Γ
(1084.) Ἀνακεφαλαίωσις ἐν ἐπιτομῇ τῶν προειρημένων λόγων αὐτοῦ.
1. Πίστις βεβαία ἀποταγῆς μήτηρ· τὸ δὲ ἐναντίον πρόδηλον.
2. Ἐλπὶς ἀκλινὴς ἀπροσπαθείας θύρα· τὸ δὲ ἐναντίον πρόδηλον.
3. Ἀγάπη Θεοῦ, ξενιτείας ὑπόθεσις· τὸ δὲ ἐναντίον πρόδηλον.
4. Ὑποταγὴν ἔτεκεν ἑαυτοῦ κατάγνωσις, καὶ ὑγείας ὄρεξις.
5. Ἐγκράτεια μήτηρ ὑγείας· ἐγκρατείας μήτηρ, θανάτου ἔννοια καὶ μνήμη
παγία χολῆς καὶ ὄξους Δεσπότου καὶ Θεοῦ.
6. Σωφροσύνης βοηθός ἐστι, καὶ ὑπόθεσις ἡσυχία· πυρώσεως θραῦσις
νηστεία.
Λογισμῶν τε πονηρῶν καὶ αἰσχρῶν συντριμμὸς διανοίας ἀντίπαλος· πίστις
καὶ ξενιτεία θάνατος φιλαργυρίας.
Συμπάθεια δὲ καὶ ἀγάπη προέδωκαν σῶμα.
8. Προσευχὴ ἐκτενής, ὄλεθρος ἀκηδίας· Μνήμη δὲ κρίσεως προθυμίας
πρόξενος.
10. Θυμοῦ ἴαμα, ἀτιμίας ἀγάπη· ὑμνῳδία δὲ καὶ συμπάθεια καὶ ἀκτημοσύνη
λύπης πνιγμοσύνη.
11. Ἀπροσπάθεια δὲ αἰσθητῶν, θεωρία νοητῶν.
12. (1085.) Σιωπὴ καὶ ἡσυχία κενοδοξίας πολέμιοι. Εἰ δὲ μέσος ὑπάρχεις,
ἀτιμίαν μέτελθε.
13. Ὑπερηφανίαν ὁρωμένην ἰάσονται σκυθρωπαὶ καταστάσεις· ἀόρατον
δὲ ὁ πρὸ αἰώνων ἀόρατος.
14. Πάντων θηρίων αἰσυητῶν ἀναιρετικὴ ἔλαφος, νοητῶν δὲ, ἡ ταπείνωσις.
15. Ἔνεστι διὰ τῶν κατὰ φύσιν πάντων ἡμῶν ἐναργῶς τὰ νοητὰ παιδεύεσθαι.
16. Ὥσπερ ὄφιν ἀδύνατον τὴν ἑαυτοῦ παλαιότητα ἐκδύσασθαι, μὴ ἐν στενῇ
ὀπῇ εἰσδύντα· οὕτως καὶ ἡμᾶς τὰς παλαιὰς προλήψεις, καὶ τὴν τῆς ψυχῆς
παλαιότητα, καὶ τὸν τοῦ παλαιοῦ ἀνθρώπου χιτῶνα, οὐ μὴ ἀποβάλωμεν, ἐὰν
μὴ τῆς στενῆς, καὶ τεθλιμμένης νηστείας, καὶ ἀτιμίας ὁδὸν παρέλθωμεν.
17. Ὥσπερ τὰ πολύσαρκα τῶν ὀρνίθων εἰς οὐρανὸν πετασθῆναι ἀδύνατον·
οὕτω καὶ τὸν τὴν ἑαυτοῦ σάρκα θεραπεύοντα.
18. Ξηρανθεὶς βόρβορος οὐκ ἔτι χοίρους θεραπεύει, καὶ μαρανθεῖσα
σὰρξ οὐκ ἔτι δαίμονας ἀναπαύει.
19. Ὥσπερ σχιδάκων πλῆθος πολλάκις συμπνίγει φλόγα, καὶ ἀποσβέννυσι,
πλῆθος καπνοῦ ἐργασάμενον· οὕτω πολλάκις καὶ λύπη ὑπέρμετρος καπνώδη
καὶ σκοτεινὴν τὴν ψυχὴν ἐργάζεται, καὶ τὸ ὕδωρ τῶν δακρύων ἀποξηραίνει.
20. Ὥσπερ τυφλὸς τοξότης ἀδόκιμος· οὕτως μαθητὴς ἀντίλογος ἀπόλλυται.
21. Ὥσπερ σίδηρος δόκιμος, καὶ τὸν ἀδόκιμον ὀξῦναι δύναται· οὕτως
ἀδελφὸς πρόθυμος τὸν ῥᾴθυμον πολλάκις ἔσωσεν.
22. Ὥσπερ τὰ ὠὰ ἐν κόλπῳ θαλπόμενα ζωογονοῦνται· οὕτως καὶ λογισμοὶ
μὴ φανερούμενοι, εἰς ἔργα προφαίνουσι.
23. Ὥσπερ ἵπποι τρέχοντες ἀλλήλοις ἁμιλλῶνται· οὕτως συνοδία ἀγαθὴ
ἑαυτὴν διεγείρει.
24. Ὥσπερ αἱ νεφέλαι ὑποκρύπτουσι τὸν ἥλιον· οὕτως αἱ πονηραὶ ἔννοιαι
σκοτίζουσι, καὶ ἀπολλύουσι τὸν νοῦν.
25. Ὥσπερ ὁ τὴν ἀπόφασιν εἰληφὼς, καὶ πρὸς τὴν καταδίκην πορευόμενος,
οὐ λαλεῖ περὶ θεάτρων· οὕτως οὐδὲ ὁ ἐν ἀληθείᾳ πενθῶν, γαστέρα θεραπεύσει
ποτέ.
26. Ὥσπερ πένητες θησαυροὺς βασιλικοὺς ὁρῶντες ἐπὶ πλεῖον τὴν ἑαυτῶν
πτωχείαν ἐπιγινώσκουσιν· οὕτως καὶ ψυχὴ τὰς μεγάλας τῶν πατέρων ἀρετὰς
ἀναγινώσκουσα, πάντως ταπεινότερον ποιεῖται τὸ ἑαυτῆς φρόνημα.
