Настоящият текст е издаден от R. Bornert, J. Gouillard, P. Périchon, and S. Salaville в серията «Сурс кретиен», том 4, Париж, 1967
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ1.(t.) Α´. Τίς ὁ νοῦς τῆς ἱερουργίας ὅλης ὡς ἐν κεφαλαίῳ (1.) Τῆς ἁγίας τελετῆς τῶν ἱερῶν μυστηρίων ἔργον μὲν ἡ τῶν δώρων εἰς τὸ θεῖον σῶμα καὶ αἷμα μεταβολή· τέλος δέ, τὸ τοὺς πιστοὺς ἁγιασθῆναι, δι᾿ αὐτῶν ἁμαρτιῶν ἄφεσιν, καὶ βασιλείας οὐρανῶν κληρονομίαν, καὶ τὰ τοιαῦτα λαβόντας. (2.) Παρασκευὴ δὲ καὶ συντέλεια πρὸς ἐκεῖνο τὸ ἔργον καὶ τοῦτο τέλος, εὐχαί, ψαλμῳδίαι, καὶ ἱερῶν Γραφῶν ἀναγνώ- σεις, καὶ πάντα ἁπλῶς τὰ πρὸ ἁγιασμοῦ τῶν δώρων καὶ μετὰ τὸν ἁγιασμὸν ἱερῶς γινόμενα καὶ λεγόμενα. Εἰ γὰρ καὶ προῖκα δίδωσιν ἡμῖν ὁ Θεὸς πάντα τὰ ἅγια, καὶ οὐδὲν αὐτῶν (5) προεισφέρομεν, ἀλλ᾿ ἀτεχνῶς εἰσι χάριτες, ἀλλὰ τό γε ἐπιτηδείους γενέσθαι πρὸς τὸ δέξασθαι αὐτὰ καὶ φυλάξαι ἐξ ἀνάγκης ἀπαιτεῖ παρ᾿ ἡμῶν· καὶ οὐκ ἂν μεταδοίη τοῦ ἁγι- ασμοῦ μὴ οὕτω διατεθεῖσιν. Οὕτω βαπτίζει, οὕτω χρίει, οὕτως ἑστιᾷ, καὶ τῆς φρικτῆς μεταδίδωσι τραπέζης. @1 (10) (3.) Καὶ τοῦτο ἐδήλωσεν ἐν τῇ τοῦ σπόρου παραβολῇ. «Ἐξῆλθε γάρ, φησίν, ὁ σπείρων», οὐχ ἵνα ἀρόσῃ τὴν χώραν, ἀλλ᾿ ἵνα «σπείρῃ», ὡς δὴ τῆς ἀρόσεως καὶ πάσης παρασκευῆς παρ᾿ ἡμῶν ὀφειλομένης εἰσενεχθῆναι. (4.) Ἐπεὶ τοίνυν οὕτως ἀναγκαῖον ἦν πρὸς τὴν τάξιν τῶν μυστηρίων τὸ εὖ ἔχοντας ἀπαντῆσαι καὶ παρεσκευασμένους, ἔδει καὶ τοῦτο ἐνεῖναι τῇ συντάξει τῆς ἱερᾶς τελετῆς, καὶ ἔνεστι. Τοῦτο γὰρ δύναται ἡμῖν εὐχαί, ψαλμοί, καὶ εἴ τι ἱερῶς ἐν αὐτῇ γίνεται καὶ λέγεται. Ἁγιάζουσι γὰρ ἡμᾶς καὶ (5) διατιθέασι, τοῦτο μὲν πρὸς τὸ δέξασθαι καλῶς, τοῦτο δὲ πρὸς τὸ συντηρῆσαι τὸν ἁγιασμὸν καὶ μεῖναι κατέχοντας. (5.) Ἁγιάζουσι δὲ διχῶς, ἕνα μὲν τρόπον καθ᾿ ὃν ἀπ᾿ αὐτῶν τῶν εὐχῶν ὠφελούμεθα καὶ τῶν ψαλμῶν καὶ τῶν ἀναγνώ- σεων. Αἱ μὲν γὰρ εὐχαὶ πρὸς τὸν Θεὸν ἐπιστρέφουσι καὶ ἁμαρτιῶν ἄφεσιν προξενοῦσιν, αἵ τε ψαλμωδίαι ὁμοίως αὐτὸν ἁμαρτιῶν ἄφεσιν προξενοῦσιν, αἵ τε ψαλμωδίαι ὁμοίως αὐτὸν ἡμῖν ἐξιλεοῦσι καὶ τὴν ἐκεῖθεν ἐπισπῶνται ῥοπήν. «Θῦσον (5) γάρ, φησί, τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με.» Αἱ δὲ τῶν ἱερῶν Γραφῶν ἀναγνώσεις τὴν τοῦ Θεοῦ καταγγέλλουσαι χρηστότητα καὶ φιλανθρωπίαν, καὶ αὖθις τὸ δίκαιον καὶ τὴν κρίσιν, τόν τε αὐτοῦ φόβον εἰς τὰς ψυχὰς ἡμῶν ἐνιᾶσι καὶ τὴν πρὸς αὐτὸν ἀγάπην ἀνάπτουσι καὶ (10) οὕτω πρὸς τὸ τηρεῖν τὰς ἐντολὰς αὐτοῦ πολλὴν ἐμβάλλουσι προθυμίαν. Ταῦτα δὲ πάντα καὶ τῷ ἱερεῖ καὶ τῷ λαῷ καλλίω καὶ θειοτέραν ἐργαζόμενα τὴν ψυχήν, καὶ ἀμφοτέρους μὲν πρὸς τὴν ὑποδοχὴν τῶν τιμίων δώρων καὶ συντήρησιν ἐπιτη- δείους ποιοῦσιν, ὅπερ ἐστὶ τῆς ἱερουργίας τὸ τέλος· ἰδίως δὲ (15) τὸν ἱερέα πρὸς τὸ τελέσαι τὴν θυσίαν ἀξίως ἔχειν παρασκευά- ζουσιν, ὅπερ ἐστὶ τῆς μυσταγωγίας τὸ ἔργον, ὡς εἴρηται. Τοῦτο δὲ αὐτὸ καὶ πολλαχοῦ τῶν εὐχῶν κεῖται καὶ εὔχεται ὁ ἱερεὺς μὴ ἀνάξιος ὀφθῆναι τοῦ προκειμένου, ἀλλὰ καθαραῖς @1 χερσὶ καὶ ψυχῇ καὶ γλώττῃ τῷ μυστηρίῳ διακονῆσαι, καὶ (20) οὕτω μὲν ἀπ᾿ αὐτῆς τῆς δυνάμεως τῶν ῥημάτων, τῶν λεγο- μένων καὶ ᾀδομένων πρὸς τὴν τελετὴν ὠφελούμεθα. (6.) Ἕτερον δὲ τρόπον ἀπὸ τούτων καὶ ἔτι πάντων τῶν ἐν τῇ ἱερουργίᾳ τελουμένων ἁγιαζόμεθα, καθ᾿ ὃν ἐν αὐτοῖς ὁρῶμεν τὸν Χριστὸν τυπούμενον καὶ τὰ ὑπὲρ ἡμῶν αὐτοῦ ἔργα καὶ πάθη· καὶ γὰρ ἐν τοῖς ψαλμοῖς καὶ ταῖς ἀναγνώσεσι καὶ πᾶσι τοῖς ὑπὸ τοῦ ἱερέως διὰ πάσης τῆς τελετῆς πραττο- (5) μένοις, ἡ οἰκονομία τοῦ Σωτῆρος σημαίνεται, τὰ μὲν πρῶτα αὐτῆς, τῶν πρώτων τῆς ἱερουργίας δηλούντων, τῶν δὲ δευτέρων, τὰ δεύτερα, τῶν δὲ τελευταίων, τὰ μετ᾿ ἐκεῖνα. Καὶ ἔξεστι τοῖς ταῦτα ὁρῶσι πάντα ἐκεῖνα πρὸ τῶν ὀφθαλμῶν ἔχειν· ὁ μὲν γὰρ τῶν δώρων ἁγιασμός, αὐτὴ ἡ θυσία, «τὸν (10) θάνατον αὐτοῦ καταγγέλλει» καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν, ὅτι τὰ τίμια ταῦτα δῶρα εἰς αὐτὸ τὸ Κυριακὸν ἀνάληψιν, ὅτι τὰ τίμια ταῦτα δῶρα εἰς αὐτὸ τὸ Κυριακὸν μεταβάλλει σῶμα, τὸ ταῦτα πάντα δεξάμενον, τὸ σταυρωθέν, τὸ ἀναστάν, τὸ εἰς τὸν οὐρανὸν ἀνεληλυθός· τὰ δὲ πρὸ τῆς θυσίας, τὰ πρὸ τοῦ θανάτου, τὴν παρουσίαν, τὴν ἀνάδειξιν, (15) τὴν τελείαν φανέρωσιν· τὰ δὲ μετὰ τὴν θυσίαν, «τὴν ἐπαγγε- λίαν τοῦ Πατρός», ὡς αὐτὸς εἶπε, τὴν τοῦ ἁγίου Πνεύ- ματος εἰς τοὺς ἀποστόλους κάθοδον, τὴν τῶν ἐθνῶν δι᾿ ἐκείνων ἐπιστροφήν τε καὶ κοινωνίαν. @1 (7.) Καὶ ἔστι ἡ πᾶσα μυσταγωγία καθάπερ τις εἰκὼν μία ἑνὸς σώματος τῆς τοῦ Σωτῆρος πολιτείας, πάντα αὐτῆς τὰ μέρη ἀπ᾿ ἀρχῆς ἄχρι τέλους κατὰ τὴν πρὸς ἄλληλα τάξιν καὶ ἁρμονίαν ὑπ᾿ ὄψιν ἄγουσα. (8.) Ὅθεν οἱ μὲν ψαλμοὶ ὡς ἂν ἐν προοιμίοις ᾀδόμενοι, καὶ ἔτι πρὸ τούτων, τὰ ἐν τῇ προθέσει τῶν δώρων γινόμενα καὶ λεγόμενα, τὸν πρῶτον καιρὸν τῆς τοῦ Χριστοῦ οἰκονομίας σημαίνουσιν. Τὰ δὲ μετὰ τοὺς ψαλμούς, ἱερῶν Γραφῶν ἀναγνώσεις καὶ τὰ ἄλλα, τὸν ἐφεξῆς. (5) (9.) Εἰ γὰρ καὶ ἄλλη τις εἴρηται εἶναι χρεία τῶν ἀναγνώ- σεων καὶ τῶν ψαλμῳδιῶν, παρειλῆφθαι γὰρ αὐτὰ ἵνα δηλονότι πρὸς ἀρετὴν ἀλείψωσιν ἡμᾶς, ἵνα τὸν Θεὸν ἱλεώσωνται, ἀλλ᾿ οὐδὲν κωλύει καὶ τοῦτο κἀκεῖνο δύνασθαι, καὶ τὰ αὐτὰ τούς τε πιστοὺς εἰς ἀρετὴν ἐνάγειν, καὶ τὴν τοῦ Χριστοῦ οἰκονομίαν (5) σημαίνειν. Καθάπερ γὰρ τὰ ἱμάτια πληροῦσι μὲν τὴν χρείαν τῆς ἐνδύσεως καὶ καλύπτουσι τὸ σῶμα, τῷδε τοιάδε εἶναι ἢ τοιάδε καὶ ἐπιτηδεύματα ἐνίοτε σημαίνουσι καὶ βίον καὶ ἀξίωμα τῶν περικειμένων· οὕτω γὰρ ἐπὶ τούτων ἔχει. Ὅτι μὲν γὰρ θεῖαι Γραφαὶ καὶ θεόπνευστα ῥήματα καὶ ὕμνους (10) τοῦ Θεοῦ περιέχουσι καὶ εἰς ἀρετὴν προτρέπονται, τοὺς ἀναγινώσκοντας καὶ ᾄδοντας ἁγιάζουσιν. Ὅτι δὲ τοιαῦτα ἐξελέγησαν καὶ οὕτως ἐτάχθησαν, καὶ τὴν ἄλλην δύναμιν ἔχουσι καὶ ἀρκοῦσι πρὸς σημασίαν τῆς τοῦ Χριστοῦ ἐπιδη- ἔχουσι καὶ ἀρκοῦσι πρὸς σημασίαν τῆς τοῦ Χριστοῦ ἐπιδη- μίας καὶ πολιτείας. Ἐπεὶ οὐ μόνον τὰ ᾀδόμενα καὶ ἀναγι- (15) νωσκόμενα, ἀλλὰ καὶ τὰ τελούμενα τοῦτον ἔχει τὸν τρόπον· καὶ γίνεται μὲν ἕκαστον τῆς χρείας ἕνεκα τῆς ἐπισταμένης, σημαίνει δὲ καί τι τῶν τοῦ Χριστοῦ ἔργων ἢ πράξεων ἢ παθῶν· οἷόν ἐστι ἡ εἰς τὸ θυσιαστήριον εἰσαγωγὴ τοῦ ἁγίου Εὐαγγελίου, ἡ εἰσαγωγὴ τῶν τιμίων δώρων. Γίνεται μὲν γὰρ (20) κατὰ χρείαν ἑκάτερον· ἡ μὲν ἵνα τὸ Εὐαγγέλιον ἀναγνωσθῇ, @1 ἡ δὲ ἵνα ἡ θυσία τελεσθῇ. Σημαίνουσι δὲ ἀμφότεραι τὴν τοῦ Σωτῆρος ἀνάδειξιν καὶ φανέρωσιν, ἡ μὲν ἀρχομένου φανε- ροῦσθαι τὴν ἀμυδρὰν ἔτι καὶ ἀτελῆ, ἡ δὲ τὴν τελεωτάτην καὶ τελευταίαν. Εἰσὶ δὲ καὶ τῶν ἐνταῦθα τελουμένων ἔνια χρείαν (25) μὲν οὐδεμίαν πληροῦντα, σημασίας δέ τινος ἕνεκα μόνον τελούμενα, ὡς ἡ τοῦ ἄρτου κέντησις καὶ ἡ ἐν αὐτῷ γραφὴ τοῦ σταυροῦ· καὶ τὸ αὐτὸν τὸν κεντοῦντα σίδηρον ἐν εἴδει λόγχης εἶναι πεποιημένον, καὶ τὸ τελευταῖον ἡ εἰς τὰ ἅγια ἐμβολὴ τοῦ θερμοῦ ὕδατος. (30) (10.) Καὶ ἐν τοῖς ἄλλοις δὲ μυστηρίοις πολλὰ τοιαῦτα ἂν εὕροις, ὥσπερ ἐν τῷ βαπτίσματι τοὺς βαπτίζεσθαι μέλλοντας ὑπολύεσθαι δεῖ καὶ ἀποδύεσθαι καὶ εἰς τὰς δυσμὰς βλέποντας τὰς χεῖρας ἀποτείνειν καὶ ἐμφυσᾶν. Ἀλλὰ ταῦτα μὲν ἐκεῖ τὸ τοῦ πονηροῦ διδάσκουσι μῖσος ὅσον ἐν ἡμῖν εἶναι δεῖ, καὶ (5) ὅπως ἀνάγκη αὐτὸν ἐκτρέπεσθαι τὸν μέλλοντα Χριστιανὸν ἀληθινὸν εἶναι· καὶ εἴ τι ἄλλο τοιοῦτον ἐν τοῖς μυστηρίοις, ἄλλην ἂν ἔχοι σημασίαν. (11.) Τὰ δὲ ἐν τῇ τελετῇ τῶν δώρων γινόμενα εἰς τὴν τοῦ Σωτῆρος οἰκονομίαν ἀναφέρεται πάντα, ἵνα ἡμῖν ἡ αὐτῆς θεωρία πρὸ τῶν ὀφθαλμῶν οὖσα τὰς ψυχὰς ἁγιάζῃ καὶ οὕτως ἐπιτήδειοι γινώμεθα πρὸς τὴν ὑποδοχὴν τῶν ἱερῶν δώρων. Καθάπερ γὰρ γενομένη τότε τὴν οἰκουμένην ἀνέστησεν, (5) οὕτως ἀεὶ θεωρουμένη καλλίω τοῖς θεωροῦσιν αὐτὴν καὶ οὕτως ἀεὶ θεωρουμένη καλλίω τοῖς θεωροῦσιν αὐτὴν καὶ θειωτέραν ἐργάζεται τὴν ψυχήν· μᾶλλον δὲ οὐδὲ τότε ἂν ὠφέλησεν οὐδὲν μὴ θεωρηθεῖσα, μὴ πιστευθεῖσα. Καὶ @1 τούτου χάριν ἐκηρύχθη καὶ πρὸς τὸ πιστευθῆναι μυρία ὁ Θεὸς ἐμηχανήσατο· ὡς οὐ δυναμένην τὰ ἑαυτῆς ποιεῖν καὶ (10) σῴζειν ἀνθρώπους, εἰ γενομένη τοὺς σῴζεσθαι μέλλοντας ὑπ᾿ αὐτῆς ἐλάνθανεν. Ἀλλὰ τότε μὲν κηρυττομένη τὴν περὶ Χριστὸν αἰδῶ καὶ τὴν πίστιν καὶ τὴν ἀγάπην ἐν ταῖς τῶν ἀγνωμόνων ψυχαῖς μὴ οὔσας ἐδημιούργει· νῦν δὲ ὑπὸ τῶν ἤδη πεπιστευκότων φιλοπόνως θεωρουμένη τὰ μακάρια (15) ταῦτα πάθη οὐκ ἐντίθησι μὲν αὐτοῖς, ἐγκείμενα δὲ συντηρεῖ καὶ ἀνακαινίζει καὶ αὔξει· καὶ βεβαιοτέρους μὲν περὶ τὴν πίστιν, θερμοτέρους δὲ περὶ τὴν εὐλάβειαν καὶ τὴν ἀγάπην αὐτοὺς ἐργάζεται. Ἃ γὰρ μὴ ὄντα γενέσθαι ἐποίησε, ταῦτα πολλῷ ῥᾷον φυλάξαι καὶ συντηρῆσαι καὶ ἀνανεῶσαι δύναιτ᾿ ἄν· (20) ἀλλὰ ταῦτά ἐστι μεθ᾿ ὧν ἀνάγκη προσιέναι τοῖς ἱεροῖς, καὶ ὧν χωρὶς καὶ τὸ βλέπειν ἐκεῖ παντελῶς ἀνόσιον, εὐλάβεια, πίστις, ἀγάπη πρὸς τὸν Θεὸν πολὺ τὸ θερμὸν ἔχουσα. (12.) Διὰ τοῦτο ἐχρὴν τὴν ταῦτα ἡμῖν ἐνθεῖναι δυναμένην θεωρίαν ἐν τῇ συντάξει τῆς ἱερουργίας σημαίνεσθαι, ἵνα μὴ τῷ νῷ λογιζώμεθα μόνον, ἀλλὰ καὶ βλέπωμεν τοῖς ὀφθαλμοῖς τρόπον δή τινα τὴν πολλὴν τοῦ πλουσίου πενίαν, τὴν ἐπιδη- μίαν τοῦ πάντα τόπον κατέχοντος, τὰ ὀνείδη τοῦ εὐλογημένου, (5) τὰ πάθη τοῦ ἀπαθοῦς, ὅσον μισηθείς, ὅσον ἠγάπησεν· ἡλίκος ὤν, ὅσον ἐταπείνωσεν ἑαυτόν· καὶ τί παθὼν καὶ τί δράσας, ταύτην ἡτοίμασεν ἐνώπιον ἡμῶν τὴν τράπεζαν· καὶ οὕτω θαυμάσαντες τὴν καινότητα τῆς σωτηρίας, ἐκπλαγέντες τὸ πλῆθος τῶν οἰκτιρμῶν, αἰδεσθῶμεν τὸν οὕτως ἐλεήσαντα, τὸν (10) οὕτω σώσαντα καὶ πιστεύσωμεν αὐτῷ τὰς ψυχάς, καὶ παρα- θώμεθα τὴν ζωήν, καὶ φλέξωμεν τὰς καρδίας τῷ πυρὶ τῆς @1 ἀγάπης αὐτοῦ· καὶ τοιοῦτοι γενόμενοι, τῷ πυρὶ τῶν μυστηρίων ἀγάπης αὐτοῦ· καὶ τοιοῦτοι γενόμενοι, τῷ πυρὶ τῶν μυστηρίων ὁμιλήσωμεν ἀσφαλῶς καὶ οἰκείως. (13.) Οὐ γὰρ ἀρκεῖ πρὸς τὸ τοιούτους γενέσθαι τότε τὸ μαθεῖν ποτε τὰ Χριστοῦ καὶ εἰδότας εἶναι· ἀλλ᾿ ἀνάγκη καὶ τηνικαῦτα τὸν ὀφθαλμὸν τῆς διανοίας ἔχειν ἐκεῖ καὶ θεωρεῖν αὐτά, ἐνεργείᾳ πάντα λογισμὸν ἕτερον ἐκβαλόντας, εἴ γε μέλλοιμεν πρὸς τὸν ἁγιασμὸν ἐκεῖνον ἐπιτηδείαν ἥνπερ ἔφην (5) ἐργάσασθαι τὴν ψυχήν. Εἰ γὰρ τὸν μὲν λόγον ἔχομεν τῆς εὐσεβείας, ὥστ᾿ ἐρωτηθέντες αὐτὸν ὑγιῶς ἂν ἀποκριθῆναι, ἐπειδὰν δὲ μυεῖσθαι δέῃ, μὴ θεωρῶμεν ἅπαντα καλῶς, ἀλλὰ τὸν νοῦν ἄλλοις προσέχωμεν, οὐδὲν ἡμῖν ὄφελος τῆς γνώσεώς ἐστιν ἐκείνης· οὐ γὰρ δύναταί τι τῶν εἰρημένων ἡμῖν ἐνθεῖναι (10) παθῶν. Πρὸς γὰρ τοὺς τότε κατέχοντας λογισμοὺς διατιθέ- μεθα, καὶ τοιαῦτα πάθη πάσχομεν οἷα δρᾶν ἐκεῖνοι δύνανται. (14.) Τούτου χάριν ὁ τοιοῦτος ἐπενοήθη τύπος, τοῦτο μὲν οὐ λόγοις μόνον σημαίνων, ἀλλὰ καὶ ὑπ᾿ ὄψιν ἄγων ἅπαντα, τοῦτο δὲ διὰ πάσης τῆς ἱερουργίας φαινόμενος, ἵν᾿ ἐκείνῳ μὲν εἰς τὰς ψυχὰς εὐκολώτερον δράσῃ, καὶ οὐ θεωρία ψιλὴ μόνον, ἀλλὰ καὶ πάθος ἡμῖν ἐντεθῇ, ὡς ἂν τῆς φαντασίας διὰ τῶν (5) ὀφθαλμῶν ἐναργέστερον ἡμῖν τυπουμένης· ἐκείνῳ δὲ μὴ δῷ τῇ λήθῃ χώραν, μηδ᾿ ἐάσῃ πρὸς ἄλλο τι τρέψαι τὸν λογισμόν, ἕως ἐπ᾿ αὐτὴν ἀγάγοι τὴν τράπεζαν, καὶ οὕτω γέμοντες τῶν ἐννοιῶν τούτων, καὶ τὴν μνήμην ἀκμάζουσαν ἔχοντες, τῶν ἱερῶν μεταλάβωμεν μυστηρίων, ἁγιασμὸν ἐπεισάγοντες (10) ἁγιασμῷ, τῷ τῶν θεωριῶν τὸν τῆς τελετῆς, καὶ «μετα- μορφούμενοι ἀπὸ δόξης εἰς δόξαν» τὴν ἁπασῶν μεγίστην ἀπὸ τῆς ἐλάττονος. @1 (15.) Καὶ οὗτος μὲν ὁ νοῦς τῆς ὅλης ἱερουργίας ὡς ἐν κεφαλαίῳ· ἑξῆς δὲ ἄνωθεν αὐτὴν θεωρητέον, ὡς οἷόν τε, κατὰ μέρος. Πρῶτον μὲν τὰς προτελείους εὐχάς, καὶ ἱερολο- γίας, καὶ ᾠδὰς ἱεράς, καὶ ἀναγνώσεις, ἔπειτα τὸ ἔργον αὐτὸ γίας, καὶ ᾠδὰς ἱεράς, καὶ ἀναγνώσεις, ἔπειτα τὸ ἔργον αὐτὸ τὸ ἱερόν, αὐτὴν τὴν θυσίαν· μετὰ δὲ τοῦτο τὸν ἁγιασμόν, ὃν (5) δι᾿ αὐτῆς ἁγιάζονται Χριστιανῶν ψυχαὶ καὶ ζώντων καὶ τεθνηκότων· ἔτι δὲ τὰς ἐπὶ τούτοις τοῦ λαοῦ καὶ τοῦ ἱερέως πρὸς θεὸν ᾠδὰς καὶ εὐχάς, εἴ τι τούτων ἐπισκέψεως καὶ θεωρίας δεῖταί τινος. Πρὸ δὲ πάντων καὶ ἐν πᾶσιν τὴν διὰ πάσης τῆς τελετῆς φαινομένην τοῦ Σωτῆρος οἰκονομίαν· (10) τί τῶν ἐκείνης διὰ τίνος τῶν ἐν τῇ ἱερουργίᾳ τελουμένων σημαίνεται. 2. (t.) Β´. Διὰ τί μὴ ἐξ ἀρχῆς ἐν τῷ θυσιαστηρίῳ τίθεται τὰ τίμια δῶρα (1.) Ἀρχὴ δὲ ἡμῖν ἔστω τῶν ἐν τῇ προθέσει τελουμένων καὶ λεγομένων ἡ θεωρία, καὶ τούτων αὐτῆς τῆς προσαγωγῆς καὶ τῆς δωροφορίας. (2.) Διὰ τί γὰρ οὐκ εὐθὺς εἰς τὸ θυσιαστήριον ἄγεται καὶ θύεται, ἀλλὰ πρῶτον ὡς δῶρον ἀνατίθεται τῷ Θεῷ; (3.) Ὅτι προσήγοντο μὲν αἱ θυσίαι τῷ Θεῷ παρὰ τῶν παλαιῶν, ζῴων ἀλόγων σφαγαὶ καὶ αἵματα· προσήγοντο δὲ καὶ δῶρα, ὥσπερ τὰ χρυσᾶ σκεύη ἢ ἀργυρᾶ. (4.) Τὸ δὲ σῶμα τοῦ Χριστοῦ καὶ ἀμφότερα φαίνεται ἔχον. Καὶ γὰρ θυσία μὲν γέγονεν ὕστερον ὅτε ἐσφάγη ὑπὲρ τῆς @1 δόξης τοῦ Πατρός. Ἀνέκειτο δὲ ἐξ ἀρχῆς τῷ Θεῷ, καὶ δῶρον ἦν αὐτῷ τίμιον, καὶ ὡς προσληφθὲν ὡς ἀπαρχὴ τοῦ γένους ἡμῶν καὶ διὰ τὸν νόμον, ὅτι πρωτότοκος ἦν. (5) (5.) Τούτου χάριν τὰ προσαγόμενα δι᾿ ὧν τὸ σῶμα ἐκεῖνο σημαίνεται, οὐκ εὐθὺς εἰς τὸ θυσιαστήριον ἄγεται καὶ θύεται· ἀλλὰ τοῦτο μὲν ὕστερον, πρότερον δὲ ἀνατίθεται, καὶ δῶρα τίμια τῷ Θεῷ καὶ γίνεται καὶ καλεῖται. (6.) Οὕτως ὁ Χριστὸς ἐποίησεν. Ὅτε γὰρ ἄρτον καὶ οἶνον ταῖς χερσὶ λαβὼν ἀνεδείκνυ τῷ Θεῷ καὶ Πατρί, ὡς δῶρα ταῦτα προσάγων, καὶ ἀνατίθεις ἀνεδείκνυ. Καὶ πόθεν δῆλον; ταῦτα προσάγων, καὶ ἀνατίθεις ἀνεδείκνυ. Καὶ πόθεν δῆλον; Ἐξ ὧν ἡ Ἐκκλησία τοῦτο ποιεῖ, καὶ δῶρα ταῦτα καλεῖ. Οὐ γὰρ ἂν ἐποίει, εἰ μὴ τὸν Χριστὸν ἔγνω τοῦτο ποιήσαντα. (5) Ἤκουσε γὰρ αὐτοῦ κελεύσαντος· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν»· καὶ οὐκ ἂν ἀνομοίως αὐτὸν ἐμιμήσατο. 3. (t.) Γ´. Ὅτι τὰ δῶρα ταῦτα τῷ Θεῷ ἀνατίθεται, ὡς ἀπαρχαὶ ζωῆς ἀνθρωπίνης (1.) Ἀλλὰ τί τὸ σχῆμα τῶν δώρων; (2.) Καρπῶν ἀπαρχὰς οἱ παλαιοὶ προσῆγον, ἢ ποιμνίων, ἢ βουκολίων, ἢ ἄλλων κτήσεων. Ἡμεῖς δὲ ὡς ἀπαρχὰς τῆς ἡμετέρας ζωῆς τῷ Θεῷ ἀφιεροῦμεν ταῦτα τὰ δῶρα τροφὴν ἀνθρωπίνην ὄντα, δι᾿ ἧς ἡ σωματικὴ ζωὴ συνέστηκε· καὶ οὐ συνέστηκε μόνον διὰ τῆς τροφῆς ἡ ζωή, ἀλλὰ καὶ σημαίνεται (5) δι᾿ αὐτῆς. «Συνεφάγομεν γὰρ καὶ συνεπίομεν αὐτῷ μετὰ τὴν ἀνάστασιν», περὶ τοῦ Χριστοῦ οἱ ἀπόστολοι ἔλεγον, ἵνα δείξωσιν ὅτι ζῶντα αὐτὸν εἶδον. Καὶ ὁ Κύριος ὃν ἀνέστησε νεκρὸν τούτῳ δοῦναι φαγεῖν ἐκέλευσεν ἵνα τῇ τροφῇ τὴν @1 ζωὴν ἀποδείξῃ. Ὥστε οὐδὲν ἀπεικὸς τὸν ἀπαρχόμενον τῆς (10) τροφῆς δοκεῖν αὐτῆς ἀπάρχεσθαι τῆς ζωῆς. (3.) Ἀλλ᾿ ἴσως εἴποι τις ἂν ὅτι καὶ πάντα σχεδὸν τὰ παρὰ τῶν παλαιῶν τῷ Θεῷ προσαγόμενα τρέφειν δύναται τὸν ἄνθρωπον· καρποὶ γὰρ ἦσαν ἐφ᾿ οἷς οἱ γεωργοὶ πονοῦσι, καὶ ζῷα τῶν ἐδωδίμων. Τί οὖν; Πάντα ἐκεῖνα τῆς ἀνθρωπίνης ἦσαν ἀπαρχαί; (5) (4.) Οὐδαμῶς· οὐδὲν γὰρ ἐκείνων ἰδίως ἀνθρωπίνη τροφή· κοινὴ γὰρ καὶ τῶν ἄλλων ζῴων· τὰ μὲν πτηνῶν καὶ ποοφάγων, τὰ δὲ σαρκοφάγων θηρίων. Ἀνθρώπινον γὰρ ἐκεῖνο λέγομεν τὸ μόνῳ διαφέρον ἀνθρώπῳ· τὸ δὲ κατασκευῆς ἄρτου δεηθῆναι ὥστε φαγεῖν, καὶ μηχανήσασθαι οἶνον ὥστε πιεῖν, ἀνθρώπου (5) μόνον ἴδιον. (5.) Καὶ τὸ μὲν εἶδος τῆς δωροφορίας ταύτης τοιοῦτον. μόνον ἴδιον. (5.) Καὶ τὸ μὲν εἶδος τῆς δωροφορίας ταύτης τοιοῦτον. 