ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ

ΛΟΓΟΣ ΕΙΚΟΣΤΟΣ ΕΒΔΟΜΟΣ

Περὶ ἡσυχίας

Β
(1105.) Περὶ διαφορᾶς καὶ διακρίσεως ἡσυχιῶν.

31. Εἰσὶ (καὶ τοῦτο πᾶσι γνώριμον)ἐν πάσαις ταῖς τῶν ἐπιστημῶν καταστάσεσι, γνωμῶν καὶ βουλῶν διαφοραί· οὐ γὰρ πάντων πάντα τὰ τέλεια δι᾿ ἔνδειαν σπουδῆς, ἢ καὶ δι᾿ ἀπορίαν δυνάμεως. Εἰσὶν οἱ ἐπὶ τὸν λιμένα τοῦτον, μᾶλλον δὲ τὸ πέλαγος ἢ τάχα τὸν βυθόν, εἰσερχόμενοι δι᾿ ἀσθένειαν τοῦ ἑαυτῶν στόματος, καὶ σώματος διὰ πρόληψιν· ἕτεροι ἀκρατῶς πρὸς θυμὸν ἔχοντες, καὶ μετὰ πλήθους κρατῆσαι τοῦτον μὴ δυνάμενοι οἱ τάλανες· ἄλλοι ἰδιορυθμίᾳ μᾶλλον, ἢ ὁδηγίᾳ ἐξ οἰκήσεως πλέειν σκεψάμενοι· ἕτεροι μὴ δυνάμενοι ἐν μέσῳ τῆς ὕλης τῶν ὑλῶν ἀπέχεσθαι· τινὲς μὲν, ἵνα σπουδαῖοι ἐκ τῆς ἰδιάσεως γένωνται· ἄλλοι ἵνα ἀγνώστως ἑαυτοὺς ὑπὲρ εὐθυνῶν αἰκίσωσι [κολάσωσι]· τινὲς δὲ, ἵνα διὰ ταύτης δόξαν ἑαυτοῖς περιποιήσωνται. Εἰσὶ δὲ ἕτεροι (εἰ ἄρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τοιούτους ἐπὶ τῆς γῆς) διὰ τρυφὴν καὶ δίψαν τῆς τοῦ Θεοῦ ἀγάπης, καὶ γλυκύτητος τῇ ὁσίᾳ ταύτῃ συζευχθέντες, οὐ πρότερον τοῦτο ποιήσαντες πρὶν πάσῃ ἀκηδίᾳ ἀποστάσιον δεδώκασι. Ταύτης γὰρ ἡ συνάφεια, πορνεία παρὰ τῇ προτέρᾳ κρίνεται·

32. κατὰ τὴν γνῶσιν τὴν ψιλὴν τὴν δοθεῖσάν μοι, ὡς οὐ σοφὸς ἀρχιτέκτων κλίμακα ἀναβάσεως πεπελέκηκα· ἕκαστος δὲ λοιπὸν βλεπέτω ἐν ποίᾳ βαθμίδι ἕστηκεν, ἐξ ἰδιορυθμίας, διὰ δόξαν ἀνθρώπων, δι᾿ ἀσθένειαν γλώσσης· δι᾿ ἀκρασίαν θυμοῦ, διὰ πλῆθος προσπαθείας, ἵνα εὐθύνας τίσωσιν, ἵνα σπουδαῖοι γένωνται, ἵνα πῦρ πυρὶ προσλάβωνται. Ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Αἱ μὲν ἑπτὰ τῆς ἑβδόμης, τοῦ νῦν εἰσιν ἐργασίαι· αἱ μὲν δεκταὶ, αἱ δὲ ἄδεκτοι· ἡ δὲ ὀγδόη δηλονότι τοῦ μέλλοντος αἰῶνος σημαντικὴ ὑπάρχει.

33. Ἐπιτήρει, ὦ μοναχὲ, μεμονωμένε θηρίων ὥρας· εἰ δὲ μὴ, οὐ δυνήσῃ ἁρμοζούσας τὰς παγίδας ἱστᾷν, εἰ ἀπέστη τελείως ἡ τὸ ἀποστάσιον λαβοῦσα, περιττὸν τὸ ἔργον· εἰ δὲ ἔτι προπετεύεται, οὐ γινώσκω πῶς ἡσυχάσω.

34. Τί δή ποτε οὐ τοσοῦτοι παρὰ τοῖς ὁσίοις Ταβεννησιώταις οἱ φωστῆρες, ὅσοι παρὰ τοῖς Σκητιώταις γεγόνασιν; Ὁ νοῶν νοείτω· ἐγὼ γὰρ λέγειν οὐ δύναμαι, μᾶλλον δὲ οὐ βούλομαι.

35. Οἱ μὲν τὰ πάθη μειοῦντες, οἱ δὲ ψάλλοντες, καὶ τὸ πλεῖστον ἐν τῇ προσευχῇ καρτεροῦντες [τῇ προσευχῇ προσκαρτεροῦντες]· οἱ δὲ τῇ θεωρίᾳ ἀτενίζοντες [al. deest ἐν τῷ βυθῷ] διάγουσι, κατὰ τὸν τῆς κλίμακος τρόπον ζητηθήτω τὸ πρόβλημα· ὁ χωρῶν, ἐν Κυρίῳ χωρείτω.

36. Εἰσὶ ῥάθυμοι ψυχαὶ ἐν κοινοβίῳ παραγενόμεναι, καὶ τῶν ὑλῶν τῆς ἑαυτῶν ῥᾳθυμίας εὐπορήσασαι, εἰς τελείαν ἀπώλειαν κατήντησαν. Καὶ εἰσὶ πάλιν, οἱ τὴν ἑαυτῶν ῥᾳθυμίαν διὰ τῆς ἑτέρων (1108.) συνδιαγωγῆς ἀπεδύσαντο· οὐ μόνον δὲ ἐπὶ ἀμελεστέρων, ἀλλὰ καὶ ἐπὶ σπουδαίων πολλάκις τὸ αὐτὸ γέγονε.

37. Τῷ αὐτῷ κανόνι καὶ ἐπὶ τῆς ἡσυχίας χρησώμεθα λέγοντες, πολλοὺς δοκίμους δεξαμένη, ἀπεδοκίμασε διὰ τῆς ἰδιορυθμίας, φιληδόνους αὐτοὺς ἐλέγξασα· ἑτέρους δὲ λαβοῦσα τῷ φόβῳ καὶ τῇ μερίμνῃ τῆς τοῦ ἑαυτῶν κρίματος βασταγῆς, σπουδαίους τινάς, καὶ ζέοντας εἰργάσατο.

38. Μηδεὶς ὑπὸ θυμοῦ καὶ οἰήσεως, ὑποκρίσεώς τε καὶ μνησικακίας ὀχλούμενος, ἴχνος ἡσυχίας ἰδεῖν τολμῆσαι μήπως ἔκστασιν, καὶ μόνον κερδήσῃ. Εἰ δέ τις τούτων καθαρὸς, αὐτὸς λοιπὸν γνώσεται τὸ συμφέρον, οἶμαι δὲ οὐδ᾿ αὐτός· τῶν λόγῳ τὴν ἡσυχίαν μετερχομένων σημεῖα, καὶ στάδια, καὶ τεκμήρια ταῦτα·

39. νοῦς ἀκύμαντος, ἔννοια ἡγνισμένη, ἁρπαγὴ πρὸς Κύριον, κολάσεων παράστασις, θανάτου ἔπειξις, προσευχὴ ἀκόρεστος, φυλακὴ ἄσυλος, πορνείας θνῆσις, προσπαθείας ἄγνοια, θάνατος κόσμου, γαστριμαργίας ἀνορεξία, θεολογίας ὑπόθεσις, διακρίσεως πηγὴ, δάκρυον ὑπόσπονδον, πολυλογίας ἀπώλεια, καὶ εἴτι τῶν τοιούτων, οἷς τὰ πλήθη φιλεῖ ἀντικεῖσθαι.

40. Τοῖς δὲ οὐ λόγῳ ταύτην μετερχομένοις, αὕτη, τοῦ πλούτου ἡ πενία ὀργῆς· αὔξησις μνησικακίας ἀποθήκη, ἀγάπης μείωσις, τύφου πρόσληψις, καὶ τὸ ἑξῆς σιωπήσομαι.

41. Ἐπεὶ δὲ οὕτως ὁ λόγος κατέδραμεν, ἀνάγκη καὶ περὶ τῶν ἐν ὑποταγῇ ἐνταῦθα ἐνθέσθαι, καὶ μάλιστα, πρὸς αὐτοὺς γὰρ καὶ ὁ λόγος ὡς ἐπιπολὺ ἀποτείνεται. Τῶν νομίμως, ἀμοιχεύτως καὶ ἀμολύντως τῇ κοσμίῳ ταύτῃ (ὑποταγῇ) καὶ εὐρεπεῖ συζευχθέντων, ταῦτα τὰ τεκμήρια καὶ εἰσὶ, καὶ ὁρίζονται παρὰ τοῖς θεοφόροις Πατράσιν, ἰδίῳ μέντοι καιρῷ τελειούμενα· πλὴν ὅτι καθημέραν προσενηνόχαμεν προσθήκην, καὶ προκοπὴν λαμβάνοντες. Ταπεινώσεως εἰσαγωγικῆς αὔξησις, θυμοῦ μείωσις· πῶς γὰρ καὶ μὴ γεννήσεται τῆς χολῆς κενουμένης, σκοτισμῶν ἔλλειψις, ἀγάπης πρόσληψις, παθῶν ἀλλοτρίωσις, μίσους λύτρωσις, ἐξ ἐλέγχου λαγνείας μείωσις, ἀκηδίας ἄγνοια, σπουδῆς πρόσληψις, συμπαθείας ἀγάπη, ὑπερηφανίας ξενιτεία, τὸ πᾶσι ζητητέον, καὶ ὀλίγοις εὑρητέον, κατόρθωμα· ὕδατος μὴ παρόντος ἐν πηγῇ ἀνοίκειον τὸ ὄνομα.

42. Καὶ τὸ ἑξῆς νενόηται τοῖς νοῦν ἔχουσι·νεᾶνις μὲν μὴ φυλάξασα κοίτην, ἐμίανε σῶμα καὶ ψυχὴ μὴ φυλάξασα συνθήκην, ἐμίανε πνεῦμα· καὶ τῇ μὲν ἀκολουθεῖ ψόγος, μῖσος, μάστιγες, χωρισμοὶ, τὸ πάντων ἐλεεινότατον· τῇ δὲ, μολυσμοὶ, θανάτου λήθη, κοιλίας ἀπληστία, ὀφθαλμῶν ἀκράτεια, κενοδοξίας ἐργασία, ὕπνου ἀχορτασία, σκληροκαρδία, ἀναισθησία, λογισμῶν ἀποθήκη, καὶ συγκαταθέσεως προσθήκη, αἰχμαλωσία καρδίας, ταραχῆς ἐργασία, ἀνηκοΐα, ἀντιλογία, προσπάθεια, ἀπιστία, ἀπληροφορία, πολυλογία, παῤῥησία, ἡ πάντων χαλεπωτέρα· τὸ δὲ πάντων ἐλεεινότερον, ἀκατάνυκτος καρδία, ἣν διαδέχεται ἐν τοῖς μὴ (1109.) προσέχουσιν ἡ ἀναλγησία, ἡ μήτηρ τῶν πτωμάτων.

43. Καὶ πνευμάτων τοῖς μὲν ἡσυχάζουσιν οἱ πέντε· τοῖς δὲ ὑποτασσομένοις, οἱ τρεῖς τῶν ὀκτὼ προσπαλαίουσιν.

