Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Λεοντίου, ἐν ᾗ καὶ ἀγρυπνίαν ἐπιτελοῦμεν.
[Μικρὸς Ἑσπερινός] [Μέγας Ἑσπερινός] [Ὄρθρος] [Θεία Λειτουργία]
[Παρακλητικὸς Κανών] [Μακαριστήριον] [Συναξάριον] [Ἐκδόσεις]
Ἐν τῷ Μικρῷ Ἑσπερινῷ, εἰ τύχοι ἐν Κυριακῇ, ἱστῶμεν στιχ. Ϛ´ καὶ ψάλλομεν στιχ. Ἀναστάσιμα γ´ καὶ τοῦ Ἁγίου γ´. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν, τὸ Θεοτοκίον τοῦ ἤχου, καὶ τὰ ἀπόστιχα· τὸ ἀναστάσιμον στιχηρὸν καὶ τοῦ Ἁγίου μετὰ τῶν ἰδίων στίχων, ἀπολυτίκιον τὸ ἀναστάσιμον, καὶ τοῦ Ἁγίου, καὶ τὸ Θεοτοκίον.
Ἐν δὲ τῷ Μεγάλῳ Ἑσπερινῷ ψάλλομεν τό, Μακάριος ἀνήρ, τὸ πρῶτον ἀντίφωνον, εἰς ἦχον πλ. δ´ καὶ εἰ ἐστι Κυριακή, λέγεται καὶ τὸ ἐπίλοιπον κάθισμα. Ἰστέον, ὅτι ὅταν τύχῃ Κυριακὴ ἡ παροῦσα ἡμέρα, ψάλλεται καὶ ἡ ἀκολουθία τῶν ἁγίων Προπατόρων, καὶ ὀφείλει ψάλλεσθαι οὕτως:
Εἰς τὸ Κύριε, ἐκέκραξα, στιχ. Ἀναστάσιμα γ´ καὶ ἀναλογικὸν α´, εἶτα τῶν Προπατόρων γ´ καὶ τοῦ Ἁγίου γ´. Δόξα τῶν Προπατόρων. Καὶ νῦν, Θεοτοκίον τὸ α´ τοῦ ἤχου.
Εἰς τὴν λιτὴν τὰ ἰδιόμελα τῶν ἁγίων τὸ εἰς τὴν λιτὴν καὶ τὸ ἀπόστιχον, εἶτα τοῦ Ἁγίου, ἰδιόμελα τὸν α´, τοὺς β´ καὶ τοὺς γ´. Δόξα, ἦχος πλ. β´, Τὸ τῶν Ἀγγέλων ζηλώσας πολίτευμα. Καὶ νῦν, Θεοτοκίον, Ὁ ποιητὴς καὶ λυτρωτής μου. Εἰς τὸν στίχ. Τὰ ἀναστάσιμα, Δόξα, τοῦ Ἁγίου, ἦχος πλ. δ´, Τῶν γεηρῶν φροντίδων. Καὶ νῦν, Θεοτοκίον, Ἀνύμφευτε Παρθένε, ἀπολυτίκιον, Θεοτόκε Παρθένε (δίς), καὶ τοῦ Ἁγίου (ἅπαξ).
Εἰς δὲ τό, Θεὸς Κύριος, τροπάριον τὸ ἀναστάσιμον, εἶτα τῶν Ἁγίων. Δόξα, τοῦ Ὁσίου. Καὶ νῦν, Θεοτοκίον. Εἰς τὰ καθίσματα τῆς στιχολογίας, κάθισμα ἀναστάσιμον, μετὰ δὲ τὸν Ἄμωμον καὶ τὰ Εὐλογητάρια, ἡ Ὑπακοή, εἶτα ψάλλεται ὁ Πολυέλεος καὶ τὰ καθίσματα τοῦ Ἁγίου, οἱ ἀναβαθμοὶ τοῦ ἤχου καὶ Εὐαγγέλιον ἀναστάσιμον. Οἱ κανόνες, ὁ ἀναστάσιμος, εἰς δ´, τῶν Προπατόρων εἰς δ´ καὶ τοῦ Ἁγίου εἰς στ´. Τῶν δὲ Ἁγίων Τριῶν Παίδων ὁ κανὼν ἀφίεται· εἰς τὴν γ´ ᾠδὴν κοντάκιον καὶ ὁ οἶκος τῶν Ἁγίων, κάθισμα τοῦ Ἁγίου.
Εἰς δὲ τὴν Ϛ´ τὸ κοντάκιον καὶ ὁ οἶκος αὐτοῦ, ἐξαποστειλάριον τὸ ἀναστάσιμον τῶν Ἁγίων, τοῦ Ὁσίου, καὶ Θεοτοκίον· εἰς τοὺς αἴνους στιχηρὰ ἀναστάσιμα δ´ καὶ τοῦ Ἁγίου στιχηρὰ τὰ τῶν αἴνων γ´ καὶ τὸ Δόξα, μετὰ τῶν στίχων αὐτοῦ. Δόξα, τῶν Προπατόρων. Καὶ νῦν, Ὑπερευλογημένη· Τὸ δὲ ἑωθινὸν εἰς τὴν α´ ὥραν.
Τῶν Δωριέων τὸ κλέος, καὶ ἐγκαλλώπισμα, τῆς ὑφηλίου πάσης, τὸ ἐντρύφημα δεῦτε, Λεόντιον τὸν πάνυ ᾀσματικῶς, εὐφημήσωμεν σήμερον, τοῦτο βοῶντες ἐν πίστει ὑπὲρ ἡμῶν, τὸν Χριστὸν ἀεὶ ἱκέτευε.
Τὸν εὐκλεῆ μυστηπόλον, τῆς θείας χάριτος καὶ ἄριστον ἐργάτην τοῦ Χριστοῦ τῆς ἀμπέλου, Λεόντιον τὸν μέγαν, οἱ τῶν αὐτοῦ, δωρεῶν ἀπολαύνοντες, δεῦτε κροτήσωμεν ὕμνοις χρεωστικῶς, καὶ τοῖς λόγοις καταστέψωμεν.
Τὸ πρὸς Κυρίου δοθέν σοι, ἐπαύξων τάλαντον, καὶ ζῶν καὶ μετὰ τέλος, τῆς χαρᾶς ἠξιώθης, τῆς θείας τοῦ Δεσπότου, πρᾶος φανεὶς οἰκονόμος Λεόντιε, συγκοινωνός τε ὁσίων, καὶ τῶν πιστῶν, πάντων φύλαξ ὑπέρμαχος.
Τὴν πάνσεπτον πανήγυριν τῆς ἐνδόξου θεόφρον τῆς σῆς, ἀσωμάτων οἱ δῆμοι ἐν οὐρανῷ, καὶ μερόπων τὸ φῦλον, ἐπὶ τῆς γῆς ἐκθειάζουσιν, ὅτι σκεῦος πέφηνας τῆς τριλαμποῦς μοναρχίας καὶ θεῖος σηκός, αὐτὴν ἱλεούμενος, ὑπὲρ ἡμῶν, μὴ ἐλλίπῃς, λιτάζομεν τὸν θερμῶς τὴν παμφαή, γεραιρόντων σου μνήμην, τὴν φωσφόρον καὶ αἴσιον πάτερ Λεόντιε.
Δεῦτε τῶν μοναστῶν, τὰ πλήθη συνελθόντες, τὴν παμφαῆ ἐν ὕμνοις, πανήγυριν τοῦ θείου, Λεοντίου τελέσωμεν.
Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Φωτὸς τοῦ τριλαμποῦς, ὑπάρξας θεῖος δόμος, φωταγωγεῖς τοὺς πίστει, προστρέχοντας τῇ θήκῃ, θεόφρον τῶν λειψάνων σου.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ὤφθης ἀληθῶς, Λεόντιε φῶς μέγα, νυκτὸς ἐξ ἀγνωσίας, ῥυόμενος τοὺς πόθῳ, ὑμνοῦντάς σου τὴν κοίμησιν.
Νῦν πνευματικὴ πάρεστι πανδαισία, φιλέορτοι νοητῶς τρυφήσωμεν, καὶ σῶμα καὶ νοῦν καθαρθέντες, καθαροὶ τῷ παναμώμῳ προσέλθωμεν Λεοντίῳ καὶ σορὸν τούτου προσπτυξώμεθα, ἐξ ἧς ῥεῖθρα ἀναβλύζουσι, καθάρσια μολυσμῶν παντοδαπῶν, εἰς Χριστοῦ τὴν δόξαν τοῦ πάντων Θεοῦ· οὓς ταῖς εὐχαῖς ἀγαθέ, ἐθνῶν τὰ θράση καθελεῖς, ὅτι εἰς χοῦν ἔθεντο τὸ σκήνωμά σου.
Ἁγιόπρωτε σεμνή, ἐγκώμιον οὖσα τῶν οὐρανίων ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή. Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.
Ποίοις τὸν ἐπὶ γῆς ἄγγελον, καὶ οὐράνιον ἄνθρωπον ὕμνοις, τοῖς τῶν ἐγκωμίων τιμήσωμεν, τὸν τῶν ἀσωμάτων συνόμιλον, καὶ τῶν πρωτοτόκων συμπολίτην, τὸ σκεῦος, τῶν χαρισμάτων τῶν τοῦ Πνεύματος, τὸν οἶκον τῆς τριλαμποῦς μιᾶς θεότητος, παρ᾿ ᾧ Πατήρ, καὶ Λόγος, καὶ τὸ θεῖον Πνεῦμα, κατεσκήνωσαν, εἰς ὃν καὶ μονὴν ἐποιήσαντο, Λεόντιον τὸν τρισόλβιον.