4. (t.) Δ´. Διὰ τί εἰκὸς ἦν ἀπαρχὰς ἀνθρωπίνης ζωῆς εἶναι τὰ δῶρα ταῦτα (1.) Τί δὲ τὸ αἴτιον καὶ τίς ὁ λόγος καθ᾿ ὃν ἐχρῆν ἡμᾶς ἀπαρχὰς ζωῆς τῷ Θεῷ τὰ δῶρα ταῦτα προσάγειν; (2.) Ὅτι ζωὴν ἡμῖν ὁ Θεὸς ἀντιδίδωσι τούτων τῶν δώρων· καὶ ἦν εἰκὸς τῇ ἀντιδώσει τὴν δόσιν μὴ παντελῶς ἀπᾴδειν, @1 ἀλλ᾿ ἔχειν τι συγγενές· καὶ ζωῆς οὔσης ἐκείνης, ζωὴν καὶ αὐτὴν εἶναι τρόπον τινά, καὶ μάλισθ᾿ ὅτι ὁ αὐτός ἐστι καὶ τῆς δόσεως νομοθέτης καὶ ἀντιδόσεως χορηγός, ὁ δικαίως κρίνων (5) «καὶ πάντα ζυγῷ τιθεὶς καὶ σταθμῷ». Αὐτὸς ἐκέλευσεν ἄρτον καὶ οἶνον προσάγειν, αὐτὸς ἀντιδίδωσι τούτων ἄρτον ζῶντα καὶ ποτήριον ζωῆς αἰωνίου. Ὅθεν καθάπερ τοῖς ἀποστόλοις ἁλείαν ἀντέδωκεν ἁλείας, τῆς τῶν ἰχθύων τὴν τῶν ἀνθρώπων, καὶ τῷ ἐπερωτήσαντι πλουσίῳ περὶ τῆς (10) βασιλείας, ἀντὶ πλούτου γηΐνου τὸν οὐράνιον ἐπηγγείλατο πλοῦτον· οὕτως ἀνάπαλιν ἐνταῦθα, οἷς ζωὴν αἰώνιον ἔμελλε δώσειν—λέγω δὴ τὸ ζωοποιὸν αὐτοῦ σῶμα καὶ αἷμα—, τούτους προεισφέρειν ἐκέλευσεν ἐπικήρου ζωῆς ἀφορμάς· ἵνα ζωῆς ἀντιλάβωμεν ζωήν, τῆς προσκαίρου τὴν αἰωνίαν, καὶ ἡ (15) χάρις ἀμοιβὴ δόξῃ, καὶ ὁ ἀμέτρητος ἔλεος ἔχῃ τι καὶ δικαιοσύ- νης, καὶ τὸ λόγιον ἐκεῖνο πληρωθῇ· «Θήσω τὴν ἐλεημοσύνην μου εἰς σταθμούς.» (3.) Καὶ οὐκ ἐπὶ τοῦ μυστηρίου τούτου μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ βαπτίσματος τοῦτο γίνεται· καὶ ζωὴν ἀλλαττόμεθα ζωῆς καὶ τὴν μὲν προδίδομεν, τὴν δὲ ἀντ᾿ ἐκείνης λαμβά- νομεν. Ἀλλ᾿ ἡ μὲν προδοσία τῆς ζωῆς ὁ θάνατος ἐν εἰκόνι τινὶ καὶ γραφῇ, ἡ δ᾿ ἀναβίωσις ζωή ἐστιν ἀληθής. Ἐπεὶ γὰρ (5) ἀποθανὼν ὁ Σωτὴρ καὶ ἀναστάς, τῆς νέας αὐτοῦ ζωῆς καὶ @1 ἡμῖν ἠθέλησε μεταδοῦναι, ἐκέλευσέ τι τοῦ μεγάλου τούτου ἡμῖν ἠθέλησε μεταδοῦναι, ἐκέλευσέ τι τοῦ μεγάλου τούτου δώρου καὶ ἡμᾶς προεισφέρειν αὐτῷ. Καὶ τί τοῦτο; Τὸ μιμεῖσθαι τὸν αὐτοῦ θάνατον. Καὶ τίνα τρόπον; Ἐν ὕδατι τὸ σῶμα κρύψαντας καθάπερ ἐν τάφῳ, καὶ τοῦτο τρὶς ἐπι- (10) δειξαμένους· ὡς ἤδη τοῦ θανάτου καὶ τῆς ταφῆς λαβὼν κοινωνοὺς τῆς καινῆς αὐτοῦ ζωῆς ἀξιοῖ. (4.) Καὶ ταῦτα μὲν οὕτω. 5. (t.) Ε´. Διὰ τί δὲ μὴ ὁλόκληρος ἀνατίθεται ἄρτος, ἀλλὰ τμῆμα (1.) Κἀκεῖνο δὲ ἐπισημήνασθαι χρή, τί δή ποτε μὴ τοὺς προσενεχθέντας ἄρτους ἁπλῶς, ἀλλ᾿ ὃν αὐτὸς ὁ ἱερεὺς αὐτῶν ἀποτέμνει, τοῦτον καὶ δῶρον ποιεῖται καὶ ἀνατίθησι τῷ Θεῷ, καὶ εἰς τὸ θυσιαστήριον εἰσάγων ἱερουργεῖ. (2.) Καὶ τοῦτο τῆς Χριστοῦ προσαγωγῆς ἴδιον· τὰ γὰρ ἄλλα δῶρα, οἱ κεκτημένοι μὲν τῶν ὁμογενῶν ἀφώριζον, καὶ εἰς τὸν ναὸν ἦγον, καὶ ταῖς χερσὶν ἐνετίθεσαν τῶν ἱερέων· οἱ δὲ ἱερεῖς ἐδέχοντο καὶ ἀνετίθεσαν ἢ ἔθυον, ἢ ὅ τι ἔδει χρήσασθαι τῶν προσενεχθέντων ἑκάστῳ. (5) (3.) Τὸ δὲ Κυριακὸν σῶμα ὑπὸ τοῦ αὐτοῦ ἱερέως καὶ ἀφωρίσθη τῶν ὁμογενῶν, καὶ προσηνέχθη καὶ ἀνελήφθη καὶ ἀνετέθη Θεῷ καὶ τελευταῖον ἐτύθη. Αὐτὸς μὲν γὰρ ἐξεῖλεν ἑαυτῷ τοῦ ἡμετέρου φυράματος ὁ τοῦ Θεοῦ υἱὸς ἀφελών· αὐτὸς δὲ τῷ Θεῷ δῶρον ἔδωκεν, ἐν τοῖς κόλποις αὐτὸ θεὶς τοῦ (5) Πατρός, ὡς ἂν τῶν κόλπων ἐκείνων αὐτὸς μηδέ ποτε χωρι- σθείς, ἀλλ᾿ ἐκεῖ καὶ τοῦτο κτίσας καὶ περιθέμενος, ὥστε @1 ἅμα τε πλασθῆναι καὶ δεδομένον Θεῷ εἶναι. Τελευταῖον δὲ καὶ ἐπὶ τὸν σταυρὸν αὐτὸς ἤγαγε καὶ ἔθυσε. (4.) Διὰ τοῦτο τὸν μέλλοντα ἄρτον εἰς ἐκεῖνο μεταβάλλειν τὸ σῶμα, ὁ αὐτὸς ἱερεὺς καὶ ἀποκόπτει τῶν ὁμοφυῶν καὶ ἀνατίθησι τῷ Θεῷ θεὶς ἐν τῷ ἱερῷ πίνακι καὶ μετὰ ταῦτα εἰς τὸ θυσιαστήριον ἄγων θύει. ἀνατίθησι τῷ Θεῷ θεὶς ἐν τῷ ἱερῷ πίνακι καὶ μετὰ ταῦτα εἰς τὸ θυσιαστήριον ἄγων θύει. 6. (t.) Ϛ´. Διὰ τί ἐν τῷ ἄρτῳ τυποῖ ὁ ἱερεὺς τὸ τοῦ Χριστοῦ πάθος (1.) Ὁ μὲν οὖν ἀποτμηθεὶς ἄρτος, ἕως ἐν τῇ προθέσει κεῖται, ἄρτος ἐστὶ ψιλός· τοῦτο μόνον λαβὼν τὸ ἀνατεθῆναι Θεῷ, καὶ γενέσθαι δῶρον, ὅτε καὶ σημαίνει τὸν Χριστὸν κατὰ τὴν ἡλικίαν ἐκείνην ἐξ ἧς ἐγένετο δῶρον. Ἐγένετο δὲ ἐξ αὐτῆς γεννήσεως καθάπερ ἔμπροσθεν εἴρηται, ὅτι καὶ κατὰ τὴν (5) γέννησιν δῶρον ἦν, κατὰ τὸν νόμον, ἐπεὶ πρωτότοκος ἦν. (2.) Ὅτι δὲ τὰ ὕστερον γενόμενα ἐν ἐκείνῳ τῷ σώματι πάθη διὰ τὴν σωτηρίαν ἡμῶν, ὁ σταυρὸς καὶ ὁ θάνατος, προδιετυ- πώθη πρότερον τοῖς ἀρχαίοις, τούτου χάριν καὶ ὁ ἱερεὺς ἐνταῦθα πρὶν ἀγάγειν εἰς τὸ θυσιαστήριον τὸν ἄρτον καὶ θῦσαι, τοὺς τύπους ἐκείνους πειρᾶται δεικνύναι πρότερον ἐν αὐτῷ. (5) Καὶ τίνα τρόπον; Ἐν ὅσῳ αὐτὸν ἀπὸ τῶν ὁλοκλήρων ἄρτων ἀφαιρούμενος ποιεῖται δῶρον, τὸ τοῦ Χριστοῦ πάθος καὶ τὸν θάνατον ἐν αὐτῷ γράφει, καθάπερ ἐν πίνακι· καὶ πάντα ὅσα ποιεῖ, τὰ μὲν κατὰ χρείαν, τὰ δὲ ἐπίτηδες εἰς τὴν σημασίαν ταύτην βιάζεται· καὶ ἔστι τὰ γινόμενα τηνικαῦτα τῶν (10) σωτηρίων παθῶν καὶ τοῦ θανάτου πρακτικὴ διήγησις. @1 (3.) Τοῦτο δὲ ἀρχαῖον ἔθος ἦν καὶ πρακτικῶς ἐνίοτε καὶ διηγοῦντο καὶ παρῄνουν καὶ προεφήτευον. Καὶ γὰρ ὁ προφή- της, δηλῶσαι βουλόμενος τὴν τῶν Ἑβραίων αἰχμαλωσίαν, ἔδησεν ἑαυτόν. Καὶ Ἄγαυος ὕστερον τὸ αὐτὸ ἐποίησε, σημαίνων τὰ τοῦ Παύλου δεσμά. Καὶ πατέρα τινά φασι τῶν (5) θεοφόρων ἐρωτηθέντα τί ἐστι μοναχός, ἀποκριθῆναι μὲν οὐδέν, τὸ δὲ ἱμάτιον περιδυθέντα καταπατῆσαι. (4.) Καὶ αὐτὸν δὲ τοῦ Κυρίου τὸν θάνατον καὶ τὴν ὅλην οἰκονομίαν οἱ παλαιοὶ οὐ λόγοις μόνον ἀλλὰ καὶ ἔργοις καὶ αὐτοὶ ἐμήνυον, καὶ παρὰ τοῦ Θεοῦ ἐμάνθανον, οἷον ἦν ἡ αὐτοὶ ἐμήνυον, καὶ παρὰ τοῦ Θεοῦ ἐμάνθανον, οἷον ἦν ἡ τεμνομένη ῥάβδῳ θάλασσα, καὶ ἡ θάλλουσα ἐν τῇ φλογὶ βάτος, καὶ ὁ ἐπὶ τὴν σφαγὴν ὑπὸ τοῦ πατρὸς ἀγόμενος Ἰσαάκ, (5) καὶ τὰ ἄλλα δι᾿ ὧν ἐσημαίνετο τὸ μυστήριον ἐξ ἀρχῆς. (5.) Καὶ ὁ ἱερεὺς ταῦτα φαίνεται ποιῶν, ἃ περὶ τῆς θυσίας οἶδεν ἐκείνης, καὶ λόγοις διηγούμενος, καὶ ἐπὶ τῶν ἔργων δεικνύς, ὡς δυνατὸν ἐν τοιαύτῃ ὕλῃ τοιαῦτα δεικνύναι, μόνον οὐ λέγων· Οὕτως ἐπὶ τὸ πάθος ἦλθεν ὁ Κύριος, οὕτως ἀπέθανε, οὕτως ἐκεντήθη τὴν πλευράν, οὕτως ἀπὸ τῆς κεντηθείσης (5) πλευρᾶς τὸ αἷμα καὶ τὸ ὕδωρ ἐξεχύθη τότε ἐκεῖνο. (6.) Καὶ ταῦτα ποιεῖ ἵνα δείξῃ, καθάπερ εἶπον, ὡς τῆς ἀληθείας ταύτης καὶ τῶν πραγμάτων τύποι καὶ γραφαί τινες ἡγήσαντο πρότερον, καὶ προεσήμαινον τοῖς ἀνθρώποις· ὥσπερ αὐτὸς πρὶν εἰς τὸ θυσιαστήριον ἀγαγεῖν τὸν ἄρτον καὶ θῦσαι, τὰ τῆς θυσίας ἐν αὐτῷ γράφει· ἔπειτα δηλῶν ὡς ὁ ἄρτος (5) οὗτος εἰς ἐκεῖνον ἐπείγεται μεταβληθῆναι τὸν ἀληθινὸν ἄρτον, τὸν ἐσταυρωμένον, τὸν τεθυμένον. Παρὰ πάντα δὲ ταῦτα, ἐπεὶ «τὸν θάνατον τοῦ Κυρίου δεῖ καταγγέλλειν», ἵνα @1 μηδένα τρόπον ἀγγελίας καὶ διηγήσεως παραλίποι, πρὸς ὃν μυρίων ἔδει στομάτων ἡμῖν, καὶ λογικῶς αὐτὸν διηγεῖται καὶ (10) πρακτικῶς. 7. (t.) Ζ´. Τί ἐστι ἡ τοῦ Κυρίου ἀνάμνησις (1.) Καὶ πρῶτον ἄρτου λαβόμενος, ἀφ᾿ οὗ δεῖ τὸν ἱερὸν ἀποκόπτειν ἄρτον· «Εἰς ἀνάμνησιν, φησί, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ», κατὰ τὴν ἐκείνου παραγγελίαν. «Τοῦτο γάρ, φησί, ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» (5) (2.) Καὶ οὐ περὶ τοῦ ἄρτου ἐκείνου τοῦτο λέγει μόνον, ἀλλὰ καὶ περὶ πάσης τῆς τελετῆς, ὡς ἂν ἐν τελευτῇ τῆς ἱερουργίας ἀρχόμενος. Ἐπεὶ καὶ ὁ Κύριος μετὰ τὸ τελέσαι τὸ μυστήριον ἅπαν, τοῦτον ἐπήγαγε τὸν λόγον· «Τοῦτο ποιεῖτε εἰς τὴν ἅπαν, τοῦτον ἐπήγαγε τὸν λόγον· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» (5) (3.) Ἀλλὰ τίς ἡ ἀνάμνησις αὕτη, πῶς ἐν τῇ τελετῇ μεμνησό- μεθα τοῦ Κυρίου, τί ποιοῦντος καὶ πῶς ἔχοντος; Λέγω δὲ τίνα περὶ αὐτοῦ ἀναλογιζόμενοι, τί διηγούμενοι; Ἆρα ὅτι νεκροὺς ἀνέστησε, καὶ τυφλοῖς ἔδωκε βλέπειν, καὶ ἀνέμοις ἐπετίμησε, καὶ ἐξ ὀλίγων ἄρτων εἰς κόρον ἔθρεψε χιλιάδας, ἃ (5) Θεὸν αὐτὸν ἀπέδειξε καὶ πάντα δυνάμενον; Οὐδαμῶς· ἀλλὰ μᾶλλον τὰ δοκοῦντα σημαίνειν ἀσθένειαν, τὸν σταυρόν, τὸ πάθος, τὸν θάνατον, ἐν τούτοις ἡμᾶς τὴν ἀνάμνησιν αὐτοῦ ποιεῖσθαι ἐκέλευσε. Καὶ πόθεν δῆλον; Οὕτως ἐνόησε Παῦλος, ὁ τὰ ἐκείνου καλῶς εἰδώς. @1 (10) (4.) Γράφων γὰρ Κορινθίοις περὶ τοῦ μυστηρίου, καὶ διηγησάμενος ὅτι ὁ Κύριος εἶπε· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», ἐπήγαγεν· «Ὁσάκις γὰρ ἐσθίετε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνετε, τὸν θάνατον αὐτοῦ καταγγέλλετε.» Τοῦτο καὶ αὐτὸς ὁ Κύριος ἐνέφηνεν (5) ἐν τῇ παραδόσει τοῦ μυστηρίου. Εἰπὼν γάρ· «Τοῦτό ἐστι τὸ σῶμά μου, τοῦτο τὸ αἷμά μου», οὐ θαύματα αὐτοῖς προ- σέθηκε, εἰπὼν τὸ νεκροὺς ἀναστῆσαν, τὸ λεπροὺς καθαρίσαν. Ἀλλὰ τί; Τὸ πάθος μόνον καὶ τὸν θάνατον, «τὸ ὑπὲρ ὑμῶν κλώμενον, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον». (10) (5.) Καὶ τίς ὁ λόγος, ὅτι μὴ τῶν θαυμάτων ἀλλὰ τῶν παθῶν μέμνηται; Ὅτι ταῦτα ἐκείνων ἀναγκαιότερα· τοσοῦτον ὅσον τὰ μὲν ποιητικὰ τῆς σωτηρίας ἡμῶν εἰσι, καὶ χωρὶς τούτων οὐκ ἦν ἀναστῆναι τὸν ἄνθρωπον, τὰ πάθη λέγω· ἐκεῖνα δὲ ἀποδεικτικὰ μόνον. Ἐγένοντο γὰρ τὰ θαύματα ἵνα πιστευθῇ (5) ὁ Κύριος ὡς αὐτὸς ἀληθῶς ἐστιν ὁ Σωτήρ. 8. (t.) Η´. Περὶ τῶν ἐν τῷ ἄρτῳ τελουμένων (1.) Ἐπεὶ τοίνυν τὸν τρόπον τοῦτον δεῖ ποιεῖσθαι τοῦ Κυρίου τὴν ἀνάμνησιν, διὰ τοῦτο εἰπὼν ὁ ἱερεύς· «εἰς Κυρίου τὴν ἀνάμνησιν, διὰ τοῦτο εἰπὼν ὁ ἱερεύς· «εἰς ἀνάμνησιν τοῦ Κυρίου», ἐπάγει τὰ δηλοῦντα τὸν σταυρὸν καὶ τὸν θάνατον. Τὸν γὰρ ἄρτον ἀποκόπτων, τὴν περὶ τοῦ σωτηρίου πάθους ἐπιλέγει τῶν παλαιῶν προφητείαν· «Ὡς (5) πρόβατον ἐπὶ σφαγὴν ἤχθη» καὶ τὰ ἑξῆς, καὶ ῥήματι καὶ @1 πράγματι κατὰ τὸ δυνατὸν αὐτὸς διηγούμενος. Τὴν γὰρ τοῦ ἄρτου τομὴν κατὰ χρείαν ποιῶν, ἵνα ἐξέλῃ τὸ δῶρον, τὴν αὐτὴν καὶ παράδειγμα ποιεῖται τοῦ προκειμένου εἰς τὴν ἀποχώρησιν τὴν ἀπὸ τοῦ κόσμου τοῦ Κυρίου, εἰς τὴν ἐπὶ τὸν (10) Πατέρα διὰ τοῦ θανάτου ὁδόν, αὐτὴν αἰχμαλωτίζων, καθάπερ αὐτὸς εἴρηκεν· «Ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν Πατέρα.» (2.) Καὶ ἐπεὶ πολλάκις πηγνὺς τὸ σιδήριον, εἶτα ἀποκόπτει τὸν ἄρτον, εἰς τοσαῦτα διαιρεῖ τὸν προφητικὸν λόγον, ἕκαστον τοῦ λόγου μέρος ἐφαρμόζων ἑκάστῳ μέρει τόμης, ἵνα δείξῃ τοῦ λόγου τὸ ἔργον ἐξήγησιν εἶναι· ὅτι καθάπερ οὗτος ὁ ἄρτος ἐπὶ τὸ ἀνατεθῆναι Θεῷ καὶ ἱερουργηθῆναι τοῦ ὁμοφυοῦς (5) ἀποδιῃρέθη, οὕτω καὶ ὁ Κύριος ἀπεχώρησε τῶν ἀνθρώπων, οἷς διὰ φιλανθρωπίαν ἐκοινώνησε φύσεως, καὶ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη», καὶ τοῦτον τὸν τρόπον «ἤρθη ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ»· καὶ τὰ ἑξῆς τῆς προφητείας προσθείς, (3.) καὶ τὸν ἄρτον θεὶς ἐν τῷ ἱερῷ πίνακι, ἐκεῖνα ποιεῖ καὶ λέγει δι᾿ ὧν αὐτὴ ἡ θυσία καὶ ὁ τοῦ Κυρίου θάνατος καταγ- γέλλεται. «Θύεται, φησίν, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ταῦτα λέγει καὶ ποιεῖ τὰ δηλοῦντα τοῦ θανάτου τὸν τρόπον. Σταυρὸν γὰρ ἐν τῷ ἄρτῳ χαράττει, (5) καὶ οὕτω μηνύει πῶς ἡ θυσία γέγονεν, ὅτι διὰ σταυροῦ· μετὰ δὲ τοῦτο, καὶ ὡς ἐπὶ τὰ δεξιὰ μέρη κεντεῖ τὸν ἄρτον, τὴν πληγὴν τῆς πλευρᾶς ἐκείνης διηγούμενος τῇ τοῦ ἄρτου πληγῇ. Διὰ τοῦτο γὰρ καὶ τὸ πλῆττον σιδήριον λόγχην καλεῖ, καὶ εἰς σχῆμα λόγχης αὐτὸ ἔχει πεποιημένον, ἵνα ἐκείνης (10) καὶ εἰς σχῆμα λόγχης αὐτὸ ἔχει πεποιημένον, ἵνα ἐκείνης (10) ἀναμιμνήσκῃ τῆς λόγχης. Καὶ οὕτως ἔργῳ ταῦτα διηγού- μενος, καὶ τοὺς λόγους τῆς ἱστορίας ἀναγιγνώσκει· «Καὶ εἷς τῶν στρατιωτῶν, φησί, λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν.» Ὁμοίως καὶ τὸ ῥεῦσαν ἐκεῖθεν αἷμα καὶ ὕδωρ, καὶ @1 λόγῳ διηγεῖται καὶ ἔργῳ δείκνυσιν· ἐγχέων μὲν εἰς τὸ ἱερὸν (15) ποτήριον οἶνον καὶ ὕδωρ, ἐπιλέγων δὲ καὶ ἐκεῖνο τὸ ῥῆμα· «Καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.» Καὶ ταῦτα μὲν ἡ ἀνάμνησις τοῦ Κυρίου καὶ ἡ τοῦ θανάτου αὐτοῦ διήγησις. 9. (t.) Θ´. Διὰ τί ὁ Κύριος ἐκέλευσε ποιεῖν τοῦτο εἰς τὴν αὑτοῦ ἀνάμνησιν (1.) Ἀλλὰ τίνος ἕνεκα ταῦτα ἐκέλευσε καὶ πρὸς τί βλέπων τὴν ἀνάμνησιν ταύτην ἀπῄτησε παρ᾿ ἡμῶν; Ἵνα μὴ ἀγνώμονες ὦμεν. Ἀμοιβὴ γὰρ τίς ἐστι παρὰ τῶν εὖ παθόντων τοῖς εὐεργέταις τὸ μεμνῆσθαι αὐτῶν καὶ τῶν ἔργων δι᾿ ὧν πεπόν- θασι εὖ. Καὶ ταύτης τῆς μνήμης πολλὰς ἀφορμὰς ἐπενόησαν (5) ἄνθρωποι, τάφους, ἀνδριάντας, στήλας, ἑορτάς, πανηγύρεις, ἀγῶνας· ὧν πάντων ἔργον ἐστὶν ἕν, τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν μὴ λήθης παραδοθῆναι βυθοῖς. (2.) Τοιοῦτον καὶ τὸ τοῦ Σωτῆρος, ἄλλοι μὲν ἄλλα, φησί, λήθης φάρμακα ζητοῦσιν, ὑπὲρ τοῦ μεμνῆσθαι τῶν εὖ πεποιη- κότων αὐτούς· «Ὑμεῖς δὲ εἰς τὴν ἐμὴν ἀνάμνησιν τοῦτο ποιεῖτε.» Καὶ ὥσπερ ταῖς στήλαις τῶν ἀριστέων αἱ πόλεις προσπαραγράφουσι τὰς νίκας δι᾿ ὧν ἐσώθησαν ἢ ἄμεινον (5) ἔπραξαν, οὕτω τοῖς δώροις τούτοις ἡμεῖς παραγράφομεν τὸν θάνατον τοῦ Κυρίου, ἐν ᾧ πᾶσα γέγονε ἡ κατὰ τοῦ πονηροῦ νίκη. Καὶ διὰ μὲν τῶν εἰκόνων αἱ πόλεις τὸν τύπον μόνον τοῦ σώματος ἔχουσι τῶν εὐεργετῶν, ἡμεῖς δὲ ἀπὸ τῆς προσαγωγῆς ταύτης οὐ τὸν τύπον τοῦ σώματος ἔχομεν, ἀλλ᾿ αὐτὸ τὸ σῶμα (10) τοῦ ἀριστέως. (3.) Τὸ αὐτὸ δὲ τοῦτο καὶ τοῖς παλαιοῖς ἐνομοθέτησεν ἐπὶ (3.) Τὸ αὐτὸ δὲ τοῦτο καὶ τοῖς παλαιοῖς ἐνομοθέτησεν ἐπὶ τῶν τύπων ποιεῖν, ὃ νῦν ἐπὶ τῆς ἀληθείας καὶ τῶν πραγμάτων @1 ἐκέλευσε. Τοῦτο γὰρ ἦν τὸ Πάσχα καὶ ἡ σφαγὴ τοῦ ἀμνοῦ, ἀνάμνησις τῆς σφαγῆς τοῦ προβάτου ἐκείνου καὶ τοῦ αἵματος τοῦ διασεσωκότος τοῖς Ἑβραίοις ἐν Αἰγύπτῳ τὰ πρωτότοκα. (5) (4.) Καὶ οὗτος μὲν ὁ τῆς ἀναμνήσεως λόγος. 