ΕΞΗΓΗΣΙΣ ΤΗΣ ΚΙΝΗΣΕΩΣ Σελ. (110)

Γενομένης, μεταξὺ τοῦ κυρίου ἀββᾶ Μαξίμου, καὶ τῶν σὺν αὐτῷ, καὶ τῶν ἀρχόντων ἐπὶ σεκρέτου.

Α´.

Τῇ ἡμέρᾳ ᾗ προσωρμίσθησαν ταύτιῃ τῇ βασιλευούσῃ πόλει, ὅ τε κύριος Μάξιμος, καὶ οἱ σὺν αὐτῷ, περὶ δυσμὰς ἡλίου, ἐλθόντες δύο μανδάτωρες μετὰ δέκα ἐκσκουβιτώρων, ἐπῆραν αὐτοὺς ἐκ τοῦ πλοίου γυμνούς, καὶ ἀνυποδέτους· καὶ μερίσαντες αὐτοὺς ἀπ᾿ ἀλλήλων, ἐφύλαξαν εἰς διάφορα ἐκσκούβιτα. Καὶ μεθ᾿ ἡμέρας τινὰς ἀναφέρουσιν αὐτοὺς ἐν τῷ παλατίῳ, καὶ εἰσάγουσι τὸν γέροντα, ἐν ᾧ τόπῳ συνήχθη ἡ σύγκλητος, καὶ πολὺς ἄλλος ὄχλος· καὶ παριστῶσιν αὐτὸν μέσον τῶν ἀρχόντων καθημένων, καὶ λέγει αὐτῷ ὁ σακελλάριος μετ᾿ ὁργῆς πολλῆς καὶ μανίας· Χριστανὸς εἶ; Καὶ εἶπε· Χάριτι Χριστοῦ τοῦ Θεοῦ τῶν ὅλων, Χριστανὸς εἰμι. Καὶ λέγει ἐκεῖνος· Οὒκ ἔστιν ἀληθές. Ἀπεκρίθη ὁ δοῦλος τοῦ Θεοῦ· Σὺ λέγεις. Οὒκ εἰμί· ἀλλ᾿ ὁ Θεὸς λέγει εἶναί με, καὶ διαμένειν Χριστιανόν. Καὶ πῶς, φησίν, εἴπερ (112) Χριστιανὸς εἶ, μισεῖς τὸν βασιλέα; Ἀποκριθεὶς ὁ τοῦ Θεοῦ δοῦλος, ἔφη· Καὶ πόθεν δῆλον; τὸ γὰρ μῖσος ψυχῆς ἐστι κεκρυμμένη διάθεσις, ὥσπερ οὖν καὶ ἡ ἀγάπη. Καὶ λέγει αὐτῷ· Ἐξ ὧν ἐποίησας, πᾶσιν ἐγένου φανερός, ὅτι μισεῖς τὸν βασιλέα, καὶ τὴν πολιτείαν αὐτοῦ· σὺ γὰρ μόνος Αἴγυπτον καὶ Ἀλεξάνδρειαν καὶ Πεντάπολιν καὶ Τρίπολιν καὶ Ἀφρικὴν Σαρακηνοῖς παρέδωκας. Καὶ τὶς τούτων ἀπόδειξις; ἔφη. Καὶ παραφέρουσιν Ἰωάννην τὸν γενόμενον σακελλάριον Πέτρου τοῦ γενομένου στρατηγοῦ Νουμηδίας τῆς Ἀφρικῆς λέγοντα, Ὅτι πρὸ εἰκοσιδύο ἐτῶν ὁ πάππος τοῦ δεσπότου ἐκέλευσε τῷ μακαρίῳ Πέτρῳ, λαβεῖν στρατόν, καὶ ἀπελθεῖν εἰς Αἴγυπτον κατὰ τῶν Σαρακηνῶν, καὶ ἔγραψέ σοι ὡς πρὸς δοῦλον τοῦ Θεοῦ λαλῶν, πληροφορίαν ἔχων εἰς σὲ ὡς ἅγιον ἄνθρωπον, εἰ συμβουλεύεις αὐτῷ ἀπελθεῖν. Καὶ ἀντέγραψας αὐτῷ λέγων, μηδὲν τοιοῦτο ποιῆσαι, ἐπειδὴ οὐκ εὐδοκεῖ ὁ Θεὸς ἐπὶ τῆς βασιλείας Ἡρακλείου, καὶ τοῦ γένους αὐτοῦ, συμπραχθῆναι τὴν πολιτείαν τῶν Ῥωμαίων. Λέγει ὁ δοῦλος τοῦ Θεοῦ· Ἐὰν ἀληθεύῃ, πάντως ἔχεις καὶ τὴν πρὸς ἐμὲ Πέτρου, καὶ τὴν ἐμὴν πρὸς αὐτὸν ἐπιστολήν· παρενεχθῶσι, καὶ ὑπόκειμαι ταῖς δοκούσαις τῷ νόμῳ ποιναῖς. Καὶ λέγει· Ἐγὼ οὐκ ἔχω ἐπιστολήν, ἀλλ᾿ οὔτε οἶδ, εἰ ὅλως ἔγραψέ σοι. Ἀλλ᾿ ἐν τῷ φοσάτῳ ταῦτα κατ᾿ ἐκεῖνον ἐλάλουν πάντες τὸν καιρόν. Λέγειν πρὸς αὐτὸν ὁ τοῦ Θεοῦ δοῦλος· Εἰ τὸ φοσάτον ὅλον τοῦτο διελάλει, πῶς σὺ μόνος τοῦτο σικοφαντεῖς με; Ἐθεώρησὰς μὲ ποτε, ἢ ἐγώ σε; Καὶ λέγει· Οὔδέποτε. Τότε στραφεὶς πρὸς τὴν σύγκλητον ὁ τοῦ Θεοῦ δοῦλος εἶπεν· Εἰ δίκαιόν ἐστι τοιούτους παρακομίζεσθαι κατηγόρους, ἢ μάρτυρας, κρίνατε· Ὧ γαρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ οἵῳ μέτρῳ μετρεῖτε, μετρηθήσεσθε, φησὶν ὁ τῶν ὅλων Θεός.

Β´.

