν ἐκ φύσεως καὶ τὸ ἐνεργεῖν, ἐπειδὴ ζωῆς ἴδιον ἡ κίνησις, καὶ νοὸς ἴδιον ἡ θέλησις. Καὶ θελητικὸν αὐτὸν οἴδαμεν, οὐ θεότητι μόνον, ἀλλὰ καὶ ἀνθρωπότητι. Ἀλλὰ καὶ τὰ δύο θελήσεις αὐτοῦ καὶ ἐνεργείας οὐκ ἀρνούμεθα.

ΚΗ´.

(165) Καὶ ἀποκριθεὶς ὁ ἀββᾶς Μάξιμος, εἶπεν· Ἐὰν οὕτω πιστεύετε, καθὼς αἱ νοεραὶ φύσεις, καὶ ἡ τοῦ Θεοῦ Ἐκκλησία, πῶς με ἀναγκάζετε κοινωνῆσαι ἐπὶ τῷ Τύπῳ, τῷ μόνην τούτων ἔχοντι ἀναίρεσιν; ΕΠΙΦ. Δι᾿ οἰκονομίαν τοῦτο γέγονεν, ἵνα μὴ βλαβῶσιν οἱ λαοὶ ταῖς τοιαῦταις λεπτομερέσι φωναῖς. Καὶ ἀποκριθεὶς ὁ ἀββᾶς Μάξιμος, εἶπε· Τοὐναντίον πᾶς ἄνθρωπος ἁγιάζεται διὰ τῆς ἀκριβοῦς ὁμολογίας τῆς πίστεως, οὐ μὴν διὰ τῆς ἀναιρέσεως, τῆς ἐν τῷ Τύπῳ κειμένης. Καὶ εἶπε Τρώϊλος· Καὶ ἐν τῷ παλατίῳ εἶπόν σοι, ὅτι οὐκ ἀνεῖλεν, ἀλλὰ κατασιγασθῆναι ἐκέλευσεν, ἵνα εἰρηνεύωμεν πάντες. Καὶ ἀποκριθεὶς ὁ ἀββᾶς Μάξιμος εἶπεν· Ἡ σιγὴ τῶν λόγων, ἀναίρεσις τῶν λόγων ἐστί. Διὰ γὰρ τοῦ Προφήτου λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Οὐκ εἰσὶ λαλιαί, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Οὐκοῦν ὁ μὴ λαλούμενος λόγος, οὐδὲ λόγος ἐστί. Καὶ εἶπε Τρώϊλος· Ἔχε ἐν καρδίᾳ σου, ὡς θέλεις· οὐδείς σε κωλύει. Ὁ ἀββᾶς Μάξιμος εἶπεν. Ἀλλ᾿ οὐ περιώρισεν ὁ Θεὸς τῇ καρδίᾳ τὴν ὅλην σωτηρίαν, εἰπών· Ὁ ὁμολογῶν με ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Καὶ ὁ θεῖος Ἀπόστολος διδάσκει, λέγων· Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην· στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Εἰ οὖν ὁ Θεός, καὶ οἱ τοῦ Θεοῦ προφῆται καὶ ἀπόστολοι κελεύουσιν ὁμολογεῖσθαι τὸ μυστήριον φωναῖς ἁγίων, τὸ μέγα καὶ φρικτόν, καὶ παντὸς τοῦ κόσμου σωτήριον, οὐκ ἔστι χρεία οἱῳδήποτε τρόπῳ κατασιγασθῆναι τὴν τοῦτο κηρύττουσαν φωνήν, ἵνα μὴ μειωθῇ τῶν σιγώντων ἡ σωτηρία.

ΚΘ´.