10. (t.) Ι´. Τίνα τὰ μετὰ τὴν ἀνάμνησιν ἐπιλεγόμενα τῇ προσκομιδῇ καὶ ὅτι ἡ προσαγωγὴ τῶν δώρων χαριστήριός ἐστι καὶ ἱκέσιος ἡ αὐτή (1.) Ὁ δὲ ἱερεὺς τὴν προσαγωγὴν ἔτι ποιεῖται, καὶ τῶν προσενεχθέντων ἄρτων ἑκάστου μέρος ἀφαιρῶν, ἱερὸν ποιεῖται δῶρον, οὐ τὰ αὐτὰ λέγων καὶ ποιῶν ἅπερ ἐξ ἀρχῆς, δι᾿ ὧν ὁ θάνατος ἐσημαίνετο τοῦ Κυρίου, ὅτι ἅπαξ εἰρημένα περὶ πάσης τῆς τελετῆς εἰρῆσθαι νοοῦνται. Πᾶσα γὰρ ἡ προσαγωγὴ (5) τῶν δώρων εἰς ἀνάμνησιν γίνεται τοῦ Κυρίου καὶ διὰ πάσης ὁ αὐτοῦ καταγίνεται θάνατος. (2.) Τίνα δὲ τὰ ἐπιλεγόμενα; (3.) «Εἰς δόξαν τῆς παναγίας τοῦ Θεοῦ Μητρός· εἰς πρεσβείαν τοῦδε τοῦ ἁγίου ἢ τοῦδε· εἰς ἁμαρτιῶν ψυχῶν ἄφεσιν, ἢ ζώντων ἢ τεθνεώτων.» @1 (4.) Καὶ τί ταῦτα βούλεται; Εὐχαριστίαν πρὸς τὸν Θεόν, ἱκεσίαν, τὰς ἀφορμάς, τὰ αἴτια τῆς τῶν δώρων προσαγωγῆς. (5.) Ἔχει γὰρ οὕτως. Οὐδὲν δῶρον δίδοται μάτην εἴτε Θεὸν θεραπεύειν, εἴτε ἀνθρώποις χαρίζεσθαι δεῖ· ἀλλ᾿ ἀγαθοῦ τινὸς ἕνεκα ἢ γενομένου ἢ ἐλπιζομένου. Ἢ γὰρ ὑπὲρ ὧν ἐλάβομεν ἀμειβόμεθα τὸν εὐεργέτην τοῖς δώροις, ἢ τῶν μήπω γενομένων ἡμῖν, ἵνα τύχωμεν, τὸν δοῦναι δυνάμενον (5) θεραπεύομεν. (6.) Ταῦτα δὲ τὰ δῶρα καὶ ἀμφοτέρων ἕνεκα τῷ Θεῷ προσαγόμενα φαίνεται, καὶ ὅτι ἐλάβομεν, καὶ ἵνα λάβωμεν, καὶ εὐχαριστοῦντες τῷ Θεῷ, καὶ ἱκετεύοντες αὐτόν· εὐχα- καὶ εὐχαριστοῦντες τῷ Θεῷ, καὶ ἱκετεύοντες αὐτόν· εὐχα- ριστοῦντες ὑπὲρ ὧν πεπόνθαμεν, ἱκετεύοντες ἵν᾿ εὖ πάθω- μεν, ὥστε τὰ δῶρα εἶναι καὶ χαριστήρια καὶ ἱκέσια. (5) (7.) Ἀλλὰ τίνα τὰ ἤδη δοθέντα ἡμῖν ἀγαθά; τίνα δὲ τὰ ζητούμενα; Τὰ αὐτὰ πάντως, ἄφεσις ἁμαρτιῶν, βασιλείας κληρονομία. Ταῦτα γὰρ αὐτὸς ἐκέλευσε πρὸ πάντων αἰτεῖσθαι, ταῦτά ἐστιν ἅπερ ἔλαβεν ἡ Ἐκκλησία ἤδη, ταῦτα καὶ ὑπὲρ ὧν ἱκετεύει. Καὶ τίς ὁ τρόπος καθ᾿ ὃν ἔτυχε τῶν ἀγαθῶν (5) τούτων; τίς δὲ καθ᾿ ὃν οὔπω τετύχηκε καὶ ἵνα τύχῃ, τοῦ Θεοῦ δεῖται; (8.) Τετύχηκε πρώτου, ὅτι δύναμιν ἐδέξατο πρὸς αὐτά. Καὶ γὰρ ἔλαβεν «ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι», καὶ τοῦτο κοινόν ἐστι δῶρον Χριστιανοῖς ἅπασι διὰ τοῦ θανάτου ἡμῖν γενόμενον τοῦ Σωτῆρος. Τοῦτο γάρ ἐστι τὸ βάπτισμα τὸ @1 θεῖον καὶ τὰ ἄλλα μυστήρια δι᾿ ὧν εἰσποιούμεθα τῷ Θεῷ, καὶ (5) βασιλείας οὐρανῶν γινόμεθα κληρονόμοι. (9.) Ἔπειτα καὶ αὐτῆς ἐκληρονόμησεν ἐνεργείᾳ τῆς βασι- λείας ἐν μυρίοις τῶν ἑαυτῆς χορευτῶν, οὓς ἀποικίαν ἀπέστει- λεν εἰς τὸν οὐρανόν, οὓς «Ἐκκλησίαν πρωτοτόκων ἀπογε- γραμμένων ἐν οὐρανοῖς» ὁ μακάριος Παῦλος ἐκάλεσεν. Οὕτω μὲν οὖν τῶν μεγάλων τούτων ἡ Ἐκκλησία τετύχηκε (5) ἀγαθῶν. (10.) Διὰ δὲ τοὺς ἔτι τρέχοντας τῶν τέκνων αὐτῆς ἐπὶ τὸ βραβεῖον, καὶ ἁπλῶς τοὺς ἐν τῷ βίῳ ζῶντας, ὧν τὸ πέρας ἄδηλον καὶ τοὺς ἀπελθόντας, οὐ μετὰ πάνυ χρηστῶν καὶ βεβαίων ἐλπίδων τῆς βασιλείας οὔπω τετύχηκε. Τούτου χάριν μέμνηται μὲν τοῦ θανάτου τοῦ Κυρίου, μέμνηται δὲ καὶ (5) τῶν τελειωθέντων ἁγίων· μέμνηται δὲ τῶν μήπω τελείων, ὑπὲρ μὲν ἐκείνων εὐχαριστοῦσα, ὑπὲρ δὲ τούτων ἱκετεύουσα. (11.) Ὥστε τὰ μὲν πρῶτα τῆς προσαγωγῆς, καὶ ἔτι τὰ δεύτερα χαριστήρια, τὰ δὲ μετ᾿ ἐκεῖνα ἱκέσια εἰς ἀνάμνησιν δεύτερα χαριστήρια, τὰ δὲ μετ᾿ ἐκεῖνα ἱκέσια εἰς ἀνάμνησιν τοῦ Κυρίου, εἰς δόξαν τῆς μακαρίας αὐτοῦ Μητρός, εἰς πρεσβείαν τῶν ἁγίων. (12.) Εὐχαριστοῦμεν, φησίν, ὅτι τῷ θανάτῳ σου τὰς τῆς ζωῆς πύλας ἡμῖν ἀνέῳξας, ὅτι Μητέρα παρ᾿ ἡμῶν ἔλαβες, ὅτι τοσαύτης δόξης παρ᾿ ἡμῶν ἔτυχεν ἄνθρωπος, ὅτι πρεσβευ- τὰς ἔχομεν ὁμοφύλους, καὶ τοῖς ὁμογενέσιν ἡμῶν τοσαύτης μετέδωκας παρρησίας. (5) (13.) Τὸ γὰρ «εἰς δόξαν» καὶ «εἰς πρεσβείαν», τοῦτό ἐστι τὸ ἕνεκα τῆς δόξης καὶ τῆς πρεσβείας ὥσπερ καὶ τὸ «εἰς ἄφεσιν ἁμαρτιῶν» ταὐτόν ἐστι τῷ ἕνεκα τῆς ἀφέσεως τῶν ἁμαρτιῶν. Τὸ δὲ «ἕνεκά τινος» διττὴν ἔχει τὴν σημασίαν· @1 ἢ γὰρ ἕνεκα παρόντος ἢ ἕνεκα ἐλπιζομένου. Τὴν δὲ τῆς μακα- (5) ρίας Παρθένου δόξαν καὶ τὴν τῶν ἁγίων πρεσβείαν καὶ παρρησίαν, τίς οὐκ οἶδεν ὅτι παρόντα ἐστὶν ἀγαθά; Τὸ δὲ παρόντων ἀγαθῶν χάριν δῶρα προσάγειν, οὐδὲν ἕτερον ἢ εὐχαριστία σαφής. Ἔτι δὲ καὶ τὸ «εἰς ἀνάμνησιν τοῦ Κυρίου» διὰ τῶν ἔμπροσθεν εἰρημένων ἐγένετο δῆλον, ἀμοι- (10) βήν τινα πρὸς αὐτὸν τοῦ θανάτου αὐτοῦ καὶ εὐχαριστίαν σημαῖνον. Διὰ τοῦτο γὰρ πρὸ πάντων ἐν τῇ προσαγωγῇ τῶν δώρων, ταῦτα λέγεται τὰ ῥήματα, ὅτι ὁ θάνατος ἐκεῖνος αἴτιος ἐγένετο τῶν ἀγαθῶν ἁπάντων ἡμῖν. (14.) Ὕστατα δὲ πάντων ποιεῖται τὴν ἱκεσίαν, ἄφεσιν ἁμαρτιῶν καὶ ψυχῶν ἀνάπαυσιν καὶ τὰ τοιαῦτα αἰτούμενος. Τοῦτο γὰρ εὐγνωμοσύνης τῷ Θεῷ ἐντυγχάνοντας μὴ τὴν χρείαν εὐθὺς λέγειν, μηδὲ εἴ τι ἐλλεῖπον ζητεῖν· ἀλλὰ μᾶλλον ὧν ἤδη λαβόντες ἔχομεν πρῶτον μεμνημένους εὐχαριστεῖν (5) καὶ δοξολογεῖν, καὶ οὕτω πρὸ τῶν ἀναγκαίων ἡμῖν τὴν τοῦ Θεοῦ ποιεῖσθαι δόξαν. 11. (t.) ΙΑ´. Διὰ τί συγκαλύπτεται τὰ δῶρα· καὶ περὶ τῶν ἐπιλεγομένων 11. (t.) ΙΑ´. Διὰ τί συγκαλύπτεται τὰ δῶρα· καὶ περὶ τῶν ἐπιλεγομένων 11a. (1.) {2Α´}2 Ἐπεὶ δὲ τὰ ἐν τῷ ἄρτῳ εἰρημένα καὶ πεπραγμένα, δι᾿ ὧν ὁ θάνατος ἐσημαίνετο τοῦ Κυρίου, γράφην ἐδύνατο μόνον καὶ τύπον, ὁ δὲ ἄρτος ἔμεινεν ἄρτος ὤν, τοῦτο μόνον λάβων τὸ γενέσθαι δῶρον τῷ Θεῷ, καὶ διὰ τοῦτο τύπον φέρει τοῦ Κυριακοῦ σώματος κατὰ τὴν πρώτην ἡλικίαν, ὅτι (5) κἀκεῖνο ἐξ ἀρχῆς δῶρον ἦν, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται· τούτου χάριν τὰ ἐν ἐκείνῳ γενόμενα θαύματα, ἀρτιτόκῳ ὄντι @1 καὶ ἐν τῇ φάτνῃ κειμένῳ, ὁ ἱερεὺς ἐπιλέγει τῷ ἄρτῳ καὶ ἐπιδείκνυσι. Τὸν γὰρ λεγόμενον ἀστέρισκον ἐπιτιθεὶς αὐτῷ, «Καὶ ἰδού, φησίν, ὁ ἀστὴρ ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ (10) παιδίον», ἔτι δὲ καὶ τὰ πόρρωθεν εἰρημένα τοῖς προφήταις περὶ αὐτοῦ θεῷ πρέποντα, ἵνα μὴ διὰ τὴν σάρκα καὶ τὸ φαινόμενον ἄνθρωποι μικρὰ περὶ αὐτοῦ καὶ ἀνάξια τῆς αὐτοῦ θεότητος ὑπολάβωσι· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώ- θησαν». «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο»· (15) «ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· καὶ τῆς συνέσεως αὐτοῦ πλήρης ἡ γῆ.» (2.) Καὶ ταῦτα λέγει καὶ καλύπτει τὸν ἄρτον καὶ τὸ ποτήριον πέπλοις τιμίοις, καὶ θυμιᾷ πανταχόθεν. Καὶ γὰρ συνεκα- λύπτετο μὲν τέως ἡ τοῦ σεσαρκωμένου Θεοῦ δύναμις, ἕως τοῦ καιροῦ τῶν θαυμάτων καὶ τῆς ἐξ οὐρανοῦ μαρτυρίας· ἀλλ᾿ οἱ λέγειν εἰδότες περὶ αὐτοῦ· «Ὁ Κύριος ἐβασίλευσεν, (5) εὐπρέπειαν ἐνεδύσατο» καὶ τὰ εἰρημένα πάντα θεοπρεπῆ, «Καὶ ἐπεγίνωσκον αὐτὸν καὶ ὡς Θεὸν ἔσεβον καὶ τὴν παρ᾿ αὐτῷ σκέπην ἐζήτουν.» Καὶ ταῦτα αἰνιττόμενος ὁ ἱερεὺς κεκαλυμμένοις ἐπιλέγει τοῖς δώροις· «Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σοῦ» καὶ θυμιᾷ πανταχόθεν. (10) (3.) Ταῦτα οὕτως εἰπὼν καὶ τελέσας καὶ εὐξάμενος τὰ τῆς @1 ἱερουργίας κατὰ σκοπὸν ἀπαντήσειν αὐτῷ, εἰς τὸ θυσιαστή- ἱερουργίας κατὰ σκοπὸν ἀπαντήσειν αὐτῷ, εἰς τὸ θυσιαστή- ριον ἔρχεται καὶ στὰς πρὸ τῆς ἱερᾶς τραπέζης τῆς ἱερουργίας ἄρχεται. 11b. (t.) <Περὶ τῆς ἐν ἀρχῇ δοξολογίας> (1.) {2Β´}2 Ἀρχὴ δὲ αὐτῷ τῆς ἱερουργίας δοξολογία· «Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύ- ματος.» (2.) Ἡ πρὸς Θεὸν ἔντευξις εὐχαριστία ἐστί, δοξολογία, ἐξομολόγησις, αἴτησις. (3.) Πρώτη δὲ πασῶν ἡ δοξολογία, μάλιστα μὲν ὅτι τοῦτο οἰκετῶν εὐγνωμόνων τῷ Δεσπότῃ προσιόντων, μὴ τὰ ἑαυτῶν ἐξ ἀρχῆς εἰς μέσον ἄγειν, ἀλλ᾿ ἅπερ μόνον ἐστὶ καθαρῶς τοῦ Δεσπότου. Τοιοῦτον δὲ ἡ δοξολογία. (4.) Ὁ μὲν γὰρ αἰτῶν, τὰ ἑαυτοῦ καλλίω ποιῆσαι βουλό- μενος, αἰτεῖ· καὶ ὁ ἐξομολογούμενος κακῶν αὐτὸς ἀπαλλα- γῆναι, ἑαυτὸν προσαγγέλλει, καὶ ὁ εὐχαριστῶν δῆλός ἐστιν ὅτι τοῖς ἰδίοις ἀγαθοῖς χαίρων τῷ ταῦτα αὐτῷ χορηγοῦντι εὐχαριστεῖ· ὁ δὲ δοξολογῶν, ἑαυτὸν ἀφεὶς καὶ τὰ ἑαυτοῦ (5) πάντα, αὐτὸν δι᾿ αὐτόν, καὶ τὴν αὐτοῦ δύναμιν καὶ δόξαν, τὸν Δεσπότην δοξολογεῖ. (5.) Ἔπειτα καὶ αὐτὴ ἡ φύσις καὶ τὸ εἰκὸς τοῦ πράγματος ἐνταῦθα πρώτην ἀπαιτεῖ τὴν δοξολογίαν. Εὐθὺς γὰρ τῷ Θεῷ προσερχόμενοι, τὸ ἀπρόσιτον τῆς δόξης αὐτοῦ καὶ τὴν δύναμιν καὶ τὸ μεγαλεῖον κατανοοῦμεν, ᾧ θαῦμα καὶ ἔκπληξις καὶ τὰ τοιαῦτα ἀκολουθεῖ· τούτῳ δὲ ἡ δοξολογία ἐξ ἀνάγκης (5) ἕπεται. @1 (6.) Προϊόντες δέ, τὴν αὐτοῦ χρηστότητα καὶ τὴν φιλαν- θρωπίαν μανθάνομεν, ᾧ ἀκολουθεῖ ἡ εὐχαριστία. (7.) Μετὰ τοῦτο, τὴν ὑπερβολὴν αὐτῆς τῆς χρηστότητος καὶ τὸν πλοῦτον τῆς φιλανθρωπίας ἀνασκοποῦμεν, ταύτης τῆς ὑπερβολῆς καὶ τούτου τοῦ πλούτου σημεῖον ποιούμενοι τῆς ὑπερβολῆς καὶ τούτου τοῦ πλούτου σημεῖον ποιούμενοι πρῶτον καὶ ἱκανὸν τὴν ἡμῶν αὐτῶν πονηρίαν, ὅτι τοιούτους ὄντας εὐεργετῶν οὐ διαλείπει. Τοῦτο γὰρ τὸ σημεῖον καὶ πρὸ (5) τῶν ἄλλων ἡμᾶς διδάσκει ὅσον ἐστὶ φιλάνθρωπος ὁ Θεὸς ὅτι ἐγγύτερον, ὅτι ἐν ἡμῖν, ὅτι πρὸ τῶν ὀφθαλμῶν. Τὸ δὲ μεμνῆσθαι τῶν ἡμετέρων κακῶν πρὸς τὸν Θεόν, τοῦτό ἐστιν ὃ ἐξομολόγησις ὀνομάζεται. (8.) Τέταρτον δὲ ἡ αἴτησις. Ἀκόλουθον γὰρ θαρρεῖν, ὡς ὧν δεόμεθα αἰτούμενοι τευξόμεθα, μετὰ τούτους τοὺς λογισμοὺς ἐν οἷς τὴν περὶ ἡμᾶς τοῦ Θεοῦ χρηστότητα καὶ φιλανθρωπίαν καταμανθάνομεν. Ὁ γὰρ πονεροῖς οὖσιν ἔτι γενόμενος ἀγαθός, τίς ἂν γένοιτο μεταβαλομένοις, καὶ διὰ τὸ εἰπεῖν πρώτους (5) τὰς ἁμαρτίας δικαιωθεῖσι, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ προφή- του· «Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς»; (9.) Οὕτω πρώτην ἔχει τάξιν τῶν πρὸς Θεὸν ἐντεύξεων ἡ δοξολογία. Διὰ τοῦτο πρὸ πάσης εὐχῆς καὶ ἱερουργίας ὁ ἱερεὺς δοξολογεῖ τὸν Θεόν. (10.) Τί οὖν τὸ τρισσὸν ἐπιφημίζει τοῦ Θεοῦ καὶ οὐ τὸ ἑνιαῖον; Οὐ γὰρ εὐλογητὸς ὁ Θεὸς ἢ εὐλογημένη ἡ τοῦ Θεοῦ βασιλεία, ἀλλὰ τοῖς προσώποις διῃρημένως· «Εὐλογημένη, φησίν, ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος», ὅτι διὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου (5) πρώτης ἔμαθον ἄνθρωποι ὡς εἴη τρία πρόσωπα ὁ Θεός. Ταύτης δὲ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου μυσταγωγία ἐστὶ τὰ τελούμενα· ὅθεν ἐν τοῖς προοιμίοις αὐτῶν ἔδει προλάμπειν καὶ κηρύττεσθαι τὴν Τριάδα. @1 12. (t.) ΙΒ´. Περὶ τῶν αἰτήσεων καὶ διὰ τί πρώτην αἰτούμεθα τὴν εἰρήνην (1.) Μετὰ δὲ τὴν δοξολογίαν εἰσάγει τὴν αἴτησιν λέγων· «Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.» (2.) «Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν» (2.) «Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν» καὶ ἵνα μὴ «βαττολογῶμεν», διδάσκει ἡμᾶς ἃ δεῖ περὶ τῆς εὐχῆς· καὶ πρῶτον τὸν τρόπον ὅτι «ἐν εἰρήνῃ» εὔχεσθαι δεῖ. (3.) Τί οὖν μετὰ τὴν δοξολογίαν εὐθὺς αἰτεῖσθαι ἐκέλευσεν, οὔτε ἐξομολογησαμένους πρότερον, οὔτε εὐχαριστήσαντας τῷ Θεῷ; Ὅτι ἐν τῷ εἰπεῖν τὴν εἰρήνην κἀκεῖνα περιέλαβεν εἴ τις ἀκριβῶς ἐθέλοι σκοπεῖν. Οὔτε γὰρ ὁ ἀπαρεσκόμενος τοῖς συμβαίνουσιν αὐτῷ κατὰ τὸν βίον δύναται εἰρήνην ἐν (5) ἑαυτῷ ἔχειν, ἀλλ᾿ ὁ εὐγνώμων καὶ «ἐν παντὶ εὐχαριστῶν» κατὰ τὸν τοῦ μακαρίου Παύλου νόμον· οὔτε ὁ μὴ «συνειδὸς ἔχων καθαρόν»· συνειδὸς δὲ καθαρὸν χωρὶς ἐξομολογήσεως ἀμήχανον εἶναι. Ὥστε ὁ μετὰ εἰρήνης εὐχόμενος εὐχαριστοῦ- σαν καὶ ἐξομολογουμένην πρότερον ἔσχε ψυχήν. (10) (4.) Ἔτι δὲ καὶ ἡ αἴτησις ἣν αἰτοῦνται, καὶ εὐχαριστοῦντας καὶ ἐξομολογουμένους αὐτοὺς περίστησι. Τί γὰρ αἰτοῦνται; «ἐλεηθῆναι». Τοῦτο δὲ καταδίκων ἐστὶν αἴτημα, οἳ ὅταν πᾶσαν ἀπολογίαν περιῃρημένοι, μηδεμίαν ἔχωσιν εἰπεῖν δικαιολογίαν, ταύτην ἔσχατον ἀφιᾶσι τὴν φωνὴν πρὸς τὸν @1 (5) δικαστήν, οὐκ ἀπὸ τῶν δικαίων, ἀλλ᾿ ἀπὸ τῆς ἐκείνου φιλανθρωπίας, ὧν δέονται τυχεῖν προσδοκῶντες. Τοῦτο δέ ἐστι μαρτυρούντων, τῷ μὲν δικαστῇ χρηστότητα πολλήν· ἑαυτοῖς δὲ πονηρίαν· ὧν τὸ μὲν ἐξομολογήσεως, τὸ δὲ εὐχαριστίας ἐστί. (10) (5.) Προτρέπεται δὲ ἐξ ἀρχῆς ὁ ἱερεὺς εἰς τὴν εὐχὴν τὸν λαόν, καίτοι αὐτὸς ὢν ὁ εἰς τὴν εὐχὴν τεταγμένος, καὶ διὰ τοῦτο τοῦ λαοῦ προβεβλημένος ὡς πρεσβευτὴς αὐτὼν καὶ μεσίτης, ἵνα ἡ αὐτοῦ δέησις ἐνεργουμένη πολὺ ἰσχύῃ, καθάπερ ὁ ἀπόστολος Ἰάκωβος εἶπεν· ἐνεργεῖται γὰρ ἡ δέησις τοῦ (5) δικαίου ὅταν κἀκεῖνοι πάντες ὑπὲρ ὧν ἡ δέησις τὰ παρ᾿ ἑαυτῶν εἰσφέρωσιν ἅπαντα· χρηστότητα τρόπων, εὐχάς, ἐπιείκειαν, καὶ ὅτῳ ἄλλῳ ἴσασι χαίροντα τὸν Θεόν. ἑαυτῶν εἰσφέρωσιν ἅπαντα· χρηστότητα τρόπων, εὐχάς, ἐπιείκειαν, καὶ ὅτῳ ἄλλῳ ἴσασι χαίροντα τὸν Θεόν. (6.) Τί δὲ τὸ αἴτημα τὸ πρῶτον εὐθύς; «Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.» (7.) Διδάξας πρότερον ὅπως ἔχοντας εὔχεσθαι δεῖ, νῦν διδάσκει καὶ τί δεῖ πρῶτον αἰτεῖσθαι τὴν ἄνωθεν εἰρήνην καὶ τὴν τῶν ψυχῶν σωτηρίαν· οὕτω γὰρ ὁ Χριστὸς ἐκέλευσεν αἰτεῖσθαι «πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιο- σύνην αὐτοῦ»· τὴν μὲν γὰρ βασιλείαν ἡ τῶν ψυχῶν σωτηρία, (5) ἡ δὲ ἄνωθεν εἰρήνη τὴν τοῦ Θεοῦ δικαιοσύνην σημαίνει· περὶ ἧς εἶπε Παῦλος· «Ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν»· ἣν ὁ Κύριος ἀφῆκεν τοῖς ἀποστόλοις ἀναβαίνων εἰς τὸν Πατέρα· «Εἰρήνην, εἰπών, ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» Ὥσπερ γὰρ τὸ ὄνομα τῆς δικαιοσύνης (10) ἐκεῖ οὐ τὴν τοῦ ἴσου διανομὴν σημαίνει μόνον, ἀλλ᾿ ἁπλῶς παντὸς ἀρετῆς εἴδους δηλωτικόν ἐστι, οὕτω καὶ τὸ τῆς εἰρήνης ἐνταῦθα καθόλου τί ἐστι· καὶ γάρ ἐστιν ἁπασῶν ἀρετῶν ὁμοῦ καὶ φιλοσοφίας ἁπάσης καρπός· οὐ γὰρ ἔστιν εἰρήνην τελείαν κτήσασθαι τὸν ἐνδεῶς ἔχοντα μιᾶς τινος (15) ἀρετῆς, ἀλλ᾿ ἀνάγκη τὸν εἰρηνεύσειν μέλλοντα διὰ πασῶν ἀφικέσθαι. (8.) Δεῖ τοίνυν ἀσκεῖν ἑαυτοὺς πρὸς τὴν εἰρήνην πρῶτον τὴν @1 ἀνθρώποις δυνατήν· εἶτα αἰτεῖσθαι παρὰ τοῦ Θεοῦ τὴν αὐτοῦ εἰρήνην, καθάπερ καὶ ἐφ᾿ ἑκάστης ἀρετῆς ἔχει. Ἔστι γὰρ σωφροσύνη διὰ ἀσκήσεως γινομένη καὶ ἔστι σωφροσύνη παρὰ Θεοῦ τῇ ψυχῇ διδομένη, καὶ ἀγάπη, καὶ εὐχή, καὶ σοφία, καὶ (5) ἐπὶ τῶν ἄλλων τὸν αὐτὸν τρόπον. Διὰ τοῦτο καὶ ὁ ἱερεὺς περὶ τῆς εἰρήνης ἐκείνης πρώτης ἡμῖν διαλέγεται τῆς ἐφ᾿ ἡμῖν, τῆς ὑφ᾿ ἡμῶν κατορθουμένης, καὶ μετ᾿ αὐτῆς κελεύει πρὸς τὸν Θεὸν ποιεῖσθαι δεήσεις· εἶτα περὶ τῆς ἐκ Θεοῦ διδομένης, καὶ ταύτης ἕνεκα δεηθῆναι τοῦ Θεοῦ παραινεῖ, «Δεηθῶμεν, (10) καὶ ταύτης ἕνεκα δεηθῆναι τοῦ Θεοῦ παραινεῖ, «Δεηθῶμεν, (10) λέγων, ὑπὲρ τῆς ἄνωθεν εἰρήνης.» Εἰρήνην δὲ λέγει, οὐ τὴν πρὸς ἀλλήλους μόνον, ὅταν οὐδενὶ μνησικακῶμεν, ἀλλὰ καὶ τὴν πρὸς ἡμᾶς αὐτούς, ὅταν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν. Πολὺ δὲ τὸ ὄφελος τῆς εἰρήνης· μᾶλλον δὲ ἀνάγκη ταύτης τῆς ἀρετῆς ἡμῖν πανταχοῦ· τὸν γὰρ θορυβούμενον (15) νοῦν Θεῷ συνελθεῖν παντελῶς ἀδύνατον, πρῶτον μὲν δι᾿ αὐτὴν τὴν φύσιν τοῦ θορύβου. Καθάπερ γὰρ ἡ εἰρήνη τοὺς πολλοὺς ἕνα δείκνυσι, οὕτως ὁ θόρυβος τὸν ἕνα πολλὰ ποιεῖ. Πῶς οὖν ἐφαρμόσαι δυνήσεται τῷ ἑνὶ καὶ ἁπλῷ Θεῷ; Ἔπειθ᾿ ὅτι οὐδὲ εὔξασθαι δύναται καλῶς, οὐδὲ ἀπολαῦσαί τι χρηστὸν (20) τῆς εὐχῆς ὁ χωρὶς εἰρήνης εὐχόμενος. Εἴτε γὰρ ὀργὴ ταράττει τὸν ἄνθρωπον, καὶ μνησικακία τὴν εἰρήνην τῆς ψυχῆς ἐξέβαλεν, οὐδὲ συγγνώμην εὑρήσει τῶν πλημμελημάτων ὑπὸ τῆς εὐχῆς, πολλῷ μᾶλλον οὐδὲ ἄλλην τινὰ λήψεται χάριν. Εἴτε ἁμαρτημάτων ἑτέρων ἕνεκα ὑπὸ τοῦ συνειδότος (25) κεντεῖται, καὶ τὴν καρδίαν ἔχει κατηγοροῦσαν, καὶ τοῦτον θορυβεῖται τὸν θόρυβον, τῆς πρὸς τὸν Θεὸν πάσης ἀπεστέρηται παρρησίας κατὰ τὸ λόγιον· «Καὶ ὅταν εὔχηται, χωρὶς παρρησίας εὔχεται», ὅπερ ἔστι χωρὶς πίστεως. Ὁ δὲ χωρὶς πίστεως εὐχόμενος μάτην εὔχεται καὶ εἰς οὐδὲν ὄφελος. (30) (9.) Διὰ ταῦτα κελευόμεθα καὶ μετὰ τῆς εἰρήνης τοῦ Θεοῦ δεῖσθαι καὶ πρὸ πάντων τὴν ἄνωθεν εἰρήνην αἰτεῖσθαι. @1 (10.) Μετὰ δὲ τούτων καὶ ὑπὲρ τῶν ἄλλων φιλαγάθως αἰτήσεις ποιεῖσθαι, οὐ τῆς Ἐκκλησίας μόνον καὶ τῆς βασιλείας καὶ τῶν προστατῶν ἑκατέρων ἢ τῶν ἐν κινδύνοις καὶ περιστά- σεσι καὶ συμφοραῖς ὄντων, ἀλλ᾿ ἁπλῶς ἁπάντων τῆς οἰκου- μένης ἁπάσης. (5) (11.) «Ὑπὲρ τῆς εἰρήνης γάρ, φησί, τοῦ σύμπαντος κόσμου.» Μάλιστα μὲν ὅτι τὸν ἑαυτῶν Δεσπότην ἴσασι κοινὸν ἁπάντων Δεσπότην ὄντα, καὶ ὅτι μέλει πάντων αὐτῷ κοινὸν ἁπάντων Δεσπότην ὄντα, καὶ ὅτι μέλει πάντων αὐτῷ ὡς δημιουργῷ τῶν δημιουργημάτων· κἄν τις αὐτῶν κήδηται, θεραπεύει αὐτὸν μᾶλλον ἢ θύων. (5) (12.) Ἔπειτα κατὰ τὸν μακάριον Παῦλον, ἵνα καὶ ἡμεῖς «ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐλαβείᾳ καὶ σεμνότητι.» (13.) Καὶ οὐχ ὑπὲρ τῶν εἰς ψυχὴν φερόντων μόνον, ἀλλὰ καὶ σωματικῶν ἀγαθῶν εὐχόμεθα τῶν ἀναγκαίων, «εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς», ἵν᾿ εἰδῶμεν πάντων αἴτιον ὄντα καὶ χορηγὸν τὸν θεὸν καὶ πρὸς ἐκεῖνον μόνον ὁρῶμεν, ἐπεὶ καὶ τὸν ἄρτον αἰτεῖσθαι παρ᾿ αὐτοῦ τὸν καθη- (5) μερινὸν μετὰ τῶν ἄλλων αὐτὸς ἐκέλευσεν ὁ Χριστός. 