Καὶ μετὰ τοῦτον φέρουσι Σέργιον τὸν Μαγουδάν, λέγοντα· Πρὸ ἐννέα ἐτῶν ὁ μακάριος ἀββᾶς Θωμᾶς ἐλθὼν ἀπὸ Ῥώμης εἶπέ μοι, ὅτι ὁ Πάππας Θεόδωρος ἔπεμψέ με πρὸς τὸν πατρίκιον Γρηγόριον, ἵνα εἴπω αὐτῷ, μὴ φοβηθῆναὶ τινα. Ὁ γὰρ δοῦλος τοῦ Θεοῦ ὁ ἀββᾶς Μάξιμος ἐθεώρησεν ὄναρ, ὅτι κατ᾿ οὐρανοὺς εἰς ἀνατολὰς καὶ δυσμὰς ἦσαν δῆμοι ἀγγέλων· καὶ οἱ μὲν εἰς ἀνατολὰς ἔκραζον· Κωνσταντῖνε Αὔγουστε, τοῦ βίγκας· οἱ δὲ εἰς δυσμὰς ἐβόουν· Γρηγόριε Αὔγουστε, τοῦ βίγκας· καὶ ὑπερίσχυσεν ἡ φωνὴ τῶν εἰς δυσμάς, τὴν τῶν εἰς ἀνατολὴν φωνήν. Καὶ τότε κραυγάζει ὁ σακελλάριος· Ἔπεμψέ σε ὁ Θεὸς καυθῆναι εἰς τὴν πόλιν ταύτην. Λέγει ὁ τοῦ Θεοῦ δοῦλος· Εὔχαριστῶ τῷ Θεῷ, καθαίροντί με τῶν ἑκουσίων κακῶν, δι᾿ ἀκουσίου κολάσεως· πλήν, Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. Ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι᾿ οὗ σκάνδαλον ἔρχεται. Ὄντως οὐκ ἔδει τοιαῦτα λαλεῖσθαι παρουσίᾳ Χριστιανῶν· οὐδὲ ἀτιμωρήτους μένειν τοὺς τὰ τοιαῦτα πράττοντας πρὸς τὸ ἀρέσαι ἀνθρώποις, σήμερον οὖσι, καὶ αὔριον οὐκ οὖσι. Ταῦτα ζῶντος Γρηγορίου ἔδει τοῦτον εἰπεῖν, (113) καὶ γνωρίσαι τιῷ βασιλεῖ τὴν εἰς αὐτὸν εὔνοιαν. Δίκαιον δέ ἐστι, εἰ καὶ ὑμῖν παρίσταται, τὸν πρὸ τούτου συκοφάντην, ἐκβιασθῆναι ἀπελθεῖν ἐνέγκαι τὸν πατρίκιον Πέτρον, καὶ τοῦτον τὸν ἀββᾶν Θωμᾶν, κἀκεῖνον τὸν μακάριον πάππαν Θεόδωρον· καὶ τότε παρουσίᾳ πάντων, ἔλεγον τῷ πατρικίῳ Πέτρῳ· Εἰπέ, κῦρι ὁ πατρίκιος· ἔγραψάς μοι ποτε περὶ ὧν εἶπεν ὁ σακελλάριός σου, ἢ ἐγὼ σοί; Καὶ ὅταν κατέθετο, ὑπὸ κόλασιν ἐγενόμην. Ὁμοίως δὲ καὶ τῷ μακαρίῳ πάππᾳ· Εἰπέ, δέσποτα, ἐγὼ σοὶ ποτε ὄναρ ἀφηγησάμην; Καὶ ὅταν ἤλεγξέ με, ἐκείνου ἦν τὸ ἔγκλημα, οὐκ ἐμοῦ τοῦ ἑωρακότος. Ἀπροαίρετον γὰρ πρᾶγμα τὸ ὄναρ· μόνα δὲ τὰ προαιρετικὰ κολάζει ὁ νόμος, εἴπερ αὐτῷ ἐναντιοῦται. Τότε λέγει πρὸς αὐτὸν ὁ Τρωΐλος· Παίζεις, ἀββᾶ, οὐκ οἶδας ποῦ εἶ. Ὁ δέ· Οὐ παίζω, ἀλλὰ πενθῶ τὴν ζωήν μου συντηρηθεῖσαν μέχρι τοῦ νῦν, ἵνα τοιούτων λάβω πεῖραν φαντασμάτων. Λέγει Ἐπιφάνιος ὁ πατρίκιος· Ὁ Θεὸς γινώσκει, καλῶς ποιεῖ παίζων αὐτά, ἐὰν οὐκ εἰσὶν ἀληθῆ. Μεθ᾿ ὃν ὁ σακελλάριος πάλιν πρὸς αὐτὸν μετ᾿ ὁργῆς εἶπεν· Ἁπλῶς πάντες ψεύδονται, καὶ σὺ μόνος ἀληθεύεις ; Καὶ ἀποκριθεὶς εἶπεν ὁ τοῦ Θεοῦ δοῦλος, συνδακρύσας τῷ λόγῳ· Ἐξουσίαν ἔχετε συγχωροῦντος τοῦ Θεοῦ, καὶ ζωῶσαι καὶ θανατῶσαι· πλὴν ἐὰν οὗτοι ἀληθεύωσι, καὶ ὁ Σατανᾶς φύσει Θεός ἐστιν. Εἰ δὲ οὐκ ἔστιν, ὥσπερ οὖν οὐδέ ἐστιν, οὐδὲ οὗτοι ἀλήθευσαν. Μήτε γὰρ ἀξιωθῶ μετὰ Χριστιανῶν θεωρῆσαι τὴν ἐπιφάνειαν τοῦ ὑπερουσίου Θεοῦ, ποιητοῦ τε καὶ δημιουργοῦ, καὶ κτίστου, κα προνοητοῦ, καὶ κριτοῦ, καὶ Σωτῆρος τῶν ὅλων, εἲ ποτε ὄναρ τοιοῦτον ἀφηγησάμην, ἢ ἄλλου ἀφηγουμένου ἤκουσα, εἰ μὴ τῇ ὥρᾳ ταύτῃ παρὰ τοῦ κυροῦ Σεργίου τοῦ εὐνοϊκοῦ τῆς βασιλείας.

Γ´.

Εἶτα τρίτον συκοφάντην προβάλλονται, Θεόδωρον τὸν υἱὸν Ἰωάννου τοῦ Κανδιδάτου λεγομένου, τὸν ἐπίκλην Χιλά, τὸν νῦν γαμβρὸν τοῦ κυροῦ Πλάτωνος τοῦ πατρικίου, λέγοντα· Ὅτι συντυχίας μεταξὺ ἡμῶν ἐν Ῥώμῃ γενομένης περὶ τοῦ βασιλέως, διέσυρε τὸ λαλούμενον, βυτία ποιῶν καὶ λαιβία. Πρὸς ὃν εἶπεν ὁ τοῦ Θεοῦ δοῦλος· Οὐδέποτε διελέχθην σοι, εἰ μὴ ἅπαξ μετὰ τοῦ ὁσιωτάτου πρεστυτέρου κυροῦ Θεοχαρίστου, τοῦ ἀδελφοῦ τοῦ ἐξάρχου, διὰ τὸν πριμικήριον, προτραπεὶς διὰ γραμμάτων περὶ τούτου. Καὶ ἐὰν εὑρεθῶ ψευδόμενος, ἀπολαύω.

Δ´.