Καὶ ἀποκριθεὶς τραχυτάτῳ λόγῳ Ἐπιφάνιος, εἶπεν· Ὑπέγραψας ἐν τῷ λιβέλλῳ; Καὶ εἶπεν ὁ ἀββᾶς Μάξιμος· Ναί, ὑπέγραψα. - Καὶ πῶς ἐτόλμησας, εἶπεν, ὑπογράψαι, καὶ ἀναθεματίσαι τοὺς ὁμολογοῦντας καὶ πιστεύοντας ὡς αἱ νοεραὶ φύσεις, καὶ ἡ καθολικὴ Ἐκκλησίᾳ; Ὄντως τῇ ἐμῇ κρίσει εἰσάγομέν σε εἰς τὴν πόλιν, καὶ ἱστῶμεν εἰς τὸν φόρον δεδεμένον, καὶ τοὺς μίμους καὶ μιμάδας, καὶ τὰς προϊσταμένας πόρνας, καὶ πάντα τὸν λαὸν φέρομεν, ἵνα ἕκαστος καὶ ἑκάστη, καὶ ῥαπίσῃ καὶ ἐμπτύσῃ τὸ πρόσωπόν σου. Πρὸς ταῦτα ἀποκριθεὶς ὁ ἀββᾶς Μάξιμος, εἶπεν· Ὡς εἴπατε, γένηται, ἐὰν τοὺς ὁμολογοῦντας δύο φύσεις ἐξ ὧν ὁ Κύριος ἐστι, καὶ τὰς καταλλήλας αὐτῷ δύο φυσικὰς θελήσεις καὶ ἐνεργείας, Θεῷ φύσει δι᾿ ἀλλήλων ὄντι καὶ ἀνθρώπῳ, ἀνεθεματίσαμεν. Ἀνάγνωθι, δέσποτα, τὰ πεπραγμένα, καὶ τὸν λίβελλον, καὶ ἐάν, ὡς εἴπατε, εὕρητε, ποιήσατε ὅπερ βούλεσθε. Ἐγὼ γάρ, καὶ οἱ σύνδουλοί μου ὅσοι ὑπέγραψαν, τοὺς κατὰ τὸν Ἄρειον καὶ Ἀπολινάριον μίαν θέλησιν καὶ ἐνέργειαν λέγοντας, ἀνεθεματίσαμεν, καὶ μὴ ὁμολογοῦντας τὸν Κύριον ἡμῶν καὶ Θεὸν καθ᾿ ἕτερον τῶν ἐξ ὧν, ἐν οἷς τε καὶ ἅπερ ἐστί, φύσει νοερόν· καὶ διὰ τοῦτο κατ᾿ ἄμφω θελητικὸν καὶ ἐνεργητικὸν τῆς ἡμῶν σωτηρίας. Καὶ λέγουσιν· Ἐὰν τούτῳ συνεπαχθῶμεν, οὐ τρώγομεν, οὐ πὶ(ν)ομεν· ἀλλ᾿ ἀναστῶμεν, καὶ ἀριστήσωμεν, καὶ εἰσέλθωμεν. Εἴπωμεν ἃ (168) ἠκούσαμεν. Οὗτος γὰρ πέπρακεν ἑαυτὸν τῷ Σατανᾷ. Καὶ ἀναστάντες ἠρίστησαν· καὶ εἰσῆλθον μετ᾿ ὁργῆς τῇ παραμονῇ τῆς Ὑψώσεως τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ.

Λ´.