Ποίοις χαρμονικοῖς ἔπεσι, μακαρίσωμεν τὸν θεοφόρον, τὸ πνευματοκίνητον ὄργανον καὶ τὴν θεοκόσμητον σάλπιγγα, τὴν τὰ θεῖα μέλη κελαδοῦσαν, τοῦ γήρως τὴν βακτηρίαν τὴν ἀκράδαντον, τὴν ῥάβδον ποιμαντικῶς τὴν διϊθύνουσαν, πρὸς Παραδείσου λειμῶνας, τοὺς τοῦ λόγου ἄρνας, καὶ φυλάττουσαν ἀσινεῖς πιστούς, καὶ συντρίβουσαν πύλας, τοῦ παμφάγου δράκοντος.
Ποίοις οἱ εὐτελοῖς ᾄσμασιν, εὐφημήσωμεν τὸν θεηγόρον, τὴν οὐρανοχάλκευτον μάχαιραν, τὴν τῷ θείῳ λόγῳ ἐκτέμνουσαν, ῥάστα ἐκ τοῦ χείρονος τὸ κρεῖττον, τὸν νοῦν, τὸν τὰ κεκρυμμένα ἐρευνήσαντα, σαφῶς τὰ τοῦ θείου Πνεύματος, ἐν πνεύματι τῆς προφητείας τῶν ὅρων, τὸν τομῶς χωρήσαντα κατὰ τοῦ Βελίαρ ἐχθροῦ, καὶ τοῦτον συντρίψαντα, τῷ σθένει τῆς θείας χάριτος.
Τὸ τῶν ἀγγέλων ζηλώσας πολίτευμα καὶ τῆς σοφίας, ὡραϊσθεὶς τοῖς ἀνάρχοις, καὶ μακαρίαις ἐλλάμψεσιν, εἰς τὴν ὑπέρφωτον, ὡς ἐφικτόν, ἤρθης ἕνωσιν· Ὁλικῶς γὰρ τῶν ὄντων ὑπεριπτάμενος, ἔφθασας ἐνθέσμως τῶν ἐφετῶν τὸ ἀκρότατον, καὶ Θεὸν τρανῶς βλέπειν ἠξίωσαι· ὅθεν πρωτοτόκων συμπολίτης ὑπάρχεις, ἡσυχίας ἀκρότης, θεωρίας ταμεῖον, λαμπτὴρ μοναστῶν πρακτικώτατος· καὶ νῦν ἀπολαβὼν τὰ βραβεῖα σῶν πόνων Λεόντιε, ὁσημέραι δυσώπει, τὸν Δεσπότην τῶν ὅλων, ὑπὲρ πάντων τῶν πίστει, ἀνευφημούντων τὴν θείαν σου κοίμησιν.
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Ἐνθέως ἀγλαΐζου, τάξις τῶν μονοτρόπων, καὶ τέρπου ἐν τῷ πνεύματι, καὶ σκίρτα τῇ καρδίᾳ, Λεόντιον τὸν ἰσάγγελον ἀσκητήν, καὶ κήρυκα τῆς ἀληθείας πλουτοῦσα ὑπέρμαχον, καὶ πρεσβευτήν, εὐφράνθητι, τῶν χαρίτων τὰς θαλάσσας ἀπαντοῦσα καὶ ὅλα καταστρέφοντα, τῶν δαιμόνων τὰ στίφη, καὶ γηθοσύνως τῷ δεσπότῃ προσφώνησον, εὔσπλαγχνε δόξα σοι.
Εἰς τὰ ἐπουράνια ἀνάκτορα, τὸ πνεῦμα σου Λεόντιε τὸ ἱερὸν ὁ πάντων Θεός, ἐδέξατο ἀμόλυντον· Σὺ γὰρ μονοτρόπων στήλη ἐχρημάτισας· καὶ θεωρίας ἀκρότης, καὶ τῆς πράξεως ἀλείπτης φαιδρός· Μεταστὰς δὲ τῶν ῥευστῶν, τὰ μὴ ῥέοντα κλῆρον ἀπείληφας ἑνούμενος ταῖς ἀνωτάτοις φρικτωρίαις τῆς θεαρχίας ἀμέσως πάτερ καὶ τὴν χάριν ἔλαβες τῶν ἰάσεων, τοῖς πᾶσιν ὀρέγων τὰ σωτήρια ἄκη· διὰ σοῦ μέγιστε, δοξάζοντες τὴν πανήγυριν κατὰ χρέος γεραίρομεν, τὸν σὲ δοξάσαντα Κύριον.
Ὁ φαιδρὸς Λεόντιος, τοῦ παρακλήτου τὸ σκεῦος ὡς ὄλβον μυστικόν, πᾶσιν ἐκφαίνει τὴν αὐτοῦ μνήμην, τῆς ἐν τῷ κόσμῳ δεινῆς, λυτρούμενος πάντας πλάνης, καὶ νέμων θεῖα χαρίσματα αὐτῷ βοήσωμεν, πάτερ Λεόντιε, ὑπερεύχου τῶν ὑμνούντων σε.
Δεῦτε σύμπαντα τὰ πλήθη μοναστῶν, τὴν φαιδρὰν πανήγυριν, τοῦ Λεοντίου νῦν ἀνυμνήσωμεν· ἐν σκηναῖς γὰρ οὐρανοῦ ἀπὸ γῆς ἀνέρχεται ἀγαλλόμενος· ἔνθεν τῇ ἐνδόξῳ αὐτοῦ, ἡ κτίσις πᾶσα ἀγάλλεται ἐν ᾠδαῖς ᾀσμάτων, καὶ φωναῖς χαρμονικαῖς, σὺν τοῖς αὐτοῦ μύσταις, καὶ πᾶσιν ὁσίοις συγχορεύει λαμπρῶς.
Νῦν πνευματικὴ πάρεστι πανδαισία, φιλέορτοι νοητῶς τρυφήσωμεν, καὶ σῶμα, καὶ νοῦν καθαρθέντες· Καθαροὶ τῷ παναμώμῳ, προσέλθομεν Λεοντίῳ, καὶ σορὸν περιπτυξώμεθα· ἐξ ἧς ῥεῖθρα ἀναβλύζουσι καθάρσια μολυσμῶν παντοδαπῶν εἰς τὴν Χριστοῦ δόξαν τοῦ πάντων Θεοῦ· οὖ ταῖς εὐχαῖς ἀγαθέ, ἐθνῶν τὰ θράση καθελεῖς ὅτι εἰς χοῦν ἔθεντο τὸ σκήνωμά σου.
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα· δι᾿ ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας· διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν.
Χαίροις ὁ νοηταῖς ὁμιλῶν, Ταξιαρχίαις καὶ Κυρίου Λεόντιε, τὴν δόξαν ὁρῶν ἀμέσως, καὶ ταῖς ἐκεῖθεν βουλαῖς, καταυγάζων πᾶσαν τὴν ὑφήλιον· ὁ τῆς διακρίσεως, θησαυρὸς ὁ ἀκένωτος, τῆς θεωρίας μυστολέκτης ὁ κάλλιστος, καὶ τῆς πράξεως, νομοθέτης ὁ ἄριστος, σάλπιγξ ἡ θεοκίνητος, ἡ μέλος ἠχήσασα σωτηριῶδες, καὶ πάντας, προτρεπομένη εἰς αἴνεσιν Χριστοῦ, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Χαίροις ὁ σελασφόρος πατήρ, ὁ καταυγάζων τῷ φωτὶ τῶν χαρίτων σου, τὰ στίφη τῶν μονοτρόπων, καὶ τὴν ἀχλὺν τῶν παθῶν, ἐκδιώκων μέγιστε Λεόντιε, ἀγγέλων συνόμιλε, τῶν ὁσίων ὁμόσκηνε, καὶ τῶν δικαίων, τὸ κλεινὸν περιήχημα, τὸ τῆς χάριτος θεοείκελον τέμενος, ἄνθρωπε ἐπουράνιε, καὶ ἔνσαρκε ἄγγελε τῶν ἀρετῶν ἡ ἀκρότης, τῶν ἀγαθῶν τὸ κειμήλιον. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Χαίροις τῶν μοναστῶν ἡ πληθύς, ὡς ἀπαρχήν σε τῷ Θεῷ προσκομίσασα, καὶ πόθῳ τὴν ἱεράν σου περικυκλοῦσα σορόν, ἐν ψαλμοῖς καὶ ὕμνοις μακαρίζει σε, σκιρτᾷ σου τὰ ποίμνια, καὶ βοᾷ χαριστήρια καὶ σοῦ τὴν κόνιν τῶν λειψάνων προσπτύσσεται, ἀρυόμενα, θεοφόρε Λεόντιε, ῥῶσιν ψυχῆς καὶ σώματος, ἀγγέλων ἰσότιμε, κλέος ὁσίων καὶ πάντων, τῶν ἐκλεκτῶν ἀκροθίνιον· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Τῶν γεηρῶν φροντίδων τὴν ἀκανθηφόρον ἀπάτην ἀπέῤῥιψας, καὶ τὸν σταυρὸν τοῦ Κυρίου ἐπ᾿ ὤμων ἀράμενος, πάτερ Λεόντιε, τὰ ἄφραστα νῦν ἐποπτεύεις κάλλη· σὺν χοροῖς τῶν ὁσίων τρανώτατα, ἡ στάθμη τῆς πράξεως, κανὼν ὁ ἄπταιστος τῆς θεωρίας, καὶ νῦν πρέσβευε τῷ Σωτῆρι ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε· Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε· πᾶσα πνοή, αἰνεσάτω τὸν Παντουργέτην.