44. Ὁ ἡσυχάζων, καὶ ἀκηδίᾳ πολεμῶν ζημιοῦται πολλάκις· καιρὸν γὰρ προσευχῆς καὶ θεωρίας ἐν ταῖς πρὸς αὐτὴν μηχαναῖς ἐξαναλώσει, καὶ πάλαις·

45. ῥᾳθυμήσαντί μοί ποτε ἐν τῇ κέλλῃ καθεζομένῳ, καὶ ταύτην σχεδὸν καταλιμπάνειν λογιζομένῳ, ἄνδρες τινὲς παραβαλόντες, ἱκανῶς ὡς ἡσυχαστήν με ἐμακάρισαν· καὶ θᾶττον ὁ τῆς ῥᾳθυμίας λογισμὸς ὑπὸ τῆς κενοδοξίας ἐχώρησε, καί γε τεθαύμακα πῶς πᾶσιν ἐναντιοῦται τοῖς πνεύμασιν ὁ τρίβολος δαίμων.

46. Ὅρα καθ᾿ ὥραν τοῦ σοῦ συζύγου τοὺς ῥιπισμοὺς, καὶ παραριπισμοὺς, καὶ ῥοπάς, καὶ τροπάς, τὸ πῶς καὶ ποῦ τὴν ῥοπὴν κέκτηνται. Ὁ διὰ Πνεύματος ἁγίου γαλήνην κτησάμενος, οὐκ ἀγνοεῖ τὸ θεώρημα.

47. Ἔργον ἡσυχίας ἀμεριμνία προηγουμένη πάντων τῶν πραγμάτων εὐλόγων καὶ ἀλόγων. Ὁ γὰρ τοῖς προτέροις ἀνοίγων, ἐν τοῖς δευτέροις πάντως περιπεσεῖται. Δεύτερον προσευχὴ ἄοκνος· καὶ τρίτον ἐργασία καρδίας ἄσυλος. Ἀδύνατον τὸν μὴ γράμματα μεμαθηκότα φυσικῶς ἐν δέλτοις μελετᾷν· ἀδυνατώτερον δὲ, τοὺς μὴ τὸ πρότερον κτησαμένους τὰ δύο, λόγῳ μετελθεῖν.

48. Μετερχόμενος τὸ μέσον, ἐν μέσοις γέγονα· καὶ ἐφώτιζε διψῶντα· καὶ ἰδοὺ πάλιν ἦν ἐν ἐκείνοις· τί μὲν ἦν πρὸ τῆς ὁρατῆς ἐν αὐτῷ μορφῆς διδάσκειν οὐκ ἠδύνατο· οὐδὲ γὰρ ἠφίετο ὁ ἄρχων· πῶς δὲ νῦν πέλει ἠρώτων λέγειν· ἐν τοῖς ἰδίοις μὲν ἔλεγεν, ἀλλ᾿ οὐκ ἐν τούτοις. Ἐγὼ δέ· Τίς ἡ δεξιὰ στάσις καὶ καθέδρα ἐπὶ τοῦ αἰτίου; Ἀδύνατον, ἔφη, ἀκοῇ μυσταγωγεῖσθαι ταῦτα. Πρὸς ὃ δέ με ὁ πόθος εἷλκε, προσαγαγεῖν τῷ καιρῷ ἐκείνῳ ἠρώτων, οὔπω ἔφραζεν ἥκειν τὴν ὥραν, δι᾿ ἔλλειψιν πυρὸς ἀφθαρσίας. Ταῦτα εἴτε σὺν τῷ χοῒ οὐκ οἶδα· εἴτε τούτου χωρὶς, λέγειν εἰς ἅπαν οὐκ ἔχω.

49. Χαλεπὸν τὸν τῆς μεσημβρίας ἀποτινάξασθαι ὕπνον ἐν ταῖς θεριναῖς μάλιστα ὥραις· τότε γὰρ καὶ μόνον ἴσως τὸ τῶν χειρῶν οὐκ ἀπόβλητον ἔργον.

50. Ἔγνων τὸν ἀκηδίας δαίμονα προποιοῦντα καὶ προοδοποιοῦντα τὸν τῆς πορνείας, ἵνα ἰσχυρῶς τὸ σῶμα ἑλκύσας, καὶ τῷ ὕπνῳ βαπτίσας, ὥσπερ τοὺς μολυσμοὺς ἐν τοῖς ἡσυχάζουσιν ἐργάσηται. Ἐὰν ἀντιστῇς αὐτοῖς ἰσχυρῶς, πολεμήσουσί σε πάντως κραταιῶς, ἵν᾿ ὡς μηδὲν ὠφελοῦντα, παύσωσι τῶν ἀγώνων. Οὐδὲν δὲ τὴν τῶν δαιμόνων ἧτταν, ὡς ὅπερ αὐτῶν πρὸς ἡμᾶς χαλεπὸς πόλεμος ἐνδείξασθαι δύναται.

51. Ἐν ταῖς προόδοις τὰ συναχθέντα φύλαττε· τῆς θύρας γὰρ ἀνοιγομένης αἱ κατάκλειστοι ὄρνις πέτανται. Καὶ τότε λοιπόν, οὐδὲν τῆς ἡσυχίας ὠφελήθημεν.

52. Μικρὰ θρὶξ ταράσσει ὀφθαλμόν, καὶ μικρὰ φροντὶς ἀφανίζει ἡσυχίαν. (1112.) Ἡσυχία γάρ ἐστιν ἀπόθεσις νοημάτων καὶ ἄρνησις εὐλόγων φροντίδων.

53. Ὁ ὄντως ἡσυχίαν κατειληφὼς, οὐδὲ τῆς ἑαυτοῦ σαρκὸς φροντίσει· ἀψευδὴς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος.

54. Ὁ νοῦν καθαρὸν παραστῆσαι τῷ Θεῷ βουλόμενος, καὶ φροντίσαι δονούμενος, ὅμοιός ἐστι τῷ τοὺς ἑαυτοῦ πόδας ἰσχυρῶς πεδήσαντι, καὶ ὀξέως βαδίζειν δοκιμάζοντι.

55. Σπάνιοι μὲν οἱ τὴν κατὰ κόσμον φιλοσοφίαν εἰς ἄκρον παιδευόμενοι· ἐγὼ δὲ λέγω, βραχύτεροι οἱ τὴν τῆς ὄντως ἡσυχίας φιλοσοφίαν ἐπιστάμενοι·

56. ὁ οὔπω Θεὸν γνοὺς, εἰς ἡσυχίαν ἀδόκιμος, καὶ πολλοὺς κινδύνους ὑφιστάμενος. Ἡσυχία ἀπείρους ἀποπνίγει· ἄγευστοι γὰρ γλυκύτητος Θεοῦ ὑπάρχουσιν, εἰς αἰχμαλωσίας, καὶ κλοπάς, καὶ ἀκηδίας, καὶ ἀκηδίας, καὶ ῥεμβασμοὺς τὸν καιρὸν ἐξαναλίσκοντες.

57. Ὁ προσευχῆς κάλλος ἁψάμενος, φεύξεται ὄχλους ὡς ὄναγρος· τίς γὰρ εἰ μὴ αὕτη, εἴασεν ὄνον ἄγριον ἐλεύθερον πάσης συνουσίας ἀνθρώπων;

58. Ὁ τὰ πάθη περικείμενος, καὶ τῇ τούτων ἀδολεσχίᾳ ἐν ἐρήμῳ διατρίβει, ὡς καὶ γέρων μοι ἅγιος τὸ τοιοῦτον ἐφθέγξατο, καὶ ἐδίδαξε, Γεώργιον λέγω τὸν Ἀρσιλαΐτην, ὃν καὶ ἡ σὴ τιμιότης οὐδ᾿ ὅλως ἠγνόησεν· οὗτος ἀχρείαν ψυχήν ποτε στοιχειῶν, καὶ ποδηγῶν πρὸς ἡσυχίαν ἔλεγε. Τῇ μὲν πρωΐᾳ, φησὶν, ἐπεσημηνάμην ὡς ἐπίπαν τοὺς τῆς κενοδοξίας καὶ ἐπιθυμίας ἐπιδημεῖν δαίμονας· τῇ δὲ μεσημβρίᾳ τοὺς ἀκηδίας, καὶ λύπης, καὶ ὀργῆς· τῇ δὲ ἑσπέρᾳ τοὺς φιλοκόπρους καὶ τυράννους τῆς γαστρός·

59. κρείσσων ὑποτακτικὸς πτωχὸς ὑπὲρ ἡσυχαστὴν περισπώμενον.

60. Ὁ λόγῳ τὴν ἡσυχίαν μετιὼν, καὶ τὸ αὐτῆς κέρδος καθ᾿ ἡμέραν μὴ καθορῶν, ἢ οὐ λόγῳ ἡσύχασεν, ἢ οἰήσει κλέπτεται.

61. Ἡ ἡσυχία ἐστὶ ἀδιάσπαστος Θεῷ λατρεία, καὶ παράστασις·

62. ἡ Ἰησοῦ μνήμη ἑνωθήτω τῇ πνοῇ σου καὶ τότε γνώσῃ ἡσυχίας ὠφέλειαν.

63. Πτῶμα μὲν ὑπηκόῳ τὸ οἰκεῖον θέλημα· ἡσυχίῳ δὲ προσευχῆς διάστασις.

64. Ἐὰν ἐπιχαίρῃ παρουσίαις ἐν κέλλῃ, γίνωσκε σεαυτὸν ἀκηδίᾳ μόνῃ, καὶ οὐ Θεῷ σχολάζοντα.

65. Ὑπογραμμός σοι ἔστω προσευχῆς, ἡ ἀδικουμένη χήρα ἀπὸ τοῦ ἀντιδίκου αὐτῆς· ἡσυχίας δὲ τύπος ὁ μέγας καὶ ἰσάγγελος ἡσυχαστὴς Ἀρσένιος. Μέμνησο ἐν τῇ μονίᾳ τῆς τοῦ ἰσαγγέλου τούτου ἡσυχαστοῦ διαγωγῆς, καὶ ὅρα ὡς καὶ παραβάλλοντας πολλάκις ἀπεπέμψατο, ἵνα μὴ τὸ μεῖζον ἀπολέσῃ.

66. Ἔγνων τοὺς δαίμονας τοῖς λόγῳ ἡσυχάζουσι τοὺς ἀλόγους τῶν γυρευτῶν παραβάλλειν συχνότερον ἀναπείθοντας, ἵνα τοῖς ἐργάταις, κἂν δι᾿ ἐκείνων μικρὸν ἐμποδίσαι δυνηθῶσι. Σημείου τοὺς τοιούτους, ὦ οὗτος, καὶ μὴ παραιτοῦ λυπεῖν (1113.) εὐσεβῶς ῥᾳθύμους· ἴσως γὰρ ἐκ τῆς λύπης τοῦ γυρεύειν παύσονται. Ὅρα μὴ τοῦ προειρημένου σκοποῦ χάριν εἰκῆ λυπήσῃς ψυχὴν, ὕδωρ ἐκ δίψης ἐρχομένην παρὰ σοῦ ἀρύσασθαι. Ἐν παντὶ δὲ λύχνου σοι δέον·

67. βίος ἡσυχαζόντων, μᾶλλον δὲ μοναζόντων κατὰ συνείδησιν καὶ αἴσθησιν γινέσθω· ὁ λόγῳ τρέχων τὰ ἐπιτηδεύματα, καὶ τὰ ἀποφθέγματα, καὶ τὰ ἐνθυμήματα, καὶ τὰ διαβήματα, καὶ τὰ κινήματα πάντα κατὰ Κύριον, καὶ διὰ Κύριον αὐτῷ ἐπιτηδευόμενα ἐν αἰσθήσει ψυχῆς, καὶ προσώπῳ Κυρίου ἐργάζεται· εἰ δὲ κλέπτεται, οὔπω κατὰ ἀρετὴν πολιτεύεται.

68. Ἀνοίξω, φησί τις, ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου, καὶ τὸ βούλημά μου, διὰ τὸ ἀτελὲς ἔτι τῆς διακρίσεως· ἐγὼ δὲ ἀνοίσω διὰ προσευχῆς τὸ θέλημά μου, κἀκεῖθεν τὴν πληροφορίαν μου ἐκδέξομαι.