27. Ὥσπερ καὶ μὴ βουλόμενος ὁ σίδηρος ὑπακούει τῷ μαγνίτῃ [al. μαγνήτιδι]·
οὕτω καὶ οἱ ποιωθέντες ταῖς προλήψεσι, τυραννοῦνται ὑπ᾿ αὐτῶν.
28. Ὥσπερ τὸ ἔλαιον καὶ μὴ βουλομένην ἡμεροῖ τὴν θάλασσαν· οὕτως
καὶ ἡ νηστεία, καὶ ἀκουσίας κατασβεννύει τὰς τοῦ σώματος πυρώσεις.
29. Ὥσπερ στενούμενον ὕδωρ εἰς ὕψος ἀνατρέχει· οὕτω πολλάκις καὶ
ψυχὴ ὑπὸ κινδύνων στενωθεῖσα (1088.) πρὸς Θεὸν διὰ μετανοίας ἀνῆλθε
καὶ ἐσώθη.
30. Ὥσπερ ὁ ἀρώματα βαστάζων, καὶ μὴ θέλων ἐκ τῆς ὀσμῆς ἐλέγχεται·
οὕτως καὶ ὁ Πνεῦμα Κυρίου ἔχων, ἐκ τῶν αὐτοῦ λόγων καὶ τῆς ταπεινώσεως
γνωρίζεται.
32. Ὥσπερ τὰ πνεύματα ταράσσουσιν ἄβυσσον· οὕτω καὶ ὁ θυμὸς πλέον
πάντων ταράττει τὴν διάνοιαν.
Ὥσπερ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ σφοδρῶς ἐξ ἀκοῆς ἐπιθυμεῖ γεύσασθαι·
οὕτως καὶ οἱ ἁγνοὶ τῷ σώματι, πολὺν ἐκ τούτου κουφισμὸν κέκτηνται.
Ὥσπερ ὅπλα βασιλικὰ ἐν τόπῳ κείμενα ὁρῶντες οἱ κλέπται, οὐχ, ὡς ἔτυχεν,
ἐκεῖ ἐπιβαίνουσιν· οὕτως καὶ ὁ τῇ καρδίᾳ προσευχὴν προσάψας, οὐχ, ὡς
ἔτυχεν, ὑπὸ τῶν νοητῶν λῃστῶν κλέπτεται.
35. Ὥσπερ οὐ τίκτει πῦρ χιόνα· οὕτως οὐδὲ ὁ τὴν ἐνταῦθα ζητῶν τιμὴν,
τῆς ἐκεῖθεν ἀπολαύσει.
36. Ὥσπερ εἷς σπινθὴρ πολλάκις πυρὸς πολλὴν ὕλην κατέκαυσεν· οὕτως
καὶ ἓν ἀγαθὸν εὑρίσκεται πλῆθος πταισμάτων μεγάλων ἐξαλεῖψαι.
37. Ὡς οὐκ ἔστι χωρὶς ὅπλου θηρία ἀπολέσαι, οὕτως οὐδὲ χωρὶς ταπεινώσεως
ἀοργησίαν κτήσασθαι.
38. Ὡς οὐκ ἔστι ζῆν κατὰ φύσιν ἄνευ βρώσεως, οὕτως οὐκ ἔστιν ἕως
ἐξόδου κἂν πρὸς ῥοπὴν ἀμελῆσαι.
39. Ὥσπερ ἀκτὶς ἡλίου δι᾿ ὀπῆς εἰσελθοῦσα ἐν οἴκῳ πάντα φωτίζει,
ὡς καὶ τὸν λεπτότατον ὁρᾷν τότε κονιορτὸν πετόμενον· οὕτως καὶ ὁ φόβος
Κυρίου ἐν καρδίᾳ γενόμενος πάντα αὐτῇ τὰ αὐτῆς ἁμαρτήματα ὑποδείκνυσιν.
40. Ὥσπερ οἱ λεγόμενοι καρκῖνοι εὐεπιχείρητοι τυγχάνουσιν, διὰ τὸ,
ποτὲ μὲν ἔμπροσθεν βαίνειν, ποτὲ δὲ ὄπισθεν· οὕτως καὶ ψυχὴ, ποτὲ μὲν
γελῶσα, ποτὲ δὲ πενθοῦσα, ποτὲ δὲ τρυφῶσα, οὐδὲν ὠφελῆσαι δύναται.
41. Ὥσπερ οἱ ὑπνώττοντες εὐχερῶς συλῶνται· οὕτως καὶ οἱ πλησίον κόσμου
τὴν ἀρετὴν μετερχόμενοι.
42. Ὥσπερ ὁ λέοντι μαχόμενος ἐὰν ῥεφθῇ τὸ ὄμμα, εὐθέως ἀπόλλυται·
οὕτως καὶ ὁ τῇ ἑαυτοῦ σαρκὶ μαχόμενος ἐὰν ταύτην ἀναπαύσῃ.
43. Ὥσπερ οἱ εἰς κλίμακα ἀναβαίνοντες σαθρὰν κινδυνεύουσιν· οὕτως
πᾶσα τιμὴ, καὶ δόξα, καὶ δυναστεία τῇ ταπεινοφροσύνῃ ἀντίκεινται.
44. Ὡς ἀδύνατον τὸν πεινῶντα μὴ μνημονεύειν ἄρτου· οὕτως ἀμήχανον
σωθῆναι τὸν ἐξόδου καὶ κρίσεως μὴ μνημονεύοντα.
45. Ὥσπερ τὸ ὕδωρ τὰ γράμματα· οὕτως τὸ δάκρυον τὰ πταίσματα ἐξαλείφειν
δύναται.
46. Ὥσπερ τινὰ τῶν γραμμάτων, ἀποροῦντες ὕδατος, δι᾿ ἑτέρων τρόπων
ἀπαλείφομεν· οὕτως εἰσὶ καὶ ψυχαὶ ἀποροῦσαι δακρύων, καὶ διὰ λύπης,
καὶ στεναγμοῦ, καὶ σκυθρωπότητος πολλῆς ταῦτα ἐκλεαίνουσι, καὶ ἀποξέουσιν.
