Περὶ τῆς
τῶν παθῶν ἀπωλείας τῆς ὑψίστου ταπεινοφροσύνης,
ἀοράτῳ αἰσθήσει ἐγγινομένης· ὃς ἀνάβασιν ἴσχυσεν, θαρσείτω,
τὸν διδάσκαλον γὰρ Χριστὸν μιμησάμενος σέσωσται.
1. (988.) Ὁ ἀγάπης Κυρίου κυρίως, καὶ ταπεινοφροσύνης πρέποντως,
καὶ μακαρίας ἁγνείας ἀληθῶς, καὶ ἐλλάμψεως Θεοῦ ἐναργῶς, καὶ φόβου αὐτοῦ
ἀψευδῶς, καὶ πληροφορίας καρδίας εἰλικρινῶς αἴσθησιν καὶ ἐνέργειαν διὰ
λόγου ὁρατοῦ διηγεῖσθαι βουλόμενος, καὶ τοὺς ταύτης ἀγεύστους ἐν ἐξηγήσεσι
περὶ τῶν τοιούτων φωτίζειν δοκῶν, ὅμοιόν τι ποιεῖ ἀνδρὶ, τῷ τοὺς μὴ
γευσαμένους μέλιτος πώποτε τὴν τούτου γλυκύτητα διὰ λόγων, καὶ ὑποδειγμάτων
διδάσκειν θέλοντι. Ἀλλ᾿ ὁ μὲν δεύτερος εἰς μάτην φιλολογεῖ, ἵνα μὴ εἴπω
βαττολογεῖ· ὁ δὲ πρότερος, ἢ ἄπειρος τῆς ἑαυτοῦ διηγήσεως κατέστηκεν,
ἢ ὑπὸ κενοδοξίας ὀξέως ἐμπαίζεται.
2. Προέθηκεν ὁ λόγος θησαυρὸν εἰς βάσανον ἐν ὀστρακίνοις σκεύεσι,
μᾶλλον δὲ σώμασι, κατησφαλισμένον ὑπάρχοντα, παντὶ λόγῳ τῇ ποιότητι
ἀγνώριστον διαμένοντα, μόνην δὲ τὴν ἄνωθεν ἐπιγραφὴν ἀκατάληπτον περικείμενον
πολλὴν καὶ ἀπέραντον τοῖς λόγῳ ζητοῦσι τὴν ἔρευναν, καὶ τὸν μόχθον [κόπον]
παρέχουσαν. Εἶχε δὲ ἡ λέξις οὕτως· Ἡ ἁγία ταπείνωσις.
3. Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοι ἡμῖν εἰς τὸ νοερὸν τοῦτο καὶ
πάνσοφον συνεισιέτωσαν συνέδριον, πλάκας γνώσεως θεογράφους σὺν αὐτοῖς
μετὰ χεῖρας νοερὰς ἐπιφερόμενοι· καὶ συνεληλύθαμεν καὶ συνεζητήκαμεν,
καὶ βεβασανίκαμεν τῆς τιμίας ἐπιγραφῆς τὴν δύναμιν. Καὶ ὁ μὲν ἔλεγε
λήθην τῶν κατορθουμένων προσεχῆ· ἕτερος δὲ τὸ πάντων ἐσχατώτερον καὶ
ἁμαρτωλότερον ἑαυτὸν λογίζεσθαι· ἄλλος ἐπίγνωσιν νοὸς τῆς οἰκείας ἀσθενείας
καὶ ἀδυναμίας· ἕτερος, τὸ προκαταλαμβάνειν τὸν πλησίον ἐν παροργισμοῖς
καὶ λύειν πρῶτον τὴν μῆνιν· ἕτερος πάλιν χάριτος Θεοῦ καὶ συμπαθείας
ἐπίγνωσιν· ἄλλος συντετριμμένης ψυχῆς αἴσθησιν, καὶ θελήματος οἰκείου
ἄρνησιν.
Ἐγὼ δὲ πάντων ἀκηκοὼς, καὶ ἐν ἑαυτῷ ταῦτα ἐπεσκεμμένως τε καὶ νηφάντως
βεβασανικὼς, τὴν μακαρίαν ἐκείνης αἴσθησιν δι᾿ ἀκοῆς μανθάνειν οὐ δεδύνημαι.
Διόπερ καὶ ἔσχατος πάντων ὡς κύων ἐκ ψιχίων τραπέζης τῶν γνωστικῶν καὶ
μακαρίων ἐκπιπτόντων αὐτῶν τοῦ στόματος συλλελεχὼς περὶ ταύτης ὁριζόμενος
εἶπον· (989.) Ταπεινοφροσύνη ἐστὶ ἀνώνυμος χάρις ψυχῆς, μόνοις εὐώνυμος·
τοῖς τὴν πεῖραν εἰληφόσιν, ἄφραστος πλοῦτος Θεοῦ ὀνομασία, καὶ χορηγία.
Μάθετε γὰρ, φησὶν, οὐκ ἀπ᾿ ἀγγέλου, οὐκ ἀπ᾿ ἀνθρώπου, οὐκ ἀπὸ δέλτου,
ἀλλ᾿ ἀπ᾿ ἐμοῦ, τοῦτ᾿ ἔστιν, ἐκ τῆς ἐμῆς ἐν ὑμῖν ἐνοικειώσεως καὶ ἐλλάμψεως,
καὶ ἐνεργείας· ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ τῷ λογισμῷ,
καὶ τῷ φρονήματι, καὶ εὑρήσετε ἀνάπαυσιν πολέμων, καὶ κουφισμὸν λογισμῶν
ταῖς ψυχαῖς ὑμῶν.
4. Ἄλλη τῆς ὁσίας ταύτης ἀμπέλου ἡ θέα ἐν χειμῶνι παθῶν ἔτι, καὶ
ἄλλη ἐν ἔαρι λοιπὸν τῶν καρπῶν· καὶ ἑτέρα ἡ ἐν θέρει τῶν ἀρετῶν, εἰ
καὶ εἰς μίαν πᾶσαι αὐτῆς αἱ θεωρίαι συντρέχουσιν τὴν εὐφροσύνην καὶ
καρποφορίαν· ὅθεν καὶ οἰκεῖα ὡσπερεὶ τὰ σύμβολα καὶ τὰ τεκμήρια τῶν
καρπῶν κέκτηνται. Ὅταν μὲν γὰρ ἐν ἡμῖν ὁ τῆς ὁσίας ταύτης ἐπανθεῖν βότρυς
ἄρξηται, μισοῦμεν εὐθέως μετὰ πόνου πᾶσαν ἀνθρωπίνην δόξαν καὶ εὐφημίαν·
θυμὸν καὶ ὀργὴν ἐξ ἑαυτῶν ἐξορίζοντες. Προκοπτούσης δὲ λοιπὸν τῆς βασιλίδος
ταύτης τῶν ἀρετῶν τῇ πνευματικῇ ἡλικίᾳ ἐν τῇ ψυχῇ, εἰς οὐδὲν, μᾶλλον
εἰς βδέλυγμα, πάντα τὰ παρ᾿ ἡμῶν ἐκτελούμενα ἀγαθὰ λογιζόμεθα, πᾶσαν
ἡμέραν προστιθέναι μᾶλλον τῷ φορτίῳ ἐν ἀγνώστῳ σκορπισμῷ ὑπολαμβάνοντες·
τὴν δὲ τῶν ἐν ἡμῖν ἐπιδημούντων θείων χαρισμάτων περιουσίαν, ὡς προσθήκην
πλείονος κολάσεως, ὡς οὐκ ἀξίοις αὐτῶν ὑποπτεύομεν. Διὸ τότε καὶ μένει
ὁ νοῦς ἄσυλος ἐν βαλαντίῳ μετριότητος ἑαυτὸν κατασφαλισάμενος, τοὺς
κτύπους μόνον καὶ τὰ ἀθύρματα τῶν κλεπτῶν ἀκούων, καὶ ὑπ᾿ οὐδενὸς τούτων
ἐπηρεασθῆναι δυνάμενος, εἴπερ μετριότης ἐστὶν ταμεῖον ἀνεπιχείρητον.
5. Περὶ μὲν οὖν τῆς ἀνθηφορίας καὶ προκοπῆς βραχείας τοῦ ἀειθαλοῦς
καρποῦ διὰ μικρολογίας φιλοσοφεῖν τετολμήκαμεν· τί δὲ λοιπὸν τὸ τέλειον
ἔπαθλον τῆς ἱερᾶς, τὸν Κύριον οἱ τοῦ Κυρίου οἰκεῖοι ἐρωτήσατε. Περὶ
μὲν οὖν τῆς ποσότητος τῆς οὐσίας ταύτης λέγειν οὐ δυνατόν· περὶ δὲ τῆς
ποιότητος ἀδυνατώτερον φράσαι. Πλὴν δὲ περὶ τῆς ἰδιότητος κατὰ τὴν ὑπεισελθοῦσαν
ἡμῖν ἔννοιαν λέγειν ἐπιχειρήσομεν.
6. Μετάνοια, μεμεριμνημένη μέντοι, καὶ πένθος ἀφηγνισμένον πάσης
κηλῖδος, καὶ ἡ πανόσιος εἰσαγομένων ταπείνωσις, τοσαύτην ἀπ᾿ ἀλλήλων
τὴν διαφοράν, καὶ τὴν διάκρισιν κέκτηνται, ὅσην ἔχει παρὰ τὸν ἄρτον
ἡ ζύμη καὶ ὁ ἄλευρος. Συντρίβεται μὲν γὰρ ψυχὴ καὶ λεπτύνεται διὰ μετανοίας
ἐναργοῦς· ἑνοῦται δέ πως, καὶ ἵν᾿ οὕτως εἴπω συμφύρεται Θεῷ δι᾿ ὕδατος
πένθους ἀψευδοῦς· ἐξ οὗ καὶ ἐξάψασα πῦρ Κυρίου ἀρτοποιεῖται καὶ στερεοῦται
ἡ μακαρία ταπείνωσις ἡ ἄζυμος καὶ ἄτυφος· ὅθεν καὶ ὡς εἰς μίαν δύναμιν,
καὶ ἐνέργειαν, καὶ συνθέουσα ἑαυτῇ ἡ πανόσιος αὕτη τρίσειρος ἅλυσις,
(992.) μᾶλλον δὲ ἴρις, οἰκείας πως καὶ τὰς ἐργασίας, καὶ ἰδιότητας κέκτηται·
καὶ ὅπερ ἂν θατέρας εἴποις ὑπάρχειν σύμβολον, τοῦτο καὶ τῆς ἑτέρας εὕροις
ἂν γινόμενον γνώρισμα. Διὸ καὶ ἐν συντόμῳ τὸ εἰρημένον δι᾿ ἀποδείξεως
κυρῶσαι πειράσομαι.
7. Ἰδίωμα μὲν γὰρ τῆς καλῆς ταύτης καὶ ἀξιαγάστου Τριάδος πρῶτον
καὶ ἐξαίρετον ἀτιμίας ὑποδοχὴ ἀσμενεστάτη, ὑπτίαις χερσὶ ψυχῆς προσδεχομένης
καὶ περιπτυσσομένης ταύτην ὡς καταπαύουσαν καὶ καταφλέγουσαν νόσους
ψυχῆς, καὶ ἁμαρτίας μεγάλας· δεύτερον δὲ ἀπ᾿ ἐκείνου θυμοῦ παντὸς ἀπώλεια
[θνῆσις], καὶ μετριότης ἐν τῇ τούτου κατευνάσει· τρίτος δὲ βαθμὸς κάλλιστος,
τῶν οἰκείων καλῶν ἀπιστία πιστὴ, καὶ διηνεκὴς μαθήσεως ὄρεξις.
8. Τέλος μὲν νόμου καὶ προφητῶν, Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ
πιστεύοντι· τέλος δὲ παθῶν ἀκαθάρτων κενοδοξία καὶ ὑπερηφανία παντὶ
τῷ μὴ προσέχοντι· ὧν καθαιρέτις οὖσα ἡ νοερὰ αὕτη ἔλαφος φυλάττει τὸν
ἑαυτῆς σύμβιον παντὸς ἰοῦ θανατηφόρου ἀνεπίδηκτον. Ποῦ γὰρ ἐν αὐτῇ ὑποκρίσεως
ἰὸς ἐμφανίζεται; ποῦ καταλαλιᾶς; ποῦ ὄφις ἐν φωλεᾷ κρύπτεται; καὶ οὐχὶ
μᾶλλον ἐκ τῆς γῆς τῆς καρδίας δημοσιευόμενος θανατοῦται καὶ ἀναλίσκεται·
οὐκ ἔστιν ἐν τῇ ταύτῃ συναφείᾳ μίσους ἐμφάνεια, οὐκ ἀντιλογίας εἶδος,
οὐκ ἀπειθείας ὀσμὴ, εἰ μή που ὁ λόγος περὶ πίστεως.
9. Ὁ ταύτῃ νυμφικῶς ἑνωθεὶς, ἤπιος, προσηνής, εὐκατάνυκτος, συμπαθής,
ὑπὲρ ἅπαντα γαληνὸς, φαιδρὸς, εὐήνιος, ἄλυπος, ἄγρυπνος, ἄοκνος πέλει·
καὶ τί δεῖ πολλὰ λέγειν, ἀπαθής, εἴπερ Ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη
ἡμῶν ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν, καὶ τῶν παθῶν, καὶ
τῶν μολυσμῶν ἡμῶν.
10. Μοναχὸς ταπεινόφρων οὐ πολυπραγμονήσει ἄῤῥητα· ὁ δὲ ὑπερήφανος
πολυπραγμονήσει κρίματα.