Καὶ τῇ ἑξῆς ἕωθεν ἐξῆλθε Θεοδόσιος ὁ ὕπατος πρὸς τὸν προειρημένον ἀββᾶν Μάξιμον, καὶ ἀφεῖλε πάντα ὅσα εἶχεν, εἰπὼν αὐτῷ ἐκ προσώπου τοῦ βασιλέως· " Ὅτι οὐκ θέλησας τιμήν, καὶ μακρυνθήσεται ἀπὸ σοῦ. Καὶ ὕπαγε ὅπου ἑαυτὸν ἄξιον ἔκρινας εἶναι, ἔχων τὸ κρῖμα τῶν μαθητῶν σου, τοῦ τε ἐν Μεσημβρίᾳ, καὶ τοῦ ἐν Περβέροις, τοῦ γενομένου νοταρίου τῆς μακαρίας ἡμῶν μάμμης." Ἦσαν δὲ καὶ οἱ πατρίκιοι, τουτέστι Τρώϊλος καὶ Ἐπιφάνιος εἰρηκότες, ὅτι Πάντως φέρομεν καὶ τοὺς δύο μαθητάς, τόν τε ἐν Μεσημβρίᾳ καὶ τὸν ἐν Περβέροις, καὶ δοκιμάζομεν καὶ αὐτούς, καὶ βλέπομεν καὶ τὴν ἐπ᾿ αὐτοῖς ἔκβασιν. Πλὴν ἵνα εἶδες, κῦρι ἀββᾶ, ὅτι μικρὰν ἄνεσιν ἐὰν λάβωμεν ἐκ τῆς συγχύσεως τῶν ἐθνῶν, ἁρμόσασθαι ὑμῖν ἔχομεν, μὰ τὴν ἁγίαν Τριάδα, καὶ τὸν πάπαν τὸν νῦν ἐπαιρόμενον, καὶ πάντας τοὺς ἐκεῖσε λαλοῦντας, καὶ τοὺς λοιπούς σου μαθητάς· καὶ πάντας ὑμᾶς χωνεύομεν ἕκαστον ἐν τῷ ἐπιτηδείῳ αὐτοῦ τόπῳ, ὡς ἐχωνεύθη Μαρτῖνος. Καὶ λαβὼν αὐτὸν ὁ ῥηθεὶς ὕπατος Θεοδόσιος, παρέδωκεν αὐτὸν στρατιώταις, καὶ ἤγαγον αὐτὸς ἕως Σαλεμβρίας.

ΛΑ´.

Καὶ ἔμειναν ἐκεῖ δύο ἡμέρας, ἕως οὗ ἀπῆλθεν εἰς τὸ φοσσάτον ὁ εἷς τῶν στρατιωτῶν, καὶ εἶπεν ὅλῳ τῷ στρατῷ, ὅτι Ὁ μοναχὸς ὁ βλασφημῶν τὴν Θεοτόκον ὧδε ἔρχεται, ἵνα κινήσωσι τὸν στρατὸν κατὰ τοῦ ῥηθέντος ἀββᾶ Μαξίμου, ὡς βλασφημοῦντος τὴν Θεοτόκον. Καὶ μετὰ δύο ἡμέρας ἐπανελθὼν ὀ στρατιώτης, ἔλαβεν αὐτὸν ἐν τῷ φοσσάτῳ καὶ κατανυγεὶς ὑπὸ τοῦ Θεοῦ ὁ στρατηγός, ἤγουν ὁ τοποτηρητὴς τοῦ στρατηγοῦ, ἔπεμψεν ἐγγὺς αὐτοῦ τοὺς προβεβηκότας τῶν βάνδων· πρεσβυτέρους τε καὶ διακόνους, καὶ τοὺς εὐλαβεῖς σιγνοφύλακας. Οὓς ἰδὼν παραγενομένους ὁ ῥηθεὶς ἀββᾶς Μάξιμος, ἐγερθεὶς ἔβαλε μετάνοιαν· καὶ ἀντέβαλον κἀκεῖνοι, καὶ ἐκάθισαν, κελεύσαντες καὶ αὐτῷ καθίσαι. Καὶ τις πάνυ γέρων τίμιος εἶπε πρὸς αὐτὸν μετὰ πολλῆς τῆς εὐλαβείας· Πάτερ, ἐπειδὴ ἐσκανδάλισαν ἡμᾶς τινες εἰς τὴν σὴν ἁγιωσύνην, ὡς οὐ λέγεις, Θεοτόκον