47. Ὥσπερ πλῆθος κόπρου πλῆθος σκωλήκων ἐργάζεται· οὕτως πλῆθος βρωμάτων
πλῆθος πτωμάτων, καὶ πονηρῶν λογισμῶν, καὶ ἐνυπνίων ἐργάζεται.
49. (1089.) Ὥσπερ ὁ τοὺς πόδας πεδηθεὶς βαδίζειν εὐχερῶς οὐ δύναται·
οὕτως καὶ οἱ θησαυρίζοντες χρήματα, εἰς οὐρανὸν ἀνελθεῖν οὐκ ἰσχύουσιν.
50. Ὥσπερ ζεούσης τῆς πληγῆς εὐΐατος καθέστηκεν· οὕτως τὰ χρόνια
τραύματα τῆς ψυχῆς τοὐναντίον πάσχουσι, καὶ δυσκόλως ἰῶνται ὅτε καὶ
ἰαθήσονται.
51. Ὡς οὐ δυνατὸν τὸν ἀποθνήσκοντα βαδίζειν, οὕτως ἀδύνατον ἀπογνόντα
σωθῆναι.
52. Ὁ πίστιν μὲν ὀρθὴν κεκτῆσθαι λέγων, ἁμαρτίας δὲ διαπραττόμενος,
ὅμοιός ἐστι προσώπῳ ὀφθαλμοὺς μὴ ἔχοντι.
53. Ὁ πίστιν μὴ ἔχων, καλὰ δὲ ἴσως τινὰ ἐργαζόμενος, ὅμοιός ἐστι
τῷ ὕδωρ ἀντλοῦντι, καὶ εἰς πίθον τετρημένον βάλλοντι.
54. Ὥσπερ πλοῖον, ἀγαθὸν κυβερνήτην ἔχων ἀκινδύνως εἰς λιμένα, Θεοῦ
συνεργοῦντος, εἰσέρχεται· οὕτως καὶ ψυχὴ ἀγαθὸν ποιμένα ἔχουσα εὐχερῶς
εἰς οὐρανὸν ἀνέρχεται, καὶ πολλὰ κακὰ διαπραξαμένη καθέστηκεν.
55. Ὥσπερ μὴ ἔχων ὁδηγὸν εὐχερῶς ἐν τῇ ὁδῷ πλανᾶται, κἂν λίαν φρόνιμος
καθέστηκεν· οὕτως καὶ ὁ αὐτεξουσίως τὴν μοναδικὴν ὁδὸν πορευόμενος,
εὐχερῶς ἀπόλλυται, κἂν πᾶσαν τὴν σοφίαν τοῦ κόσμου ἐπίσταται.
56. Ὁπόταν τις τὸ σῶμα ἀσθενὴς ᾖ, καὶ χαλεπὰ πταίσματα πεπραχὼς,
τὴν ὁδὸν τῆς ταπεινώσεως, καὶ τῶν αὐτῆς ἰδιωμάτων ὁδευέτω· ἄλλην γὰρ
σωτηρίαν οὐχ εὑρήσει.
57. Ὡς οὐκ ἔστι τὸν μακρὰν νενοσηκότα νόσον, ἐν μιᾷ ῥοπῇ τὴν ὑγείαν
κτήσασθαι· οὕτως οὐκ ἔστιν ἐξαίφνης παθῶν ἢ πάθους περιγενέσθαι.
58. Παντὸς πάθους, καὶ πάσης ἀρετῆς ἔχε σημεῖον τῆς ποσότητος αὐτοῦ,
καὶ γνώσεις τὴν ἑαυτοῦ προκοπήν.
59. Ὥσπερ οἱ χρυσίῳ πηλὸν καταλλάττοντες ζημιοῦνται· οὕτως καὶ οἱ
τῶν σωματικῶν χάριν τὰ πνευματικὰ θριαμβεύοντες καὶ διηγούμενοι.
60. Ἄφεσιν μὲν συντόμως πολλοὶ, ἀπάθειαν δὲ οὐδεὶς ἐκτήσατο· τοῦτο
γὰρ χρόνου, καὶ πόθου [πόνου] πολλοῦ, καὶ Θεοῦ.
61. Ζητήσωμεν ποῖα μὲν ἐν τῷ σπόρῳ, ποῖα δὲ τῇ χλόῃ, ποῖα δὲ ἐν τῷ
ἀμήτῳ ἡμῖν θηρία ἢ πετεινὰ ἐπιβουλεύουσιν, ἵνα καὶ τὰ θήρατρα ἁρμόζοντα
στήσωμεν.
62. Ὥσπερ οὐ δίκαιον τὸν πυρέττοντα ἑαυτὸν διαχειρίσασθαι· οὕτως
ἕως ἐσχάτης ἀναπνοῆς μὴ ἀπογνῶναί ποτε.
63. Ὥσπερ ἄσεμνον τὸν, τὸν ἑαυτοῦ πατέρα θάψαντα, εἶτα ἐκ τῆς κηδείας
ὑποστρέψαντα, εἰς γάμον πορεύεσθαι· οὕτως ἀνοίκειον τοῖς πενθοῦσιν ἐπὶ
πταίσμασι, τιμὴν ἢ ἀνάπαυσιν ἢ δόξαν ἐν τῷ παρόντι αἰῶνι ἐκζητῆσαι παρὰ
ἀνθρώπων.
64. Ὥσπερ ἄλλα τὰ τῶν πολιτῶν, καὶ ἕτερα τὰ τῶν καταδίκων οἰκητήρια·
οὕτως πάντῃ ὀφείλει (1092.) ἐνηλλαγμένη εἶναι ἡ τῶν πενθούντων εὐθύνας
παρὰ τοὺς ἀνευθύνους κατάστασις.