11. Τινὰ τῶν γνωστικωτάτων ἀδελφῶν ὀφθαλμοφανῶς οἱ δαίμονες ἐμακάρισαν
ἐπιστάντες· ὁ δὲ πάνσοφός φησι πρὸς αὐτούς· Εἰ μὲν τοῦ ἐπαινεῖν με ἐν
τῇ ἐμῇ ψυχῇ ἐπαύσασθε, ἐκ τῆς ὑμῶν ὑποχωρήσεως μέγαν εἶναι ἑαυτὸν νενόηκα
[ἡγήσομαι]· εἰ δὲ ἐπαινοῦντες οὐ παύεσθε, ἐκ τοῦ ὑμῶν ἐπαίνου τὴν ἑαυτοῦ
ἀκαθαρσίαν στοχάσομαι. Ἀκάθαρτος γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Ἢ
οὖν ὑποχωρεῖτε, καὶ ἰδοὺ μέγας γέγονα, ἢ ἐπαινεῖτε, καὶ δι᾿ ὑμῶν ταπείνωσιν
κτῶμαι· καὶ καταπλαγέντες τὴν ἀπορίαν ἄφαντοι γεγόνασι.
12. Μὴ ἔστω ἡ ψυχὴ λάκκος τοῦ ζωοποιοῦ τούτου νάματος, ποτὲ μὲν τοῦτο
βρύουσα, ποτὲ δὲ πάλιν λήγουσα ὑπὸ καύσωνος δόξης καὶ ἐπάρσεως· ἀλλὰ
πηγὴ ἀπαθείας, ποταμὸν πτωχείας ἐξ αὐτῆς διὰ παντὸς ἀναφέρουσα.
13. Γίνωσκε, ὦ φιλότης, ὡς αἱ κοιλάδες πληθύνουσι σῖτον καὶ καρπὸν
πνευματικὸνἐν αὐταῖς. Κοιλάς ἐστι ψυχὴ τεταπεινωμένη ἀνὰ μέσον ὀρέων,
πόνων καὶ ἀρετῶν, ἄτυφος ἀεὶ καὶ ἀκίνητος μένουσα.
14. Οὐ νενήστευκα, οὐκ ἠγρύπνικα, οὐκ ἐχαμεύνικα, ἀλλ᾿ ἐταπεινώθην,
καὶ ἔσωσέ με συντόμως ὁ Κύριος.
15. Ἡ μὲν μετάνοια ἀνιστᾷ· τὸ (993.) δὲ πένθος εἰς οὐρανοὺς κρούει·
ἡ δὲ ὁσία ταπείνωσις ἀνοίγει. Ἐγὼ δὲ λέγω, καὶ προσκυνῶ Τριάδα ἐν μονάδι,
καὶ μονάδα ἐν Τριάδι.
16. Πάντα μὲν τὰ ὁρώμενα φωτίζει ὁ ἥλιος· πάντα δὲ τὰ λόγῳ πραττόμενα
κρατύνει ταπείνωσις. Μὴ παρόντος φωτὸς, πάντα ζοφώδη· καὶ μὴ παρούσης
ταπεινοφροσύνης, πάντα ἡμῶν ἕωλα.
17. Εἷς ἐν πάσῃ τῇ κτίσει χῶρος ἅπαξ τεθέαται ἥλιον· καὶ εἷς λογισμὸς
πολλάκις ταπείνωσιν τέτοκε. Μιᾷ καὶ μόνῃ ἡμέρᾳ πᾶς ὁ κόσμος ἠγαλλίαται·
καὶ μία αὕτη ἐστὶν ἀρετὴ τοῖς δαίμοσι ἀμίμητος.
18. Ἄλλο τὸ ἐπαίρεσθαι· καὶ ἕτερον τὸ μὴ ἐπαίρεσθαι, καὶ ἄλλο τὸ
ταπεινοῦσθαι· ὁ μὲν γὰρ κρίνει πᾶσαν ἡμέραν· ὁ δὲ οὐ κρίνει· οὐ μέντοι
καὶ ἑαυτὸν κατακρίνει· ὁ δὲ ἀκαταδίκαστος ὢν διὰ παντὸς ἑαυτὸν καταδικάζει.
19. Ἄλλο τὸ ταπεινοφρονεῖν· καὶ ἄλλο τὸ ἀγωνίζεσθαι ταπεινοφρονεῖν·
καὶ ἕτερον τὸ ἐπαινεῖν τὸν ταπεινόφρονα. Τὸ μὲν πρῶτον τελείων· τὸ δὲ
δεύτερον ὑποτακτικῶν ἀληθινῶς· τὸ δὲ τρίτον, πάντων πιστῶν.
20. Ὁ τὰ ἔσω τεταπεινωκὼς, ὑπὸ χειλέων οὐ κλέπτεται· ὃ γὰρ οὐκ ἔχει
ὁ θησαυρὸς, οὐ προφέρει ἡ θύρα.
21. Μεμονωμένος ἵππος πολλάκις τρέχειν δοκεῖ,
22. συναγελαζόμενος δὲ τότε τὴν ἑαυτοῦ ἐπέγνω νωθρότητα. Ἐὰν μηκέτι
ἐν τοῖς φυσικοῖς ὁ λογισμὸς ἐναβρύνηται, ἀρχῆς ὑγείας τεκμήριον· ἕως
δὲ τῆς ὀζωδίας ἐκείνης ἐπαισθάνεται, ὀσμῆς μύρου οὐκ αἰσθάνεται.
23. Οὐκ ἔτι πλήξει, οὐ δικάσει, οὐκ ἄρξει, οὐ σοφισθήσεται ὁ ἐμὸς
ἐραστής, ἡ ὁσία ἔφησεν, ἄχρις ἂν ἐμοὶ συναφθῇ. Μετὰ γὰρ τὴν ἐμὴν συνάφειαν
τούτῳ λοιπὸν νόμος οὐ κεῖται.
24. Τινὶ τῶν ἐπὶ τὴν μακαρίαν ταύτην σπουδαζόντων, ἀνδρὶ ἀγωνιστῇ
ἔπαινον ἐν καρδίᾳ οἱ ἀνόσιοι ὑπέσπειραν δαίμονες· ὁ δὲ μηχανᾶται ἐκ
θείας ἐμπνεύσεως πνευμάτων πονηρίαν νικῆσαι εὐσεβεῖ μεθοδείᾳ· καὶ δὴ
ἀναστὰς κατατάττει ἐν τῷ τοίχῳ τῆς ἑαυτοῦ κέλλης τὰς τῶν ὑψηλοτάτων
ἀρετῶν προσηγορίας· λέγω δὲ τῆς τελείας ἀγάπης, τῆς ἀγγελικῆς ταπεινοφροσύνης,
τῆς καθαρᾶς προσευχῆς, τῆς ἀφθάρτου ἁγνείας, καὶ τῶν τοιούτων. Ἡνίκα
οὖν αὐτὸν οἱ λογισμοὶ ἐπαινεῖν ἤρχοντο, ἔλεγεν αὐτοῖς· Ἄγωμεν ἐπὶ τὸν
ἔλεγχον, καὶ ἐρχόμενος λοιπὸν τὰς προσηγορίας ἀνεγίνωσκε· καὶ ἐβόα αὐτῷ·
Ὁπηνίκα ταύτας κτήσῃ, γνῶθι ὅτι μακρὰν εἶ ἔτι ἀπὸ τοῦ Θεοῦ.
25. Τίς μὲν ἡ τοῦ ἡλίου δύναμις καὶ οὐσία, εἰπεῖν ἡμεῖς οὐ δυνάμεθα·
26. ἐκ τῶν δὲ ἐνεργειῶν αὐτοῦ λοιπὸν καὶ ἰδιωμάτων τὴν ἐνοῦσαν αὐτῷ
οὐσίαν πεφανερώκαμεν. Ταπεινοφροσύνη ἐστὶ σκέπη θεία, ἐπὶ ἀβλεψίᾳ τῶν
οἰκείων κατορθωμάτων. Ταπεινοφροσύνη ἐστὶν ἄβυσσος εὐτελείας πᾶσι κλέπταις
οὖσα ἀνεπιχείρητος. Ταπεινοφροσύνη ἐστὶ πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.
Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς, μᾶλλον δὲ λογισμὸς, ἀνομίαν οὐ
προσθήσει τοῦ κακῶσαι αὐτόν, καὶ συγκόψαι ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς
αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσεται.
27. (996.) Ἄλλα τὰ τῷ κτήτορι τούτῳ τῷ μεγάλῳ τοῦ οἰκείου πλούτου
ἐν τῇ ψυχῇ γνωριζόμενα ἰδιώματα, παρὰ πάντα τὰ προδεδηλωμένα. Ἐκεῖνα
γὰρ ἅπαντα, ἄτερ ἑνὸς, τοῖς ὁρῶσίν εἰσι τοῦ πλούτου σημαντικά· γνώσῃ
καὶ οὐκ ἀπατηθήσῃ ἐν σεαυτῷ προσοῦσάν σοι τὴν ὁσίαν ταύτην οὐσίαν, ἐν
πλήθει φωτὸς ἀῤῥήτου, καὶ προσευχῆς ἔρωτι ἀμυθήτῳ προκαταλήψεως τούτων,
ἀλοιδόρητος καρδία ἐν πταίσμασιν ἀλλοτρίοις. Πρόδρομον [al. πρόδρομος]
τῆς λεχθείσης κενοδοξίας πάσης μῖσος.
28. Ὁ ἑαυτὸν ἐπιγνοὺς ἐν πάσῃ αἰσθήσει ψυχῆς, ἐπὶ τὴν γῆν ἔσπειρεν·
οὐκ ἔστι γὰρ μὴ οὕτως σπείραντας ταπεινοφροσύνην ἀνθῆσαι·
29. ὁ ἑαυτὸν ἐπιγνοὺς κατείληφε φόβου Κυρίου ἔννοιαν, διὰ δὲ ταύτης
βαδίσας εἰς πύλην ἀγάπης ἔφθασε.
Ταπείνωσίς ἐστι βασιλείας πύλη, τοὺς πλησιάζοντας εἰσάγουσα. Διὰ
ταύτης οἶμαι τὸν Κύριον εἰρηκέναι τὸν εἰσιόντα, ὅτι καὶ εἰσελεύσεται
καὶ ἐξελεύσεται ἀφόβως ἐκ τοῦ βίου, καὶ νομὴν εὑρήσει, καὶ χλόην ἐν
τῷ παραδείσῳ· πάντες ὅσοι ἦλθον δι᾿ ἑτέρας ἐν τῷ σχήματι, κλέπται εἰσὶ
τῆς ἑαυτῶν ζωῆς καὶ λῃσταί. Συζητοῦντες ἑαυτοὺς οἱ καταλαβεῖν βουλόμενοι,
μὴ διαλίπωμεν, κἂν ἐν αἰσθήσει ψυχῆς τὸν πλησίον πάντα προὔχειν ἡμῶν
οἰώμεθα ἐγγὺς τὸ ἔλεος.
32. Ἀδύνατον ἐκ χιόνος προϊέναι φλόγα· ἀμηχανώτερον δὲ ἐν ἑτεροδόξῳ
ταπεινοφροσύνην ὑπάρχειν.
33. Πιστῶν καὶ εὐσεβῶν τὸ κατόρθωμα, καὶ τοῦτο τοῖς λοιπὸν κεκαθαρμένοις
[τῶν κεκαθαρμένων]. Οἱ πλείους μὲν ἑαυτοὺς ἁμαρτωλοὺς καὶ λέγομεν ἴσως
καὶ ἔχομεν· ἀτιμία δὲ καρδίαν ἐδοκίμασεν·
34. οὐ παύσεται ὁ ἐπειγόμενος ἐπὶ τὸν λιμένα τοῦτον τὸν ἀκύμαντον,
τρόπους, καὶ λόγους, καὶ ἐννοίας, καὶ ἐπινοίας, καὶ ζητήσεις, καὶ ἐκζητήσεις,
καὶ ἀγωγάς, καὶ μηχανάς, καὶ εὐχάς, καὶ προσευχὰς ποιῶν, καὶ νοῶν, καὶ
ἐπινοῶν, ἄχρις οὗ διὰ Θεοῦ συνεργίας καὶ ταπεινοτέρων καὶ ἀτιμοτέρων
ἀγωγῶν, τῆς ἀειχειμάστου οἰήσεως θαλάσσης ἐλευθερώσῃ τὸ τῆς οἰκείας
ψυχῆς σκάφος· ὁ γὰρ ταύτης ἀπαλλαγεὶς, ἐπὶ πᾶσι τοῖς λοιποῖς ἁμαρτήμασιν
εὐαπολόγητος τελώνης γίνεται.
35. Τινὲς γὰρ τὰ προγεγονότα κακὰ, καὶ μετὰ τὴν ἄφεσιν τούτων εἰς
ὑπόθεσιν ταπεινοφροσύνης, ἕως τέλους ἐσχήκασι, δι᾿ ἐκείνων τὸ μάταιον
οἴημα κολαφίζοντες. Ἕτεροι δὲ τὸ τοῦ Χριστοῦ ἐννοοῦντες πάθος, ἑαυτοὺς
ἀεὶ χρεώστας λογίζονται. Ἄλλοι διὰ τῶν καθημερινῶν ἐλλείψεων ἑαυτοὺς
εὐτελίζουσιν. Ἄλλοι ἐκ συμβατικῶν πειρασμῶν, καὶ νόσων, καὶ πτωμάτων,
τὴν τῶν χαρισμάτων μητέρα ᾠκειώσαντο. Εἰσὶ δέ τινες· εἴπερ καὶ νῦν εἰσιν,
οὐκ ἔχω λέγειν· οἱ δι᾿ αὐτῶν τῶν τοῦ Θεοῦ δωρεῶν κατὰ πρόσβασιν τούτων
ἑαυτοὺς ταπεινοῦντες, ἀναξίους ἑαυτοὺς τοῦ τοιούτου πλούτου λογιζόμενοι,
καὶ ὡς καθημέραν τῷ ἑαυτοῦ χρέει προστιθέντες οὕτως διακείμενοι. (997.)