69. Πίστις πτερὸν προσευχῆς· τοῦτο γὰρ μὴ ἔχουσα, πάλιν εἰς κόλπον μου ἀποστραφήσεται·

70. πίστις ἐστὶν ἀνενδοίαστος ψυχῆς στάσις, ὑπὸ οὐδεμιᾶς ἐναντιότητος κλονουμένη.

71. Πιστός ἐστιν, οὐχ ὁ οἰόμενος Θεὸν δύνασθαι, ἀλλ᾿ ὁ πιστεύων πάντων τεύξεται.

72. Πίστις ἐστὶ ἀνελπίστων πρόξενος, καὶ τοῦτο ὁ λῃστὴς ἀπέδειξε.

73. Πίστεως μήτηρ μόχθος, καὶ εὐθὴς καρδία· ἡ μὲν γὰρ ἀδίστακτον ποιεῖ· ὁ δὲ δημιουργεῖ·

74. ἡσυχαστῶν μήτηρ πίστις· εἰ μὴ γὰρ πιστεύσει, πῶς ἡσυχάσει;

75. ἐν εἱρκτῇ πεδηθεὶς, φόβον κολάζοντος δέδοικε. Ὁ δὲ ἐν κέλλῃ ἠρεμῶν φόβον Κυρίου τέτοκεν. Οὐχ οὕτως ὁ πρότερος τὸ δικαστήριον, ὡς ὁ δεύτερος τὸ τοῦ κριτοῦ κριτήριον δέδοικεν. Φόβου σοι πολλοῦ καθ᾿ ἡσυχίαν χρὴ, ὦ θαυμάσιε· οὐδὲν γὰρ οὕτως ἀκηδίαν ἐκδιώκειν δύναται.

76. Ἀτενίζει μὲν κατάκριτος διὰ παντὸς, πότε ἐν τῷ δεσμωτηρίῳ ὁ κριτὴς παραγίνεται· ὁ δὲ ὄντως ἐργάτης, πότε ὁ κατεπείγων ἐλεύσεται. Δεδέσμευται τῷ προτέρῳ φορτίον λύπης· τῷ δὲ δευτέρῳ πηγὴ δακρύων.

77. Ἐὰν κτήσῃ ὑπομονῆς ῥάβδον, θᾶττον ὑπολήξουσιν οἱ κύνες ἀναιδεύεσθαι.

78. Ὑπομονή ἐστιν ἄθραυστος πόνος ψυχῆς, ὑπ᾿ εὐλόγων, κτύπων μηδαμῶς σαλευομένη.

78. Ὑπομονητικός ἐστιν ἐργάτης ἄπτωτος, καὶ διὰ πτωμάτων τὴν νίκην ποιούμενος.

79. Ὑπομονή ἐστιν ὁρισμὸς θλίψεως καθ᾿ ἡμέραν ἐκδεχόμενος.

Ὑπομονή ἐστι προφάσεων ἐκκοπὴ, καὶ οἰκεία προσοχή· οὐχ οὕτως τῆς ἑαυτοῦ τροφῆς, ὡς ὑπομονῆς, ὁ ἐργάτης δέεται. Ἐπὶ μὲν γὰρ τῆς δευτέρας λήψεται στέφανον· ἐπὶ δὲ τῆς προτέρας ὄλεθρον κομίσεται.

83. Ὑπομονητικὸς ἀνὴρ πρὸ μνήματος τέθνηκε, μνῆμα ἑαυτοῦ τὴν κέλλαν ποιησάμενος.

84. Ὑπομονὴν ἔτεκεν ἐλπὶς καὶ πένθος· ὁ γὰρ τῶν δύο χωρὶς, ἀκηδίας δοῦλος.

85. Γινώσκειν δεῖ τὸν τοῦ Χριστοῦ παλαιστὴν, ποίους μὲν τῶν ἐχθρῶν ἐκ μακρόθεν διώκειν, ποίους (1116.) σὲ προσπαλαίειν συγχωρεῖν. Ποτὲ μὲν ἡ πάλη στέφανον προεξένησε· ποτὲ δὲ ἡ παραίτησις ἀδοκίμους πεποίηκεν· οὐ λόγῳ τὰ τοιάδε ἐφικτὸν παιδεύεσθαι· οὐ γὰρ πάντες τοῖς αὐτοῖς, οὐδὲ ὡσαύτως πεποιώμεθα ἕνα·

86. τῶν πνευμάτων ἐπιτήρει νηφόντως, ἐπειδὴ καὶ αὐτός σε πολεμεῖ ἀπαύστως ἐν στάσει, καὶ μεταβάσει, καὶ καθέδρᾳ, καὶ κινήσει, καὶ ἀνακλίσει, καὶ εὐχῇ, καὶ ὕπνῳ.

87. Οἱ μὲν τῶν ἐν τῷ δρόμῳ τῆς ἡσυχίας καθεζομένων· Προωρώμην τὸν Κύριόν μου ἐνώπιόν μου διὰ παντὸς, ἐν ἑαυτοῖς ἐργασίαν κατέχουσιν. Οὐ γὰρ πάντες οἱ ἄρτοι τῆς πνευματικῆς τοῦ οὐρανίου σίτου ἐργασίας, μονοειδεῖς ὑπάρχουσι. Ἕτεροι δέ· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν· ἄλλοι· Γρηγορεῖτε, καὶ προσεύχεσθε· ἕτεροι· Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου· ἄλλοι· Ἐταπεινώθην, καὶ ἔσωσέ με· τινὲς μέν· Οὐκ ἄξια τὰ παθήματατοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν· ἄλλοι πάλιν· Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος, διὰ παντὸς σκέπτονται. Πάντες μὲν τρέχουσιν.

88. Εἷς δὲ τούτων λαμβάνει τὸ βραβεῖον. Ἀκόπως, οὐ μόνον ἐγρηγορὼς, ἀλλὰ καὶ καθεύδων ὁ προκόψας ἐργάζεται. Ὅθεν τινὲς καὶ ἐν αὐτοῖς τοῖς ὕπνοις τοὺς δαίμονας προσερχομένους ἀτιμάζουσι, καὶ ἀκόλαστα γύναια περὶ σωφροσύνης νουθετοῦσι.

89. Μὴ ἀνάμενε, μηδὲ προπαρασκευάζου παρουσίας· ἁπλῆ γὰρ ὅλη καὶ ἄδετος τῆς ἡσυχίας ἡ κατάστασις.

90. Οὐδεὶς θέλων οἰκοδομῆσαι πύργον, καὶ κέλλαν ἡσυχίας ἐπιχειρεῖ, εἰ μὴ πρότερον καθήσας ψηφίσει καὶ ψηλαφίσει [al. ψηλαφήσει], διὰ προσευχῆς, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμὸν ἰδιώματα, μήποτε γένηται μετὰ τὴν τοῦ θεμελίου καταβολὴν γελεῖον τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἐμπόδιον ἑτέροις ἐργάταις·

91. σκόπει τὴν ἐπιδημοῦσαν ἡδύτητα, μήπως ἐκ πικρῶν ἰατρῶν, μᾶλλον δὲ ἐπιβούλων δολίως συνεκράθη.

92. Νύκτωρ μὲν τὰ πολλὰ τῇ προσευχῇ δίδου, τὰ δὲ βραχέα τῇ ψαλμῳδίᾳ· ἡμέρα[ς] δὲ πρὸς τὴν σὴν πάλιν παρασκευάζου δύναμιν·

93. οὐ μετρίως φωτίζειν καὶ ἐπισυνάγειν τὸν νοῦν ἡ ἀνάγνωσις πέφυκε· λόγοι γὰρ Πνεύματος ἁγίου ὑπάρχουσι, καὶ τοὺς μετερχομένους πάντως ῥυθμίζουσιν·

94. ἔστω σοι ἐργάτῃ ὄντι τὰ ἀναγινωσκόμενα πρακτικά· τούτων γὰρ ἡ ἐργασία περιττὴν ποιεῖ τὴν τῶν λοιπῶν ἀνάγνωσιν·

95. πόνοις μᾶλλον, καὶ μὴ δέλτοις τοὺς τῆς ὑγείας λόγους φωτίζεσθαι ζήτει·

96. ἀλλοτριονόους πρὸ δυνάμεως πνευματικῆς, μὴ μετέρχου λόγους. Σκότους γὰρ ὄντα ῥήματα, τοὺς ἀδυνάτους σκοτίζουσι·

97. μία κύλιξπολλάκις γεῦσιν οἴνου ἐσήμανε· καὶ εἷς λόγος ἡσυχαστοῦ τοῖς γεύσασθαι δυναμένοις πᾶσαν αὐτοῦ τὴν ἔνδον ὑπέδειξεν ἐργασίαν, καὶ κατάστασιν. Ἄρεπτον [ἀρέμβαστον] ψυχῆς ὄμμα κέκτησο πρὸς οἴησιν· οὐ γάρ ἐστιν ἐν κλοπαῖς τι ταύταις ὀλεθριώτερον.

99. Φείδου τῆς γλώσσης προϊών· οἶδε γὰρ συντόμως πολλοὺς καμάτους σκορπίζειν.

100. Ἀπερίεργον ἄσκει κατάστασιν· μολύνειν γὰρ τὴν ἡσυχίαν περιεργία ὡς οὐκ ἄλλο τι δύναται.

101. Τοῖς παραβάλλουσι τὰ χρειώδη παράβαλλε, σώματι λέγω καὶ (1117.) πνεύματι· εἰ μὲν σοφώτεροι καθεστήκασι διὰ σιωπῆς τὴν φιλοσοφίαν ἐπιδειξώμεθα. Εἰ δὲ ἀδελφοὶ τῇ καταστάσει, συμμέτρως τὴν θύραν ἀνοίξωμεν. Πλὴν ἄμεινον πάντας ὑπερέχειν λογίζεσθαι.

102. Βουλόμενόν με πάντῃ ἀποτρέπειν ἐν ταῖς συνάξεσι τὸ τοῦ σώματος ἔργον τοῖς ἔτι νηπιώδεσιν, ἐπέσχεν ὁ τὴν ψάμμον ἐν τῇ ἀναβολίδι παννυχὶ φέρων.

103. Ὥσπερ ἐναντιοῦται τῷ λόγῳ τῶν δογμάτων τῆς ἁγίας καὶ ἀκτίστου, καὶ προσκυνητῆς Τριάδος τὰ περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς αὐτῆς πανυμνήτου μονάδος [Τριάδος]· τὰ μὲν γὰρ ἐκεῖ πληθυντικὰ, ἐν τούτῳ ὑπάρχουσι ἑνικά· τὰ δὲ ἐκεῖ ἑνικὰ, ἐνταῦθά εἰσι πληθυντικά· οὕτως ἕτερα τὰ τῇ ἡσυχίᾳ, καὶ ἄλλα τὰ τῇ ὑπακοῇ πρέποντα ἐπιτηδεύματα.