Καὶ μετὰ τοῦτον, τέταρτον ἄγουσι Γρηγόριον τὸν υἱὸν Φωτεινοῦ, λέγοντα, ὅτι Ἀπῆλθον εἰς τὸ κελλίον τοῦ ἀββᾶ Μαξίμου ἐν Ῥώμῃ, κἀμοῦ εἰπόντος, ὅτι καὶ ἱερεύς ἐστιν ὁ βασιλεύς, εἶπεν ὁ ἀββᾶς Ἀναστάσιος ὁ μαθητὴς αὐτοῦ· Μὴ ἀξιωθῇ εἶναι ἱερεύς. Εὔθέως λέγει πρὸς αὐτὸν ὁ τοῦ Θεοῦ δοῦλος· Φοβήθητι τὸν Θεόν, κῦρι Γρηγόριε, οὐδὲν παντελῶς ἐν τῇ περὶ τούτων διαλέξει λελάκηκεν ὁ σύνδουλὸς μου. Καὶ (116) ῥίπτει ἑαυτὸν εἰς τὴν γῆν, λέγων τῇ συγκλήτῳ· Ἀνάσχεσθε τοῦ δούλου ὑμῶν, καὶ πάντα λέγω ὡς ἐλαλήθη, καὶ ἐλέγξει με ἐὰν ψεύσομαι. Ὁ κύριὸς μου εἶναι Γρηγόριος ἐλθὼν εἰς Ῥώμην, ἠξίωσεν ἐλθεῖν εἰς τὸ κελλίον τοῦ δούλου ὑμῶν· ὃν θεωρήσας, ὡς ἔθος μοί ἐστιν, ἔῤῥιψα ἑμαυτὸν εἰς τὴν γῆν, καὶ προσεκύνησα αὐτῷ· καὶ ἠσπασάμην αὐτόν, καὶ εἶπον αὐτῷ μετὰ τὸ καθίσαι· Τὶς ἡ αἰτία τῆς ποθητῆς παρουσίας τοῦ δεσπότου μου; Καὶ εἶπεν· Ὁ ἀγαθὸς καὶ θεοστήρικτος ἡμῶν δεσπότης, φροντίζων τῆς εἰρήνης τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, ἐποίησε κέλευσιν πρὸς τὸν θεοτίμητον πάππαν, πέμψας καὶ προσφορὰν εἰς τὸν ἅγιον Πέτρον, προτρεπόμενος αὐτὸν ἑνωθῆναι τῷ προέδρῳ Κωνσταντινουπόλεως· ἅπερ πεμφθῆναι διὰ τῆς ἐμῆς μετριότητος κατηξίωσε τὸ εὐσεβὲς αὐτοῦ κράτος. Καὶ εἶπον· Δόξα Θεῷ τῷ ποιήσαντί σε ἄξιον τῆς τοιαύτης διακονίας. Πλήν, ἐπὶ ποίῳ τρόπῳ γενέσθαι τὴν ἕνωσιν ἡ αὐτοῦ θεοστεφὴς ἐκέλευσε γαληνότης; Πάλιν εἶπε· Εἴπερ οἶδας. Καὶ εἶπας· Ἐπὶ τῷ Τύπῳ. Καὶ ἔφην· Ἀδύνατον, ὡς οἶμαι, τοῦτο καθέστηκεν· οὐ γὰρ ἀνέχονται οἱ Ῥωμαῖοι συναναιρεθῆναι ταῖς τῶν ἀκαθάρτων αἱρετικῶν φωναῖς, τὰς τῶν ἁγίων Πατέρων φωτοφόρους φωνάς· ἢ τῷ ψεύδει συναποσβεσθῆναι τὴν ἀλήθειαν· ἢ τῷ σκότει συναφανισθῆναι τὸ φῶς. Οὐδὲν γὰρ ἡμῖν ἔσται τὸ προσκυνούμενον, εἰ γένηται τῶν θεοδιδάκτων λόγων ἀναίρεσις. Καὶ εἶπας· Οὐκ ἀναίρεσιν τῶν ἱερῶν τύπος ποιεῖται φωνῶν, ἀλλὰ σιωπήν, ἵνα τὴν εἰρήνην οἰκονομήσωμεν. Καὶ εἶπον· Ἔστι παρὰ τῇ θείᾳ Γραφῇ σιωπὴ καὶ ἀναίρεσις. Ὁ Θεὸς γὰρ εἶπε διὰ τοῦ Δαβίδ· Οὒκ εἰσὶ λαλίαι, οὐδὲ λόγοι, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν. Οὐκοῦν εἰ μὴ λαλοῦνται καὶ ἀκούονται οἱ περὶ Θεοῦ λόγοι, οὐδὲ ὅλως εἰσὶ κατὰ τὴν γραφήν. Καὶ εἶπας· Μὴ βάλῃς με εἰς ὕλας· ἐγὼ ἀρκοῦμαι τῷ ἁγίῳ συμβόλῳ. Καὶ πῶς δύνασαι τῷ ἁγίῳ ἀρκεῖσθαι συμβόλῳ, ἔφην, δεχόμενος τὸν τύπον; - Καὶ τί βλάπτει τὸ δέχεσθαι τὸν τὸν τύπον, καὶ λέγειν τὸ σύμβολον; ἔφης. Λέγω· Ὅτι προφανῶς ἀναιρεῖ τὸ σύμβολον ὁ τύπος. Καὶ εἶπας· Διὰ τὸν Κύριον, πῶς; -Εἰπέ μοι, ἔφην, τὸ σύμβολον, καὶ γνῶθι πῶς ἀναιρεῖται ὑπὸ τοῦ τύπου. Καὶ ἤρξω τοῦ λέγειν· Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς· ὁρατῶν τε πάντων καὶ ἀοράτων. Ἐπίσχε, εἶπον, μικρόν, καὶ μάθε πῶς ἡ τῶν ἐν Νικαίᾳ πίστις ἤρνηται. Ποιητὴς γὰρ οὐκ ἂν εἴη Θεός, θελήσεως καὶ ἐνεργείας φυσικῆς ἐστερημένος, εἴπερ θελήσας, ἀλλ᾿ οὐκ ἀναγκασθεὶς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἴπερ ἀληθεύει ἐν Πνεύματι Δαβίδ· Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Εἰ δὲ οἰκονομίας χάριν συναναιρεῖται τῇ κακοπιστίᾳ ἡ σωτήριος πίστις, χωρισμὸς Θεοῦ παντελής, ἀλλ᾿ οὐχ ἕνωσις Θεοῦ ἐστι τὸ τοιοῦτον εἶδος τῆς λεγομένης οἰκονομίας. Καὶ γὰρ αὔριον οἱ δυσώνυμοι Ἰουδαῖοι λέγουσιν· Οἰκονομήσωμεν τὴν πρὸς ἀλλήλους εἰρήνην, (117) καὶ ἑνωθῶμεν, καὶ περιέλωμεν ἡμεῖς μὲν τὴν περιτομήν, καὶ ὑμεῖς τὸ βάπτισμα, καὶ μηκέτι ἀλλήλους πολεμήσωμεν. Τοῦτο Ἀρειανοὶ ποτε προέτειναν ἐγγράφως ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου, λέγοντες· Περιέλωμεν τὸ Ὁμοούσιον καὶ τὸ ἑτεροούσιον, καὶ ἑνωθῶσιν αἱ Ἐκκλησίαι. Καὶ οὐ κατεδέξαντο οἱ θεοφόροι Πατέρες ἡμῶν· ἀλλ᾿ εἵλκοντο μᾶλλον διώκεσθαι καὶ ἀποθανεῖν, ἢ σιωπῆσαι φωνὴν παραστατικὴν τῆς μιᾶς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ὑπερουσίου θεότητος. Καὶ ταῦτα συνεπιτιθεμένου τοῖς τὰ τοιαῦτα προτείνουσι τοῦ μεγάλου Κωνσταντίνου, καθὼς πολλοῖς ἱστόρηται τοῖς φιλοπόνως τὰ τότε γενόμενα γράψασι. Καὶ οὐδεὶς τῶν βασιλέων ἠδυνήθη μέσαις φωναῖς πεῖσαι τοὺς θεηγόρους πατέρας συμβιβασθῆναι τοῖς ἐπὶ αὐτῶν αἱρετίζουσιν· ἀλλὰ ταῖς τραναῖς καὶ κυρίαις, καὶ καταλλήλοις τῷ ζητουμένῳ δόγματι ἐκέχρηντο, λέγοντες προφανῶς, ὅτι Ἱερέων ἐστὶ τὸ ζητεῖν, καὶ ὁρίζεσθαι περὶ τῶν σωτηρίων δογμάτων τῆς καθολικῆς Ἐκκλησίας. Καὶ εἶπας· Τί οὖν; οὐκ ἔστι πᾶς βασιλεὺς Χριστιανὸς καὶ ἱερεύς; Καὶ εἶπον· Οὒκ ἔστιν· οὐδὲ γὰρ παρίσταται θυσιαστηρίῳ, καὶ μετὰ τὸν ἁγιασμὸν τοῦ ἄρτου ὑψοῖ αὐτόν, λέγων· Τὰ ἅγια τοῖς ἁγίοις. Οὔτε βαπτίζει, οὔτε μύρου τελετὴν ἐπιτελεῖ, οὔτε χειροθετεῖ, καὶ ποιεῖ ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους· οὔτε χρίει ναούς, οὔτε τὰ σύμβολα τῆς ἱερωσύνης ἐπιφέρεται, ὠμοφόριον καὶ τὸ Εὔαγγέλιον, ὥσπερ τῆς βασιλείας, τόν τε στέφανον καὶ τὴν ἁλουργίδα. Καὶ πῶς ἡ Γραφὴ βασιλέα καὶ ἱερέα λέγει εἶναι τὸν Μελχισεδέκ; ἔφης. Καὶ εἶπον· Ἑνὸς τοῦ φύσει βασιλέως Θεοῦ τῶν ὅλων γενόμενου φύσει διὰ τὴν ἡμῶν σωτηρίαν ἀρχιερέως, εἷς ὑπῆρχε τύπος ὁ Μελχισεδέκ. Ὡς δὲ γε κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον εἶναι λέγεις βασιλέα καὶ ἱερέα, καὶ τὰ λοιπὰ τόλμησον εἰπεῖν, τό, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητον, μήτε ἀρχὴν ἡμερῶν, μήτε τέλος ζωῆς ἔχοντα. Καὶ σκόπει τὸ ἐκ τούτου ἀναφυόμενον κακόν· ἄλλος γὰρ εὑρεθήσεται Θεὸς ὁ τοιοῦτος ἐνανθρωπήσας, κατὰ τὴν τάξιν Μελχισεδέκ, ἀλλ᾿ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν τὴν ἡμῶν ἱερουργῶν σωτηρίαν.