65. Ὥσπερ τὸν εἰς πρόσωπον ἑαυτοῦ λαβόντα πληγὰς χαλεπὰς στρατιώτην
ἐν τῷ πολέμῳ, οὐ κελεύει βασιλεὺς τῆς στρατείας ῥίπτεσθαι, ἀλλὰ καὶ
μᾶλλον προκόπτειν· οὕτως καὶ μοναχὸν πολλοὺς κινδύνους ἐκ δαιμόνων ὑπομένοντα
ὁ ἐπουράνιος βασιλεὺς στεφανοῖ.
66. Αἴσθησις ψυχῆς ἰδίωμα αὐτῆς· ἁμαρτία δὲ αἰσθήσεως κολαφισμός.
Αἴσθησις γεννᾷ κακοῦ η κατάπαυσιν, ἢ μείωσιν· συναίσθησις δὲ γέννημα
συνειδήσεως. Συνείδησις δέ ἐστι λόγος καὶ ἔλεγχος τοῦ ἡμετέρου φύλακος
τοῦ ἐκ βαπτίσματος παραδοθέντος ἡμῖν. Διόπερ οὐδὲ τοσοῦτον τοὺς ἀφωτίστους
εὑρίσκομεν τυπτομένους ἐπὶ ταῖς κακαῖς πράξεσιν ἐν τῇ ἑαυτῶν ψυχῇ· ἀλλ᾿
ἀμυδρῶς πως.
67. Μείωσις μὲν κακοῦ τίκτει ἀποχὴν κακοῦ· ἀποχὴ δὲ κακοῦ, ἀρχὴ μετανοίας·
ἀρχὴ δὲ μετανοίας ἀρχὴ σωτηρίας· ἀρχὴ δὲ σωτηρίας πρόθεσις ἀγαθή. Πρόθεσις
δὲ ἀγαθὴ γεννήτρια πόνων· πόνων δὲ ἀρχὴ, ἀρεταί· ἀρχὴ δὲ ἀρετῶν ἄνθος·
ἄνθος δὲ ἀρετῆς ἐργασία· ἀρετῆς δὲ γέννημα συνέχεια· συνεχεστέρας δὲ
μελέτης καρπὸς καὶ γέννημα, ἕξις· ἕξεως δὲ τόκος ποίωσις· καλοῦ δὲ ποίωσις
γεννήτρια φόβου. Φόβος δὲ τίκτει τήρησιν ἐνταλμάτων, ἐπουρανίων λέγω
δὴ καὶ ἐπιγείων· ἐνταλμάτων φυλακὴ ἀγάπης τεκμήριον· ἀγάπης δὲ ἀρχὴ
πλῆθος ταπεινώσεως. Πλῆθος δὲ ταπεινώσεως θυγάτηρ ἀπαθείας· ταύτης δὲ
κτῆσις ἀγάπης πλήρωμα· εἴτ᾿ οὖν Θεοῦ τελεία ἐνοίκησις τοῖς δι᾿ ἀπαθείας
καθαροῖς τῇ καρδίᾳ· ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· αὐτῷ ἡ δόξα εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
|
ΜΕΡΟΣ ΤΡΙΤΟΝ
(Σύντομος ἀνακεφαλαίωσις τῶν προηγουμένων)
Η ΒΕΒΑΙΑ πίστις εἶναι μητέρα τῆς ἀποταγῆς. Καὶ τὸ ἀντίθετο εἶναι
ἐξ ἴσου φανερό. Ἡ ἀκλόνητη ἐλπίδα εἶναι ἡ θύρα τῆς ἀπροσπαθείας. Καὶ
τὸ ἀντίθετο εἶναι ἐξ ἴσου φανερό. Ἡ ἀγάπη πρὸς τὸν Θεὸν εἶναι αἰτία
τῆς ξενιτείας. Καὶ τὸ ἀντίθετο εἶναι ἐξ ἴσου φανερό.
2. Τὴν ὑποταγὴ τὴν ἐγέννησε ἡ καταδίκη τοῦ ἑαυτοῦ μας καὶ ἡ ὄρεξις
τῆς πνευματικῆς ὑγείας. Μητέρα τῆς ἐγκρατείας εἶναι ἡ σκέψις τοῦ θανάτου
καὶ ἡ διαρκὴς μνήμη τῆς χολῆς καὶ τοῦ ὄξους τοῦ Δεσπότου Χριστοῦ. Προϋπόθεσις
καὶ συνεργὸς τῆς σωφροσύνης καὶ καθαρότητος εἶναι ἡ ἡσυχία. Θραῦσις
τῆς σαρκικῆς πυρώσεως εἶναι ἡ νηστεία. Καὶ ἀντίπαλος τῶν αἰσχρῶν λογισμῶν
εἶναι ἡ συντριβὴ τοῦ νοῦ.
3. Ἡ πίστις καὶ ἡ ξενιτεία εἶναι ὁ θάνατος τῆς φιλαργυρίας. Ἡ εὐσπλαγχνία
καὶ ἡ ἀγάπη παρέδωσαν τὸ σῶμα σὲ θυσία. Ἡ ἐκτενὴς προσευχὴ εἶναι ὄλεθρος
τῆς ἀκηδίας. Ἡ μνήμη τῆς Κρίσεως εἶναι πρόξενος τῆς πνευματικῆς προθυμίας.
Θεραπεία τοῦ θυμοῦ εἶναι ἡ ἀγάπη τῆς ἀτιμίας, ἡ ὑμνῳδία καὶ ἡ εὐσπλαγχνία.
4. Ἡ ἀκτημοσύνη καταπνίγει τὴν λύπη. Ἡ ἀπροσπάθεια πρὸς τὰ αἰσθητὰ
πράγματα ὁδηγεῖ στὴν θεωρία τῶν νοερῶν. Ἡ σιωπὴ καὶ ἡ ἡσυχία καταπολεμοῦν
τὴν κενοδοξία – ἐὰν ὅμως εὑρίσκεσαι ἀνάμεσα σὲ ἀνθρώπους, χρησιμοποίησε
τὴν ἀτιμία.