Τοῦτο ταπείνωσις, τοῦτο ἡ μακαριότης· τοῦτο τὸ τέλειον ἔπαθλον.
36. Ὁπόταν τινὰ ἴδῃς ἢ ἀκούσῃς ἐν ὀλίγοις ἔτεσιν ὑψηλοτάτην ἀπάθειαν
κτησάμενον, καὶ μὴ ἄλλην, ἀλλὰ ταύτην αὐτὸν τὴν μακαρίαν σύντομον ὁδὸν
πεζοπορήσαντα ὑπολάμβανε. Ἡ ἱερὰ ξυνωρὶς, ἀγάπη καὶ ταπείνωσις·
37. ἡ μὲν γὰρ ὑψοῖ, ἡ δὲ τοὺς ὑψωθέντας κρατοῦσα οὐδέποτε πίπτει.
38. Ἄλλο συντριμμὸς, καὶ ἄλλο ἐπίγνωσις, καὶ ἄλλο ταπείνωσις. Συντριμμός
ἐστι πτώματος γέννημα. Ὁ γὰρ πίπτων συντρίβεται καὶ ἀπαῤῥησίαστος ἐν
προσευχῇ μετ᾿ ἐπαινουμένης ἀναιδείας παρίσταται, ῥάβδῳ ἐλπίδος ὡς συντεθλασμένος
ἐπιστηριζόμενος, καὶ ἐν αὐτῇ τὸν κύνα τῆς ἀπογνώσεως διώκων. Ἐπίγνωσίς
ἐστιν ἀσφαλὴς τῶν οἰκείων μέτρων, καὶ ψιλῶν πταισμάτων ἀρέμβαστος μνήμη
καὶ κατάληψις. Ταπείνωσίς ἐστι διδαχὴ Χριστοῦ νοερὰ νοητῶς τοῖς καταξιουμένοις
ἐν τῷ ταμιείῳ τῆς ψυχῆς θαλαμευομένη, καὶ λόγοις αἰσθητοῖς οὖσα ἀπρόσιτος.
39. Ὁ ὅλως ὀσμῆς τοῦ τοιούτου μύρου ἐν ἑαυτῷ αἰσθέσθαι λέγων, καὶ
ἐν καιρῷ ἐπαίνων, κἂν πρὸς βραχὺ τὴν καρδίαν κινούμενος· ἢ τὴν τῶν λόγων
δύναμιν ἐπιστάμενος, μὴ πλανηθῇ πεπλάνηται·
40. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἐν αἰσθήσει ψυχῆς τινος ἀκήκοα λέγοντος·
ἀλλ᾿ ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἐγίνωσκε γὰρ τὴν φύσιν, μὴ ὡς ἔτυχεν
ἐξ ἑαυτῆς ἀβλαβῆ διαμένειν. Παρὰ σοὶ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ,
ἐν τῷ μέλλοντι. Πρὸ γὰρ ἐκείνου, ταύτην [εὐφημίαν]ἀκινδύνως φέρειν οὐ
δύναμαι.
41. Εἰ τοῦτο ὄρος, καὶ λόγος, καὶ τρόπος ἐσχάτης ὑπερηφανίας καθέστηκε,
τὸ τὰς μὴ προσούσας ἀρετάς, δόξης χάριν, ὑποκρίνεσθαι, οὐκ οὖν τοῦτο
τεκμήριον βαθυτάτης ταπεινοφροσύνης καθέστηκε τὸ τὰς μὴ προσούσας ἡμῖν
αἰτίας ἐπί τινων εὐτελείας χάριν σχηματίζεσθαι. Οὕτως ὁ τὸν ἄρτον καὶ
τὸν τυρὸν μετὰ χεῖρας εἰληφὼς πεποίηκεν· οὕτως ὁ τὴν ἑαυτοῦ ἐσθῆτα ἐκδυσάμενος,
καὶ ἀπαθῶς ὁ τῆς ἁγνείας ἐργάτης τὴν πόλιν περιπολήσας· οὐ μεριμνῶσιν
οἱ τοιοῦτοι ἀνθρωπίνουπροσκόμματος, λοιπὸν εἰληφότες δύναμιν διὰ προσευχῆς
ἀοράτως πάντας πληροφορῆσαι. Ὁ τοῦ προτέρου ἐπιμελούμενος, τοῦ δευτέρου
ἔνδειαν ἐσήμανεν. Ὅπου γὰρ Θεὸς πρὸς αἴτησιν ἕτοιμος, πάντα ποιεῖν δυνάμεθα.
42. Θέλε μᾶλλον ἀνθρώπους, καὶ μὴ Θεὸν λυπεῖν· χαίρει γὰρ ὁρῶν ἡμᾶς
ἀτιμίᾳ προστρέχοντας, ἵνα τὴν ματαίαν οἴησιν θλίψωμεν καὶ πλήξωμεν,
καὶ ἀπολέσωμεν.
43. Χενιτεία ἀκροτάτη τῶν τοιούτων ἄθλων πρόξενος· μεγάλων γὰρ ὄντως
ἐξ οἰκείων φέρειν ἐμπαίζεσθαι. Μὴ θαμβηθῇς ἐπὶ τοῖς εἰρημένοις· οὐδεὶς
γὰρ κλίμακα ὑφ᾿ ἕν ποτε ἀνελθεῖν δεδύνηται.
44. Ἐν τούτῳ γνώσονται πάντες, ὅτι Θεοῦ μαθηταί ἐσμεν, οὐχ ὅτι τὰ
δαιμόνια ἡμῖν ὑπακούουσιν, ἀλλ᾿ ὅτι τὰ ὀνόματα ἡμῶν γέγραπται (1000.)
ἐν τῷ οὐρανῷ τῆς ταπεινώσεως.
45. Ἡ μὲν ἀκαρπία φύσει εἰς ὕψος τοὺς τῶν λεγομένων κίτρων κλάδους
ἀνυψοῦν πέφυκε· κατακαμφθέντες δὲ θᾶττον καρποφόροι γίνονται. Ὁ νουνεχῶς
γνοὺς ἐπίσταται.
46. Κέκτηται ὁ τῆς ὁσίας ταύτης παρὰ Θεῷ βαθμὸς ἐν τριάκοντα καὶ
ἐν ἑξήκοντα, καὶ ἐν ἑκατὸν τὴν ἀνάβασιν, καὶ ἐν τῷ ἐσχάτῳ οἱ ἀπαθεῖς,
ἐν δὲ τῷ μέσῳ οἱ ἀνδρεῖοι. Ἐν δὲ τῷ πρώτῳ πάντες ἀνελθεῖν δύνανται·
47. ὁ γνοὺς ἑαυτὸν οὐδέποτε ἐμπαιχθεὶς ἐν τοῖς ὑπὲρ ἑαυτὸν ἐπιχειρήσειεν·
ἀλλὰ βέβηκε λοιπὸν τὸν πόδα ἐπὶ τὴν μακαρίαν ταύτην τρίβον.
48. Δεδείκασιν [al. δεδοίκασιν] ὄρνεις ἱέρακος εἶδος, ἐργάται δὲ
ταύτης ἀντιλογίας ἦχον.
49. Ἄνευ μὲν προῤῥήσεων, καὶ ἐλλάμψεων, καὶ σημείων, καὶ τεράτων
πολλοὶ τῆς σωτηρίας τετυχήκασιν· ἄνευ δὲ ταύτης οὐδεὶς ἐν τῷ νυμφῶνι
εἰσελεύσεται. Τῶν μὲν γὰρ προτέρων ἡ δευτέρα φύλαξ· ταύτης δὲ πολλάκις
τὰ πρότερα, ἐν τοῖς κουφοτέροις ἀναιρετικὰ γεγόνασιν.
50. ᾨκονόμησεν ὁ Κύριος πρὸς τὸ ἡμᾶς καὶ μὴ θέλοντας ταπεινοῦσθαι
καὶ τοῦτο· οὐδεὶς γὰρ τοὺς ἑαυτοῦ μώλωπας, ὡς ὁ πλησίον ὁρᾷν δύναται·
διόπερ ἀνάγκη ἡμᾶς, μὴ ἑαυτοῖς. ἀλλ᾿ ἐκείνῳ τὴν τῆς ὑγιείας χάριν, καὶ
Θεῷ διδόναι·
51. ὁ ταπεινόνους πάντοτε τὸ ἑαυτοῦ θέλημα ὡς πλάνον βδελύττεται·
καὶ ἐν τοῖς αἰτήμασιν αὐτοῦ τοῖς πρὸς Κύριον, πίστει ἀδιστάκτῳ τὰ προσήκοντα
μανθάνειν, καὶ ὑπακούειν πέφυκεν· οὐ τῇ πολιτείᾳ προσέχων τῶν διδασκάλων·
ἀλλὰ Θεῷ ἀναθεὶς τὴν μέριμναν, τῷ καὶ δι᾿ ὄνου ἐπὶ τοῦ Βαλαὰμ τὰ χρειώδη
διδάξαντι. Κἂν ἅπαντα ὁ τοιοῦτος ἐργάτης κατὰ Θεὸν καὶ ποιῇ, καὶ νοῇ,
καὶ φθέγγηται, οὐδ᾿ οὕτως ἑαυτῷ ἀποδίδωσι· σκόλοψ καὶ βάρος τῷ ταπεινῷ
τὸ οἰκειόπιστον· ὥσπερ τῷ ὑπερηφάνῳ τὸ ἑτερόλεκτον.
52. Ἐμοὶ δοκεῖ ἀγγέλου, τὸ μὴ κλέπτεσθαι ἐφ᾿ ἁμαρτήμασιν εἶναι, ἀκούοντι
τοῦ ἐπιγείου ἀγγέλου λέγοντος· Οὐδὲν ἐμαυτῷ σύνοιδα· ἀλλ᾿ οὐκ ἐν τούτῳ
δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν· ὅθεν ὀφείλομεν διηνεκῶς
ἑαυτοὺς κατακρίνειν καὶ μέμφεσθαι, ἵνα διὰ τῆς ἑκουσίου εὐτελείας, τὰς
ἀκουσίους ἁμαρτίας ἀπολογηθησώμεθα [al. ἀποῤῥίψωμεν]· εἰ δὲ μὴ, πάντως
ἐν τῇ ἐξόδῳ χαλεπῶς ὑπὲρ αὐτῶν λογοθετησόμεθα.
53. Ὁ παρὰ τὴν ἑαυτοῦ ἀξίαν τὰ ἐκ Θεοῦ αἰτήματα αἰτούμενος, πάντως
τῶν ὑπὲρ ἑαυτὸν τεύξεται· καὶ τοῦτο τελώνης μαρτυρεῖ, ἄφεσιν μὲν αἰτησάμενος,
δικαιοσύνην δὲ κομισάμενος· μνήμην μόνην ὁ λῃστὴς ἐκεῖνος ἐν τῇ βασιλείᾳ
ᾐτήσατο, καὶ ὅλον τὸν παράδεισον πρῶτος ἐκληρονόμησεν·
54. Οὐκ ἔστιν ἐν τῇ κτίσει μικρὸν καὶ μέγα πῦρ θεάσασθαι τὴν φύσιν·
καὶ οὐκ ἔστι ἐν τῇ ἀνοθεύτῳ ταπεινοφροσύνῃ ὕλης εἶδος ἐναπομεῖναι τὸ
σύνολον. Ἕως οὗ ἑκουσίως πταίωμεν, τοῦτο ἐν ἡμῖν οὐ πρόσεστι, καὶ τοῦτο
τὸ σημεῖον τῆς παρουσίας αὐτοῦ.
55. Γινώσκων ὁ Δεσπότης τῇ ἔξωθεν διαγωγῇ συσχηματίζεσθαι τὴν τῆς
ψυχῆς ἀρετὴν, λαβὼν λεντίον ὑπέδειξεν ἡμῖν μέθοδον ὁδοῦ (1001.) ταπεινώσεως·
τοῖς γὰρ τοῦ σώματος ἐπιτηδεύμασιν ἐξομοιοῦται ἡ ψυχὴ, καὶ πρὸς ἃ πράττει,
τυποῦται, καὶ πρὸς αὐτὰ σχηματίζεται.
56. Ἀρχὴ ἀγγέλων τινὶ γέγονεν ὑψηλοφροσύνης ὑπόθεσις, οὐ διὰ τοῦτο
κομισαμένῳ αὐτήν.
57. Ἄλλως ὁ ἐπὶ θρόνου, καὶ ἄλλως ὁ ἐπὶ κοπρίας καθήμενος διάκειται.
Καὶ ἴσως διὰ τοῦτο ὁ μέγας ἐκεῖνος δίκαιος ἐν τῇ κοπρίᾳ ἔξω τῆς πόλεως
ἐκαθέζετο. Τότε γὰρ τὴν τελείαν ταπεινοφροσύνην κτησάμενος, εἶπεν ἐν
αἰσθήσει ψυχῆς· Ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ
σποδόν.
58. Εὑρίσκω Μανασσῆν ἐκεῖνον ἐν ἀνθρώποις ὡς οὐδέν᾿ ἕτερον [al. οὐδένα
τούτων]ἁμαρτήσαντα, καὶ τὸν ναὸν τοῦ Θεοῦ ἐν εἰδώλοις, καὶ πᾶσαν τὴν
θρησκείαν μολύναντα· ὑπὲρ οὗ εἰ πᾶς ὁ κόσμος νενήστευκεν, οὐδὲν ἂν ἄξιον
ἀντεισενεγκεῖν ἠδύνατο, ἀλλ᾿ ἴσχυσεν ἡ ταπείνωσις ἀνίατα ἰάσασθαι ἐν
αὐτῷ·
59. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, τῷ Θεῷ, φησὶν ὁ Δαυῒδ, ὁλοκαυτώματα,
σώματα διὰ νηστείας, οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, καὶ τὸ ἑξῆς νενόηται
πᾶσιν.
