ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΚΑΙ ΤΗΝ ΑΘΛΗΣΙΝ
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΜΑΞΙΜΟΥ


Α´.

(68) Καὶ πάντων μὲν τῶν κατὰ Θεὸν πολιτευσαμένων ὁ Βίος, λυσιτελὴς καὶ ὠφέλιμος· οἷα δὴ προτρέπων εἰς ἀρετήν, καὶ παραθήγων πρὸς τὴν τοῦ καλοῦ μίμησιν· ὁ δὲ γε τοῦ θείου Μαξίμου καὶ ὁμολογητοῦ, ὅσῳ μέγας καὶ τοῖς ὅλοις περιφανής, τοσούτῳ καὶ πρὸς ἀνδρείαν ἀλεῖψαι ἀνυσιμώτερος, καὶ ψυχὴν ὠφελῆσαι πάντων διαφορώτατος. Ἀνὴρ γὰρ ἐκεῖνος οὐ μόνον βίον ἔχων ὑπερφυῆ, ἀλλὰ καὶ λόγον ἐπιτερπῆ, καὶ ἄθλησιν γενναίαν καὶ ἀπαράθετον· οὗ καὶ μόνη ἡ μνήμη, πολλὴν μὲν οἶδε φέρειν τὴν ἡδονήν, πολὺν δὲ ταῖς φιλοθέοις ψυχαῖς τὸν τῆς ἀρετῆς ἐνίησιν ἔρωτα.Ὅθεν καὶ ὁ παρὼν λόγος τὰ κατ᾿ ἐκεῖνον μέλλων εἰπεῖν, βούλεται μὲν καὶ διὰ πολλοῦ ἔχει, τὸ τὰ καθ᾿ ἕκαστα τῶν αὐτῷ πεπραγμένων εἰς μέσον θεῖναι καὶ παραστήσασθαι· ὡς ἂν αὐτός τε ἡδίων τῇ τούτων γένηται μνήμῃ, καὶ τοῖς ἀκροωμένοις μεγάλην τὴν χάριν κατάθηται· οὐκ ἔχει δ᾿ ὅπως ἢ πάντων ὁμοῦ τὴν περίληψιν σχεῖν, ἢ καὶ ὧν ἔχει ἐν περιλήψει τὸν ὀφειλόμενον ἐπὶ τούτοις ἔπαινον εἰπεῖν, τῷ κρείττω ἢ κατὰ λόγου δύναμιν καὶ τὰ ἐλάχιστα τῶν εἰργασμένων τῷ θαυμασίῳ τυγχάνειν. Οὐκοῦν ὡς μὲν οὐ ῥᾴδιον τῷ λόγῳ οὐδ᾿ εὔπορον, τὸ τοῖς πᾶσιν ἐπεξιέναι, παρήσειν καὶ αὐτὸς εὐλόγως δοκῶ μοι· μηδὲν πάντως ἐγκαλούμενος ἐπὶ τῷ παραλιπεῖν· ὅτι μηδ᾿ ἄλλος τέως τῶν πρὸ ἡμῶν, ὅσα γε αὐτοὶ σύνισμεν, εἰς ἅπαντα τὰ τοῦ ἀνδρὸς καθῆκεν αὑτόν, τῷ χαλεπὴν δηλαδὴ καὶ δυσέφικτον ὁρᾷν τὴν ἐγχείρησιν. Ὡς ἂν δὲ λοιπὸν μὴ φαινώμεθα παντελῶς τηλικαύτην ὑπόθεσιν παρατρέχοντες, καὶ ὅτι μὴ ἐξὸν ἡμῖν τοῦ παντὸς ἐφικέσθαι καὶ τὸ πᾶν ἐλλιμπάνοιμεν, ὅπερ ἀσύμφορον οἶμαι, καὶ οὐδ᾿ ἔξω πίπτον αἰτίας· ἀναγκαῖον ἄρα ἐμοὶ τὸν παρόντα λόγον εἰσενεγκεῖ, κἂν ἐλάχιστον οἶδα τοῦτον, κἂν παρὰ πολὺ τῶν πραγμάτων λειπόμενον. Οὕτω γὰρ ἂν καὶ τὸ τε εἰς ἡμᾶς ἧκον ἀποπληρώσοιμεν, καὶ ὑμῖν τὸ χρέος ἀφοσιώσοιμεν, τὸν περὶ ἐκείνου λόγον, εἴπερ τι ἄλλο, ἀπαραιτήτως εἰσπράττουσιν. Εἰ δὲ καὶ ἄλλα τινὰ τῶν τηνικαῦτα πραχθέντων ἐν τῷ μεταξὺ διαμνημονεύσοι ὁ λόγος, ἀλλὰ τοῦτο οὐκ ἔξω πάντως τοῦ λόγου, οὔτε μὴ τοῦ εἰκότος· τῶν τότε καιρῶν πολλὴν κεκινηκότων, ὡς ἴστε, τὴν (69) κατὰ τῆς ἀληθείας ἐπήρειαν· ἀλλὰ γὰρ ἄνωθεν, ὡς οἷον τε, τὰ κατὰ τὸν ὅσιον τέως διηγητέον, δι᾿ ὃν καὶ τὸν λόγον ἤδη ἐνεστησάμεθα.

Β´.

Μαξίμῳ τοίνυν τῷ θείῳ καὶ ὁμολογητῇ πατρὸς μέν, ἡ πρώτη τῶν πόλεων καὶ μεγάλη Κωνσταντινούπολις· ἣν καὶ Νέαν Ῥώμην ὁ λόγος οἶδε προσονομάζειν. Πατέρες δέ, εὐγενεῖς ἄνωθεν, καὶ τῇ κατὰ κόσμον περιφανείᾳ μὴ πολλῶν δεύτεροι· οἷς εὐσέβεια τὸ ἐξαίρετον, καὶ ἡ πρὸς τὴν ἀρετὴν νεῦσίς τε καὶ οἰκείωσις· ὡς ἂν ἔχοιεν ἐντεῦθεν μᾶλλον ἢ ἀπὸ τοῦ γένους τὸ λαμπρὸν ἐπιφέρεσθαι. Οἳ δὴ καὶ εἰς φῶς τὸν μακάριον τοῦτον προαγαγόντες, καὶ ἐν κομιδῇ νέῳ σώματι τῷ θείῳ λουτρῷ προαγαγόντες, ἵν᾿ ἐκ βρέφους λάβοι τὴν κάθαρσιν, οὐδὲν εἴων τῶν ὅσα τοῖς νέοις πρὸς ἡδονήν, πράττειν, οὐδὲ τοῖς νηπιώδεσι τούτοις καὶ παιδικοῖς τὴν διάνοιαν ἀσχολεῖν· ὅπως μὴ ἄπλαστος φύσις καὶ ἁπαλή, πρὸς ἄνεσιν ἑλκυσθῇ καὶ ἠθῶν μαλακότητα· ἀλλὰ τοῖς στεῤῥοτέροις τε καὶ ἀνδρώδεσι διαπλάττοντες τὸν γενναῖον, πολλὴν αὐτῷ τὴν πρὸς τὰ καλὰ ἐνετίθουν ῥοπήν, καὶ ὅλον αὐτὸν συννεύειν πρὸς τὴν ἀρετὴν ἔπειθον. Ὃς καὶ αὐτός, καὶ φύσεως λαχὼν δεξιᾶς, καὶ ἀγωγῆς οὕτω τυχών, καὶ νέος μὲν ὢν ἔτι, εἶχεν ἐν ἑαυτῷ τὰ τῆς ἀρετῆς προχαράγματα, οἷον σκιὰς τινας καὶ γραμμὰς οὐκ ἀμυδρῶς τὸ μέλλον εἰκονίζουσας· εἶχε δὲ ἀκριβεστέρους τοὺς ταύτης τύπους καὶ χαρακτῆρας, τῆς ἡλικίας αὐτῷ προβαινούσης ἐπὶ τὰ πρόσω, καὶ πῆξιν τῆς διανοίας στάσιμον λαμβανούσης· ὅτε καὶ λόγος καὶ φρόνημα καὶ πάντα ὁμοῦ τὰ πρὸς τὰ κρείττω τούτῳ ἑώρα καὶ τελεώτερα.

Γ´.

Ἐπεὶ δὲ οὗτος καὶ ἐπὶ διδασκάλους ἐφοίτα, παιδείας, ὡς εἰκός, παντοίας ἐπιμελούμεος, τί χρὴ καὶ λέγειν, ὅσην ἐντὸς ὀλίγου χρόνου γνῶσιν ἑαυτῷ συνελέξατο; γραμματικὴν μὲν καὶ τὴν ἄλλην ἐγκύκλιον παίδευσιν ἐξασκήσας ἐπιμελέστατα, ῥητορικῆς δὲ καὶ τῆς ἐν τῷ λέγειν τέχνης ἥκων εἰς τὸ ἀκρότατον, φιλοσοφίας δὲ οὕτω φιλοπόνως ἀκροασάμενος, ὡς μηδένα ἐγγὺς αὐτοῦ ἀφεῖναι γενέσθαι καὶ κατὰ μικρόν. Σπουδῇ γὰρ ἐναμίλλῳ τῇ εὐφυΐᾳ χρησάμενος, ἱκανῶς εἶχεν ἐν πᾶσι μαθήμασι καὶ περιττῶς· οἷς καὶ ἑκάστοις μὲν συνεχρῆτο, οὐκ ὀλίγα ἔστιν ὅτε τούτῳ πρὸς τὰ βελτίω συναιρομένοις. Φιλοσοφίαν δὲ καὶ τοὺς ἀπ᾿ αὐτῆς λόγους, μειζόνως καὶ περιεῖπε καὶ περιέστεργε, καὶ τῶν ἄλλων ἁπάντων προέταττεν. Ἐπεὶ γὰρ ᾔδει ταύτην καὶ γνῶσιν τῶν ὄντων καὶ ἐπιστήμην, καὶ περὶ θεωρίαν καταγινομένην καὶ πρᾶξιν, καὶ φύσεως πέρι καὶ κόσμου διεξιοῦσαν, καὶ πᾶν ἁπλῶς ἄλλον παραδιδοῦσαν· ταύτῃ καὶ τὴν πλείω σπουδὴν ἔνεμε, καὶ ἐν νῷ διὰ παντὸς ἔφερε· πλὴν οὐχ ὡς ἔτυχεν οὐδ᾿ ἀλογίστως· ἀλλὰ τὸ μὲν σοφιστικὸν ταύτης, καὶ ὅσον ἀπάτης καὶ παραλογισμῶν ἔχεται, πόῤῥω θεὶς καὶ ἀποβαλόμενος, τὸ δὲ περὶ λόγους καὶ δόγματα καὶ λογικὰς ἄλλας (72) μεθόδους καὶ ἀποδείξεις ἐγκρίνας καὶ οἰκειωσάμενος. Τί γὰρ αὐτῷ ψευδὴς πρότασις, καὶ πλοκὴ νόθων συλλογισμῶν, καὶ τοιοῦτον συμπέρασμα, καὶ οἷστισιν ἄλλοις ἡ ἀληθὴς σοφία καταχραίνεται; Ἐκείνῳ γὰρ πολλοῦ δέον καὶ φάναι, ἢ τοιοῦτὸν τι ἐμέλησε πώποτε, ἢ περὶ τι τῶν τοῖς ἄλλοις οὐ καλῶς πονουμένων ἀνεκτὸν γέγονε καὶ μικρὸν τὴν διάνοιαν ἐπικλῖναι. Ἀμέλει καὶ διὰ θαύματος αὐτὸν ἅπαντες ἐποιοῦντο οὕτω μὲν γνώσεως, οὕτω δὲ ἀρετῆς, ἔχοντα οὕτω δὲ πλέον μετριοφροσύνης καὶ ταπεινώσεως· ὃν γε οὐδὲν τῶν ὄντων ἐπῆρεν, οὐδὲ μεῖζον φρονεῖν ἔπεισεν, οὐ γένους εὔκλεια, οὐ λόγων κατὰ πάντων ὑπεροχή, οὐκ ἀρετῆς ὕψος, οὐκ ἄλλο τῶν πάντων οὐδέν· ἀλλ᾿ οὕτως ἦν τῷ μετρίῳ προσκείμενος, ὡς μόνον τοῦτ᾿ ἔχειν καὶ σεμνότητα βίου καὶ καύχημα, καὶ τούτῳ πλέον φρονεῖν, ἢ εἰ πᾶσαν ὁμοῦ τις τὴν ἐν ἀνθρώποις δόξαν αὐτῷ ἐχαρίζετο.

Δ´.

Ἀλλὰ γὰρ οὐκ ἦν οὕτω βιοῦντα λαθεῖν τὸν θαυμάσιον, οὐδὲ μὴ καὶ ἐς ἄλλους ἐκφανὲς τὸ κοινὸν γενέσθαι ὄφελος· καίτοι πολλὰ ὁσημέραι ποιοῦντα, ὥστε τὴν κενὴν ἀποδρᾶναι δόξαν, καὶ τὸ μὴ ἁλῶναι ταῖς τοῦ βίου περιπετείαις· ὧν καὶ τὸ γενέσθαι ἐν χρῷ, μέγα πρὸς ἀρετὴν ἐμπόδιονιιᾤετο. Ἀλλ᾿ εἰ καὶ αὐτὸς οὕτω καὶ ἐμελέτα καὶ ἔπραττεν, ὅμως γοῦν καὶ ἄκων ἁλίσκεται· πρὸς τὰ βασίλεια τοῦτον τοῦ τότε κρατοῦντος (Ἡράκλειος δ᾿ οὗτος ἦν), εὐνοίᾳ τῇ πάσῃ μετακαλεσαμένου, καὶ ὑπογραφέα πρῶτον τῶν βασιλικῶν ὑπομνημάτων καταστησαμένου· ᾧ καί, οἷα τηλικῷδε ἀνδρί, καὶ τοσούτου οἴκου, ἐν πᾶσὶ τε ἐχρῆτο τοῖς ἀνὰ χεῖρα, καὶ ὑπουργὸν καὶ συλλήπτορα τῶν καλλίστων ἐκέκτητο. Ἦν γὰρ οὗτος συνιδεῖν μὲν τὸ δέον συνετώτατος, βουλὴν δ᾿ ὑποθέσθαι κομιδῇ δεξιώτατος, λόγον δὲ σχεδιάσαι ἐπιεικῶς προχειρότατος· οὗ τῇ συνουσίᾳ καὶ βασιλεὺς αὐτὸς καὶ οἱ περὶ τὰ βασίλεια σφόδρα τε ἥδοντα, καὶ διὰ παντὸς ἦσαν τὸν ἄνδρα ἐκπεπληγμένοι.

Ε´.

Ἀλλ᾿ αὐτὸς μικρὰ ταῦτα πρὸς φιλοσοφίαν, καὶ δόξαν, καὶ χρήματα, καὶ τιμήν, καὶ ὅσα φιλοτιμίας ἧπται τῆς περιττῆς, ἡγησάμενος· ἄλλως τε καὶ τὴν πίστιν τότε καινοτομουμένην ὁρῶν, τῷ πολλὰ τὴν Ἐκκλησίαν τὸ τῶν Μονοθελητῶν διαλυμαίνεσθαι δόγμα, καταλείπει μὲν ἅπαντα, ψυχῆς ὥσπερ κοίνωσιν τὸ τοῖς τοιούτους ἀνεστράφθαι οἰόμενος· πρὸς δὲ τὸν μονάδα βίον, ἅτε καὶ πάλαι τοῦ καθ᾿ ἡσυχίαν βιῶναι ἐρῶν, σπουδῇ προσχωρεῖ, τῷ κατὰ τὴν ἀντιπέραν ἠϊόνα φροντιστηρίῳ, ὃ τῆς Χρυσοπόλεως προσωνόμασται, τότε κατὰ φιλοσοφίαν ἀνθοῦντι, δοὺς ἑαυτόν· κἀκεῖ τρίχας τε κειράμενος, καὶ τὸ τρίχινον ἐνδυσάμενος ἔνδυμα· ὅσγε καὶ τὸ ἀπ᾿ ἐκείνου τρύχων ἦν τὸ σῶμα διὰ παντός, οὐ νηστείᾳ μόνον καὶ τῇ ἄλλῃ χρώμενος ἤδη κακοπαθείᾳ, ἀλλὰ (73) καὶ στάσει παννύχῳ καὶ εὐχῇ προσανέχων ἐπιτεταμένῃ τῆς ψυχῆς ἐντεῦθεν τὸ ὄρθιον ἀναστηλῶν, καὶ τὸν νοῦν ἀποσπῶν τῆς ὕλης, καὶ τοῦ δεσμοῦ λύων καὶ πρὸ τῆς διαλύσεως. Ὁ γὰρ καὶ πρὸ τοῦ ἀκριβεστέρου βίου ἀγῶσιν ἑαυτὸν συνεθίζων καὶ πόνοις, καὶ τὴν κατὰ φιλοσοφίαν μετιὼν ἀγωγήν, σχολῇ γ᾿ ἂν οὗτος μετὰ τὸ εἰς αὐτοὺς ὑπεισδῦναι ἄλλο τι ἢ εἵλετο ἢ κατέπραξεν. Ἀμέλει καὶ πολλοὺς ἔχων τοὺς συνασκουμένους, πάντας τε ὑπερέβαλε, καὶ δὴ καὶ τὸ κατὰ πάντων πρεσβεῖον θαυμασίως ἀνῄρητο· οἳ γε καὶ τοσοῦτον τῆς τοῦδε ἡττήθησαν ἀρετῆς, ὡς καὶ κοινῇ διαπρεσβεύσασθαι πρὸς αὐτόν, προστῆναι τούτων ἐκλιπαροῦντες, καὶ ἡγεμονίαν τὴν κατ᾿ ἐκείνους ἀναδεδέχθαι· ἦσαν γὰρ πρὸ μικροῦ τὸν ἑαυτῶν καθηγεμόνα ἀποβαλόμενοι. Ἀλλ᾿ αὐτὸς τὴν ἀρχὴν ὥσπερ τι βάρους ἐφόλκιον διωθούμενος, ἀνένδοτος ἦν περὶ τὴν αἴτησιν καὶ ἰσχυρογνώμων· μήτε λόγοις αὐτῶν εἴκων, μήθ᾿ ἱκεσίαις ὑπενδιδούς. Ὡς δὲ ἑώρα μᾶλλον ἐπικειμένους, καὶ τι καὶ βίας προστιθέντας, πείθεται μόλις, καὶ καταδέχεται τὴν ἐπιστασίαν· οὐκ ἀρχὴν μᾶλλον ἢ λειτουργίαν νομίσας ὑπεύθυνον.

Στ´.

Ἔνθεν τοι καὶ ἔμφροντις γίνεται μᾶλλον, καὶ τὸ πᾶν μεμεριμνημένος· οὐ τὸ καθ᾿ ἑαυτὸν μόνον σκοπῶν, οὐδ᾿ ὅπως ἂν αὐτὸν ἄριστα διαβιῴη· ἀλλ᾿ ὅπως ἂν εἴη τοῖς ἀρχομένοις λυσιτελῶς τὸν βίον ἰθύνειν, καὶ ἀγωγῆς ἐπειλῆφθαι τῆς κρείττονος. Ἑώρα γὰρ ἐν ἑαυτῷ, ὅτι τοῖς καθ᾿ ἑαυτοὺς τὴν ἀρετὴν μετιοῦσιν, ἐξέσται πάντως κατὰ τὸ δοκοῦν, τὰ μείζω ἢ ἐλάττω τῶν πραττομένων αἱρεῖσθαι· οἷς καὶ συγγνοίη ἂν τις, μὴ τὰ μεγάλα πράττουσι. Τῷ δ᾿ ἄγειν ψυχὰς ἐγκεχειρισμένῳ, καὶ μικρὸν καθυφιέντι τῆς ἀκριβείας, κίνδυνος ἔσται οὐχ ὁ τυχών, αὐτῷ τε καὶ τοῖς ἀρχομένοις· ὃν οὐχ ὅπως ἄριστον εἶναι δεῖ μόνον, ἀλλὰ καὶ τοῖς ἔμπροσθεν ἐπιδιδόναι ἀεί· εἴπερ μέλλοι τῷ καθ᾿ ἑαυτὸν ὑποδείγματι καὶ τοὺς ὑπὸ χεῖρα προσάξειν ἐπὶ τὸ βέλτιον, ὡς πρὸς τὸ ἀρχέτυπον τὸν ἐκείνου βίον ὁρῶντας, κἀντεῦθεν ἢ πρὸς ἀρετήν, ἢ τὸ ἐναντίον, πρὸς κακίαν ἐναγομένους. Ταῦτα ὁ θεῖος Μάξιμος ἐννοῶν, συνετήκετο τὴν ψυχήν· τὸ λεῖπον προσεδαπάνα τῶν σαρκῶν· ταῖς φροντίσι τῶν φοιτητῶν συνείχετο. Διὰ ταῦτα βελτίω τούτοις ὑποτιθείς, καὶ νῦν μέν, ἠπιωτέρῳ τῷ λόγῳ, νῦν δέ, τραχυτέρῳ χρώμενος τούτῳ· καὶ ἄρτι μέν, ὁμαλῶς καὶ ἀδήκτως ἐπαφιέμενος τὴν διδασκαλίαν· ἄρτι δ᾿ αὐστηρὰν καὶ ἀνήδυτον ταύτην προφέρων, ὡς ἕκαστον ἑώρα ἢ ἔξεως ἢ καὶ φύσεως ἔχοντα. Καὶ αὐτὸς μὲν οὕτω καὶ διέκειτο πρὸς τοὺς ἀρχομένους, καὶ τοιαύτῃ διαθέσει τὴν τούτων μετῄει ἐπιστασίαν.

Ζ´.

Ἐπεὶ δ᾿ ἑώρα, ὡς ἀνωτέρω ἔφαμεν, τὴν τῶν Μονοθελητῶν τηνικαῦτα αἵρεσιν εἰς τέλειον μᾶλλον (76) ἐκτεινομένην, καὶ δεινῶς καθ᾿ ἡμέραν ὑπὸ τῶν τῆς ἀσεβείας προστατῶν αὐξανομένην· ἔστενε μὲν καὶ πένθει βαρυτάτῳ συνείχετο, οἰκτιζόμενος μάλιστα καὶ τοὺς τὰ παράνομα δρῶντας· οὐκ εἶχε δ᾿ ὃ τι καὶ πράξοιεν ἑαυτῷ, οὕτω τοῦ κακοῦ εἰς ἄμετρον ἐκχυθέντος, καὶ Ἑῴαν μικροῦ πᾶσαν καταλαβόντος καὶ Ἑσπέριον. Ὅθεν καὶ ἐν τοσούτοις δεινοῖς, τοῦθ᾿ εὑρίσκει μόνον ἑαυτῷ τὸ λυσιτελοῦν, καὶ τοῖς πράγμασιν. Ἐπεὶ γὰρ ἐγίνωσκε τὴν πρεσβυτέραν Ῥώμην τοῦ τοιούτου καθαρεύουσαν μύσους, καὶ ὅσον ἐν Ἀφρικῇ, καὶ ὅσον ἐν ἄλλοις τόποις καὶ νήσοις ἐκείναις ταῖς πέριξ· λιπὼν τὰ ἐνταῦθα, ἐκεῖσε ἐπιφοιτᾷ, συνηγορίαν δώσων τῷ λόγῳ, καὶ τοῖς ἐκεῖ συνεπόμενος ὀρθοδόξοις· οὐκ ἀμογητὶ μέν, οὐδ᾿ ἄνευ καμάτου καὶ ταλαιπωρίας, τὴν τοσαύτην ἠνυκὼς ὁδόν· πάντα δ᾿ ὅμως ἐλάττω τῆς καλῆς προθυμίας τιθέμενος· συμβούλοις τάχα καὶ τοῖς κατ᾿ αὐτὸν μονάζουσι χρησάμενος τῆς ἀφίξεως· ὧν εἰ καὶ τὴν διάζευξιν βαρεῖαν καὶ οὐδὲ φορητὴν εἶχεν, ἀλλ᾿ οὐκ εἶχεν ἄλλο τι παρὰ τὰ βεβουλευμένα δρᾶσαι, τοῦ καιροῦ στενοχωροῦντος αὐτόν, καὶ τὴν ἀναχώρησιν ἐπιτρέποντος. Ἀλλὰ γὰρ ὁ λόγος προεκδραμών, παρῆκε τὰ ἐν τῷ μέσῳ εἰπεῖν, καὶ ὅθεν τὴν ἀρχὴν ἔσχεν ἡ πονηρὰ αὕτη δόξα καὶ ἀποτρόπαιος, οὕτω τὴν Ἐκκλησίαν ταράξασα, καὶ πολλοὺς εἰς τὸν ὅμοιον ὑποσύρασα ὄλισθον. Οὐκοῦν ἀναγκαῖον μικρὰ περὶ ταύτης διαλαβεῖν· εἶθ᾿ οὕτως προσθεῖναι τῷ λόγῳ καὶ ὅσα ἑξῆς τῆς ὑποθέσεως.

Η´.

Ἡρακλείου τῶν τῆς βασιλείας σκήπτρων ἐπειλημμένου, καὶ Σεργίου τὸν τῆς Κωνσταντινουπόλεως διέποντος θρόνον· πρῶτα μὲν αὐτὸς Ἡράκλειος καὶ ὅσον περὶ τὰ βασίλεια καὶ ὅσον ἐν τέλει καὶ ἀξιώματι, τῇ ὀρθοδόξῳ πίστει συναινοῦντες ἐτύγχανον· φύσεις διττὰς καὶ ἐνεργείας τὰς αὐτὰς καὶ θελήματα, ἐπὶ τῷ θεϊκῷ τε καὶ ἀνθρωπίνῳ τοῦ ἐμοῦ Χριστοῦ, καὶ ὁμολογοῦντες καὶ κηρύττοντες. Ἀλλὰ τούτου, φεῦ! μετὰ πολλὰ κατὰ τῶν ἐχθρῶν τρόπαια, καὶ τὴν κατὰ Περσῶν ἐκείνην περιφανῆ ἀριστείαν, τοῦ ὀρθοῦ μεταβαλομένου δόγματος, συμμεταβάλλεσθαι καὶ τὰ τῶν Ἐκκλησιῶν ἤρξατο· οὐκ ὀλίγης καὶ τοῦ λαοῦ μοίρας πρὸς τὸ ἐναντίον μετατραπείσης. Αἴτιος δὲ τῷ βασιλεῖ μεταβολῆς, Ἀθανάσιος ἐκεῖνος, ὁ τῶν Ἰακωβιτῶν οὕτω καλούμενος πατριάρχης· ἀνὴρ γόης, καὶ συγχέαι ἀλήθειαν πάντων δεινότατος. Οὗτος γὰρ ἐν Ἱεραπόλει τῆς Συρίας τῷ Ἡρακλείῳ διατρίβοντι προσιών, καὶ ὑπούλως τοῦτον καὶ κακοήθως ὑπελθών, πρὸς καὶ ὑποσχέσεσι δελεάσας, ὡς καὶ τὴν ἐν Χαλκηδόνι δέξαιτο σύνοδον, ἢ τὰς δύο φύσεις καθ᾿ ὑπόστασιν ἡνωμένας ἐπρέσβευεν (εἶχε γὰρ πόθος Ἡράκλειον, ὡς ἐδείκνυ τὰ πράγματα, αὐτόν τε Ἀθανάσιον, ᾧ καὶ τὸν τῆς Ἀντιοχείας ὑπισχνεῖτο δώσειν θρόνον, καὶ τοὺς ἄλλους δήπου ὅσους ἑώρα μὴ συμφρονοῦντας, πρὸς ἐκείνην συνάψαι τὴν σύνοδον· κἂν εὐηθείᾳ καὶ γνώμης κουφότητι, πρὸς τῷ μηδένα ἑλκύσαι, καὶ ἑαυτῷ τὴν κακοδοξίαν προσέτριψε). Τοῦτον γοῦν, ὡς εἴρηται, ποικίλως ὁ (77) Ἀθανάσιος ὑποποιησάμενος, ἐπιδοιάζοντὰ πως περὶ τὰς διττὰς ἐνεργείας καὶ τὰ θελήματα τῶν δύο φύσεων ἐγκατέστησε· παρ᾿ ὃ δὴ καὶ πείθει καὶ Σεργίῳ τῷ Κωνσταντινουπόλεως ἀναθέσθαι τὰ δεδογμένα· ἀλλὰ μὴν καὶ Κῦρον ἐκεῖνον τὸν Φάσιδος, πρὸς ἑαυτὸν ἤδη μετακαλέσασθαι πειθέσθαι τε φησι κἀκεῖνον, πῶς ἄρα χρὴ περὶ τούτου δοξάζειν· καὶ ὅπερ τούτοις εἴη δοκοῦν, τοῦτ᾿ εἶναι καὶ αὐτῷ συνδοκοῦν. Ἤδει γὰρ ὁ δύστροπος, ἑκατέρους τῇ μιᾷ ἐνεργείᾳ, καὶ τῷ ἑνὶ στοιχοῦντας θελήματι. Ὡς δ᾿ Ἡράκλειος τὸν μὲν πρὸς ἑαυτὸν μετάκλητον ἐποιήσατο, τὸν Κῦρον, τῷ δὲ πατριάρχῃ γράμμασι περὶ τῶν δεδογμένων ἐσήμανεν, εὗρε δ᾿ ἀμφοτέρους τὸ μονοθέλητον ἐπίσης περιθάλποντας δόγμα, συναινοῦντάς τε αὖ κἀκείνῳ τὰ ἴσα φρονεῖν ἀπεπιδοιάστως· τότε δὴ ὅλος τῆς ἐναντίας γίνεται μοίρας, καὶ τοῦ ἀθελήτου μᾶλλον εἰπεῖν, ἢ μονοθελήτου, θελήματος.

Θ´.