τὴν Δέσποιναν ἡμῶν τὴν παναγίαν Παρθένον, ὁρκίζω σε κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ζωοποιοῦ Τριάδος, εἰπεῖν ἡμῖν τὴν ἀλήθειαν, καὶ ἀποτρίψασθαι τῶν καρδιῶν ἡμῶν τοῦτο τὸ σκάνδαλον, ἵνα μὴ βλαπτώμεθα ἀδίκως σκανδαλιζόμενοι. Καὶ βαλὼν μετάνοιαν, ἀνέστη, καὶ ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν μετὰ δακρύων εἶπεν· Ὁ μὴ λέγων τὴν Δέσποιναν ἡμῶν τὴν πανύμνητον καὶ παναγίαν ἄχραντον, καὶ πάσῃ φύσει τῇ νοερᾷ καὶ σεπτήν, φυσικὴν ἀληθῶς μητέρα τοῦ Θεοῦ γενομένην, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς, ἔστω ἀνάθεμα καὶ κατάθεμα ἀπὸ τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, τῆς ὁμοουσίου καὶ προσκυνητῆς Τριάδος, καὶ πάσης ἐπουρανίου Δυνάμεως· καὶ τοῦ χοροῦ τῶν ἁγίων (169) ἀποστόλων καὶ προφητῶν, καὶ τοῦ ἀπείρου δήμου τῶν μαρτύρων· καὶ παντὸς πνεύματος ἐν δικαιοσύνῃ τετελειωμένου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπείρους αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ κλαύσαντες ηὔξαντο αὐτῷ, λέγοντες· Ὁ Θεὸς ἐνδυναμώσει σε, Πάτερ, καὶ ἀξιώσει σε ἀπρόσκοπον τελειῶσαι τὸν δρόμον τοῦτον. Καὶ τούτων εἰρημένων, ἠθροίσθησαν πολλοὶ στρατιῶται, πολλῶν καλῶν κινηθέντων λόγων ἀκροώμενοι· καὶ θεωρήσας τὶς τῶν δομεστίκων τοῦ στρατηγοῦ, ὅτι πολὺς ἐπισωρεύεται στρατός, καὶ οἰκοδομεῖται, καὶ καταγινώσκει τῶν εἰς αὐτὸν γινομένων, τί ὑπονοήσας ὁ Θεὸς οἶδεν, ἐπέτρεψεν ἀνάρπαστον αὐτὸν γενέσθαι, καὶ βληθῆναι ἀπὸ δύο μιλίων τοῦ φοσσάτου, ἕως ἂν τὴν σύναξιν ποιήσωσι, καὶ ἔλθωσιν οἱ ὀφείλοντες ἀπαγαγεῖν αὐτὸν ἐν Περβέροις. Πλὴν ὅτι θείᾳ ἀγάπῃ νικώμενοι οἱ κληρικοί, ἐπέζευσαν τὰ δύο μίλια, καὶ ἦλθον, καὶ ἠσπάσσαντο αὐτόν, καὶ ηὔξαντο αὐτῷ· καὶ χερσὶν ἰδίαις βαστάσαντες αὐτόν, ἔθηκαν ἐπὶ τὸ κτῆνος, καὶ ὑπέστρεψαν μετ᾿ εἰρήνης εἰς τοὺς τόπους αὐτῶν, καὶ αὐτὸς ἀπηνέχθη ἐν Περβέροις, ἐν τῇ συνεχούσῃ αὐτὸν φρουρᾷ.