5. Τὴν ἐξωτερικὴ καὶ ὁρατὴ ὑπερηφάνεια τὴν ἐθεράπευσαν ἡ πτωχεία,
ἡ θλίψις καὶ οἱ παρόμοιες καταστάσεις. Τὴν δὲ ἐσωτερικὴ καὶ ἀόρατη Ἐκεῖνος
ποὺ εἶναι προαιωνίως Ἀόρατος. Ὅλα τὰ αἰσθητὰ ἑρπετὰ τὰ φονεύει τὸ ἐλάφι
καὶ ὅλα τὰ νοητὰ ἡ ταπείνωσις. Εἶναι δυνατόν μὲ παραδείγματα ἀπὸ τὴν
φύσι νὰ διδασκώμεθα καλῶς ὅλα τὰ πνευματικά.
6. Ὅπως εἶναι ἀδύνατο νὰ ἀποβάλη ὁ ὄφις τὸ παλαιό του δέρμα, ἐὰν
δὲν εἰσχωρήσῃ σὲ στενὴ τρύπα, ἔτσι καὶ ἐμεῖς δὲν θὰ ἀποβάλωμε τὶς παλαιὲς
προλήψεις καὶ τὴν ψυχικὴ παλαιότητα καὶ τὸν χιτώνα τοῦ παλαιοῦ ἀνθρώπου,
ἐὰν δὲν περάσωμε ἀπὸ τὴν στενὴ καὶ τεθλιμμένη ὁδὸ τῆς νηστείας καὶ τῆς
ἀτιμίας.
7. Ὅπως τὰ πολύσαρκα πτηνὰ δὲν μποροῦν νὰ πετάξουν στὸν οὐρανό, ἔτσι
καὶ ἐκεῖνος ποὺ τρέφει καὶ περιποιεῖται τὴν σάρκα του.
8. Ὁ ξηραμένος βόρβορος δὲν ἱκανοποιεῖ πλέον τοὺς χοίρους. Καὶ ἡ
σάρκα ποὺ ἐμαράνθηκε δὲν ἀναπαύει πλέον τοὺς δαίμονας.
9. Ὅπως πολλὲς φορὲς τὰ πολλὰ ξύλα πνίγουν καὶ σβήνουν τὴν φωτιὰ
δημιουργώντας ὑπερβολικὸ καπνό, ἔτσι πολλὲς φορὲς καὶ ἡ ὑπέρμετρη λύπη
καπνίζει καὶ γεμίζει σκότος τὴν ψυχὴ καὶ ξηραίνει τὸ ὕδωρ τῶν δακρύων.
10. Ὅπως ἀποτυγχάνει ὁ τυφλὸς τοξότης στὸν στόχο του, ἔτσι ἀποτυγχάνει
καὶ καταστρέφεται καὶ ὁ ὑποτακτικὸς ποὺ ἀντιλέγει.
11. Καθὼς τὸ κοπτερὸ σίδερο μπορεῖ νὰ ὀξύνη ἕνα ἄλλο ἀκατέργαστο,
ἔτσι καὶ ὁ πρόθυμος ἀδελφὸς ἔσωσε πολλὲς φορὲς τὸν ρᾴθυμο.
12. Ὅπως τὰ αὐγὰ τῶν ὀρνίθων ποὺ θερμαίνονται στὸν κόλπο τοῦ στήθους
ζωογονοῦνται, ἔτσι καὶ οἱ λογισμοὶ ποὺ δὲν φανερώνονται μὲ τὴν ἐξομολόγησι,
γίνονται ἔργα.
13. Ὅπως οἱ ἵπποι ποὺ τρέχουν ἁμιλλῶνται μεταξύ τους, ἔτσι καὶ μετὰ
στὴν καλὴ συνοδία ὁ ἕνας ἀδελφὸς διεγείρει τὸν ἄλλο.
14. Ὅπως τὰ σύννεφα ἀποκρύπτουν τὸν ἥλιο, ἔτσι καὶ οἱ πονηρὲς σκέψεις
σκοτίζουν καὶ καταστρέφουν τὸν νοῦ.
15. Ὅπως αὐτὸς ποὺ ἔλαβε τὴν καταδικαστικὴ ἀπόφασι καὶ ὁδηγεῖται
πρὸς τὴν ἐκτέλεσι δὲν ὁμιλεῖ γιὰ τὰ θέατρα, ἔτσι καὶ ἐκεῖνος ποὺ πενθεῖ
εἰλικρινὰ δὲν θὰ ἀναπαύση ποτὲ τὴν κοιλία του.
16. Ὅπως οἱ πτωχοὶ ποὺ βλέπουν τοὺς θησαυροὺς τοῦ βασιλέως αἰσθάνονται
περισσότερο τὴν πτωχεία τους, ἔτσι καὶ ἡ ψυχὴ ποὺ μελετᾶ τὶς μεγάλες
ἀρετὲς τῶν Πατέρων, ταπεινώνει ὁπωσδήποτε περισσότερο τὸ φρόνημά της.
17. Ὅπως τὸ σίδερο καὶ χωρὶς νὰ τὸ θέλη σπεύδει πρὸς τὸν μαγνήτη,
διότι ἕλκεται ἀπὸ κάποια μυστικὴ φυσικὴ δύναμι, ἔτσι καὶ ἐκεῖνοι ποὺ
ἐχρόνισαν στὶς κακές τους συνήθειες τυραννοῦνται ἀπὸ αὐτές.
18. Ὅπως τὸ λάδι γαληνεύει τὴ θάλασσα καὶ παρὰ τὴν θέλησί της, ἔτσι
καὶ ἡ νηστεία σβήνει ἐντελῶς τὶς σαρκικὲς πυρώσεις, καὶ παρὰ τὴν θέλησί
τους.
19. Ὅπως τὸ ὕδωρ ὅταν πιεσθῇ ἀνυψώνεται ἔτσι πολλὲς φορὲς καὶ ἡ ψυχὴ
ποὺ ἐπιέσθη ἀπὸ διαφόρους κινδύνους, ἀνυψώθηκε πρὸς τὸν Θεὸν μὲ τὴν
μετάνοια, καὶ ἐσώθηκε.