Καὶ δὴ κατὰ τάχος καὶ τῷ προέδρῳ τῆς Ῥώμης ἀνατίθησι τὰ δογματισθέντα· ὥσπερ ἀδικεῖν νομίζων, εἰ μὴ καὶ τοὺς ἀπανταχοῦ γῆς, τῆς οἰκείας ἀναπλήσειε ζύμης, καὶ τῆς λοιμώδους μεταδοίη αἱρέσεως. Ἀλλ᾿ ὁ θεῖος οὗτος ἀνήρ, ἀπάτην νομίσας τὰ παρ᾿ ἐκείνου σαφῆ· καὶ τῆς φαύλης προσοχθίσας κακοδοξίας, οὐ μόνον ἀντιγράφοις καὶ δυναταῖς ἀντιῤῥήσεσι διελέγχει καὶ ἀνατρέπει τὰ προτεινόμενα· ἀλλὰ καὶ ἀναθέματι περιβάλλει τοὺς ἐκεῖνα κρατοῦντας καὶ περιέποντας. Ἀλλ᾿ οὐδὲν Ἡράκλειον ὥνησεν, ἅτε μὴ ἐπιπόλαιον, ἀλλὰ κατὰ βάθος τὴν κακίαν εἰσδεδεγμένον· ὃς σπεύδει μετὰ μικρόν, καὶ τὴν Ἀλεξάνδρειαν τούτου δὴ τοῦ μύσους ἐμπλῆσαι, Κῦρον τὸν σύμφρονα στείλας ταύτῃ ἐπίσκοπον, ὡς ἂν εἴη καὶ αὐτὴ Ἀλεξάνδρεια συμφρονοῦσα τὰ ἴσα καὶ διολυμένη. Ἀμέλει καὶ Κῦρος Θεοδώρῳ τῷ τῆς Φαρὰν ἐπισκόπῳ πρὸς λόγους ἐλθών, σφόδρα αὐτῷ τοῖς Μονοθελήταις συνομαρτοῦντι, ποιεῖται ἤδη σὺν τούτῳ τὴν οὕτω καλουμένην ὑδροβαφῆ ἕνωσιν· οἶμαι δὲ τοῦτο σημαίνειν, τὴν ἐξίτηλον καὶ ὑδαρώδη βαφήν, καὶ οἷον πεφυρμένην καὶ ἀδιάγνωστον, καὶ μηδ᾿ ὁποτέραν τῶν χροιῶν καθαρῶς διασώζουσαν· ἵν᾿ ἐξῇ πάντως καὶ τούτοις, ὁπότερως ἂν βούλοιντο, φύρειν καὶ συγχεῖν καὶ ἀνακιρνᾷν τὴν δογματιζομένην ἐνέργειαν· καὶ μήθ᾿ ἁπλῆν ταύτην, μήτε διπλῆν, μήτ᾿ οὐδετέραν, ὃ καὶ ἀληθὲς εἰπεῖν, οἵαν τε οὖσαν ἢ νοεῖσθαι ἢ ὀνομάζεσθαι.

Ι´.

Ἀλλ᾿ οὗτοι μέν, ὡς αὐτοὶ γε ἔδοξαν καὶ τοὺς ἠπατημένους ἔπεισαν, τὴν μίαν ἐνέργειαν καὶ τὸ ἓν φυσικὸν ἐπικυρώσαντες θέλημα, λαβὴν καὶ τοῖς Ἰακωβίταις καὶ τοῖς ἀπὸ Θεοδοσίου δεδώκασι, τῆς ἡμετέρας καταυχᾶσθαι πίστεως, καὶ ἐν γέλωτι καὶ τωθασμῷ τὴν ἐν Χαλκηδόνι τίθεσθαι σύνοδον· οἳ καὶ κακούργῳ προὔφερον γνώμῃ, ὡς καὶ αὐτὴ Χαλκηδὼν (80) τοῖς ἑαυτῶν ὤφθη συνεπομένη, καὶ τῆς μιᾶς ἐξεχομένη φύσεως· καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ τὴν μίαν πρεσβεύει ἐνέργειαν· ὅπερ οὐκ ἂν ἄλλως, ὣς φασι, κατεπράξατο, εἰ μὴ τὸν ἀληθῆ λόγον ἐδυσωπήθη, καὶ τὴν κατάληψιν ἔσχειν ἐντελεστέραν.

ΙΑ´.

Ἐπεὶ δὲ τὸ κατ᾿ ἐκεῖνο καιροῦ, Σωφρόνιος τὸν ἐν Ἱεροσολύμοις θρόνον ἐνεχειρίσθη, ἀνὴρ εὐσεβείᾳ διαλάμπων καὶ ἀρετῇ· συναθροίζονται περὶ τοῦτον ὅσον ἀρχιερατικὸν καὶ ὀρθόδοξον, διαβάλλον μὲν σὺν αὐτῷ καὶ ἀναθέματι περιβάλλον τοὺς μίαν ἐπὶ τοῦ Χριστοῦ φυσικὴν ἐνέργειαν καὶ ἓν δοξάζοντας θέλημα· εὐφημοῦν δὲ καὶ ἀνακηρύττον τοὺς πρὸς ταῖς δύο φύσεσι καὶ τὰς διττὰς ἐνεργείας μετὰ τῶν ἴσων θελημάτων ὁμολογοῦντας καὶ περιέποντας. Βουλόμενος ὁ ἱερὸς οὗτος ἀνὴρ καὶ μειζόνως διατρανῶσαι τὰ ἐκτεθέντα, δηλοῖ ἀνὰ μέρος περὶ αὐτῶν καὶ Ἰωάννῃ τῷ Ῥώμης (οὕτω γὰρ ἐκαλεῖτο ἐκεῖνος), καὶ Σεργίῳ τῷ Κωνσταντινουπόλεως, ἀλλὰ μὴν καὶ Κύρῳ τῷ Ἀλεξανδρείας· τοὺς μέν, κακίζων καὶ πολλὰ φαυλίζων τοῦ δόγματος· τὸν δ᾿, ὡς εἰκός, ἐπαινῶν, τὸν Ἰωάννην, καὶ μυρίοις καταστέφων τοῖς ἐγκωμίοις.

ΙΒ´.

Ἃ δὴ ὁ βασιλεὺς ἐνωτισθεὶς Ἡράκλειος, εἰς δέος ἐμπίπτει καὶ ἀγωνίαν· ποικιλλόμενος πρὸς ἑαυτὸν καὶ μετατρεπόμεος, καὶ οὐκ ἔχων πρὸς ὃ ἄρα τὸ καινοτομηθὲν διαμείψαιτο δόγμα· τὸ ὑπόγυον τάχα τῆς μεταβολῆς αἰσχυνόμενος, καὶ τὴν ἀθρόαν πρὸς τὰ ἐνάντια μετάθεσιν. Ἀμέλει καὶ ἀποῤῥήγνυται ἀμφοτέρων, τάς τε δύο φημὶ καὶ τὴν μίαν πρεσβευόντων ἐνέργειαν· τοῦτο καὶ τοῦ στυγητοῦ πρὸς ἐκεῖνον ὑποθεμένου Σεργίου, οἷα εὔκολον εἰδότος περὶ ἅπαντα καὶ εὐάγωγον· ἄλλως τε καὶ ὀῤῥωδήσαντος μὴ τέλεον ἴδοι τοῦτον τῆς αὐτῶν ἀποσπώμενον συμμορίας, καὶ διὰ τοῦτο συγχωρήσαντος τρόπῳ σκαιοτέρῳ πρᾶξαι τὸν βασιλέα τὰ κατὰ βούλησιν. Ἔνθεν τοι καὶ ὡς ἑρμαίῳ τῷ γενομένῳ ἡδόμενος Ἡράκλειος, καὶ ἐγγράφοις τύποις καὶ τῷ λεγομένῶ ἰδίκτῳ τὸ ἄτοπον βεβαιοῖ· ὅπερ οἱ τὰ Σευήρου φρονοῦντες, γράμμασιν οὕτω σεσημασμένον ἑωρακότες, οὐ μόνον οἴκοι καὶ καθ᾿ ἑαυτούς, ἀλλὰ καὶ ἐπὶ καπηλείων καὶ βαλανείων, σκώμμασιν ἔβαλλον, ἀθύρῳ ταῦτα φθεγγόμενοι στόματι, ὅτι Πρώην μὲν τὰ Νεστορίου φρονοῦντες οἱ Χαλκηδονῖται (ἡμᾶς οὕτω λέγοντες, κἂν τὰ παρ᾿ ἐκείνων ἦμεν ἠθετηκότες), ἀνένηψάν τε καὶ τοῦ κακῶς φρονεῖν ἀπέσχοντο, ἑνωθέντες ἡμῖν διὰ τῆς μιᾶς ἐνεργείας εἰς τὴν μίαν τοῦ Χριστοῦ φύσιν· νῦν δὲ καταγνόντες τοῦ καλῶς ἔχοντος, ἀπώλεσαν ἀμφότερα, μήτε δύο, μήτε μίαν ἐν τῷ Χριστῷ φύσιν ὁμολογοῦντες. Ἦν οὖν τότε ἰδεῖν σύγχυσιν ἐν ταῖς Ἐκκλησίαις καὶ ταραχήν, ὅτι καὶ ποιμένες καὶ λαοὶ ἠφρονεύσαντο, καὶ ἄρχοντες καὶ ἀρχόμενοι· μὴ ὄντος τοῦ συνιέντος, μηδὲ τοῦ ἐκζητοῦντος τὸν Κύριον. Τὶς γὰρ ἂν τοὺς πολλοὺς ἔπεισε τὰ βέλτιω ἑλέσθαι, οὕτω τῶν προεστώτων διακειμένων, καὶ βασιλέων (81) καὶ ἀρχιερέων, ἀντ᾿ ἄλλων τινῶν διαταγμάτων καὶ νόμων, τὴν ἀσέβειαν θεσπιζόντων, καὶ ὑποκύπτειν πάντας ἀναγκαζόντων, καὶ τὸν ἄτμητον τῆς Ἐκκλησίας χιτῶνα εἰς πολλὰς μοίρας τεμνόντων, καὶ ἐφήδεσθαι διδόντων τοῖς τὰ ἡμέτερα μωμοσκοποῦσι καὶ δαβάλλουσιν;

ΙΓ´

Ἀλλὰ γὰρ οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ Σέργιος ὁ τῆς κακοδοξίας σπορεύς, ἡ πολυκέφαλος ὕδρα, τὸν τῇδε βίον διέξεισιν, ὅλον ἑαυτῷ τὸν τῆς δίκης τρυγίαν ἐκεῖσε ταμιευσάμενος· Πύῤῥον δὲ τῷ ἐκείνου θρόνῳ Ἡράκλειος ἐγκαθίστησι, τῆς ἐναντίας ὄντα καὶ τοῦτον καὶ μοίρας καὶ δόξης, καὶ τὰ ἴσα τῷ ἀπελθόντι πρεσβεύοντα. Ἐπεὶ δὲ καὶ αὐτὸς Ἡράκλειος μετ᾿ ὀλίγον τὸν βίον διέστρεψε, Κωνσταντῖνος ὁ τούτου υἱὸς ἐπὶ τῶν σκήπτρων καθίσταται· ὃν καὶ Πύῤῥος κατὰ σκειότητα τρόπων, σὺν ἅμα καὶ Μαρτίνῃ ἐκείνῃ γυναικὶ φαύλῃ καὶ πρᾶξαι τὸ κακὸν ἐπικαιροτάτῃ, φαρμάκῳ ἀνελών, παρὰ δόξαν τὸν ἐκείνης υἱὸν Ἡρακλωνᾶν οὕτω προσονομαζόμενον, πρὸς τὴν βασιλείαν ἀντιμεθίστησι· καλὰ γε ὁ ἀρχιερεὺς δρῶν, καὶ τῆς αὐτοῦ πραότητος ἄξια. Ἀλλὰ τὸν Ἡρακλωνᾶν ἡ σύγκλητος μυσαχθεῖσα, θᾶττον μετακινεῖ τῆς ἀρχῆς, ἐν ταυτῷ καὶ τὸν δυσσεβῆ Πύῤῥον, σὺν τῇ ὁμοτρόπῳ Μαρτίνῃ τῆς βασιλίδος ἀπελασάμενοι· καὶ τέως ὁ γεννάδας ταύτην τίνει τὴν δίκην, θρόνου τε καὶ πόλεως ἐξωσθείς, ἀνθ᾿ οὗ τὸν ἄδικον φόνον ἐσκαιωρήσατο. Βασιλεύει δὲ τότε Κώνστας, ὁ τοῦ ἀναιρεθέντος Κωνσταντίνου υἱός· προχειρισάμενος οὗτος καὶ Παῦλον τῆς Βυζαντίδος ἐπίσκοπον, ὑποθάλποντας δὴ καὶ αὐτοὺς (ὑποθάλποντα καὶ αὐτὸν) τὸ ἀλόγιστον ἐκεῖνο δόγμα καὶ μονοθέλητον. Ἀλλὰ γὰρ ἐπανιτέον ἡμῖν πάλιν πρὸς τὰ τοῦ θείου Μαξίμου, ὃν καὶ ὁ λόγος ἡμῖν ὑπόθεσιν ἐνεστήσατο, εἰ καὶ περὶ ἄλλα τὴν διήγησιν ἔτρεψεν, ὧν δὴ καὶ αὐτῶν ὡς ἀναγκαίων μνησθῆναι ἐν ἀρχῇ καθυπέσχετο.

ΙΔ´.

Ὡς οὖν τῇ Ῥώμῃ φοιτῆσαι διὰ τὴν ἐπιπολάσασαν τῇ Κωνσταντινουπόλει κακοδοξίαν, ὁ ἱερὸς οὗτος ἀνὴρ εἵλετο, καθά μοι καὶ ἀνωτέρω δεδήλωται, πρῶτα μὲν τοῖς ἐν Ἀφρικῇ ἐπισκόποις συγγίνεται κατὰ πάροδον· οἷς καὶ λόγους προθεὶς τοὺς οἰκείου, καὶ γλῶσσαν τὴν τὰ θεῖα πελαγίζουσαν ἐπαφείς, βεβαιοτέρους τε περὶ τὴν πίστιν καθίστα, καὶ ὅπως ἂν ἔχοιεν τὰς τῶν ἐναντίων διαδιδράσκειν λαβάς, καλόγους αὐτῶν τοὺς σοφιστικοὺς ὑπεκβαίνειν, ἐδίδασκε μάλα καὶ ὑπετίθει. Ἤδει γὰρ ὁ εὐσύνετος, ὅτι πολλῆς ἡμῖν δεῖ τῆς ἐμπειρίας καὶ τῆς διαλέξεως, εἴγε μέλλοιμεν βάλλειν τοὺς ἀντιτεταγμένους, καὶ πᾶν αὐτῶν καθαιρεῖν ὕψωμα, κατὰ τῆς ἀληθοῦς ἐπαιρόμενον γνώσεως. Διὰ τοῦτο παντὶ τρόπῳ ἐκείνους παρέθηγε· συνεκρότει, λόγοις ἤλειφε πρὸς ἀνδρείαν, γενναιοτέρου ἐνεπίπλα φρονήματος. Εἰ (84) γὰρ καὶ τῷ θρόνῳ ὑπερεῖχον, ἀλλὰ τὴν γε σοφίαν καὶ σύνεσιν, ἐλλάτους ἦσαν καὶ ἀποδέοντες· ἵνα μὴ τὴν ἄλλην ἀρετὴν λέγω, καὶ τὴν ἐν ἅπασι τοῦ ἀνδρὸς εὔκλειαν. Ὅθεν καὶ λόγοις τε ἦσαν τοῖς ἐκείνου ὑπείκοντες, καὶ παραινέσεσιν ἄλλαις καὶ συβουλαῖς οὕτω πολὺ ὠφέλιμον ἐχούσαις, ἀναντιῤῥήτως πειθόμενοι.Ἑώρων γὰρ ἐν τῷ ἀνδρὶ βίον μὲν ἀνῳκισμένον καὶ ὑπερφυῆ, λόγον δὲ ἄφθονον καὶ πολύν, καὶ οὐ κατὰ τινας ψεκάδας, ἀλλὰ κατὰ ποταμοὺς ῥέοντα· σύνεσιν δὲ καὶ τὴν ἄλλην κατάστασιν ἐν ψυχῇ, οὐδενὶ οὐδ᾿ ὅλως παρισουμένην. Δι᾿ ἃ πάντα, οὐχ ὅσον ἐν ἱερεῦσι καὶ ἐπισκόποις, ἀλλὰ καὶ ὅσοι τοῦ λαοῦ καὶ ὅσοι τοῦ πλήθους προτεταγμένοι, ἐκείνου τε ἦσαν ὅλοι δι᾿ ὅλων ἐξηρτημένοι, καὶ αὐτοῦ οἷα μαγνήτιδος ἐκκρεμάμενοι· ταυτὸν πεπονθότες πρὸς τὸν μακάριον, ὃ φασι πρὸς τὴν λίθον ἐκείνην τὰ σιδήρια· ἢ καὶ ὃ πρὸς τὰς μυθευομένας Σειρῆνας, οἱ τούτων τοῖς μέλεσιν ἐνισχημένοι. Ἐπεὶ δ᾿ οὗτοι ἐπύθοντο τηνικαῦτα συνέλευσιν ἐπισκόπων τὸν Ῥώμης ἀθροίσαντα, ὡς ἂν κοινῇ σὺν αὐτοῖς τὸ ἔκτοπον δόγμα ἀραῖς ὑποβάλῃ καὶ ἀναθέματι τοῦτο δὴ καὶ αὐτοὶ προτροπῇ καὶ εἰσηγήσει τοῦ θείου Μαξίμου πρᾶξαι προήχθησαν· οὐκ Ἀφρικὴ μόνον καὶ ὅσον περὶ ταύτην, ἀλλὰ καὶ εἲ τινες ἐν ἄλλαις ταῖς ἐκεῖ νήσοις, πρὸς τὸ ἔργον ἐπαχθέντες, καὶ σπουδῇ τὸ καλὸν δράσαντες· ὅτι δὴ καὶ ἅπαντες οὗτοι, ἐκεῖνον εἶχον καὶ διδάσκαλον καὶ καθηγητήν, καὶ τῶν πραττομένων συλλήπτορα.