60. Ἡμάρτηκα τῷ Κυρίῳ, ποτὲ ἡ μακαρία ταπείνωσις πρὸς Θεὸν ὑπὲρ μοιχείας
καὶ φόνου ἐβόησε, καὶ θᾶττον ἤκουσε· Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου.
61. Ὁδὸν μὲν ταύτης καὶ ὑπόθεσιν τοὺς σωματικοὺς κόπους οἱ ἀείμνηστοι
ὡρίσαντο Πατέρες· ἐγὼ δὲ λέγω ὑπακοὴν καὶ εὐθύτητα καρδίας, αἳ καὶ φυσικῶς
τῇ οἰήσει ἀντίκεινται·
62. εἰ ἐξ ἀγγέλων δαίμονάς τινας αὕτη πεποίηκε, πάντως ἐκείνη καὶ
ἐκ δαιμόνων ἀγγέλους ποιῆσαι δύναται· διὸ οἱ πεσόντες θαρσείτωσαν.
63. Σπεύσωμεν πάσῃ δυνάμει, ἐπὶ τὴν ταύτης κορυφὴν ἀναβῆναι. Εἰ δὲ
μὴ, κἂν ἐποχηθῆναι τοῖς ὤμοις. Εἰ δέ τι ὀκλάζομεν, τῶν ἀγκαλῶν γοῦν
αὐτῆς μὴ ἀποπέσωμεν· ὁ γὰρ ἐκεῖθεν ἀποπίπτων, θαυμάζω εἰ ἐπιτεύξεταί
τινος αἰωνίου δωρεᾶς·
66. νεῦρα ταύτης καὶ ὁδοὶ, οὐ μέντοι καὶ σύμβολα, ἀκτημοσύνη, ξενιτεία,
ἀφανὴς σοφίας ἀποκρυφὴ, προφορὰ ἀποίκιλος, ἐλεημοσύνης ζήτησις, κρύψις
εὐγενείας, παῤῥησίας ἐξορισμὸς, πολυλογίας μακρυσμός·
65. οὐδὲν γὰρ οὕτως ὡς πτωχὴ κατάστασις καὶ προσαιτῶν δίαιτα, ψυχὴν
ταπεινῶσαι δεδύνηται πώποτε· τότε γὰρ, τότε φιλόσοφοι καὶ φιλόθεοι δεικνύμεθα,
ὅτε δυνάμενοι ὑψοῦσθαι τὸ ὕψος ἀποφεύγομεν ἀνεπιστρόφως·
66. εἰ ὁπλίζῃ ποτὲ κατά τινος πάθους τοῦ οἵου δήποτε, ταύτην σύμμαχον
ἐπίσπασαι· Ἐπὶ ἀσπίδα γὰρ καὶ βασιλίσκον (1004.) ἐπιβήσεται, καὶ καταπατήσει
λέοντα καὶ δράκοντα· ἐγὼ δὲ λέγω, ἐπὶ ἁμαρτίαν καὶ ἀπόγνωσιν, καὶ τὸν
διάβολον, καὶ τὸν δράκοντα τοῦ σώματος.
67. Ταπεινοφροσύνη ἐστὶ σίφων οὐράνιος ἐξ ἀβύσσου ἁμαρτημάτων εἰς
οὐρανὸν ἀνενέγκαι ψυχὴν δυνάμενος·
68. ἑώρακέ πού τις ἐν τῇ ἑαυτοῦ καρδίᾳ ταύτης κάλλος· καὶ θάμβει
ληφθεὶς ἠρώτα τοῦ τεκόντος μαθεῖν τὴν προσηγορίαν· ἡ δὲ φαιδρὸν αὐτῷ
καὶ γαληνὸν ὑπομειδιάσασα, φησί· Καὶ πῶς τοῦ ἐμὲ γεγεννηκότος τὸ ὄνομα
μαθεῖν ἐπείγῃ, καὶ οὗτός ἐστι ἀνώνυμος; Οὐ μή σοι τοῦτο λέξω, ἕως οὗ
Θεὸν κτήσῃ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πηγῆς μὲν μήτηρ ἄβυσσος καθέστηκε· διακρίσεως δὲ πηγὴ ταπείνωσις.
|
(Διὰ τὴν ὑψίστην ταπεινοφροσύνην,
ἡ ὁποία ἀποκτᾶται
μὲ μυστικὸν τρόπον καὶ ἐξολοθρεύει τὰ πάθη)
ΕΚΕΙΝΟΣ ποὺ θέλει νὰ διηγῆται μὲ λόγια αἰσθητὰ τὴν αἴσθησι καὶ τὴν
ἐνέργεια τῆς ἀγάπης τοῦ Κυρίου στὴν κυριολεξία της, καὶ τῆς ἁγίας ταπεινοφροσύνης
καθὼς πρέπει, καὶ τῆς μακαρίας ἁγνότητος ἀληθινά, καὶ τῆς θείας ἐλλάμψεως
παραστατικά, καὶ τοῦ φόβου τοῦ Θεοῦ πραγματικά, καὶ τῆς ἐσωτερικῆς πληροφορίας
ἀλάνθαστα, καὶ φαντάζεται ὅτι θὰ δώσῃ νὰ καταλάβουν αὐτὰ τὰ πράγματα
μὲ τὴν ἐξήγησί του ὅσοι δὲν τὰ ἔχουν γευθῆ προσωπικῶς, αὐτὸς ὁμοιάζει
μὲ ἐκεῖνον ποὺ θέλει νὰ ἐξηγήση μὲ λόγια καὶ παραδείγματα, πόσο γλυκὸ
εἶναι τὸ μέλι σὲ ἐκείνους ποὺ ποτὲ δὲν τὸ ἐγεύθηκαν. Καὶ ὁ μὲν δεύτερος
ἄδικα φιλολογεῖ, γιὰ νὰ μὴν εἰπῶ βαττολογεῖ, ὁ δὲ πρῶτος ἢ ἀγνοεῖ αὐτὰ
ποὺ διηγεῖται ἢ ἐμπαίζεται ὑπερβολικὰ ἀπὸ τὴν κενοδοξία.
2. Ὁ παρὼν λόγος παρουσίασε ἐνώπιόν μας πρὸς ἐξέτασι ἕναν θησαυρό,
ὁ ὁποῖος εὑρίσκεται ἀσφαλισμένος μέσα σὲ ὀστράκινα σκεύη ἢ καλύτερα
σὲ ἀνθρώπινα σώματα. Ἕνα θησαυρὸ ποὺ ἡ ποιότης του δὲν μπορεῖ καθόλου
νὰ κατανοηθῇ μὲ λόγια. Ἔχει δὲ ὁ θησαυρὸς αὐτὸς ἀπ᾿ ἔξω μόνο μία ἐπιγραφή,
ἡ ὁποία εἶναι ἀκατανόητη καὶ παρέχει πολλὴν καὶ ἀτέλειωτη ἐρευνητικὴ
προσπάθεια σὲ ὅσους ζητοῦν νὰ τὴν ἐξηγήσουν μὲ λόγια. Καὶ ἡ ἐπιγραφὴ
αὐτὴ ἔχει ὡς ἑξῆς: «Η ΑΓΙΑ ΤΑΠΕΙΝΩΣΙΣ».
3. Ὅσοι ὁδηγοῦνται ἀπὸ τὸ πνεῦμα τοῦ Θεοῦ, ἂς εἰσέλθουν μαζί μας
στὸ νοερὸ καὶ πάνσοφο τοῦτο συνέδριο καὶ ἂς κρατοῦν νοερῶς στὰ χέρια
τους θεόγραπτες πλάκες γνώσεως.
Ἄρχισε λοιπὸν τὸ συνέδριο. Συγκεντρωθήκαμε καὶ συζητήσαμε καὶ ἐρευνήσαμε
ἐξεταστικὰ τὴν σημασία τῆς σπουδαίας αὐτῆς ἐπιγραφῆς. Ἕνας ἔλεγε ὅτι
ταπεινοφροσύνη εἶναι τὸ νὰ λησμονῆς ἀμέσως τὰ κατορθώματά σου. Ἄλλος,
τὸ νὰ θεωρῆς τὸν ἑαυτό σου πιὸ τελευταῖο καὶ πιὸ ἁμαρτωλὸ ἀπὸ ὅλους.
Ἄλλος, τὸ νὰ γνωρίσης καλὰ μὲ τὸν νοῦ σου τὴν ἰδική σου ἀδυναμία καὶ
ἀσθένεια. Ἄλλος, τὸ νὰ προλαμβάνης σὲ φιλονεικίες νὰ διαλύης πρῶτος
τὴν ὀργή. Ἄλλος, τὸ νὰ γνωρίζης καλὰ τὴν χάρι καὶ τὴν εὐσπλαγχνία τοῦ
Θεοῦ. Καὶ ἕνας ἄλλος πάλι, τὸ νὰ αἰσθάνεσαι ψυχικὴ συντριβὴ καὶ νὰ ἀπαρνῆσαι
τὸ ἰδικό σου θέλημα.
Καὶ ἐγὼ ἀφοῦ τὰ ἄκουσα ὅλα αὐτά, καὶ ἀφοῦ τὰ ἐξέτασα μόνος μου μὲ
πολλὴ περίσκεψι καὶ προσοχή, δὲν κατώρθωσα μὲ ὅσα ἄκουσα νὰ καταλάβω
τὴν ἔννοια τῆς μακαρίας ταπεινοφροσύνης. Γι᾿ αὐτὸ ὡς ἔσχατος ὅλων, ἀφοῦ
ἐμάζευσα ὅπως ὁ σκύλος τὰ ψίχουλα ποὺ ἔπεσαν ἀπὸ τὸ τραπέζι τῶν γνωστικῶν
ἐκείνων καὶ μακαρίων Πατέρων, κατέληξα στὸν ἑξῆς ὁρισμό:
Ἡ ταπεινοφροσύνη εἶναι ἀνώνυμη χάρις τῆς ψυχῆς ἡ ὁποία μπορεῖ νὰ
ὀνομασθῇ μόνο ἀπὸ ὅσους τὴν ἐδοκίμασαν ἐκ πείρας. Εἶναι ἀνέκφραστος
πλοῦτος, ὀνομασία τοῦ Θεοῦ, δωρεὰ τοῦ Θεοῦ, ἐφ᾿ ὅσον Ἐκεῖνος λέγει:
«Μάθετε οὐκ ἀπ᾿ Ἀγγέλου, οὐκ ἀπ᾿ ἀνθρώπου, οὐκ ἀπὸ δέλτου, ἀλλ᾿ ἀπ᾿
ἐμοῦ», δηλαδὴ ἀπὸ τὴν ἐνοίκησί μου καὶ τὴν ἔλλαμψί μου καὶ τὴν ἐνέργειά
μου μέσα σας, «ὅτι πρᾴος εἰμι καὶ ταπεινός τῇ καρδίᾳ καὶ τῷ λογισμῷ
καὶ τῷ φρονήματι, καὶ εὑρήσετε ἀνάπαυσιν πολέμων καὶ κουφισμὸν λογισμῶν
ταῖς ψυχαῖς ὑμῶν» (πρβλ. Ματθ. ια´ 29).
4. Διαφορετικὴ εἶναι ἡ ὄψις ποὺ παρουσιάζει ἡ ὁσία αὕτη ἄμπελος ὅταν
ἀκόμη ἐπικρατῆ ὁ χειμώνας τῶν παθῶν, καὶ διαφορετικὴ ὅταν πλέον ἔλθη
ἡ ἄνοιξις (καὶ ἡ ἔναρξις) τῶν καρπῶν, καὶ διαφορετικὴ ὅταν φθάση τὸ
θέρος τῶν ἀρετῶν, παρ᾿ ὅλον ὅτι ὅλες αὐτὲς οἱ ὄψεις συμβάλλουν σὲ μία
καὶ τὴν αὐτὴ εὐφροσύνη καὶ καρποφορία. Γι᾿ αὐτὸ ἐμφανίζει καὶ τὰ ἀντίστοιχα
σημάδια καὶ τὶς ἀποδείξεις τῶν κατὰ καιροὺς καρπῶν της.
5. Ὅταν ἀρχίζη νὰ ἀνθίζη μέσα μας ἡ σταφυλὴ τῆς ὁσίας αὐτῆς ἀμπέλου,
αἰσθανόμεθα πάραυτα κόπωσι καὶ μίσος πρὸς κάθε ἀνθρώπινη δόξα καὶ ἔπαινο,
ἐνῷ συγχρόνως ἐξορίζομε ἀπὸ μέσα μας τὸν θυμὸ καὶ τὴν ὀργή. Ὅσο δὲ ἐν
τῷ μεταξὺ προχωρεῖ κατὰ τὴν πνευματικὴ ἡλικία μέσα στὴν ψυχή, ἡ βασίλισσα
αὐτὴ τῶν ἀρετῶν, κάθε καλὸ ποὺ ἐκτελοῦμε τὸ θεωροῦμε μηδὲν ἢ μᾶλλον
βδέλυγμα. Κυρίως συλλογιζόμαστε ὅτι κάθε ἡμέρα ποὺ περνᾶ αὐξάνει τὸ
φορτίο τῶν ἁμαρτιῶν μας ἐξ αἰτίας κρυφῶν καὶ ἀσυναισθήτων ἁμαρτιῶν καὶ
ἀμελειῶν, ποὺ σκορπίζουν τὸν πλοῦτο τῆς ψυχῆς.