Ἀσκήσει λαμπρυνθείς, ὡς χρυσὸς ἐν χωνείᾳ, λαμπρύνεις μοναστῶν, τοὺς χοροὺς ἑπομένως, τοῖς θείοις σου διδάγμασι, θεοφόρε Λεόντιε· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σε πρεσβεύειν, αἰτοῦμεν πρὸς Κύριον.
Εἶτα τό, Θεοτόκε Παρθένε, δὶς καὶ μετὰ τὴν εὐλόγησιν τῶν ἄρτων, τίθεται ἀνάγνωσις εἰς τὸν βίον τοῦ ὁσίου Δανιήλ, αἱ δὲ λοιπαὶ ἀναγνώσεις γίνονται ἐκ τοῦ ἐγκωμίου εἰς τὸν ἅγιον Λεόντιον.
Τὸν βρίθον τῆς σαρκὸς τῇ ἀσκήσει λεπτύνας, ψυχῆς τὸ νοερὸν ἀνεπτέρωσας· ὅθεν, καὶ σκεῦος ἐχρημάτισας τῆς Τριάδος Λεόντιε, διὸ σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, πρὸς τὸν Χριστόν σε μεσίτην, ἀεὶ προβαλλόμεθα.
Μητέρα σε Θεοῦ ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σε γὰρ ἔχομεν ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
Φωτοειδέστατος στῦλος γεγένησαι, λόγοις καὶ τέρασι, πάτερ Λεόντιε, καταγλαΐζων τὰς ψυχὰς τῶν πίστει σε γεραιρόντων· ὅθεν συνελθόντες σου, τὴν χαρμόσυνον κοίμησιν, πόθῳ ἑορτάζομεν καὶ θερμῶς ἐκβοῶμέν σοι· Χριστῷ μὴ διαλείπῃς πρεσβεύειν, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Καθοπλίσας σεαυτὸν τῇ παντευχίᾳ τοῦ σταυροῦ, πρὸς παράταξιν στεῤῥῶς ἀπηυτομόλησας ἐχθροῦ, καὶ θαρσαλέως τὸ στάδιον διανύσας, σκότος τὰς ἀρχὰς ἐθριάμβευσας, νίκης στεφάνους ἀράμενος, παρὰ Χριστοῦ τοῦ πάντων βασιλέως· ὃν ἐκδυσώπει Λεόντιε, ἁμαρτημάτων ἡμῖν παντοίων, ὡς καταπέμψῃ συγγνώμην.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε· βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτύρων ὁ μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίτκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὦν ἀνταπέδωκεν ἡμῖν; |
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Τῇ τρισολβίῳ σου ἐξόδῳ, μοναστῶν Λεόντιε φωστήρ, ἀγέλαι τῶν σῶν θρεμμάτων ὁμαδὸν συνηθροίσθησαν, καὶ γοερῶς περικυκλοῦντες, τῇ σῇ κλίνῃ παρέστησαν, μετὰ δέους, καὶ θαύματος· Οἳ καὶ συστείλαντες τὸ σὸν σκήνωμα τὸ ἱερόν σοι, κοπτόμενοι ἐβόων· χαῖρε, ὁ τῶν ἀσωμάτων ζηλώσας ἄκρως ἐν σώματι, τὴν ἄϋλον βιοτήν· μεθ᾿ ὧν τῷ Δεσπότῃ παρεστὼς Θεῷ, μνημόνευε ἡμῶν τῶν μεμνημένων σου.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
Λιταῖς σου θείαις, πεποιθὼς Λεόντιε τὸ πέλαγος ἐγχειρῶ, μέλψαι τοῦ σοῦ βίου, καὶ τῆς πολιτείας σου· Σὺ δὴ ὑπόθεν ὄρεξον, λόγου χάριν καὶ σθένος· ὅσα γὰρ θέλεις καὶ δύνασαι, τῇ πρὸς τὸν Θεὸν παῤῥησίᾳ σου.
Ἐξ εὐσεβοῦς, καὶ εὐγενοῦς ἐβλάστησας ῥίζης ὡς πόθος τερπνός, εὐκαίρως τὸν καρπὸν τε, ἔδωκας Λεόντιε, καὶ φύλλον οὐκ ἐῤῥύη σου· Μαρτυρεῖ μοι τῷ λόγῳ, τὸ πέλαγος τῶν θαυμάτων σου, καὶ τῶν μαθητῶν τὰ συστήματα.
Οὐδέν σου ὤφθη, τῶν φθαρτῶν Λεόντιε ἐμπόδιον ἀληθῶς, πρὸς τὰ καλὰ βλέψαι· καὶ προκρῖναι ἄριστα, τοῦ χείρονος τὸ βέλτιον· ὅθεν φυγὼν τὸν κόσμον, καὶ τὰ ἐν κόσμῳ, ἐσταύρωσαι κόσμῳ, καὶ σοὶ κόσμος ἐσταύρωται.
Μόνη καὶ τίκτεις, καὶ παρθένος ἔμεινας, καὶ γὰρ Θεὸς ὁ τεχθείς, ὁ καινουργῶν φύσεις, ὅπερ καὶ Λεόντιος, ἀκολουθήσας γέγονε, τῇ πολλῇ ἡσυχίᾳ, καὶ τοῦ νοὸς τῇ λαμπρότητι, ἄγγελος ἐν σώματι Δέσποινα.
Νεκρώσας σάρκα καὶ τὸν νοῦν, ἀνακαθάρας νηστείᾳ, δάκρυσι καὶ προσευχῇ προσοχῇ τε, ὅλος ἤρθης ἀπὸ γῆς, καὶ ἐνδημῶν τῷ σώματι, Θεῷ ὡμίλεις μόνος, μόνῳ ἀμέσως Λεόντιε.
Τρίβον ὁδεύσας τὴν στενήν, καὶ τεθλιμμένην, εἰκότως ἠξιώθης πλατισμοῦ οὐρανίου, καὶ χορεύεις σὺν χοροῖς, τῶν ἐκλεκτῶν Λεόντιε· Ὧν καὶ τοὺς σοὺς συμμύστας, κατηξίωσας αὐλίζεσθαι.
Ἰδοὺ συνῆλθον οἱ λαοί, τοῖς φοιτηταῖς σου τελέσαι σὴν Λεόντιε ἐτήσιον μνήμην, ὧν προσχὼν ταῖς προσευχαῖς, ὡς εὐμενὴς τὰ πρόσφορα αἰτήματα παράσχου, καὶ τῶν χρηστῶν πάντας πλήρωσον.
Ἀγγέλων ὤφθης καὶ βροτῶν, ἁπάντων τιμιωτέρα, ἀσυγκρίτως ὡς τεκοῦσα τὸν λόγον τοῦ Θεοῦ, οὖπερ τρωθείς, τῷ ἔρωτι Λεόντιος, ὀπίσω σου Παρθένε, ἀσκητικῶς ἠκολούθησεν.
Ἀρνησάμενος κόσμον, καὶ τὸν ζυγόν, τοῦ Σωτῆρος ἐπ᾿ ὤμων ἀναλαβών, καρδίας ἐνέωσας, τῆς σῆς πάτερ τὰς αὔλακας, καὶ πολύχουν χάριτι τὸν σῖτον προσήνεγκας, καὶ μοναστῶν διαθρέψας, χορείας τοῖς πόνοις σου· ὅθεν καὶ τοῦ κλήρου, κοινωνὸς τοῦ Κυρίου, ἀξίως ἠξίωσαι, καὶ τῆς δόξης συμμέτοχος, θεοφόρε Λεόντιε, πρεσβεύων Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωτεινήν, νεφέλην ὑμνήσωμεν, τὴν ἀκατάφλεκτον βάτον, τὸν λογικὸν παράδεισον, τῆς Εὔας τὴν ἀνάκλησιν, τῆς οἰκουμένης ὅλης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων· διὸ καὶ βοῶμεν αὐτῇ· Δέσποινα Παρθένε ἁγνή, τῶν πταισμάτων αἴτησαι τὴν ἄφεσιν, τοῖς ἀνυμνοῦσιν ἀξίως τὴν δόξαν σου.
Ὀχυρωθεὶς τῇ παντευχίᾳ τῆς χάριτος, πρὸς τὴν πλάνην ἐχθροῦ ἐξελήλυθας, καὶ συμπλακεὶς τούτῳ νοητῶς, κατέῤῥαξας ἅμα, τοῖς τούτου δεινοῖς στρατεύμασι· διὸ καὶ τροπαιοῦχος ἀνεδείχθης, καὶ στέφος, οὐρανόθεν ἐδέξω Λεόντιε.
Νενικηκὼς τὸν ἀναιδῶς, φρυαττόμενον, καὶ στρουθίου δείξας ἀσθενέστερον τοῦτο σοφέ· ὤφθης μοναστῶν, ἀλείπτης γενναῖος, καὶ ταξιάρχης ἀήττητος· διὸ καὶ τὰς σὰς μάνδρας ἐκλυτροῦσαι τῆς τούτου, ἐπηρείας καὶ βλάβης Λεόντιε.
Τὸν ἱερὸν καὶ θεοφόρον Λεόντιον, συνελθόντες λόγοις καταστέψωμεν, καὶ ἐκ ψυχῆς κράξωμεν αὐτῷ, ταῖς καθαρωτάταις, πρεσβείαις σου πρὸς τὸν Κύριον· ῥῦσαι ἡμᾶς ἐκ πάσης τοῦ ἐχθροῦ ἐπηρείας, καὶ παντοίων καλῶν πάντας ἔμπλησον.