104. Ὁ μὲν θεῖός φησιν Ἀπόστολος· Τίς ἔγνω νοῦν Κυρίου; ἐγὼ δὲ λέγω· Τίς ἔγνω νοῦν ἀνθρώπου ἡσυχαστοῦ σώματι καὶ πνεύματι;

ΜΕΡΟΣ ΔΕΥΤΕΡΟΝ
(Περὶ διαφορᾶς καὶ διακρίσεως ἡσυχιῶν)

ΣΕ ΚΑΘΕ ἐπιστήμη καὶ τέχνη, ὅπως τὸ γνωρίζουν ὅλοι, παρατηροῦνται διαφορὲς στὶς ἀπόψεις καὶ τὶς θελήσεις. Διότι δὲν μποροῦν ὅλοι νὰ κατακτήσουν τὸ τέλειο, εἴτε διότι ὑστεροῦν στὸν ζῆλο εἴτε διότι στεροῦνται δυνάμεως. Ὑπάρχουν λοιπὸν ἄνθρωποι ποὺ εἰσέρχονται σ᾿ αὐτὸν τὸν λιμένα ἢ καλύτερα τὸ πέλαγος ἢ ἴσως στὸν βυθό, ἐπειδὴ δὲν μποροῦν νὰ κυβερνήσουν τὸ στόμα τους καὶ ἐπειδὴ συνήθισαν στὴν σωματικὴ ἀργία. Καὶ ἄλλοι διότι εἶναι ἀσυγκράτητοι στὸν θυμὸ καὶ δὲν μποροῦν νὰ κυβερνήσουν τὸ στόμα τους καὶ ἐπειδὴ συνήθισαν στὴν σωματικὴ ἀργία. Καὶ ἄλλοι διότι εἶναι ἀσυγκράτητοι στὸν θυμὸ καὶ δὲν μποροῦν οἱ ταλαίπωροι νὰ τὸν συγκρατήσουν, ὅταν ζοῦν μαζὶ μὲ πλῆθος ἀνθρώπων.

Ἄλλοι ἀπὸ ἰδιορρυθμία μᾶλλον, παρὰ ἀπὸ καθοδήγησι ἄλλου, νομίζοντας ὑπερήφανα ὅτι θὰ κατορθώσουν νὰ τὸ διαπλεύσουν αὐτὸ τὸ πέλαγος. Ἄλλοι ἐπειδὴ δὲν μποροῦν νὰ ἐγκρατεύωνται ζωντας μέσα σὲ ἄφθονα ὑλικὰ ἀγαθά. Ἄλλοι γιὰ νὰ προοδεύσουν περισσότερο μὲ τὴν ἀπομονωμένη αὐτὴ ζωή. Ἄλλοι γιὰ νὰ τιμωρήσουν ἀφανῶς τὸν ἑαυτό τους γιὰ τὶς ἁμαρτίες τους. Καὶ ἄλλοι γιὰ νὰ ἀποκτήσουν δόξα. Ὑπάρχουν ὅμως καὶ μερικοὶ ἄλλοι -«εἰ ἄρα καὶ ἐλθῶν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τοιούτους ἐπὶ τῆς γῆς» (πρβλ. Λουκ. ιη´ 8)- οἱ ὁποῖοι συνεζεύχθησαν τὴν ὁσία αὐτή, δηλαδὴ τὴν ἡσυχία, ἀπὸ τρυφὴ καὶ ἀπὸ δίψα τῆς ἀγάπης καὶ τῆς γλυκύτητος τοῦ Θεοῦ. Καὶ δὲν τὸ ἔκαναν αὐτό, παρὰ ἀφοῦ προηγουμένως διεζεύχθησαν κάθε εἴδους ἀκηδία. Διότι ἡ σχέσις μὲ τὴν ἀκηδία στὴν ἡσυχαστικὴ ζωὴ ὑπολογίζεται ὡς πορνεία.

2. Σύμφωνά μὲ τὴν μικρὴ γνῶσι ποὺ μοῦ ἐδόθηκε, σὰν ἄσοφος ἀρχιτέκτων ἐλάξευσα κλίμακα ἀναβάσεως, καὶ καθένας ἡσυχαστὴς ἂς βλέπη σὲ ποιὰ βαθμίδα εὑρίσκεται: Ξεκίνησε ἀπὸ ἰδιορρυθμία ἢ γιὰ τὴν δόξα τῶν ἀνθρώπων ἢ γιὰ τὴν πολυλογία του ἢ γιὰ τὸν ἀσυγκράτητο θυμό του ἢ γιὰ τὴν πολλή του προσπάθεια ἢ γιὰ νὰ ἐξοφλήση τὶς ἁμαρτίες του ἢ γιὰ νὰ προοδεύσῃ περισσότερο ἢ γιὰ νὰ αὐξήση τὸ πῦρ τοῦ θείου ἔρωτος; Αὐτοὺς ποὺ ἀνέφερα τελευταίους θὰ εἶναι στὶς πρῶτες βαθμίδες, καὶ αὐτοὺς ποὺ ἀνέφερα πρώτους, στὶς τελευταῖες. Καὶ οἱ ἑπτὰ πρῶτες βαθμίδες εἶναι ἐργασίες τοῦ παρόντος αἰῶνος, ὁ ὁποῖος διακρίνεται γιὰ τὶς ἑπτὰ ἡμέρες τῆς ἑβδομάδος -ἄλλες ἐργασίες ἀπὸ αὐτὲς εἶναι δεκτὲς ἀπὸ τὸν Θεὸν καὶ ἄλλες ἀπαράδεκτες- ἐνῷ ἡ ὀγδόη βαθμίδα εἶναι φανερὸ ὅτι ὑποδηλώνει τὸν μέλλοντα αἰώνα.

3. Νὰ παρατηρῆς, ὦ μοναχὲ ὁλομόναχε, τὶς ὧρες ποὺ βγαίνουν τὰ θηρία, εἰδεμὴ δὲν θὰ κατορθώσης νὰ στήνης τὶς κατάλληλες παγίδες. Ἐὰν ἀπομακρύνθηκε τελείως αὐτὴ ποὺ πῆρε τὸ διαζύγιο, δηλαδὴ ἡ ἀκηδία, εἶναι περιττὴ ἡ ἐργασία. Ἐὰν ὅμως ξεπροβάλλη ἀκόμη μὲ θράσος, τότε δὲν γνωρίζω πῶς θὰ ἀσκήσω τὴν ἡσυχία. Γιατί ἄραγε δὲν ἀνεδείχθησαν τόσοι φωστῆρες ἀνάμεσα στοὺς ὁσίους Ταβεννησιῶτες ὅσοι στοὺς Σκητιῶτες (3); Ὁ νοῶν νοείτω, διότι ἐγὼ δὲν μπορῶ ἢ μᾶλλον δὲν θέλω νὰ ὁμιλήσω. Ἄλλοι ζοῦν μέσα στὸν βυθὸ τῆς ἡσυχίας ὀλιγοστεύοντας τὰ πάθη, ἄλλοι ψάλλοντας καὶ τὸν περισσότερο καιρὸ «τῇ προσευχῇ προσκαρτεροῦντες», καὶ ἄλλοι ἀφοσιωμένοι στὴν θεωρία. (Ποιοὶ εἶναι αὐτοί;) Ἂς δοθῇ ἀπάντησις, ἀφοῦ ληφθῇ ὑπ᾿ ὄψιν ἡ διάταξις τῆς προηγουμένης κλίμακος. Ὅποιος μπορεῖ νὰ τὸ δεχθῇ καὶ νὰ τὸ κατανοήση, ἂς τὸ κατανοήση μὲ τὴν βοήθεια τοῦ Κυρίου (4).

4. Ὑπάρχουν ρᾴθυμες ψυχὲς ποὺ ζοῦν σὲ Κοινόβια, καὶ ἐπειδὴ εὑρῆκαν ἐκεῖ πολλὲς αἰτίες γιὰ τὴν ρᾳθυμία τους, κατήντησαν σὲ τελεία ἀπώλεια. Καθὼς ἐπίσης καὶ ἄλλες ποὺ μὲ τὴν συμβίωσι μὲ τοὺς ὑπολοίπους ἀδελφοὺς ἀπέβαλαν τὴν ρᾳθυμία τους. Καὶ αὐτὸ δὲν συνέβη μόνο στοὺς πολὺ ἀμελεῖς, ἀλλὰ πολλὲς φορὲς καὶ στοὺς ἐπιμελεῖς, (οἱ ὁποῖοι ἔγιναν πιὸ ἐπιμελεῖς). Τὸν ἴδιο κανόνα μποροῦμε νὰ χρησιμοποιήσωμε καὶ στὴν ἡσυχαστικὴ ζωή. Ἐδέχθηκε πολλοὺς ἐκλεκτούς, ἀλλὰ τοὺς ἀπεδοκίμασε ἐξ αἰτίας τῆς ἰδιορρυθμίας τους καὶ τοὺς ἀπέδειξε φιληδόνους. Ἐδέχθηκε καὶ ἄλλους, τοὺς ὁποίους μὲ τὸν φόβο καὶ τὴν ἀγωνία γιὰ τὰ κρίματά τους, τοὺς ἀνέδειξε ἀγωνιστικοὺς καὶ φλογερούς.

5. Ἂς μὴ τολμήση κανεὶς νὰ γευθῇ καὶ ἴχνος ἀκόμη τῆς ἡσυχίας, ἐὰν ἐνοχλῆται ἀπὸ τὸν θυμό, τὴν οἴησι, τὴν ὑποκρισία καὶ τὴν μνησικακία, μήπως τὸ μόνο ποὺ θὰ κερδήση ἀπὸ αὐτὴν εἶναι ἡ παραφροσύνη. Ὅποιος εἶναι καθαρὸς ἀπὸ αὐτά, αὐτὸς θὰ καταλάβη τὸ συμφέρον του, ἂν καὶ νομίζω ὅτι οὔτε αὐτὸς θὰ τὸ καταλάβη.

6. Τὰ σημάδια καὶ τὰ στάδια καὶ οἱ ἀποδείξεις αὐτῶν ποὺ ἀσκοῦν μὲ φρόνησι καὶ μὲ σύστημα τὴν ἡσυχία εἶναι τὰ ἑξῆς: Νοῦς ἀκύμαντος, ἐξαγνισμένη σκέψις, ἁρπαγὴ πρὸς Κύριον, ἀναπαράστασις τῶν τιμωριῶν τῆς κολάσεως, ἐπιθυμία σύντομου θανάτου, προσευχὴ ἀκόρεστος, καρδία ποὺ δὲν κλέπτεται ἀπὸ τοὺς δαίμονας, ἀφανισμὸς τῆς πορνείας, ἄγνοια τῆς προσπαθείας, θάνατος τοῦ κόσμου, ἀνορεξία τῆς γαστριμαργίας, αἰτία καὶ ἀφορμὴ τῆς θεολογίας, πηγὴ τῆς διακρίσεως, δάκρυα κατὰ βούλησιν, ἀπώλεια τῆς πολυλογίας, καὶ ἀπόκτησις οἱουδήποτε ἄλλου πράγματος στὸ ὁποῖο συνήθως ἐναντιώνονται τὰ πλήθη τῶν ἀνθρώπων. Ἐκείνων ὅμως ποὺ ἀσκοῦν τὴν ἡσυχία χωρὶς φρόνησι καὶ σύστημα, νὰ ποιὰ εἶναι ἡ πτωχεία τοῦ πλούτου (5): Αὔξησις τῆς ὀργῆς, ἀποθήκευσις τῆς μνησικακίας, μείωσις τῆς ἀγάπης, ἀπόκτησις τῆς ὑπερηφανείας, καὶ κάτι ἄλλο ποὺ τὸ ἀποσιωπῶ (6).