Τὸ δὲ πλῆθος τῶν χαρισμάτων ποὺ μᾶς χορηγεῖ ὁ Θεὸς τὸ βλέπομε σὰν
αἰτία μεγαλυτέρας τιμωρίας, γιατί δὲν μᾶς ἀξίζει. Ἔτσι ὁ νοῦς ἀσφαλίζεται
ἀπὸ τοὺς κλέπτες κλεισμένος μέσα στὸ βαλάντιο τῆς μετριοφροσύνης. Ἀκούει
μόνο τὰ κτυπήματα καὶ τὰ παιγνίδια τους, χωρὶς νὰ ἐπηρεάζεται καθόλου
ἀπὸ αὐτά. Καὶ τοῦτο, διότι ἡ μετριοφροσύνη εἶναι ταμεῖο ἀπαραβίαστο.
6. Ἐτολμήσαμε δι᾿ ὀλίγων νὰ φιλοσοφήσωμε γιὰ τὴν ἄνθησι καὶ τὴν μικρὴ
ἀνάπτυξι τούτου τοῦ ἀειθαλοῦς καρποῦ. Ἀλλὰ γιὰ τὸ ποιὸ εἶναι τὸ τέλειο
βραβεῖο, ὁ τέλειος καρπὸς τῆς ἱερᾶς αὐτῆς ἀρετῆς, ὅσοι εἶσθε οἰκεῖοι
τοῦ Κυρίου, ἐρωτήσατε τὸν Κύριον. Γιὰ τὴν ποσότητα καὶ μεγαλωσύνη τῆς
ὁσίας αὐτῆς ἀρετῆς δὲν εἶναι δυνατὸν νὰ ὁμιλήσω. Γιὰ τὴν ποιότητά της
πάλι εἶναι ἀκόμη πιὸ ἀδύνατο.
Ἔτσι ἂς ἐπιχειρήσωμε πάλι νὰ ὁμιλήσωμε γιὰ τὶς ἰδιότητές της σύμφωνα
μὲ τὴν σκέψι ποὺ ἦλθε στὸν νοῦ μας.
7. Ἡ μετάνοια ποὺ γίνεται μὲ συνεχῆ φροντίδα καὶ τὸ πένθος ποὺ εἶναι
καθαρισμένο ἀπὸ κάθε κηλίδα καὶ ἡ ὁσιωτάτη τῶν ἀρχαρίων ταπείνωσις διαφέρουν
καὶ διακρίνονται μεταξύ τους ὅσο ὁ ἄρτος ἀπὸ τὴν ζύμη καὶ τὸ ἀλεύρι.
Διότι συντρίβεται πρῶτα ἡ ψυχὴ καὶ λεπτύνεται μὲ τὴν πραγματικὴ μετάνοια.
Ἔπειτα ἑνώνεται κατὰ κάποιον τρόπο καί, ἂς τὸ εἰπῶ ἔτσι, συμφύρεται
μὲ τὸν Θεὸν μὲ τὸ ὕδωρ τοῦ ἀληθινοῦ πένθους. Ἐν συνεχείᾳ, ἀφοῦ ἀνάψῃ μὲ τὸ πῦρ τοῦ Κυρίου, ἐμφανίζεται ὡς στερεὸς ἄρτος ἡ μακαρία ταπείνωσις,
ἡ ἄζυμος καὶ ἄτυφος, (ἡ ὁποία δηλαδὴ εἶναι ἀπηλλαγμένη ἀπὸ τὴν ζύμη
τῆς κακίας καὶ τὴν ὑπερηφάνεια).
Καὶ ὅπως κάθε μία ἀπὸ τὶς τρεῖς αὐτὲς ἀρετές, τὶς ὅμοιες μὲ τρίπλοκη
ἁλυσίδα ἢ καλύτερα μὲ οὐράνιο τόξο, ἐμφανίζει τὴν ἴδια δύναμι καὶ ἐνέργεια
καὶ ἀποβλέπει στὸν ἴδιο στόχο, θὰ πρέπει ὁπωσδήποτε νὰ ἔχουν μεταξύ
τους καὶ τὶς ἰδιότητες κοινές. Ἔτσι ὅποιο θὰ ὀνομάσης σημάδι τῆς μιᾶς,
θὰ τὸ εὕρης νὰ εἶναι γνώρισμα καὶ τῆς ἄλλης.
Αὐτὸ δὲ ποὺ εἶπα θὰ προσπαθήσω μὲ συντομία νὰ τὸ ἀποδείξω καὶ νὰ
τὸ ἐπικυρώσω.
8. Πρώτη καὶ ἐξαιρετικὴ ἰδιότης τῆς ὡραίας καὶ ἀξιοθαύμαστης αὐτῆς
τριάδος εἶναι ἡ μετὰ πολλῆς χαρᾶς ὑποδοχὴ τῆς ἀτιμίας, τὴν ὁποία δέχεται
μὲ ἀνοικτὰ τὰ χέρια καὶ τὴν ἐναγκαλίζεται, μὲ τὴν σκέψι ὅτι καταπαύει
καὶ κατακαίει ψυχικὲς ἀσθένειες καὶ μεγάλες ἁμαρτίες. Δεύτερο γνώρισμά
της εἶναι ἡ ἐξαφάνισις κάθε ἐκδηλώσεως θυμοῦ, καθὼς καὶ ἡ μετριοφροσύνη
γι᾿ αὐτὴ τὴν ἐπιτυχία. Ἡ τρίτη δὲ καὶ ἀνωτέρα βαθμίδα εἶναι ἡ ἀναμφίβολος
ἀμφιβολία γιὰ τὴν ἰσχὺ τῶν καλῶν μας ἔργων, καθὼς καὶ ἡ συνεχὴς ἔφεσις
γιὰ μάθησι.
9. Ὅπως «τέλος νόμου καὶ προφητῶν Χριστός, εἰς δικαιοσύνην παντὶ
τῷ πιστεύοντι» (Ρωμ. ι´ 4), ἔτσι καὶ τέλος τῶν ἀκαθάρτων παθῶν σὲ καθέναν
ποὺ δὲν προσέχει εἶναι ἡ κενοδοξία καὶ ἡ ὑπερηφάνεια. Μὲ τὸ νὰ τὶς φονεύη
δὲ αὐτὲς ἡ νοερὰ ἔλαφος τῆς ταπεινοφροσύνης (1), διαφυλάττει ἐκεῖνον
ὁ ὁποῖος συζῆ μαζί της ἀπρόσβλητον ἀπὸ κάθε θανατηφόρο δηλητήριο. Ποῦ
νὰ ἐμφανισθῇ ἀλήθεια σ᾿ αὐτὴν τὸ δηλητήριο τῆς ὑποκρισίας; Ποῦ τὸ δηλητήριο
τῆς καταλαλιᾶς; Ποῦ νὰ ἐμφωλεύσῃ σ᾿ αὐτὴν ὄφις; Καὶ ἐὰν πάλιν ἐμφωλεύση,
δὲν θανατώνεται καὶ δὲν ἐξαφανίζεται, ὅταν τραβηχθῇ ἔξω ἀπὸ τὴν καρδιὰ
καὶ φανερωθῆ; Δὲν συναντᾶς σὲ ὅποιον συνδέεται μὲ αὐτὴν μίσος οὔτε κάποια
μορφὴ ἀντιλογίας οὔτε καμμία ὀσμὴ ἀπειθαρχίας, ἐκτὸς ἂν τυχὸν πρόκειται
γιὰ θέματα πίστεως.
10. Ὅποιος τὴν ἐνυμφεύθη εἶναι ἤπιος, προσηνής, εὐκατάνυκτος, εὐσπλαγχνικὸς
περισσότερο ἀπὸ κάθε ἄλλον. Εἶναι ἀκόμη γαλήνιος, χαρωπός, εὐκολοκυβέρνητος,
ἄλυπος, ἄγρυπνος, ἄοκνος, καὶ -γιατί νὰ λέγω πολλά;- ἀπαθής· ἀφοῦ «ἐν
τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν
ἐχθρῶν ἡμῶν» (Ψαλμ. ρλε´ 23-24) καὶ ἐκ τῶν παθῶν καὶ μολυσμῶν.
11. Ὁ ταπεινόφρων μοναχὸς δὲν πολυεξετάζει τὰ ἄρρητα μυστήρια, ἐνῷ
ὁ ὑπερήφανος ἐρευνᾶ τὰ ἀκατάληπτα κρίματα τοῦ Θεοῦ.
12. Σὲ κάποιον ἀπὸ τοὺς πλέον γνωστικοὺς ἀδελφοὺς παρουσιάσθηκαν
ὀφθαλμοφανῶς οἱ δαίμονες καὶ τὸν ἐμακάρισαν. Αὐτὸς δὲ ὁ πάνσοφος τοὺς
ἀπήντησε: «Ἐὰν σταματήσετε νὰ μὲ ἐπαινῆτε μὲ τοὺς λογισμοὺς ποὺ φέρνετε
στὴν ψυχή μου, τότε ἐξ αἰτίας τῆς ἀναχωρήσεώς σας θὰ θεωρήσω τὸν ἑαυτόν
μου μέγαν. Ἐὰν ὅμως δὲν σταματήσετε νὰ μὲ ἐπαινῆτε, τότε ἀπὸ τοὺς ἰδικούς
σας ἐπαίνους θὰ συλλογίζωμαι τὴν ἰδική μου ἀκαθαρσία, ἐφ᾿ ὅσον εἶναι
«ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος» (Παροιμ. ις´ 5). Ἢ λοιπὸν ἀναχωρεῖτε
καὶ γίνομαι ἀμέσως μέγας ἢ συνεχίζετε νὰ μὲ ἐπαινῆτε καὶ ἀποκτῶ μὲ τὴν
συνεργία σας περισσότερη ταπείνωσι». Οἱ δαίμονες ἀμέσως κατεπλάγησαν
διότι δὲν εἶχαν τί νὰ τοῦ ἀπαντήσουν καὶ ἔγιναν ἄφαντοι.
13. Νὰ μὴν εἶναι ἡ ψυχή σου ὡς πρὸς τὸ ζωοποιὸ τοῦτο νάμα, δηλαδὴ
τὴν ταπείνωσι, λάκκος ποὺ ἄλλοτε τὴν ἀναβλύζει καὶ ἄλλοτε πάλι στερεύει
ἀπὸ τὸν καύσωνα τῆς φιλοδοξίας καὶ τῆς ἐπάρσεως, ἀλλὰ πηγὴ ἀπαθείας
ποὺ πάντοτε θὰ ἀναβλύζη ἀπὸ τὰ βάθη της ποταμὸ ὁλόκληρο ταπεινοφροσύνης.
Γνώριζε, ὦ φίλε μου, ὅτι οἱ κοιλάδες εἶναι ἐκεῖνες ποὺ πληθαίνουν μέσα
τους τὸ σιτάρι καὶ τὸν πνευματικὸ καρπό. Κοιλάδα σημαίνει ψυχὴ ταπεινωμένη
ἀνάμεσα σὲ ὄρη, (δηλαδὴ ἀνάμεσα σὲ πνευματικὲς ἀρετές), ἡ ὁποία πάντοτε
εἶναι χωρὶς ὑπερηφάνεια καὶ πάντοτε παραμένει ἀμετακίνητη.
14. Δὲν λέγει ὁ Ψαλμῳδὸς «ἐνήστευσα» οὔτε «ἀγρύπνησα» οὔτε «ἐκοιμήθηκα
κατὰ γῆς», ἀλλὰ «ἐταπεινώθην, καὶ ἔσωσέ με συντόμως ὁ Κύριος» (πρβλ.
Ψαλμ. ριδ´ 6). Ἡ μὲν μετάνοια μᾶς ἀνεγείρει, τὸ δὲ πένθος κρούει τὴν
πύλη τοῦ οὐρανοῦ, ἡ δὲ ὁσία ταπείνωσις τὴν ἀνοίγει. Ἐγὼ δὲ ὁμολογῶ καὶ
προσκυνῶ τὴν τριάδα μέσα στὴν μονάδα καὶ τὴν μονάδα μέσα στὴν τριάδα
(2).
15. Ὅλα ὅσα βλέπονται τὰ φωτίζει ὁ ἥλιος, καὶ ὅλα ὅσα γίνονται μὲ
λογικὴ τὰ ἐνισχύει ἡ ταπείνωσις. Ὅταν ἀπουσιάζη τὸ φῶς, ὅλα εἶναι ζοφώδη,
καὶ ὅταν ἀπουσιάζη ἡ ταπείνωσις, ὅλα τὰ κατορθώματά μας εἶναι ἄχρηστα.
16. Ἕνας χῶρος σὲ ὁλόκληρη τὴν κτίσι εἶδε μία μόνο φορὰ τὸν ἥλιο
(3). Καὶ ἕνας μόνο λογισμὸς πολλὲς φορὲς προξένησε ταπείνωσι (4). Μία
καὶ μόνη ἡμέρα αἰσθάνθηκε ὅλος ὁ κόσμος ἀγαλλίασι (5). Καὶ μία μόνο
ὑπάρχει ἀρετή, ἡ ταπείνωσις, ποὺ δὲν μποροῦν νὰ τὴν μιμηθοῦν οἱ δαίμονες.
17. Ἄλλο πράγμα εἶναι τὸ νὰ ὑπερηφανεύεται κανείς, καὶ ἄλλο τὸ νὰ
μὴν ὑπερηφανεύεται, καὶ ἄλλο τὸ νὰ ταπεινώνεται. Ὁ πρῶτος καθημερινῶς
κρίνει τοὺς ἄλλους· ὁ δεύτερος δὲν κρίνει τοὺς ἄλλους, πλὴν ὅμως δὲν
κατακρίνει καὶ τὸν ἑαυτόν του· ὁ δὲ τρίτος, ἂν καὶ ἀπηλλαγμένος ἀπὸ
τὴν καταδίκη, καταδικάζει ὁ ἴδιος συνεχῶς τὸν ἑαυτόν του.