13. (t.) ΙΓ´. Τί βούλεται ἡ τοῦ ἐλέου αἴτησις πανταχοῦ (1.) Ζητητέον δὲ κἀκεῖνο τίνος χάριν ὁ μὲν ἱερεὺς περὶ πολλῶν εὔχεσθαι κελεύει καὶ διαφόρων, οἱ δὲ περιεστῶτες πιστοὶ «ἐλεηθῆναι» μόνον εὔχονται καὶ ταύτην μόνην ἐπὶ πᾶσι μίαν πρὸς τὸν Θεὸν ἀφιᾶσι φωνήν. @1 (2.) Πρῶτον μὲν ὅτι ἡ τοιαύτη φωνὴ καθάπερ εἴρηται εὐχαριστίαν καὶ ἐξομολόγησιν περιέχει. Ἔπειτα τὸ ἔλεος παρὰ τοῦ Θεοῦ αἰτεῖν, τὴν αὐτοῦ βασιλείαν ἐστὶν αἰτεῖν, ἣν τοῖς αἰτουμένοις ὁ Χριστὸς αὐτήν τε ἐπηγγείλατο δώσειν, καὶ τὰ ἄλλα ὧν χρείαν ἔχομεν πάντα προσθήσειν, καὶ διὰ τοῦτο (5) ταύτῃ ἀρκοῦνται τῇ δεήσει, ὡς πάντα ὁμοῦ δυναμένῃ. (3.) Καὶ πόθεν ἔστι τοῦτο μαθεῖν, φησίν, ὡς ὁ ἔλεος τοῦ θεοῦ τὴν αὑτοῦ βασιλείαν σημαίνει; (4.) Ἐξ ὧν ὁ Χριστὸς τὸ ἆθλον τῶν ἐλεημόνων διηγούμενος, καὶ ἣν λήψονται παρ᾿ αὐτοῦ τῆς χρηστότητος ἀμοιβήν, νῦν μὲν «ἐλεηθήσεσθαι» αὐτοὺς λέγει, νῦν δὲ βασιλείας τεύξε- σθαι, ὡς ταὐτὸν ὄν, τό τε τοῦ παρ᾿ αὐτοῦ ἐλέου τυχεῖν καὶ βασιλείαν λαβεῖν. «Μακάριοι γάρ, φησίν, οἱ ἐλεήμονες ὅτι (5) αὐτοὶ ἐλεηθήσονται.» βασιλείαν λαβεῖν. «Μακάριοι γάρ, φησίν, οἱ ἐλεήμονες ὅτι (5) αὐτοὶ ἐλεηθήσονται.» (5.) Εἶτα ἀλλαχοῦ, καθάπερ ἐξηγούμενος ἑαυτόν, καὶ τί ἐστι τὸ ἐλεηθῆναι σημαίνων· «Ἐρεῖ, φησίν, ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, τοὺς ἐλεήμονας λέγων· Δεῦτε, οἱ εὐλογη- μένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.» (5) (6.) Καὶ ἄλλως δὲ εἴ τις ἐξ ὧν οἱ ἐλεήμονες ἄνθρωποι ποιοῦσι τὸ ἔργον τοῦ θείου ἐλέου κατιδεῖν ἐθελήσει, οὐδὲν ἕτερον εὑρήσει δυνάμενον ἢ τὴν βασιλείαν αὐτήν. Τί οὖν οἱ ἐλεήμονες; «Ἐπείνασα, φησί, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με.» Οὐκοῦν καὶ ὁ Χριστὸς οὓς (5) ἐλεεῖ τούτους τῆς ἑαυτοῦ μεταδώσει τραπέζης. Τίς δὲ ἐκείνη; @1 «Ἵνα ἐσθίητε, φησί, καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου.» Καὶ ἵνα γνῷς τὴν λαμπρότητα τῆς τραπέζης ἐκείνης καὶ οὐκ ἔστι δούλων ἀλλὰ βασιλέων, μανθάνετε τὸν διάκονον, ὅτι αὐτός ἐστιν ὁ πάντων Δεσπότης. «Περιζώσεται (10) γάρ, φησί, καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.» (7.) Ἀλλὰ καὶ περιβαλεῖ γυμνὸν ὄντα τὸν ἠλεημένον. Οὐκοῦν στολὴν δώσει βασιλικήν; Οἴκοθεν γὰρ αὐτὸν ἐνδύσει καὶ τῶν αὑτοῦ. Δουλικὸν δὲ οὐδὲν παρ᾿ αὐτῷ βασιλεῖ γε ὄντι, ὥσπερ οὐδὲν παρ᾿ ἡμῖν οἴκοθεν βασιλικόν, οὖσι δούλοις. Τοῦτο δέ ἐστι τὸ ἔνδυμα τοῦ γάμου, ὃ τοὺς περικειμένους ἔνδον (5) ἀνάγκη τῆς βασιλείας εἶναι, ὅτι οὐδὲν ἕξει ὁ βασιλεύς, ὃ μεμψάμενος αὐτοὺς ἐκβαλεῖ τοῦ νυμφῶνος. (8.) Τί ἔτι; Τὴν οἰκίαν αὐτοῖς ἀνοίξει τὴν ἑαυτοῦ, καὶ εἰσαγαγὼν ἀναπαύσει. «Ξένος γὰρ ἤμην καὶ συνηγάγετέ με.» Ἀλλ᾿ οἱ ταύτης τῆς χάριτος ἀξιωθέντες, οὐκ ἔτι δοῦλοι, ἀλλὰ υἱοί. «Ὁ γὰρ δοῦλος, φησίν, οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. Ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.» Οἱ δὲ υἱοὶ καὶ (5) τὸν αἰῶνα. Ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.» Οἱ δὲ υἱοὶ καὶ (5) κληρονόμοι οὐ τῆς βασιλείας ἁπλῶς μόνον ἀλλὰ καὶ αὐτοῦ τοῦ περικειμένου τὴν βασιλείαν. «Κληρονόμοι γάρ, φησί, Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.» (9.) Οὕτω τὸν ἔλεον παρὰ τοῦ Θεοῦ αἰτεῖν, τὸ τυχεῖν τῆς παρ᾿ αὐτῷ βασιλείας ἐστὶν αἰτεῖν. @1 14. (t.) ΙΔ´. Περὶ τῆς παραθέσεως (1.) Μετὰ δὲ τὸ εὔξασθαι περὶ πάντων, ἑαυτοὺς κελεύει τῷ Θεῷ παρατίθεσθαι, λέγων· «Τῆς παναγίας, ἀχράντου, ὑπερ- ευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρ- θένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ (5) Θεῷ παραθώμεθα.» (2.) Οὐ πάντων ἐστὶ «τὸ παρατίθεσθαι ἑαυτοὺς τῷ Θεῷ». Οὐ γὰρ ἀρκεῖ τὸ εἰπεῖν, ἀλλὰ δεῖ καὶ τὸν Θεὸν συνταθέμενον ἔχειν. Τοῦτο δὲ παρρησίας δεῖται πάντως, παρρησίαν δὲ συνειδὸς ποιεῖ καθαρόν, ὅταν ἡ καρδία ἡμῶν μὴ καταγιγνώσκῃ ἡμῶν, ὅταν τὰ αὐτοῦ μεριμνῶμεν, ὅταν ὑπὲρ τοῦ μεριμνᾶν τὰ (5) ἐκείνου τῶν ἡμετέρων καταφρονῶμεν. Τότε γὰρ αὐτοί τε ἀληθῶς ἀφιστάμεθα τῆς μερίμνης τῆς ὑπὲρ ἡμῶν αὐτῶν, καὶ τῷ Θεῷ ταύτην παρατίθεμεν ἀσφαλῶς, πιστεύοντες βεβαίως ὅτι δέξεται τὴν παρακαταθήκην ἡμῶν καὶ φυλάξει. Ἐπεὶ τοίνυν τοσαύτης δεῖται τὸ πρᾶγμα φιλοσοφίας τε καὶ σπουδῆς, (10) διὰ τοῦτο νῦν μὲν παναγίαν τοῦ Θεοῦ Μητέρα καὶ τὸν τῶν ἁγίων ἅπαντα κύκλον εἰς ἐπικουρίαν καλέσαντες, οὕτω ποιού- μεθα τὴν παράθεσιν· τοῦτο γὰρ βούλεται τὸ «μνημονεῦσαι», τὸ «καλέσαι», τὸ «δεηθῆναι». Νῦν δὲ «τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύματος αἰτησά- @1 (15) μενοι» πρότερον, εἶτα «ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζώην ἡμῶν παρατιθέμεθα τῷ θεῷ». (3.) Τί δέ ἐστιν «ἡ τῆς πίστεως ἑνότης»; «Ἀνήρ, φησί, (3.) Τί δέ ἐστιν «ἡ τῆς πίστεως ἑνότης»; «Ἀνήρ, φησί, δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ», δίψυχον λέγων τὸν ἀμφίβολον, τὸν οὐδαμοῦ βέβαιον. Ὁ γὰρ τοιοῦτος ἐφ᾿ ἑκάτερα κλίνων, οὐδετέρωθι βαίνει βεβαίως. Τούτου τὸ ἐναντίον δηλοῦται διὰ τῆς ἑνότητος, τὸ πάγιον, τὸ βέβαιον, τὸ (5) ἑστώς. Ὁ μὲν γὰρ πιστεύων βεβαίως ἕν τι γιγνώσκει περὶ τοῦ πράγματος, ἢ τὸ εἶναι, ἢ τὸ μὴ εἶναι. Ὁ δὲ ἀμφίβολος πρὸς ἄμφω ῥέπων, καὶ ἀπὸ τῆς προσηγορίας γίνεται δῆλος. (4.) Τοῦτο μὲν οὖν ἡ τῆς πίστεως ἑνότης· τὸ ἀκίνητον, τὸ πάσης ἀμφιβολίας ἀπηλλαγμένον. (5.) «Ἡ δὲ τοῦ ἁγίου Πνεύματος κοινωνία» τὴν ἐκείνου σημαίνει χάριν. Λέγεται δὲ κοινωνία ὅτι, τοῦ Κυρίου διὰ τοῦ σταυροῦ «τὸ μεσότοιχον τοῦ φραγμοῦ», τὸ μεταξὺ Θεοῦ καὶ ἡμῶν καθελόντος, ἐπὶ τοὺς τέως διισταμένους καὶ μηδὲν ἔχοντας κοινὸν συνιέναι καὶ κοινωνεῖν ἔδει λοιπόν, ἡ τοῦ ἁγίου (5) Πνεύματος εἰς τοὺς ἀποστόλους ἐπιδημία τοῦτο ποιεῖ. Ἐντεῦ- θεν γὰρ τὸ ἅγιον βάπτισμα καὶ πᾶσα ἡ τῶν θείων χαρίτων πηγὴ τοῖς ἀνθρώποις ἀνέῳγε καί, κατὰ τὸν μακάριον Πέτρον, «θείας γεγόναμεν κοινωνοὶ φύσεως». (6.) Δεῖ τοίνυν καὶ πίστεως βεβαίας καὶ τῆς παρὰ τοῦ Πνεύματος βοηθείας τὸν μέλλοντα καλῶς ἑαυτὸν παρατίθε- σθαι τῷ Θεῷ. (7.) Καὶ οὐχ ἑαυτὸν ἕκαστος μόνον, ἀλλὰ καὶ «ἀλλήλους παρατιθέμεθα». Δεῖ γὰρ οὐ τὸ ἑαυτοῦ ζητεῖν μόνον, ἀλλὰ καὶ τὰ τῶν ἄλλων, διὰ τὸν τῆς ἀγάπης νόμον. @1 15. (t.) ΙΕ´. Περὶ τῶν λεγομένων ἀντιφώνων καὶ τῶν ἐν αὐτοῖς εὐχῶν (1.) Ἐν ὅσῳ δὲ τῶν αἰτήσεων ὁ διάκονος ἐξηγεῖται, καὶ ὁ ἱερὸς λαὸς εὔχεται, ὁ ἱερεὺς ἔνδον εὐχὴν ποιεῖται ἡσυχῇ καὶ καθ᾿ ἑαυτόν, ὑπὲρ τῶν περιεστώτων καὶ «τοῦ ἁγίου οἴκου», «πλούσια» χεθῆναι αὐτοῖς «τὰ ἐλέη παρὰ τοῦ Θεοῦ καὶ τοὺς πλούσια» χεθῆναι αὐτοῖς «τὰ ἐλέη παρὰ τοῦ Θεοῦ καὶ τοὺς οἰκτιρμούς»· καὶ προστίθησι τὴν αἰτίαν δι᾿ ἣν αὐτός τε (5) ταῦτα αἰτεῖται καὶ ὁ Θεὸς ἂν παράσχοι τὰ ἑαυτοῦ δίκαια, οὐ τῷ ἀξίους εἶναι τοὺς ληψομένους, οὐχ ὅτι δίκαιοι λαβεῖν ἡμεῖς, ἀλλ᾿ «ὅτι σοι πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύ- νησις». Διὰ τὴν σὴν δόξαν ταῦτα δέομαί σου, φησί. Τὸ γὰρ οὕτω φιλανθρωπεύσασθαι πρὸς τοὺς ἀναξίους ἡμᾶς, ὑπὲρ τῆς (10) σῆς γίνεται δόξης. Τοῦτο δὲ τὸ δοξάζεσθαι πρέπει σοι κατ᾿ ἐκεῖνο τὸ τοῦ μακαρίου Δαβίδ· «Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ᾿ ἢ τῷ ὀνόματί σου δὸς δόξαν.» (2.) Διὰ τοῦτο τὴν εὐχὴν τελέσας, τὴν αἰτιολογίαν ταύτην, ὅτι καὶ ἀκροτελεύτιος οὖσα καὶ δοξολογία ἐστίν, εἰς ἐπήκοον πάντων ἀναγινώσκει, ἵνα τοῦ ὕμνου κοινωνοὺς ἅπαντας λάβῃ, καὶ ὑπὸ πάσης τῆς Ἐκκλησίας ὁ Θεὸς ὑμνηθῇ. Καὶ τοίνυν @1 ἀκούοντες κοινωνοῦσιν αὐτῷ τοῦ ὕμνου. Εἰπόντος γὰρ (5) ἐκείνου καὶ δοξολογήσαντος, οἱ πιστοὶ πάντες τὸ «Ἀμὴν» ἐπιλέγουσι, καὶ τοῦτο τὸ ῥῆμα βοήσαντες οἰκειοῦνται πάσας τὰς ἐκείνου φωνάς. (3.) Εἶτα τῶν ἱερῶν ψαλμῳδιῶν ἀπάρχεται μὲν ὁ ἱερεύς, πληροῦσι δὲ τὸ πᾶν οἱ περιεστῶτες, τὰ θεόπνευστα τῶν ἱερῶν προφητῶν ᾄδοντες ῥήματα· «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε», ἀρχῇ πρέπον εὐθὺς τὸ ῥῆμα, ὅτι περὶ αὐτοῦ λέγει τοῦ ὕμνου, ὅτι «ἀγα- (5) θὸν», ὃ δεῖ πάντως εἰδέναι πρὸ παντὸς ὕμνου, «ἐξομολο- γεῖσθαι» λέγων τὸ εὐχαριστεῖν, τὸ ὑμνεῖν. (4.) Τούτων δὲ καὶ τῶν ἑξῆς ὑμνηθέντων, ὁ διάκονος εἰς εὐχὴν προτρέπεται τοὺς πιστούς, οἷα καὶ πρότερον αἰτεῖσθαι κελεύων. (5.) Ἐν ὅσῳ δὲ ἡ ψαλμῳδία ἐτελεῖτο καὶ οἱ πιστοὶ ηὔχοντο, ὁ ἱερεὺς ἔνδον εὐχὴν ποιησάμενος πρὸς τὸν Θεόν, καθόλου τε περὶ «τοῦ πληρώματος τῆς Ἐκκλησίας», καὶ ἰδίως ὑπὲρ περὶ «τοῦ πληρώματος τῆς Ἐκκλησίας», καὶ ἰδίως ὑπὲρ τῶν κοσμούντων τὸν ἅγιον αὐτοῦ οἶκον, καὶ λαμπρὸν παντα- χόθεν ἀποδεικνύναι ἐπιθυμούντων, ἵνα καὶ αὐτοὶ παρ᾿ αὐτοῦ (5) δοξασθῶσιν, αἰτίαν προστίθησιν ἐπικαιροτάτην· «Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἔστιν ἡ βασιλεία.» Παρὰ τοῖς βασιλεῦσι, φησίν, ἡ δόξα, καὶ τὸ δύνασθαι λαμπροὺς ποιεῖν οὓς ἂν βού- λωνται. Σὺ δὲ βασιλεὺς αἰώνιος, καὶ σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία. @1 (10) (6.) Καὶ ταύτην τὴν αἰτιολογίαν ὡς δοξολογίαν οὖσαν βοήσας ἐν τοῖς ἁπάντων ὠσὶ τῶν πιστῶν, καὶ κοινωνίαν λαβὼν τοῦ πρὸς Θεὸν ὕμνου, καθάπερ καὶ πρότερον, αὖθις τῶν ψαλμῳδιῶν ἄρχεται καὶ οἱ πιστοὶ συμπληροῦσιν, εἶτα αἰτοῦνται παρὰ τοῦ Θεοῦ τὰς αἰτήσεις ὧν ὁ διάκονος ἐξηγεῖ- (5) ται, κατὰ τὰ πρότερον εἰρημένα. (7.) Ὁ δὲ ἱερεὺς πάλιν εὐχὴν ποιησάμενος ὑπὲρ τῶν συνευ- χομένων αὐτῷ πιστῶν, ἵνα ὧν ἕκαστος ἰδίᾳ αἰτεῖται τύχοι «κατὰ τὸ αὐτῷ συμφέρον», καὶ ἔτι «ζωὴν αἰώνιον ἐν τῷ μέλλοντι», προστίθησιν τὴν αἰτίαν, τὴν αὐτοῦ ἀγαθότητα καὶ φιλανθρωπίαν, ἣν καὶ ἀκροτελεύτιον οὖσαν εἰς ἐπήκοον (5) πάντων εἰπών. (8.) Τρίτης ἀπάρχεται ψαλμῳδίας. (9.) Ἧς ᾀδομένης τὸ Εὐαγγέλιον εἰσάγεται δορυφορού- μενον ὑπολαμπάσι καὶ θυμιάμασι, πάντων πεμπόντων, ὅσοι τοῦ βήματος, διακόνου αὐτὸ κομίζοντος, ἢ εἰ μὴ παρὼν τύχοι, τοῦ ἱερέως. (10.) Ὁ δὲ ἱερεὺς ἐν ᾧ εἰς τὸ θυσιαστήριον εἰσιέναι μέλλει, στὰς πρὸ τῶν θυρῶν ἐκ μικροῦ διαστήματος, ἕως ἡ ψαλμῳδία συμπληρωθῇ, εὔχεται τῷ Θεῷ ἀγγέλους ἁγίους συνεισελθεῖν εἰς τὸ θυσιαστήριον εἰσιόντι καὶ συνεφάψασθαι τῆς ἱερουργίας καὶ κοινωνῆσαι τῆς δοξολογίας αὐτῷ· καὶ προστίθησιν αἰτίαν, (5) ὅτι καὶ παρὰ ἀνθρώπων καὶ παρὰ ἀγγέλων πρέπει αὐτὸν ὅτι καὶ παρὰ ἀνθρώπων καὶ παρὰ ἀγγέλων πρέπει αὐτὸν δοξάζεσθαι καὶ προσκυνεῖσθαι. Τοῦτο γὰρ βούλεται· «Ἡ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις» ἡ παρὰ πάντων τῶν δοξάζειν Θεὸν καὶ τιμᾶν εἰδότων καὶ προσκυνεῖν. (11.) Καὶ ταῦτα εὐξάμενος εἰς τὸ θυσιαστήριον εἰσέρχεται καὶ τίθησιν ἐπὶ τῆς ἁγίας τραπέζης τὸ Εὐαγγέλιον. @1 16. (t.) ΙϚ´. Σημασία τῆς ἱερουργίας ἐν κεφαλαίῳ (1.) Ἀναγκαῖον δὲ ἄνωθεν κατὰ μέρος ἐπελθεῖν τῶν ψαλ- μῳδιῶν τὰ ῥήματα. (2.) Ἐκεῖνο δὲ πρότερον εἰπόντας ὅτι τὸ μυστήριον τῆς τοῦ Χριστοῦ οἰκονομίας σημαίνεται μὲν διὰ τῆς θυσίας αὐτῆς, σημαίνεται δὲ καὶ διὰ τῶν πρὸ τῆς θυσίας καὶ τῶν μετὰ τὴν θυσίαν τελουμένων καὶ λεγομένων. (3.) Ἡ μὲν γὰρ θυσία τὸν θάνατον αὐτοῦ καταγγέλλει καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν, ὅτε τὰ τίμια δῶρα εἰς αὐτὸ τὸ Κυριακὸν μεταβάλλει σῶμα, τὸ ἀναστάν, τὸ εἰς τὸν οὐρανὸν ἀνεληλυθός. (4.) Τὰ δὲ πρὸ τῆς θυσίας, τὰ πρὸ τοῦ θανάτου, τὴν παρου- σίαν, τὴν ἀνάδειξιν, τὴν τελείαν φανέρωσιν· τὰ δὲ μετὰ τὴν θυσίαν, «τὴν ἐπαγγελίαν τοῦ Πατρός», ὡς αὐτὸς εἶπε, τὴν τοῦ Πνεύματος εἰς τοὺς ἀποστόλους κάθοδον, τὴν τῶν ἐθνῶν δι᾿ ἐκείνων εἰς τὸν Θεὸν ἐπιστροφὴν καὶ τὴν κοινωνίαν. (5) (5.) Καὶ ἔστιν ἡ πᾶσα μυσταγωγία καθάπερ τι σῶμα ἓν ἱστορίας, ἀπ᾿ ἀρχῆς ἄχρι τέλους τὴν συμφωνίαν καὶ ὁλοκλη- ρίαν φυλάττον, ὥστε ἕκαστον τῶν τελουμένων ἢ λεγομένων ἰδίαν τινὰ συντέλειαν τῇ ὁλότητι παρέχειν. Ὅθεν οἱ μὲν ψαλμοί, ὡς ἂν ἐν προοιμίοις τῆς μυσταγωγίας ᾀδόμενοι, τὸν (5) πρῶτον καιρὸν τῆς τοῦ Χριστοῦ οἰκονομίας σημαίνουσι, τὰ δὲ @1 μετὰ τούτους, αἵ τε τῶν ἱερῶν Γραφῶν ἀναγνώσεις καὶ τὰ ἄλλα, τὸν ἐφεξῆς. (6.) Καὶ μὴν ἄλλη τις εἴρηται ἡ αἰτία τῶν Γραφῶν καὶ τῶν 6.) Καὶ μὴν ἄλλη τις εἴρηται ἡ αἰτία τῶν Γραφῶν καὶ τῶν ψαλμῳδιῶν· προκαθάρσια τινὰ πρὸς τὰ μυστήρια, καὶ παρασκεύας· ἀλλ᾿ οὐδὲν κωλύει καὶ τοῦτο κἀκεῖνο δύνασθαι, καὶ τὰ αὐτὰ καὶ τοὺς πιστοὺς ἁγιάζειν καὶ τὴν οἰκονομίαν σημαίνειν. Καθάπερ γὰρ τὰ ἱμάτια πληροῦσι μὲν τὴν χρείαν (5) τῆς ἐνδύσεως καὶ καλύπτουσι τὸ σῶμα, τῷ δὲ τοιάδε εἶναι ἢ τοιάδε, καὶ ἐπιτηδεύματα σημαίνουσι καὶ βίον καὶ ἀξίωμα τῶν περικειμένων, οὕτω καὶ ἐπὶ τούτων ἔχει. Ὅτι μὲν γὰρ ὅλως θεῖαι Γραφαὶ καὶ θεόπνευστα ῥήματα τὰ ᾀδόμενα καὶ ἀναγινωσκόμενα τοὺς ἀναγινώσκοντας καὶ ᾄδοντας ἁγιάζει· (10) ὅτι δὲ τοιαῦτα ἐξελέγησαν καὶ οὕτως ἐτάχθησαν, καὶ τὴν ἄλλην δύναμιν ἔχουσι καὶ ἀρκοῦσι πρὸς σημασίαν τῆς τοῦ Χριστοῦ παρουσίας καὶ πολιτείας. Ἐπεὶ οὐ μόνον τὰ ᾀδόμενα καὶ λεγόμενα ἀλλὰ καὶ τὰ τελούμενα τοῦτον ἔχει τὸν τρόπον, καὶ γίνεται μὲν ἕκαστον τῆς χρείας ἕνεκα τῆς ἐνισταμένης· (15) σημαίνει δὲ καί τι τῶν τοῦ Χριστοῦ ἔργων ἢ πράξεων ἢ παθῶν· οἷόν ἐστιν ἡ εἰς τὸ θυσιαστήριον εἰσαγώγη τοῦ Εὐαγγελίου καὶ τῶν τιμίων δώρων. (7.) Καὶ τἄλλα πάντα ἃ καὶ ἀρχομένοις ἡμῖν κατὰ μέρος εἴρηται, ἵνα μὴ τὸν λόγον μηκύνωμεν αὖθις ἕκαστα κατα- λέγοντες. (8.) Τούτων οὖν οὕτως ἐχόντων, θεωρῶμεν τὴν ἱερουργίαν ἅπασαν κατὰ μέρος, καθ᾿ ὅσον τῆς τοῦ Σωτῆρος οἰκονομίας εἰκόνα φέρει. (9.) Καὶ πρῶτον τὰς ψαλμῳδίας. @1 17. (t.) ΙΖ´. Ἐξήγησις τοῦ πρώτου ἀντιφώνου (1.) Ἡ μὲν οὖν προτροπή ἐστιν εἰς δοξολογίαν ἀρχομένοις πρέπουσα· «Ἀγαθόν, φησί, τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ»· ὁ ὕμνος πρὸς τὸν Θεὸν καὶ Πατέρα καὶ περὶ τοῦ Μονογε- νοῦς· «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε», ὕψιστον τὸν Πατέρα λέγων, (5) τῷ ὀνόματί σου, Ὕψιστε», ὕψιστον τὸν Πατέρα λέγων, (5) Κύριον τὸν Μονογενῆ· ἀγαθὸν τὸν Υἱὸν ὑμνεῖν, καὶ σὲ τὸν Πατέρα. Καὶ τί βούλεται ταῦτα; Πρὸς τὰ ἑξῆς τοῦ λόγου προοιμιάζεται. Μέλλει γὰρ κοινὸν αὐτοῖς ποιεῖσθαι τὸν ὕμνον. Τίνα τρόπον; Τὰ τοῦ Υἱοῦ βοήσει δι᾿ ὧν καὶ ὁ Πατὴρ ἐδοξάσθη. (10) (2.) Τίς γὰρ ἡ ἀφορμὴ τῆς ὑμνήσεως; Ἡ τοῦ Υἱοῦ κένωσις καὶ πτωχεία, τὰ διὰ σαρκὸς ἔργα καὶ πάθη· ταῦτα γὰρ ἔλεος καλεῖ καὶ ἀλήθειαν. Ἔλεος μὲν ὅτι πάντων ἀθλιώτατα δια- κειμένους καὶ ἐχθροὺς ὄντας καὶ πολεμίους αὐτῷ, διὰ πολλὴν χρηστότητα καὶ φιλανθρωπίαν, οὐ περιεῖδε, καὶ οὐ συνήλγησε (5) μόνον τῆς συμφορᾶς ἡμῖν, ἀλλὰ καὶ αὐτῶν ἐκοινώνησε τῶν κακῶν, φθορᾶς καὶ θανάτου. @1 (3.) Καὶ οὐδὲ ἀνέστησε μόνον ἐκείνου τοῦ χαλεποῦ πτώματος, ἀλλὰ καὶ βασιλείας καὶ τῶν μεγίστων ἠξίωσεν ἀγαθῶν. Διὰ τοῦτο καὶ ὁ Παῦλος· «Ὅτε, φησίν, ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ», ὡς τηνικαῦτα πρῶτον φανερωθείσης ὅση τίς ἐστι. Καὶ ὁ Κύριος· (5) «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον», τὴν ὑπερβολὴν τῆς ἀγάπης ἐμφαίνων τῷ ῥήματι τούτῳ. (4.) Ἔλεος μὲν οὖν τούτων ἕνεκα, τὴν οἰκονομίαν καλεῖ. (5.) Ἀλήθειαν δὲ ὅτι καθάπερ καὶ σκιαὶ καὶ τύποι πρὸς αὐτὴν τὰ παλαιὰ πάντα ἑώρων. Διὰ τοῦτο περὶ αὐτῆς ὁ προφή- της λέγων· «Ὤμοσε Κύριος, φησί, τῷ Δαβὶδ ἀλήθειαν.» Τίνα γὰρ τὰ ὠμωμοσμένα; Ἡ τοῦ Κυρίου διὰ σαρκὸς ἐπιδημία καὶ πολιτεία. «Ἐκ καρποῦ, φησί, τῆς κοιλίας σου (5) θήσομαι ἐπὶ τοῦ θρόνου σου», αὐτὸν δηλῶν τὸν Σωτῆρα. Καὶ πόθεν δῆλον; Ὁ Γαβριὴλ ἐδίδαξεν ἐν οἷς τὸν ἀπόρ- ρητον τόκον τῇ Παρθένῳ μηνύων καὶ τὸν τεχθησόμενον ἡλίκος ἔσται διδάσκων· «Δώσει αὐτῷ, φησί, Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν (10) τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν (10) οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» (6.) Ἀλλ᾿ αὐτὴ ἡ ἀλήθεια καὶ «κρίσις ἐστὶ καὶ δικαιοσύνη»· τίνα λόγον; ὅτι ὁ Σωτὴρ ἐν αὐτῇ τὴν ἁμαρτίαν ἐκβαλὼν καὶ τὸν διάβολον ἀποκτείνας, οὐχ ὑπερβολῇ ἰσχύος, οὐδὲ τῷ νικᾷν δυνάμει τοῦτο ἐποίησεν· ἀλλὰ κρίσει καὶ δικαιοσύνῃ, @1 κατὰ τὸ εἰρημένον· «Δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ (5) θρόνου σου», καθάπερ ἡμεῖς ἐν τοῖς δικαστηρίοις τοὺς ἀντιδίκους αἱροῦμεν τῇ ψήφῳ τῶν δικαστῶν. Διὰ τοῦτο· «νῦν κρίσις ἐστί, φησί, τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.» (7.) Ταῦτα εἰδὼς ὁ μακάριος Διονύσιος, «τὴν τῆς θεαρχικῆς ἀγαθότητος ἀπειροτάτην φιλανθρωπίαν, φησί, τῆς ἀποστα- τικῆς πληθύος», τῶν δαιμόνων δηλονότι, «τὸ καθ᾿ ἡμῶν καταλῦσαι κράτος, οὐ κατὰ δύναμιν ὡς ὑπερισχύουσαν, κατὰ δὲ τὸ μυστικῶς ἡμῖν παραδοθὲν λόγιον, ἐν κρίσει καὶ δικαιο- (5) σύνῃ». (8.) Ἐπεὶ τοίνυν τὸ ὑμνούμενον οὐ μόνον «ἔλεος καὶ ἀλήθεια», ἀλλὰ «καὶ δικαιοσύνη ἐστὶ καὶ κρίσις», διὰ τοῦτο ἐπήγαγεν ὁ Ψαλμωδός· «Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.» (9.) «Ἀγαθὸν τὸ ἀναγγέλλειν, φησί, τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.» Ἡμέρας καὶ νυκτὸς δεῖ, φησί, τὸν Θεὸν ὑμνεῖν. Τοῦτο γάρ ἐστι τὸ «πρωῒ» καὶ «κατὰ νύκτα». Ὅπερ ἀλλαχοῦ φησίν· «Ἐν παντὶ καιρῷ». (10.) Καὶ ταῦτα μὲν ἡ πρώτη. 