20. Ὅπως ἐκεῖνος ποὺ κρατᾶ ἀρώματα προδίδεται καὶ χωρὶς νὰ τὸ θέλη
ἀπὸ τὴν εὐωδία, ἔτσι καὶ ὅποιος ἔχει μέσα του τὸ Πνεῦμα τοῦ Κυρίου ἀναγνωρίζεται
ἀπὸ τὰ λόγια του καὶ τὴν ταπεινοφροσύνη του.
21. Ὅπως ὁ ἥλιος μὲ τὸ φῶς του δείχνει τὸν χρυσὸ ποὺ λάμπει, ἔτσι
καὶ ἡ ἀρετὴ φανερώνει αὐτὸν ποὺ τὴν ἔχει.
22. Ὅπως οἱ ἄνεμοι ἀναταράζουν τὸν βυθὸ τῆς θαλάσσης, ἔτσι καὶ ὁ
θυμὸς ταράζει περισσότερο ἀπὸ ὅλα τὸν νοῦ.
23. Ὅπως, ὅσα δὲν εἶδε ὁ ἄνθρωπος μὲ τοὺς ὀφθαλμούς του, δὲν ἐπιθυμεῖ
καὶ τόσο πολὺ νὰ τὰ γευθῇ, ἔστω καὶ ἂν τὰ ἄκουσε, ἔτσι καὶ ὅσοι ἔμειναν
ἁγνοὶ στὸ σῶμα, ἔχουν ἐξ αἰτίας αὐτοῦ τοῦ γεγονότος ἐλαφροτέρους πειρασμούς.
24. Ὅπως οἱ κλέπτες δὲν πλησιάζουν εὔκολα στὸν τόπο ποὺ βλέπουν βασιλικὴ
φρουρὰ καὶ ὅπλα, ἔτσι καὶ ἐκεῖνος ποὺ ἕνωσε τὴν καρδιὰ μὲ τὴν προσευχὴ
δὲν κλέπτεται εὔκολα ἀπὸ τοὺς νοητοὺς ληστάς.
25. Ὅπως ἡ φωτιὰ δὲν γεννᾶ χιόνι, ἔτσι καὶ αὐτὸς ποὺ ζητεῖ τὶς τιμὲς
τοῦ κόσμου δὲν θὰ ἀπολαύση τὶς τιμὲς τῆς μελλούσης ζωῆς.
26. Ὅπως πολλὲς φορὲς μία σπίθα κατέκαυσε ἕνα μεγάλο δάσος, ἔτσι
καὶ μία ἐνάρετη πράξις συνέβη νὰ ἐξαλείψῃ πλῆθος ἀπὸ μεγάλα πταίσματα.
27. Ὅπως δὲν εἶναι δυνατὸν νὰ φονεύσῃ κανεὶς ἕνα ἄγριο θηρίο χωρὶς
ὅπλο, ἔτσι δὲν εἶναι δυνατὸν νὰ ἀποκτήσῃ τὴν ἀοργησία χωρὶς ταπείνωσι.
28. Ὅπως εἶναι ἀδύνατο, σύμφωνα μὲ τοὺς φυσικοὺς νόμους, νὰ ζήση
κανεὶς χωρὶς τροφή, ἔτσι εἶναι ἀδύνατο ὁ ἄνθρωπος ποὺ ἐπιθυμεῖ τὴν σωτηρία
του νὰ δείξη μέχρι τὸ θάνατό του ἔστω καὶ γιὰ μία στιγμὴ ἀμέλεια.
29. Ὅπως ἡ ἡλιακὴ ἀκτίνα ποὺ εἰσχωρεῖ ἀπὸ κάποιο μικρὸ ἄνοιγμα στὸ
σπίτι, τὸ φωτίζει τόσο, ὥστε νὰ διακρίνεται καὶ ἡ πιὸ λεπτὴ σκόνη ποὺ
αἰωρεῖται στὸν ἀέρα, ἔτσι καὶ ὁ φόβος τοῦ Θεοῦ εἰσερχόμενος στὴν καρδιὰ
τοῦ ἀνθρώπου, τῆς φανερώνει ὅλα τὰ ἁμαρτήματά της.
30. Ὅπως τὰ λεγόμενα καβούρια συλλαμβάνονται εὔκολα, διότι βαδίζουν
ἄλλοτε ἐμπρὸς καὶ ἄλλοτε πίσω, ἔτσι καὶ μία ψυχὴ ποὺ ἄλλοτε γελᾶ, ἄλλοτε
πενθεῖ καὶ ἄλλοτε ζῆ μὲ τρυφή, δὲν εἶναι δυνατὸν νὰ κατορθώση τίποτε.
31. Ὅπως οἱ κοιμώμενοι κλέπτονται εὔκολα, ἔτσι καὶ ὅσοι ἀσκοῦνται
στὴν ἀρετὴ κοντὰ στὸν κόσμο.
32. Ὅπως ἐκεῖνος ποὺ παλαίει μὲ λέοντα, ἂν στρέψῃ ἀλλοῦ τὸ βλέμμα
του, ἐξοντώνεται ἀμέσως, ἔτσι καὶ ἐκεῖνος ποὺ παλαίει μὲ τὴν σάρκα του,
ἐὰν τῆς προσφέρη ἀνάπαυσι.
33. Ὅπως κινδυνεύουν νὰ πέσουν ὅσοι ἀνεβαίνουν σὲ σαθρὴ σκάλα, ἔτσι
κάθε τιμὴ καὶ δόξα καὶ ἐξουσία καταρρίπτουν τὸν κάτοχό τους, ἐπειδὴ
αὐτὲς ἔρχονται σὲ ἀντίθεση μὲ τὴν ταπεινοφροσύνη.
34. Ὅπως εἶναι ἀδύνατον νὰ μὴ σκέπτεται ὁ πεινασμένος τὸν ἄρτο, ἔτσι
εἶναι ἀδύνατο νὰ μὴ σκέπτεται τὸν θάνατο καὶ τὴν Κρίσι ἐκεῖνος ποὺ ἀγωνίζεται
γιὰ νὰ σωθῇ.
35. Ὅπως τὸ νερὸ σβήνει τὰ γράμματα, ἔτσι καὶ τὸ δάκρυ μπορεῖ νὰ
σβήσει τὰ πταίσματα.