ΙΕ´.

Χρόνος τὸ ἀπ᾿ ἐκείνου διῄει οὐχὶ συχνός, καὶ Ἰωάννης ὁ τῆς Ῥώμης πρόεδρος πρὸς κύριον ἐκδημεῖ· ἄνεισι δὲ πρὸς τὸν ἐκείνου θρόνον Θεόδωρος, οὐχ ἧττον τῆς προεδρείας, ἢ τῆς ὀρθοδοξίας διάδοχος. Ἐν τοσούτῳ δὲ καὶ Πύῤῥος, οἷα τῆς βασιλίδος ἀπελαθείς, καταλαμβάνει τὴν Ἀφρικήν, καὶ τῷ θείῳ Μαξίμῳ συγγίνεται, λόγους τοὺς οἰκείους αὐτῷ προβαλλλόμενος, καὶ τοὺς παρ᾿ ἐκείνου δεχόμενος· ὧν καὶ ἀμφοτέρων πρὸς πεύσεις καὶ ἀντιῤῥήσεις ἰόντων, πῶς ἂν ἐπὶ τοῦ παρόντος ἀξίως, ἢ τὴν τοῦ ἁγίου μετὰ τοῦ πιθανοῦ καὶ τῆς ἀληθείας ἐν ἐκάστῶ προβλήματι παραστήσαιμι λύσιν, ἢ τὴν τοῦ Πύῤῥου πρὸς ἕκαστον τῶν λεγομένων ἧτταν καὶ συγκατάθεσιν; Ὁ μὲν γάρ, ὣς τι τῶν ἀμάχων καὶ δυσεκλύτων, ἓν εἶναι τῷ ἑνὶ Χριστῷ προὐβάλλετο καὶ τὸ θέλημα, καὶ οὐκ ἂν φησιν ἄλλως ἔχειν τὴν ἐπ᾿ ἀληθείας κατάληψιν· ὁ δέ, καὶ ἕνα τοῦτον καθ᾿ ὑπόστασιν ἐνθυπέφερεν· ἀλλὰ γε καὶ τὸ διπλοῦν διῄρει τῶν φύσεων, αἷς συνδιῃρεῖτο καὶ τὰ θελήματα καὶ τοῦσο ἰσχυρῶς ἄγαν καὶ ἀναντιῤῥήτως ἐδείκνυ. Καὶ ὁ μὲν αὖθις τοῖς θελήμασι καὶ τοὺς θέλοντας συνῆγεν, ἀτόπῳ συνδέων τὸ ἄτοπον· ὁ δ᾿ ὅσιος, τοῦτο μὲν ὡς ἐκτόπως παράλογον ἀπέτρεπεν ἐκ τοῦ ἀκολούθου καὶ ἤλεγχεν. "Εἰ γὰρ δοθῇ, φησί, τοῖς θελήμασι συνεισάγεσθαι καὶ τοὺς θέλοντας (αὐτοῖς γὰρ τοῖς τῆς μακαρίας γλώσσης χρήσομαι λόγοις), πάντως καὶ τοῖς θέλουσι τὰ θελήματα κατὰ τὴν εὔλογον ἀντιστροφὴν συνεισαχθήσεται· (85) καὶ εὑρεθήσεται, καθ᾿ ὑμᾶς, τῆς ὑπερουσίου καὶ ὑπεραγάθου καὶ ἀρχικωτάτης θεότητος, διὰ μὲν τὸ ἓν αὐτῆς θέλημα, μία καὶ ὑπόστασις, κατὰ Σεβέλλιον· διὰ δὲ τὰ τρία πρόσωπα, τρία καὶ τὰ θελήματα· καὶ διὰ τοῦτο τρεῖς φύσεις, κατὰ Ἄρειον· εἴπερ, κατὰ τοὺς πατρικοὺς ὅρους καὶ κανόνας, ἡ διαφορὰ τῶν θελημάτων, καὶ φύσεων εἰσάγει διαφοράν."

Ιστ´.

Καὶ τί ἂν τὰ καθ᾿ ἕκαστα λέγοιμι τῶν τότε ῥηθέντων; ἃ καὶ ὑπόθεσιν ὅλην ἐνστησάμενος, μόλις ἂν δυνηθείην πᾶσιν εἰς τέλος ἐπεξελθεῖν· οὕτω μακρᾶς οὔσης καὶ ποικίλης καὶ περινενοημένης, τῆς τούτων ἐπεξηγήσεως. Οὐκοῦν ἔξεστιν, ἐκεῖνο αὐτὸ τὸ πονηθὲν σύνταγμα τῷ ἁγίῳ διεξελθοῦσιν, ἐκ τοῦδε καταμαθεῖν ἀκριβέστερον, καὶ τοῦ ἁγίου τὴν μετὰ συνέσεως καὶ λογισμῶν ἐπικαιροτάτων πεῦσιν ἐν ἅπασι καὶ ἀπόκρισιν, καὶ τοῦ Πύῤῥου τὸν ἐν προτάσεσιν ἀσυνάρτητον καὶ μαχόμενον, ἢ μᾶλλον ἀσυλλόγιστον εἰπεῖν καὶ ἀνότητον· ὃς καὶ τοῖς ὅλοις ἀπειρηκώς, βοῦν ἐπὶ γλώσσης, ὃ φασι, τίθεται, καὶ τοῦ οἰκείου λόγου καταγινώσκει ἀσθένειαν· ὃν καίτοι εἰς πολλὰ μορφώσας καὶ ποικίλας, καὶ πανταχόθεν ἑλίξας, οὐκ ἔσχεν ὅμως πρὸς τι τῶν κατὰ βούλησιν αὐτῷ συναιρόμενον. Ἀμέλει καὶ συγγνώμην ἐφ᾿ οἶς ἔδρασεν ἐξαιτεῖται, δόγμα παρευθὺς τὸ οἰκεῖον καὶ μονοθέλητον, ἐγγράφως ἐξομοσάμενος, δοὺς καὶ τῷ Ῥώμης λιβέλλους· καὶ ὑπ᾿ αὐτοῦ πῶς ἂν εἴποις δεχθεὶς ἀσμενέστατα. Ἀλλ᾿ ὁ ἄφρων καὶ ἰσχυρῶς ἀνόητος, ὥσπερ οὐδενὸς ἐπ᾿ αὐτὸν καινοῦ γεγονότος, ἐν Ῥαβέννῃ κύων ἐπὶ τὸν ἴδιον ἀνέτρεχεν ἔμετον. Ὅσπερ καὶ εἰς ὦτα τῷ θείῳ Μαξίμῳ πεσόν, καὶ αὐτῷ τῷ εἰρημένῳ προέδρῳ, κοινῇ συνελεύσει τὴν κατ᾿ αὐτοῦ ψῆφον ἐκφέρουσιν, ὣς τι μέλος σεσηπὸς καὶ συνόλως ἀνίατον, τέλεον ἐκκόψαντες τὸν ἄθλιον καὶ ἀποβαλ(λ)όμενοι. Ὁ δέ, καὶ οὕτω παθών, οὐδ᾿ οὕτως ἔληγεν ἀναιδείας, οὐδὲ τοῦ μεῖζον κατωφρυῶσθαι· ἀλλ᾿ ὁρμῇ αὐθαδεστέρᾳ, τῷ ἐν Κωνσταντινουπόλει καὶ αὖθις θρόνῳ ἐπιπηδᾷ, καὶ ἆθλον ἀσεβείας, τὴν ἀρχιερωσύνην λαμβάνει δεύτερον.

ΙΖ´.

Ἐπεὶ δὲ καὶ τὸν αἴτιον, ὅστις ἐστίν, οὐκ ἠγνόει(καὶ πῶς γὰρ ἂν οὕτω λάμποντα πᾶσι καὶ ἐν ὑπαίθρῳ τὸν λόγον πυρσεύοντα;), σπουδῇ τὸν ὅσιον εἰσαχθῆναι προστάττει πρὸς τὰ βασίλεια· οἰόμενος ὡς εἰ τούτου κρατήσοι, καὶ πάντων τῶν ἄλλων ἔσται κρατῶν. Σὺν αὐτῷ δὲ καὶ τὸν τούτου μαθητὴν Ἀναστάσιον, μεθ᾿ ἅμα τοῦ ὁμωνύμου τούτου καὶ ὁμότροπου, ὃς καὶ ἀποκρισιάριος τῆς κατὰ Ῥώμην Ἐκκλησίας ἐλέγετο· οὐ μὴν ἀλλὰ καὶ Μαρτῖνον τὸν θειότατον σὺν ἐπισκόποις τῶν ἑσπερίων πλείοσι, θᾶττον ἐν Βυζαντίδι παρίστησι· τούτοις, οἷα εἰκός, (88) διὰ τὸ τῆς γνώμης ἀντίξοον ἐμπικραινόμενος. Ἀλλὰ τὰ μὲν κατὰ τὸν ἱεράρχην Μαρτῖνον, καὶ ὅσα πρὸς τοῦτον πεπαρῳνήκει ὁ δυσσεβής, μυρίαις αὐτὸν πλύνας ταῖς ὕβρεσι καὶ αἰκίαις, ὢ χειρῶν ἀνοσίων! τὸν ἀθῶον τιμωρησάμενος, καὶ τὸ τελευταῖον ὑπερορίᾳ μακροτάτῃ καταδικάσας (Χερσὼν δ᾿ ἦν αὐτῷ ὁ τῆς ὑπερορίας τόπος), τὰ ἴσα δηλαδὴ καὶ τοῖς αὐτοῦ δράσας ἐπισκόποις· ἀλλὰ ταῦτα μὲν οὐ σχολὴ τέως ἐμοὶ καθὰ ἐπράχθη διεξελθεῖν, πρὸς τὰ τοῦ θείου Μαξίμου ἐπειγομένῳ· πολλοὶ δὲ ἴσως ἐκεῖνα, οἱ μὲν ἤδη ἐροῦσιν, οἱ δὲ καὶ εἰρήκασιν, οἶμαι, τὸν ἄνδρα τιμῶντες, καὶ τούτου τὴν πολιτείαν σεμνύνοντες· ἡμῖν δ᾿ ὡς ὁ λόγος ἔχει, τὰ τοῦ σκοποῦ διίτω.

ΙΗ´.

Ὡς οὖν λοιπὸν ὁ ἱερὸς οὗτος ἀνὴρ χερσὶν ἦν φονώντων συνειλημμένος, καὶ πρὸς αὐτὸν ἦσαν ἅπαντες ἐνορῶντες· ἴδωμεν ποίοις πρῶτον αὐτὸν δεξιοῦνται τοῖς ἀπαντήμασι, καὶ ποταπῇ κρίσει τὰ κατ᾿ αὐτὸν οἱ καλοὶ οὗτοι διεξάγουσι θεσμοθέται. Ἅμα γὰρ τῷ προσοκεῖλαι τῇ Βυζαντίδι διὰ πλοίου ἤδη ἀναχθέντα, ἤκουσι πρὸς αὐτὸν οἱ παρὰ βασιλέως ἀποσταλέντες, ἄνδρες ἀπὸ μόνης τῆς ὄψεως πολλὴν ἐν τῇ ψυχῇ τὴν πικρίαν ἐμφαίνοντες· οἳ καὶ ἀναίδην τοῦ ὁσίου λαβόμενοι, ἀνυποδήτου καὶ δίχα ὄντος περικαλύμματος, εἷλκον βίᾳ τὴν ὁδὸν καὶ ἀπῆγον, συνεπομένου καὶ τοῦ μαθητοῦ, καὶ τοῖς δρωμένοις ἐπιστενάζοντος· ὃν δὴ καὶ ἀπαγαγόντες, πρὸς τι καθεῖρξαν ζοφῶδες δωμάτιον, μηδ᾿ αὐτὸ μόνον, τῆς τοῦ μαθητοῦ μεταδόντες αὐτῷ συνοικήσεως. Καὶ δὴ καὶ ἡμερῶν διαγενομένων, ἄγουσι τὸν δίκαιον ἐν τῷ παλατίῳ τῆς συγκλήτου ἁπάσης προκαθημένης, καὶ φόνιὸν τι καὶ μανικὸν πρὸς αὐτὸν ἀποβλεπομένης· καὶ τέως μεν τῷ Σακελλαρίῳ, πρώτῳ τὴν ἀξίαν τυγχάνοντι, τὴν κατ᾿ αὐτοῦ ἐπιτρέπουσι δίκην· ἀνδρὶ δεινῷ μὲν εἰπεῖν· δεινῷ δὲ λόγους συμπλάσαι· κακουργῆσαι δι᾿ ἀλήθειαν, πάντων οὐχ ἥκιστα δεινοτέρῳ. Ὅς, τί μὲν κακίας ἐνέλιπε; τί δὲ πονηρίας οὐκ εἴργαστο; μὴ γῆρας αὐτοῦ τὸ τίμιον αἰδεσθεὶς (περὶ γὰρ τὰ ὀγδοήκοντὰ που τότε ἐτύγχανεν ἔτη μικροῦ δέοντος), μὴ τὴν ἐπανθοῦσαν τῷ προσώπῳ χάριν, μὴ τὸ ἐν ἤθει κόσμιον, καὶ τὴν ἄλλην εὐπρεπῆ, καὶ σεμνοτάτην κατάστασιν· καὶ ταῦτ᾿ ἔχων ὁ ἀδικώτατος, δίκαιον μὲν οὐδὲν οὐδ᾿ εὔλογον ἐφ᾿ οἷς ἔπραττεν ἐγκαλεῖν, μόνην δ᾿ ὡς εἰπεῖν, τὴν οἰκείαν ἐμφαίνων σκαιότητα, καὶ τὸ ἰταμὸν τοῦ τρόπου καὶ μοχθηρότατον· ὅς, εἰ καὶ τὰ τηλικαῦτα ὤφθη ἀναιδευόμενος, ὅμως γοῦν μάτην ἐφάνη πάντα κυκῶν· δύσνους μόνον ἐξελεγχθείς, καὶ τὴν πονηρίαν διασημότατος. Ἀλλὰ γὰρ τὰ καθ᾿ ἕκαστα τῶν τότε ῥηθέντων καὶ πραχθέντων, καὶ οἵας τὰς συκοφαντίας τῷ ἀναιτίῳ προσῆψαν οἱ τῷ ψεύδει οἰόμενοι σκεπασθήσεσθαι, αὐτὸς ὁ καλὸς τοῦ ὁσίου μαθητὴς ἐπὶ μέρους διέξεισιν, ἐν ἰδίῳ ἐκθέμενος ὑπομνήματι· παρ᾿ οὗ καὶ τῷ βουλομένῳ ἐξέσται πάντα διιέναι πρὸς ῥῆμα, καὶ ἀναμαθεῖν ἀκριβέστερον. Πλὴν οὐκ ἀπὸ σκοποῦ καὶ (89) ἡμῖν βραχέα ἀπ᾿ ἐκείνων ἐρεῖν, καὶ τῷ παρόντι ἐνθεῖναι λόγῳ, ὡς ἂν μὴ ὦμεν παντελῶς τῶν τοιούτων μηδενὸς μεμνημένοι· καὶ ταῦτα μέλλοντες, οὐ κατὰ διήγησιν, ἀλλὰ κατ᾿ ἐπιδρομήν, ὡς ἂν εἴποι τις, περὶ τῶν πεπραγμένων διεξελθεῖν.