Κατὰ τὴν σὴν πρόῤῥησιν, σε μακαρίζουσι, Θεοτόκε, γενεαὶ αἱ σύμπασαι, τῶν γενεῶν, ὅτι τὸν Θεόν, τέτοκας ἀφράστως, οὗ τῇ δυνάμει ῥωννύμενος, Λεόντιος ὁ μέγας, τοῦ ἐχθροῦ τὰς ἐπάρσεις κατηδάφισε, φέρων σε πρόμαχον.
Ἰαμάτων πηγήν σε, ἔδειξεν ἡ ἄφθονος πηγὴ Λεόντιε, ὡς γὰρ ζῶν καὶ πάλιν, μετὰ τέλος τὸ μακαριώτατον, πάντας θεραπεύεις, τοὺς ἐκ ψυχῆς σου προσιόντας, τῇ σορῷ τῶν λειψάνων ἑκάστοτε.
Μὴ βραχεῖς τοῖς χειμάῤῥοις τοῦ ἐχθροῦ Λεόντιε, μηδὲ τοῖς πνεύμασι σαλευθείς, ὡς ἔχων ἐπὶ πέτραν Χριστοῦ σου τὸν θέμελον, κυβερνήτης ὤφθης, τῶν μοναστῶν, ἰθύνων πάντας, πρὸς λιμένα Θεοῦ τὸν ἀκύμαντον.
Ὥσπερ Λέων βρυχήσας, ἔτρεψας ἀλώπεκας, νοητοὺς θήρας τε καὶ τὰ ποίμνια σου, διασῴζεις ἐκείνων τοῦ φάρυγγος· Ἀλλὰ ταῦτα μάκαρ, ποιεῖν ἀεὶ μὴ διαλείπῃς, τῇ πολλῇ πρὸς Θεὸν παῤῥησίᾳ σου.
Ἀλατόμητον ὄρος, Δανιὴλ προγράφει σε ὁ μέγας Πάναγνε, ἐκ σοῦ γὰρ ἐτμήθη, λίθος ἄνευ χειρῶν ὁ ἀκρόγωνος, ὁ συντρίψας πλάνης, κράτος συνδήσας τούτου πόῤῥω, καὶ δοξάσας τὸν μέγαν Λεόντιον.
Κρατὴρ ὡράθης κιρνῶν, πνευματικὴν ἀγαλλίασιν, καὶ στῦλος φωτοειδής, φωτίζων τὰ πέρατα· καὶ ὅρμος σωτήριος, Λεόντιε πάντας, συντηρῶν τοὺς σοὶ προστρέχοντας.
Λαμπρότητα τοῦ Θεοῦ, ἰδεῖν καὶ παθεῖν ἠξίωσαι, Λεόντιε μοναστῶν, τὸ κλέος καὶ ἔρεισμα, τῆς θείας ἐλλάμψεως, κοινωνοὺς γενέσθαι, καὶ ἡμᾶς νῦν καταξίωσον.
Ἐν οὐρανοῖς συνοικῶν, τοῖς πρωτοτόκοις Λεόντιε, προσχὼν ἡμῶν ταῖς λιταῖς· ἡμῶν μέσον πάρεσο, ὀρέγων τὰ πρόσφορα αἰτήματα πᾶσι, καὶ δεινῶν πάντας λυτρούμενος.
Ῥῦσαι ἡμᾶς τῶν παθῶν, καὶ τῶν βελῶν τοῦ ἀλάστορος καὶ τύχοιμεν δωρεῶν, τῶν θείων Μητρόθεε, αἰσίαις ἐντεύξεσι, τοῦ σοῦ Λεοντίου, καὶ συμπάντων τῶν ἁγίων σου.
Τῷ τῆς σοφίας προσελθὼν κρατῆρι πάνσοφε, καὶ ἀπολαύσας μυστικῶς τοῦ θείου νέκταρος, ἀνεξάντλητον γεγένησαι θεῖον ῥεῖθρον· Πελαγίζων ἀμβροσίας νᾶμα ἥδιστον, τοῖς ἐν πίστει ἐκτελοῦσί σου ἐκ πόθου τὰ μνημόσυνα, καὶ βοῶσί σοι· χαίροις πάτερ Λεόντιε.
Ἄϋλον πολιτείαν ἐν σαρκὶ διανύσας, συνήφθης ἀσωμάτων τοῖς δήμοις, σὺν αὐτοῖς
εὐκλεῶς ἐντρυφῶν, καὶ ἀπολαύων τῆς τρυφῆς μέγιστε τῆς κρείττονος, ἧς τύχοιμεν ἐν
πίστει σοι βοῶντες οὕτω·
Χαῖρε τερπνὸν Δωριέων θρέμμα·
χαῖρε λαμπρὸν Ἀχαΐας κλέος.
Χαῖρε μονοτρόπων κανὼν ὁ εὐθύτατος·
χαῖρε Ἀσωμάτων νοῶν ὁ ἐφάμιλλος.
Χαῖρε ἄνθος ὡραιότατον ἐκ λειμώνων τῆς Ἐδέμ·
χαῖρε ῥόδον εὐωδέστατον κατευφραῖνον τοὺς πιστούς.
Χαῖρε ὅτι τοῦ κλήρου ἠξιώθης τοῦ θείου·
χαῖρε ὅτι τῆς δόξης ἀπολαύεις τῆς ἄνω·
Χαῖρε πηγὴ χαρίτων ἀέναος·
χαῖρε κρατὴρ ναμάτων πνεύματος.
Χαῖρε δι᾿ οὗ πᾶσα νόσος ὠθεῖται·
χαῖρε δι᾿ οὗ πᾶσα ῥῶσις προχεῖται.
Χαίροις, Πάτερ Λεόντιε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Λεοντίου ἐν Ἀχαΐᾳ.
Στίχοι.Λεοντίου τις τὸν βίον μὴ θαυμάσῃς, Τῇ ἑνδεκάτῃ πόλῳ ἦτορ ἐν εἰρήνῃ Λεοντίου. |
Οὗτος ὁ νεοθαλὴς τῆς ἀμπέλου τοῦ Κυρίου βλαστός, πατρίδα μὲν ἔσχε πόλιν τινὰ τῶν κατὰ τὴν Πελοπόννησον, καλουμένην Μονεμβασίαν, γεννήτορας δέ, τῶν ἐπιφανῶν καὶ θεοφιλῶν. Ὁ δὲ τούτου πατὴρ Ἀνδρέας τοὖνομα, καὶ πάσης τῆς Πελοποννήσου τὴν ἀρχὴν ἐμπιστεύεται παρὰ τοῦ εὐσεβοῦς Ἀνδρονίκου, τῆς βασιλείας Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος· Τριὰς δὲ τοίνυν ῥιζουχίας ἐκβλαστήσας, καὶ τοιαύτας παῖς ὧν τὰς ἀρχὰς ἔχων, προσφυᾶ καρποῦται καὶ τὴν ἀναγωγήν, καὶ γραμμάτων εὐθὺς ἱερῶν εἰς μαθητείαν ἐκδίδοται· ὧν τὴν γλυκύτητα αἰσθανόμενος, ἐν ἐπιθυμίᾳ γίνεται, ἐπιστημῶν ἅψασθαι καὶ εἰς ἀκρότητα φθάσαι τούτων· ἔνθεν τοῦ νοὸς ὀξύτητι, καὶ βίου καθαρότητι, χρόνος οὗ μεταξὺ πολύς, καὶ τῶν μαθημάτων γίνεται ἐγκρατής, καὶ ἐκ τῶν διαλέκτων πολλῶν· Εἶτα πέμπεται εἰς τὴν βασιλίδα τῶν πόλεων· τοῦτο μέν, ἵν᾿ ὅπως καὶ τοῖς ἐκεῖ συμφιλοσοφήσων φιλοσοφοῦσιν, ἐξασκηθῆ περιπλέον τοῦτο δέ, ἵν ἐνδιατρίβων τοῖς οἴκοις τῶν Βασιλέων, ἐθὰς πάντων τῶν περὶ αὐτοὺς χρηματίσῃ. Ἀλλ᾿ οὖν γε μέγας ἔν τε φιλοσοφίᾳ, φρονήσει, καὶ ἀρετῇ ὀφθείς, τοῖς πᾶσι θαυμάζεται, καὶ παρὰ τοῦ Βασιλέως ἀσπάζεται ὅ,τι μάλιστα, καὶ τιμᾶται· τοῦ δὲ πατρός, τὴν πρὸς θάνατον νοσήσαντος, καὶ Χριστῷ τελευτήσαντος, ἐπὶ τὴν ἐνεγκαμένην ἐπαναλύει, πάνθ᾿ ὑπείκων τῇ μητρί, ἧς τῇ ἐπιταγῇ γυναικὶ καὶ προσομιλεῖ· ἡ δὲ Θεοδώρα (οὕτω γὰρ ἐκαλεῖτο) τῶν μεριμνῶν ἀποσπασθεῖσα, εἰς σεμνὸν ἀπέρχεται βίον, ἔνθα τὸ λειπόμενον τῆς ζωῆς διανύσασα θεαρέστως, καὶ τὴν ἑαυτῆς τελευτὴν προγνοῦσα, πρὸς Κύριον ἐξεδήμησε· διὰ ταῦτα, οὗ ἐπόθη, καὶ οὗτος ἐξ αὐτῶν σπαργάνων, ἐφάπτεται, εὐαγγελικῶς ἐγκαταλιπῶν γυναῖκα καὶ τέκνα (ἦν γὰρ παίδων τριῶν πατήρ) καὶ εὑρὼν ἱερὸν ἄνδρα, τοῦ μοναδικοῦ πολιτεύματος γυμναστὴν ἀκριβέστατον, Μεννίδην ἐπικαλούμενον, καὶ τοὺς ὑφ᾿ ἑαυτὸν πρὸς οὐράνιον πολιτείαν ἰθύνοντα· τούτοις συγκαταλεγεὶς ὁ μακάριος, καὶ τὴν Λεοντίου κλῆσιν