36. Ὅπως μερικοὶ ποὺ δὲν ἔχουν νερό, σβήνουν μὲ ἄλλο τρόπο τὰ γράμματα,
ἔτσι ὑπάρχουν καὶ ψυχὲς ποὺ στεροῦνται δακρύων, καὶ γι᾿ αὐτὸ τρίβουν
καὶ ἀποξέουν τὶς ἁμαρτίες τους μὲ τὴν λύπη, τοὺς στεναγμοὺς καὶ τὴν
σκυθρωπότητα.
37. Ὅπως ἀπὸ τὸ πλῆθος τῆς κοπριᾶς προέρχονται πλῆθος σκουλήκια,
ἔτσι καὶ ἀπὸ τὸ πλῆθος τῶν φαγητῶν προέρχονται πλῆθος ἁμαρτωλῶν πτώσεων
καὶ πονηρῶν λογισμῶν καὶ ἀκαθάρτων ὀνείρων.
[38. Ὅπως ὁ τυφλὸς δὲν βλέπει νὰ βαδίζῃ, ἔτσι καὶ ὁ ὀκνηρὸς δὲν μπορεῖ
νὰ ἰδῆ τὸ καλὸ καὶ νὰ τὸ πράξῃ].
39. Ὅπως ἐκεῖνος ποὺ ἔχει δεμένα τὰ πόδια δὲν μπορεῖ νὰ βαδίζῃ εὔκολα,
ἔτσι καὶ αὐτοὶ ποὺ θησαυρίζουν χρήματα δὲν μποροῦν νὰ ἀνέβουν στὸν οὐρανό.
40. Ὅπως ἡ πρόσφατη πληγὴ θεραπεύεται εὔκολα, ἔτσι, ἀντιθέτως, τὰ
χρόνια τραύματα τῆς ψυχῆς δύσκολα θεραπεύονται, ὅταν βεβαίως θεραπεύωνται.
41. Ὅπως εἶναι ἀδύνατον νὰ βαδίζῃ ὁ νεκρός, ἔτσι εἶναι ἀδύνατον νὰ
σωθῇ ὁ ἀπελπισμένος.
42. Αὐτὸς ποὺ ἔχει ὀρθὴ πίστι καὶ ὅμως διαπράττει ἁμαρτίες, ὁμοιάζει
μὲ πρόσωπο ποὺ δὲν ἔχει ὀφθαλμούς.
43. Αὐτὸς ποὺ δὲν ἔχει πίστι, καὶ ὅμως πράττει ἴσως μερικὰ καλά,
ὁμοιάζει μὲ ἐκεῖνον ποὺ ἀντλεῖ νερὸ καὶ τὸ χύνει σ᾿ ἕνα τρυπημένο πιθάρι.
44. Ὅπως τὸ πλοῖο ποὺ ἔχει καλὸν κυβερνήτη φθάνει μὲ τὴν βοήθεια
τοῦ Θεοῦ σῶο στὸ λιμάνι, ἔτσι καὶ ἡ ψυχὴ ποὺ ἔχει καλὸν ποιμένα ἀνεβαίνει
εὔκολα στὸν οὐρανό, ἔστω καὶ ἐὰν ἔχῃ διαπράξει πλῆθος κακῶν.
45. Ὅπως αὐτὸς ποὺ δὲν ἔχει ὁδηγὸ χάνει εὔκολα τὸν δρόμο, ἔστω καὶ
ἐὰν εἶναι πολὺ ἔξυπνος, ἔτσι καὶ ἐκεῖνος ποὺ προχωρεῖ αὐτοκυβέρνητος
τὴν μοναχικὴ ὁδό, εὔκολα χάνεται, ἔστω καὶ ἐὰν κατέχη ὅλη τὴν σοφία
τοῦ κόσμου.
46. Ὅταν κάποιος ἀσθενῆ κατὰ τὸ σῶμα, ἔχῃ δὲ διαπράξει καὶ βαριὰ
ἁμαρτήματα, αὐτὸς ἂς ἀκολουθῇ τὴν ὁδὸ τῆς ταπεινώσεως καὶ τῶν διαφόρων
μορφῶν καὶ ἐκδηλώσεών της, διότι δὲν πρόκειται νὰ εὕρῃ ἀλλοῦ τὴν σωτηρία.
47. Ὅπως δὲν εἶναι δυνατὸν αὐτὸς ποὺ ἐπέρασε μακροχρόνιο ἀσθένεια
νὰ ἀνακτήσῃ τὴν ὑγεία του μέσα σε μία στιγμή, ἔτσι δὲν εἶναι δυνατὸν
νὰ νικήσουμε διὰ μιᾶς τὰ πάθη μας ἢ ἕνα πάθος μας. Νὰ παρατηρῆς σὲ τί
μέτρα εὑρίσκεσαι σὲ κάθε πάθος καὶ σὲ κάθε ἀρετή, καὶ ἔτσι θὰ ἀντιληφθῆς
καλύτερα τὴν πρόοδό σου.
48. Ὅπως ζημιώνονται ὅσοι ἀνταλάσσουν τὸν χρυσό μὲ τὴν λάσπη, ἔτσι
καὶ ὅσοι διηγοῦνται καὶ ἀποκαλύπτουν τὰ πνευματικὰ γιὰ νὰ κερδήσουν
κάτι ἀπὸ τὰ ὑλικά.
49. Τὴν ἄφεσι πολλοὶ τὴν ἀπέκτησαν σύντομα, ἀλλὰ τὴν ἀπάθεια κανείς,
διότι αὐτὸ ἀπαιτεῖ πολὺν χρόνο καὶ πόθο καὶ τὴν βοήθεια τοῦ Θεοῦ.
50. Ἂς ἀναζητήσωμε ποιὰ θηρία ἢ πτηνὰ μᾶς ἐπιβουλεύονται στὴν σπορά,
ποιὰ στὴν βλάστησι καὶ ποιὰ στὸν θερισμό, ὥστε νὰ στήνωμε κάθε φορὰ
τὶς ἀνάλογες παγίδες.