ΙΘ´.

Ὡς οὖν ὁ δυσώνυμος ἐκεῖνος Σακελλάριος εἰς ὄψιν τὸν ἅγιον παρεστήσατο, λόγοις αὐτὸν τραχυτέροις καὶ ἀπειλαῖς εὐθὺς προκατασείειν ἤρχετο· ἄδικον καὶ προδότην, καὶ τοῖς βασιλεῦσιν ἐχθρόν, καὶ τὰ πάτων ἀποκαλῶν αἴσχιστα.Ὡς δ᾿ ἐπύθετο οὗτος, ὅτου χάριν εἴη ταῦτα καταλέγων αὐτοῦ, καὶ τὶς ἣν εἴργαστο προδοσίαν· τότ᾿ ἐκεῖνος συμπλάττει διαβολάς, ἃς ἐκεῖνον μόνον συμπλάσσειν εἰκός, παριστῶν ἐφ᾿ ὁμολογουμένῳ τῷ ψεύδει καὶ μάρτυρας. Καὶ δὴ κατεφλυάρει τοῦ ὁσίου, ὡς εἴη πόλεις μεγάλας προσεδωκώς, Ἀλεξάνδρειαν φημὶ καὶ Αἴγυπτον καὶ Πεντάπολιν, τῶν ἡμετέρων μέν, φησίν, ἀποσπάσας ὁρίων, τοῖς δὲ Τῶν Σαρακηνῶν ἤδη προσθέμενος· ὧν καὶ τὰ μάλιστα εὔνουν αὐτὸν ἐκάλει, καὶ οἰκειότατον.

Κ´.

Ὡς δὲ ταύτην αὐτοῦ τὴν σκαιωρίαν λόγῳ ἀναντιῤῥήτῳ ὁ ἅγιος ἀπεκρούσατο, συκοφαντίαν σαφῆ καὶ οὐδὲν ἄλλο οὖσαν δείξας (τί γὰρ αὐτῷ καὶ τῇ ἁλώσει τῶν πόλεων, αἷς μᾶλλον τὰ λυσιτελῆ ἐβούλετο;)· ἑτέραν ὁ ἀναιδὴς ἐτράπετο, ὀνείρους τινὰς πλάττων καὶ σκιὰς καὶ φαντάσματα· ἐν οἷς καὶ φωνῶν ἀπηχήσεις μειζόνων τε καὶ ἐλαττόνων, καὶ βασιλέων προσηγορίας, καὶ τῷ τῆς Ἑσπέρας μᾶλλον, ἢ τῷ τῆς Ἑῴας, τὴν τρανοτέραν φωνὴν ἐπαφιεμένην ἀπήχησιν· κατηγόρους κἀνταῦθα, καὶ συκοφάντας ἐμφανίζων καὶ προβαλλόμενος. Ἐφ᾿ ᾧ καὶ μᾶλλον ὁ ὅσιος ἐπιστενάξας, "Εὐχαριστῶ τῷ Θεῷ μου, εἶπεν, ὅτι εἰς χεῖρας ὑμῶν παραδέδομαι, καὶ τοιούτοις αἰτιάμασι βάλλομαι· ὡς ἂν διὰ τῶν ἀκουσίων τουτωνί, τὰ ἑκουσίως μοι προστριβέντα ἀπαλιφῇ, καὶ κηλίδων τῶν ἐν τῷ βίῳ ἐμαυτὸν ἀποσμήξαιμι. Πλὴν ἵνα μικρὸν καὶ πρὸς ταῦτα ἀπολογήσωμαι, οὔτε ὀνειροσκόπος ἐγώ, οὔτε ἐπιίστωρ ὀνείρων· ὅτι μηδὲ σχολὴ ἐμοὶ τοῖς τοιούτοις καταφαντάζειν τὸν νοῦν. Ἐπεὶ δ᾿ οὕτω μου κατηγορεῖν εἴλεσθε, ὡς καὶ μάρτυρας παριστᾷν· καὶ τούτους οὐ τοὺς εἰδότας, ἀλλὰ τοὺς παρὰ τῶν εἰδότων ἀκηκοότας, ὡς ἐκείνων, φατέ, ἀπολελοιπότων τὸν βίον· διὰ τί μὴ ἀπ᾿ ἀρχῆς, καὶ ἔτι περιόντων τῶν πρώτων, τὰς περὶ τῶν ὀνείρων ἀπῃτεῖτε εὐθύνας; Οὕτω γὰρ ἂν αὐτοί τε ἦτε πραγμάτων ἀπηλλαγμένοι, κἀγὼ ἂν εἰσεπραξάμην τὴν δίκην ἐφ᾿ ὁμολογουμένοις τοῖς πράγμασιν. Ἀλλ᾿, ὡς ἔοικεν, οὔτε ἡ ἀλήθεια οὕτως ἔχει, οὔθ᾿ οἱ κατειπόντες ἡμῶν, τὸν ἐτάζοντα καρδίαν ἐν ὀφθαλμοῖς ἔθεντο. Μὴ γὰρ ἴδοιμι τοῦ ἐμοῦ Δεσπότου καὶ Κυρίου ἐπιφάνειαν, μηδὲ Χριστιανὸς (92) λογισθείην (οὐ γὰρ ἄλλο τι ἔχω ἐμαυτῷ ἑπαράσασθαι), εἰ τὸν συμπλασθέντα ὄνειρον,ἢ εἶδον ἐγὼ ἢ ἀνετυπωσάμην, ἢ ἄλλοις ἐξηγησάμην, ὡς ἑρμαίῳ δῆθεν τῷ πράγματι ἐφηδόμενος."

ΚΑ´.

Εἶτα καὶ τρίτην αὐτῷ ἐπάγουσι κατηγορίαν, ὡς τὴν δευτέραν εἶδον ἐληλεγμένην· ἣν οὐδ᾿ ἐνθεῖναι τῷ λόγῳ δέον ᾠήθην, τῷ πρὸς τῷ ἀπιθάνῳ καὶ παιδιώδη εἶναι καὶ καταγέλαστον. Ἐπεὶ δ᾿ οὐδὲ τετάρτων λόγων καὶ ψευδολογιῶν οἱ καλοὶ ἀπέσχοντο δικασταί, εἰσάγουσὶ τινα Γρηγόριον, εἰρηκέναι λέγοντα ἐν Ῥώμῃ τὸν τοῦ ἁγίου μαθητήν, μὴ ὅσιον εἶναι μηδ᾿ εὔλογον, ἱερέα τὸν βασιλέα καλεῖσθαι· ἅτε παρὰ τοῦ διδασκάλου τοῦτο μεμαθηκότα. Ἀλλ᾿ ὁ ἱερὸς ἀνήρ, οὐδὲ πρὸς ταῦτα ἀπολογίας ἠπόρησεν, αὐτῷ κατὰ πρόσωπον Γρηγορίῳ ἀντικαταστάς, καὶ δείξας, ἄλλα μὲν εἶναι τὰ τότε ὁμιληθέντα, ἄλλὰ δὲ τὰ νῦν προβαλλόμενα. "Καὶ ὅτι, φησίν, ἐκείνῳ τὴν Ῥώμην καταλαβόντι, περὶ ἑνώσεως ἦν ὁ λόγος, καὶ τοῦ τὸ δεδέχθαι τὸν τύπον ἡμᾶς, δι᾿ οὗ τὸ θρυλλούμενον δόγμα ἐτυποῦτο καὶ ἐπεγράφετο. Πρὸς ἃ δηλαδὴ καὶ ἡμῖν οἵ τε λόγοι ἦσαν καὶ ἀπαντή, τὰ συνοίσοντα ἑαυτοῖς διεξιοῦσι, καὶ ἃ λυσιτελῆ ἐνομίζομεν. Διὰ τοῦτο γοῦν οὔτε ἐμὰ οἶδα τὰ νῦν προφερόμενα, οὔτε τοῦ ἐνδιαβαλλομένου μαθητοῦ· ᾧτινι οὐδὲν ποτε τοιοῦτον ἐπὶ Θεῷ μάρτυρι ἐκοινολογησάμην. Πλὴν τοῦτο μόνον σύνοιδα εἰρηκὼς (οὐ τῷ μαθητῇ, ἀλλ᾿ αὐτῷ δήπου τῷ Γρηγορίῳ· ὅπερ οὐδ᾿ αὐτὸς παντελῶς ἀρνηθείη, εἰ μὴ καὶ ἑαυτὸν τελείως ἀρνήσοιτο), ὅτι τὸ ὁρίζεσθαι περὶ δογμάτων καὶ ζητεῖν, ἱερέων μᾶλλον ἢ βασιλέων ἐστί. Ἐπεὶ καὶ τούτοις ἀνεῖται χρίειν, καὶ χειροθετεῖν, καὶ τὸν ἄρτον προσφέρειν, καὶ θυσιαστηρίῳ παρίστασθαι, καὶ ὅσα ἄλλα θειότερα πράττειν καὶ μυστικώτερα. Ταῦτα καὶ τότε ἐφθεγξάμην, καὶ νῦν φθέγγομαι. Ἐπὶ τούτοις βουλόμενος ἢ ἀφιέτω, ἢ κατακρινέτω· οὐ γὰρ ἂν ἀδικηθείη ἄνθρωπος παρὰ ἀνθρώπων, κἂν εἰ τὰ πάντων δεινότερα πείσοιτο."

ΚΒ´.

Εἶτα μὴ ἔχοντὲς τι δρᾶσαι, οἱ τῷ ψεύδει τὴν ἐλπίδα τιθέμενοι, ἐξάγουσι μὲν τοῦ κριτηρίου τὸν δίκαιον, τὸν δὲ τούτου μαθητὴν εἰσάγουσιν Ἀναστάσιον· ὃν λόγοις καὶ ἀπειλαῖς ἐξεδειμάτουν, τοῦ διδασκάλου κατειπεῖν ἀναγκάζοντες· καὶ ὡς εἴη τὸν Πύῤῥον λελυπηκώς, ὅτ᾿ εἰς λόγους αὐτῷ συνεγένετο, εἰπεῖν ἐκβιάζοντες· οὐκ οἶδα ἀνθ᾿ ὅτου τὸ τοιοῦτον οἱ ψευδολόγοι συσκευαζόμενοι. Ὡς δὲ τἀναντία ἢ αὐτοὶ προσεδόκων εἰρήκει καὶ Ἀναστάσιος, καὶ ὅτι οὐδὲν οὔμενουν οὐ μόνον τοῦτον λυπήσοι, ἀλλὰ καὶ τιμῇ τιμήσοι τῇ πάσῃ, καὶ οἷα εὔνουν δοκοῦντα φιλοφρονέστατα δεξιώσοιτο, πυγμαῖς αὐτὸν καὶ κονδύλοις κατὰ κεφαλῆς καὶ παρειῶν αἰκίσαντες, καὶ ταύτην (93) τῆς ἀληθείας εἴσπραξιν διδωκότες, φρουρᾷ καὶ αὖθις ἐγκλεισθῆναι προστάττουσιν.

ΚΓ´.

Ἄγουσι δὲ πάλιν πρὸς ἑαυτοὺς τὸν ὅσιον, ὥσπερ οὐκ ἀρκούμενοι τοῖς προλαβοῦσι, καὶ πεῖραν ἄλλην τῷ ἀπειράστῳ προσάγουσιν. Ἡ δὲ ἦν, ὡς εἴη στοιχῶν τοῖς τοῦ Ὡριγένους δόγμασι, καὶ τούτῳ ἐν ἅπασι συμφρονῶν. Ὡς δὲ θᾶττον τὴν σαθρὰν ταύτην καὶ εὐδιάλυτον κατηγορίαν διέλυσε, φάμενος παῤῥησίᾳ, ὡς εἴη Θεοῦ κεχωρισμένος καὶ τῆς τῶν Χριστιανῶν μοίρας, ὁ τὰ Ὠριγένους φρονῶν, καὶ λόγους αὐτοῦ τοὺς ληῤῥώδεις παραδεχόμενος· περὶ τοῦ Πύῤῥου ἐκ δευτέρου καὶ τῶν τότε λεχθέντων πυνθάνονται, προσωπεῖον ὑποδύντες χρηστότητος, ἢ εἰδότες, ἢ ἐπὶ καρδίαν θέμενοι. Εἶθ᾿ ἑξῆς, καὶ ὅτῳ τρόπῳ τῆς τοῦ πατριάρχου κοινωνίας ἀπέῤῥηξεν. Ἐφ᾿ οἷς καὶ ἄλλας ἐν τῷ μεταξὺ πεύσεις καὶ ἐρωτήσεις προτεινάμενοι, καὶ τὸν παρ᾿ αὐτοῖς προβαλλόμενον τύπον τιμᾶσθαι δέον ἰσχυρισάμενοι, οὕτω σφόδρα ὑπ᾿ ἐκείνου βδελυττόμενον καὶ ἀτιμαζόμενον· καὶ ἁπλῶς ὅσα τούτοις ἐδόκει ἄφυκτὰ τινα, καὶ ταῖς ἀπαντήσεσι δύσληπτα παρενθέμενοι, καὶ μήτε ἀπειλῶν τῶν κατ᾿ αὐτοῦ, μήτε ὕβρεων ἀποσχόμενοι· τέλος ὡς εἶδον ἑαυτοὺς ἡττωμένους ἐν ἅπασι, καὶ οἰκείοις, τὸ τοῦ λόγου, πίλοις [πτίλοις] ἁλισκομένους· τὸ συνέδριον λύσαντες, αὐτοὶ σπουδῇ πρὸς τὸν βασιλέα εἰσῄεσαν, τὴν τοῦ ἀνδρὸς ἔνστασιν, καὶ τὸ ἐν λόγοις ἀήττητον προσαγγέλοντες, καὶ ὅτι Μάξιμον οὐδεὶς ἂν πείσοι συνθέσθαι τοῖς ἡμετέροις, κἂν κολάζειν ἐπιχειροίη.