7. Ἐπειδὴ ἐφθάσαμε στὸ σημεῖο αὐτὸ τοῦ λόγου, εἶναι ἀνάγκη νὰ ὁμιλήσωμε τώρα καὶ γι᾿ αὐτοὺς ποὺ ζοῦν ὡς ὑποτακτικοί. Ἄλλωστε ὁ λόγος μας ἀπευθύνεται κυρίως πρὸς αὐτούς. Ἐκείνων λοιπὸν ποὺ ἔχουν συζευχθῆ «νομίμως καὶ ἀμοιχεύτως καὶ ἀμολύντως» τὴν σεμνὴ καὶ εὐπρεπῆ ὑποταγή, σημάδια σύμφωνα μὲ τοὺς θεοφόρους Πατέρας εἶναι τὰ ἑπόμενα, τὰ ὁποῖα βεβαίως τελειοποιοῦνται στὸν καιρό τους, πλὴν ὅμως καθημερινῶς παρουσιάζουν συνεχῆ αὔξησι καὶ πρόοδο:

Αὔξησις τῆς πρώτης ταπεινώσεως ποὺ ἔδειχναν ὡς ἀρχάριοι, μείωσις τοῦ θυμοῦ -πῶς νὰ μὴ μειωθῇ, ἐφ᾿ ὅσον ἀδειάζει ἡ ψυχὴ ἀπὸ τὴν χολὴ καὶ τὴν πικρία τοῦ κακοῦ;- ἔλλειψις τοῦ πνευματικοῦ σκοτισμοῦ, πρόοδος στὴν ἀγάπη, ἀπαλλαγὴ ἀπὸ τὰ πάθη, λύτρωσις ἀπὸ τὸ μίσος, μείωσις τῆς λαγνείας, προερχομένη ἀπὸ τὸν αὐστηρὸ ἔλεγχο, ἄγνοια τῆς ἀκηδίας, αὔξησις τοῦ ζήλου, ἀγάπη πρὸς τὴν εὐσπλαγχνία καὶ τέλος ἀποξένωσις ἀπὸ τὴν ὑπερηφάνεια – κατόρθωμα ποὺ ὅλοι εὔχονται νὰ τὸ ἀποκτήσουν, ὀλίγοι ὅμως τὸ ἀποκτοῦν. Ὅταν μία πηγὴ στερῆται ὕδατος, δὲν ἁρμόζει νὰ ὀνομάζεται πηγή. Καὶ αὐτὸ ποὺ θέλω νὰ εἰπῶ ἐν συνεχείᾳ τὸ καταλαβαίνουν ὅσοι διαθέτουν νοῦ. (Ὅποιος δηλαδὴ δὲν ἔχει αὐτιά, ματαίως ὀνομάζεται ὑποτακτικός).

8. Ἡ ὕπανδρος κόρη, ποὺ δὲν ἐφύλαξε καθαρὴ τὴν κοίτη τοῦ ἀνδρός της, ἐμόλυνε τὸ σῶμα της, ἐνῷ ἡ ψυχὴ ποὺ δὲν ἐτήρησε τὶς ὑποσχέσεις της ἐμόλυνε τὸ πνεῦμα της. Καὶ στὴν πρώτη ἔρχονται σὰν συνέπειες: ἡ κατηγορία, τὸ μίσος, τὰ κτυπήματα, καὶ -τὸ χειρότερο ἀπ᾿ ὅλα- ὁ χωρισμὸς ἀπὸ τὸν ἄνδρα της. Ἐνῷ στὴν δευτέρα: μολυσμοί, λήθη τοῦ θανάτου, ἀπληστία τῆς κοιλίας, ἀκράτεια τῶν ὀφθαλμῶν, πρόοδος στὴν κενοδοξία, ἀχόρταγος ὕπνος, σκληροκαρδία, ἀναισθησία, συσσώρευσις πονηρῶν λογισμῶν, αὔξησις τῶν συγκαταθέσεων πρὸς αὐτούς, αἰχμαλωσία τῆς καρδίας, δημιουργία ταραχῶν, ἀνυπακοή, ἀντιλογία, ἀπιστία, ἀπληροφόρητος καρδία, πολυλογία, προσπάθεια καὶ -τὸ χειρότερο ἀπ᾿ ὅλα- ἡ παρρησία, καὶ τὸ ἀκόμα χειρότερο καὶ πιὸ ἀξιολύπητο ἡ ἀκατάνυκτος καρδία, τὴν ὁποία, ἂν δὲν προσέξη κανείς, διαδέχεται ἡ ἀναλγησία ποὺ εἶναι μητέρα τῶν δαιμόνων καὶ τῶν πτώσεων.

9. Τοὺς ἡσυχαστὰς τοὺς πολεμοῦν οἱ πέντε, ἐνῷ τοὺς ὑποτακτικοὺς οἱ τρεῖς μόνο ἀπὸ τοὺς ὀκτώ (7). Ἐκεῖνος ποὺ ἀσκεῖ τὴν ἡσυχία καὶ πολεμεῖ ἀκόμη ἐναντίον τῆς ἀκηδίας ζημιώνεται πολύ, διότι τὸν χρόνο τῆς προσευχῆς καὶ τῆς θεωρίας τὸν ξοδεύει στὸν ἀγώνα κατὰ τῶν μεθοδειῶν καὶ ἐπιθέσεών της.

10. Κάποτε, ἐνῷ μὲ εἶχε κυριεύσει ἡ ῥᾳθυμία καὶ σχεδὸν ἐσκεπτόμουν νὰ ἐγκαταλείψω τὸ κελλί μου, μὲ ἐπισκέφθηκαν μερικοὶ ἄνδρες καὶ μὲ ἐμακάρισαν ἀρκετὰ ὡς ἡσυχαστή. Ὁ λογισμὸς τότε τῆς ῥᾳθυμίας ἀνεχώρησε παρευθὺς διωγμένος ἀπὸ τὴν κενοδοξία. Καὶ ἐθαύμασα πῶς ὁ τρίβολος αὐτὸς δαίμων ἀντιμάχεται ὅλα τὰ ἄλλα πονηρὰ πνεύματα!

11. Νὰ παρατηρῆς κάθε ὥρα τοὺς ῥαπισμοὺς τῆς συζύγου σου, δηλαδὴ τῆς σαρκός σου, καὶ τοὺς παραρριπισμοὺς (8) καὶ τὶς διαθέσεις καὶ τὶς ἐπιθυμίες, καὶ πῶς καὶ πρὸς τὰ ποῦ κλίνει. Ὅποιος ἀπέκτησε μὲ τὴν χάρι τοῦ Ἁγίου Πνεύματος γαλήνη, ἐκεῖνος δὲν ἀγνοεῖ τὸ ζήτημα.

12. Τὸ ἀρχικὸ καὶ πρῶτο ἔργο τῆς ἡσυχαστικῆς ζωῆς εἶναι ἡ ἀμεριμνία γιὰ ὅλα τὰ πράγματα, καὶ τὰ σημαντικὰ καὶ τὰ ἀσήμαντα, διότι ὅποιος ἀνοίξη θύρα στὰ πρῶτα, θὰ ἀρχίση ὁπωσδήποτε νὰ ἀσχολῆται καὶ μὲ τὰ δεύτερα. Δεύτερο ἔργο τῆς ἡσυχαστικῆς ζωῆς εἶναι ἡ ἀκούραστη προσευχή. Καὶ τρίτο, ἡ ἄσυλος ἐργασία τῆς καρδίας, (τὸ νὰ μὴ βλάπτεται δηλαδὴ ἀπὸ τοὺς περισπασμοὺς ἢ τοὺς δαίμονας). Εἶναι φύσει ἀδύνατον σ᾿ αὐτὸν ποὺ δὲν ἔμαθε γράμματα, νὰ διαβάζη τὰ βιβλία. Περισσότερο ὅμως ἀδύνατον εἶναι σὲ ὅσους ἡσυχαστὰς δὲν ἀπέκτησαν τὸ πρῶτο, νὰ ἀσκήσουν ὀρθὰ τὰ δυὸ ἄλλα.

13. Ἐνῷ κάποτε ἀσκοῦσα τὴν μεσαία ἐργασία, (δηλαδὴ τὴν συνεχῆ προσευχή), εὑρέθηκα ἀνάμεσα στοὺς μεσαίους, (δηλαδὴ στοὺς Ἀγγέλους, οἱ ὁποῖοι εὑρίσκονται μεταξὺ Θεοῦ καὶ ἀνθρώπων) (9). Καὶ ἕνας Ἄγγελος μὲ διεφώτιζε ὅ,τι ἐδιψοῦσα νὰ μάθω, ἀλλὰ πάλι εἶχα τὶς ἴδιες ἀπορίες. Ζητοῦσα νὰ μάθω πῶς ἦταν ὁ Ἄρχων, (ὁ Χριστὸς δηλαδή), πρὸς τῆς ἐνανθρωπήσεώς Του, ἀλλὰ δὲν μποροῦσε νὰ μοῦ τὸ διδάξη, διότι οὔτε τοῦ ἐπετρεπόταν. Τὸν παρακαλοῦσα πάλι νὰ μοῦ εἰπῆ, πῶς καὶ σὲ ποιὰ μορφὴ εὑρίσκεται τώρα. Καὶ μοῦ ἀπαντοῦσε: «Μὲ τὴν ἴδια μορφὴ (τὴν θεανθρώπινη), ἀλλ᾿ ὄχι μὲ τὴν ἴδια φθαρτὴ ἀνθρώπινη σάρκα». Ἐγὼ πάλι τὸν ἐρωτοῦσα: «Τί σημαίνει ἡ δεξιὰ τοῦ Αἰτίου, (τοῦ Πατρὸς δηλαδή), στάσις καὶ καθέδρα τοῦ Χριστοῦ;» «Εἶναι ἀδύνατον, μοῦ ἀπαντοῦσε, νὰ διδαχθῇ ἀκοὴ ἀνθρώπου αὐτὰ τὰ μυστήρια». Καὶ ἐγὼ τὴν ὥρα αὐτὴ τοῦ εἶπα νὰ μὲ ὁδηγήση ἐκεῖ ὅπου μὲ εἵλκυε ὁ πόθος μου (10). «Δὲν ἔφθασε ἀκόμη ἡ ὥρα, μοῦ εἶπε, διότι στερεῖσαι τὸ πῦρ τῆς ἀφθαρσίας (τὸ ὁποῖο, ἐννοεῖται, θὰ ἀποκτήσης στὴν ἄλλη ζωή)». Ὅλα αὐτὰ ποὺ ἀνέφερα, ἂν τὰ ἔζησα μαζὶ μὲ τὸ χῶμα, (τὸ σῶμα δηλαδή), δὲν γνωρίζω· ἂν πάλι χωρὶς τὸ χῶμα, δὲν μπορῶ τίποτε νὰ εἰπῶ.

14. Εἶναι πολὺ δύσκολο νὰ ἀποτινάξη κανεὶς τὸν μεσημβρινὸ ὕπνο, καὶ μάλιστα τὴν θερινὴ περίοδο. Τόσο ἴσως μόνο ἂς μὴ ἀφίνη ὁ ἡσυχαστὴς τὸ ἐργόχειρο.

15. Ἀντελήφθηκα τὸν δαίμονα τῆς ἀκηδίας νὰ προπαρασκευάζη καὶ νὰ προετοιμάζη τὸν δρόμο στὸν δαίμονα τῆς πορνείας. Ἀφοῦ δηλαδὴ δημιουργήση χαύνωσι στὸ σῶμα καὶ τὸ βυθίση στὸν ὕπνο, ἔρχεται ὁ δαίμων τῆς πορνείας καὶ μολύνει τόσο ἔντονα τὸν ἡσυχαστή, μὲ τόσο ζωντανὲς φαντασίες, σὰν νὰ ἦταν ξυπνημένος. Ἐὰν ἀντισταθῆς γενναῖα στοὺς δαίμονας αὐτούς, ὁπωσδήποτε θὰ σὲ πολεμήσουν σκληρά. Καὶ τοῦτο, γιὰ νὰ σὲ πείσουν ὅτι δὲν κερδίζεις τίποτε, καὶ ἔτσι νὰ παύσης νὰ ἀγωνίζεσαι. Τίποτε ἄλλο ὅμως δὲν φανερώνει τὴν ἥττα τῶν δαιμόνων, ὅσο ὁ σκληρὸς πόλεμος ποὺ κάνουν ἐναντίον μας.

16. Ὅταν ἐξέρχεσαι ἀπὸ τὸ κελλί σου, φύλαγε καλὰ ὅσα ἔχεις συναθροίσει. Διότι, ὅταν ἀνοίγη ἡ πόρτα, τὰ κλεισμένα πτηνὰ πετοῦν· ὁπότε δὲν θὰ προέλθη κανένα ὄφελος ἀπὸ τὴν ἡσυχία.