ἀναλαβὼν (Λέων γὰρ ἐλέγετο πρότερον), πάντας ἐν ὀλίγῳ τοὺς συναγωνιστάς, τοῖς πόνοις ὑπερεβάλετο, δουλαγωγῶν τὴν σάρκα καὶ κατατρύχων, καὶ πρὸς μόνην τὴν τῆς ἐν οὐρανῷ πολιτείας ἀποβλέπων ἀπόλαυσιν· Ἐντεῦθεν μεταχωρεῖ ἐπὶ τὸ ἁγιώνυμον ὄρος τοῦ Ἄθω, καὶ τὴν τῶν ἐκεῖ μονοτρόπων ζηλωσάμενος πολιτείαν, ἔνθα πολλοὺς παρ᾿ αὐτοῖς τοὺς πνευματικοὺς ἱδρῶτας ὑπερεκχέει, ὑποταγὴν πᾶσι, καὶ ταπείνωσιν δεικνύων ἄκραν· διὰ δὲ τὴν ἐκ τῆς ἀρετῆς ὑπὸ πάντων αὐτῶν προσαγομένην τιμήν, ἐκεῖθεν ἀπαίρει πάλιν, καὶ τοῖς ἀβάτοις ἐπὶ πολὺ τῆς Πελοποννήσου ἐρήμοις ἐμφιλοχωρεῖ καταμόνας, ἐς ἀεὶ τοῦ Θεοῦ δεόμενος ὑποδεῖξαι αὐτὸν τόπον, ἐν ᾧ γενόμενος, δουλεύσει καὶ εὐαρεστήσει αὐτῷ. Ἀπεκαλύφθη δ᾿ αὐτῷ ἀφικέσθαι ἐπὶ τὰ βόρεια, εἰς τὸ ὄρος τὸ λεγόμενον Κλωκὸν τοῦ Γέροντος, ἄνωθεν Αἰγίου, τῆς κοινολέκτου Βοστίτσας· ἔνθα ἐπὶ πλεῖστον διαγαγών, κρύει πηγνύμενος, καὶ θέρει καυσούμενος, ἁπάσας τὰς ζοφοειδεῖς τῶν δαιμόνων κατεπάτησε φάλαγγας, κραταιὰν ἰσχὺν ἔχων τὸν Χριστόν· ὅθεν καὶ πρὸς ἀπάθειαν ἤλασε, καὶ τὸν νοῦν αὐτοῦ εἰς ὕψος ἔνθεον ἀνεπτέρωσε, καὶ θαυμάτων ἐπλούτισε τὴν ἐνέργειαν, χωλοὺς καὶ κυλλοὺς ἰώμενος· ἐξ ὧν βασιλεῖς οἱ αὐτάδελφοι ὅ τε Θωμᾶς καὶ Δημήτριος τὴν ἀρετὴν τοῦ ἀνδρὸς ὑπεραγασθέντες, καὶ σέβας αὐτῷ ἀπονέμοντες, ἱερὸν σηκόν, ἐν ᾧ ἦν τῷ Ἀρχιστρατήγῳ Μιχαήλ, ἐξ αὐτοῦ ἀνεδείμαντο, καὶ ἄλλα πλεῖστα μέγιστα καταγώγια ἐξ αὐτῶν κρηπίδων περιπυργώσαντες, οὐ πρὸς ἁγιασμόν, καὶ μέρη τῶν ἁγίων παθῶν τοῦ Σωτῆρος, τοῦ τε ἀκανθίνου στεφάνου, τιμίου ξύλου, καὶ σπόγγου, εἴτε χλαμύδος, ἃ ἔφερον, τῇ ἱερᾷ Τραπέζῃ ἐπιτίθενται, καὶ πλόκον ἔτι, ἐκ τῶν τριχῶν τοῦ Προδρόμου, Ἀρέθα τε χεῖρα, καὶ Στεφάνου τοῦ νέου κάραν· ὁ δὲ ὅσιος, πολὺς πρόξενος σωτηρίας γενόμενος, καὶ πολλοὺς πρὸς ζῆλον καὶ μίμησιν τοῦ αὐτοῦ ἀκραιφνοῦς βίου διαναστήσας, σοφίᾳ καὶ θείᾳ χάριτι, τὸν ἑβδομήκοντα πέμπτον χρόνον τῆς ἑαυτοῦ ἡλικίας φθάσας, καὶ φωτοειδεῖς προεωρακὼς ἀγγέλους, τὸ πνεῦμα αὐτοῦ ἐν εἰρήνῃ, τῇ χειρὶ τοῦ Θεοῦ παρέθετο· Τὸ δὲ τίμιον αὐτοῦ λείψανον, ἐν ᾧ καὶ ζῶν ἠγωνίζετο, κατετέθη σπηλαίῳ ἀεὶ βρύον ἰάματα, τοῖς μετὰ πίστει αὐτῷ προστρέχουσιν· οὐ εἰς ἀνακομιδήν ποτε, ὁ μαθητὴς αὐτοῦ, καὶ μιμητὴς κατὰ πάντα, πρόεδρος Παλαιῶν Πατρῶν Ἰωακείμ, καὶ πᾶν τὸ σύστημα τῶν ἀδελφῶν συνελθόντες, σεισμοῦ γενομένου, καὶ τοῦ ἄντρου διασχισθέντος, μηδαμῶς προσεγγίσαι τῇ σορῷ ἴσχυσαν, ἐπὶ τῷ παραδόξῳ ἐκπλαγέντες, οὗ ταῖς πανευπροσδέκτους δεήσεσι, ῥυσθείημεν τῆς ἐπιβουλῆς καὶ κακώσεως, τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, Κύριε.
Ταῖς αὐτοῦ πρεσβείας, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Ὁ μέγας Λεόντιος, πρὸς εὐωχίαν πνευματικὴν συγκαλεῖ, τοὺς ἐγγὺς καὶ τοὺς πόῤῥω· διὸ προθύμως ἀγαλλομένῃ ψυχῇ, ὡς πρὸς λειμῶνα προσδράμωμεν πάγκαρπον, τρυγῶντες καρποὺς ζωηροὺς ἐκ τῆς σοροῦ αὐτοῦ.
Σοφίᾳ καὶ χάριτι, κεκοσμημένος Λεόντιε, τοῦ Θεοῦ ἐφελκύσω πρὸς γνῶσιν, τῆς ἀληθείας τῶν ἐναντίον πολλούς, καὶ τούτους θῦμα Κυρίῳ προσήγαγες, καὶ σῳζομένους Θεῷ σὺν σοὶ παρέστησας.
Δοξάσας τοῖς πόνοις σου, Θεὸν Λεόντιε πάτερ ὅσιε, πολλαπλῶς ὑπ᾿ αὐτοὺς νῦν δοξάζει· ἡ γὰρ σορός σου πηγὴ θαυμάτων πέλει, ἀέναος σμήχουσα ἐκτρώματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Ἰλύος με κάθαρον, τῆς τῶν παθῶν μου Θεογεννῆτορ λιταῖς, τοῦ κλεινοῦ Λεοντίου καὶ εὐσχημόνως, εἰς τὸ ἑξῆς με βιοῦν δίδου μοι χεῖρα, καὶ γὰρ πάντα δύνασαι, ὅσα καὶ βούλει, διὸ κἀγὼ προσφεύγω σοι.
Ὥσπερ μαγνήτης εἵλκυσας, πρὸς αὐτὸν τοὺς ἀκούοντας, τῶν μελισταγῶν σου διδαχῶν Λεόντιε, καὶ τούτους προσήγαγες Θεῷ τερπνήν, οἴαπερ ὀδμήν, τῷ δημιουργῷ καὶ λυτρωτῇ ἐκβοῶντας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ῥάβδῳ εὐχῆς Λεόντιε, τῶν παθῶν ῥήξας θάλασσαν, καί γε πρὸς τὴν γῆν ἐπαγγελίας ἔφθασας. Θεῷ τρανῶς ὁμιλῶν, οὐκ ἐν ἐσόπτρῳ δὲ καὶ σκιαῖς, ἀλλ᾿ εἰλικρινῶς καὶ θεουργούμενος κράζεις· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἰχνηλατήσας κάλλιστα, τῶν Πατέρων Λεόντιε, βίους καὶ τὰς πράξεις, κατ᾿ οὐδὲν τὸ δεύτερον, τῆς τούτων ἀσκήσεως ἔσχες, μᾶλλον δέ, καὶ τοὺς πολλοὺς ὑπερέβης, ζῶν ἀγγελικῶς καὶ εὐχαρίστως κραυγάζων· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὁ τῷ Πατρὶ συνάναρχος, καὶ τῷ Πνεύματι σύνθρονος, ἐξ οὗ Θεομῆτορ, ὑπὲρ νοῦν σεσάρκωται, Θεὸς ὁ πρὶν ἄσαρκος, ὁ Λεοντίου ταῖς προσευχαῖς σῴζων, τοὺς αὐτῷ ἐκ τῶν βαθέων βοῶντας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἐφέσεως σου στάς, καὶ τῶν ὀρεκτῶν τὸ ἀκρότατον φθάσας, Λεόντιε, καὶ τοῦ Θεοῦ κληρονόμος μέν, νῦν δὲ τοῦ Χριστοῦ συγκληρονόμος γέγονας· ὅθεν σου δεόμεθα ἐκτενῶς, ὡς ἔχων παῤῥησίαν, μὴ παύσῃ ἱκετεύων, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε.