ΚΔ´.

Χρόνος τὸ ἀπ᾿ ἐκείνου βραχύς, καὶ ἀφικνοῦνται πρὸς αὐτὸν ἕτεροι, ἔμφρουρον ἤδη τυγχάνοντα· οἰόμενοι τάχα τῷ συχνὰ προσβάλλειν, καὶ λόγοις δεδίττειν μαλακωτέρῳ ἐντεύξεσθαι. Ἔφασκον δ᾿ οἱ ἀφιγμένοι πρὸς τοῦ πατριάρχου ἐστάλθαι· οἳ καὶ ταῦτα, ὡς εἶχον, προὔτειναν τῷ ἁγίῳ· "Ποίας εἶ, φασίν, ὦ οὗτος, Ἐκκλησίας;" αὐτοῖς γὰρ τοῖς ἐκείνων χρήσομαι ῥήμασι·"Βυζαντίου, Ῥώμης, Ἀντιοχείας, Ἀλεξανδρείας, Ἱεροσολύμων; Ἰδοὺ πᾶσαι μετὰ τῶν ὑπ᾿ αὐτὰς ἐπαρχιῶν ἡνώθησαν. Εἰ τοίνυν εἶ τῆς Καθολικῆς καὶ αὐτὸς Ἐκκλησίας, ἑνώθητι, μήπως ξένην ὁδὸν τῷ βίῳ καινοτομῶν, πάθῃς ἅπερ οὐ προσδοκᾷς." Πρὸς οὓς ὁ μακάριος πῶς ἂν εἴποις ἐπικαίρως καὶ συνετῶν ἀποκρίνεται· "Καθολικὴν Ἐκκλησίαν, τὴν ὀρθὴν καὶ σωτήριον τῆς πίστεως ὁμολογίαν, ὁ Κύριος εἶναι εἰπών, ἐπὶ τούτῳ καὶ Πέτρον καλῶς ὁμολογήσαντα, ἐμακάρισεν· ἐφ᾿ ᾧ καὶ τὴν τοιαύτην οἰκοδομήσειν Ἐκκλησίαν, ὁ τῶν ὅλων Θεὸς ἀπεφήνατο. Πλὴν βούλομαι μαθεῖν τὴν ὁμολογίαν, ἐφ᾿ ᾗ πᾶσα ἡ τῶνἘκκλησιῶν γέγονεν ἕνωσις· καὶ εἰ καλῶς τοῦτο γέγονεν, οὐδ᾿ αὐτὸς ἀλλοτριοῦμαι."

ΚΕ´.

(96) Πρὸς ὃν οἱ ἀπεσταλμένοι, "Κἂν οὐκ ἔχωμεν, εἶπον, περὶ τούτου κέλευσιν, ὅμως ἐροῦμεν, διὰ τὸ εἶναί σε παντελῶς ἀπροφάσιστον. Δύο λέγομεν ἐνεργείας διὰ τὴν διαφοράν, καὶ μίαν διὰ τὴν ἕνωσιν." Ὁ δὲ φησι· "Τὰς δύο, διὰ τὴν ἕνωσιν μίαν φατὲ γεγενῆσθαι, ἢ παρὰ ταύτας ἑτέραν; - Οὔ, φασὶν οὗτοι, ἀλλὰ τὰς δύο μίαν διὰ τὴν ἕνωσιν. -Ἀπηλλάγημεν, ἔφη, πραγμάτων, ἑαυτοῖς ἀνυπόστατον πίστιν, καὶ Θεὸν ἀνύπαρκτον πλάσαντες. Εἰ γὰρ εἰς μίαν συγχέομεν τὰς δύο διὰ τὴν ἕνωσιν, καὶ πάλιν εἰς δύο διαιροῦμεν τὴν μίαν διὰ τὴν διαφοράν, οὐκ ἔσται μονὰς οὔτε δυὰς ἐνεργειῶν· ὑπ᾿ ἀλλήλων ἀναιρουμένων ἀεί, καὶ ποιουσῶν ἀνενέργητον, τὸν ᾧ προσπεφύκασι, καὶ παντελῶς ἀνύπαρκτον. Τὸ γὰρ μηδὲ μίαν ἔχων ἐκ φύσεως ἀναφαίρετον, καὶ μηδενὶ λόγῳ τροπῆς ἀλλοιουμένην καὶ μεταπίπτουσαν κίνησιν, πάσης οὐσίας ἐστέρηται, κατὰ τοὺς Πατέρας· οὐκ ἔχον ἐνέργειαν οὐσιωδῶς αὐτὸ χαρακτηρίζουσαν. Τοῦτο τοίνυν λέγειν οὐ δύναμαι, οὐδὲ ἐδιδάχθην ἐκ τῶν ἁγίων Πατέρων ὁμολογεῖν· δοκοῦν οὖν ὑμῖν οὖσιν ἐξουσιασταῖς, ποιήσατε."

Κστ´.

Οἱ δὲ μὴ ἔχοντες πρὸς ταῦτα ἀντειπεῖν, τὸ δόξαν τοῖς κρατοῦσι τούτῳ προσεπιφέρουσιν· ὡς εἴη, φάσκοντες αὐτὸν ἀναθέματι μὴ πειθόμενοι ὑποβληθῆναι, καὶ θάνατον αὐτῷ τὸν ὁρισθέντα προσαπενέγκασθαι.Ὁ δὲ πράως οὕτω καὶ ταπεινῶς, «Τὸ τῷ Θεῷ, φησίν, ὁρισθὲν ἐπ᾿ ἐμοί, νῦν δέξοιτο πέρας, φέρον αὐτῷ δόξαν πρὸ παντὸς ἐγνωσμένην αἰῶνος.» Ἀλλὰ τέως μὲν ἀναβάλλονται τὰ ἐξενηνεγμένα· συμβούλιον δὲ ποιησάμενοι βασιλεὺς ἅμα καὶ πατριάρχης, οὐδὲν ἧττον ἢ Πιλάτος καὶ Ἰουδαῖοι ἐπὶ τῷ ἐμῷ Ἰησοῦ, κατακρίνουσιν ἐξορίᾳ τὸν δίκαιον· ἐπὶ τι πολίχνιον, Βυζύη οὕτω καλούμενον, θᾶττον ἀπαγόμενοι· ἐν ταυτῷ δὲ καὶ τὸν μαθητὴν Ἀναστάσιον, εἲς τινα τόπον ἐκτόπως φαῦλον, καὶ τῆς Ῥωμαίων ἀρχῆς ἔσχατον, μόνον ἀπενεγκάμενοι (Πέρβερις οὕτω πως γλώσσῃ βαρβάρῳ ὁ τόπος ὠνόμασται)· τὰ ἴσα δηλαδὴ καὶ τῷ αὐτοῦ δράσαντες συνωνύμῳ, τῷ τῆς Ῥώμης ἀποκρισιαρίῳ φημί.

ΚΖ´.

Καὶ δὴ ἡμερῶν συχνῶν διαγενομένων, πέμπουσιν ἐν ἐξορίᾳ πρὸς τὸν ἅγιον Θεοδόσιον ἐκεῖνον τὸν Καισαρείας ἐπίσκοπον, καὶ Παῦλον καὶ Θεοδόσιον ἕτερον, τὴν τοῦ ὑπάτου ἀμφοτέρους περικειμένους ἀξίαν· οἳ καὶ αὐτοί, πολλοὺς μὲν καὶ ποικίλους τῷ μακαρίῳ προὔτειναν λόγους· νῦν μὲν κολακευόντες, νῦν δ᾿ ἀπειλοῦντες· νῦν δὲ καὶ πρὸς τὸ πύθεσθαι διερωτῶντες. Ὧν καὶ τὴν ἀνὰ μέρος ὑφήγησιν, τὸ ἐκτεθὲν πρὸς τοῦ καλοῦ Ἀναστασίου, καθά μοι καὶ ἀνωτέρω εἴρηται, διεμφαίνει ὑπόμνημα. Οὐκ ἄκαιρον δὲ ἴσως καὶ ἡμῖν ὀλίγα καὶ ἀπὸ τούτων ἐρεῖν, ποιουμένοις κἀνταῦθα κατ᾿ ἐπιδρομὴν τὴν διήγησιν. (97) Οὕτω γὰρ ἂν μᾶλλον, τὸ ἐν πᾶσιν ἀνάλωτον τοῦ ἀνδρὸς καταμάθοιμεν, ὅτι καὶ πολλῶν ὄντων τῶν τινασσόντων, καὶ διασαλεύειν πολυτρόπως ἐπιχειρούντων, αὐτὸς οὐδὲν ἧττον ἀκλινὴς ἔμενε, στεῤῥὸς ὅλος καὶ τὸ φρόνημα ἄτρεπτος.

ΚΗ´.

Ἀλλὰ γὰρ ἴδωμεν οἷα οἱ ῥηθέντες οὗτοι τῷ ἁγίῳ προσφέρουσι. Τὰ κατ᾿ αὐτὸν ὅπως ἔχοι, πρῶτον διαπυνθάνονται· φιλικὴν δῆθεν ταύτην, ἢ κολακικὴν μᾶλλον εἰπεῖν, τὴν πεῦσιν τούτῳ προσάγοντες. Ὡς δ᾿ ἔφη οὗτος· «Καθὰ προεγνωσμένον τε καὶ προωρισμένον ἐστὶ τῷ προνοητικῷ τοῦ Θεοῦ τὸ περὶ αὐτὸν τῆς βιοτῆς πέρας, οὕτως δὴ καὶ ἔχοιμι·» αὖθις ἀντερωτῶσιν αὐτοί· «Τί τὸ προγνῶναι αὐτό, καὶ τί τὸ προωρίσθαι δηλοῖ, καὶ τί τὸ τῶν ἑκατέρων διάφορον.» Τοῦ δὲ φάντος, τὸ μέν, τῶν ἐν ἡμῖν εἶναι, ἐννοιῶν τε φημι, καὶ λόγων, καὶ ἔργων, τὸ προγνῶναι· ἐξ ὧν αἱ ἀρεταὶ καὶ αἱ κακίαι ἡμῖν ἐπεισίασι· τὸ δέ, τῶν οὐκ ἐφ᾿ ἡμῖν, ἀλλὰ τῶν ἔξωθεν ἐπισυμβαινόντων ἀκουσίως, τὸ προωρίσθαι· ἐπιφορῶν τε δήπου παντοίων, καὶ ἄλλων κολαστικῶν τρόπων· καὶ ἁπλῶς περὶ ἑκάστου τούτων τοῦ θεοληπτικωτάτου διεξελθόντος· καὶ ποῖαι μὲν τῶν θλίψεων, δι᾿ ἔκτισιν ἁμαρτιῶν, διελθόντος· ποῖαι δὲ διὰ δοκιμασίαν, ἢ καὶ οἰκονομίαν δικαίως ἡμῖν, καὶ ὡς οὐκ ἂν εἴποι τις ἄλλως, συμφερόντως ἐπάγονται· ἐκεῖνοι τούτων τέως ἀφέμενοι, περὶ ᾧν ἥκοντες ἦσαν ἀντεπῆγον τοὺς λόγους· πρὸς κοινωνίαν αὐτόν, ἐκκαλούμενοι, καὶ ὧν ἔδρασαν, συγκατάθεσιν. Ὡς δὲ οὗτος τὴν γενομένην τῇ Ἐκκλησίᾳ ἀνθυπέφερε καινοτομίαν, καὶ τὴν τῆς πίστεως σύγχυσιν· τηνικαῦτα καὶ ὁ Καισαρείας Θεοδόσιος πρὸς διάλεξιν αὐτῷ ἐπισυνίσταται, καὶ ὡς οὐδὲν ἐναντίον παρὰ τούτοις πρεσβεύοιτο, οὐδ᾿ ἔκφυλον καὶ τοῦ ὀρθοῦ λόγου ἀλλότριον, μάλα ἐνστατικῶς προὔφερε· τὴν ἐνέργειαν καὶ τὸ μονοθέλητον ἐκεῖνο θέλημα συγκροτῶν, καὶ ὑπερμαχόμενος.

ΚΘ´.

Ἀλλὰ τὴν ἐν τοῖς τοιούτοις ἀτοπίαν ὁ ὅσιος διελέγξας, καὶ ὡς εἰ μία ἐνέργεια, φησίν, δύο θείη ἐπὶ θεότητος λέγεσθαι καὶ ἀνθρωπότητος, συγχυθήσεται πάντως καὶ ὁ τῆς θεολογίας καὶ ὁ τῆς οἰκονομίας λόγος· καὶ τὸ ἄτοπον, τετρὰς ἔσται ἢ τριάς, τῷ ὁμοφυῆ τῷ Λόγῳ, γενέσθαι τὴν σάρκα· εἴπερ, κατὰ τοὺς Πατέρας, " Ὧν οὐσία μία, μία ἔσται καὶ ἐνέργεια." Ἀλλὰ μὴν καὶ τὰ γνωριστικὰ καὶ συστατικὰ τῆς τε θεότητος καὶ ἀνθρωπότητος ἀφαιρεθήσεται, ἢ καὶ εἰς τελείαν ἑκατέρα χωρήσει ἀνυπαρξίαν· τῷ μήτε μίαν, μήτε δύο τὰς ἐνεργείας ἢ τὰς θελήσεις, ἐξὸν ἢ νοεῖσθαι ἢ λέγεσθαι κατὰ τοὺς ὑμετέρους τούτους λόγους, καὶ τὴν καινὴν δογματοποιίαν· καὶ πολλὰ ἕτερα τῷ λόγῳ προσθείς, ὥσπερ ἀπορήσας ὁ Θεοδόσιος, " Ἀλλὰ τὸ δι᾿ οἰκονομίαν, φησί, γεγενημένον οὐ δέον ὡς κύριον δόγμα λαμβάνειν, καθὰ καὶ (100) νῦν ὁ παρ᾿ ἡμῶν προτεινόμενος τύπος, οἰκονομικῶς γεγένητο, ἀλλ᾿ οὐ δογματικῶς."Τοῦ δὲ ὁσίου, "Οὔτ᾿ εὔλογον, οὔτε δίκαιον ταῖς τοιαύταις καινοτομίαις συμφέρεσθαι, ὑπειπόντος, καὶ ὡς ψευδοδιδασκάλων τὸ τοιοῦτον καὶ ἀπατεώνων, οἷς οὐδὲ πείθεσθαι χρή, ἀλλ᾿ ἐκκλίνειν, ὡς ἐγχωροῦν, καὶ ἀποδιίστασθαι, ἵνα μὴ καὶ δόξωμεν κακὸν τι τῆς τούτων συνουσίας παραπολαύειν·" ἐνεοὶ ὥσπερ ἐπὶ τοῖς λαληθεῖσιν οὗτοι γενόμενοι, σιγῶντες ἦσαν ἐφ᾿ ἱκανοῦ, καὶ τὰς κεφαλὰς κάτω κύπτοντες.