18. Ἄλλο πράγμα εἶναι τὸ νὰ ταπεινοφρονῆ κανείς, καὶ ἄλλο τὸ νὰ ἀγωνίζεται
νὰ ταπεινοφρονῆ, καὶ ἄλλο τὸ νὰ ἐπαινῆ τὸν ταπεινόφρονα. Τὸ πρῶτο εἶναι
τῶν τελείων, τὸ δεύτερο τῶν ἀληθινῶν ὑποτακτικῶν, καὶ τὸ τρίτο ὅλων
τῶν πιστῶν.
19. Ἐκεῖνος ποὺ ἔχει γίνει ταπεινὸς βαθειὰ καὶ ἐσωτερικά, δὲν κλέπτεται
καὶ δὲν ζημιώνεται ἀπὸ λόγους χειλέων. Διότι δὲν προφέρει ἡ θύρα τοῦ
στόματος ὅ,τι δὲν ἔχει ὁ θησαυρὸς τῆς καρδιᾶς.
20. Ὁ ἵππος ποὺ εἶναι μόνος του, πολλὲς φορὲς τοῦ φαίνεται πὼς τὰ
καταφέρνει στὸ τρέξιμο, ὅταν ὅμως εὑρίσκεται μαζὶ μὲ ἄλλους ἵππους,
τότε ἀντιλαμβάνεται τὴν νωθρότητά του.
21. Ἐὰν ὁ λογισμὸς δὲν καυχᾶται πλέον γιὰ φυσικὰ προτερήματα, αὐτὸ
εἶναι σημάδι ὅτι ἀρχίζει νὰ ἔρχεται ἡ ὑγεία. Ἀντιθέτως ὅσο ὀσφραίνεται
ἀκόμη ἐκείνη τὴν δυσοσμία, δὲν αἰσθάνεται τοῦ πνευματικοῦ μύρου τὴν
εὐωδία.
22. Ὁ ἐραστής μου, εἶπε ἡ ὁσία ταπείνωσις, δὲν ἐπιπλήττει, δὲν καταδικάζει
τοὺς ἄλλους, δὲν ἐπιζητεῖ πρωτεῖα, δὲν χρησιμοποιεῖ σοφιστεῖες, ἕως
ὅτου ἑνωθῇ μαζί μου, διότι μετὰ τὴν ἕνωσί μας δὲν ὑπόκειται πλέον στὸν
νόμο.
23. Σὲ κάποιον ἀγωνιστῆ ποὺ προσπαθοῦσε νὰ κατακτήσῃ τὴν μακαρία
ταπείνωσι, οἱ ἀνόσιοι δαίμονες ἔσπερναν ἐπαίνους στὴν καρδιά. Ἐκεῖνος
τότε μηχανᾶται κατόπιν θείου φωτισμοῦ κάποιο εὐσεβὲς τέχνασμα, γιὰ νὰ
νικήση τὴν πονηρία τῶν δαιμόνων. Σηκώνεται λοιπὸν ἀμέσως καὶ γράφει
στὸν τοῖχο τοῦ κελλίου του τὰ ὀνόματα τῶν πλέον ὑψηλῶν ἀρετῶν, δηλαδὴ
τῆς τελείας ἀγάπης, τῆς ἀγγελικῆς ταπεινοφροσύνης, τῆς καθαρᾶς προσευχῆς,
τῆς ἀφθάρτου ἁγνότητος καὶ τῶν παρομοίων. Ὁσάκις λοιπὸν ἄρχιζαν νὰ τὸν
ἐπαινοῦν οἱ λογισμοί, τοὺς ἔλεγε: «Ἂς πᾶμε νὰ κάνουμε τὸν ἔλεγχο». Πλησιάζοντας
δὲ στὸν τοῖχο ἐδιάβαζε τὰ ὀνόματα τῶν ἀρετῶν καὶ ἀπευθυνόμενος στὸν
ἑαυτόν του ἐκραύγαζε: «Ὅταν τὶς ἀποκτήσης αὐτές, ἂς γνωρίζης ὅτι ἀκόμη
εὑρίσκεσαι μακρυᾶ ἀπὸ τὸν Θεόν».
24. Ποιὰ εἶναι ἡ δύναμις καὶ ἡ οὐσία τούτου τοῦ ἡλίου, (δηλαδὴ τῆς
ταπεινοφροσύνης), δὲν μποροῦμε νὰ τὴν παρουσιάσωμε. Μόνο ἀπὸ τὶς ἐνέργειές
της καὶ ἀπὸ τὶς ἰδιότητές της κατορθώνομε νὰ κατανοήσωμε τὴν βαθύτερη
οὐσία της.
25. Ἡ ταπεινοφροσύνη εἶναι θεϊκὴ σκέπη ποὺ σκεπάζει τοὺς ὀφθαλμούς
μας, γιὰ νὰ μὴ βλέπωμε τὰ κατορθώματά μας. Ἡ ταπεινοφροσύνη εἶναι ἄβυσσος
εὐτελείας, ἀπρόσβλητη ἀπὸ κάθε κλέπτη. Ἡ ταπεινοφροσύνη εἶναι «πύργος
ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ» (Ψαλμ. ξ´ 4). «Ὁ ἐχθρὸς δὲν ἔχει νὰ ὠφεληθῇ ἀπὸ αὐτόν, τὸν ταπεινό, καὶ ὁ υἱὸς ἢ μᾶλλον ὁ λογισμὸς τῆς ἀνομίας δὲν
θὰ μπορέση νὰ τὸν κακοποιήση. Ἀντιθέτως δὲ αὐτὸς θὰ κατακόψῃ ἐνώπιόν
του ὅλους τοὺς ἐχθρούς του καὶ ὅσους τὸν μισοῦν θὰ τοὺς κατατροπώση»
(πρβλ. Ψαλμ. πη´ 23).
26. Ὁ μεγάλος τοῦτος ἰδιοκτήτης τοῦ ἰδικοῦ του πλούτου, δηλαδὴ ἡ
ταπείνωσις, ἀντιλαμβάνεται μέσα στὴν ψυχὴ καὶ ἄλλα ἐκλεκτὰ γνωρίσματα,
ἐκτὸς ἀπὸ ὅλα ἐκεῖνα ποὺ προαναφέραμε. Διότι ἐκεῖνα ποὺ προαναφέραμε,
ἐκτὸς ἀπὸ ἕνα (6), ὑποδηλώνουν ἁπλῶς στοὺς ἄλλους τὸν πνευματικὸ πλοῦτο.
27. Θὰ γνωρίσης καὶ δὲν θὰ ἀπατηθῆς ὅτι ἀπέκτησες μέσα σου τὴν ὁσία
αὐτὴ οὐσία, δηλαδὴ τὴν ταπείνωσι, ἀπὸ τὸ πλῆθος τοῦ ἀρρήτου φωτὸς καὶ
ἀπὸ τὸν ἀπερίγραπτο ἔρωτα τῆς προσευχῆς. Πρὶν κατακτηθοῦν αὐτὰ προηγεῖται
μία κατάστασις, κατὰ τὴν ὁποία ἡ καρδιὰ δὲν περιφρονεῖ τοὺς ἁμαρτάνοντας
οὔτε κατακρίνει τὰ ἁμαρτήματά τους. Καὶ πρὶν ἀπὸ αὐτὴ τὴν κατάσταση
προηγεῖται ἄλλη, κατὰ τὴν ὁποία ἡ καρδιὰ μισεῖ κάθε κενοδοξία.
28. Ὅποιος ἐπέτυχε τὴν πλήρη γνῶσι τοῦ ἑαυτοῦ του, αὐτὸς ἔσπειρε
σὲ γῆ ἀγαθή. Ὅποιος δὲν ἔσπειρε κατ᾿ αὐτὸν τὸν τρόπο, δὲν πρόκειται
νὰ ἰδῆ νὰ ἀνθίζη μέσα του ἡ ταπεινοφροσύνη. Ὅποιος ἐπέτυχε τὴν γνῶσι
τοῦ ἑαυτοῦ του, αὐτὸς αἰσθάνθηκε τὸν φόβο τοῦ Κυρίου, καὶ βαδίζοντας
μὲ τὴν αἴσθησι αὐτὴ ἔφθασε στὴν πύλη τῆς ἀγάπης.
29. Ἡ ταπείνωσις εἶναι ἡ πύλη τῆς οὐρανίου βασιλείας ποὺ εἰσάγει
σ᾿ αὐτὴν ὅσους τὴν πλησιάζουν. Νομίζω ὅτι γι᾿ αὐτὴν εἶπε ὁ Κύριος: «Καὶ
εἰσελεύσεται ὁ βουλόμενος καὶ ἐξελεύσεται ἀφόβως ἐκ τοῦ βίου καὶ νομὴν
εὑρήσει» (πρβλ. Ἰωάν. ι´ 9) καὶ χλόη μέσα στὸν παράδεισο. Ὅλοι ὅσοι
εἰσῆλθαν στὴν μοναχικὴ ζωὴ ἀπὸ ἄλλη θύρα αὐτοὶ εἶναι κλέπται καὶ λησταὶ
τῆς ἰδικῆς τους ζωῆς (πρβλ. Ἰωάν. ι´ 1).
30. Ὅσοι ἐπιζητοῦμε τὴν ταπεινοφροσύνη ἂς μὴ παύωμε νὰ ἐξετάζωμε
καὶ νὰ ἀνακρίνωμε τοὺς ἑαυτούς μας. Καὶ ὅταν αἰσθανώμεθα μὲ τὴν καρδιά
μας ἀνώτερον σὲ ὅλα τὸν πλησίον, τότε εἶναι κοντά μας τὸ ἔλεος, (δηλαδὴ
τὸ ἐκ Θεοῦ δῶρο τῆς ταπεινοφροσύνης).
31. Εἶναι ἀκατόρθωτο νὰ προέλθη ἀπὸ τὸ χιόνι φλόγα. Περισσότερο ὅμως
ἀκατόρθωτο εἶναι νὰ εὑρεθῇ ταπείνωσις στοὺς ἑτερόδοξους, διότι τὸ κατόρθωμα
αὐτὸ ἀνήκει μόνο στοὺς πιστοὺς καὶ ὀρθοδόξους καὶ μάλιστα σὲ ὅσους ἐξ
αὐτῶν ἔχουν καθαρθῆ ἀπὸ τὰ πάθη.
32. Οἱ περισσότεροι ἀπὸ ἐμᾶς ὀνομάζομε τοὺς ἑαυτούς μας ἁμαρτωλούς·
ἴσως καὶ νὰ τὸ παραδεχώμαστε. Ἀλλὰ τὴν ταπεινόφρονα καρδία τὴν ἐλέγχει
ἡ προσβολὴ καὶ ἡ ἐξουδένωσις ἐκ μέρους τῶν ἄλλων.
33. Ἐκεῖνος ποὺ ἀγωνίζεται νὰ φθάση στὸ ἀκύμαντο λιμάνι τῆς ταπεινοφροσύνης,
δὲν θὰ παύση ποτὲ νὰ χρησιμοποιῇ διάφορους τρόπους καὶ λόγους καὶ σκέψεις
καὶ ἐπινοήσεις καὶ ἔρευνες καὶ ἀναζητήσεις καὶ ἐπιτηδεύματα καὶ τεχνάσματα
καὶ εὐχὲς καὶ προσευχές, μέχρις ὅτου ἀπομακρύνῃ τὸ σκάφος τῆς ψυχῆς
του ἀπὸ τὴν παντοτεινὰ τρικυμιώδη θάλασσα τῆς οἰήσεως· καὶ τοῦτο, μὲ
τὴν βοήθεια τοῦ Θεοῦ καὶ μὲ τρόπους ζωῆς πιὸ ταπεινοὺς καὶ πιὸ περιφρονημένους.
Διότι ὅποιος ἐσώθηκε ἀπὸ αὐτήν, τὴν οἴησι, εὔκολα σὰν τὸν τελώνη τακτοποιεῖ
τὰ ὑπόλοιπα ἁμαρτήματά του.
34. Μερικοί, παρ᾿ ὅλον ὅτι ἐσυγχωρήθηκαν γιὰ τὰ παλαιά τους ἁμαρτήματα,
ἐν τούτοις τὰ ἐνθυμοῦνται μέχρι τέλους τῆς ζωῆς τους, χρησιμοποιώντας
αὐτὰ ὡς ἀφορμὴ ταπεινοφροσύνης καὶ μαστιγώνοντας μὲ αὐτὰ τὸ μάταιο φρόνημα
τῆς οἰήσεως. Ἄλλοι, ἀναλογιζόμενοι τὸ πάθος τοῦ Χριστοῦ, θεωροῦν πάντοτε
τὸν ἑαυτό τους χρεώστη. Ἄλλοι ἐξευτελίζουν τὸν ἑαυτό τους μὲ τὰ καθημερινά
τους σφάλματα. Ἄλλοι κατέριψαν στὸ ἔδαφος τὴν ὑπερηφάνεια μὲ τοὺς πειρασμοὺς
καὶ τὶς ἀσθένειες καὶ τὰ πταίσματα ποὺ κατὰ καιροὺς τοὺς συνέβησαν.
Καὶ ἄλλοι τέλος ἀπὸ τὴν ἔλλειψι χαρισμάτων ἀπέκτησαν τὴν μητέρα τῶν
χαρισμάτων.