Ὡς ἄγγελος βιώσας ἐπὶ τῆς γῆς, καὶ ἀξίως τετύχηκας χάριτος, ἐν οὐρανοῖς, ἔνδοξε Λεόντιε, σὺν χοροῖς ἀγγέλων ἀγαλλόμενος, καὶ τῆς θεοπτίας κατατρυφῶν κλέος τῶν Δωριέων, καὶ πάσης οἰκουμένης τὸ σεμνολόγημα, καὶ καύχημα.
Νυττόμενος Λεόντιε πόθῳ σῷ, ὁ κλεινὸς μαθητής σου καὶ πρόεδρος, Ἰωακείμ, μονῶν εὐαγῶν τὸν σὸν νῦν ἡμᾶς ὑμνῆσαι βίον ἔπεισε, σὺ δ᾿ αὐτοῦ λιταῖς, καὶ τῶν μετ᾿ αὐτοῦ, τὸ θεῖον ἱλεοῦ μοι καὶ δὸς πταισμάτων λύτρα, κἀμοὶ καὶ πᾶσι τοῖς ὑμνοῦσί σε.
Ὑπέρκειται ἀγγέλων νοῦν καὶ βροτῶν, τὸ τοῦ τόκου θαῦμα Θεόνυμφε· Ὃν φρίττει γάρ, οὐρανῶν τὰ τάγματα καὶ ἡ γῆ, τοῦτον σαρκὶ ἐκύησας, μίξασα τὸ γένος ἡμῶν Θεῷ· Αὐτὸν σὺν Λεοντίῳ καὶ πᾶσι τοῖς ἁγίοις, δυσώπει σῶσαι τοὺς ὑμνοῦντάς σε.
Φῶς σου ταῖς τρίβοις ὁ νόμος, Θεοῦ καὶ λύχνος ποσί σου· διὸ καὶ φῶς φαίνων ὤφθης, Λεόντιε τὴν γῆν πᾶσαν, ζόφον παθῶν διαλύων, καὶ πρὸς τὰ κρείττω, καθοδηγῶν τὰς σὰς μάνδρας.
Φαεινοτάταις λιταῖς σου, τὰ σκοτεινόμορφα νέφη, τῆς διανοίας μου Κόρη, φώτισον δέομαί σου, καὶ δεῖξόν με κληρονόμον, τῆς βασιλείας τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ μου.
Ὢ τοῦ παραδόξου θαύματος, κόσμου ἐκστὰς καὶ σαρκός, καὶ Θεῷ συγγινόμενος, στῦλος ὤφθης πύρινος καὶ νεφέλη σκιάζουσα, ὅρος καὶ στάθμη, κανὼν καὶ ἔρεισμα, τῶν μοναζόντων, καὶ στήλη ἔμψυχος, πάντας πρὸς ἄκλυστον, ὅρμον καὶ ἀκύμαντον καθοδηγῶν, τοῦ Θεοῦ Λεόντιος, ὁ μεγαλώνυμος. (δίς)
Ὢ τοῦ παραδόξου θαύματος, ὁ ἐξ ὀσφύος θνητῆς, τὸν ἀθάνατον ἤμβλυνε, καὶ ὁ ἀπὸ σώματος, τὸν ἀσώματον ᾔσχυνεν· ὁ γηγενής τε, τὸν γῆν καὶ θάλασσαν, ἐξυφανίζειν ἐκφριαττόμενον, οἷα οἰκτρότατον, στρουθίον ἀπέδειξε, καὶ τοῖς ποσί, τούτου τὸ ἀγέρωχον, πατεῖν ἠξίωται.
Ὢ τῶν ὑπὲρ νοῦν χαρίτων σου, νέαν στοὰν γὰρ τὴν σήν, ἀκεσώδυνον λάρνακα, ἐκτελεῖς ῥωννύουσαν, νωχελεῖς καὶ καθαίρουσαν, ἕλκη παντοῖα καὶ πολυχρόνια· ἦν καὶ κυλοῦντες πίστει βοῶμέν σοι· ὦ πάτερ πρόφθασον, καὶ ῥῦσαι Λεόντιε, πάσης ἡμᾶς βλάβης καὶ ἀξίωσον, τρυφῆς τῆς κρείττονος.
Τὸν εὐκλεῆ μυστηπόλον τοῦ Πνεύματος, καὶ ἀκριφνῆ θεηγόρον τῆς θείας χάριτος, πόθῳ ἀνυμνήσωμεν ᾠδαῖς, καὶ καταστρέψωμεν ἐγκωμίοις, Λεόντιον μονοτρόπων τὸ ἐγκαλλώπισμα· Πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς ριε´).Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν; |
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
Ἀλληλούϊα (γ´). Ἦχος πλ. β´. (Ψαλμὸς ρια´).Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
Τὸν τῶν Δωριέων κλεινὸν βλαστόν, καὶ τῆς Ἀχαΐας πάσης στῦλον τὸν φωταυγῆ, τὸν τῶν οὐρανίων νοῶν συνθιασώτην, Λεόντιον ἐν ὕμνοις πιστοὶ ὑμνήσωμεν.
Τῆς ἐγκρατείας διαλάμψας τῇ αἴγλῃ, τοῦ Παρακλήτου ἀνεδείχθης δοχεῖον, καὶ τῶν Ἀγγέλων σύσκηνος Λεόντιε, μεθ᾿ ὧν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, καὶ παθῶν καὶ θλίψεων, τοὺς τιμῶντάς σε Πάτερ, καὶ τῶν πταισμάτων αἴτει ἱλασμόν, τοῖς προσιοῦσι, πιστῶς τῇ πρεσβείᾳ σου.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Συνὼν Ἀσωμάτων θείοις χοροῖς, Λεόντιε Πάτερ, καθικέτευε ἐκτενῶς, τὸν πάντων Θεὸν καὶ βασιλέα, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.
Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, Λεόντιε Πάτερ, λαμπρυνόμενος νοητῶς, φωτὶ τῶν ἁγίων πρεσβειῶν σου, τὸν σκοτασμὸν τῶν παθῶν μου διάλυσον.
Νοσοῦσι καὶ πάσχουσι χαλεπῶς, τὴν ἴασιν δίδου, ταῖς πρεσβείαις σου πρὸς Χριστόν, καὶ πάσης σκανδάλων ἐπηρείας, τοὺς προσιόντας σοι Πάτερ ἀπάλλαξον.
Λυχνία ὑπάρχεις χρυσοειδής, φέρουσα ἐν κόλποις, τὸ ἀπαύγασμα τοῦ Πατρός, Παρθένε Χριστὸν ἀνερμηνεύτως, σάρκα λαβόντα ἐκ σοῦ ὑπὲρ ἔννοιαν.
Ἐν ἀσκήσει ὁσίᾳ, περιφανῶς ἔλαμψας, ὅθεν καὶ τῆς δόξης Κυρίου, Πάτερ ἠξίωσαι, διὸ βοῶμέν σοι τῆς τῶν παθῶν ἀδοξίας, λύτρωσαι Λεόντιε, τοὺς σὲ γεραίροντας.
Οἱ προστρέχοντες Πάτερ, μετὰ σπουδῆς πάντοτε, τῇ σῇ θαυμαστῇ προστασίᾳ, πάσης στενώσεως, λύσιν λαμβάνουσι, καὶ εὐφροσύνης πληροῦνται, Ὅσιε Λεόντιε, ἀνευφημοῦντες σε.
Νοσημάτων καὶ πόνων, καὶ συμφορῶν λυτρώσαι, τοὺς εἰλικρινῶς προσιόντας, τῇ ἀντιλήψει σου, Πάτερ Λεόντιε, σὲ γὰρ προστάτην πλουτοῦντες, παρὰ σοῦ λαμβάνομεν, θᾶττον πᾶν αἴτημα.
Τὸν Θεὸν τῶν ἁπάντων, σωματικῶς τέξασα, τὰς τοῦ σώματός μου ὀδύνας, Παρθένε κούφισον, καὶ τῆς καρδίας μου, τὸ ἄλγος ἴασαι Κόρη, μετανοίας φέγγει με, καταλαμπρύνουσα.
Διάσωσον ταῖς σαῖς πρεσβείαις Λεόντιε θεοφόρε, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας, τῇ θείᾳ σου προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἀσκήσει στεῤῥᾷ, τὴν χάριν τὴν τοῦ Πνεύματος, λαβὼν μυστικῶς Λεόντιε μακάριε, παρέχεις τοῖς τιμῶσί σε, ταῖς πρεσβείαις σου χάριν καὶ ἔλεος, καὶ ἐκδιώκεις ἀεὶ ἐξ ἡμῶν, πικρᾶς ἀθυμίας τὴν σκοτόμαιναν.
Ἱλασμὸν ἡμῖν αἴτησαι, παρὰ τοῦ Σωτῆρος πάτερ Λεόντιε, καὶ πταισμάτων ἀπολύτρωσιν, ὡς ἡμῶν μεσίτης πρὸς τὸν Κύριον.
Ἐν ταῖς σαῖς ἀντιλήψεσιν, ἡ παροῦσα πόλις χαίρει Λεόντιε, ἧ ἐξαίτει θεῖον ἔλεος, καὶ εἰρήνην Πάτερ ἀστασίαστον.