Ε´.

Πλήν, τί θέλομεν διὰ πολλῶν ἐλθεῖν; Εἰς τὴν ἁγίαν ἀναφορὰν ἐπὶ τῆς ἁγίας τραπέζης, μετὰ τοὺς ἀρχιερέας καὶ διακόνους, καὶ παντὸς ἱερατικοῦ τάγματος, μετὰ τῶν λαϊκῶν οἱ βασιλεῖς μνημονεύονται, λέγοντος τοῦ διακόνου· Καὶ τῶν ἐν πίστει κεκοιμημένων λαϊκῶν, Κωνσταντίνου, Κώνσταντος, καὶ τοὺς λοιπούς. Οὕτω δὲ καὶ τῶν ζώντων μνημονεύει βασιλέων, μετὰ τοὺς ἱερωμένους πάντας. Ταῦτα αὐτοῦ λέγοντος, κράζει ὁ Μηνᾶς· Ταῦτα λέγων ἔσχισας τὴν Ἐκκλησίαν. Καὶ λέγει πρὸς αὐτόν· Εἰ ὁ λέγων τὰ τῶν ἁγίων Γραφῶν, καὶ τὰ τῶν ἁγίων Πατέρων σχίζει τὴν Ἐκκλησίαν, ὁ ἀναιρῶν τὰ τῶν ἁγίων δόγματα, τί δειχθήσεται τῇ Ἐκκλησίᾳ ποιῶν, ὧν χωρίς, οὐδὲ αὐτὸ τοῦτο, Ἐκκλησίαν εἶναι δυνατόν; Καὶ στραφεὶς ὁ σακελλάριος, εἶπε τοῖς (120) ἀνθρώποις τοῦ ἐξάρχου μετὰ κραυγῆς· Εἴπατε τῷ ἐξάρχῳ· Τοιοῦτον ἄνθρωπον ὤφειλες ἐᾶσαι ζῆν ὅπου ἄρχεις; Καὶ λαβόντες αὐτὸν ἔξω, εἰσάγουσι τὸν μαθητήν, καὶ ἀπαιτοῦντες αὐτὸν κατειπεῖν τοῦ ἐπιστάτου, ὡς θλίψαντος Πύῤῥον, ἀπεκρίνατο ἠρεμαίᾳ τῇ φωνῇ τὰ τῆς ἀληθείας, ὅτι οὐδεὶς ἐτίμησε Πύῤῥον ὡς ἐτίμησε· καὶ κελεύεται κράξαι. Καὶ ἐπείπερ οὐ κατεδέξατο τῆς πρεπούσης μοναχοῖς εὐλαβοῦς φωνῆς ξενωθῆναι, κελεύει τυπῆναι αὐτὸν ὑπὸ τῶν παρεστώτων· καὶ πυγμαῖς αὐτὸν βαλόντες, ἡμιθανῆ αὐτὸν πεποιήκασι. Καὶ ἀπολύσαντες αὐτοὺς εἰς τὰ δεσμωτήρια καταλαμβάνει τὸν γέροντα ὁ Μηνᾶς, λέγων παρουσίᾳ τῶν ἀρχόντων· Ἔβαλέ σε ὁ Θεός, καὶ ἤγαγὲ σε ὧδε, ἵνα ἀπολάβῃς, ὅσα εἰς ἄλλους ἐποίησας, πλανῶν πάντας εἰς τὰ Ὠριγένους δόγματα. Πρὸς ὃν εἶπεν ὁ τοῦ Θεοῦ δοῦλος παρουσίᾳ πάντων· Ἀνάθεμα Ὠριγενεῖ καὶ τοῖς δόγμασιν αὐτοῦ, καὶ παντὶ σύμφρονι αὐτοῦ. Καὶ λέγει ὁ πατρικίος Ἐπιφάνιος· ἐλύθη, κῦρι ἀββᾶ Μηνᾶ, ὁ κατ᾿ αὐτοῦ παρὰ σοῦ ἐπαγόμενος ψόφος, ἵνα καὶ εἰ ἦν Ὠριγενιστής, ἐπὰν ἀνεθεμάτισε, τῆς τοιαύτης ἑαυτὸν ἠλευθέρωσε μέμψεως. Ἐγὼ δὲ ὡς οὐκέτι τοιοῦτο περὶ αὐτοῦ λεγόμενον παραδέχομαι· Ἀπηνέχθη ἕκαστος αὐτῶν, ἐν ᾧ παρεφυλάττετο τόπῳ.

Στ´.

Καὶ τῇ αὐτῇ ἡμέρᾳ περὶ τὴν αὐτὴν ἀφὴν τοῦ λύχνου, Τρώϊλος ὁ πατρίκιος, καὶ Σέργιος ὁ Εὐκρατᾶς, ὁ ἐπὶ τῆς τραπέζης τῆς βασιλικῆς, παρεγένοντο πρὸς τὸν δοῦλον Θεοῦ τὸν γέροντα, καὶ καθίσαντες, ἐκέλευσαν καὶ αὐτὸν καθίσαι, καὶ εἶπον πρὸς αὐτόν· Εἰπὲ ἡμῖν, κῦρι ἀββᾶ, τὴν μεταξὺ σοῦ καὶ Πύῤῥου γενομένην ἐν Ἀφρικῇ καὶ Ῥώμῃ περὶ τῶν δογμάτων κίνησιν· καὶ ποίοις αὐτὸν ἔπεισας ἀναθεματίσαι τὸ δόγμα τὸ ἴδιον, καὶ τῷ σῷ συνθέσθαι. Καὶ ἀφηγήσατο αὐτοῖς πάντα καθεξῆς, ὅσα ἡ μνήμη ἀνέσωσε. Καὶ τοῦτο εἶπεν, ὅτι Ἐγὼ δόγμα ἴδιον οὐκ ἔχω, ἀλλὰ τὸ κοινὸν τῆς Ἐκκλησίας τῆς καθολικῆς. Οὐ γὰρ ἐκίνησα φωνὴν τὴν οἱανοῦν, ἵνα ἴδιόν μου λέγηται δόγμα· καὶ μετὰ τὴν ἀφήγησιν λέγουσιν αὐτῷ· Οὐ κοινωνεῖς τῷ θρόνῳ Κωνσταντινουπόλεως; Καὶ εἶπεν· Οὐ κοινωνῶ. Διὰ ποίαν οὐ κοινωνεῖς αἰτίαν, εἶπον; Ἀπεκρίθη· Ὅτι τὰς ἁγίας τέσσαρας συνόδους ἐξέβαλον διὰ τῶν ἐν Ἀλεξανδρείᾳ γενομένων ἐννέα κεφαλαίων· καὶ διὰ τῆς ἐν ταύτῃ τῇ πόλει γενομένης παρὰ Σεργίου ἐκθέσεως, καὶ διὰ τοῦτο προσεχῶς ἐπὶ τῆς ἕκτης ἰνδικτιῶνος ἐκτεθέντος τύπου· καὶ ὅτι ἅπερ ἐδογμάτισαν διὰ τῶν κεφαλαίων, διὰ τῆς ἐκθέσεως κατέκριναν· καὶ ἅπερ ἐδογμάτισαν διὰ τῆς ἐκθέσεως, διὰ τοῦ τύπου ἠκύρωσαν· καὶ καθεῖλαν ἑαυτοὺς τοσαυτάκις. Οἱ τοίνυν ὑφ᾿ ἑαυτῶν κατακριθέντες καὶ ὑπὸ τῶν Ῥωμαίων, καὶ τῆς μετὰ ταῦτα ἐπὶ τῆς ὀγδόης ἰνδικτιῶνος γενομένης συνόδου καθαιρεθέντες, ποίαν ἐπιτελέσουσι μυσταγωγίαν· ἢ ποῖον πνεῦμα τοῖς παρὰ τῶν τοιούτων ἐπιτελουμένοις ἐπιφοιτᾷ; Καὶ λέγουσιν αὐτῷ· Σὺ μόνος σώζῃ, καὶ πάντες ἀπόλλυνται; Καὶ εἶπεν· (121) Οὔδένα κατέκριναν οἱ τρεῖς παῖδες μὴ προσκυνήσαντες τῇ εἰκόνι, πάντων ἀνθρώπων προσκυνούντων. Οὐ γὰρ ἐσκόπουν τὰ τῶν ἄλλων, ἀλλ᾿ ἐσκόπουν ὅπως ἂν αὐτοὶ μὴ ἐκπέσωσι τῆς ἀληθοῦς εὐσεβείας. Οὕτω καὶ Δανιὴλ βληθεὶς εἰς τὸν λάκκον τῶν λεόντων, οὐ κατέκρινὲ τινα τῶν μὴ προσευξαμένων τῷ Θεῷ κατὰ τὸ θέσπισμα Δαρείου, ἀλλὰ τὸ ἴδιον ἐσκόπησε· καὶ εἵλετο ἀποθανεῖν, καὶ μὴ παραπεσεῖν τῷ Θεῷ, καὶ ὑπὸ τῆς ἰδίας μαστιγωθῆναι συνειδήσεως, ἐπὶ τῇ παραβάσει τῶν φύσει νομίμων. Κἀμοὶ οὖν μὴ δῷ ὁ Θεὸς κατακρῖναὶ τινα, ἢ εἰπεῖν, ὅτι ἐγὼ μόνος σώζομαι. Αἱροῦμαι δὲ ἀποθανεῖν, ἢ θρόησιν ἔχειν κατὰ τὸ συνειδός, ὅτι περὶ τὴν εἰς Θεὸς πίστιν παρεσφάλην καθ᾿ οἱονδήποτε τρόπον.

Ζ´.

Λέγουσιν αὐτῷ· Καὶ τί ἔχεις ποιῆσαι, τῶν Ῥωμαίων ἑνουμένων τοῖς Βυζαντίοις; Ἰδοὺ γὰρ χθὲς ἦλθον οἱ ἀποκρισιάριοι Ῥώμης, καὶ αὔριον τῇ Κυριακῇ κοινωνοῦσι τῷ πατριάρχη· καὶ πᾶσι δῆλον γίνεται, ὅτι σὺ διέστρεφες τοὺς Ῥωμαίους· ἀμέλει σοῦ ἀπαρθέντος ἐκεῖθεν, συνέθεντο τοῖς ἐνταῦθα. Καὶ εἶπε πρὸς αὐτούς· Οἱ ἐλθόντες, οἱονδήποτε πρόκριμα τῷ θρόνῳ Ῥώμης, κἂν κοινωνήσωσιν, ἐπὰν οὐκ ἤγαγον πρὸς τὸν πατριάρχην ἐπιστολήν, οὐ ποιοῦσι· καὶ οὐ πείθομαι πάντως ὅτι οἱ Ῥωμαῖοι ἑνοῦνται τοῖς ἐνταῦθα, εἰ μὴ ὁμολογήσωσι τὸν Κύριον ἡμῶν καὶ Θεόν, καθ᾿ ἑκατέραν τῶν ἐξ ὧν, ἐν οἷς τε καὶ ἅπερ ἐστίν, εἶναι φύσει θελητικόν τε καὶ ἐνεργητικὸν τῆς ἡμῶν σωτηρίας. Καὶ λέγουσιν· Εἰ δὲ συμβιβασθῶσι τοῖς ἐνταῦθα οἱ Ῥωμαῖοι, τί ποιεῖς; Καὶ εἶπε· Τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Ἀποστόλου, καὶ ἀγγέλους ἀναθεματίζει παρὰ τὸ κήρυγμὰ τι νομοθετοῦντας.

Η´.

Καὶ λέγουσι· Πάντως ἀνάγκη ἐστί, θελήσεις λέγεσθαι ἐπὶ Χριστοῦ καὶ ἐνεργείας; Ἀπεκρίθη· Πᾶσα ἀνάγκη, εἴπερ εὐσεβεῖν κατὰ ἀλήθειαν θέλωμεν. Οὔδὲν γὰρ τῶν ὄντων χωρὶς ἐνεργείας φυσικῆς ὑφέστηκεν. Οἱ γὰρ ἅγιοι Πατέρες φανερῶς λέγουσι· Μήτε εἶναι, ἢ γινώσκεσθαι χωρὶς τῆς οὐσιώδους αὐτῆς ἐνεργείας τὴν οἱανδήποτε φύσιν. Εἰ δὲ οὔτε ἔστιν, οὔτε γινώσκεται φύσις, ἄνευ τῆς αὐτὴν οὐσιωδῶς χαρακτηριζούσης ἐνεργείας, πῶς εἶναι τὸν Χριστόν, ἢ γνωρίζεσθαι Θεὸν ἀληθῶς φύσει καὶ ἄνθρωπον, ἄνευ τῆς θεϊκῆς καὶ ἀνθρωπίνης ἐνεργείας, ἐστὶ δυνατόν; Ἀπολέσας γάρ, κατὰ τοὺς Πατέρας, τὸ βρυχικὸν ὁ λέων, οὐκ ἔστι λέων· καὶ κύων τὸ ὑλακτικὸν οὐκ ἔστι κύων. Καὶ ἄλλο τὸ οἱονοῦν τὸ φυσικῶς αὐτοῦ συστατικὸν ἀπολέσας, οὐκ ἔστιν ἔτι ὅπερ ἦν. Καὶ λέγουσιν αὐτῷ· Οἴδαμεν ὄντως ὅτι οὕτως ἦν· πλὴν μὴ λυπήσῃς τὸν βασιλέα, διὰ τὴν εἰρήνην καὶ μόνον ποιήσαντα τὸν τύπον, οὐκ ἐπ᾿ ἀναιρέσει τινὸς τῶν ἐπὶ Χριστοῦ νοουμένων· ἀλλ᾿ ἐπὶ εἰρήνῃ τὴν (124) σιωπὴν τῶν ποιουσῶν τὴν διάστασιν φωνῶν οἰκονομοῦντα.

Θ´.