17. Μία μικρὴ τρίχα ἀναστατώνει τὸν ὀφθαλμό, καὶ μία μικρὴ φροντίδα ἐξαφανίζει τὴν ἡσυχία. Διότι ἡσυχία σημαίνει ἀπόθεσις σκέψεων καὶ ἀπάρνησις σπουδαίων καὶ ἀναγκαίων φροντίδων.

18. Ὅποιος κατέκτησε ἀληθινὰ τὴν ἡσυχία, δὲν θὰ φροντίση πλέον γιὰ τὶς ὑλικές του ἀνάγκες, διότι πιστεύει ὅτι ὁ Θεὸς εἶναι ἀψευδὴς στὶς ὑποσχέσεις Του.

19. Ὅποιος ἐπιθυμεῖ νὰ παρουσιάζη καθαρὸ τὸν νοῦ του ἐνώπιον τοῦ Θεοῦ καὶ συγχρόνως ταράζεται ἀπὸ διάφορες φροντίδες, ὁμοιάζει μὲ ἐκεῖνον ποὺ ἔχει σφικτὰ δεμένα τὰ πόδια του, καὶ προσπαθεῖ νὰ βαδίζη γοργά.

20. Εἶναι σπάνιοι ἐκεῖνοι ποὺ ἐσπούδασαν καὶ ἐγνώρισαν πλήρως τὴν κατὰ κόσμον σοφία. Ἐγὼ νομίζω ὅτι εἶναι σπανιώτεροι ἐκεῖνοι ποὺ κατέχουν τὴν κατὰ Θεὸν ἡσυχαστικὴ φιλοσοφία. Ἐκεῖνος ποὺ δὲν ἐγνώρισε ἀκόμη τὸν Θεόν, εἶναι ἀκατάλληλος γιὰ τὴν ἡσυχία καὶ ἐκτεθειμένος σὲ πολλοὺς κινδύνους. Αὐτοὺς ποὺ εἶναι ἄπειροί τους ἀποπνίγει ἡ ἡσυχία, διότι, ἐφ᾿ ὅσον δὲν ἔχουν γευθῆ τὸν Θεόν, ξοδεύουν τὸν καιρό τους σὲ αἰχμαλωσίες, σὲ κλοπὲς (ἀπὸ τὸν διάβολο), σὲ ἀκηδίες καὶ ρεμβασμούς.

21. Ὅποιος ἐγεύθηκε ὀλίγο τὸ κάλλος τῆς προσευχῆς, θὰ φύγῃ μακρυὰ ἀπὸ τὰ πλήθη τῶν ἀνθρώπων, ὅπως ὁ ἄγριος ὄνος. Διότι ποιὸς ἄλλος ἐκτὸς ἀπὸ αὐτὴν ἀπήλλαξε τὸν ἄγριον ὄνο ἀπὸ κάθε ἀνθρώπινη συναναστροφή; (πρβλ. Ἰὼβ λθ´ 5).

22. Ὅποιος περιφέρει ἐπάνω του τὰ πάθη καὶ ζῆ στὴν ἔρημο μὲ αὐτὰ ἀσχολεῖται καὶ αὐτὰ προσέχει, ὅπως μοῦ εἶπε καὶ μοῦ τὰ ἐδίδαξε κάποιος ἅγιος γέροντας -ἐννοῶ τὸν Γεώργιο τὸν Ἀρσιλαΐτη (11), ποὺ καὶ ἡ τιμιότης σου δὲν ἀγνοεῖ.

Αὐτὸς κάποτε ἐδίδασκε καὶ ποδηγετοῦσε μία ἀπρόκοφτη ψυχὴ στὴν ἡσυχαστικὴ ζωή. «Παρετήρησα -μοῦ ἔλεγε- ὅτι τὸ πρωὶ τὴν ἐπισκέπτονταν οἱ δαίμονες τῆς κενοδοξίας καὶ τῆς αἰσχρᾶς ἐπιθυμίας. Τὸ μεσημέρι, οἱ δαίμονες τῆς ἀκηδίας, τῆς λύπης καὶ τῆς ὀργῆς. Καὶ τὸ βράδυ, οἱ φιλόκοπροι καὶ τυραννικοὶ δαίμονες τῆς ἀθλίας κοιλίας».

23. Ἕνας ὑποτακτικὸς ποὺ εἶναι πτωχὸς καὶ ἀκτήμων, εἶναι ἀνώτερος ἀπὸ ἕναν ἡσυχαστὴ ποὺ περισπᾶται σὲ ὑλικὲς μέριμνες.

24. Ἐκεῖνος ποὺ ἀσκεῖ τὴν ἡσυχία μὲ ἐπίγνωσι καὶ δὲν βλέπει τὸ καθημερινό της κέρδος ἢ δὲν ἔγινε πραγματικὸς ἡσυχαστὴς ἢ κλέπτεται ἀπὸ τὴν οἴησι.

25. Ἡσυχία σημαίνει ἀκατάπαυση λατρεία τοῦ Θεοῦ καὶ παράστασις ἐνώπιόν Του.

26. Ἂς ἑνωθῇ ἡ μνήμη τοῦ Ἰησοῦ μὲ τὴν ἀναπνοή σου, καὶ τότε θὰ γνωρίσης τὴν ὠφέλεια τῆς ἡσυχίας.

27. Πτῶσις γιὰ τὸν ὑποτακτικὸ εἶναι ἡ ἐπιτέλεσις τοῦ ἰδίου θελήματος, ἐνῷ γιὰ τὸν ἡσυχαστὴ ἡ ἀπομάκρυνσις ἀπὸ τὴν προσευχή.

28. Ἐὰν χαίρεσαι γιὰ τὶς ἐπισκέψεις ποὺ ἔχεις στὸ κελλί σου, γνώριζε τότε ὅτι ἔχεις ἀφιερωμένο τὸν καιρό σου στὴν ἀκηδία μόνο καὶ ὄχι στὸν Θεόν.

29. Ὑπόδειγμα τῆς προσευχῆς ἂς σοῦ εἶναι ἐκείνη ἡ χήρα ποὺ τὴν ἀδικοῦσε ὁ ἀντίδικός της (πρβλ. Λουκ. ιη´ 3). Καὶ πρότυπο τῆς ἡσυχίας ὁ μέγας καὶ ἰσάγγελος ἡσυχαστὴς Ἀρσένιος. Ἐσὺ ποὺ εὑρίσκεσαι στὴν μοναξιά, νὰ ἐνθυμῆσαι τὴν ζωὴ καὶ τοὺς τρόπους τοῦ μεγάλου τούτου ἡσυχαστοῦ. Καὶ πρόσεξε ὅτι πολλὲς φορὲς ἔδιωξε μερικοὺς ἐπισκέπτας, γιὰ νὰ μὴ χάση τὸ μεγαλύτερο.

30. Ἀντελήφθηκα ὅτι οἱ δαίμονες πείθουν αὐτοὺς ποὺ περιοδεύουν ἄσκοπα, νὰ ἐπισκέπτωνται συχνότερα τοὺς πραγματικοὺς ἡσυχαστάς, γιὰ νὰ κατορθώσουν νὰ τοὺς ἐμποδίσουν ἔστω καὶ λίγο ἀπὸ τὸ ἔργο τους. Αὐτοὺς νὰ τοὺς ἐπισημαίνεις, ἀγαπητέ μου, καὶ νὰ μὴ διστάζης χάριν τῆς εὐσεβείας νὰ λυπῆς τοὺς ρᾳθύμους. Ἴσως ἀπὸ τὴν λύπη αὐτὴ νὰ σταματήσουν τὶς ἄσκοπες περιοδείες. Πρόσεξε ὅμως καλὰ μήπως, χάριν τοῦ σκοποῦ ποὺ ἀναφέραμε, λυπήσης ἄδικα καμμία ψυχὴ ποὺ διψᾶ καὶ ἔρχεται κοντὰ νὰ ἀντλήση νερό. Σὲ κάθε πράγμα σοῦ χρειάζεται ὁ λύχνος (τῆς διακρίσεως).

31. Οἱ ἡσυχασταὶ ἢ μᾶλλον ὅλοι οἱ μοναχοὶ πρέπει νὰ ζοῦν μὲ συνείδησι καὶ ἐσωτερικὴ συναίσθησι. Ἐκεῖνος ποὺ τρέχει (στὸν πνευματικὸ δρόμο) μὲ πραγματικὴ ἐπίγνωσι, προσπαθεῖ νὰ συμμορφώνωνται ὅλα -καὶ οἱ ἐνέργειες καὶ τὰ λόγια καὶ οἱ σκέψεις καὶ τὰ διαβήματα καὶ οἱ κινήσεις- σύμφωνα μὲ τὸ θέλημα τοῦ Κυρίου. Αὐτὸς ἀγωνίζεται μὲ πραγματικὴ συναίσθησι καὶ ἐνώπιον τοῦ Κυρίου. Ἐὰν ὅμως κλέπτεται σ᾿ αὐτὰ τὰ σημεῖα, τότε δὲν ἄρχισε ἀκόμη νὰ ζῆ ἐνάρετα.

32. «Θὰ γνωρίσω -λέγει κάποιος- μὲ τὸν ἦχο τοῦ ψαλτηρίου τὸ πρόβλημά μου καὶ τὸ θέλημά μου» (πρβλ. Ψαλμ. μη´ 5), διότι ἦταν ἀκόμη ἐλλιπὴς ἡ διάκρισις. Ἐγὼ ὅμως λέγω ὅτι θὰ ἀναφέρω στὸν Θεὸν μὲ τὴν προσευχὴ τὸ θέλημά μου, καὶ ἀπὸ ἐκεῖ θὰ περιμένω τὴν πληροφορία.

33. Ἡ πίστις εἶναι τὸ πτερὸ τῆς προσευχῆς. Ἐὰν δὲν τὸ ἔχῃ, «πάλιν εἰς κόλπον μου ἀποστραφήσεται» (Ψαλμ. λδ´ 13). Ἡ πίστις εἶναι ἡ ἀδίστακτη στάσις τῆς ψυχῆς, ποὺ δὲν κλονίζεται ἀπὸ καμμία ἐναντιότητα. Πιστὸς εἶναι, ὄχι ἐκεῖνος ποὺ ἔχει τὴν γνώμη ὅτι ὅλα εἶναι δυνατὰ στὸν Θεόν, ἀλλὰ ἐκεῖνος ποὺ πιστεύει ὅτι θὰ τὰ ἐπιτύχῃ ὅλα (ὅσα ζητεῖ ἀπὸ τὸν Θεόν).

34. Ἡ πίστις εἶναι αὐτὴ ποὺ μᾶς προξενεῖ τὰ ἀνέλπιστα, καὶ τοῦτο μᾶς τὸ ἀπέδειξε ὁ λῃστής. Μητέρα τῆς πίστεως εἶναι ὁ μόχθος καὶ ἡ εὐθεία καρδία. Ἡ μία τὴν κάνει ἀδίστακτη καὶ ὁ ἄλλος, (ὁ μόχθος), τὴν δημιουργεῖ. Ἡ πίστις εἶναι ἡ μητέρα τῶν ἡσυχαστῶν, διότι, ἂν δὲν πιστεύσῃ κανεὶς προηγουμένως, πῶς θὰ ἀρχίσῃ τὴν ἡσυχαστικὴ ζωή;

35. Ἐκεῖνος ποὺ ἐδέθηκε καὶ ἐκλείσθηκε στὸ δεσμωτήριο, φοβεῖται ὅτι θὰ δικασθῇ καὶ θὰ τιμωρηθῇ. Καὶ αὐτὸς ποὺ ἡσυχάζει στὸ κελλί του, δημιουργεῖ μέσα του τὸν φόβο τοῦ Κυρίου. Δὲν φοβεῖται τὸ δικαστήριο ὁ πρῶτος τόσο, ὅσο ὁ δεύτερος τὸ βῆμα τοῦ Κριτοῦ. Ὦ θαυμάσιε, στὴν ἡσυχία σου πρέπει νὰ ἔχης πολὺ φόβο, διότι τίποτε δὲν κατορθώνει νὰ ἐκδιώκῃ τόσο πολὺ τὴν ἀκηδία.