Δεδεγμένος Λεόντιε, χάριν θεραπεύειν ψυχῆς καὶ σώματος, τὰ νοσήματα ἑκάστοτε, ἴασαι κἀμὲ τῆς νῦν στενώσεως.
Ἰησοῦν τὸν Φιλάνθρωπον, ὅν ἀφράστως τέτοκας ἐξ αἱμάτων σου, καθικέτευε Πανάχραντε, δοῦναι μου πταισμάτων τὴν συγχώρησιν.
Δύναμιν ἡμῖν, καὶ ἰσχὺν Πάτερ χορήγησον, κατὰ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, ὡς ἂν τούτου κατισχύσωμεν Λεόντιε.
Ὄμβρησον ἡμῖν ταῖς πρεσβείαις σου Λεόντιε, οἰκτιρμῶν τῶν θεϊκῶν τὸν γλυκασμόν, κατακλύζοντα παθῶν πικρίαν ἅπασαν.
Ὕψωσον ἡμῶν, τὴν διάνοιαν Λεόντιε, πρὸς ἀγάπην τὴν ἁγίαν τοῦ Χριστοῦ, ὡς ἂν τούτου ἐκπληρώσωμεν τὸ θέλημα.
Μήτερ τοῦ Θεοῦ, Θεοτόκε Ἀειπάρθενε, τῆς ψυχῆς μου τὴν ἀθλίαν συντριβήν, τῷ ἀπείρῳ σου ἐλέει ἐπανόρθωσον.
Ὁσίως εὐαρεστήσας Κυρίῳ, ἰσαγγέλῳ σου Λεόντιε βίῳ, ἀγγελικῆς εὐκληρίας μετέσχες, καὶ θεϊκῶν χαρισμάτων ἠξίωσαι ἔνθεν προστάτης ἐκ Θεοῦ, ἡμῖν δέδοσαι Πάτερ θερμότατος.
Ἰάσεις, ὁ σὸς ναὸς ἀναβλύζει, μυστικῇ ἐπισκιάσει σου Πάτερ, ὅνπερ ὡς ἄκλυστον ὅρμον πλουτοῦντες, τρικυμιῶν τῶν τοῦ βίου λυτρούμεθα, Λεόντιε τὴν πρὸς ἡμᾶς, ἀνυμνοῦντες θερμήν σου ἀντίληψιν.
Χειμάζει με, τῶν παθῶν δεινὸς κλύδων, καὶ βυθῷ τῆς ἀπωλείας καθέλκει, ἀλλὰ τῇ σῇ πεποιθὼς προστασίᾳ, ἀπὸ ψυχῆς ἐκβοῶ σοι Λεόντιε. Ἀνάγαγέ με πρὸς ζωῆς, ἐναρέτου ἁγίαν κατάστασιν.
Ἁγίων ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως Παναγία Παρθένε, ὡς τὸν πανάγιον Λόγον τεκοῦσα, ἁγιασμὸν τοῖς ἀνθρώποις πηγάζοντα, διὸ ἁγίασον κἀμέ, τὸν οἰκτρόν σου ἱκέτην καὶ σῶσόν με.
Διάσωσον ταῖς σαῖς πρεσβείαις, Λεόντιε θεοφόρε, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Τὸν σὸν ἰσάγγελον βίον Λεόντιε, ὁ ἀθλοθέτης Χριστὸς προσδεξάμενος, σὲ ἀντιλήπτορα δέδωκε μέγιστον, καὶ ἀρωγὸν ἡμῖν ἅμα καὶ ἔφορον ἡμῶν γὰρ ὑπάρχεις τὸ στήριγμα.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτος ὑμῶν μεμίσηκεν. Εἰ ἐκ σοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἅ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν. Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὅν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκείνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Βίον τὸν ἰσάγγελον, μετὰ σαρκὸς διανύσας, τῆς Ἀγγέλων στάσεως, Ὅσιε Λεόντιε κατηξίωσαι μεθ᾿ ὧν νῦν πρέσβευε, τῷ Δεσπότῃ πάντων, πάσης βλάβης καὶ κακώσεως, λυτροῦσθαι ἅπαντας, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ νοσημάτων ἴασιν, καὶ πλημμελημάτων συγχώρησιν, αἴτει θεοφόρε, καὶ λύτρωσιν παθῶν φθοροποιῶν, τοῖς τῷ ναῷ σου προστρέχουσι, καὶ σὲ μακαρίζουσι.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
Ῥῦσαι πάσης ἀνάγκης, καὶ δεινῆς δυσπραξίας Πάτερ Λεόντιε, τοὺς πίστει σε τιμῶντας, καὶ πάσῃ κατανύξει, ἐκβοῶντας ἑκάστοτε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Πατὴρ γενοῦ πᾶσι, τῶν ψυχῶν καὶ σωμάτων τοῖς καταφεύγουσι, Λεόντιε παμμάκαρ, τῇ σῇ ἐπιστασίᾳ, καὶ θερμῶς ἀνακράζουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ναῷ θείῳ σου Πάτερ, οἱ πιστοὶ προσιόντες ἀπεκδεχόμεθα, τῶν θείων πρεσβειῶν σου, τὰς σωστικὰς δυνάμεις, ἐκβοῶντες Λεόντιε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γενοῦ πᾶσι Παρθένε, καταφύγιον θεῖον ἡμᾶς ἐξαίρουσα, κινδύνων πολυτρόπων, καὶ πάσης ἀθυμίας, τοὺς βοῶντας καὶ λέγοντας· Χαῖρε ἡ Μήτηρ Θεοῦ, τοῦ κόσμου σωτηρία.
Ἐν τῷ σπηλαίῳ, ἐν ᾧ στεῤῥῶς ἠγωνίσω, πίστει σπεύδοντες Λεόντιε ἀντλοῦμεν, ἐκ τῶν σῶν ἱδρώτων, ὀσμὴν ἀθανασίας.
Ῥάβδῳ θεόφρον, τῶν ἱερῶν πρεσβειῶν σου, ἡμᾶς ἴθυνον πρὸς τρίβον σωτηρίας, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἀγαλλιᾶται, ἡ Ἀχαΐα πλουτοῦσα, πρὸς τὸν Κύριον μεσίτην σε καὶ πρέσβυν, καὶ πιστῶς προστρέχει, Πάτερ τῇ σῇ πρεσβείᾳ.
Σκέπασον Κόρη, ἐν τῶν βελῶν τοῦ Βελίαρ, τοὺς προσπίπτοντας τοῖς θείοις οἰκτιρμοῖς σου, καὶ παράσχου πᾶσι, γαλήνην καὶ εἰρήνην.
Ἱλέῳ ὅμματί σου, βλέψον θεοφόρε, ἡμῖν καὶ πλήρου ἡμῶν τὰ αἰτήματα, ἵνα Χριστῷ τῷ Σωτῆρι εὐαρεστήσωμεν.
Μονήν σου τὴν ἁγίαν, καὶ τὴν πόλιν ταύτην, σκέπε καὶ ῥύου δεινῶν περιστάσεων, ὡς ἀρωγὸς ἡμῶν μέγας Πάτερ Λεόντιε.
Ὁδοὺς πρὸς τὰς εὐθείας, Πάτερ καθοδήγει, τῶν τοῦ Χριστοῦ προσταγμάτων Λεόντιε, τοὺς εὐλαβῶς εὐφημοῦντας τὴν πολιτείαν σου.
Ὑπέραγνε Μαρία, Μῆτερ τοῦ Ὑψίστου, τὴν ἄναγνόν μου καρδίαν ἐκκάθαρον, καὶ βασιλείας τῆς ἄνω μέτοχον δεῖξόν με.
Τῆς Μονεμβασίας θεῖος βλαστός, καὶ τῆς Ἀχαΐας, ἐγκαλλώπισμα ἱερόν, ἀληθῶς ἐδείχθης, ὡς ἄγγελος βιώσας, Λεόντιε Ἀγγέλων, ὁ ἰσοστάσιος.
Κόσμου ἀπωσάμενος τὰ τερπνά, τὸν ζυγὸν ὑπῆλθες, τοῦ Σωτῆρος τὸν ἐλαφρόν, καὶ πολλοῖς ἀγῶσι, σαὐτὸν ἀποκαθάρας, ἐπλήσθης χαρισμάτων, θείων Λεόντιε.
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, καὶ τῆς ἰσαγγέλου, πολιτείας στήλη λαμπρά, χαίροις μοναζόντων, ὑπόδειγμα καὶ τύπος, Λεόντιε θεόφρον, Πνεύματος σκήνωμα.
Ῥύου τῆς μανίας τοῦ πονηροῦ, τοῦ ἀεὶ ὁρμῶντος, ὥσπερ λέοντος καθ᾿ ἡμῶν, Λεόντιε Πάτερ, ἡμᾶς τοὺς σοὺς οἱκέτας, καὶ δίδου ἡμῖν πᾶσι, δύναμιν ἄνωθεν.
Ἤνυσας ὁσίως τὴν σὴν ζωήν, καὶ τοῖς τῶν Ὁσίων, ἠριθμήθης θείοις χοροῖς, μεθ᾿ ὧν ἐκδυσώπει, Λεόντιε ἀπαύστως, διδόναι ἡμῖν πᾶσι, πταισμάτων ἄφεσιν.
Χαίρων τὴν αἰώνιον χαρμονήν, Λεόντιε Πάτερ, ἐν νυμφῶνι τῷ τῆς ζωῆς, πάσης ἀθυμίας, ἀτρώτους ἡμᾶς τήρει, καὶ αἴτει ἡμῖν πᾶσι, χάριν καὶ ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἀσκήσει λαμπρυνθείς, ὡς χρυσὸς ἐν χωνείᾳ, λαμπρύνεις μοναστῶν, τοὺς χοροὺς ἑπομένως, τοῖς θείοις σου διδάγμασι, θεοφόρε Λεόντιε· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σε πρεσβεύειν, αἰτοῦμεν πρὸς Κύριον.