ΛΒ´.

Καὶ τοῦτο δὲ ἰστέον, ὅτι ἐν τῷ Ῥηγίῳ ἀποτεινόμενος Τρώϊλος πρὸς τὸν ἀββᾶν Μάξιμον, εἶπεν, ὡς ὁ κονσιλάριος Ἰωάννης ἔγραψεν αὐτῷ περὶ συμβάσεως προταθείσης αὐτοῖς· καὶ τοῦτο γενέσθαι τέως, ἡ τῶν σῶν μαθητῶν ἀταξία διεκώλυσε. Οἶμαι δέ, ὅτι οὐκ ἔγραψεν ὁ εἰρημένος κονσιλάριος Ἰωάννης πρὸς τὸν Τρώϊλον, ἀλλὰ πρὸς Μεννᾶν τὸν μοναχόν, κἀκεῖνος εἶπε τοῖς τοῦ παλατίου.

ΛΓ´.

Καὶ μετὰ ταῦτα ἤγαγον αὐτοὺς ἐν Κωνσταντινουπόλει, καὶ ἐποίησαν κατ᾿ αὐτῶν πρᾶξιν, καὶ μετὰ τὸ ἀναθεματίσαι καὶ ἀνασκάψαι αὐτοὺς τὸν ἐν ἁγίοις Μάξιμον, καὶ τὸν μακάριον Ἀναστάσιον τὸν μαθητὴν αὐτοῦ· τόν τε ἁγιώτατον πάπαν Μαρτῖνον, καὶ τὸν ἅγιον Σωφρόνιον τὸν πατριάρχην Ἱεροσολύμων, καὶ πάντας τοὺς ὀρθοδόξους καὶ σύμφρονας αὐτῶν, ἤνεγκαν καὶ τὸν ἄλλον μακάριον Ἀναστάσιον, καὶ τοῖς αὐτοῖς ἀναθέμασι καὶ ὕβρεσι χρησάμενοι καὶ ἐπ᾿ αὐτὸν παρέδωκαν τοῖς ἄρχουσιν, εἰπόντες οὕτως· Σὺ μὲν οὖν, Ἀναστάσιε, τὸ φαῖον τῆς πανδήμου τῶν ἀναθημάτων τῆς ἀρᾶς ἐνδυσάμενος περιβόλαιον, ἀπαλλάσου τῆς κανονικῆς ἀκροάσεως, πρὸς ἣν ἡρετίσω στάσιν τῆς γεέννης, ἀποφερόμενος, συνούσης ἡμῖν τῆς εὐκλεοῦς καὶ πάντα συνδιαιτησάσης τιμίας τε καὶ ἱερᾶς συγκλήτου, παραχρῆμα τὴν μεθ᾿ ἡμᾶς παραληψομένης κρίσιν, καὶ τὰ τοῖς πολιτικοῖς δοκοῦντα νόμοις ἐπὶ σοὶ διαπραξομένης, ὡς αὐτοὶ δοκιμάσειεν, τῶν τηλικούτων σου βλασφημιῶν ἕνεκα καὶ τυραννίδων. Ψῆφος γὰρ κατ᾿ αὐτῶν τῆς παρούσης συνόδου, καὶ συνεργείᾳ τοῦ παντοδυνάμου Χριστοῦ τοῦ ἀληθινοῦ ἡμῶν Θεοῦ κανονικῶς ψηφισαμένης τὰ δέοντα καθ᾿ ὑμῶν Μάξιμε, Ἀναστάσιε καὶ Ἀναστάσιε, ἐπεὶ τὸ λεῖπον ὑπῆρχε πρὸς τὰ παρ᾿ ὑμῶν λεχθέντα τε δυσσεβῶς καὶ πραχθέντα, (172) ταῖς αὐστηραῖς τῶν νόμων καθυποβληθῆναι ποιναῖς· εἰ καὶ ἀξία ποινὴ τῶν τοιούτων ὑμῶν πλημμελημάτων καὶ βλασφημιῶν οὐχ ὕπεστι, τῷ δικαίῳ ὑμᾶς περὶ τῆς μείζονος καταλιπόντες κριτῇ, ἐν τῷ παρόντι βίῳ, καὶ ἐν τούτῳ τὴν τῶν νόμων κενοῦντες ἀκρίβειαν, κερδαινόντων ὑμῶν τὸ ζῆν, ψηφηζόμεθα ὑμῖν, τὸν παρόντα ἡμῖν πανεύφημον ἔπαρχον, αὐτίκα παραναλαμβάνοντα ὑμᾶς ἐν τῷ κατ᾿ αὐτὸν πολυαρχικῷ πραιτωρίῳ· καὶ νεύροις τὰ μετάφρενα τύπτοντα, (Μάξιμον, καὶ Ἀναστάσιον καὶ Ἀναστάσιον, τὸ ὄργανον τῆς ὑμῶν Μαξίμου καὶ Ἀναστασίου καὶ Ἀναστασίου) ἀκολασίας, τουτέστι τὴν βλάσφημον ὑμῶν γλῶσσαν, ἔνδοθεν ἐκτεμεῖν. Εἶτα δέ, καὶ τὴν διακονήσασαν τῷ βλασφήμῳ ὑμῶν λογισμῷ σκαιοτάτην δεξιάν, σιδήρῳ διατεμεῖν, περιαχθησομένων ἅμᾳ στερήσει τῶν αὐτῶν βδελύκτων μερῶν, τὰ δύο καὶ δέκα τμήματα ταύτης τῆς κυρίας τῶν πόλεων περινοστεύσας, ἀειφυγίᾳ τε καὶ φυλακῇ πρὸς ἐπὶ τούτοις διηνεκεῖ παραδοῦναι ὑμᾶς, πρὸς τὸ μετέπειτα ὑμᾶς, καὶ εἰς τὸν ἅπαντα τῆς ζωῆς ὑμῶν χρόνον, τὰ οἰκεῖα οἰμώζειν βλάσφημα σφάλματα, τῆς ἐπινοηθείσης καθ᾿ ἡμῶν ἀρᾷς, περιτραπείσης τῇ ὑμῶν κεφαλῇ. Παραλαβὼν οὖν αὐτοὺς ὁ ἔπαρχος, καὶ κολάσας, ἔτεμε τὰ μέλη αὐτῶν· καὶ περιαγαγὼν ὅλην τὴν πόλιν ἐξώρισεν αὐτοὺς ἐν Λαζικῇ.