51. Ὅπως δὲν εἶναι σωστὸ νὰ αὐτοκτονήση κάποιος, ἐπειδὴ ἔχει πυρετό,
ἔτσι δὲν πρέπει νὰ περιπίπτη κανεὶς στὴν ἀπόγνωσι ποτὲ μέχρι τελευταίας
ἀναπνοῆς.
52. Ὅπως εἶναι ἄσχημο, ἐκεῖνος ποὺ ἔθαψε τὸν πατέρα του, ἐπιστρέφοντας
ἀπὸ τὴν κηδεία νὰ κατευθυνθῇ σὲ γάμο, ἔτσι εἶναι ἀνάρμοστο σὲ ὅσους
θρηνοῦν τὶς πτώσεις τους, νὰ ἐπιζητοῦν στὴν παροῦσα ζωὴ ἀπὸ τοὺς ἀνθρώπους
τιμὴ ἢ ἀνάπαυσι ἢ δόξα.
53. Ὅπως ἄλλες εἶναι οἱ κατοικίες τῶν ἐλευθέρων πολιτῶν καὶ ἄλλες
τῶν καταδίκων, ἔτσι πρέπει νὰ ξεχωρίζη τελείως ἡ κατάστασις καὶ ἡ ζωὴ
τῶν πενθούντων καὶ ἐνόχων ἀπὸ τῶν ἀνενόχων.
54. Ὅπως τὸν στρατιώτη ποὺ ἐπληγώθηκε βαρειὰ στὸ πρόσωπό του κατὰ
τὸν πόλεμο, ὁ βασιλεὺς δὲν τὸν ἀποβάλλει ἀπὸ τὸ στράτευμα, ἀλλὰ μᾶλλον
τὸν προβιβάζει σὲ ἀνωτέρα τάξι, ἔτσι καὶ τὸν μοναχὸ ποὺ κινδυνεύει καὶ
ὑποφέρει πολλὰ ἀπὸ τοὺς δαίμονας, ὁ ἐπουράνιος Βασιλεὺς τὸν στεφανώνει.
55. Ἡ
αἴσθησις ποὺ διαθέτει ἡ
ψυχὴ εἶναι ἕνα ἰδίωμά της. Ἡ δὲ ἁμαρτία εἶναι ὁ κόλαφος αὐτῆς τῆς αἰσθήσεως.
Ἡ
συναίσθησις εἶναι αὐτὴ
ποὺ ἐπιφέρει τὴν κατάπαυσι ἢ τὴν μείωσι τοῦ κακοῦ, καὶ εἶναι τέκνο τῆς
συνειδήσεως.
Ἡ δὲ
συνείδησις εἶναι ὁ λόγος
καὶ ὁ ἔλεγχος τοῦ φύλακός μας Ἀγγέλου, ὁ ὁποῖος μᾶς ἐδόθηκε στὸ βάπτισμα.
Γι᾿ αὐτὸν τὸν λόγο βλέπομε ὅτι οἱ ἀβάπτιστοι δὲν αἰσθάνονται ἔντονες
τύψεις γιὰ τὶς κακές τους πράξεις, ἀλλὰ πολὺ ἐλαφρές.
Ἡ ἐλάττωσις τοῦ κακοῦ γεννᾶ τὴν ἀποχὴ ἀπὸ τὸ κακό. Ἡ ἀποχὴ ἀπὸ τὸ
κακὸ εἶναι ἡ ἀρχὴ τῆς μετανοίας. Ἡ ἀρχὴ τῆς μετανοίας εἶναι ἡ ἀρχὴ τῆς
σωτηρίας. Ἡ ἀρχὴ τῆς σωτηρίας εἶναι ἡ καλὴ πρόθεσις. Ἡ καλὴ πρόθεσις
γεννᾶ τοὺς κόπους. Ἀρχὴ τῶν κόπων εἶναι οἱ ἀρετές. Ἡ ἀρχὴ τῶν ἀρετῶν
εἶναι τὸ ἄνθος (τῆς πνευματικῆς ζωῆς). Τὸ ἄνθος τῆς ἀρετῆς εἶναι ἡ ἀρχὴ
τῆς (πνευματικῆς) ἐργασίας. Ἡ (πνευματική) ἐργασία εἶναι τέκνο τῆς ἀρετῆς·
καὶ αὐτῆς τέκνο ἡ συνέχισις καὶ ἡ συχνότης τῆς ἐργασίας. Καρπὸς καὶ
τέκνο τῆς συνεχοῦς καὶ ἐπιμελοῦς ἐργασίας εἶναι ἡ ἕξις, (ἡ μόνιμη δηλαδὴ
συνήθεια). Καὶ τέκνο τῆς ἕξεως εἶναι ἡ
ποίωσις,
(νὰ γίνῃ δηλαδὴ ἡ ἀρετὴ ἕνα μὲ τὴν ψυχή, φυσικὴ κατάστασίς της).
Ἡ
ποίωσις στὸ καλὸ γεννᾶ
τὸν φόβο (τοῦ Θεοῦ). Ὁ φόβος γεννᾶ τὴν τήρησι τῶν ἐντολῶν – εἴτε τῶν
ἐπουρανίων εἴτε τῶν ἐπιγείων. Ἡ τήρησις τῶν ἐντολῶν εἶναι ἀπόδειξις
τῆς ἀγάπης (πρὸς τὸν Θεόν). Ἀρχὴ τῆς ἀγάπης εἶναι τὸ πλῆθος τῆς ταπεινώσεως.
Τὸ πλῆθος δὲ τῆς ταπεινώσεως εἶναι θυγατέρα τῆς ἀπαθείας. Καὶ ἡ ἀπόκτησις
τῆς ἀπαθείας εἶναι ἡ πληρότης τῆς ἀγάπης, δηλαδὴ ἡ πλήρης κατοίκησις
τοῦ Θεοῦ σὲ ὅσους ἔγιναν μὲ τὴν ἀπάθεια «καθαροί τῇ καρδίᾳ ὅτι αὐτοὶ
τὸν Θεὸν ὄψονται» (Ματθ. ε´ 8).
Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
|