Καὶ ῥίψας ὁ τοῦ Θεοῦ δοῦλος ἑαυτὸν εἰς τὴν γῆν μετὰ δακρύων· Οὒκ ὤφειλε λυπηθῆναι ὁ ἀγαθὸς καὶ εὐσεβὴς δεσπότης κατὰ τῆς ἐμῆς ταπεινώσεως. Οὐ γὰρ δύναμαι λυπῆσαι τὸν Θεὸν σιωπῶν, ἅπερ αὐτὸς λαλεῖσθαι καὶ ὁμολογεῖσθαι προσέταξεν. Εἰ γὰρ κατὰ τὸν θεῖον Ἀπόστολον, αὐτὸς ἔστιν ὁ θέμενος ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους· δεύτερον, προφήτας· τρίτον, διδασκάλους, δῆλον ἐστίν, ὅτι αὐτὸς ἐστιν ὁ διὰ τούτων λαλήσας. Διὰ πάσης οὖν τῆς ἁγίας Γραφῆς, τῆς τε Παλαιᾶς καὶ Νέας Διαθήκης, καὶ τῶν ἁγίων διδασκάλων καὶ συνόδων διδασκόμεθα, θελητικόν τε καὶ ἐνεργητικὸν θεότητί τε καὶ ἀνθρωπότητι, τὸν σαρκωθέντα Θεόν. Οὔδενὸς γὰρ τῶν οἷς ὡς Θεὸς γινώσκεται, καὶ τῶν οἷς ὡς ἄνθρωπος φύσει γνωρίζεται, χωρὶς ἁμαρτίας, ἐστὶν ἂν ἐλλιπής. Εἰ δὲ τέλειός ἐστι καθ᾿ ἑκάτερον, ὡς οὐδενὸς καθ᾿ ἑκατέτου ἐλλιπής, προφανῶς τὸ κατ᾿ αὐτὸν ὅλον νοθεύει μυστήριον, ὁ μὴ ὁμολογῶν αὐτὸν εἶναι ὅπερ ἐστί, μετὰ τῶν προσόντων αὐτῷ καθ᾿ ἑκάτερον, ἐν οἷς τε καὶ ἅπερ ἐστί, πάντων φυσικῶν ἰδιωμάτων.

Ι´.

Καὶ μικρὸν σιωπήσαντες, ἀλλήλοις προσνεύσαντες λέγουσι· Πόθεν δύνασαι δεῖξαι, ὅτι τὰς συνόδους ἐκβάλλουσιν, οἱ θρόνου Κωνσταντινουπόλεως; Καὶ λέγει αὐτοῖς· Ἤδη δέκεικται μερικῶς διὰ τῶν ἐν Ῥώμῃ λαληθέντων παρ᾿ ἐμοῦ πρὸς τὸν κῦριν Γρηγόριον, τὸν ἀσηκρῆτιν· καὶ νῦν, εἰ παρίσταται τῷ δεσπότῃ τοῦτο δειχθήσεσθαι, κελεύσει δοθῆναι ἄδειαν τῷ ἀναξίῳ ὑμῶν δούλῳ, καὶ ποιῶ γνῶσιν βιβλίων, ὅτι τὰ ἐμὰ ἀφῃρέθησαν· καὶ πᾶσι φανερὸν ποιῶ τοῦτο, χωρὶς οἱασδήποτε σκολιότητος λόγων. Καὶ λοιπὸν ἄλλων πολλῶν λαληθέντων, εἰς γραφικὰς καὶ φυσικὰς καὶ τεχνικὰς ἐτράπησαν γυμνασίας τε καὶ θεωρίας· ἐφ᾿ αἷς ἡδυνθέντες, ἱλαρωτέρως διετέθησαν· καὶ ἤρξαντο λέγειν· Οἶδεν ὁ Κύριος, ὠφελήθημεν, καὶ ἀπὸ τοῦ νῦν ἐνοχλεῖν ὑμῖν οὐκ ἔχομεν.

ΙΑ´.

Ὁ δὲ κῦρις Σέργιος εἶπεν αὐτῷ, ὅτι Πολλάκις ἦλθον εἰς τὸ κελλίον σου εἰς Βέββας, καὶ ἠκροασάμην τῆς διδασκαλίας σου· καὶ ὁ Χριστὸς ἔχει βοηθῆσαί σοι· καὶ μὴ ἀγωνιάσῃς. Εἰς ἓν δὲ μόνον λυπεῖς πάντας, ὅτι πολλοὺς ποιεῖς χωρισθῆναι τῆς κοινωνίας τῆς ἐνταῦθα Ἐκκλησίας. Ἔστι τις ὁ λέγων, εἶπεν ὁ δοῦλος τοῦ Θεοῦ, ὅτι εἶπον· Μὴ κοινωνήσῃ τῇ Ἐκκλησίᾳ τῶν Βυζαντίων; Ἀπεκρίθη ὁ κῦρις Σέργιος· αὐτὸ τοῦτο, τό σε μὴ κοινωνεῖν, μεγάλη πρὸς πάντας ἐστὶ φωνή, μὴ κοινωνῆσαι. Καὶ εἶπεν ὁ τοῦ Θεοῦ δοῦλος· οὐδὲν βιαιότερον συνειδότος κατηγοροῦντος, καὶ οὐδὲν τούτου συνηγοροῦντος παῤῥησιαστικώτερον. Ἀκούσας δὲ ὁ κῦρις Τρώϊλος, ὅτι ὁ τύπος ἀναθεματίζεται εἰς πᾶσαν τὴν δύσιν, λέγει πρὸς τὸν δοῦλον τοῦ Θεοῦ, Καλόν ἐστιν, ὅτι τοῦ εὐσεβοῦς ἡμῶν δεσπότου ἡ ὑπόληψις ὑβρίζεται; (125) Ἀπεκρίθη ὁ τοῦ Θεοῦ δοῦλος· Ὁ Θεὸς συγχωρήσει τοῖς ἐκβιβάσασι τὸν δεσπότην ποιῆσαι τὸν τύπον, καὶ τοῖς συγχωρήσασι. Καὶ λέγει· Τίνες εἰσὶν οἱ ἐκβιβάσαντες, καὶ τίνες οἱ συγχωρήσαντες; Ἀπεκρίθη· Οἱ τῆς Ἐκκλησίας ἐξεβίβασαν, καὶ οἱ ἄρχοντες συνεχώρησαν· καὶ ἰδοὺ ὁ ῥύπος ἐκ τῶν ὑπευθύνων εἰς τὸν ἀθῶον καὶ καθαρὸν πάσης αἱρέσεως, ἐξετινάχθη. Ἀλλὰ συμβουλεύσατε ποιῆσαι, ὃ ἐποίησεν ὁ εὐσεβὴς τῇ μνήμῃ γενόμενος αὐτοῦ πάππος. Ἐκεῖνος γὰρ αἰσθόμενος ὅτι ψόγον αὐτοῦ τινες κατὰ τὴν δύσιν καταχέουσι, διὰ κελεύσεως ἐλεύθερον ἑαυτὸν ἐποίησε τῆς ἐπὶ τῇ Ἐκκλησίᾳ μέμψεως, γράψας, ὅτι Ἔκθεσις οὐκ ἔστιν ἐμή· οὔτε γὰρ ἐγὼ ὑπηγόρευσα, ἢ ἐκέλευσα γενέσθαι· ἀλλὰ Σέργιος αὐτὴν ὁ πατριάρχης συντάξας πρὸ πέντε ἐτῶν, τοῦ ἀνελθεῖν με ἀπὸ τῆς Ἀνατολῆς, ἐδεήθη μου κατ᾿ αὐτὴν γενομένου τὴν πανευδαίμονα πόλιν, ὀνοματί μου προτεθῆναι αὐτὴν μεθ᾿ ὑπογραφῆς· καὶ κατεδεξάμην τὴν ἐκείνου παράκλησιν. Νῦν δὲ γνοὺς ὅτι τινὲς ἐπ᾿ αὐτὴν διαμάχονται, πᾶσι δῆλον ποιῶ, ὅτι οὐκ ἔστιν ἐμή. Ταύτην ἐποιήσατο τὴν κέλευσιν πρὸς τὸν μακάριον Ἰωάννην πάππαν, κατακρίνοντα τὴν ἔκθεσιν, ἐν τοῖς πρὸς Πύῤῥον τότε γραφεῖσι. Καὶ ἔκτοτε Σεργίου χρηματίζει πανταχοῦ εἶναι ἔκθεσις. Τοῦτο ποιήσει καὶ ὁ νῦν εὐσεβῶς βασιλεύων ἡμῶν, καὶ μενεῖ παντελῶς ἄχραντος πάσης μέμψεως ἡ πρόληψις αὐτοῦ. Τότε σείσαντες τὰς κεφαλάς, ἐσιώπησαν, τοῦτο μονον εἰρηκότες· Ὅλα δυσχερῆ καὶ ἀνέκβατα.