36. Ὁ ἔνοχος κοιτάζει συνεχῶς πότε θὰ ἔλθῃ στὴν φυλακὴ ὁ κριτής. Καὶ ὁ πραγματικὸς ἐργάτης τῆς ἡσυχίας κοιτάζει πότε θὰ ἔλθη ὁ Ἄγγελος (ποὺ τὸν ἀναγκάση νὰ ἐξέλθη ἀπὸ τὸ δεσμωτήριο τοῦ σώματος). Ὁ πρῶτος φέρει ὡς δεσμὰ τὸ φορτίο τῆς λύπης, καὶ ὁ δεύτερος τὴν πηγὴ τῶν δακρύων.

37. Ἐὰν ἀποκτήσῃς τὴν ράβδο τῆς ὑπομονῆς, θὰ σταματήσουν γρήγορα οἱ κύνες τὰ ἀναιδῆ γαυγίσματά τους. Ὑπομονὴ σημαίνει κόπος καὶ ἀγώνας τῆς ψυχῆς ποὺ δὲν θραύεται καὶ δὲν σαλεύεται διόλου ἀπὸ εὔλογα ἢ ἄλογα κτυπήματα καὶ πλήγματα. Ὑπομονὴ σημαίνει ἀποφασιστικὴ ἀναμονὴ καθημερινῶν θλίψεων. Ὑπομονητικὸς σημαίνει ἀγωνιστὴς ποὺ δὲν πίπτει, καὶ ποὺ μὲ τὶς πτώσεις ἀκόμη (ποὺ ὑπέστη) δημιουργεῖ τὴν νίκη. Ὑπομονὴ σημαίνει ἐκκοπὴ τῶν (ἁμαρτωλῶν) προφάσεων καὶ προσοχὴ ἐπὶ τοῦ ἑαυτοῦ σου.

38. Ὁ ἐργάτης τῆς ἀρετῆς δὲν ἔχει ἀνάγκη τόσο ἀπὸ τροφή, ὅσο ἀπὸ ὑπομονή. Διότι, ἐὰν τοῦ λείπῃ ἡ πρώτη, θὰ λάβῃ στέφανο. Ἂν ὅμως τοῦ λείπῃ ἡ Δευτέρα, τὸν περιμένει ὄλεθρος.

39. Ὁ ὑπομονητικὸς ἄνδρας ἀπέθανε πρὶν τὸν θέσουν στὸ μνῆμα, διότι ἔκανε μνῆμα τὸ κελλί του. Τὴν ὑπομονὴ τὴν ἐγέννησε ἡ ἐλπίδα καὶ τὸ πένθος, διότι ὅποιος στερεῖται αὐτὰ τὰ δυό, γίνεται δοῦλος τῆς ἀκηδίας.

40. Πρέπει νὰ γνωρίζῃ ὁ παλαιστὴς τοῦ Χριστοῦ, ποιοὺς ἐχθροὺς θὰ τοὺς καταδιώκῃ ἀπὸ μακρυά, καὶ ποιοὺς θὰ ἀφίνῃ νὰ παλαίουν μαζί του σῶμα πρὸς σῶμα. Ἄλλες φορὲς ἡ πάλη προξένησε στέφανο, καὶ ἄλλες φορὲς ἡ ἀποφυγή της ἔκανε τοὺς παλαιστὰς ἀδοκίμους. Αὐτὰ ὅμως δὲν εἶναι δυνατὸν νὰ διδαχθοῦν μὲ λόγια, διότι δὲν γινόμαστε ὅλοι ὅμοιοι στὰ ἴδια ζητήματα καὶ μὲ τὸν ἴδιο τρόπο.

41. Πρόσεχε ἄγρυπνα ἕναν δαίμονα, διότι καὶ αὐτὸς σὲ πολεμεῖ ἀκατάπαυστα, καὶ ὅταν ἵστασαι καὶ ὅταν μετακινῆσαι καὶ ὅταν κάθεσαι καὶ ὅταν κινῆσαι καὶ ὅταν πέφτῃς στὸ κρεββάτι καὶ ὅταν προσεύχεσαι καὶ ὅταν κοιμᾶσαι (12).

42. Μερικοὶ ἀπὸ αὐτοὺς ποὺ ἀκολουθοῦν τὸν δρόμο τῆς ἡσυχίας, ἀσχολοῦνται συνεχῶς μὲ τὴν ἐφαρμογὴ τοῦ λόγου: «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός» (Ψαλμ. ιε´ 8). Διότι δὲν εἶναι ἑνὸς μόνο εἴδους ὅλοι οἱ ἄρτοι τῆς πνευματικῆς τροφῆς τοῦ οὐρανίου σίτου. Ἄλλοι ἀσχολοῦνται μὲ τό: «Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν» (Λουκ. κα´ 19). Ἄλλοι μὲ τό: «Γρηγορεῖτε καὶ προσεύχεσθε» (Ματθ. κς´ 41). Ἄλλοι μὲ τό: «Ἑτοίμαζε εἰς τὴν ἔξοδόν σου τὰ ἔργα σου» (Παρ. κδ´ 27). Ἄλλοι μὲ τό: «Ἐταπεινώθην καὶ ἔσωσέ με» (Ψαλμ. ριδ´ 6). Μερικοί μὲ τό: «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν» (Ῥωμ. η´ 18). Μερικοὶ σκέπτονται συνεχῶς τό: «Μήποτε ἁρπάση, καὶ οὗ μὴ ᾗ ὁ ρυόμενος» (Ψαλμ. μθ´ 22). Ὅλοι βεβαίως τρέχουν, ἕνας ὅμως ἀπὸ αὐτοὺς παίρνει τὸ βραβεῖο ἀκόπως (13).

43. Ὅποιος ἔχει προοδεύσει, ὄχι μόνο ὅταν εἶναι ξύπνιος, ἀλλὰ καὶ ὅταν κοιμᾶται, ἐργάζεται. Ἔτσι μερικοὶ καὶ στὸν ὕπνο ἐξευτελίζουν τοὺς δαίμονας ποὺ ἔρχονται νὰ τοὺς πειράξουν, καὶ τὰ ἀκόλαστα γύναια (ποὺ ἐμφανίζονται στὰ ὄνειρά τους) τὰ συμβουλεύουν νὰ σωφρονισθοῦν.

44. Μὴ κάθεσαι καὶ ἀναμένης τοὺς διαφόρους ἐπισκέπτες καὶ μὴ κάνης καμμία προπαρασκευή, διότι ὅλη ἡ κατάστασις τῆς ἡσυχίας εἶναι ἁπλὴ καὶ ἐλευθέρα ἀπὸ δεσμεύσεις.

45. Κανεὶς ἀπὸ ἐκείνους ποὺ θέλουν νὰ οἰκοδομήσουν ἕναν πύργο ἢ ἕνα ἡσυχαστικὸ κελλὶ δὲν ἀρχίζει τὸ ἔργο του, πρὶν καθήσῃ καὶ ὑπολογίσῃ ἢ ἐρευνήσῃ μὲ τὴν προσευχή, ἐὰν ἔχῃ τὶς προϋποθέσεις γιὰ τὴν ὁλοκλήρωσι τοῦ ἔργου. Καὶ τοῦτο, μήπως μετὰ τὴν κατάθεσι τοῦ θεμελίου γίνη περίγελως στοὺς ἐχθρούς του καὶ ἐμπόδιο στοὺς ἄλλους ἐργάτες, (ἐφ᾿ ὅσον δὲν θὰ ἀποτελειώσῃ τὸ ἔργο του) (πρβλ. Λουκ. ιδ´ 28).

46. Πρόσεξε καλὰ τὴν γλυκύτητα ποὺ ἔρχεται (στὴν ψυχή σου), μήπως ἔχει δολίως παρασκευασθῆ ἀπὸ πικροὺς ἢ μᾶλλον ἐπιβούλους ἰατρούς.

47. Τὴν νύκτα τὸν περισσότερο χρόνο νὰ τὸν ἀφιερώνης στὴν προσευχὴ καὶ τὸν ὀλιγώτερο στὴν ψαλμῳδία. Τὴν ἡμέρα, ἀνάλογα μὲ τὶς δυνάμεις σου. Δὲν εἶναι ὀλίγος ὁ φωτισμὸς καὶ ἡ συγκέντρωσις τοῦ νοῦ ποὺ χαρίζει ἡ ἀνάγνωσις, ἐφ᾿ ὅσον πρόκειται γιὰ λόγια του Ἁγίου Πνεύματος, τὰ ὁποῖα ὁπωσδήποτε καθοδηγοῦν καὶ διορθώνουν ὅσους τὰ μελετοῦν. Σὰν ἐργάτης καὶ ἀγωνιστὴς ποὺ εἶσαι, νὰ προτιμᾶς πρακτικὰ ἀναγνώσματα, διότι ἡ ἐφαρμογὴ αὐτῶν καθιστᾶ περιττὲς τὶς ἄλλες ἀναγνώσεις.

48. Νὰ ἐπιζητῇς νὰ φωτίζεσαι ἐπάνω στοὺς λόγους τῆς Γραφῆς, ποὺ εἶναι λόγοι πνευματικῆς ὑγείας, μὲ τοὺς κόπους κυρίως παρὰ μὲ τὰ βιβλία. Μὴ μελετᾶς βιβλία ποὺ περιέχουν ἰδέες βαθύτερες καὶ ἀλληγορικές, πρὶν ἀποκτήσης τὴν ἀπαραίτητη πνευματικὴ δύναμι. Διότι πρόκειται γιὰ σκοτεινοὺς λόγους, οἱ ὁποῖοι σκοτίζουν τοὺς ἀδυνάτους.

49. Πολλὲς φορὲς ἕνα ποτήρι ἐφανέρωσε τὴν ποιότητα τοῦ οἴνου. Ὁμοίως καὶ ἕνας λόγος ἡσυχαστοῦ, σὲ ἐκείνους ποὺ διαθέτουν αἰσθητήρια, ἐφανέρωσε ὅλη τὴν ἐσωτερική του ἐργασία καὶ κατάστασι.

50. Νὰ ἔχῃς πάντοτε τὸν ὀφθαλμὸ τῆς ψυχῆς σου προσηλωμένο στὴν οἴηση καὶ νὰ τὴν ἐπιτηρῆς. Διότι καμμία ἄλλη κλοπὴ (τοῦ πνευματικοῦ πλούτου) δὲν εἶναι χειρότερη ἀπὸ τὴν ἰδική της κλοπή.

51. Ἐξερχόμενος ἀπὸ τὸ κελλί σου νὰ κάνης οἰκονομία στὴν χρῆσι τῆς γλώσσης, διότι αὐτὴ γνωρίζει νὰ διασκορπίζη γρήγορα πολλοὺς καμάτους.

52. Νὰ ζῆς σὲ κατάστασι ἀπεριεργείας, διότι εἶναι ἱκανὴ ἡ περιέργεια νὰ μολύνη τὴν ἡσυχία, ὅσο τίποτε ἄλλο.

53. Στοὺς ἐπισκέπτας νὰ παραθέτης μόνο ὅ,τι τοὺς εἶναι ἀναγκαῖο, εἴτε στὸ σῶμα εἴτε στὴν ψυχή. Ἂν τυχὸν εἶναι σοφώτεροι ἀπὸ ἐμᾶς, ἂς δείξωμε μὲ τὴν σιωπή μας τὴν σοφία μας. Ἂν ὅμως εὑρίσκωνται στὸ ἴδιο ἀδελφικὸ ἐπίπεδο, τότε ἂς ἀνοίξωμε ὀλίγο τὴν θύρα τοῦ λόγου. Καλύτερο ὅμως εἶναι νὰ τοὺς θεωροῦμε ὅλους ἀνωτέρους μας.