18. (t.) ΙΗ´. Τί σημαίνουσιν ἐν ταῖς ἀρχαῖς τῆς ἱερουργίας ᾀδόμενα τὰ προφητικά (1.) Ἡ δὲ δευτέρα ψαλμῳδία αὐτὴν ἀνυμνεῖ τὴν βασιλείαν καὶ «τὴν εὐπρέπειαν καὶ τὴν δύναμιν» τοῦ Υἱοῦ τοῦ Θεοῦ, @1 καὶ «τὴν εὐπρέπειαν καὶ τὴν δύναμιν» τοῦ Υἱοῦ τοῦ Θεοῦ, @1 τὴν ἀπὸ τῆς κενώσεως καὶ πτωχείας αὐτῷ περιγενομένην. (2.) Ἀλλὰ τίς ἐνταῦθα χρεία τῶν προφητικῶν τούτων ῥημάτων; καὶ τί σημαίνουσι τῆς τοῦ Σωτῆρος οἰκονομίας; (3.) Τὰς ἀρχὰς τῆς αὐτοῦ παρουσίας, ὅτε παρεγένετο μέν, οὔπω δ᾿ ἐφαίνετο τοῖς πολλοῖς, ὅτε «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἐγίνωσκεν», τὸν πρὸ τοῦ Ἰωάννου καιρόν, πρὶν ἁφθῆναι τὸν λύχνον. Τότε γὰρ χρεία ἦν αὐτῷ ἔτι τῶν προφητικῶν λόγων. Μετὰ δὲ ταῦτα αὐτὸς ἐφάνη ὁ προφη- (5) τευόμενος καὶ οὐκ ἦν ἔτι αὐτῶν τῶν προφητῶν χρεία, ἀλλὰ παρόντα αὐτὸν ὁ Ἰωάννης ἐδείκνυ, καὶ πρὸ τοῦ Ἰωάννου ὁ Πατήρ. Διὰ τοῦτο· «Πάντες οἱ προφῆται, φησίν, ἕως Ἰωάννου προεφήτευσαν.» Τοῦτον δὴ τὸν καιρὸν τὸν πρὸ τοῦ Ἰωάννου σημαίνουσι τὰ προφητικὰ ᾀδόμενα, ὅτι καὶ τὰ (10) τίμια δῶρα, δι᾿ ὧν ὁ Χριστὸς σημαίνεται, οὔπω εἰς μέσον ἄγεται, ἀλλ᾿ ἰδίᾳ ἀπόκειται συγκεκαλυμμένα. Καὶ ταῦτα μὲν οὕτω. Θεωρῶμεν δὲ τοῦ ψαλμοῦ τὰ ῥήματα. (4.) «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.» Τὴν ἐπίγνωσιν ἣν ἐπέγνωσαν αὐτὸν οἱ ἄνθρωποι καὶ ὑπετάγησαν, βασιλείαν ἐκάλεσαν, ὅτε καὶ εὐπρεπῆ καὶ ὡραῖον καὶ δυνατὸν αὐτὸν ἔγνωσαν, ὡς ἔδει γνῶναι. Τοῦτό ἐστιν ἐκεῖνο τὸ τοῦ Σωτῆρος· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς», (5) ὅτι μετὰ τῶν ἐν οὐρανῷ καὶ οἱ ἐν τῇ γῇ τὸν Δεσπότην ἐπέγνω- @1 σαν τὸν ἀληθινόν· ἐπεὶ καὶ τὰ ἑξῆς εἴ τις ἐπέλθοι, τὰ αὐτὰ πάντα εὑρήσει. (5.) Καὶ τοίνυν τῆς βασιλείας ἐξηγούμενος τὸν τρόπον καὶ τῆς ἐξουσίας ὁ μὲν προφήτης· «Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται», στερέωμα τὴν πίστιν λέγων. Ἔστησε τῇ πλάνῃ κλονουμένους, ἑαυτῷ συνέδησε. τοιοῦτος γὰρ ὁ πλανώμενος οὐδαμοῦ δύναται στῆναι. Ὁ δὲ (5) Κύριος· «Πορευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, Κύριος· «Πορευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος», ὅπερ ἐστὶν ἡ διδασκαλία τῆς πίστεως. (6.) Ἀλλ᾿ οὐκ ἀρκεῖ τοῦτο πρὸς τὴν βασιλείαν, ἡ πίστις· οὐδὲ ὑποτάγειεν ἂν τελείως τὰ ἔθνη τὸν τρόπον τοῦτον. Διὰ τοῦτο καὶ τὴν φυλακὴν τῶν ἐντολῶν προσθεῖναι δεῆσαν, ὁ μὲν προφήτης· «Τὰ μαρτύριά σου, φησίν, ἐπιστώθησαν σφόδρα», ὁ δὲ Κύριος τῷ περὶ τοῦ βαπτίσματος λόγῳ, τῶν ἐντολῶν (5) τὸν λόγον προστίθησι, λέγων· «Διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.» Ἅπερ γὰρ ὁ Σωτὴρ ἐντολάς, ὁ προφήτης μαρτύρια καλεῖ. Καὶ τοῦτο πανταχοῦ τῆς Γρα- φῆς εὑρήσεις μαρτύρια τοὺς τοῦ Θεοῦ νόμους καλούσης. (7.) Μετὰ ταῦτα· «Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε», ἁγίασμα λέγων τὰς θυσίας, τὰ δῶρα, πᾶσαν λατρείαν τὴν ὀφειλομένην Θεῷ, ἃ πρέπειν τῷ οἴκῳ τοῦ Θεοῦ φάσκων δείκνυσι οὐ κενὸν ὄντα τὸν οἶκον τοῦτον, οὐδὲ τοῦ Θεοῦ ἔρημον, ἀλλ᾿ αὐτὸν ἐν ἑαυτῷ ἔχοντα τὸν οἰκοδεσπότην. Εἰ (5) γὰρ κενὸς ἦν τοῦ Θεοῦ, οὐκ ἂν ἔπρεπεν αὐτῷ τὰ τῷ Θεῷ πρέποντα μόνῳ· τοῦτο καὶ ὁ Κύριος τοῖς εἰρημένοις προσέ- θηκεν, ἐπαγγειλάμενος ἔσεσθαι μετὰ τῆς Ἐκκλησίας ἀεί. Τὴν δὲ Ἐκκλησίαν οἶκον Θεοῦ ζῶντος ὁ Παῦλος καλεῖ· φησὶ γάρ· @1 «Ἵνα γνῷς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις (10) ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος.» «Ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι.» Καὶ ὅπερ ἐκεῖνος· «εἰς μακρότητα ἡμερῶν» εἶπεν, ὁ Κύριος· «Πάσας τὰς ἡμέρας, φησίν, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» (8.) Καὶ αὕτη μὲν ἡ ψαλμῳδία οὕτως ἀκριβὴς προφητεία ἐστί, τῶν διὰ τοῦ σταυροῦ καὶ τοῦ θανάτου τῷ Σωτῆρι κατωρθωμένων. 19. (t.) ΙΘ´. Ἐξήγησις τοῦ τρίτου ἀντιφώνου (1.) Ἡ δὲ ἑξῆς ἀπάντησις εἶναι δοκεῖ ὡς ἤδη τοῦ Κυρίου 1.) Ἡ δὲ ἑξῆς ἀπάντησις εἶναι δοκεῖ ὡς ἤδη τοῦ Κυρίου παραγενομένου καὶ φαινομένου· διὰ τοῦτο πρὸς τῇ εἰσόδῳ τοῦ Εὐαγγελίου καὶ ἀναδείξει τάττεται καὶ ᾄδεται, δι᾿ οὗ ὁ Χριστὸς σημαίνεται. Ὅτι δὲ τὴν τοῦ Χριστοῦ ἐπιφάνειαν ὁ προφήτης πρὸ τῶν ὀφθαλμῶν τῆς ψυχῆς ἔχων ταύτην ᾖσε (5) τὴν ψαλμῳδίαν, δείκνυται μάλιστα μὲν ἀπὸ τῆς ἐν αὐτῷ χαρᾶς καὶ εὐφροσύνης· ἧς αὐτός τε φαίνεται γέμων καὶ τοὺς ἄλλους ἅπαντας εἰς κοινωνίαν καλεῖ· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.» Οὐ γὰρ ἦν χαίρειν ἄνθρωπον μὴ τοῦ Κυρίου ἐπι- δημήσαντος, ὅτι τὴν χαρὰν ἡμῖν ὁ Χριστὸς ἐκόμισε μόνος, καὶ (10) εἴ τις δὲ πρὶν ἐκεῖνον ἐλθεῖν εἰς τὴν γῆν ἔχαιρε, τὰ ἐκείνου μυηθεὶς ἔχαιρεν, ὥσπερ «ὁ Ἀβραὰμ ἠγαλλιάσατο, φησίν, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε, καὶ ἐχάρη.» Καὶ αὐτὸς ὁ Δαβίδ· «Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου.» Ἣν γὰρ ἀγαλλίασιν εἶχεν ἐν τῷ Χριστῷ πρὶν ἁμαρτῆ- @1 (15) σαι, ταύτην δι᾿ ὧν ἥμαρτεν ἀποβαλών, ἀπολαβεῖν ἱκέτευε τὸν Θεόν. (2.) Ὥσπερ οὖν εἰ ἔλεγε· «Δεῦτε καὶ φωτισθῶμεν», φωτὸς ἂν ἐμήνυε παρουσίαν· οὕτως εἰπών· «Δεῦτε, ἀγαλλια- σώμεθα τῷ Κυρίῳ», δείκνυσιν αὐτὸν φανῆναι τὸν κομίζοντα τὴν χαράν. (3.) Ἔπειτα καὶ Σωτῆρα τὸν Κύριον τοῦτον καλεῖ. Σωτῆρα δέ, καὶ σωτηρίαν, καὶ σωτήριον, τὸν Χριστὸν ἡ Γραφὴ καλεῖ, ὅτι τῶν θεαρχικῶν ὑποστάσεων μόνος ὁ Υἱὸς αὐτουργὸς ἐγένετο τῆς σωτηρίας ἡμῶν· καὶ δι᾿ ἑαυτοῦ τὸ πᾶν εἰργάσατο, καθάπερ εἶπε Παῦλος, «δι᾿ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος (5) τῶν ἁμαρτιῶν ἡμῶν.» Ὃ καὶ αὐτὸς ἐδήλωσε τῷ παραδείγ- ματι τοῦ καλοῦ ποιμένος, ὃς οὐκ ἔπεμψε τοὺς ζητήσοντας τὸ πρόβατον τὸ ἀπολωλός, ἀλλ᾿ αὐτὸς ἐζήτησε, καὶ εὗρε, καὶ ἀνείλετο, καὶ ἐπὶ τῶν ὤμων ἐκόμισε. Διὰ τοῦτο καὶ τὴν προσηγορίαν ἐδέξατο τὴν τοῦτο δυναμένην, κληθεὶς Ἰησοῦς. (10) ἀνείλετο, καὶ ἐπὶ τῶν ὤμων ἐκόμισε. Διὰ τοῦτο καὶ τὴν προσηγορίαν ἐδέξατο τὴν τοῦτο δυναμένην, κληθεὶς Ἰησοῦς. (10) (4.) «Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει», πρόσωπον τὴν ἐπιφάνειαν αὐτοῦ λέγων. Μὴ ἀναμείνωμεν οἴκοι γενόμενον ἰδεῖν αὐτόν, ἀπαντήσωμεν ἐν ἐξομολογήσει, ἐν δοξολογίᾳ δηλονότι, «καὶ ἐν ψαλμοῖς ἀλαλάζωμεν αὐτῷ», Θεῷ πρέπουσαν ἀποδῶμεν αὐτῷ τὴν τιμήν. Ὁ μὲν (5) «ἐν δούλου μορφῇ» φανῆναι κατεδέξατο· ἡμεῖς δὲ τὸν Δεσπότην μὴ ἀγνοήσωμεν, μὴ προσκόψωμεν τῇ σαρκί, μὴ παρενεχθῶμεν ἐπὶ τὸ ταπεινὰ περὶ τοῦ ὑψηλοῦ φρονεῖν, διὰ τὸ φαινόμενον. «Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν», ὁ ἐν ταύτῃ καλυπτόμενος τῇ σαρκί. Καὶ (10) τὰ ἑξῆς δὲ θεοπρεπῆ προστίθησι πάντα. (5.) Καὶ τοιαῦτα μὲν τὰ προφητικά, καὶ οὕτω κατὰ καιρὸν ᾄδονται. @1 20. (t.) Κ´. Περὶ τῆς ἀναδείξεως τοῦ ἁγίου Εὐαγγελίου καὶ περὶ τοῦ τρισαγίου ὕμνου (1.) Τούτων δὲ ᾀσθέντων, ὁ ἱερεὺς ἐν μέσῳ πρὸ τοῦ θυσια- στηρίου ἱστάμενος ὑψοῦ τὸ Εὐαγγέλιον αἰρεῖ καὶ ἀναδείκνυσι, τὴν ἀνάδειξιν τοῦ Κυρίου σημαίνων, ὅτε ἤρξατο φαίνεσθαι τοῖς πολλοῖς. Διὰ γὰρ τοῦ Εὐαγγελίου ὁ Χριστὸς δηλοῦται, ὥσπερ τὰ προφητικὰ βιβλία «Προφῆται» λέγονται, κατὰ τὸ (5) εἰρημένον ὑπὸ τοῦ Ἀβραὰμ πρὸς τὸν πλούσιον· «Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας», τὰ βιβλία λέγοντος. (2.) Ἐπεὶ δέ, τοῦ προφητευομένου ἀναδεικνυμένου καὶ δι᾿ ἑαυτοῦ φαινομένου, τοῖς ῥήμασι τῶν προφητῶν οὐδεὶς ἀξιοῖ προσέχειν, διὰ τοῦτο τοῦ Εὐαγγελίου ἀναδεικνυμένου, τὰ μὲν προφητικὰ παύονται. Ἄιδομεν δέ, εἴ τι τῆς καινῆς ἐστι διαθήκης. Ἢ γὰρ τὴν παναγίαν τοῦ Κυρίου Μητέρα, ἢ ἄλλους (5) τῶν ἁγίων ἐγκωμιάζομεν, ἢ αὐτὸν τὸν Χριστὸν ὑμνοῦμεν, ὑπὲρ ὧν εἰς ἡμᾶς ἐπεδήμησεν, ἢ ἐπιδημήσας ἔπαθεν ἢ ἐποίη- ὑπὲρ ὧν εἰς ἡμᾶς ἐπεδήμησεν, ἢ ἐπιδημήσας ἔπαθεν ἢ ἐποίη- σεν. Ἐφ᾿ οἷς ἑκάστοτε ἡ Ἐκκλησία πανηγυρίζει. (3.) Ἔπειτα καὶ αὐτὸν ὡς Τριάδα τὸν Θεὸν ἀνυμνοῦμεν, οἷον αὐτὸν ἡμᾶς εἶναι ἐδίδαξεν ἡ ἐπιφάνεια τοῦ Σωτῆρος. Ὁ δὲ ὕμνος οὗτος εἴληπται μὲν ἀπὸ τῶν ἀγγέλων, εἴληπται δὲ καὶ ἀπὸ τῆς βίβλου τῶν ἱερῶν τοῦ προφήτου ψαλμῶν. @1 Συνῆκται δὲ ὑπὸ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ ἀνετέθη τῇ (5) Τριάδι. Τὸ μὲν γὰρ «Ἅγιος» τρὶς βοώμενον, τῶν ἀγγέλων, τὸ δὲ «Θεὸς καὶ ἰσχυρὸς καὶ ἀθάνατος», τοῦ μακαρίου Δαβίδ, ἐν οἷς φησι· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα.» Τὸ δέξασθαι δὲ καὶ συνθεῖναι ταῦτα ἐκείνοις, καὶ προσθεῖναι τὴν ἱκεσίαν, λέγω δὴ τὸ «Ἐλέησον (10) ἡμᾶς», τῆς Ἐκκλησίας τῶν Τριάδα τὸν ἕνα Θεὸν καὶ εἰδότων καὶ κηρυττόντων, ἵνα δειχθῇ, τοῦτο μὲν ἡ πρὸς τὴν καινὴν διαθήκην τῆς παλαιᾶς συμφωνία, τοῦτο δὲ τὸ καὶ ἀγγέλους καὶ ἀνθρώπους μίαν Ἐκκλησίαν γενέσθαι, καὶ χορὸν ἕνα, διὰ τὴν τοῦ Χριστοῦ ἐπιφάνειαν, τοῦ ὑπερουρανίου (15) καὶ ἐπιγείου. Διὰ τοῦτο μετὰ τὸ ἀναδειχθῆναι καὶ εἰσενεχθῆ- ναι τὸ Εὐαγγέλιον, τὸν ὕμνον ᾄδομεν τοῦτον, μονονοὺ βοῶντες ὡς ὁ ἐπιδημήσας οὗτος μετὰ τῶν ἀγγέλων ἡμᾶς ἔστησεν, εἰς ἐκεῖνον ἔταξε τὸν χορόν. Καὶ ταῦτα μὲν οὕτως. (20) 21. (t.) ΚΑ´. Περὶ τῆς κατὰ τὸν ὕμνον εὐχῆς, καὶ περὶ τῶν ἐπιφωνημάτων τῶν ἱερῶν (1.) Ὁ δὲ ἱερεὺς πρὸ μὲν τῆς ὑμνήσεως ταύτης ἱκετεύει τὸν Θεὸν δέξασθαι τὸν ὕμνον καὶ χάριν ἀντιδοῦναι τοῖς ὑμνηταῖς. @1 Καὶ τίνα χάριν; τῷ ὕμνῳ κατάλληλον· «ἁγιάσαι αὐτῶν τὰς ψυχὰς καὶ τὰ σώματα», συγγνώμην παρασχόμενον ἡμαρτη- μένων, ὥστε «ἐν ὁσιότητι λατρεύειν αὐτῷ πάσας τὰς ἡμέ- (5) ρας». Καὶ τὴν αἰτίαν προστίθησιν· «Ὅτι ἅγιος εἶ καὶ ἁγίοις ἐπαναπαύῃ.» Τοῦ γὰρ ἀληθῶς ἁγίου, τὸ χαίρειν ἐν ἁγίοις ἐπαναπαύῃ.» Τοῦ γὰρ ἀληθῶς ἁγίου, τὸ χαίρειν ἐν τοῖς ἁγίοις καὶ ἁγιάζειν. Καὶ τοῦτο ἐκβοήσας καὶ δοξολογίαν προσθείς, τῆς ὑμνήσεως τοῦ τρισαγίου πρὸς τὸν ἱερὸν λαὸν σύνθημα τοῦτο ποιεῖται· καὶ αὐτοὶ τῇ δοξολογίᾳ τὸ «Ἀμήν», (10) κατὰ τὸ εἰωθός, ἐπειπόντες, τοῦ ὕμνου ἄρχονται. (2.) Μετὰ δὲ τὸν ὕμνον, ὁ ἱερεὺς κελεύει πάντας μὴ ῥᾳθύμως ἑστάναι καὶ ἀμελῶς, ἀλλὰ τοῖς τελουμένοις καὶ ᾀδομένοις προσέχειν τὸν νοῦν· τὸ γὰρ «Πρόσχωμεν», τοῦτο δύναται. Εἶτα τὴν εἰρήνην εὔχεται πᾶσι, καὶ σοφίας ἀναμιμνήσκει, μεθ᾿ ἧς δεῖ τοῖς μυστηρίοις προσέχειν. Τίς δὲ ἡ σοφία; οἱ (5) προσήκοντες τῇ τελετῇ λογισμοί, μεθ᾿ ὧν ὁρᾷν δεῖ καὶ ἀκούειν τὰ τελούμενα καὶ λεγόμενα, οἱ πίστεως γέμοντες, οἱ μηδὲν ἀνθρώπινον ἔχοντες. Τοῦτο γὰρ ἡ τῶν Χριστιανῶν σοφία, καὶ τοῦτο δύναται τὸ «σοφία», πολλαχοῦ τῆς ἱερουργίας ἐκβοώμενον τοῖς πιστοῖς παρὰ τοῦ ἱερέως, ἀνά- (10) μνησις τῶν λογισμῶν τούτων. Οὕτω γὰρ ἀλλήλους ἀναμι- μνήσκομεν ὁλόκληρον ἔννοιαν ἑνὶ ῥήματι πολλάκις ἐν ταῖς ψυχαῖς τῶν ἀκουόντων ἀνανεοῦντες. (3.) Τίς δὲ ἡ ἀνάγκη τῆς ἀναμνήσεως; Πολλὴ τῆς λήθης ἡ τυραννίς, καὶ οὐδὲν τῶν ἀνθρωπίνων παθῶν οὕτω συνεχῶς καὶ ῥᾳδίως ἐκτρέπει τὸν ἄνθρωπον ὡς τοῦτο τὸ πάθος. Ἐπεὶ δὲ μετὰ τῶν προσηκόντων λογισμῶν ἀναγκαῖον ἑστάναι, καὶ μετέχειν τῆς τελετῆς, καὶ τῶν ἱερῶν αὐτῆς ἀκουσμάτων καὶ (5) θεαμάτων, εἴ γε μέλλοιμεν μὴ μάτην μετέχειν αὐτῶν, καὶ τὸν @1 χρόνον τρίβειν εἰκῇ· τοῦτο δὲ οὐ ῥᾴδιον· διὰ τοῦτο χρεία μὲν ἡμᾶς αὐτοὺς παρ᾿ ἡμῶν αὐτῶν ἐγρηγορέναι καὶ νήφειν· χρεία δὲ τῆς ἔξωθεν ὑπομνήσεως, ἵνα συνεχῶς ὑπὸ τῆς λήθης συλώμενον τὸν ἡμέτερον νοῦν, καὶ περιελκόμενον εἰς (10) ματαίας μερίμνας ἀναλαμβάνειν δυνώμεθα πάλιν. (4.) Τοῦτο καὶ τὸ ᾆσμα βούλεται τὸ ἀδόμενον μεταξὺ τῶν τιμίων δώρων εἰς τὸ θυσιαστήριον κομιζομένων· «Πᾶσαν τιμίων δώρων εἰς τὸ θυσιαστήριον κομιζομένων· «Πᾶσαν βιωτικὴν γάρ, φησί, ἀποθώμεθα μέριμναν»· καὶ τοιαῦτα μὲν τοῦτο δύναται τὸ ῥῆμα. (5.) Ἔστι δὲ καὶ τὸ «ὀρθοὶ» ἐπιφώνημα παραίνεσιν ἔχον. Τίς δὲ ἡ παραίνεσις; Ἐναγωνίους ἡμᾶς εἶναι βούλεται τῷ Θεῷ καὶ τοῖς μυστηρίοις ἐντυγχάνοντας καὶ μὴ ῥᾳθύμως, ἀλλὰ μετὰ σπουδῆς καὶ πάσης αἰδοῦς τὴν τοιαύτην ὁμιλίαν ποιεῖσθαι, εἴτε ὁρᾶν, εἴτε λέγειν, εἴτε ἀκούειν τί δεήσει τῶν (5) ἱερῶν· καὶ σημεῖον τοῦτο πρῶτον δεικνύναι τῆς σπουδῆς ταύ- της, καὶ τῆς εὐλαβείας, τὴν ὄρθωσιν τοῦ σώματος, τὸ μὴ καθημένους, ἀλλ᾿ ἑστῶτας τοῦτο ποιεῖν· τοιοῦτον γὰρ τὸ σχῆμα τῶν ἱκετευόντων, τοιοῦτον τὸ σχῆμα τῶν δούλων, οἳ πρὸς τὸ νεῦμα τῶν δεσποτῶν ἅπαντα τὸν νοῦν ἔχουσιν, ἵνα (10) πρὸς τὴν διακονίαν ἑτοίμως, ἐπειδὰν τὸ κελευσθὲν ἁρπάσωσι, εὐθὺς δράμωσιν· ἡμεῖς δὲ καὶ ἵκεται τῷ Θεῷ περὶ τῶν μεγίστων, καὶ δοῦλοι δουλείαν παντοδαπήν. (6.) Καὶ τῶν μὲν ῥημάτων τούτων οὗτος ὁ λόγος. @1 22. (t.) ΚΒ´. Περὶ τῆς ἀναγνώσεως τῶν Γραφῶν, καὶ τῆς τάξεως αὐτῶν, καὶ τῆς σημασίας (1.) Μετὰ δὲ τὸν τρισάγιον ὕμνον, ἀποστολικὸν ἀναγιγνώσκε- ται βιβλίον, εἶτα τὸ Εὐαγγέλιον αὐτό, πρότερον ὕμνου τῷ Θεῷ παρὰ τῆς Ἐκκλησίας ᾀσθέντος. (2.) Διὰ τί δὲ πρὸ τῶν ἀναγνώσεων τῶν ἱερῶν Γραφῶν τὸν Θεὸν ὑμνοῦμεν; Ὅτι ἐπὶ πᾶσι τοῦτο δεῖ ποιεῖν, οἷς ἡμᾶς ἐκεῖνος ἑκάστοτε δωρούμενος διατελεῖ, μάλιστα δὲ ἐν ἐπι- τεύξει μεγάλου τινὸς ἀγαθοῦ, οἷόν ἐστι ἡ τῶν θείων λογίων ἀκρόασις. Ἀλλ᾿ ἐπὶ μὲν τοῦ Ἀποστόλου μετὰ ἱκεσίας ὁ (5) ὕμνος· πρόσκειται γὰρ τὸ «Ἐλέησον». Ἐπὶ δὲ τοῦ Εὐαγγε- λίου καθαρὰν ἱκεσίαν ποιούμεθα τὴν ὑμνῳδίαν, ἵνα μάθωμεν ὡς ὁ Χριστὸς διὰ τοῦ Εὐαγγελίου σημαίνεται· ὃν τοῖς εὑροῦσιν ἅπαν τὸ ζητούμενον ἐν χερσίν. Καὶ γὰρ ὁ Νυμφίος ἔνδον, καὶ ἅπαν τὸ ζητούμενον ἐν χερσίν. Καὶ γὰρ ὁ Νυμφίος ἔνδον, καὶ οὐ χρεία ἱκετεύειν αὐτοὺς περὶ οὐδενός, πάντα ἔχοντας. (10) Ὥσπερ οὐδὲ νηστεύειν τοὺς υἱοὺς τοῦ Νυμφῶνος εἰκός, ἐφ᾿ ὅσον μετ᾿ αὐτῶν ἐστιν ὁ Νυμφίος· ἀλλὰ τοῦτο μόνον, σέβειν αὐτὸν καὶ ὑμνεῖν· ἐπεὶ καὶ ὁ τῶν ἀγγέλων ὕμνος, οἷον αὐτὸν οἱ προφῆται διδάσκουσι, διὰ τὸν αὐτὸν λόγον, τοῦτ᾿ αὐτὸ μόνον ὕμνος ἐστίν, ἱκεσίας ἀπηλλαγμένος ἁπάσης. (15) (3.) Ἀλλὰ τί βούλεται ἐνταῦθα ἡ ἀνάγνωσις τῶν ἱερῶν Γραφῶν; (4.) Εἰ μὲν τὴν χρείαν βούλει μαθεῖν, εἴρηται· παρασκευά- @1 ζουσι γὰρ ἡμᾶς καὶ προκαθαίρουσι πρὸ τοῦ μεγάλου τῶν μυστηρίων ἁγιασμοῦ. Εἰ δὲ τὴν σημασίαν ζητεῖς, τὴν φανέρω- σιν τοῦ Κυρίου δηλοῦσιν, ἣν ἐφανεροῦτο κατὰ μικρὸν μετὰ τὴν ἀνάδειξιν. Πρῶτον μὲν γὰρ τὸ Εὐαγγέλιον ἀναδείκνυται (5) συνεπτυγμένον, τὴν ἐπιφάνειαν τοῦ Κυρίου σημαῖνον, καθ᾿ ἣν σιωπῶντα αὐτὸν ὁ Πατὴρ ἀνεδείκνυ, ὅτε οὐδὲν ἐκεῖνος φθεγγόμενος τῆς τοῦ κήρυκος ἐδεῖτο φωνῆς. Ταῦτα δὲ τῆς φανερώσεώς ἐστι σημαντικὰ τῆς τελεωτέρας, καθ᾿ ἣν δημοσίᾳ πᾶσιν ὡμίλει, καὶ ἑαυτὸν ἐδίδασκεν, οὐ μόνον ἐξ ὧν ἔλεγεν (10) αὐτός, ἀλλὰ καὶ ὧν ἀποστόλους ἐδίδασκε λέγειν, πέμπων αὐτοὺς «εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». Διὰ τοῦτο ἀναγινώσκεται μὲν γράμματα ἀποστολικά, ἀναγι- νώσκεται δὲ αὐτὸ τὸ Εὐαγγέλιον. (5.) Τί οὖν μὴ πρῶτον τὸ Εὐαγγέλιον; Ὅτι τελεωτέρας ἐστὶ φανερώσεως σημαίνειν τὰ δι᾿ αὐτοῦ τοῦ Κυρίου, ἢ τὰ διὰ τῶν ἀποστόλων λεγόμενα. Ἐπεὶ δὲ οὐκ ἀθρόον ἐφάνη τοῖς ἀνθρώποις ὁ Κύριος ἡλίκος ἦν τὴν ἰσχύν, καὶ οἷος τὴν ἀγαθό- τητα—τοῦτο γὰρ τῆς δευτέρας αὐτοῦ παρουσίας—, ἀλλ᾿ (5) ὁδῷ προβαίνων ἀπὸ τοῦ ἀφανεστέρου ἐπὶ τὸ φανερώτερον προῄει· τούτου χάριν τὴν ἀνάδειξιν αὐτοῦ κατὰ μικρὸν γενο- μένην δεικνύναι βουλομένοις, τὰ ἀποστολικὰ πρὸ τῶν Εὐαγγε- μένην δεικνύναι βουλομένοις, τὰ ἀποστολικὰ πρὸ τῶν Εὐαγγε- λίων ἀναγιγνώσκειν εἰκός. Διὰ τοῦτο γὰρ καὶ τὰ τῆς τελείας ἀναδείξεως αὐτοῦ σημαντικὰ τελευταῖα φυλάττεται, ὡς ἐν (10) τοῖς ἑξῆς ἔσται δῆλον. @1 23. (t.) ΚΓ´. Περὶ τῶν μετὰ τὸ Εὐαγγέλιον αἰτήσεων (1.) Μετὰ δὲ τὸ Εὐαγγέλιον ἀναγνωσθῆναι, εὔξασθαι μὲν κελεύει τὸ πλῆθος ὁ διάκονος. Εὔχεται δὲ αὐτὸς ὁ ἱερεὺς ἔνδον καθ᾿ ἑαυτὸν ἡσυχῆ τὰς εὐχὰς ἐκείνων ὑπὸ τοῦ Θεοῦ προσδεχθῆναι. Εἶτα τὸν Θεὸν δοξολογήσας μεγάλῃ βοῇ, κοινωνοὺς καὶ αὐτοὺς τῆς δοξολογίας λαμβάνει. (5) (2.) Τίς δὲ ἡ παρὰ πάντων εὐχὴ μάλιστα μετὰ τὸ Εὐαγγέ- λιον πρέπουσα; ἡ ὑπὲρ τῶν τηρούντων τὸ Εὐαγγέλιον, τῶν μιμησαμένων τὴν φιλανθρωπίαν τοῦ διὰ τοῦ Εὐαγγελίου σημαινομένου Χριστοῦ. Καὶ τίνες οὗτοι; Οἱ προστάται τῆς Ἐκκλησίας, οἱ λαῶν ποιμένες, οἱ τὴν πολιτείαν τάττοντες. (5) Οὗτοι γάρ, εἰ σῴζουσι τὴν ἐπαγγελίαν, τὰ ἐκεῖσε γεγραμμένα καὶ τηροῦσι καλῶς καὶ διδάσκουσι, καὶ τὸ ὑστέρημα τοῦ Χριστοῦ κατὰ τὸν Ἀπόστολον ἀναπληροῦσι μετ᾿ ἐκεῖνον τὴν αὐτοῦ ποίμνην κατ᾿ ἐκεῖνον ποιμαίνοντες. Ἔτι δὲ καὶ κτίσται ἱερῶν οἴκων καὶ ἐπιμεληταὶ καὶ ἀρετῆς διδάσκαλοι καὶ εἴ (10) τινες ὁπωσοῦν τῷ κοινῷ τῆς Ἐκκλησίας καὶ τοῖς ἱεροῖς λυσιτελεῖς εἰσιν, εἰς ἐκεῖνον τάττουσι τὸν χορόν, καὶ τῶν κοινῶν εἰσιν ἄξιοι τυγχάνειν εὐχῶν. (3.) Μέλλων δ᾿ ἐπὶ τὴν θυσίαν ἤδη χωρεῖν, ᾗ παρεῖναι τοὺς ἀμυήτους οὐ θέμις, οὓς κατηχουμένους ἔτι καλοῦμεν, ὅτι μέχρις ἀκοῆς καὶ ὅσον διδασκαλία δύναται μόνον τὸν Χριστια- νισμὸν ὑπεδέξαντο, τούτους ἐκβάλλει τοῦ χοροῦ τῶν πιστῶν, εὐχὴν ὑπὲρ αὐτῶν ἀναγνοὺς πρότερον. Ἡ δὲ εὐχὴ τελειωθῆναι @1 (5) αὐτοὺς τοῦ βαπτίσματος ἀξιωθέντας κατὰ καιρόν· ἡ δὲ αἰτία τῆς εὐχῆς ἡ τοῦ Θεοῦ δόξα· «Ἵνα καὶ αὐτοί, φησί, σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου.» τῆς εὐχῆς ἡ τοῦ Θεοῦ δόξα· «Ἵνα καὶ αὐτοί, φησί, σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου.» (4.) Ἣν καὶ ὡς δοξολογίαν ἀναβοήσας καὶ κοινωνοὺς λαβὼν τῆς δοξολογίας τὸ πλῆθος τῶν πιστῶν, ἄλλην εὔχεται εὐχήν, ἐν ᾗ πρῶτον μὲν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι ὅλως ἠξιώθη ἐνώπιον αὐτοῦ στῆναι καὶ χεῖρας αἴρειν πρὸς αὐτὸν ὑπὲρ ἑαυτοῦ καὶ τῶν ἄλλων· ἔπειτα ἱκετεύει ἀξιωθῆναι τοῦτο (5) ποιεῖν ἀεὶ μετὰ καθαροῦ συνειδότος. Ἡ δὲ αἰτία τῆς εὐχῆς καὶ ταύτης, ἡ τοῦ Θεοῦ δόξα· «Ὅτι σοὶ πρέπει, φησί, πᾶσα δόξα»· καὶ οὕτω κατὰ τὸ εἰωθὸς μετὰ τοῦ πλήθους δοξολο- γήσας, πάλιν ἐφ᾿ ἑαυτοῦ ὁ ἱερεὺς εὔχεται ὑπὲρ ἑαυτοῦ καὶ τοῦ πλήθους, ὥστε αὐτὸν μὲν ἀκατάκριτον παραστῆναι τῇ (10) ἁγίᾳ τραπέζῃ καθαρὸν «μολυσμοῦ σαρκὸς καὶ πνεύματος»· τοὺς δὲ συνευχομένους πιστοὺς «τῶν μυστηρίων μετασχεῖν» ἀξιωθῆναι, χωρὶς ἐνοχῆς καὶ κατακρίσεως, καὶ πρὸς τούτοις τῆς βασιλείας τῶν οὐρανῶν κληρονομῆσαι· καὶ ἡ αἰτία τῆς εὐχῆς πάλιν ἡ τοῦ Θεοῦ δόξα, εἰς ἣν πάντα ποιεῖν ὁ Παῦλος (15) ἐκέλευσε λέγων· «Πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Τοῦτο ὑμῖν ἔστω σκοπός φησι πανταχοῦ, τὸν Θεὸν δοξάζεσθαι. Οἱ γεωργοὶ τέλος ποιοῦνται τῶν πόνων τῶν καρπῶν τὴν φοράν, ἐφ᾿ οἷς αἱροῦνται πονεῖν· καὶ οἱ ἔμποροι τὸ κέρδος, καὶ ἄλλος ἄλλο τι· ὑμεῖς δὲ ἐν ἅπασιν οἷς ποιεῖτε τὴν δόξαν τοῦ Θεοῦ (20) ζητεῖτε· δοῦλοι γάρ ἐσμεν, ταύτην ὀφείλοντες τῷ Δεσπότῃ @1 τὴν διακονίαν, ὡς ἂν ὑπὲρ αὐτῆς καὶ κτισθέντες ὑπ᾿ αὐτοῦ τὴν ἀρχὴν καὶ ὕστερον ἀγορασθέντες. Διὰ τοῦτο τὴν Ἐκκλη- σίαν εὑρήσεις τῆς δόξης τοῦ Θεοῦ φροντίζουσαν πανταχοῦ, καὶ τοῦτ᾿ ἄνω καὶ κάτω βοῶσαν τὸ ῥῆμα, καὶ ταύτην διὰ (25) πάντων ὑμνοῦσαν, καὶ πάντα αὐτὴν ἡγουμένην, καὶ πρὸς ταύτην πάντα ποιοῦσαν, τὰς εὐχάς, τὰς δεήσεις, τὰς μυήσεις, τὰς παραινέσεις, πᾶν ἱερόν. Καὶ ταῦτα μὲν οὕτως. τὰς παραινέσεις, πᾶν ἱερόν. Καὶ ταῦτα μὲν οὕτως. 24. (t.) ΚΔ´. Περὶ τῆς εἰς τὸ θυσιαστήριον εἰσαγωγῆς τῶν τιμίων δώρων (1.) Ὁ δὲ ἱερεὺς βοῇ τὸν Θεὸν δοξολογήσας ἔρχεται ἐπὶ τὰ δῶρα καὶ ἀνελόμενος ἐπὶ τῆς κεφαλῆς μάλα κοσμίως ἔξεισι· καὶ οὕτως αὐτὰ κομίζων, ἐπὶ τὸ θυσιαστήριον εἰσάγει, περιάγων ἐπίτηδες ἐν τῷ ναῷ διὰ τοῦ πλήθους σχολῇ καὶ βάδην. Καὶ αὐτοὶ ᾄδουσι καὶ προσπίπτουσιν αὐτῷ σὺν αἰδοῖ (5) πάσῃ καὶ εὐλαβείᾳ, δεόμενοι μνήμης παρ᾿ αὐτῷ τυχεῖν, ἐν τῇ τῶν δώρων προσαγωγῇ. Καὶ αὐτὸς χωρεῖ πεμπόμενος ὑπὸ λαμπάσι καὶ θυμιάσμασι· καὶ οὕτως ἔχων τὸ θυσιαστήριον εἰσέρχεται. (2.) Ταῦτα δὲ γίνεται μὲν κατὰ χρείαν· ἔδει γὰρ ἐνεχθῆναι καὶ τῷ θυσιαστηρίῳ ἀποτεθῆναι τὰ θύεσθαι μέλλοντα δῶρα, καὶ τοῦτο σεμνῶς ὡς ἔξεστι καὶ κοσμίως. Οὕτω γὰρ εἰσήγοντο τὰ δῶρα τοῦ Θεοῦ· ἐπεὶ καὶ οἱ βασιλεῖς, δῶρα προσάγειν τῷ Θεῷ δεῆσαν αὐτοῖς, οὐκ ἄλλοις τὸ πρᾶγμα ἐπέτρεπον, (5) ἀλλ᾿ αὐτοὶ δι᾿ ἑαυτῶν κομίζοντες εἰσῆγον αὐτὰ ἐστεφα- νωμένοι. (3.) Δύναται δὲ αὐτὰ καὶ σημασίαν ἔχειν τῆς ἐσχάτης τοῦ Χριστοῦ ἀναδείξεως, καθ᾿ ἣν μάλιστα τὴν βασκανίαν τῶν Ἑβραίων ἀνῆψεν, ἡνίκα καὶ ὁδὸν ἐστείλατο τὴν ἀπὸ τῆς @1 πατρίδος ἐπὶ τὴν Ἱερουσαλήμ, ἐν ᾗ θύεσθαι ἔδει· ὅτε καὶ ὀχούμενος εἰσῄει τὴν πόλιν, ὑπὸ πολλῶν παραπεμπόμενος (5) καὶ ὑμνούμενος. (4.) Δεῖ δὲ καὶ προσπίπτειν τηνικαῦτα τῷ ἱερεῖ καὶ δεῖσθαι, ἵνα ἡμῶν ἐν ταῖς εὐχαῖς ἐκείναις μνησθῇ. Ὅτι οὐκ ἔστιν ἄλλος τρόπος ἱκεσίας οὕτω μεγάλα δυνάμενος καὶ βεβαίας παρεχό- μενος ἡμῖν τὰς ἐλπίδας, ὥσπερ ὁ διὰ τῆς φρικώδους ταύτης θυσίας, ἣ τὰς ἀσεβείας καὶ τὰς ἀνομίας τοῦ κόσμου ἐκαθά- (5) θυσίας, ἣ τὰς ἀσεβείας καὶ τὰς ἀνομίας τοῦ κόσμου ἐκαθά- (5) ρισε δωρεάν. (5.) Εἰ δέ τινες τῶν προσπιπτόντων εἰσιόντι μετὰ τῶν δώρων τῷ ἱερεῖ ὡς σῶμα Χριστοῦ καὶ αἷμα τὰ κομιζόμενα δῶρα προσκυνοῦσι καὶ διαλέγονται, ἀπὸ τῆς εἰσόδου τῶν προηγιασ- μένων δώρων ἠπατήθησαν, ἀγνοήσαντες τὴν διαφορὰν τῆς ἱερουργίας ταύτης καὶ ἐκείνης. Αὕτη μὲν γὰρ ἐν ταύτῃ τῇ (5) εἰσόδῳ ἄθυτα ἔχει τὰ δῶρα καὶ οὔπω τετελεσμένα, ἐκείνη δὲ τέλεια, καὶ ἡγιασμένα, καὶ σῶμα καὶ αἷμα Χριστοῦ. Καὶ ταῦτα μὲν οὕτως. 25. (t.) ΚΕ´. Περὶ τῶν μετὰ τὴν εἰσαγωγὴν τῶν δώρων καὶ εὐχῶν καὶ παραγγελίων πρὸς τὸ πλῆθος τοῦ ἱερέως (1.) Ὁ δὲ ἱερεὺς τὰ μὲν δῶρα τίθησι ἐπὶ τῆς τραπέζης· αὐτὸς δέ, ὡς ἤδη πρὸς τῇ τελετῇ γενόμενος καὶ μέλλων τῆς φρικτῆς @1 ἅπτεσθαι θυσίας, ἔτι ἑαυτὸν εὐτρεπίζει καὶ διὰ τῶν εὐχῶν καθαίρει καὶ πρὸς τὴν ἱερουργίαν παρασκευάζει, καὶ οὐχ ἑαυτὸν μόνον ἀλλὰ καὶ τὸ περιεστῶς πλῆθος καταρτίζει καὶ (5) διατίθησι πρὸς τὴν χάριν εὐχῇ καὶ τῇ πρὸς ἀλλήλους ἀγάπῃ καὶ τῇ ὁμολογίᾳ τῆς πίστεως. Ἐν τούτοις δὲ τὸ πᾶν τῆς ἑτοιμασίας ἐστί, καθ᾿ ἣν ὁ Κύριος ἐκέλευσε λέγων· «Γίνεσθε ἕτοιμοι.» Ἐνταῦθα γὰρ ἡ πίστις καὶ τὰ ἔργα· ἡ μὲν πίστις διὰ τῆς ὁμολογίας φαινομένη, τὰ δὲ ἔργα διὰ τῆς ἀγάπης, ἥτις (10) τέλος ἐστὶν ἔργου πάντος ἀγαθοῦ καὶ ἀρετῆς πάσης κεφάλαιον. (2.) Ἀλλὰ ταῦτα μὲν μετ᾿ ὀλίγον. Πρὸ δὲ τούτων τοὺς περιεστῶτας πιστοὺς εὔχεσθαι κελεύει ὑπὲρ ὧν εὔχεσθαι τότε δεῖ. «Ὑπὲρ τῶν προτεθέντων δώρων, φησί, τοῦ Κυρίου δεηθῶμεν.» Ὑπὲρ τοῦ προκειμένου τὸν Θεὸν ἱκετεύσωμεν, ἵνα ἁγιασθῶσι τὰ δῶρα καὶ εἰς τέλος ἡμῖν ἡ ἐξ ἀρχῆς πρόθεσις (5) ἔλθῃ. Εἶτα καὶ ἄλλα προσθείς, ὑπὲρ ὧν δεῖ τὸν Θεὸν ἱκετεύειν καὶ τελευταῖον «παραθέσθαι τῷ Κυρίῳ» κελεύσας «ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωήν», εἶτα καὶ αὐτὸς τὸ τῆς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωήν», εἶτα καὶ αὐτὸς τὸ τῆς εὐχῆς ἀκροτελεύτιον, ἣν ἐφ᾿ ἑαυτοῦ πρὸς τὸν Θεὸν ἐποιήσατο, εἰς ἐπήκοον πάντων βοήσας κατὰ τὸ ἔθος καὶ δοξολογήσας, (10) καὶ αὐτοὺς λαβὼν τῆς δοξολογίας κοινωνούς, μετὰ τοῦτο εἰρήνην τὴν πρὸς ἀλλήλους καὶ εὔχεται πᾶσι καὶ παραινεῖ. Εἰπὼν γάρ· «Εἰρήνη πᾶσιν», ἐπάγει· «Ἀγαπήσωμεν ἀλλήλους.» Ἐπεὶ δὲ εὔχεσθαι ὑπὲρ ἀλλήλων ἐντολή ἐστιν ἀποστολική, διὰ τοῦτο καὶ ὁ λαὸς εὔχεται αὐτῷ τὴν αὐτὴν (15) εἰρήνην, λέγοντες· «Καὶ τῷ πνεύματί σου.» Ἐπεὶ δὲ τῇ πρὸς ἀλλήλους ἡμῶν ἀγάπῃ καὶ ἡ πρὸς Θεὸν ἀγάπη ἀκολουθεῖ, τῇ δὲ πρὸς Θεὸν ἀγάπῃ καὶ ἡ πρὸς αὐτὸν τελεία καὶ ζῶσα πίστις ἕπεται, διὰ τοῦτο τὴν ἀγάπην εἰπὼν καὶ ἀγαπᾶν ἀλλήλους παραινέσας εὐθὺς τὴν ὁμολογίαν ἐπάγει τῆς πίστεως· «Ἵνα @1 (20) ἐν ὁμονοίᾳ, φησίν, ὁμολογήσωμεν.» Καὶ οἱ πιστοὶ βοῶσιν· «Ὃν ὁμολογῆσαι δεῖ Θεόν, τὴν ἁγίαν Τριάδα.» 26. (t.) ΚϚ´. Περὶ τῆς ὁμολογίας τῆς πίστεως, καὶ ὧν μετ᾿ αὐτὴν ὁ ἱερεὺς τοῖς πιστοῖς παραινεῖ καὶ εὔχεται, καὶ ὧν ἐκεῖνοι πρὸς αὐτὸν ἀποκρίνονται (1.) Εἶτα ὁ ἱερεὺς ἔτι κελεύει πάντα ἀνειπεῖν ἃ περὶ Θεοῦ μαθόντες πιστεύουσι, τὴν ἀληθινὴν σοφίαν περὶ ἧς φησὶν ὁ Ἀπόστολος· «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις», ἣν σοφίαν ὁ κόσμος οὐκ ἔγνω, δηλονότι οἱ ἀπὸ τοῦ κόσμου σοφοὶ καὶ τῆς ἀπὸ τῶν αἰσθητῶν γνώσεως μεῖζον καὶ ὑψηλότερον (5) οὔτε εἰδότες, οὔτε ὅλως εἶναι πιστεύοντες. Ἐν ταύτῃ τῇ σοφίᾳ κελεύει πάσας ἀναπετάσαι τὰς θύρας, τὰ στόματα ἡμῶν, τὰ ὦτα ἡμῶν. (2.) Ἐν ταύτῃ, φησίν, ἀνοίξατε τῇ σοφίᾳ, ταῦτα διηνεκῶς καὶ λέγοντες καὶ ἀκούοντες, καὶ τοῦτο οὐ ῥᾳθύμως, ἀλλὰ σπου- δαίως ποιεῖτε καὶ προσέχοντες ὑμῖν αὐτοῖς. Καὶ αὐτοὶ πᾶσαν ἀναβοῶσι τὴν ὁμολογίαν τὸ τῆς πίστεως σύμβολον. Εἶτα ὁ ἱερεύς· «Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου.» Ἐπὶ τῆς (5) ὁ ἱερεύς· «Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου.» Ἐπὶ τῆς (5) ὁμολογίας, φησί, ταύτης στῶμεν, μὴ διὰ πιθανολογίαν αἱρε- τικῶν σαλευώμεθα. Στῶμεν μετὰ φόβου, ὅτι πολὺς ὁ κίνδυνος τοῖς ἀμφιβολίαν τινὰ περὶ τῆς πίστεως ταύτης ἐν τῇ ψυχῇ @1 δεξαμένοις. Οὕτω δὲ βεβαίως ἑστώτων ἐν τῇ πίστει, φησί, καὶ ἡ τῶν δώρων ἡμῶν πρὸς τὸν Θεὸν προσαγωγὴ κατὰ λόγον (10) γινέσθω. Τί δὲ κατὰ λόγον; τὸ «Ἐν εἰρήνῃ». «Πρόσχωμεν, φησί, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν»· μέμνησθε γὰρ τῶν λόγων τοῦ Κυρίου· «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον καὶ μνησθῇς ὅτι ἔχει τις κατὰ σοῦ, διαλλάγηθι πρῶτον, εἶτα ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.» Οἱ (15) δὲ πιστοὶ ἀποκρίνονται· Προσφέρομεν, οὐ μόνον μετ᾿ εἰρήνης, ἀλλὰ καὶ αὐτὴν τὴν εἰρήνην ἀντὶ δώρου καὶ θυσίας ἑτέρας. Ἔλεον γὰρ προσφέρομεν τῷ εἰπόντι· «Ἔλεον θέλω, καὶ οὐ θυσίαν.» Ὁ δὲ ἔλεος γέννημά ἐστι τῆς βεβαίας καὶ καθαρᾶς εἰρήνης. Ὅταν γὰρ τὴν ψυχὴν οὐδὲν ἐνοχλῇ πάθος, οὐδὲν (20) κωλύει ἐλέου γέμειν αὐτήν· ἀλλὰ καὶ «θυσίαν αἰνέσεως». (3.) Ταῦτα δὲ εἰπόντος, ὁ ἱερεὺς ὑπερεύχεται τὰ θειότατα καὶ μέγιστα πάντων· «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.» Καὶ αὐτοὶ δὲ τὰ αὐτὰ ὑπὲρ τοῦ ἱερέως εὐχόμενοι· «Καὶ μετὰ τοῦ πνεύματός (5) σου» πρὸς αὐτὸν ἀποκρίνονται κατὰ τὴν εὔχεσθαι ὑπὲρ ἀλλήλων κελεύουσαν ἐντολήν. (4.) Ἡ δὲ εὐχὴ αὐτὴ εἴληπται μὲν ἀπὸ τῶν ἐπιστολῶν τοῦ μακαρίου Παύλου. Προξενεῖ δὲ ἡμῖν τὰ ἀπὸ τῆς ἁγίας Τριάδος ἀγαθά, «πᾶν δώρημα τέλειον», καὶ ταῦτα ἀφ᾿ ἑκάστης τῶν μακαρίων Ὑποστάσεων ἰδίῳ τινὶ ὀνόματι ὀνο- μάζει· ἀπὸ μὲν τοῦ Υἱοῦ χάριν, ἀπὸ δὲ τοῦ Πατρὸς ἀγάπην, (5) ἀπὸ δὲ τοῦ ἁγίου Πνεύματος κοινωνίαν. Ὅτι μὲν γὰρ ὁ Υἱὸς μηδὲν εἰσενεγκοῦσιν ἀλλὰ καὶ ὀφείλουσιν ἔτι δίκας Σωτῆρα @1 μηδὲν εἰσενεγκοῦσιν ἀλλὰ καὶ ὀφείλουσιν ἔτι δίκας Σωτῆρα @1 παρέσχεν ἡμῖν ἑαυτόν· «Καὶ γὰρ ἀσεβῶν ὄντων ἔτι, φησίν, ὑπὲρ ἡμῶν ἀπέθανε»· ἡ περὶ ἡμᾶς αὐτοῦ πρόνοια χάρις ἐστίν. Ὅτι δὲ ὁ Πατὴρ διὰ τῶν τοῦ Υἱοῦ παθῶν διηλλάγη τῷ γένει (10) τῶν ἀνθρώπων καὶ ἠγάπησε τοὺς ἐχθρούς, διὰ τοῦτο τὰ ἐκείνου πρὸς ἡμᾶς ἀγάπη καλεῖται. Ἐπεὶ δὲ τοῖς φιλιωθεῖσιν ἐχθροῖς ἔδει κοινωνῆσαι τῶν ἰδίων ἀγαθῶν «τὸν πλούσιον ἐν ἐλέει», τοῦτο ποιεῖ τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἀποστόλοις ἐπιδημῆσαν. Διὰ τοῦτο ἡ ἐκείνου πρὸς τοὺς ἀνθρώπους (15) χρηστότης κοινωνία λέγεται. (5.) Ἀλλ᾿ εἴποι τις ἃν ὅτι ταῦτα τὰ ἀγαθὰ τοῦ Σωτῆρος ἐπιδημήσαντος πάντα τοῖς ἀνθρώποις ἐδόθη· τίς οὖν ἔτι χρεία εὐχῆς περὶ τῶν ἤδη δοθέντων ἡμῖν; Πρόδηλον ἵνα ταῦτα λαβόντες μὴ ἀπολέσωμεν· ἀλλὰ μείνωμεν ἔχοντες διὰ τέλους. Διὰ τοῦτο οὐκ εἶπε· «Δοθείη πᾶσιν ὑμῖν», ὡς ἤδη δοθέντα, (5) ἀλλά· «Εἴη μετὰ πάντων ὑμῶν.» Μὴ ἀποσταίη, φησίν, ἀφ᾿ ὑμῶν ἡ δοθεῖσα χάρις. (6.) Τοιαύτης δὲ αὐτοὺς ἀξιώσας εὐχῆς καὶ οὕτω τὰς ψυχὰς ἀναστήσας ἀπὸ τῆς γῆς, αἴρει τὰ φρονήματα καὶ φησίν· «Ἄνω σχῶμεν τὰς καρδίας», «τὰ ἄνω φρονῶμεν, μὴ τὰ ἐπὶ γῆς»· καὶ αὐτοὶ δὲ συντίθενται καὶ φασὶν ἐκεῖ τὰς καρ- δίας ἔχειν, «ὅπου ὁ θησαυρὸς ἡμῶν ἐστιν», οὗ ὁ Χριστός (5) ἐστιν ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος· «Ἔχομεν πρὸς τὸν Κύριον.» 