Τούτων καὶ ἑτέρων διαφόρων λαληθέντων, προσκυνηθέντες καὶ προσκυνήσαντες, μετὰ πάσης ἱλαρότητος ἀνεχώρησαν. Καὶ πάλιν τῷ ἄλλῳ Σαββάτῳ, ἀνήγαγον αὐτοὺς ἐν τῷ παλατίῳ· καὶ εἰσφέρουσι πρῶτον τὸν μαθητὴν τοῦ γέροντος, συνελθόντων καὶ τῶν δύο πατριαρχῶν· καὶ ἄγουσι Κωνσταντῖνον καὶ Μηνᾶν κατηγόρους τοῦ γέροντος, καὶ ἀπαιτοῦντες τὴν μαθητὴν συγκαταθέσθαι τοῖς κατ᾿ αὐτῶν λαλουμένοις. Μετὰ δὲ πάσης παῤῥησίας εἶπεν ὁ μαθητὴς ἀφόβως πρὸς τὴν σύγκλητον· Κωνσταντῖνον εἰσάγετε ἐν σεκρέτῳ παλατίου; Οὗτος οὐκ ἔστιν οὔτε πρεσβύτερος, οὔτε μοναχός, ἀλλὰ τριβοῦνος θυμέλης. Ἐγνωρίσθη Ἀφροῖς καὶ Ῥωμαίοις, ποῖα γύναια βόσκων ἦλθεν ἐκεῖσε. Πάντες ἔμαθον τὰς πανουργίας αὐτοῦ, ἃς ἐποίησε πρὸς τὸ λαθεῖν· ποτὲ μὲν λέγων, ὅτι ἀδελφαὶ αὐτοῦ εἰσί· ποτὲ δέ, ὅτι διὰ τὸ μὴ κοινωνῆσαι τῇ Ἐκκλησίᾳ Κωνσταντινουπόλεως ἐπῆρα αὐτάς, ἵνα μὴ χρανθῶσι τῇ αἱρετικῇ κοινωνίᾳ. Ἀλλὰ καὶ πάλιν ἐὰν λείψῃ αὐτῷ σπατάλῃ, καὶ εὕρῃ χώραν μὴ γνωρίζουσαν αὐτόν, τὰ αὐτὰ ποιεῖ, αἰσχροῦ κέρδους χάριν, καὶ ῥυπαρᾶς ἡδονῆς. Καὶ μεγάλη αἰσχύνη ἐστί, τὸ κἂν συντυγχάνειν αὐτῷ, τοῖς σεμνῶς βιῶναι θέλουσιν. Εἶτα μετὰ ταῦτα, ἐρωτηθεὶς εἰ τὸν τύπον ἐνεθεμάτισεν, ἀφόβως εἶπεν· Οὐ μόνον ἀνεθεμάτισα, ἀλλὰ καὶ λίβελλον ἐποίησα. Τί οὖν; οὐχ ὁμολογεῖς πεποιηκέναι κακῶς; λέγουσιν αὐτῷ οἱ ἄρχοντες. Καὶ λέγει· Μὴ δῷ ὁ Θεός, ἵνα ὅπερ ἐποίησα καλῶς κατὰ θεσμὸν ἐκκλησιαστικόν, εἴπω (128) γενέσθαι κακῶς. Καὶ πολλὰ ἄλλα ἐρωτηθείς, καὶ ἀποκριθεὶς καθὼς ὁ Θεὸς ἐχορήγησεν αὐτῷ, ἐξάγεται τοῦ σεκρέτου.

ΙΓ´.

Καὶ εἰσάγουσι τὸν γέροντα, καὶ λέγει πρὸς αὐτὸν κῦρις Τρώϊλος· Εἰπέ, ἀββᾶ, βλέπε, εἰπὲ τὴν ἀλήθειαν, καὶ ἐλεεῖ σε ὁ δεσπότης· ἐπεὶ ἐὰν διὰ τῆς νομίμου διηγήσεως ἔλθωμεν, καὶ εὕρῃ κἂν ἓν τῶν κατηγορηθέντων σου ἀληθές, ὁ νόμος φονεύει σε. Καὶ εἶπε· καὶ ἤδη εἶπον, καὶ πάλιν λέγω, ὅτι ἐὰν μόνον ἓν λέγηται εἶναι ἀληθές, καὶ ὁ Σατανᾶς Θεός ἐστιν. Εἰ δὲ οὐκ ἔστι Θεός, ἀλλ᾿ ἀποστάτης, καὶ τὰ κατηγορηθέντα μου ψευδῆ καὶ ἀνυπόστατα. Πλὴν εἲ τι κελεύετε ποιῆσαι, ποιήσατε. Θεὸν σέβων, οὐκ ἀδικοῦμαι. Καὶ λέγει αὐτῷ· Οὒκ ἀνεθεμάτισας τὸν τύπον; Ἀπεκρίθη· Πολλάκις εἶπον ὅτι ἀνεθεμάτισα. Λέγει αὐτῷ τὸν τύπον ἀνεθεμάτισας; τὸν βασιλέα ἀνεθεμάτισας. Ἀπεκρίθη ὁ δοῦλος τοῦ Θεοῦ· Ἐγὼ βασιλέα οὐκ ἀνεθεμάτισα, ἀλλὰ χάρτην ἀλλότριον τῆς ὀρθοδόξου καὶ ἐκκλησιαστικῆς πίστεως. Καὶ λέγει αὐτῷ· Ποῦ ἀνεθεματίσθη; - Ὑπὸ τῆς συνόδου Ῥώμης, ἀπεκρίθη, εἰς τὴν ἐκκλησίαν τοῦ Σωτῆρος, καὶ εἰς τὴν Θεοτόκον. Τότε λέγει πρὸς αὐτὸν ὁ ἔπαρχος· Κοινωνεῖς τῇ Ἐκκλησίᾳ τῶν ὧδε, ἢ οὐ κοινωνεῖς; Ἀπεκρίθη, καὶ εἶπεν· Οὐ κοινωνῶ. Λέγει αὐτῷ· Διὰ τί; Ἀπεκρίθη· Ὅτι ἔξω ἔβαλε τὰς συνόδους. Καὶ εἶπεν· Ἐὰν ἔξω ἔβαλε τὰς συνόδους, πῶς εἰς τὰ δίπτυχα ἀναφέρονται; Καὶ λέγει· Καὶ τὶς ὄνησις ὀνομάτων, τῶν δογμάτων ἐκβεβλημένων; Καὶ δύνασαι, ἔφη, τοῦτο δεῖξαι; Καὶ εἶπεν· Ἐὰν λάβω ἄδειαν, καὶ κελεύετε, δειχθῆναι ἔχω τοῦτο πάνυ εὐχερῶς. Καὶ σιωπησάντων αὐτῶν, λέγει αὐτῷ ὁ σακελλάριος· Διατὶ ἀγαπᾷς τοὺς Ῥωμαίους, καὶ τοὺς Γραικοὺς μισεῖς. Ἀποκριθεὶς ὁ τοῦ Θεοῦ δοῦλος, εἶπε· Παραγγελίαν ἔχομεν, τοῦ μὴ μισῆσαὶ τινα. Ἀγαπῶ τοὺς Ῥωμαίους, ὡς ὁμόπιστους· τοὺς δὲ Γραικούς, ὡς ὁμογλώσσους. Καὶ πάλιν λέγει αὐτῷ ὁ σακελλάριος· Πόσων ἐτῶν λέγεις ἑαυτόν· Ἀπεκρίθη; Ἑβδομήκοντα πέντε. Καὶ λέγει αὐτῷ· Πόσους χρόνους ἔχει μετὰ σοῦ ὁ μαθητής σου; Ἀπεκρίθη· Τριάκοντα ἑπτά. Τότε ἀνέκραξε εἷς κληρικός· Ἀπέδωκέ σοι ὁ Κύριος, ὅσα ἐποίησας τῷ μακαρίῳ Πύῤῥῳ. Πρὸς ὃν οὐδὲν ἀπεκρίθη ὅλως.