Εἶναι καὶ μερικοὶ ἄλλοι -δὲν γνωρίζω ἂν ὑπάρχουν καὶ σήμερα- οἱ ὁποῖοι
ταπεινώνουν τὸν ἑαυτόν τους μὲ τὶς δωρεὲς τοῦ Θεοῦ. Ὅσο περισσότερο
αὐξάνουν οἱ δωρεὲς τοῦ Θεοῦ, τόσο περισσότερο ταπεινώνουν τὸν ἑαυτό
τους, μὲ τὴν σκέψι ὅτι εἶναι ἀνάξιοι γιὰ ἕναν τέτοιο πλοῦτο. Καὶ ζοῦν
μὲ τὴν συναίσθησι ὅτι καθημερινῶς αὐξάνει τὸ χρέος τῶν ἁμαρτιῶν τους.
Τοῦτο εἶναι ἡ ταπείνωσις, τοῦτο ἡ μακαριότης, τοῦτο τὸ ἀνώτερο βραβεῖο.
35. Ὅταν ἰδῇς ἢ ἀκούσῃς ὅτι κάποιος μέσα σε ὀλίγα ἔτη ἀπέκτησε πολὺ
μεγάλη ἀπάθεια, νὰ ξέρης ὅτι δὲν ἐβάδισε ἄλλη, ἀλλὰ τούτη τὴν μακαρία
καὶ σύντομη ὁδό.
36. Ἀγάπη καὶ ταπείνωσις! Ἱερὸ ζεῦγος! Ἡ μία ὑψώνει καὶ ἡ ἄλλη συγκρατεῖ
ὅσους ὑψώθηκαν καὶ δὲν τοὺς ἀφήνει ποτὲ νὰ πέσουν.
37. Ἄλλο εἶναι ἡ συντριβὴ καὶ ἄλλο ἡ ἐπίγνωσις καὶ ἄλλο ἡ ταπείνωσις.
Ἡ συντριβὴ εἶναι γέννημα κάποιας πτώσεως, διότι ἐκεῖνος ποὺ πίπτει συντρίβεται
καὶ ἵσταται στὴν προσευχὴ χωρὶς παρρησία καὶ μὲ ἐπαινετὴ ἀναίδεια, ἀκουμπώντας
σὰν τσακισμένος στὴν ράβδο τῆς ἐλπίδος καὶ ἀποδιώκοντας μὲ αὐτὴ τὸν
κύνα τῆς ἀπογνώσεως.
Ἐπίγνωσις εἶναι ἡ ὀρθὴ γνῶσις τῶν μέτρων, στὰ ὁποῖα εὑρισκόμαστε,
καθὼς καὶ ἡ ἀδιάκοπη μνήμη τῶν μικρῶν σφαλμάτων.
Ταπείνωσις εἶναι ἡ νοερὰ διδασκαλία τοῦ Χριστοῦ, ἡ ὁποία φυλάσσεται
ἀπὸ ὅσους τὴν ἀξιώθηκαν στοὺς μυστικοὺς θαλάμους τῆς ψυχῆς, καὶ δὲν
μπορεῖ νὰ ἐκφρασθῇ μὲ λόγια.
38. Ὅποιος λέγει ὅτι ὠσφράνθηκε καλὰ τὴν εὐωδία ἑνὸς τέτοιου μύρου
καὶ συγχρόνως ὅταν ἀκούη ἐπαίνους συγκινεῖται κάπως ἡ καρδιά του ἢ βλέπει
ὅτι δονεῖται ἀπὸ τὴν δύναμι τῶν ἐπαινετικῶν λόγων, αὐτός, ἂς μὴν ἀπατᾶται,
ἔχει πλανηθῆ.
39. Ἄκουσα κάποιον νὰ λέγη ὁλοψύχως: «Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ᾿
ἢ τῷ ὀνόματί σου δὸς δόξαν» (Ψαλμ. ριγ´ 9). Καὶ τοῦτο, διότι ἐγνώριζε
ὅτι ἡ φύσις τοῦ ἀνθρώπου δὲν μπορεῖ ἔτσι μόνη της νὰ φυλαχθῇ ἀβλαβὴς
ἀπὸ τὴν δόξα. Ἔλεγε ἀκόμη: «Παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ»
(Ψαλμ. κα´ 26), δηλαδὴ κατὰ τὸν μέλλοντα αἰώνα. Διότι προηγουμένως δὲν
μπορῶ νὰ σηκώσω τὴν δόξα καὶ τὸν ἔπαινο χωρὶς κίνδυνο.
40. Ἐὰν τοῦτο ἀποτελῆ ὅρο καὶ λόγο καὶ τρόπο τῆς πλέον μεγάλης ὑπερηφανείας,
δηλαδὴ τὸ νὰ ὑποκρίνεται κανεὶς ἀπὸ φιλοδοξία ἀρετὲς ποὺ δὲν ἔχει, ὁπωσδήποτε
τοῦτο θὰ ἀποτελῇ τὸ σημάδι τῆς πλέον βαθειᾶς ταπεινοφροσύνης, τὸ νὰ
παρουσιαζώμαστε δηλαδὴ σὲ ἄλλους ὡς ἔνοχοι δῆθεν διαφόρων ἁμαρτημάτων,
ὥστε νὰ ἐξευτελιζώμαστε.
Ἔτσι ἐνήργησε ἐκεῖνος ποὺ ἐπῆρε στὰ χέρια του τὸ ψωμὶ καὶ τὸ τυρί
(7). Ἔτσι ἐκεῖνος ποὺ ἀφήρεσε τὸ ἔνδυμά του καὶ ἐγύρισε τὴν πόλι μὲ
ἀπάθεια, σὰν ἀγωνιστὴς τῆς ἁγνότητος ποὺ ἦταν (8). Δὲν θὰ λάβουν ὑπ᾿
ὄψιν τους αὐτοὶ οἱ ἀγωνισταὶ τὸν σκανδαλισμὸ τῶν ἀνθρώπων, ἀφοῦ ἔχουν
ἀποκτήσει τὴν δύναμι νὰ πληροφοροῦν μυστικὰ μὲ τὴν προσευχή τους ὅλους
γιὰ τὴν ἀληθινή τους κατάστασι.
41. Ὅποιος φροντίζει γιὰ τὸ πρῶτο, δηλαδὴ γιὰ τὴν ἀποφυγὴ τοῦ σκανδαλισμοῦ,
αὐτὸς δείχνει ὅτι στερεῖται τὸ δεύτερο, δηλαδὴ τὴν δύναμι τῆς πληροφορίας.
Διότι ὅταν ἔχωμε τὸν Θεὸν ἕτοιμο νὰ μᾶς ἐπακούη, ὅλα μποροῦμε νὰ τὰ
κατορθώσωμε. Νὰ προτιμᾶς νὰ λυπῆς τοὺς ἀνθρώπους μᾶλλον καὶ ὄχι τὸν
Θεόν, διότι χαίρεται ὁ Θεὸς ὅταν μᾶς βλέπη νὰ ἐπιδιώκωμε τὴν ἀτιμία,
μὲ τὸν σκοπὸ νὰ πιέσωμε καὶ νὰ κτυπήσωμε καὶ νὰ ἐξοντώσωμε τὴν ματαιότητα
τῆς οἰήσεως.
42. Ἡ τελεία ξενιτεία εἶναι ἡ πρόξενος τῶν τόσο μεγάλων κατορθωμάτων,
ἐφ᾿ ὅσον μόνο οἱ πολὺ μεγάλοι ἀντέχουν στὸ νὰ ἐμπαίζωνται ἀπὸ τοὺς γνωρίμους
των. (Οἱ ἄλλοι ἐπειδὴ δὲν ἀντέχουν ἂς ἐπιζητοῦν νὰ ξενιτεύουν καὶ νὰ
ἀσκοῦνται ἀνάμεσα σὲ ξένους καὶ ἀγνώστους ἀνθρώπους). Ἂς μὴ παραξενευθῇς
γιὰ ὅσα εἶπα, διότι κανεὶς δὲν μπορεῖ ν᾿ ἀνεβῇ διὰ μιᾶς ὅλη τὴν κλίμακα.
43. «Θὰ μᾶς ἀναγνωρίσουν ὅλοι ὡς μαθητὰς τοῦ Θεοῦ, ὄχι διότι μᾶς
ὑποτάσσονται οἱ δαίμονες, ἀλλὰ διότι τὰ ὀνόματά μας ἔχουν γραφῆ στὸν
οὐρανὸ τῆς ταπεινώσεως» (πρβλ. Λουκ. ι´ 20).
44. Ἡ ἀκαρπία κάνει ὥστε οἱ κλάδοι τῶν λεγομένων κίτρων νὰ ἀνυψώνονται
μόνοι τους πρὸς τὰ ἐπάνω. Ὅταν ὅμως γείρουν πρὸς τὰ κάτω, ἀρχίζει γρήγορα
ἡ καρποφορία. Ὅποιος τὸ συνέλαβε στὸν νοῦ του, καταλαβαίνει τί θέλω
νὰ εἰπῶ.
45. Στὴν ὁσία ταπείνωσι ὑπάρχουν ἐνώπιον τοῦ Θεοῦ διάφορες βαθμίδες
ἀναβάσεως: ἡ τριακοστή, ἡ ἑξηκοστὴ καὶ ἡ ἑκατοστή. Στὴν τελευταία βαθμίδα
κατορθώνουν νὰ ἀνεβοῦν οἱ ἀπαθεῖς, στὴν μεσαία οἱ ἀνδρεῖοι καὶ στὴν
πρώτη ὅλοι. Ἐκεῖνος ποὺ ἀπέκτησε αὐτογνωσία, ποτὲ δὲν θὰ ξεγελασθῇ νὰ
ἐπιχειρήση κάτι ὑπὲρ τὴν δύναμί του, ἀλλὰ προχωρεῖ στὸ ἑξῆς πατώντας
στερεὰ στὴν μακαρία αὐτὴ ὁδὸ τῆς ταπεινώσεως.
46. Τὰ πτηνὰ φοβοῦνται τὴν θέα τοῦ ἱέρακος. Ὁμοίως καὶ οἱ ἐργᾶται
τῆς ταπεινοφροσύνης τὸν ἦχο τῆς ἀντιλογίας.
47. Εἶναι πολλοὶ ἐκεῖνοι ποὺ ἐπέτυχαν τὴν σωτηρία τους χωρὶς προφητικὰ
χαρίσματα καὶ ἐλλάμψεις καὶ θαυματουργίες. Χωρὶς τὴν ταπείνωσι ὅμως
κανεὶς δὲν πρόκειται νὰ εἰσέλθη στὸν νυμφώνα. Διότι τὰ μὲν πρῶτα τὰ
διαφυλάσσει ἡ Δευτέρα, δηλαδὴ ἡ ταπείνωσις, ἐνῷ ἀντιθέτως τὰ πρῶτα,
σὲ ἐπιπολαίους ἀνθρώπους τὴν ἐξαφάνισαν (τὴν ταπείνωσι).
48. Γιὰ νὰ ταπεινούμεθα, ἔστω καὶ χωρὶς τὴν θέλησί μας, ὁ Κύριος
οἰκονόμησε καὶ τοῦτο: Κανεὶς δὲν μπορεῖ νὰ βλέπει τὰ τραύματά του, ὅπως
τὰ βλέπει ὁ πλησίον του. Ἔτσι εἴμεθα ὑποχρεωμένοι νὰ χρεωστοῦμε τὴν
θεραπεία μας ὄχι στὸν ἑαυτόν μας, ἀλλὰ στὸν πλησίον καὶ στὸν Θεόν.
49. Ὁ
ταπεινόνους ἀποστρέφεται
μὲ βδελυγμία τὸ ἰδικό του θέλημα ὡς πεπλανημένο. Καὶ στὰ αἰτήματά του
πρὸς τὸν Κύριον συνηθίζει νὰ δέχεται μὲ ἀδίστακτη πίστη τὴν γνώση τοῦ
θελήματός Του καὶ νὰ ὑπακούη σ᾿ αὐτό. Ὑπακούει δὲ στοὺς διδασκάλους
του χωρὶς νὰ ἐξετάζη καὶ νὰ περιεργάζεται τὴν ζωή τους, ἀλλὰ ἀναθέτοντας
κάθε φροντίδα του στὸν Θεόν, ὁ ὁποῖος ἀκόμη καὶ μὲ τὸ στόμα τῆς ὄνου
ἐδίδαξε στὸν Βαλαὰμ τὰ ἀπαραίτητα (πρβλ. Ἀριθ. κβ´ 28).
50. Ὁ ταπεινόνους αὐτὸς μοναχός, καὶ ὅταν ἀκόμη ὅλα τὰ σκέπτεται
καὶ τὰ πράττη καὶ τὰ λέγη κατὰ Θεόν, καὶ τότε ἀκόμη δὲν δίδει ἐμπιστοσύνη
στὸν ἑαυτό του. Διότι γιὰ τὸν ταπεινὸ τὸ
οἰκειόπιστον
εἶναι μεγάλος σκόλοψ καὶ βάρος, ὅπως ἀντιθέτως γιὰ τὸν ὑπερήφανο τὸ
ἑτερόλεκτο.
51. Ἐγὼ νομίζω ὅτι μόνο ὅποιος εἶναι Ἄγγελος δὲν κλέπτεται ἀπὸ ἁμαρτήματα,
δὲν ὑποπίπτει δηλαδὴ σὲ κανένα ἁμάρτημα, διότι ἄκουσα κάποιον ἐπίγειο
Ἄγγελο νὰ λέγη: «Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ᾿ οὐκ ἐν τούτῳ δεδικαίωμαι,
ὁ δὲ ἀνακρίνων με Κύριός ἐστι» (Α´ Κορ. δ´ 4). Γιὰ τὸν λόγο αὐτὸ ὀφείλομε
νὰ κατακρίνωμε συνεχῶς καὶ νὰ κατηγοροῦμε τοὺς ἑαυτούς μας, ὥστε μὲ
τὸν ἑκούσιο ἐξευτελισμὸ νὰ ἀπομακρύνωμε τὶς ἀκούσιες ἁμαρτίες. Διαφορετικὰ
θὰ εἶναι ὁπωσδήποτε ἄσχημη ἡ λογοδοσία μας γι᾿ αὐτὰ τὴν ὥρα τοῦ θανάτου.