ΚΑΤΑ ΚΩΝΣΤΑΝΤΙΝΟΠΟΛΙΤΩΝ Σελ. 201 Τόμ. β´.

Ὑπὲρ τοῦ ἁγίου Πατρὸς ἡμῶν Μαξίμου, στηλιτευκτικὸν ὑπό τινος μοναχοῦ, ἐκ δριμύξεως καρδίας συγγραφέν.

Οἱ μὴ τὴν ἀλήθειαν συνιέντες, ὡς θέμις, τὸ ψεῦδος δήποθεν ἀντὶ τῆς εἰρημένης ἀσπάζονται. Ὅταν γὰρ ψυχὴ ἀναξία ᾗ τῆς τοῦ Θεοῦ διὰ τὴν οἰκείαν ῥᾳθυμίαν ἐλλάμψεως, ἀγνωσίας πληροῦται καὶ σκότους· (204) καὶ βλέπει τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς. Καὶ ὃν τρόπον τοξότης ἄσκοπος, καὶ πρὸς τούτῳ καὶ νευρὰν τείνων εὔεικτον, τὴν βολὴν ἀστόχως βάλλει καὶ ἀτέχνως· οὕτως καὶ αὐτὴ λόγους καὶ ἔργα προβαλλομένη, καμπύλα καὶ λοξώδη καὶ ἀσυνάρτητα ταῦτα προτείνεται· καὶ μάλιστα τοῖς σταγόνα οὐράνιον καταξιωθεῖσιν ὑποδέξασθαι. Ὅπερ δὴ πέπονθεν ὁ ἀλογώτατος καὶ ἐννεώτατος βασιλεύς, καὶ οἱ περὶ Ἐπιφάνιον, μᾶλλον δὲ Ἀποφάνιον τὸν πυρίκαον, ἀλλ᾿ οὐ πατρίκιον· καὶ Θεοδόσιον τὸν ὑπόσκοπον, ἀλλ᾿ οὐκ ἐπίσκοπον, τῶν τὸν ἅγιον Μάξιμον καὶ τρίτον θεολόγον γλωσσοδεξιότμητον δρασάντων· καὶ τοῖς δυοῖν Ἀναστασίοιν τῶν αὐτοῦ ἄνωθεν φοιτητῶν, τῷ αὐτῷ κρίματι ψηφισάντων.