Λ´.

Ἀλλὰ πάλιν ὁ Θεοδόσιος ἐφ᾿ ἑαυτοῦ γεγονώς, καὶ πεύσεις ἑτέρας κατὰ σχολὴν συναγηοχώς, ἃς καὶ ὡσεὶ τινας ἀκροπόλεις ἀκαθαιρέτους ἑαυτῷ ᾤετο διαμένειν· ταύτας οὖν τὰς ῥήσεις προτεθεικώς, καὶ παραδοχὴν φωνῶν τινων ἁπλῶν· καὶ παραδέχεσθαι τὸν Μάξιμον ταύτας ἰσχυρισάμενος· πρὸς δέ, καὶ ζητήσεις ἄλλας περί τε ὑποστατικῆς ἐνεργείας, καὶ φυσικῆς τινος καὶ σχετικῆς θελήσεως κεκινηκώς, ὧν καὶ ὁ λόγος μακροτέρας δεῖται, καὶ οὐ κατὰ τὸν παρόντα λόγον, τῆς διηγήσεως· ἐπεὶ οὖν ἐκεῖνος μὲν ταῦτα, ὁ δ᾿ ὅσιος, πᾶσαν τὴν ἐν λόγοις αὐτοῦ καὶ λογισμοῖς προβολὴν μάλα ῥᾳδίως ἔτυχεν ἀνατετραφώς· τέλος ἀποκαμὼν οὗτος, καὶ μὴ ἔχων τέως ἀντιφθέγξασθαὶ τι πρὸς τὰ παρόντα τρόπον ἕτερον πειρᾶται τὸν ἅγιον ἐφελκύσαι· φιλικώτερον τούτῳ δήπου προσομιλῶν, καὶ ὡς βούλοιτο ἂν καὶ αὐτός, τὰ ἐν μέσῳ ἐξαιρεθῆναι σκῶλά τε καὶ προσκόμματα, καὶ τὴν προτέραν εἰρήνην τῇ Ἐκκλησίᾳ ἀποδοθῆναι. Ὅπερ οὐκ ἄν, φησί, γένοιτο ἄλλως, εἰ μὴ καὶ πρὸς τοὺς ἐν Ῥώμῃ ἀφικοίμεθα ἤδη, καὶ ἐπὶ συμβάσεις καὶ διαλλαγὰς τούτους ἐκκαλεσοίμεθα· τὸ ἓν δηλαδὴ σὺν ἐκείνοις καὶ πνεύσαντες, καὶ φρονήσαντες. Ἐφ᾿ ᾧ καὶ μᾶλλον ὁ ἅγιος εὔθυμος γεγονώς, πῶς ἂν εἴποις αὐτὸν πρὸς τὰ εἰρημένα διατεθήσεσθαι· ποίαις δ᾿ εὐθημίαις τὸν εἰρηκότα οὐ διαμείψασθαι. Ὃς γε καὶ οὕτω πονήρως ἔχων τοῦ σώματος, τῷ ἀσκήσει ἅμα καὶ γήρᾳ ἐκτετρυχῶσθαι, πρόθυμος ἦν ὅμως καὶ τῇ Ῥώμῃ αὖθις ἐπιφοιτῆσαι, καὶ συνάμα αὐτοῖς τὰ λυσιτελῆ καταπρᾶξαι· "Μόνον ἔργον γένοιτο, φησί, τοῦτο, ἄλλὰ μὴ λόγος εἴη λελεγμένος τηνάλλως."

ΛΑ´.

Τοῦ δὲ Θεοδοσίου καὶ ὅρκῳ τὰ εἰρημένα ἐπιβεβαιώσαντος, καὶ χερσὶ τῶν ἀχράντων Εὐαγγελίων προσψαύσαντος, εἰ καὶ οὐδὲν ὁ ἀσύνετος τούτων διεφυλάξατο, οἷα τοῖς τῶν κρατούντων θελήμασι συνελκόμενος· ἔτι μᾶλλον ὁ ὅσιος εὔθυμος ἦν, ὅλον ἑαυτὸν πρὸς τὴν ἀποδημίαν συντείνων, καὶ τὰ συνοίσοντα αὐτοῖς τε καὶ τοῖς κατὰ Ῥώμην σκοπῶν. Εἶθ᾿ ὡς ἐκεῖθεν ἔμελλεν ἀπαίρειν ὁ Θεοδόσιος, ἵνα καὶ τοῖς κατὰ τὴν βασιλίδα περὶ τούτων κοινωνήσοιτο, ἀσπασμῷ αὖθις τὸν ὅσιον δεξιωσάμενος· καὶ τι καὶ στιχάριον αὐτῷ καὶ φαιὸν ἀναδεδωκὼς τριβώνιον, οὕτως τὴν (101) Βυζαντίδα εἰσέρχεται, μεθ᾿ ἅμα καὶ τῶν δύο ὑπάτων, οἳ τούτῳ συνείποντο.

ΛΒ´.

Ὀκτὼ δὲ τὸ ἀπ᾿ ἐκείνου διῆλθον ἡμέραι, καὶ Παῦλος τῇ τοῦ ὑπάτου καὶ αὐτὸς ἀξίᾳ τετιμημένος, πρὸς τὸν ἅγιον ἔξεισι· προσταχθὲν τούτῳ παρὰ βασιλέως, σὺν αἰδοῖ τὸν ὅσιον καὶ σεβάσματι, οἷα φίλον καὶ συνήθη καὶ τῶν ἑαυτοῦ προγόνων τυγχάνοντα, τῆς Βιζύης ἀναλαβεῖν, καὶ πρὸς τι τῶν ἐν τῷ Ῥηγίῳ μοναστηρίων, ὃ τοῦ ἁγίου προσωνόμασται Θεοδώρου, τοῦτον μετακομίσαι. Καὶ τῇ ἑξῆς φοιτῶσι πρὸς αὐτὸν Ἐπιφάνιος καὶ Τρωΐλος, πατρικίων ἀμφότεροι ἀξίωμα περικείμενοι, σὺν ἅμα καὶ τῷ Καισαρείας Θεοδοσίῳ· ὃν καὶ τὰ εἰρημένα ἐμπεδώσειν ὁ ἅγιος ἔμενε, μὴ ἐκείνου τὸ ὕπουλον φωρασάμενος, ὁ τὴν διάνοιαν ἀδολώτατος· οἳ δὴ καὶ αὐτοὶ πλεῖστα τῷ ὁσίῳ διομιλησάμενοι, τὰ παρὰ τοῦ βασιλέως ἐπαγγειλάμενοι, ὡς καὶ πατέρα θήσειν ἑαυτοῦ καὶ ἀνώτερον δείξειν πάντων ὑπισχνουμένου, μόνον εἰ γένοιτο τούτῳ ἑνωθῆναι καὶ συνελθεῖν, καὶ κοινῇ σὺν αὐτοῖς ἑλέσθαι τὰ δεδογμένα· καὶ ὅτι τούτου ἀποδιισταμένου καὶ στασιάζοντος, καὶ Ἀνατολὴ μικροῦ πᾶσα καὶ Δύσις συστασιάζει καὶ συναφίσταται· καὶ ἄλλα πρὸς τούτοις, ἃ πρὸς ἐκείνων εἶναι ἐδόκει, εἰπόντες καὶ προβαλ(λ)όμενοι, τὸν ἀτύπωτον ἐκεῖνον τύπον, ἄνω καὶ κάτω ἐν οἷς ἔλεγον πᾶσι προσεπιφέροντες· ἐπεὶ ἔγνωσαν ἤδη οὐδὲ βραχὺ τὸν ὅσιον τῶν παρ᾿ ἐκείνοις λόγων ἐπιστρεφόμενον, τοῦτο πρὸ τῶν ἄλλων μέγα ἀνακεκραγότα, ὅτι "Πᾶσα ἡ τῶν οὐρανῶν δύναμις, τὸ παρ᾿ ὑμῖν πρᾶξαι οὐ πείσει με· τί γάρ, φησι, ἀπολογήσομαι, οὐ τῷ Θεῷ λέγω, ἀλλὰ τῷ ἐμῷ συνειδότι, εἲ γε διὰ δόξαν ἀνθρώπων τὴν οὐδὲν πρὸς ὕπαρξιν ἔχουσαν, τὴν σώζουσάν με πίστιν ἐξομόσομαι ἤδη;"

ΛΓ´.

Ἐπεὶ οὖν ἐκεῖνον οὕτως ἔχοντα ἔγνωσαν, καὶ μάλιστα καὶ τῷ Θεοδοσίῳ ἐπιμεμφόμενον, μάτην οὕτω καὶ ἐπὶ κακῷ τῷ σφετέρῳ τοὺς λόγους καὶ τοὺς ὅρκους προϊσχομένῳ, τότε ἀναστάντες οὗτοι σπουδῇ, τὰ ἑαυτῶν ἔπραττον, καὶ οἷα ἂν τοιοῦτοι πράξειαν ἄνθρωποι. Οἱ μὲν γὰρ αὐτὸν πυγμαῖς, ὦ χειρῶν ἀνοσίων! ᾔκιζον, παραθήγοντες καὶ τοὺς συνεπομένους πρὸς τὴν τόλμαν ὑπηρέτας· οἱ δ᾿ ἐκολάφιζον· ἄλλοι ῥαπίσμασι καὶ ὠθισμοῖς ἔβαλλον· οἱ δέ, καὶ εἰς τὸ τούτου ἐνέπτυον πρόσωπον, καθὰ καὶ τὸν ἐμὸν Ἰησοῦν οἱ στρατιῶται καὶ δῆμος ὁ ἄνομος· ὃν οὐ πρὶν ἀνῆκαν τοῖς πτύσμασιν οἱ ἀληθῶς κατάπτυστοι ἐπιπάττοντες, πρὶν τὸ πρόσωπον ἅπαν τῶν πτυέλων ἐμπλῆσαι, καὶ ῥάκια αὐτὰ κατακλῦσαι· ὡς καὶ τῷ πλήθει τῶν καταφερομένων σιέλων, δυσωδίαν οὐχ ὅπως καὶ φορητὴν ἐγγίνεσθαι· ἧς ἄλλος μὲν οὐδείς, μόνοι δ᾿ οἱ δυσώδεις ἐκεῖνοι καὶ ἐξάγιστοι, ὀσφραίνεσθαι ἄξιοι· καὶ οὐκ ἂν ἐπαύσαντο οὕτω (104) δρῶντες οἱ ἀναιδέστατοι, εἰ μὴ ὁ Καισαρείας Θεοδόσιος, τὰς τούτων ἐπισχὼν ὁρμάς, πρὸς ἄλλα τετράφθαι ἀποίησεν. Οἳ καὶ ὡς μηδὲν δεδρακότες, οἱ πῶς εἴποιμι καὶ κυνῶν ἰταμώτεροι, πάλιν μεταβραχύ, ἐρωτήσεις καὶ πεύσεις, καὶ ἄλλα ἄττα ληρήματα τῷ ἁγίῳ προσῆγον· ὡς δ᾿ ἀνήνυτα τὰ παρ᾿ αὐτῶν ἑώρων καὶ ἄπρακτα, εἰκῆ μόνον πονοῦντες καὶ ματαιάζοντες, ὕβρεις αὐτοῦ τὰς οὐδὲ λόγῳ ῥητὰς καταχέαντες, καὶ εἲ τι τῶν χρειωδῶν τούτῳ καὶ ἀναγκαίων ἐτύγχανεν ἀφελόμενοι, ἐκεῖθεν ἀναχωροῦσιν οἱ δύστροποι.

ΛΔ´.

Μετὰ δὲ τινα χρόνου παραδρομήν, εἰσάγουσιν αὐτὸν ἐν Κωνσταντινουπόλει, σὺν αὐτῷ καὶ τὸν μαθητὴν Ἀναστάσιον εἰσάγοντες· πρὸς δέ, καὶ τὸν ἕτερον Ἀναστάσιον, ὃν καὶ ἀποκρισιάριον ἔφαμεν. Καὶ ἀραῖς κατ᾿ αὐτῶν χρησάμενοι, οἱ ἐπίῤῥητοι οὗτοι καὶ ἐπάρατοι, καὶ ἀναθέματι ὑποβαλόντες (οὐκ αὐτοὺς μόνον, ἀλλὰ ἅπαντας ὀρθοδόξους, τούς τε περιόντας, καὶ τοὺς ἀπελθόντας) παραδιδόασι τότε τοῖς ἐπὶ τὸ κολάζειν τεταγμένοις, ὡς ἂν τὰ ἐξενηνεγμένα κατ᾿ αὐτῶν διαπράξοιντο· τὸ μὲν ζῆν δῆθεν τούτοις οὐ παντάπασιν ἀφαιρούμενοι, ἵν᾿ ᾗ τι καὶ τοῖς ἀφιλανθρώποις φιλάνθρωπον, πικρότερον δ᾿ αὐτοῦ θανάτου τὰς τιμωρίας προσεξεργάζοντες. Ὁ γὰρ τῆς πόλεως αὐτοὺς παραλαβὼν ἔπαρχος, καὶ ἐν τῷ πραιτωρίῳ εἰσαγαγών, πρῶτα μὲν τὸν θεῖον Μάξιμον ἐκ τεσσάρων τείνας, νεύροις ἀπεσκληκόσιν ἐκέλευε τύπτεσθαι· μὴ γῆρας αὐτοῦ κατοικτίσας ὁ μιαρός, μὴ τὰ κατεῤῥικνωμένα τῶν σαρκῶν μέλη, μὴ σῶμα ἐκεῖνο τὸ νηστείᾳ καὶ πόνοις δαπανηθέν· ἀλλ᾿ οὕτως ὠμῶς ἔξαινεν, ὡς καὶ τῷ πλήθει τοῦ καταῤῥέοντος αἵματος, τὸ ὑποκείμενον ἔδαφος ἅπαν φοινίξαι, καὶ σάρκας πάσας δαπανῆσαι, καὶ μηδὲ βραχὺ τῶν μελῶν ὑγιὲς ἐναπολιπεῖν.

ΛΕ´.

Εἶτα ὁ θηριώδης, καὶ πρὸς τὸν αὐτοῦ μέτεισι μαθητήν· ἑξῆς δὲ καὶ πρὸς τὸν ἐκείνου συνώνυμον, πολλὰς καὶ αὐτοῖς ἐπιθεὶς τὰς πληγάς, καὶ μωλώπων ὑποπλέους ἀπεργασάμενος· ἐπιστήσας τούτοις καὶ κήρυκας, ταῦτα μαστιζομένοις ἐπιβοῶντας· "Οἱ τοῖς βασιλικοῖς ἀπειθοῦντες θεσπίσμασι, καὶ ἀνένδοτοι μένοντες, οὕτω παθεῖν ἄξιοι." Οὓς δὴ καὶ μικρὰ πνέοντας, φέροντες τῇ εἱρκτῇ ἐναπέῤῥιψαν.