52. Ἐκεῖνος ποὺ ζητεῖ ἀπὸ τὸν Θεὸν πράγματα μικρότερα ἀπὸ ὅ,τι θὰ
τοῦ ἄξιζαν, αὐτὸς θὰ λάβη ὁπωσδήποτε ἀνώτερά του. Περὶ αὐτοῦ μαρτυρεῖ
ὁ τελώνης, ὁ ὁποῖος ζητοῦσε μόνο τὴν συγχώρησι καὶ ἀπεκόμισε ἐπὶ πλέον
καὶ τὴν δικαίωσι. Ὁ λῃστὴς πάλιν ἐζήτησε νὰ τὸν ἐνθυμηθῇ μόνο ὁ Κύριος
στὴν βασιλεία Του, καὶ ὅμως ἐκληρονόμησε ὁλόκληρο τὸν παράδεισο.
53. Μέσα στὴν δημιουργία δὲν εἶναι δυνατὸν νὰ ἀντικρύσης μικρὴ ἢ
μεγάλη φωτιὰ ὅσον ἀφορᾶ τὴν φύσι της. Καὶ στὴν ἀνόθευτη ταπεινοφροσύνη
εἶναι ἐντελῶς ἀδύνατον νὰ ἐναπομείνη ἴχνος κάποιας ξένης ὕλης. Ὅσο συνεχίζομε
νὰ ἁμαρτάνωμε ἑκουσίως, δὲν ὑπάρχει μέσα μας τοῦτο, ἡ ἀνόθευτη δηλαδὴ
ταπεινοφροσύνη. Ὅταν ὅμως ἁμαρτάνωμε ἀκουσίως, αὐτὸ ἀποτελεῖ ἀπόδειξι
τῆς παρουσίας της.
54. Γνωρίζοντας ὁ Δεσπότης Χριστὸς ὅτι πρὸς τὴν ἐξωτερικὴ ἐμφάνισι
συμμορφώνεται καὶ ἡ ἀφανὴς ἀρετὴ τῆς ψυχῆς, φορώντας τὸ λέντιό μας ὑπέδειξε
μέθοδο γιὰ νὰ βαδίζωμε τὴν ὁδὸ τῆς ταπεινώσεως. Διότι ἡ ψυχὴ ἐξομοιώνεται
μὲ ὅ,τι ἀσχολεῖται καὶ λαμβάνει τὸν τύπο καὶ τὴν μορφὴ αὐτῶν, τὰ ὁποῖα
πράττει.
55. Ἡ ἀρχή, (ἡ ἐξουσία), ἔγινε αἰτία ὑψηλοφροσύνης σ᾿ ἕναν Ἄγγελο·
ἀλλὰ βεβαίως δὲν τοῦ ἐδόθηκε ἡ ἐξουσία γιὰ νὰ πέση στὴν ὑψηλοφροσύνη.
56. Διαφορετικὰ αἰσθάνεται ὅποιος κάθεται σὲ θρόνο καὶ διαφορετικὰ
ὅποιος κάθεται στὴν κοπριά. Ἴσως γιὰ τὸν λόγο αὐτὸ καὶ ὁ μέγας ἐκεῖνος
δίκαιος, (δηλαδὴ ὁ Ἰώβ), καθόταν ἔξω ἀπὸ τὴν πόλι ἐπάνω στὴν κοπριά.
Τότε ἀφοῦ ἀπέκτησε τὴν τελεία ταπεινοφροσύνη εἶπε ὁλοψύχως: «Ἐφαύλισα
ἐμαυτὸν καὶ ἐτάκην· ἤγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν» (Ἰὼβ μβ´ 6).
57. Εὑρίσκω ὅτι ἐκεῖνος ὁ Μανασσὴς ἁμάρτησε ὅσο κανεὶς ἄλλος ἄνθρωπος,
ἀφοῦ καὶ τὸν Ναὸ τοῦ Θεοῦ καὶ ὁλόκληρη τὴν θρησκεία ἐμόλυνε μὲ τὰ εἴδωλα.
Γι᾿ αὐτὸν καὶ ἂν ἀκόμη ἐνήστευε ὅλος ὁ κόσμος, δὲν θὰ μποροῦσε νὰ προσφέρη
τίποτε ποὺ νὰ ἀντιστάθμιζε τὰ ἁμαρτήματά του. Ἡ ταπείνωσις ὅμως ἐστάθη
ἱκανὴ καὶ ἐθεράπευσε ὅσα ἦταν σ᾿ αὐτὸν ἀθεράπευτα.
58. «Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν», λέγει ὁ Δαβὶδ στὸν Θεόν.
«Ὁλοκαυτούμενα σώματα διὰ νηστείας, οὐκ εὐδοκήσεις· θυσία τῷ Θεῷ» (πρβλ.
Ψαλμ. ν´ 18-19) καὶ τὰ λοιπά. Ὅλοι κατανοοῦν τὴν σημασία αὐτῶν τῶν λόγων.
«Ἡμάρτηκα τῷ Κυρίῳ» ἐβόησε πρὸς τὸν Θεὸν ἡ μακαρία αὐτὴ ταπείνωσις γιὰ
τὰ ἁμαρτήματα τῆς μοιχείας καὶ τοῦ φόνου, καὶ ἀμέσως ἦλθε ἡ ἀπάντησις:
«Ἀφείλετο (= ἐσυγχώρησε) Κύριος τὸ ἁμάρτημά σου» (Β´ Βασ. ιβ´ 13).
59. Δρόμο καὶ ἀφορμὴ γιὰ τὴν ἀπόκτησι αὐτῆς τῆς ἀρετῆς οἱ ἀείμνηστοι
Πατέρες μας ὤρισαν τοὺς σωματικοὺς κόπους. Ἐγὼ ἐπὶ πλέον συνιστῶ τὴν
ὑπακοὴ καὶ τὴν εὐθύτητα τῆς καρδίας, ποὺ ἐκ φύσεως εἶναι ἀντίθετες πρὸς
τὴν οἴησι.
60. Ἐὰν αὐτή, ἡ ὑπερηφάνεια, μερικοὺς ἀπὸ Ἀγγέλους τοὺς μετέβαλε
σὲ δαίμονας, ἐκείνη, ἡ ταπεινοφροσύνη, ὁπωσδήποτε μερικοὺς ἀπὸ δαίμονας
μπορεῖ νὰ τοὺς μεταβάλη σὲ Ἀγγέλους· γι᾿ αὐτὸ ἂς ἔχουν θάρρος ὅσοι ἔπεσαν.
61. Ἂς σπεύσωμε καὶ ἂς πυκτεύσωμε μὲ ὅλες μας τὶς δυνάμεις νὰ ἀνεβοῦμε
στὴν κεφαλὴ καὶ κορυφὴ τῆς ταπεινοφροσύνης. Ἂν δὲν μποροῦμε αὐτό, ἂς
ἀνεβοῦμε τουλάχιστον στοὺς ὤμους της ἂν καὶ αὐτὸ δὲν μποροῦμε νὰ τὸ
κατορθώσωμε, ἂς μὴν χάσωμε τουλάχιστον τὴν ἀγκάλη της. Διότι ὅποιος
τὴν χάση καὶ αὐτήν, ἀπορῶ ἂν θὰ μπορέση νὰ κερδήση τίποτε στὴν αἰωνιότητα.
62. Νεῦρα τῆς ταπεινοφροσύνης καὶ ὁδοί, ἀλλ᾿ ὄχι καὶ σημάδια καὶ
ἀποδείξεις, εἶναι ἡ ἀκτημοσύνη, ἡ ἀφανὴς ξενιτεία, ἡ ἀπόκρυψις τῆς σοφίας,
ἡ ἁπλὴ ὁμιλία, ἡ ζήτησις ἐλεημοσύνης, ἡ ἀπόκρυψις τῆς εὐγενικῆς καταγωγῆς,
ἡ ἐξορία τῆς παρρησίας, ἡ ἀπομάκρυνσις τῆς πολυλογίας. Τίποτε ἄλλο δὲν
κατώρθωσε ποτὲ μέχρι τώρα νὰ ταπεινώση τόσο τὴν ψυχή, ὅσο ἡ φτώχεια
καὶ ἡ ἐπαιτεία. Τότε φαίνεται ἡ φιλοσοφία μας καὶ ἡ φιλοθεΐα μας, ὅταν,
ἐνῷ μποροῦμε νὰ ὑψώσωμε τὸν ἑαυτό μας, ἀποφεύγωμε ἀνεπιστρεπτὶ τὸ ὕψος.
63. Ἐὰν ἐξοπλίζεσαι καμμία φορὰ ἐναντίον ἑνὸς πάθους, νὰ παίρνης
ὡς σύμμαχο τούτη τὴν ἀρετή. Διότι αὐτὴ «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσεται,
καὶ καταπατήσει λέοντα καὶ δράκοντα» (Ψαλμ. Ϟ´ 13), δηλαδή, ὅπως θὰ
ἔλεγα ἐγώ, «ἐπὶ ἁμαρτίαν καὶ ἀπόγνωσιν ἐπιβήσεται καὶ καταπατήσει τὸν
διάβολον καὶ τὸν δράκοντα τοῦ σώματος».
Ἡ ταπεινοφροσύνη εἶναι οὐράνιος ἀνεμοστρόβιλος ποὺ μπορεῖ νὰ ἀνεβάση
τὴν ψυχὴ ἀπὸ τὴν ἄβυσσο τῆς ἁμαρτίας στὰ ὕψη τοῦ οὐρανοῦ. Ἀντίκρυσε
ἕνας κάποτε τὸ κάλλος της μέσα στὴν καρδιά του καὶ ἀφοῦ κατελήφθη ἀπὸ
θάμβος ἐρωτοῦσε τὸ ὄνομα τοῦ πατρός της. Ἐκείνη δὲ μὲ ἕνα φαιδρὸ καὶ
γαλήνιο μειδίαμα τοῦ ἀποκρίνεται: «Πῶς σπεύδεις νὰ μάθης τὸ ὄνομα τοῦ
πατρός μου, ἐνῷ αὐτὸς εἶναι ἀνώνυμος; Δὲν θὰ σοῦ τὸ φανερώσω, ἕως λάβης
μέσα σου τὸν Θεόν». Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Μητέρα τῆς πηγῆς εἶναι ἡ ἄβυσσος τῶν ὑδάτων· πηγὴ δὲ τῆς διακρίσεως
ἡ ταπείνωσις.
----------
1. Ἡ ἔλαφος
ὡς γνωστὸν εἶναι ἀποκλειστικὰ φυτοφάγο ζῶο. Σύμφωνα ὅμως μὲ μία ἐσφαλμένη
ἀντίληψι τῶν ἀρχαίων κυνηγᾶ καὶ κατατρώει τοὺς ὄφεις (πρβλ. Κλαυδίου
Αἰλιανοῦ - β´ αἰ. μ. Χ. -Περὶ ζώων ἰδιότητος, Β´ 9). Ἐδῶ ἡ Κλίμαξ παρομοιάζει
μὲ ὄφεις τὴν κενοδοξία καὶ τὴν ὑπερηφάνεια, καὶ μὲ ἔλαφο τὴν ταπεινοφροσύνη.
2. Οἱ τρεῖς
ἀρετές, μετάνοια, πένθος καὶ ταπείνωσις, παρουσιάζονται ἐδῶ ὡς τῆς αὐτῆς
φύσεως καὶ οὐσίας, ἀδιαίρετες καὶ ἀχώριστες, ὅπως τὰ πρόσωπα τῆς Ἁγίας
Τριάδος.
3. Ὁ πυθμὴν
τῆς Ἐρυθρᾶς θαλάσσης.
4. Ἡ μνήμη
τοῦ θανάτου ἢ τῆς Κρίσεως ἢ τῶν παθῶν τοῦ Κυρίου.
5. Τὴν ἡμέρα
τῆς λαμπροφόρου Ἀναστάσεως τοῦ Κυρίου.
6. Ἐννοεῖ
μᾶλλον τὴν ἐσωτερικὴ αὐτοκατάκρισι, τὸ αἴσθημα ὅτι δὲν ἀξίζουν τίποτε
οἱ ἐπιτελούμενες ἐνάρετες πράξεις μας. Περὶ αὐτοῦ ὠμίλησε προηγουμένως,
στὴν πέμπτη παράγραφο: «Βδέλυγμα πάντα τὰ παρ᾿ ἡμῶν ἐπιτελούμενα ἀγαθὰ
λογιζόμεθα».
7. Τὸ ἐν λόγῳ περιστατικὸ ἀναφέρεται
στὸν ἀββᾶ Σίμωνα. Ἐρχόταν κάποιος ἐπίσημος ἄρχων νὰ τὸν γνωρίση καὶ
νὰ λάβη τὴν εὐλογία του. Μόλις τὸ ἐπληροφορήθηκε, τὸν ἀνέμενε ἔξω ἀπὸ
τὸ ἐρημητήριό του φορώντας ἕναν παλαιὸ μανδύα καὶ τρώγοντας ψωμὶ καὶ
τυρί. Ὁ ὑψηλὸς ἐπισκέπτης ἀντικρύζοντάς τον ἔτσι ἀπογοητεύτηκε καὶ ἐγύρισε
πίσω (βλέπε «Γεροντικόν», ἐκδ. Π. Πάσχου, σελ. 117)
8. Ὑπάρχει ἡ γνώμη ὅτι ἐννοεῖ τὸν
ὅσιο Σεραπίωνα. Κατ᾿ ἄλλους πρόκειται γιὰ τὸν ὅσιο Συμεὼν τῆς Ἐμέσης,
τὸν διὰ Χριστὸν σαλό.
|