Τί γάρ, ὦ οὗτοι, ἵνα μικρὰ πρὸς ὑμᾶς διαλέξωμαι ἐξ ἀνίας (λύπης), καὶ ἀλύκης οὐ τῆς τυχούσης, ἀσεβὲς ἐν τοῖς ἐγκρίτοις καὶ θεολογικοῖς καὶ ψυχωφελέσιν αὐτοῖς (αὐτῶν) δόγμασι, καὶ ἐν τοῖς ἠθικοῖς, καὶ γνωστικοῖς, καὶ θεοπρεπέσι νοήμασιν ἐξηύρατε, ὡς γραφῆς ἄτοπον, ἵνα τοιαύτῃ ἀπανθρώπῳ τιμωρίᾳ τὸν δίκαιον ὡς δύσχριστον ἀποκόψητε; Σπέρματα πονηρά, ἀμβλωθρίδια ἀτέλεστα, πτηνὰ νυκτοπορινά, γῆς ἔντερα, κοιλίαι ἀργαί, τραπεζογίγαντες καὶ γυναικοϊέρακες. Ἰδοὺ μετὰ χεῖρας τῶν ἀπόρων ἡ βίβλος αὐτοῦ, ἣν πᾶσα φύσις ἐθαύμασε καὶ θαυμάζει, καὶ ἔτι θαυματωθήσεται. Ἴδε αἱ δύο πρὸς ταῖς τέσαρσιν ἑκαντοντάδες, ἃς οὐ λέγω τοὺς ἀναξίους ὑμᾶς, ἀλλὰ καὶ τοῖς ἄγαν ἐγκρίτοις ἐφάνησαν τίμιαι. Ὁ δὲ τῶν ψήφων κώδηξ σιγῇ τιμάσθω. Τὰ γὰρ ὑπὲρ τὴν ἐνοῦσαν τῇ φύσει δύναμιν καθιστάμενα, ὕβριν ὑπομένει καὶ ἐπαινούμενα. Ἡ ὑμῶν ὤφειλε τμηθῆναι δεξιά, ὡς ἀφῇ λυσσῶσα, ὡς ἄγει, ἵνα μὴ λέγω διὰ τὸ δύσφημον, πάντη μεμολυσμένη, ὡς ὑπόδοχος τῆς δευτέρας εἰδωλολατρείας. Ἐχρῆν τοὺς ὑμῶν ἐξορύξαι ὀφθαλμούς, ὡς προχειρότατον τοῦ διαβόλου ὄργανον, ὡς ἀσελγείας πρόδρομον, ὡς λυσσώδους λαγνείας διανεύματα. Τὴν ὑμῶν καθῆκεν ἔνδοθεν γλῶτταν τεμεῖν, ὡς εἰς οὐρανὸν ἀναχθεῖσαν, κἀκεῖθεν ἀποῤῥιφεῖσαν, ὡς τρέφουσαν πόνον καὶ κόπον καὶ ἡδονὴν ἐν λάρυγγι διωθοῦσαν, καὶ γλασφημίαν ἐγκισσῶσαν· καὶ ἀργὰ καὶ πτωχοκτόνα διαλοχοῦσαν. Τὸν νῶτον ὑμῶν ἐχρῆν διασπαραχθῆναι, καὶ τὸ θυμοῦ γέμον στηθήνιον, ὡς ὄχημα δαιμόνων, ὡς ὄφεως ἑρπιστήριον, ὡς δαιμόνων σκιρήντριον (σκιριτήριον), ὡς ἀσεβείας χαρτοφυλακεῖον.

Τοιαῦτά σου, ἑπτάλοφε Βαβυλών, τὰ αὐχήματα· τηλικαῦτα ἀνόσια καὶ κοσμοβόρα θηλάζεις ἔγγονα. Αἵμασιν ἁγίοις κομᾷς· τῷ λύθρῳ τῶν ὁσίων ἀνασκιρτᾷς. Πᾶν αἷμα δίκαιον ἀδίκως ἐκένωσας, καὶ οὐ καταπτήσεις; πᾶς ὅστις δίκαιος παρὰ σοῦ ἐδιώχθη, καὶ οὐκ ἐρυθριᾷς; ἀλαζονεύῃ, καὶ οὐκ ἐπιγινώσκεις; Σκάζεις, καὶ οὐ τρομεῖς; Λοχᾷς, καὶ ῥητορεύεις; Σφάζεις, καὶ φιλοσοφεῖς; Γλωττοτομεῖς, καὶ κοινωνεῖς; (205) Δεξιάν, Θεοῦ ἀλήθειαν λέγω, ἐκτέμνεις, καὶ Τὰ ἅγια τοῖς ἁγίοις ἀνεπαισθήτως κράζεις; Ἀλλὰ σὲ μέν, καὶ τοὺς σοὺς ἡ τοῦ Θεοῦ ἀδιάδραστος διδάσκει δίκη· τοὺς δὲ ὁμολογητὰς καὶ οὐκ ἔλαττον μάρτυρας, ἡ αἰώνιος Χριστοῦ ὑποδέξεται βασιλεία· ἧς καὶ ἡμεῖς, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἐπιτύχοιμεν διὰ τῶν εὐπροσδέκτων αὐτῶν παρακλήσεων. Ἀμήν.