54. Ἤθελα νὰ ἀπαγορεύσω τελείως τὸ ἐργόχειρο καὶ τὴν ἀπασχόλησι στὶς συνάξεις σὲ ὅσους εὑρίσκονται σὲ νηπιακὴ ἀκόμη πνευματικὴ κατάστασι. Ἀλλὰ μὲ συγκράτησε τὸ παράδειγμα ἐκείνου, ποὺ ὅλη τὴν νύκτα ἐβάσταζε ἄμμο στὸ ἔνδυμά του, (γιὰ νὰ συνηθίσῃ νὰ ἀγρυπνῇ) (14).

55. Καθὼς εἶναι ἀντίθετες οἱ διατυπώσεις τοῦ δόγματος τῆς ἐνσάρκου οἰκονομίας τοῦ Ἑνὸς τῆς Πανυμνήτου Τριάδος, πρὸς τὶς διατυπώσεις τοῦ δόγματος αὐτῆς τῆς Ἁγίας καὶ Ἀκτίστου καὶ Προσκυνητὴς Τριάδος -ὅσα ἀναφέρονται στὴν Τριάδα σὲ πληθυντικὸ ἀριθμό, στὸν Χριστὸ τίθενται σὲ ἑνικὸ καὶ ὅσα ἀναφέρονται στὴν Τριάδα σὲ ἑνικὸ ἀριθμό, στὸν Χριστὸ τίθενται σὲ πληθυντικό (15)- κατὰ παρόμοιο τρόπο ἄλλες εἶναι οἱ ἀσχολίες ποὺ ἁρμόζουν στὴν ζωὴ τῆς ἡσυχίας καὶ ἄλλες στὴν ζωὴ τῆς ὑπακοῆς.

56. Ὁ θεῖος Ἀπόστολος λέγει: «Τίς ἔγνω νοῦν Κυρίου»; (Ρωμ. ια´ 34). Καὶ ἐγὼ θὰ εἰπῶ: «Ποιὸς ἐγνώρισε τὸν νοῦ ἑνὸς ἀνθρώπου ἡσυχαστοῦ ποὺ ἀσκεῖ τὴν ἡσυχία πραγματικά, καὶ μὲ τὸ σῶμα καὶ μὲ τὸ πνεῦμα»;

Ἰσχὺς τοῦ βασιλέως εἶναι ὁ ὑλικὸς πλοῦτος καὶ τὸ πλῆθος (τῶν ὑπηκόων). Ἰσχὺς τοῦ ἡσυχαστοῦ εἶναι τὸ πλῆθος τῆς προσευχῆς.

--------

3. Οἱ Ταβεννησιῶτες ἀντιπροσωπεύουν τὴν κοινοβιακὴ καὶ οἱ Σκητιῶτες τὴν ἡσυχαστικὴ ζωὴ τοῦ Αἰγυπτιακοῦ μοναχισμοῦ.

4.  Οἱ πρῶτοι εἶναι οἱ ἀρχάριοι στὴν ἡσυχαστικὴ ζωή, οἱ δεύτεροι οἱ προχωρημένοι καὶ οἱ τρίτοι οἱ τέλειοι καὶ «θεωρητικοί». Οἱ τρίτοι εὑρίσκονται στὴν κορυφὴ τῆς τριβαθμίου αὐτῆς κλίμακος καὶ διαφέρουν κατὰ πολὺ ἀπὸ τοὺς προηγουμένους, διότι ἁρπάζονται συνεχῶς σὲ ἱερὲς θεωρίες καὶ δὲν ἀσχολοῦνται πλέον μὲ τὴν ψαλμωδία καὶ τὸ ἐργόχειρο.

5. Δηλαδὴ ἡ πτωχεία τῆς ἀρετῆς μέσα στὸν πλοῦτο τῆς κακίας.

6. Πρόκειται μᾶλλον γιὰ τὴν διασάλευσι τῶν φρενῶν, τὴν διανοητικὴ παράκρουσι. Πιθανὸν ὅμως νὰ πρόκειται γιὰ τὴν σαρκικὴ πτῶσι ἢ γιὰ τὴν κατακυρίευση ἀπὸ τὸ πνεῦμα τῆς βλασφημίας.

7. Δηλαδὴ ἀπὸ τοὺς ὀκτὼ πονηροὺς λογισμούς, τοὺς ἡσυχαστὰς τοὺς πολεμοῦν οἱ ἑξῆς πέντε: τῆς ἀκηδίας (κατὰ πρῶτο λόγο), τῆς κενοδοξίας, τῆς ὑπερηφανείας, τῆς λύπης καὶ τῆς φιλαργυρίας. Ἐνῶ τοὺς κοινοβιάτες οἱ ἑξῆς τρεῖς: τῆς γαστριμαργίας, τῆς πορνείας καὶ τῆς ὀργῆς.

8. «Παραρριπισμοὶ τῆς σαρκὸς» λέγονται οἱ σαρκικὲς προκλήσεις ποὺ ἀφ᾿ ἑνὸς μὲν εἶναι ἐντονώτατες, ἀφ᾿ ἑτέρου αἰφνίδιες, ἀστραπιαῖες καὶ σχεδὸν ἄχρονες (πρβλ. ΙΕ´ 73 ὅπου γίνεται λόγος περὶ «παραρριπισμοῦ τοῦ νοός»).

9. Ὅ, τι περιγράφεται ἐδῶ ἀποτελεῖ ἐκμυστήρευσι μυστικῆς ἐμπειρίας τοῦ Ἁγίου, ἀπὸ τὶς πιὸ χαρακτηριστικὲς τῆς ἀσκητικῆς γραμματείας, ἡ ὁποία ἔλαβε χώρα, ἐνῶ αὐτὸς εἶχε παραδοθῆ στὴν ἄσκησι τῆς ἀδιαλείπτου προσευχῆς. Πρόκειται περὶ ἱερᾶς ἐκστάσεως καὶ θεωρίας. Ἄξιο παρατηρήσεως εἶναι ὅτι δὲν ἔχομε ἄμεση ἀποκάλυψι ἐκ μέρους τοῦ Θεοῦ, ἀλλὰ χειραγώγησι ἀπὸ μυσταγωγὸ ἄγγελο. Ἐπίσης, τὰ ἀποκαλυπτόμενα στὸν Ὅσιο ἔχουν τὰ ὅριά τους, ὥστε ἡ δίψα τῆς θείας γνώσεως νὰ μὴν ἱκανοποιεῖται πλήρως. Καὶ κατὰ τὴν διάρκεια τῆς ἐκστάσεως τὸ ἀνθρώπινο πρόσωπο διατηρεῖ στὸ ἀκέραιο τὴν αὐτοτέλειά του. «Ἡ ἔκστασι τοῦ χριστιανοῦ μυστικοῦ δὲν ἔχει καθόλου τὸν χαρακτῆρα τῆς παθητικῆς καὶ ἀπρόσωπης πληρότητος ποὺ χαρακτηρίζει τὸν μυστικισμὸ ἄλλων θρησκειῶν». Ἡ προσωπικότης τοῦ ἀνθρώπου δὲν διαλύεται «σὲ ἕνα χάος εὐδαιμονικῆς ἀγνωσίας» (πρβλ. Χρ. Γιανναρᾶ, Ἡ μεταφυσικὴ τοῦ σώματος, σελ. 216-218).

10. Ἐννοεῖ τὴν θεωρία τοῦ σαρκωθέντος καὶ τεθεωμένου Υἱοῦ τοῦ Θεοῦ. Ἤ, κατ᾿ ἄλλην ἑρμηνεία, τὴν θεωρία τῆς ἀρρήτου μεγαλειότητος τῆς Ἁγίας Τριάδος.

11. Ἡ ἐρημικὴ σκήτη «τὰ Ἀρσελάου» ἀπέχει δρόμο ἡμισείας ἡμέρας ἀπὸ τὴν Μονὴ τοῦ Σινᾶ πρὸς τὸ ἀνατολικὸ μέρος. Σ᾿ ἕνα ἀπὸ τὰ σπήλαιά της ἀσκήτευε τὸν ΣΤ´ αἰῶνα καὶ ὁ ἀββᾶς Γεώργιος μὲ τὸν ὑποτακτικό του. Ἦταν διαβόητος γιὰ τοὺς ἀσκητικούς του ἀγῶνες καὶ τὴν ἁγιότητά του. Ἔτρωγε ὡμὴ ἄγρια κάππαρι, ποὺ ἦταν τόσο πικρή, «ὥστε καὶ κάμηλον ἀποκτεῖναι τῇ πικρότητι». Ὅταν ἡ ἐλαιοαποθήκη τῆς Μονῆς τοῦ Σινᾶ ἄδειασε, ἡ προσευχή του ἐγέμισε ὅλους τοὺς πίθους μὲ λάδι. Περισσότερα περὶ αὐτοῦ βλέπε: «Ἀναστασίου μοναχοῦ, Διηγήσεις διάφοροι περὶ τῶν ἐν Σινᾷ ἁγίων Πατέρων, ΙΧ-ΧΙΙ».

12. Ὁ δαίμων αὐτός, κατὰ μία ἄποψι, γιὰ τοὺς ἀρχαρίους εἶναι τῆς πορνείας, γιὰ τοὺς μεσαίους τῆς ἀκηδίας καὶ γιὰ τοὺς πολὺ προχωρημένους τῆς κενοδοξίας. Γιὰ τοὺς κοινοβιάτες μπορεῖ νὰ εἶναι καὶ ὁ δαίμων τῆς κατακρίσεως τῶν ἐνεργειῶν τοῦ Γέροντος ἢ τῶν ἄλλων ἀδελφῶν.

13. Πρόκειται μᾶλλον γιὰ τοὺς πρώτους, οἱ ὁποῖοι στοχάζονται τὸ «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός». Πιθανὸν ὅμως νὰ πρόκειται γιὰ ὅσους μνημονεύουν τὸ «Ἐταπεινώθην καὶ ἔσωσέ με».

14. Σχόλιο τῆς Κλίμακος ἀναφέρει σχετικῶς: «Ὁ μοναχὸς ἐκεῖνος ἐβάσταζε ὅλη τὴν νύκτα ἄμμο στὸ ἔνδυμά του. Ἐπειδὴ δηλ. κατὰ τὴν ἀγρυπνία ἐνύσταζε καὶ τὸν ὠνείδιζαν οἱ ἀδελφοί, ἐσκέφθηκε τὸ ἑξῆς: Πῆγε στὴν ἀκρογιαλιά -ἡ Μονὴ ἦταν κοντὰ στὴ θάλασσα- καὶ ἀφοῦ ἔσφιξε καλὰ τὸν χιτῶνα του μὲ τὴν ζώνη, ἐγέμισε τοὺς κόλπους του μὲ ἀρκετὴ ποσότητα ἄμμου, ἡ ὁποία ἀκουμποῦσε ἐπάνω στὶς σάρκες του. Σκεπάσθηκε ἔπειτα μὲ τὸν μανδύα του, ἦλθε στὸν Ναὸ καὶ παρέμεινε ἄγρυπνος ὅλη τὴν νύκτα χωρὶς νὰ νυστάξη καθόλου, διότι ἡ ἄμμος τὸν ἐκρύωνε ἢ τὸν ἐνωχλοῦσε μὲ τὸ βάρος της».

15. Στὴν τριάδα ὁμιλοῦμε γιὰ τρία πρόσωπα, ἐνῶ στὸν Χριστὸν γιὰ ἕνα. Στὴν Τριάδα ὁμιλοῦμε γιὰ μία φύσι, μία ἐνέργεια, μία θέλησι, ἐνῶ στὸν Χριστὸν γιὰ δύο φύσεις, δύο ἐνέργειες, δύο θελήσεις.