Δόξης ἀπολαύων θεϊκῆς, καὶ ἐν κοινωνίᾳ ἀῤῥήτῳ, Πάτερ θεούμενος, πρέσβευε δεόμεθα, τῷ Πανοικτίρμονι, θεοφόρε Λεόντιε, ἡμᾶς ἐκλυτροῦσθαι, πάσης περιστάσεως, καὶ συνοχῆς χαλεπῆς, αἴτει δὲ πταισμάτων τὴν λύσιν, καὶ ἀπαλλαγὴν πάσης βλάβης, τοῖς πιστῶς προσιοῦσι τῇ σκέπῃ σου.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δίστιχον.Λεόντιε ῥῦσαί με παθῶν ποικίλων |
Ἦχος γ´. Αἱ γενεαὶ πᾶσαι.Αἱ γενεαὶ πᾶσαι, τιμήσωμεν συμφώνως, Λεόντιον τὸν θεῖον. Αἱ γενεαὶ πᾶσαι, Λεόντιε αἰνοῦσι, τὰς θείας ἀρετάς σου. Κατ᾿ ἀλφάβητον.Ἄγγελος ἐν βίῳ, Λεόντιε ὡράθης, ἀσκήσεως ἀγῶσι. Βλέμμα τῆς ψυχῆς σου, Κυρίῳ ἀνατείνας, φωτὸς θείου ἐπλήσθης. Γένους φθειρομένου, Λεόντιε μακρύνας, Κυρίῳ ᾠκειώθης. Δόξης οὐρανίου, Λεόντιε ἐπλήσθης, καθάρας τὴν καρδίαν. Ἔλαμψας ἐν κόσμῳ, ἀσκήσεως ἀγῶσιν, ὡς ἄστρον θεοφόρε. Ζέων τῇ ἀγάπῃ, Λεόντιε τῇ θείᾳ, παθῶν ἀκάνθας φλέγεις. Ἤρθης ἀπαθείας, Λεόντιε πρὸς ὕψος, τῶν κάτω ἀλογήσας. Θαύμασι θεόθεν, ἀξίως ἐδοξάσθης, Λεόντιε παμμάκαρ. Ἴθυνας Κυρίῳ, ψυχῆς σου τὰς δυνάμεις, ἀμέμπτῳ πολιτείᾳ. Κλέος Ἀχαΐας, Λεόντιε ἐδείχθης, ὡς τοῦ Κυρίου μύστης. Λάμψας τῇ ἀσκήσει, Λεόντιε λαμπρύνεις, τῶν Μοναστῶν τὰ στίφη. Μάνδραν σου τὴν θείαν, Λεόντιε εὐλόγει, τιμῶσίν σου τὴν μνήμην. Νᾶμα θεῖον βλῦσον, Θεοῦ τῆς εὐσπλαγχνίας, τοῖς σὲ τιμῶσι Πάτερ. Ξένος τῶν ἐν κόσμῳ, Λεόντιε ἐγίνου, τῇ σῇ στεῤῥᾷ ἀσκήσει. Ὄμβροις οὐρανίοις, ἐπάρδευσόν με Πάτερ, πρὸς θείας εὐκαρπίαν. Πόλις τοῦ Αἰγίου, χαίρει κτησαμένη, ναόν σου θεῖον Πάτερ. Ῥῶσιν καὶ ὑγείαν, Λεόντιε χορήγει, τοῖς πόθῳ σε τιμῶσι. Σύσκηνος τυγχάνων, Λεόντιε Ἀγγέλοις, ἡμῶν τοὺς ὕμνους δέχου. Ταύτην σου τὴν πόλιν, Λεόντιε συντήρει, ἐκ πάσης δυσπραγίας. Ὕψωσον τὸν νοῦν μου, ἐκ τῶν γηίνων Πάτερ, πρὸς τὴν Χριστοῦ ἀγάπην. Φλέξον θεοφόρε, τὴν καθ᾿ ἡμῶν μανίαν, ἐχθροῦ τοῦ ἀοράτου. Χαίρει ἡ Μονή σου, καὶ πόλις τοῦ Αἰγίου, Πάτερ τῇ χάριτί σου. Ψῦξον τῶν παθῶν μου, τὰς διεκχύσεις Πάτερ, τῇ σῇ ἐπιστασίᾳ. Ὡς Χριστοῦ θεράπων, Λεόντιε δυσώπει, ὑπὲρ ἡμῶν ἀπαύστως. Δόξα. Τριαδικόν.Τριὰς Ὑπεραγία, λιταῖς τοῦ σοῦ Ὁσίου, οἰκτείρησον τὸν κόσμον. Καὶ νῦν. Θεοτοκίον.Ὑπερευλογημένη, Παρθένε Θεοτόκε, σκέπε τοὺς σοὺς ἱκέτας. |
1. Ὑμνολόγιον ἐν ᾧ ἡ ἀκολουθία τοῦ ὁσίου πατρὸς ἡμῶν Λεοντίου, καὶ οἱ τοῦ ἀρχαγγέλου
Μιχαὴλ οἶκοι περιέχονται. Καὶ ἐν τῷ προοιμίῳ ἥ τε ἡμέρα, ἐν ᾗ ἡ μνήμη τοῦ ὁσίου
τελεῖται, καὶ ἡ τάξις ὅπως τὴν ἀκολουθίαν τοῦ ὁσίου ψάλλουσι καταλεπτῶς περιγράφεται.
Χάριν τῶν φιλακολούθων χριστιανῶν τύποις ἐξεδόθη. Ἐν Λειψίᾳ τῆς Σαξωνίας 1764. Παρὰ
τῷ Βερνὰρδ Χριστὸπφ Βρέϊτκοπ Καὶ υἱῷ.
Σελίδες 24.
2. Ὑμνολόγιον ἐν ᾧ ἡ ἀκολουθία τοῦ ὁσίου πατρὸς ἡμῶν Λεοντίου, καὶ οἱ τοῦ ἀρχαγγέλου
Μιχαὴλ οἶκοι περιέχονται. Καὶ ἐν τῷ προοιμίῳ ἥ τε ἡμέρα, ἐν ᾗ ἡ μνήμη τοῦ ὁσίου
τελεῖται, καὶ ἡ τάξις ὅπως τὴν ἀκολουθίαν τοῦ ὁσίου ψάλλουσι καταλεπτῶς περιγράφεται.
Ἔκδοσις δευτέρα χάριν τῶν φιλακολούθων χριστιανῶν. Ἐν Ἀθήναις, ἐκ τῆς τυπογραφίας
τῶν ἀδελφῶν Ἀ. καὶ Ν. Ἀγγελίδου, 1835.
Σελίδες 24.
3. Ὑμνολόγιον ἐν ᾧ ἡ ἀκολουθία τοῦ ὁσίου πατρὸς ἡμῶν Λεοντίου, καὶ οἱ τοῦ ἀρχαγγέλου
Μιχαὴλ οἶκοι περιέχονται. Καὶ ἐν τῷ προοιμίῳ ἥ τε ἡμέρα, ἐν ᾗ ἡ μνήμη τοῦ ὁσίου
τελεῖται, καὶ ἡ τάξις ὅπως τὴν ἀκολουθίαν τοῦ ὁσίου ψάλλουσι καταλεπτῶς περιγράφεται.
Ἔκδοσις τρίτη δαπάνῃ τοῦ πανοσιωτάτου Ἀρχιμανδρίτου Παμφίλου Ἀ. Παπαδοπούλου, ἡγουμένου
τῆς μονῆς Ταξιαρχῶν.
Ἐν Αἰγίῳ, ἐκ τοῦ τυπογραφείου Χρ. Σπηλιοπούλου, 1906.
Σελίδες 43.
4. Ὑμνολόγιον ἐν ᾧ ἡ ἀκολουθία τοῦ ὁσίου πατρὸς ἡμῶν Λεοντίου, καὶ οἱ τοῦ ἀρχαγγέλου
Μιχαὴλ οἶκοι περιέχονται. Καὶ ἐν τῷ προοιμίῳ ἥ τε ἡμέρα, ἐν ᾗ ἡ μνήμη τοῦ ὁσίου
τελεῖται, καὶ ἡ τάξις ὅπως τὴν ἀκολουθίαν τοῦ ὁσίου ψάλλουσι καταλεπτῶς περιγράφεται.
Ἔκδοσις τετάρτη. Ἐπιμέλεια τοῦ πανοσιωτάτου Ἀρχιμανδρίτου Θεοκλήτου Παπαζαφείρη
(Γιαταγάνα), ἡγουμένου τῆς Ἱερᾶς Μονῆς Ταξιαρχῶν καὶ τῶν Συμβούλων Γερβασίου Ἀναγνωστοπούλου
Ἱεροδιακόνου, Χρυσοστόμου Θανοπούλου Μοναχοῦ.
Ἐν Αἰγίῳ, Τύποις Κουτσουμπῆ, Ὀκτώβριος 1967.
Σελίδες 28.
Sous ce titre sont publiés (pp. 61-107) a) La vie du Saint Léontios par le moin Nicéphore de Chios, b) L'éloge du Saint par G. Gémistos, c) L'Hymnologie du Saint. Sont aussi publiées les études de Sp. Lam-bros, J. Voyatzidis, L. Politis, Hélène Aghélomati-Tsougaraki sur la vie du Saint Léontios.