ΙΔ´.

Τοσοῦτων δὲ λαληθέντων ἐν τῷ σεκρέτῳ, οὐδεὶς οὐδὲν τῶν πατριαρχῶν ἐφθέγξατο. Ἐν δὲ τῷ κινεῖσθαι περὶ τῆς συνόδου Ῥώμης λόγον, κράζει ὁ Δημοσθένης· Οὐ κεκύρωται ἡ σύνοδος, τοῦ συγκροτήσαντος αὐτὴν καθαιρεθέντος. Καὶ λέγει ὁ τοῦ Θεοῦ δοῦλος· Οὐ καθηρέθη, ἀλλ᾿ ἐδιώχθη. Ποία γέγονεν ἐπὶ τοῖς πεπραγμένοις συνοδικὴ καὶ κανονικὴ πρᾶξις ἀσφαλῶς ἔχουσα αὐτοῦ τὴν καθαίρεσιν; Πλὴν ἵνα καὶ κανονικῶς καθῃρέθη, οὐ ποιεῖ τοῦτο πρόκριμα τοῖς ὀρθοδόξως κατὰ τοὺς θείους κανόνας κυρωθεῖσιν· οἷς καὶ τὰ γραφέντα παρὰ τοῦ ἐν ἁγίοις πάπα Θεοδώρου συμβαίνουσι. Καὶ λέγει τούτων ἀκούσας Τρώϊλος ὁ πατρίκιος· Οὒκ οἶδας τί λέγεις, ἀββᾶ· τὸ γενόμενον γέγονε.

ΙΕ´.

(129) Ταῦτα ὅσα ἡ μνήμη κατέχει τὰ κεκινημένα τε καὶ εἰρημένα· καὶ εἰς τοιοῦτον τὰ κατ᾿ αὐτοὺς κατέληξε τέλος, ἀπολύσαντες καὶ τὸν ἅγιον γέροντα τοῦ σεκρέτου, ἐν τῇ φρουρᾷ. Καὶ τῇ ἐπαύριον, ἥτις ἦν Κυριακή, συμβούλιον ποιήσαντες οἱ τῆς Ἐκκλησίας, ἔπεισαν τὸν βασιλέα, ταύτην αὐτοὺς κατακρῖναι τὴν πικρὰν καὶ ἀπάνθρωπον ἐξορίαν, διῃρημένους ἀλλήλων· τὸν μὲν ἅγιον γέροντα εἰς Βιζύην κάστρον τῆς Θράκης· τὸν δὲ μαθητὴν αὐτοῦ εἰς Πέρβεριν· ὃ οὐκ ἔχει ἐξώτερον βῆμα ποδὸς ἡ Ῥωμαίων βασιλεία, ἀπρονοήτους, γυμνούς, ἀτρόφους, πάσης τῆς πρὸς τὸ ζῆν ἀφορμῆς ἐστερημένους· μὴ ἐγγίζοντας θαλάσσῃ, ἵνα μὴ ἔχωσιν ἐκ τῶν ἐλεημόνων ἐπίσκεψιν. Καὶ οὕτως εἰσὶ γυμνοὶ καὶ ἄτροφοι, μόνην ἔχοντες τὴν ἐλπίδα τοῦ Θεοῦ· παρακαλοῦντες πάντας τοὺς Χριστιανούς, τοῦτο βοῶντες· Εὔξασθε διὰ τὸν Κύριον, ἵνα τελειώσῃ ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ μετὰ τῆς ταπεινώσεως ἡμῶν, καὶ διδάξῃ ἡμᾶς ὅτι οἱ συμπλέοντες αὐτῷ, ἠγριωμένης πεῖραν λαμβάνουσι θαλάσσης, ἀνέμοις καὶ κύμασι δονουμένου μὲν τοῦ σκάφους, ἀκατασείστου δὲ διαμένοντος. Συγχωρεῖ γὰρ κλύδωνος μεγάλου αὐτοὺς πειραθῆναι, δοκιμάζων αὐτῶν τὴν περὶ αὐτὸν διάθεσιν, ἵνα μεγάλῃ τῇ φωνῇ κράξωσι· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα· καὶ μάθωσι πάντα μόνῳ αὐτῷ ἐπιγράφειν, τὰ τῆς αὐτῶν σωτηρίας· καὶ μὴ πεποιθότες ὦσιν ἐφ᾿ ἑαυτοῖς, καὶ τύχωσι γαλήνης μεγάλης, τοῦ ἀνέμου καὶ τῶν κυμάτων κατευνασθέντων· καὶ εἰς μέσον λύκων αὐτοὺς ἐκδίδωσι, καὶ διὰ τῆς στενῆς πύλης εἰσελθεῖν, καὶ διὰ τεθλιμμένης ὁδεύειν τρίβου παρακελεύεται· καὶ λιμόν, καὶ δίψαν, καὶ γύμνωσιν, καὶ δεσμά, καὶ φυλακάς, καὶ ἀπαγωγάς, καὶ μάστιγας, καὶ σταυρόν, καὶ ἥλους καὶ ὄξος, καὶ χολήν, καὶ ἐμπτύσματα, καὶ ῥαπίσματα, καὶ κολαφίσματα, καὶ ἐμπαιγμοὺς προτείνεται· καὶ πάθος καὶ θανάτους πολυτρόπους· ὧν τέλος, ἡ παμφαὴς ἀνάστασις, φέρουσα μεθ᾿ ἑαυτῆς εἰρήνην τοῖς δι᾿ αὐτὸν διωχθεῖσι· καὶ χαράν, τοῖς δι᾿ αὐτὸν θλιβεῖσι· καὶ ἀνάληψιν εἰς οὐρανούς, καὶ προσαγωγὴν τῷ Πατρικῷ καὶ ὑπερουσίῳ θρόνῳ, καὶ λῆξιν ὑπὲρ ἄνω πάσης ἀρχῆς οὖσαν καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος· καὶ παντὸς ὀνόματος ὀνομαζομένου, εἴτε ἐν τῷ αἰῶνι τούτῳ, εἴτε ἐν τῷ μέλλοντι· ἧς τύχοιμεν ἅπαντες, εὐχαῖς καὶ πρεσβείαις τῆς πανυμνήτου πανσέπτου καὶ ὑπερενδόξου κυρίως φύσει Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ τῶν ἁγίων ἀποστόλων, προφητῶν καὶ μαρτύρων. Ἀμήν.