Λστ´.

Καὶ τὸ ἑξῆς παριστῶσι τὸν ὅσιον συνάμα καὶ τῷ μαθητῇ, ὅλον τοῖς μώλωψιν ἐστιγμένον, ὅλον ἐξῳδηκότα, ὅλον ταῖς πληγαῖς ἐμφλεγμαίνοντα· ὃν καὶ οὕτως ὀδυνῶν ἔχοντα, δρᾶσαι ὅμως ἐπ᾿ αὐτὸν καὶ ἄλλα χείρω οὐκ ἀπέσχοντο, τὴν φύσιν παντάπασι διωσάμενοι. Γλῶσσαν γὰρ ἐκείνην τὴν θεολόγον, καὶ τοὺς λόγους ὑπὲρ ποταμοὺς βλύσασαν, ἔνδον ἀπὸ τοῦ φάρυγγος καὶ τῆς παραψαυούσης ἐπιγλωττίδος, (105) παρανόμως ἐκτέμνουσιν· ὡς ἂν τοῦ φωνητικοῦ ἀφαιρεθέντος ὀργάνου, συναφαιρεθείη καὶ λόγος τούτῳ καὶ διδασκαλία· καὶ σιγῶν εἴη ἄφθογγος. Ἀλλ᾿ οὐκ ἔμελλες, ὦ καλὲ Μάξιμε, καὶ τὴν γλῶσσαν τεμνόμενος, σιωπᾷν· οὐδὲ λόγους ἐκείνους τοὺς ἡδίστους μὴ κελαδεῖν· ἀλλ᾿ ὁ γλῶσσαν καταρτίζων νηπίων, καὶ ἄλαλον θεὶς φθέγξασθαι καὶ κωφόν, αὐτὸς καὶ σὲ παρὰ δόξαν καὶ φθέγγεσθαι πεποίηκε, καὶ λαλεῖν, καὶ μεῖζον ἢ πρόσθεν διηρθρωμένους τοὺς λόγους προΐεσθαι.

ΛΖ´.

Ἐπεὶ δὲ τὸ αὐτὸ κἀν τῷ μαθητῇ Ἀναστασίῳ ἔδρασαν, καὶ γλῶσσαν κἀκείνῳ ἔνδον ἀπέτεμον, ἡ αὐτὴ ἦν καὶ τοῦτον ἐνισχύουσα χάρις· καὶ λόγον διδοῦσα δίχα τοῦ φωνοῦντος ὀργάνου, πολὺν τινα τοῦτον παραδόξως καὶ ἄφθονον. Ἐφ᾿ ᾧ καὶ μείζονι φθόνῳ πληγέντες οἱ μιαροί, καὶ ἄλλην τοῖς γενναῖοις καινοτέραν βάσανον προσεπῆγον· ὥσπερ ἀδικεῖν νομίζοντες, εἰ μὴ πᾶσαν πεῖραν δεινῶν ἐπὶ τούτοις κινήσαιεν· οὓς καὶ πολλῷ βέλτιον ἦν θανάτῳ ὑπεξαγαγεῖν, καθὸ καὶ ἦν ἐκείνοις δοκοῦν, ἢ οὕτω παραδοῦναι κολάσεσι. Σχοίνοις γὰρ λεπταῖς τὸν μακάριον ἐνειλίσαντες, καὶ στρέβλαις πανταχόθεν πιέσαντες, σμίλῃ καὶ σφύρᾳ τὴν δεξιὰν τῶν χειρῶν ἀποκόπτουσι, καὶ ἐπ᾿ ἐδάφους ῥίπτουσιν· εἶθ᾿ ὡς εἶχον, καὶ πρὸς τὸν σύναθλον μετίασιν Ἀναστάσιον· τὴν ἴσην κἀκεῖνον τιμωρίας εἰσπράττοντες, ἵν᾿ ἔχοι πάντως καὶ τῆς ἴσης δόξης τὴν παραπόλαυσιν. Οὓς καὶ ἀγλώττους καὶ ἄχειρας ἐκβαλόντες τοῦ πραιτωρίου, εἷλκον καὶ περιῆγον κατὰ τὴν ἀγοράν, τὰ κεκομμένα θεατρίζοντες μέλη, καὶ κραυγαῖς ἀσήμοις χρώμενοι· καὶ τωθασμοῖς αὐτοὺς καὶ σκώμμασι βάλλοντες. Ἐφ᾿ ᾧ καὶ μετὰ τὴν ἄτιμον ἐκείνην περιαγωγήν, ἐξορίᾳ μακροτάτῃ παραδιδόασι· μεθ᾿ ἅμα καὶ τοῦ ἀποκρισιαρίου Ἀναστασίου· τοῦτο γε μόνον καλῶς ποιησάμενοι τοὺς ἁγίους, οἱ ἐναγεῖς, ἑαυτῶν ἀποδιαστείλαντες.

ΛΗ´.

Ἀλλὰ γὰρ ἡ θεία οὐκ ἡμέλει δίκη, καίτοι μακροθυμοῦσα ὡς τὰ πολλά· ἀλλὰ τιμωρίαν μετὰ μικρὸν τὸν παρανομίσαντα βασιλέα εἰσέπραξε· πόῤῥω ἐκτοπίσασα, καὶ εἰς τὴν ἐν Σικελίᾳ Συράκουσαν τὸν οἴκτιστον δοῦσα θάνατον ἀπενέγκασθαι. Τοῖς γὰρ Βυζαντίοις δι᾿ ἃ ἔδρασεν ὁ μίσους ἄξιος μισηθείς, καὶ ἔχθιστος μάλα γεγενημένος· δείσας μήτι καὶ πάθοι πρὸς τούτων κακόν, μετὰ συζύγου καὶ παίδων ἐκεῖσε ἀφίκετο· ᾧ δὴ καὶ ἐν βαλανείῳ λούσασθαι εἰσελθόντι, τῶν τις ὑπηρετούντων καιρίαν δοὺς κατὰ κεφαλῆς, τὸ τε κρανίον ἅπαν συνέτριψε, καὶ τῷ δυστήνῳ τὴν ζωὴν προσαφείλετο. Ἐπεὶ δ᾿ ὁ τούτου υἱὸς Κωνσταντῖνος ὃς ἐκαλεῖτο, μετὰ Ἡρακλείου καὶ Τιβερίου τῶν ἀδελφῶν ἐπὶ τῶν σκήπτρων κατέστη, ἔγνω δεῖν αὐτὸς μὴ τὴν ἴσην πατρὶ πεπορεῦσθαι, ἵνα μὴ τῶν ἴσων καὶ ἀντιτύχοι· ὅθεν καὶ τοὺς ἀπανταχῆ συναθροίσας Πατέρας, καὶ σύνοδον μεγάλην κροτήσας, ἢ καὶ ἕκτη τῶν οἰκουμενικῶν λέγεται· πολλὰ μὲν καὶ ἄλλα ἐν αὐτῇ μνήμης ἄξια (108) κατεπράξατο, καὶ διττὰς δὴ τοῦ Χριστοῦ θελήσεις καὶ ἐνεργείας, ἐπὶ τῶν δύο φύσεων τρανώτερον διεξήρυξεν· ἀρᾷ καὶ ἀναθέματι καθυποβαλὼν τοὺς τὸ μονοθέλητον ἐκεῖνο δόγμα παρεισάγοντας καὶ πρεσβεύοντας. Τοῦτο δὲ πρότερον ἐν Ῥώμῃ καὶ ὁ ταύτης πρόεδρος Ἀγάθων, ὃς καὶ μετὰ Μαρτῖνον τῷ θρόνῳ ἐπικαθιδρύθη, θείῳ κινούμενος Πνεύματι ἔπραξεν· ἐπαράτους καὶ τῆς Ἐκκλησίας ἐκπτύστους τοὺς τὰ παράνομα δεδρακότας καὶ οὗτος καταστησάμενος. Ἀλλὰ ταῦτα μὲν ὕστερον.

ΛΘ´.

Ἐπεὶ δ᾿ ὡς ὁ λόγος ἔφη, πρὸς τὴν ὑπερορίαν τὸν θεῖον ἀπήνεγκαν Μάξιμον, πολλὰ μὲν συνέβη τοῦτον παθεῖν κατὰ τὴν ὁδόν, καὶ πολλὰς ὑπομεῖναι τὰς ἀλγηδόνας, οἷα μήτ᾿ εἰς ὑποζύγιον, μήτ᾿ εἰς λεκτίκιον καθεσθῆναι δυνάμενον· τῷ πάντη κατειργάσθαι τοῖς πόνοις, καὶ ταῖς μυρίαις τετρυχῶσθαι ὀδύναις. Ἀμέλει καὶ εἲς τι χαλάδριον βέργεσι πεπλεγμένον τοῦτον ἐνθέμενοι, μόλις καὶ κόπῳ διαβαστάζοντες, τὴν μακρὰν ὁδὸν ἐκείνην ἀπήγαγον· ὃν καὶ εἰς ἓν τῶν κατὰ τὴν Ἀλανίαν κάστρων, Σχίμαριν οὕτω λεγόμενον, ἔμφρουρον ποιησάμενοι, εἴασαν αὐτὸν παντάπασιν ἀτημέλητον. Ἐπεὶ δὲ καὶ τὸν καλὸν μαθητὴν μετὰ τοῦ συνωνύμου αὐτοῦ τὴν αὐτὴν ὁδὸν ἤλαυνον, διαιροῦσι μὲν ἀμφοτέρους τοῦ διδασκάλου· διαιροῦσι δὲ καὶ αὐτοὺς ἀπ᾿ ἀλλήλων· ἕνα πρὸς ἕνα πολλοὺς διαμείβοντας τόπους, καὶ πόῤῤω που τῆς τῶν Ἀβασγῶν χώρας ἀπαγομένους· ἐξ οὗ καὶ τὸν ἕνα αὐτῶν τῇ πολλῇ ἀπειρηκότα κακοπαθείᾳ, καὶ αὐτὴν τὴν πνοὴν διαφεῖναι, ἢ μόνη τούτῳ περιελείπετο· καὶ μηδ᾿ αὐτὴν ἐγνῶσθαι ἀκριβῶς τὴν ἡμέραν καθ᾿ ἣν τῶν ὦδε μετέστη, ὡς ὁ τούτου εἰρήκει ὁμώνυμος· ἀποκρισιάριὸς φημι Ἀναστάσιος.

Μ´.

Ἀλλὰ γὰρ τῷ θείῳ Μαξίμῳ τῷ κατὰ τὴν Ἀλανίαν ἤδη κάστρῳ ἐγκαθειρμένῳ, θεία τις ἐπιφοιτᾷ ἄνωθεν ὄψις· τήν τε ἡμέραν αὐτῷ δηλοῦσα τῆς τελευτῆς, καὶ πρὸς τὰς ἐκεῖθεν μετακαλουμένη σκηνάς· Ἐπεὶ δὲ καὶ ἡ ἡμέρα καταλάβοι ἐκείνη· ἡ δὲ ἦν ἡ τρισκαιδεκάτη τοῦ Αὐγούστου μηνός, ἀφίησι μὲν τὰ ἐνταῦθα, πρὸς δὲ τοὺς οὐρανοὺς ἀνατρέχει, ὁ τῶν οὐρανῶν ἀληθῶς καὶ τῆς ἐκεῖ κατοικίας ἄξιος. Ἐν ᾧ δὲ τὸ ἱερὸν αὐτοῦ σῶμα ἐναπετέθη, τρεῖς διαφανεῖς πυρσοὶ κατὰ μίαν τῶν νυκτῶν ἔκτοτε τῷ μνήματι ἐναυγάζουσι· θαυμαστὴν μὲν τὴν αἴγλην ἐναφιέντες, θαυμαστοτέραν δ᾿, ὡς εἰκός, τοῖς ὁρῶσι τὴν ἔκπληξιν ἐμποιοῦντες, καὶ τοῦ μεγαλοδώρου Θεοῦ περὶ τὸν ἑαυτοῦ θεράποντα πλουσιωτάτην χάριν ἐμφαίνοντες.

ΜΑ´.

Ἀλλὰ σοὶ μέν, ὦ ἱερώτατε πάτερ, μεγάλη μὲν καὶ ἡ τῶν παρόντων δόξα τε καὶ λαμπρότης, πλέον σε κἀνταῦθα τοῦ Δεσπότου τετιμηκότος· μείζων δὲ πολλῷ καὶ ὑπεροχικωτάτη ἡ αὐτόθι λῆξις καὶ οὐρανία· φωτὶ τῷ μεγάλῳ παρισταμένῳ, καὶ ὅλην τὴν αἴγλην τῆς μακαρίας καὶ ἀρχιφώτου Τριάδος ἐν ἑαυτῷ δεχομένῳ· καὶ Θεὸν ὁρῶντι, τὸ παραδοξότατον, θεῷ δηλαδὴ καὶ αὐτῷ τῇ ἑνώσει γεγενημένῳ, καὶ κατὰ μέθεξιν ὅλῳ θεουμένῳ, καὶ ἄῤῥητον τὴν θέωσιν ὑφισταμένῳ. Οὐκοῦν οὕτω δόξης τυχών, δίδου πολλὴν καὶ τὴν παρά σου βοήθειαν τοῖς ἔτι (109) νηχομένοις ἡμῖν τὰ παρόντα, καὶ τὸν δολιχὸν τοῦτον βίον καὶ πολυκινδυνότατον διαπλέουσιν· ὡς ἂν ὑπὸ σοὶ κυβερνήτῃ καὶ ὁδηγῷ, κοῦφοι τὴν ἄστατον θάλασσαν ὑπερπλεύσαντες, τοῖς ἀκλύστοις καὶ ἀϊδίοις λιμέσι καθορμισθείημεν· ἔνθα ἡ μακαρία διαγωγὴ καὶ κατάπαυσις ἡ γαληνοτάτη.

ΜΒ´.

Οὗτος ὁ παρ᾿ ἡμῶν σοι λόγος, ὦ πατέρων ἄριστε καὶ φιλοτεκνότατε, τῶν μὲν πραγμάτων, ὥσγε καὶ αὐτὸν οἶδα, πάντη ἀπολειπόμενος, τοῦ δὲ πόθου οἶμαι οὐδενὸς ἐλαττούμενος. Αἴτιος δὲ πάντως τοῦ λόγου καὶ καθηγεμών, ὁ σοῦ ἐξεχόμενος ἱεράρχης· ὃς καὶ τὴν ὁμωνυμίαν καὶ ὁμοτροπίαν τοῦ ἐν Μύροις ἐπλούτησε ποιμενάρχου· λόγων οὗτος ἀεὶ τῶν σῶν θαυμασίως ἐρῶν, καὶ σὲ διαφερόντως ποθῶν· καὶ τρυφὴν γλώσσης, τὸ ἥδιστόν σου ποιούμενος ὄνομα. Ὧ καὶ ἀντιδοίης τὴν μετὰ σοῦ συναυλίαν καὶ συσκηνίαν· πολλὴν ὡς ὁρᾷς καὶ αὐτῷ ὑπὲρ τοῦ καλοῦ τεθεμένῳ τὴν ἀγωνίαν, καὶ τὴν ψυχὴν προϊεμένῳ αὐτήν, μόνον εἲ τι βέλτιον εἴη τούτῳ ἐν τοῖς πράγμασι καταπράξασθαι· ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.