27. (t.) ΚΖ´. Περὶ τοῦ ἁγιασμοῦ τῶν δώρων καὶ τῆς πρὸ τούτου εὐχαριστίας (1.) Οὕτω δὲ κάλλιστα καὶ ἱερώτατα διατεθέντας, τί λοιπὸν ἢ πρὸς εὐχαριστίαν τραπῆναι τοῦ χορηγοῦ τῶν ἀγαθῶν ἁπάν- @1 των Θεοῦ; ἄλλως τε τὸν πρῶτον ἱερέα μιμούμενος εὐχαρι- στοῦντα τῷ Θεῷ καὶ Πατρὶ πρὸ τοῦ παραδοῦναι τὸ μυστήριον τῆς κοινωνίας. Καὶ αὐτὸς πρὸ τῆς τελεστικῆς εὐχῆς, καθ᾿ ἣν (5) τῆς κοινωνίας. Καὶ αὐτὸς πρὸ τῆς τελεστικῆς εὐχῆς, καθ᾿ ἣν (5) ἱερουργεῖ τὰ ἅγια, τὴν εὐχαριστίαν ταύτην ποιεῖται πρὸς τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· «Εὐχα- ριστήσωμεν τῷ Κυρίῳ»· καὶ πάντων συνθεμένων καί· «Ἄξιον καὶ δίκαιον» ἀνειπόντων, αὐτὸς ἐφ᾿ ἑαυτοῦ τὴν εὐχαριστίαν προσφέρει τῷ Θεῷ· καὶ δοξολογήσας αὐτὸν καὶ (10) μετὰ ἀγγέλων ἀνυμνήσας καὶ χάριτας ὁμολογήσας τῶν ἀγαθῶν ἁπάντων τῶν ἐξ αἰῶνος ἡμῖν παρ᾿ αὐτοῦ γενομένων καὶ τελευταῖον αὐτῆς τῆς ἀρρήτου καὶ ὑπὲρ λόγον ἡμῶν ἕνεκα τοῦ Σωτῆρος οἰκονομίας μνησθείς, εἶτα ἱερουργεῖ τὰ τίμια δῶρα καὶ ἡ θυσία τελεῖται πᾶσα. Καὶ τίνα τρόπον; Τὸ (15) φρικτὸν ἐκεῖνο διηγησάμενος δεῖπνον καὶ ὅπως αὐτὸ παρέ- δωκε πρὸ τοῦ πάθους τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ὡς ἐδέξατο ποτήριον καὶ ὡς ἔλαβεν ἄρτον καὶ εὐχαριστήσας ἡγίασεν· καὶ ὡς εἶπε δι᾿ ὧν ἐδήλωσε τὸ μυστήριον, καὶ αὐτὰ τὰ ῥήματα ἀνειπὼν εἶτα προσπίπτει, καὶ εὔχεται καὶ ἱκετεύει (20) τὰς θείας ἐκείνας φωνὰς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ τοῦ Σωτῆρος ἐφαρμόσαι καὶ ἐπὶ τῶν προκειμένων δώρων καὶ δεξάμενα τὸ πανάγιον αὐτοῦ καὶ παντοδυνάμενον Πνεῦμα μεταβληθῆναι, τὸν μὲν ἄρτον εἰς αὐτὸ τὸ τίμιον αὐτοῦ καὶ ἅγιον σῶμα, τὸν δὲ οἶνον εἰς αὐτὸ τὸ ἄχραντον αὐτοῦ καὶ (25) ἅγιον αἷμα. Τούτων δὲ ηὐγμένων καὶ εἰρημένων, τὸ πᾶν τῆς ἱερουργίας «ἤνυσται καὶ τετέλεσται» καὶ τὰ δῶρα ἡγιάσθη καὶ ἡ θυσία ἀπηρτίσθη καὶ τὸ μέγα θῦμα καὶ ἱερεῖον τὸ ὑπὲρ τοῦ κόσμου σφαγὲν ἐπὶ τῆς ἱερᾶς τραπέζης ὁρᾶται κείμενον· ὁ γὰρ ἄρτος τοῦ Κυριακοῦ σώματος οὐκ ἔτι τύπος, οὐδὲ (30) δῶρον, εἰκόνα φέρων τοῦ ἀληθινοῦ δώρου, οὐδὲ γραφήν τινα κομίζων ἐν ἑαυτῷ τῶν σωτηρίων παθῶν ὥσπερ ἐν πίνακι, @1 ἀλλ᾿ αὐτὸ τὸ ἀληθινὸν δῶρον· αὐτὸ τοῦ Δεσπότου τὸ πανάγιον σῶμα τὸ πάντα ἀληθῶς ἐκεῖνα δεξάμενον τὰ ὀνείδη, τὰς ὕβρεις, τοὺς μώλωπας, τὸ σταυρωθέν, τὸ σφαγέν, «τὸ (35) ὕβρεις, τοὺς μώλωπας, τὸ σταυρωθέν, τὸ σφαγέν, «τὸ (35) μαρτυρῆσαν ἐπὶ Ποντίου Πιλάτου τὴν κάλην ὁμολογίαν», τὸ ῥαπισθέν, τὸ αἰκισθέν, τὸ ἐμπτυσμάτων ἀνασχόμενον, τὸ χολῆς γευσάμενον. Ὁμοίως καὶ ὁ οἶνος αὐτὸ τὸ αἶμα τὸ ἐκπηδῆσαν σφαττομένου τοῦ σώματος, τοῦτο τὸ σῶμα, τοῦτο τὸ αἶμα τὸ συστὰν ἐκ Πνεύματος ἁγίου, τὸ γεννηθὲν ἀπὸ τῆς (40) μακαρίας Παρθένου, τὸ ταφέν, τὸ ἀναστὰν τῇ τρίτῃ ἡμέρᾳ, τὸ ἀνελθὸν εἰς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. 28. (t.) ΚΗ´. Πόθεν ἀσφαλῶς πιστεύομεν τὸ μυστήριον (1.) Καὶ τίς ἡ πίστις; (2.) Αὐτὸς εἶπε· «Τοῦτό ἐστι τὸ σῶμά μου», «Τοῦτο τὸ αἷμά μου.» Αὐτὸς καὶ τοῖς ἀποστόλοις ἐκέλευσε καὶ δι᾿ ἐκείνων ἁπάσῃ τῇ Ἐκκλησίᾳ τοῦτο ποιεῖν. «Τοῦτο γάρ, φησί, ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», οὐκ ἂν κελεύσας τοῦτο ποιεῖν, εἰ μὴ δύναμιν ἐνθήσειν ἔμελλε, ὥστε δύνασθαι (5) τοῦτο ποιεῖν. Καὶ τίς ἡ δύναμις; Τὸ Πνεῦμα τὸ ἅγιον, ἡ ἐξ ὕψους τοὺς ἀποστόλους ὁπλίσασα δύναμις, κατὰ τὸ εἰρημένον πρὸς αὐτοὺς ὑπὸ τοῦ Κυρίου· «Ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.» Τοῦτο τὸ ἔργον ἐκείνης τῆς καθόδου. Οὐ γὰρ κατελθὸν ἅπαξ (10) εἶτα ἀπολέλοιπεν ἡμᾶς, ἀλλὰ μεθ᾿ ἡμῶν ἔστι καὶ ἔσται μεχρὶ παντός. Διὰ τοῦτο γὰρ ἔπεμψεν αὐτὸ ὁ Σωτήρ, ἵνα μένῃ μεθ᾿ ἡμῶν εἰς τὸν αἰῶνα, «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό, @1 ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾿ ὑμῖν μένει, καὶ ἐν ὑμῖν (15) ἔσται». Τοῦτο διὰ τῆς χειρὸς καὶ τῆς γλώσσης τῶν ἱερέων τὰ μυστήρια τελεσιουργεῖ. (3.) Καὶ οὐ τὸ ἅγιον Πνεῦμα μόνον ἔπεμψεν ὁ Κύριος ἡμῖν, ὥστε μένειν μεθ᾿ ἡμῶν, ἀλλὰ καὶ αὐτὸς ἐπηγγείλατο μένειν μεθ᾿ ἡμῶν, ἕως τῆς συντελείας τοῦ αἰῶνος· ἀλλ᾿ ὁ μὲν Παράκλητος ἀοράτως πρόσεστιν, ὅτι σῶμα αὐτὸς οὐκ ἐφό- Παράκλητος ἀοράτως πρόσεστιν, ὅτι σῶμα αὐτὸς οὐκ ἐφό- ρεσεν. Ὁ δὲ Κύριος καὶ ὁρᾶται καὶ ἁφῆς ἀνέχεται διὰ τῶν (5) φρικτῶν καὶ ἱερῶν μυστηρίων, ὡς ἂν τὴν ἡμετέραν φύσιν καὶ δεξάμενος καὶ φέρων εἰς τὸν αἰῶνα. (4.) Αὕτη ἡ τῆς ἱερωσύνης δύναμις, οὗτος ὁ ἱερεύς. Οὐ γὰρ ἅπαξ ἑαυτὸν προσαγαγὼν καὶ θύσας ἐπαύσατο τῆς ἱερωσύνης, ἀλλὰ διηνεκῆ ταύτην λειτουργεῖ τὴν λειτουργίαν ἡμῖν, καθ᾿ ἣν καὶ παράκλητός ἐστιν ὑπὲρ ἡμῶν πρὸς τὸν Θεὸν δι᾿ αἰῶνος, οὗ χάριν εἴρηται πρὸς αὐτόν· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.» (5) (5.) Διὰ τοῦτο οὐδεμία τοῖς πιστοῖς περὶ τοῦ ἁγιασμοῦ τῶν δώρων ἀμφιβολία, οὐδὲ περὶ τῶν ἄλλων τελετῶν, εἰ κατὰ τὴν πρόθεσιν καὶ τὰς εὐχὰς τῶν ἱερέων ἀποτελοῦνται. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. 29. (t.) ΚΘ´. Περὶ ὧν ἡμῖν ἐνταῦθά τινες Λατῖνοι μέμφονται, καὶ πρὸς τὴν μέμψιν ἀπολογία, καὶ λύσις (1.) Ἐνταῦθα δέ τινες Λατῖνοι τῶν ἡμετέρων ἐπιλαμβά- νονται. Φασὶ γάρ, μετὰ τὸν τοῦ Κυρίου λόγον, τὸ «Λάβετε, @1 φάγετε» καὶ τὰ ἑξῆς, πρὸς τὸ ἁγιασθῆναι τὰ δῶρα μηδεμιᾶς εὐχῆς ἔτι δεῖσθαι, ὡς ὑπὸ τοῦ Κυριακοῦ λόγου τελούμενα. Διὰ τοῦτο οἱ μετὰ τὸ ἀνειπεῖν ταῦτα τὰ ῥήματα ἄρτον καὶ (5) οἶνον ὀνομάζοντες καὶ ὡς μήπω ἁγιασθεῖσιν εὐχόμενοι τὸν ἁγιασμόν, πρὸς τῷ ἀπιστίαν νοσεῖν, φασί, καὶ μάταιόν τι καὶ παρέλκον πρᾶγμα ποιοῦσιν. Ὅτι δὲ οὗτός ἐστιν ὁ λόγος, ὁ τὰ δῶρα τελειῶν, ὁ μακάριος, φασί, Χρυσόστομος μαρτυρεῖ λέγων ὅτι καθάπερ ὁ δημιουργικὸς λόγος, τὸ «Αὐξάνεσθε (10) καὶ πληθύνεσθε», εἴρηται μὲν ἅπαξ ὑπὸ τοῦ Θεοῦ, ἐνεργεῖ δὲ ἀεί· οὕτω καὶ ὁ λόγος οὗτος ἅπαξ ῥηθεὶς ὑπὸ Σωτῆρος διὰ παντὸς ἐνεργεῖ. Οἱ τοίνυν τῇ ἑαυτῶν εὐχῇ θαρροῦντες μᾶλλον ἢ τῷ Κυριακῷ λόγῳ, πρῶτον μὲν ἀσθένειαν αὐτοῦ κατα- γινώσκουσιν, ἔπειτα ἑαυτοῖς θαρροῦντες φαίνονται μᾶλλον· (15) καὶ τρίτον, ἀμφιβόλου πράγματος τῆς ἀνθρωπίνης εὐχῆς τὸ καὶ τρίτον, ἀμφιβόλου πράγματος τῆς ἀνθρωπίνης εὐχῆς τὸ μυστήριον ἐξαρτῶσι, πρᾶγμα τοσοῦτον καὶ ὃ δεῖ βεβαιότατα πιστεύειν ἀμφιβολίας μεστὸν ἀποφαίνουσιν. Οὐ γὰρ ἀνάγκη τὸν εὐχόμενον καὶ εἰσακούεσθαι, κἂν ᾖ Παῦλος τὴν ἀρετήν. (2.) Ταῦτα δὲ πάντα λύειν οὐ χαλεπόν. (3.) Καὶ πρῶτον ἀπὸ τῶν τοῦ θείου Ἰωάννου ῥημάτων, οἷς ἰσχυρίζονται. Εἰ γὰρ κατὰ τὸν δημιουργικὸν λόγον καὶ οὗτος ὁ λόγος δύναται, σκοπῶμεν ἐκεῖνο. (4.) Εἶπεν ὁ Θεός· «Αὐξάνεσθε καὶ πληθύνεσθε.» Τί οὖν; Μετὰ τὸν λόγον ἐκεῖνον οὐδενὸς πρὸς τοῦτο δεόμεθα καὶ χρεία ἡμῖν ἄλλου τινὸς πρὸς τὴν αὔξησιν οὐδεμία; ἢ καὶ γάμου καὶ συναφείας δεῖ καὶ τῆς ἄλλης ἐπιμελείας, καὶ τούτων χωρὶς οὐ δυνατὸν συνεστάναι τὸ γένος καὶ προχωρεῖν; Οὐκοῦν (5) καθάπερ ἐκεῖ πρὸς παιδοποιίαν ἀναγκαῖον ἡγούμεθα τὸν @1 γάμον καὶ μετὰ τὸν γάμον ὑπὲρ αὐτοῦ τούτου πάλιν εὐχόμεθα καὶ οὐ δοκοῦμεν ἀτιμάζειν τὸν δημιουργικὸν λόγον, εἰδότες αἴτιον μὲν αὐτὸν εἶναι τῆς γενέσεως, ἀλλὰ τὸν τρόπον τοῦτον διὰ γάμου, διὰ τροφῆς, διὰ τῶν ἄλλων· οὕτω καὶ ἐνταῦθα (10) πιστεύομεν αὐτὸν εἶναι τὸν ἐνεργοῦντα τὸ μυστήριον τὸν τοῦ Κυρίου λόγον· ἀλλ᾿ οὕτω διὰ ἱερέως, δι᾿ ἐντεύξεως αὐτοῦ καὶ εὐχῆς. Οὐ γὰρ διὰ πάντων ἐνεργεῖν ἁπλῶς οὐδὲ ὁπωσδήποτε, ἀλλὰ πόλλα τὰ ζητούμενα, ὧν χωρὶς οὐ ποιήσει τὰ ἑαυτοῦ. Τὸν δὲ τοῦ Χριστοῦ θάνατον τίς οὐκ οἶδεν, ὡς αὐτός ἐστι μόνος (15) ὁ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν εἰσενεγκὼν εἰς τὸν κόσμον; Ἀλλὰ κἀκεῖνο γινώσκομεν, ὅτι μετὰ τὸν θάνατον ἐκεῖνον καὶ πίστεως χρεία καὶ μετανοίας καὶ ἐξομολογήσεως καὶ τῆς τῶν ἱερέων εὐχῆς· καὶ οὐκ ἔστι λυθῆναι τῶν ἁμαρτιῶν ἄνθρωπον μὴ τούτων ἡγησαμένων. Τί οὖν; Ἀτιμάζομεν τὸν θάνατον (20) ἐκεῖνον καὶ ἀσθένειαν αὐτοῦ καταγινώσκομεν, ὅτι νομίζομεν μὴ ἀρκεῖν τὰ παρ᾿ ἐκείνου, ἐὰν μὴ καὶ τὰ παρ᾿ ἡμῶν αὐτῶν εἰσενέγκωμεν; Οὐδαμῶς. μὴ ἀρκεῖν τὰ παρ᾿ ἐκείνου, ἐὰν μὴ καὶ τὰ παρ᾿ ἡμῶν αὐτῶν εἰσενέγκωμεν; Οὐδαμῶς. (5.) Οὐκοῦν οὐδὲ τοῖς εὐχομένοις ὑπὲρ τοῦ τελειωθῆναι τὰ δῶρα τὰ τοιαῦτα ἐγκαλεῖν εὔλογον· ἐπεὶ οὐδὲ τῇ εὐχῇ θαρ- ροῦντες ἑαυτοῖς θαρροῦσιν, ἀλλὰ τῷ δώσειν ἐπαγγειλαμένῳ Θεῷ. Τοὐναντίον μὲν γὰρ ὁ τῆς εὐχῆς ἀπαιτεῖ λόγος. Τοῦτο γάρ ἐστι τὸ ποιοῦν τὴν εὐχὴν τοῖς εὐχομένοις τὸ μὴ θαρρεῖν (5) ἑαυτοῖς περὶ τῶν ζητουμένων, ἀλλὰ παρὰ τῷ Θεῷ μόνῳ πιστεύειν εὑρήσειν αὐτά. Καὶ τοῦτο βοᾷ ὁ εὐχόμενος, δι᾿ ὧν ἑαυτὸν ἀφείς, εἰς τὸν Θεὸν καταφεύγει, ὡς τῆς ἑαυτοῦ κατέγνω δυνάμεως καὶ διὰ τοῦτο τῷ Θεῷ πᾶν ἐπιτρέπει. Οὐκ ἐμόν, φησί, τοῦτο οὐδὲ τῆς ἐμῆς ἰσχύος, ἀλλὰ σοῦ δεῖται καὶ (10) σοὶ τὸ πᾶν ἀνατίθημι. (6.) Καὶ μάλισθ᾿ ὅταν τὰ ὑπὲρ φύσιν καὶ πάντα νικῶντα λόγον εὐχώμεθα, οἷα τὰ τῶν μυστηρίων. Τότε γὰρ τῷ Θεῷ μόνῳ θαρρεῖν τοὺς εὐχομένους πᾶσα ἀνάγκη. Ταῦτα γὰρ οὔτε @1 ἐνθυμηθῆναι δυνατὸν ἦν ἄνθρωπον μὴ τοῦ Θεοῦ διδάξαντος, οὔτε ἐπιθυμῆσαι μὴ ἐκείνου παραινέσαντος· οὔτε προσδοκῆσαι (5) λαβεῖν μὴ <παρὰ> τοῦ ἀψευδοῦς τοῦτο ἐλπίσαντος. Ὥστε οὐδὲ εὔξασθαι περὶ τούτων ἐτόλμησεν ἂν οὐδείς, εἰ μή· αὐτὸς ἔδειξεν ἀσφαλῶς ὡς ἄρα αἰτεῖσθαι ταῦτα βούλεται καὶ χορη- γεῖν τοῖς αἰτοῦσιν ἑτοίμως ἔχει. Διὰ τοῦτο οὐδὲ ἀμφίβολος ἐνταῦθα ἡ εὐχὴ οὐδὲ τὸ πέρας ἄδηλον ἔχει, αὐτοῦ τοῦ δοῦναι (10) Κυρίου διὰ πάντων δείξαντος ὅτι βούλεται δοῦναι. (7.) Διὰ τοῦτο τῶν μυστηρίων τὸν ἁγιασμὸν τῇ εὐχῇ τοῦ ἱερέως πιστεύομεν, οὐχ ὡς ἀνθρωπίνῃ τινὶ ἀλλ᾿ ὡς Θεοῦ δυνάμει θαρροῦντες. Οὐ γὰρ διὰ τὸν εὐχόμενον ἄνθρωπον, ἀλλὰ διὰ τὸν ἐπακούοντα Θεόν· οὐδ᾿ ὅτι ἐκεῖνος ἐδεήθη, ἀλλ᾿ ὅτι ἡ ἀλήθεια ἐπηγγείλατο δώσειν. (5) (8.) Ὅτι δὲ ὁ Χριστὸς ἔδειξεν ὡς ταύτην ἀεὶ βούλεται διδόναι τὴν χάριν ἡμῖν, οὐδὲ λόγου δεῖται. Διὰ τοῦτο γὰρ εἰς διδόναι τὴν χάριν ἡμῖν, οὐδὲ λόγου δεῖται. Διὰ τοῦτο γὰρ εἰς τὴν γῆν ἦλθε καὶ ἐτύθη καὶ ἀπέθανε. Διὰ τοῦτο θυσιαστήρια καὶ ἱερεῖς καὶ πᾶσα κάθαρσις καὶ πᾶσαι ἐντολαὶ καὶ διδασκα- λίαι καὶ παραινέσεις, ἵνα τὴν τράπεζαν παραθῇ ταύτην (5) ἡμῖν. Διὰ τοῦτο καὶ τοῦ Πάσχα ἐπιθυμῆσαι ἔλεγεν ἐκείνου, ὅτι τοῦτο ἔμελλε τηνικαῦτα παραδιδόναι τὸ ἀληθινὸν Πάσχα τοῖς μαθηταῖς· διὰ τοῦτο ἐκέλευσε· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», ὅτι τοῦτο βούλεται ἱερουργεῖσθαι ἀεὶ παρ᾿ ἡμῶν. (10) (9.) Τίς οὖν ἔτι περὶ τοῦ ζητουμένου τοῖς εὐχομένοις ἀμφι- βολία γένοιτ᾿ ἄν, εἰ λήψονται ὃ δέονται μὲν οὗτοι λαβεῖν, ὁ δὲ δοῦναι δυνάμενος διδόναι ἐπιθυμεῖ; (10.) Οὕτως οἱ τὸν ἁγιασμὸν τῶν δώρων τῇ εὐχῇ πιστεύοντες οὔτε τοῦ Σωτῆρος τὰς φωνὰς περιορῶσιν, οὔτε ἑαυτοῖς θαρ- ροῦσιν, οὔτε ἀμφιβόλου πράγματος τὸ μυστήριον ἐξαρ- @1 τῶσι τῆς ἀνθρωπίνης εὐχῆς, ὡς οἱ Λατῖνοι μάτην ἡμῖν ἐγκαλοῦσιν. (5) (11.) Ἐπεὶ καὶ τὸ πανάγιον μύρον, ὃ τῇ θείᾳ κοινωνίᾳ ὁ μακάριος Διονύσιός φησιν «ὁμοταγὴς» εἶναι, τῇ εὐχῇ τελεῖται καὶ ἁγιάζεται. Καὶ ὡς εἴη τελεστικὸν καὶ ἁγιαστι- κόν, οὐδεμία τοῖς εὐσεβέσιν ἀμφιβολία. (12.) Καὶ ἡ τοῦ ἱερέως χειροτονία καὶ ἡ τοῦ ἀρχιερέως τὸν ἴσον τρόπον διὰ τῆς εὐχῆς ἱερουργεῖται. «Εὐξώμεθα γάρ, φησίν, ὑπὲρ αὐτοῦ, ἵνα ἔλθῃ ἐπ᾿ αὐτὸν ἡ χάρις τοῦ παναγίου Πνεύματος», μετὰ τὴν ἐπίθεσιν τῆς χειρὸς ὁ χειροτονῶν πρὸς τὸν κλῆρον βοᾷ. Καὶ ἐν τῇ τῶν Λατίνων δὲ Ἐκκλησίᾳ (5) τελουμένῃ χειροτονίᾳ τοῦ ἀρχιερέως, μετὰ τὸ ἐπιχέαι τὸ μύρον ἐπὶ τῆς κεφαλῆς τοῦ χειροτονουμένου, ὁ τελῶν εὔχεται τὴν χάριν τοῦ ἁγίου Πνεύματος πλουσίαν ἐπ᾿ αὐτὸν κατελθεῖν. (13.) Καὶ ἄφεσις ἁμαρτιῶν τοῖς μετανοοῦσι διὰ τῆς εὐχῆς τῶν ἱερέων δίδοται. (13.) Καὶ ἄφεσις ἁμαρτιῶν τοῖς μετανοοῦσι διὰ τῆς εὐχῆς τῶν ἱερέων δίδοται. (14.) Καὶ τὸ τελευταῖον τοῦ ἐλαίου μυστήριον ὡσαύτως ἡ τῶν ἱερέων εὐχὴ τελεσιουργεῖ· ὃ καὶ ἴασιν σωματικῆς νόσου καὶ ἄφεσιν ἁμαρτιῶν τοῖς τελουμένοις δύναται, ὡς ἡ ἀπο- στολικὴ παράδοσις ἔχει· «Ἀσθενεῖ γάρ τις ἐν ὑμῖν, φησί, προσκαλεσάτω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας καὶ προ- (5) σευξάσθωσαν ὑπὲρ αὐτοῦ, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου, καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος κἂν ἁμαρτίας ᾖ πεποιη- κώς, ἀφεθήσεται αὐτῷ.» (15.) Οἱ τοίνυν τὴν εὐχὴν ἐν τοῖς μυστηρίοις ἀποδοκιμά- ζοντες πρὸς ταῦτα τί ἐροῦσιν; @1 (16.) Εἰ γὰρ ἄδηλον τὸ παρὰ τῶν εὐχῶν, ὡς αὐτοὶ λέγουσιν, ἄδηλον μὲν ὁ ἱερεύς, εἰ τοῦτο ἔστιν ὃ καλεῖται· ἄδηλον δὲ τὸ μύρον, εἰ δύναται ἁγιάζειν· καὶ οὕτως οὐδὲ τὸ μυστήριον συνεστάναι δύναται τῆς ἱερᾶς κοινωνίας οὔτε ἱερέως ἀληθῶς ὄντος οὔτε θυσιαστηρίου. Οὔτε γὰρ παρὰ ἰδιώτου λεγόμενον (5) τὸν τοῦ Κυρίου λόγον τελεσιουργὸν εἶναι φαῖεν ἂν οὐδ᾿ αὐτοί, οὔτε χωρὶς θυσιαστηρίου. (17.) Καὶ γὰρ καὶ τὸ θυσιαστήριον ἐν ᾧ δεῖ τιθέναι τὸν ἄρτον τῷ μύρῳ ἁγιάζεται, ὃ δὴ μύρον διὰ τῶν εὐχῶν τελεσιουρ- γεῖται. (18.) Ἔτι δὲ ἁμαρτιῶν ἄφεσιν τίς ἡμῖν δώσει βεβαίως, τῶν ἱερέων καὶ τῆς αὐτῶν δεήσεως ἀμφιβαλλομένων; (19.) Καὶ οὐδὲν ὅλως ἄλλο λοιπὸν ἢ πάντα τὸν Χριστια- νισμὸν ἐκ μέσου ποιῆσαι, ταῖς καινοτομίαις ἀκολουθοῦντας αὐτῶν. Φαίνεται τοίνυν ὡς ἐκείνοις μᾶλλον εἰ ταῦτα ἀξιοῦσιν ἐν ἀμφιβόλῳ κεῖται τὰ τῆς ἀρετῆς, καὶ πολὺν ἔχει τὸ πρᾶγμα κίνδυνον ἀλλότρια τῶν πατρικῶν παραδόσεων καὶ τῆς ἐν (5) αὐταῖς ἀσφαλείας ἐπινοοῦσιν. κίνδυνον ἀλλότρια τῶν πατρικῶν παραδόσεων καὶ τῆς ἐν (5) αὐταῖς ἀσφαλείας ἐπινοοῦσιν. (20.) Ὅτι μὲν γὰρ εὐχομένοις ὁ Θεὸς ἐπινεύει καὶ δίδωσι Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτὸν καὶ οὐδὲν ἀδυνατεῖ τοῖς μετὰ πίστεως αὐτοῦ δεομένοις, αὐτὸς εἶπεν ὁ Θεὸς καὶ οὐδεμία μηχανὴ μὴ ταῦτα ἀληθῆ εἶναι. Ὅτι δὲ διηγουμένοις ὁτιοῦν τῶν λογίων συμβαίνει τι τοιοῦτον, οὐδαμοῦ λέγεται. @1 (5) (21.) Καὶ τὸ μὲν εὐχῇ τὰ μυστικὰ τελεῖν οἱ Πατέρες παρέ- δοσαν, ἀπὸ τῶν ἀποστόλων καὶ τῶν ἐκείνους ἐκδεξαμένων παραλαβόντες· τά τε ἄλλα, καθάπερ ἔφην, καὶ τὴν ἱερὰν εὐχαριστίαν μετὰ πολλοὺς ἄλλους καὶ Βασίλειος ὁ μέγας καὶ Ἰωάννης ὁ Χρυσόστομος, οἱ μεγάλοι τῆς Ἐκκλησίας διδάσκα- (5) λοι· οἷς τοὺς ἀντιλέγοντας οὐδὲ λόγου τινὸς ἀξιοῦν χρῆ τοὺς εὐσεβεῖν βουλομένους. (22.) Τὸν δὲ τοῦ Κυρίου περὶ τῶν μυστηρίων λόγον, ἐν εἴδει διηγήσεως λεγόμενον, πρὸς ἁγιασμὸν τῶν δώρων ἀρκεῖν οὐδεὶς οὔτε τῶν ἀποστόλων οὔτε τῶν διδασκάλων εἰπὼν φαίνεται· ἀλλ᾿ ὅτι μὲν ἅπαξ ὑπὸ τοῦ Κυρίου ῥηθεὶς αὐτῷ τῷ ὑπ᾿ ἐκείνου ῥηθῆναι καθάπερ ὁ δημιουργικὸς λόγος (5) ἀεὶ ἐνεργεῖ, καὶ ὁ μακάριός φησι Ἰωάννης. Ὅτι δὲ νῦν ὑπὸ τοῦ ἱερέως λεγόμενος διὰ τὸ ὑπ᾿ ἐκείνου λέγεσθαι τοῦτο δύνα- ται, οὐδαμόθεν ἔστι μαθεῖν· ἐπεὶ οὐδ᾿ αὐτὸς ὁ δημιουργικὸς λόγος ἐνεργεῖ, ὅτι ἐφ᾿ ἑκάστῳ τῶν γινομένων ὑπό τινος ἀνθρώ- που λέγεται, ἀλλ᾿ ὅτι ἐστὶν ἅπαξ ὑπὸ τοῦ Θεοῦ εἰρημένος. (10) 30. (t.) Λ´. Ὅτι καὶ τῇ Ἐκκλησίᾳ Λατίνων ἡ τελετὴ κατὰ τὸν αὐτὸν ἡμῖν τελεῖται τρόπον (1.) Ὃ δὲ παντελῶς αὐτοὺς ἐπιστομίζει, ὅτι καὶ ἡ τῶν Λατίνων Ἐκκλησία, εἰς ἣν ἀναφέρειν δοκοῦσι, μετὰ τὸν τοῦ Κυρίου λόγον εὔχεσθαι ὑπὲρ τῶν δώρων οὐ παραιτοῦνται. Λανθάνει δὲ αὐτοὺς ὅτι τε οὐκ εὐθὺς μετὰ τὸν λόγον εὔχονται @1 καὶ ὅτι οὐ σαφῶς ἁγιασμὸν αἰτοῦνται καὶ μεταβολὴν εἰς τὸ (5) καὶ ὅτι οὐ σαφῶς ἁγιασμὸν αἰτοῦνται καὶ μεταβολὴν εἰς τὸ (5) Κυριακὸν σῶμα, ἀλλ᾿ ἑτέροις χρῶνται ὀνόμασι πρὸς τοῦτο φέρουσι καὶ τὰ αὐτὰ δυναμένοις. (2.) Τίς δὲ ἡ εὐχή; «Κέλευσον ἀνενεχθῆναι τὰ δῶρα ταῦτα ἐν χειρὶ ἀγγέλου εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον.» (3.) Λεγέτωσαν γὰρ τί ἐστιν αὐτὸ τὸ «ἀνενεχθῆναι τὰ δῶρα»; (4.) Ἢ γὰρ τοπικὴν μετάθεσιν αὐτοῖς εὔχονται ἀπὸ τῆς γῆς καὶ τῶν κάτω τόπων εἰς τὸν οὐρανόν, ἢ ἀξίαν τινὰ καὶ τὴν ἀπὸ τῶν ταπεινοτέρων ἐπὶ τὰ ὑψηλότερα μεταβολήν. (5.) Ἀλλ᾿ εἰ μὲν τὸ πρῶτον, τί τὸ ὄφελος ταύτης ἡμῖν τῆς εὐχῆς ἀφ᾿ ἡμῶν ἀρθῆναι τὰ ἅγια, ἃ παρ᾿ ἡμῖν εἶναι καὶ ἐν ἡμῖν μένειν καὶ εὐχόμεθα καὶ πιστεύομεν, ὡς τοῦτο ὂν τὸ εἶναι τὸν Χριστὸν «μεθ᾿ ἡμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος»; Πῶς δὲ οὐ πιστεύουσιν, εἰ σῶμα Χριστοῦ τοῦτο (5) γιγνώσκουσιν, ὅτι καὶ ἐν ἡμῖν ἐστι καὶ ὑπερουράνιόν ἐστι καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς κάθηται, τρόπον ὃν οἶδεν αὐτός; Πῶς δ᾿ ἂν εἴη τὸ μήπω ὑπερουράνιον αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ τὸ ὑπερουράνιον; Πῶς δὲ καὶ ἀνενεχθήσεται ἐν χειρὶ ἀγγέλου τὸ ὑπὲρ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν καὶ πᾶν ὄνομα (10) ὀνομαζόμενον; (6.) Εἰ δὲ ἀξίαν τινὰ αὐτοῖς εὔχονται καὶ τὴν ἐπί τι βέλτιον μεταβολήν, οὐκ οἶδα εἴ τινα καταλείψουσιν ἀσεβείας ὑπερβο- λήν, εἴ γε καὶ αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ εἶναι γινώσκουσι @1 καὶ ἐπί τι βέλτιον καὶ ἁγιώτερον ἥξειν αὐτὰ πιστεύουσιν. (7.) Ὄθεν δῆλοι πάντως εἰσὶν ἄρτον ἔτι καὶ οἶνον μήπω δεξάμενα τὸν ἁγιασμὸν εἰδότες αὐτά· καὶ διὰ τοῦτο εὔχονται μὲν ὑπὲρ αὐτῶν ὡς ἔτι δεομένων εὐχῆς, εὔχονται δὲ ἀνενεχθῆ- ναι ὡς ἔτι κείμενα κάτω, καὶ εἰς τὸ θυσιαστήριον ὡς μήπω τεθειμένα, ἵνα ἐκεῖ τεθέντα τυθῶσι. Δεῖται δὲ ἀγγέλου χειρὸς (5) ὡς τῆς δευτέρας ἱεραρχίας τῆς ἀνθρωπίνης, κατὰ τὸν θεῖον ὡς τῆς δευτέρας ἱεραρχίας τῆς ἀνθρωπίνης, κατὰ τὸν θεῖον Διονύσιον, ὑπὸ τῆς πρώτης ἱεραρχίας τῶν ἀγγέλων βοηθου- μένων. (8.) Αὐτὴ ἡ εὐχὴ οὐδὲν ἕτερόν ἐστι δυναμένη τοῖς δώροις ἢ τὴν εἰς τὸ Κυριακὸν σῶμα καὶ αἷμα μεταβολήν. Οὐ γὰρ δὴ τόπον ὑπὲρ τὸν οὐρανὸν τῷ Θεῷ ἐξῃρημένον, ἐν ᾧ δεῖ θύειν, τὸ θυσιαστήριον ἐκεῖνο νομιστέον. Οὕτω γὰρ οὐ πολὺ διοίσομεν τῶν ἐν Ἱεροσολύμοις λεγόντων ἢ ἐν τῷ ὄρει τῆς Σαμαρείας (5) εἶναι τὸν τόπον ὅπου δεῖ τὸν Θεὸν προσκυνεῖν. Ἀλλ᾿ ἐπεί, κατὰ τὸν μακάριον Παῦλον, «εἷς Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων Ἰησοῦς Χριστός», πάντα τὰ μεσιτείαν δυνά- μενα τὸν ἁγιασμὸν ἡμῖν ἔχοντα μόνος ἐστὶν αὐτὸς ὁ Σωτήρ. Τίνα δὲ τὰ μεσιτείαν δυνάμενα καὶ ἁγιάζοντα; Ἱερεύς, (10) ἱερεῖον, θυσιαστήριον. Καὶ γὰρ καὶ τὸ θυσιαστήριον ἁγιάζει, κατὰ τὸν τοῦ Κυρίου λόγον, τὸ θυσιασθῆναι· «Τὸ θυσιαστή- ριον γάρ, φησί, τὸ ἁγιάζον τὸ δῶρον.» (9.) Οὐκοῦν ἐπεὶ μόνος αὐτός ἐστιν ὁ ἁγιάζων, μόνος ἂν εἴη ἱερεύς, καὶ ἱερεῖον, καὶ θυσιαστήριον. (10.) Καὶ ὅτι μὲν ὁ ἱερεὺς καὶ ἱερεῖον, αὐτὸς εἶπεν· «Ὑπὲρ αὐτῶν γάρ, φησίν, ἐγὼ ἁγιάζω ἐμαυτόν.» (11.) Ὅτι δὲ καὶ θυσιαστήριον, ὁ ἱερώτατος μαρτυρεῖ Διο- νύσιος λέγων ἐν τῷ Περὶ τοῦ μύρου λόγῳ· «Εἰ γάρ ἐστι τὸ θειότατον ἡμῶν θυσιαστήριον Ἰησοῦς, ἡ θεαρχικὴ τῶν @1 θείων νόων ἀφιέρωσις, ἐν ᾧ κατὰ τὸ λόγιον ἀφιερούμενοι καὶ ὁλοκαυτούμενοι μυστικῶς τὴν προσαγωγὴν ἔχομεν, ὑπερ- (5) κοσμίοις ὀφθαλμοῖς ἐποπτεύσωμεν αὐτὸ τὸ θειότατον θυσιαστήριον.» (12.) Εἰς τοῦτο τὸ ὑπερουράνιον θυσιαστήριον τὰ δῶρα εὔχεται ἀνενεχθῆναι ὁ ἱερεύς, ὅπερ ἐστὶν ἁγιασθῆναι, εἰς αὐτὸ τὸ ὑπερουράνιον σῶμα τοῦ Κυρίου μεταβληθῆναι, οὐ τόπον ἀμείψαντα καὶ ἀπὸ τῆς γῆς γεγενημένα εἰς τὸν οὐρανόν, ἐπεὶ ἀμείψαντα καὶ ἀπὸ τῆς γῆς γεγενημένα εἰς τὸν οὐρανόν, ἐπεὶ ὁρῶμεν αὐτὰ παρ᾿ ἡμῖν ὄντα ἔτι, καὶ μετὰ τὴν εὐχὴν οὐδὲν (5) ἧττον. (13.) Ἐπεὶ γὰρ τὸ θυσιαστήριον ἁγιάζει τὰ τεθέντα αὐτῷ δῶρα, ταῦτόν ἐστιν εὔξασθαι τοῖς δώροις ἁγιασθῆναι καὶ ἐν τῷ θυσιαστηρίῳ τεθῆναι. (14.) Τίς δὲ ὁ ἁγιασμὸς ὃν ἁγιάζει τὸ θυσιαστήριον; Τὰ τεθέντα αὐτῷ δῶρα, ὃν αὐτὸς ὁ ἱερεὺς ἡγιάσεν ἑαυτὸν τῷ προσενεχθῆναι τῷ Θεῷ καὶ τυθῆναι. (15.) Ἐπεὶ γὰρ ὁ αὐτός ἐστι καὶ ἱερεὺς καὶ θυσιαστήριον καὶ ἱερεῖον, ταὐτόν ἐστι ὑπὸ τοῦ ἱερέως ἐκείνου ἱερουργηθῆναι καὶ εἰς τὸ ἱερεῖον ἐκεῖνο μεταβληθῆναι καὶ ἐν τῷ θυσιαστηρίῳ ἐκείνῳ τῷ ὑπερουρανίῳ ἀνατεθῆναι. Διὰ τοῦτο εἴ τι τῶν τριῶν ἀπολαβὼν εὔξαιο, τὸ πᾶν ηὔξω, τὸ ζητούμενον ἔχεις, (5) τὴν θυσίαν ἐτέλεσας. (16.) Οἱ μὲν παρ᾿ ὑμῖν ἱερεῖς, ὡς ἱερεῖον τὸν Χριστὸν βλέποντες, εὔχονται τοῖς δώροις τὴν ἐν ἐκείνῳ θέσιν ῥήμασι διαφόροις καὶ λόγοις ἓν καὶ τὸ αὐτὸ πρᾶγμα εὐχόμενοι. Τούτου χάριν οἱ παρ᾿ ἡμῖν ἱερεῖς, μετὰ τὸ εὔξασθαι τοῖς δώροις τὴν εἰς τὸ θεῖον σῶμα καὶ αἷμα μεταβολήν, μνησθέντες τοῦ @1 (5) ὑπερουρανίου θυσιαστηρίου, οὐκ ἔτι εὔχονται εἰς αὐτὸ ἀνενεχθῆναι τὰ δῶρα· ἀλλ᾿ ὡς ἤδη ἀνενεχθέντων ἐκεῖ καὶ προσδεχθέντων εὔχονται ἀντικαταπεμφθῆναι ἡμῖν τὴν χάριν καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. «Εὐξώμεθα, φησί, ὑπὲρ τῶν ἁγιασθέντων δώρων.» Ἵνα ἁγιασθῇ; Οὐδαμῶς· (10) ἡγίασται γάρ· ἀλλ᾿ ἵνα ἁγιαστικὰ ἡμῖν γένωνται, ἵνα ὁ ἁγιά- σας αὐτὰ Θεὸς καὶ ἡμᾶς δι᾿ αὐτῶν ἁγιάσῃ. (17.) Φανερὸν τοίνυν ὡς τὸ ἀτιμάζειν τὴν ὑπὲρ τῶν δώρων εὐχὴν μετὰ τὸν τοῦ Κυρίου λόγον οὐδὲ τῆς Ἐκκλησίας τῶν Λατίνων ἐστὶν ἁπλῶς, ἀλλ᾿ ἐνίων ὀλίγων καὶ νεωτέρων, οἷοι καὶ τἄλλα αὐτὴν ἐλυμήναντο· εἰς οὐδὲν ἕτερον εὐκαιροῦντες καὶ τἄλλα αὐτὴν ἐλυμήναντο· εἰς οὐδὲν ἕτερον εὐκαιροῦντες «ἢ λέγειν τι καὶ ἀκούειν καινότερον». (5) (18.) Καὶ ταῦτα μὲν περὶ τῆς εὐχῆς. 31. (t.) ΛΑ´. Τίνος χάριν ὁ ἱερεὺς εἰς τὸν ἁγιασμὸν τῶν δώρων οὐ τὸν Υἱόν, ἀλλὰ τὸν Πατέρα καλεῖ; (1.) Ἀλλὰ τίνος χάριν οὐ τὸν Υἱὸν ἐπὶ τὸ ἁγιάσαι τὰ δῶρα καλεῖ ὁ ἱερεὺς ἱερέα τε ὄντα καὶ ἁγιάζοντα, καθάπερ εἴρηται, ἀλλὰ τὸν Πατέρα; @1 (2.) Ἵνα μάθῃς ὅτι τὸ ἁγιάζειν ὁ Σωτὴρ οὐχ ὡς ἄνθρωπος ἔχει, ἀλλ᾿ ὡς Θεός· καὶ διὰ τὴν δύναμιν τὴν θείαν, ἣν κοινὴν κέκτηται μετὰ τοῦ Πατρός. (3.) Τοῦτο καὶ αὐτὸς ὁ Κύριος δηλῶσαι βουλόμενος, ὅτε ἐτέλει τὸ μυστήριον, εἰς τὸν οὐρανὸν ἔβλεπε καὶ τῷ Πατρὶ ἀνεδείκνυ τὸν ἄρτον. Διὰ τὸν αὐτὸν λόγον καὶ ἔνια τῶν θαυμάτων οὕτω φαίνεται ποιῶν ἐν σχήματι τῆς πρὸς τὸν Θεὸν εὐχῆς ἵνα δείξῃ ὡς οὐ φύσεως ἐστὶ ἀνθρωπίνης τὰ (5) τοιαῦτα, καθ᾿ ἣν Μητέρα ἔσχεν ἐπὶ τῆς γῆς, ἀλλὰ τῆς αὐτοῦ θεότητος, καθ᾿ ἣν τὸν Θεὸν εἶχε Πατέρα. Καὶ ὅτε δὲ ἔμελλεν ἐπὶ τὸν σταυρὸν ἀναβαίνειν, βουλόμενος σημᾶναι τὰς δύο θελήσεις αὐτοῦ, τὴν θείαν καὶ τὴν ἀνθρωπίνην, τὴν μὲν θέλησιν τῆς ἑαυτοῦ θεότητος τῷ Πατρὶ ἀνετίθει, τὴν δὲ (10) θέλησιν τῆς ἀνθρωπότητος ἑαυτοῦ θέλησιν ἔλεγεν εἶναι· «Οὐχ ὡς ἐγὼ θέλω, φησίν, ἀλλ᾿ ὡς σύ», καί· «Μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω.» Ὅτι γὰρ καὶ αὐτὸς ταύτην ἤθελε τὴν θέλησιν, ἣν ἀπεκλήρου τῷ Πατρί, δῆλος μὲν ἦν καὶ ἀπ᾿ αὐτῶν τούτων τῶν ῥημάτων, ἐν οἷς δοκεῖ διαιρεῖν (15) τὴν ἑαυτοῦ θέλησιν τῆς θελήσεως τοῦ Πατρός. Τὸ γάρ· «Μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω» συντιθεμένου ἦν καὶ τὰ αὐτὰ βουλομένου. Δῆλος δὲ ἦν, ὅτε ἐπετίμα τῷ Πέτρῳ ἀπευχομένῳ τὸν σταυρὸν αὐτοῦ καὶ τὸν θάνατον· καὶ ἔτι ἐν οἷς ἔλεγεν· «Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν (20) οἷς ἔλεγεν· «Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν (20) μεθ᾿ ὑμῶν πρὸ τοῦ με παθεῖν.» Τοῦ πρὸς τῷ πάθει πάσχα, φησίν, ἐπεθύμησα, μονονοὺ λέγων· Ἐπιθυμίᾳ ἐπεθύμησα αὐτὰ τὰ πρόθυρα τοῦ πάθους ἰδεῖν. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. @1 32. (t.) ΛΒ´. Περὶ τῆς θυσίας αὐτῆς, καὶ τί ἐστι τὸ δεχόμενον τὴν θυσίαν (1.) Περὶ δὲ τῆς θυσίας αὐτῆς ἄξιον ἐκεῖνο ζητεῖν. (2.) Ἐπεὶ γὰρ οὐ τύπος θυσίας οὐδὲ αἵματος εἰκών, ἀλλὰ ἀληθῶς σφαγὴ καὶ θυσία, ζητῶμεν τί τὸ θυόμενον, ὁ ἄρτος ἢ τὸ τοῦ Κυρίου σῶμα; δηλονότι πότε τὰ δῶρα θύεται πρὸ τοῦ ἁγιασθῆναι ἢ μετὰ τὸ ἁγιασθῆναι; (3.) Καὶ εἰ μὲν ὁ ἄρτος τὸ θυόμενον, πρῶτον μὲν τίς ἄρτου θυσία γένοιτ᾿ ἄν; Ἔπειτα οὐ τοῦτο ἡμῖν ἐστι τὸ μυστήριον ἄρτον ἰδεῖν σφαττόμενον, ἀλλὰ τὸν Ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τῇ σφαγῇ τὴν ἁμαρτίαν τοῦ κόσμου. (4.) Εἰ δὲ αὐτὸ θύεται τὸ Κυριακὸν σῶμα, μάλιστα μὲν οὐδὲ δυνατόν· οὐ γὰρ σφαγῆναι ἔτι ἢ πληγῆναι δύναται, ἀκήρατον ἤδη καὶ ἀθάνατον γενόμενον. Εἰ δὲ ἐξῆν τι τοιοῦτον αὐτὸ ἐνεγκεῖν, ἔδει καὶ τοὺς σταυροῦντας εἶναι καὶ τἄλλα συνελθεῖν ἅπαντα, ἃ τὴν θυσίαν ἐκείνην εἰργάσατο· εἴγε οὐ τύπος (5) σφαγῆς, ἀλλὰ σφαγὴ ἀληθὴς ὑπόκειται εἶναι. (5.) Ἔπειτα πῶς ὁ Χριστὸς ἅπαξ ἀπέθανε καὶ ἐγερθεὶς «οὐκέτι ἀποθνῄσκει», καὶ «ἅπαξ ἔπαθεν ἐπὶ συντελείᾳ τοῦ @1 αἰῶνος», καὶ «ἅπαξ λέγεται προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας»; (6.) Εἰ γὰρ καθ᾿ ἑκάστην τελετὴν αὐτὸς θύεται, καθ᾿ ἑκά- στην ἀποθνῄσκει. (7.) Τί οὖν πρὸς ταῦτα ἔστιν εἰπεῖν; (8.) Ἡ θυσία οὔτε πρὸ τοῦ ἁγιασθῆναι τὸν ἄρτον οὔτε μετὰ τὸ ἁγιασθῆναι τελεῖται, ἀλλ᾿ ἐν αὐτῷ τῷ ἁγιάζεσθαι. Οὕτω τὸ ἁγιασθῆναι τελεῖται, ἀλλ᾿ ἐν αὐτῷ τῷ ἁγιάζεσθαι. Οὕτω γὰρ ἀνάγκη πάντας συντηρεῖσθαι τοὺς πιστευομένους περὶ αὐτῆς λόγους καὶ μηδένα διαπίπτειν. (9.) Τίνας δὴ λέγω λόγους; (10.) Τὸ τὴν θυσίαν ταύτην μὴ εἰκόνα καὶ τύπον εἶναι θυσίας, ἀλλὰ θυσίαν ἀληθινήν, τὸ μὴ ἄρτον εἶναι τὸ τεθυμένον, ἀλλ᾿ αὐτὸ τοῦ Χριστοῦ τὸ σῶμα· καὶ πρὸς τούτοις τὸ μίαν εἶναι τὴν τοῦ Ἀμνοῦ τοῦ Θεοῦ θυσίαν καὶ ἅπαξ γεγενημένην. (11.) Καὶ πρῶτον ἴδωμεν, εἰ μὴ τύπος ἀλλὰ πρᾶγμα θυσίας ἡ τελετή. (12.) Τίς γὰρ ἡ τοῦ προβάτου θυσία, ἡ ἀπὸ τοῦ μὴ ἐσφαγμέ- νου πάντως εἰς τὸ ἐσφαγμένον μεταβολή, τοῦτο καὶ ἐνταῦθα γίνεται. Ὁ γὰρ ἄρτος ἄθυτος ὢν μεταβάλλει τότε εἰς τὸ τεθυμένον. Μεταβάλλει γὰρ ἀπὸ τοῦ ἄρτου μὴ ἐσφαγμένου εἰς αὐτὸ τὸ σῶμα τοῦ Κυρίου τὸ σφαγὲν ἀληθῶς. Ὅθεν (5) καθάπερ ἐπὶ τοῦ προβάτου ἡ μεταβολὴ θυσίαν ἀληθῶς ἐργάζεται, οὕτω καὶ ἐνταῦθα διὰ τὴν μεταβολὴν ταύτην θυσία τὸ τελούμενον ἀληθές· μεταβάλλει γὰρ οὐκ εἰς τύπον, ἀλλ᾿ εἰς πρᾶγμα σφαγῆς, εἰς αὐτὸ τὸ σῶμα Κυρίου τὸ τεθυμένον. (10) (13.) Ἀλλ᾿ εἰ μὲν ἄρτος μένων ἐγένετο τεθυμένος, ὁ ἄρτος ἂν ἦν ὁ δεξάμενος τὴν σφαγὴν καὶ ἦν ἂν ἡ σφαγὴ τότε ἄρτου θυσία. (14.) Ἐπεὶ δὲ ἀμφότερα μετεβλήθη καὶ τὸ ἄθυτον καὶ ὁ ἄρτος καὶ γέγονεν ἀντὶ μὲν ἀθύτου τεθυμένος, ἀντὶ δὲ ἄρτου σῶμα Χριστοῦ, διὰ τοῦτο ἡ σφαγὴ ἐκείνη οὐκ ἐν τῷ ἄρτῳ, @1 ἀλλ᾿ ὡς ἐν ὑποκειμένῳ θεωρουμένη τῷ σώματι τοῦ Χριστοῦ, οὐ τοῦ ἄρτου ἀλλὰ τοῦ Ἀμνοῦ τοῦ Θεοῦ θυσία καὶ ἔστι (5) καὶ λέγεται. (15.) Φανερὸν δὲ ὅτι τούτων ὑποκειμένων οὐδὲν ἀναγκάζει πολλὰς γίνεσθαι τὰς προσαγωγὰς τοῦ Κυριακοῦ σώματος. πολλὰς γίνεσθαι τὰς προσαγωγὰς τοῦ Κυριακοῦ σώματος. Ἐπεὶ γὰρ ἡ θυσία αὐτὴ γίνεται, οὐ σφαττομένου τηνικαῦτα τοῦ Ἀμνοῦ, ἀλλὰ τοῦ ἄρτου μεταβαλλομένου εἰς τὸν σφαγέντα Ἀμνόν, πρόδηλον ὡς ἡ μὲν μεταβολὴ γίνεται, ἡ δὲ σφαγὴ οὐ (5) γίνεται τότε, καὶ οὕτω τὸ μεταβαλλόμενον πολλὰ καὶ ἡ μετα- βολὴ πολλάκις· τὸ δὲ εἰς ὃ μεταβάλλεται, οὐδὲν κωλύει ἓν καὶ τὸ αὐτὸ εἶναι, καθάπερ σῶμα ἓν οὕτω καὶ σφαγὴν τοῦ σώματος μίαν. Καὶ ταῦτα μὲν περὶ τούτων. (10) 33. (t.) ΛΓ´. Περὶ τῶν μετὰ τὴν θυσίαν εὐχῶν καὶ τίς ὁ λόγος καθ᾿ ὃν ἐνταῦθα μνημονεύει τῶν ἁγίων καὶ τῆς Παναγίας ἐξαιρέτως (1.) Ὁ δὲ ἱερεύς, τῆς θυσίας τελεσθείσης, καὶ τὸ ἐνέχυρον τῆς τοῦ Θεοῦ φιλανθρωπίας προκείμενον ὁρῶν τὸν Ἀμνὸν @1 αὐτοῦ, ὡς ἤδη τοῦ μεσίτου λαβόμενος καὶ μεθ᾿ ἑαυτοῦ τὸν παράκλητον ἔχων, γνωρίζει τὰ ἑαυτοῦ αἰτήματα πρὸς τὸν Θεόν, ἐκχεῖ τὴν δέησιν μετὰ χρηστῆς ἤδη καὶ βεβαίας (5) ἐλπίδος, καὶ ὧν προτιθεὶς τὸν ἄρτον ἐμνήσθη, καὶ ὑπὲρ ὧν τὰς προτελείους εὐχὰς ἐποιήσατο καὶ τὰ δῶρα προσήνεγκε, καὶ προσδεχθῆναι αὐτὰ ἱκέτευε, ταῦτα προσδεχθέντα, εὔχεται εἰς ἔργον ἐκβῆναι. (2.) Τίνα δὲ ταῦτα; (3.) Κοινὰ καὶ ζῶσι καὶ ἀπελθοῦσι, τὸ τὴν χάριν ἀντικατα- πεμφθῆναι ἀντὶ τῶν δώρων παρὰ τοῦ δεξαμένου ταῦτα Θεοῦ· ἰδίᾳ δὲ τοῖς μὲν ἀπελθοῦσι ψυχῶν ἀνάπαυσιν καὶ βασιλείας κληρονομίαν μετὰ τῶν τετελειωμένων ἁγίων· τοῖς δὲ ζῶσι τὸ μετασχεῖν τῆς ἱερᾶς τραπέζης καὶ ἁγιασθῆναι, καὶ μηδένα (5) «εἰς κρῖμα ἢ εἰς κατάκριμα» μετασχεῖν· ἄφεσιν ἁμαρτιῶν, εἰρήνην, εὐετηρίαν, χορηγίαν τῶν ἀναγκαίων, τὸ βασιλείας τελευταῖον ἀξίους φανῆναι παρὰ τῷ Θεῷ. (4.) Ἐπεὶ δὲ οὐ μόνον ἱκέσιος αὐτὴ ἡ προσαγωγὴ τῆς θυσίας (4.) Ἐπεὶ δὲ οὐ μόνον ἱκέσιος αὐτὴ ἡ προσαγωγὴ τῆς θυσίας ἀλλὰ καὶ χαριστήριος, καθάπερ ἐν τοῖς προοιμίοις τῆς τελετῆς, ἡνίκα ὁ ἱερεὺς ὡς δῶρα ἀνατίθησι τῷ Θεῷ τὰ προσαγόμενα καὶ τὴν εὐχαριστίαν ἐμφαίνει καὶ τὴν ἱκεσίαν, οὕτω καὶ νῦν τυθέντων καὶ τελειωθέντων τῶν δώρων, καὶ εὐχαριστεῖ δι᾿ (5) αὐτῶν τῷ Θεῷ καὶ ἱκεσίαν προσάγει, καὶ τίθησι μὲν τὰς ἀφορμὰς τῆς εὐχαριστίας, προστίθησι δὲ τὰς ὑποθέσεις τῆς ἱκεσίας. (5.) Καὶ τίνες αἱ ἀφορμαὶ τῆς εὐχαριστίας; Οἱ ἅγιοι, καθάπερ καὶ πρότερον εἴρηται. Ἐν τούτοις γὰρ ἡ Ἐκκλησία τὸ ζητού- μενον εὗρε καὶ τῆς εὐχῆς ἔτυχε τῆς βασιλείας τῶν οὐρανῶν. (6.) Τίνες δὲ αἱ ὑποθέσεις τῆς ἱκεσίας; Οἱ μήπω τελειω- θέντες, οἱ δεόμενοι εὐχῆς. @1 (7.) Καὶ περὶ μὲν τῶν ἁγίων ἔτι «Προσάγομέν σοι, φησί, τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυ- σαμένων, προπατόρων, πατέρων, πατριαρχῶν, ἀποστόλων, κηρύκων, προφητῶν, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, ἐγκρατευτῶν, καὶ παντὸς πνεύματος ἐν πίστει τετελειωμένου, (5) ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδό- ξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας», καὶ ἑξῆς καταλέγει τὸν τῶν ἁγίων ἁπάντων σύλλογον. Οὗτοί εἰσιν αἱ ἀφορμαὶ τῆς πρὸς Θεὸν εὐχαριστίας τῇ Ἐκκλησίᾳ. Ὑπὲρ τούτων προσάγει τὴν λογικὴν ταύτην λατρείαν ὡς (10) χαριστήριον τῷ Θεῷ· καὶ πάντων ἐξαιρέτως τῶν ἄλλων ὑπὲρ τῆς μακαρίας τοῦ Θεοῦ μητρός, ὡς οὔσης ἁγιωσύνης ἐπέκεινα πάσης. Διὰ τοῦτο οὐδὲν αὐτοῖς εὔχεται ὁ ἱερεύς, ἀλλὰ μᾶλλον αὐτὸς παρ᾿ ἐκείνων εἰς τὰς εὐχὰς δεῖται βοηθεῖσθαι. Ὅτι οὐχ ἱκέσιον ἀλλὰ χαριστήριον, ὡς εἴρηται, ποιεῖται ὑπὲρ (15) αὐτῶν τὴν τῶν δώρων προσαγωγήν. (8.) Μετὰ δὲ ταῦτα καὶ τὴν ἱκεσίαν δείκνυσι καὶ καταλέγει περὶ ὧν ἱκετεύει, καὶ εὔχεται πᾶσι τὴν σωτηρίαν, καὶ εἴ τι περὶ ὧν ἱκετεύει, καὶ εὔχεται πᾶσι τὴν σωτηρίαν, καὶ εἴ τι προσῆκόν ἐστιν ἑκάστῳ καὶ κατάλληλον ἀγαθόν· ἐν οἷς καὶ ταῦτά φησιν· «Ἔτι προσάγομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης, ὑπὲρ τῆς ἁγίας καθολικῆς καὶ (5) ἀποστολικῆς Ἐκκλησίας, ὑπὲρ τῶν ἐν σεμνῇ πολιτείᾳ διαγόν- των, ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων βασιλέων ἡμῶν.» Καὶ τοιαῦτα εὔχεται. (9.) Καὶ οὕτω μὲν ὁ μακάριος Ἰωάννης, διπλοῦν τὸ σχῆμα τῆς ἱερᾶς ταύτης λατρείας εἶναι σημαίνων, χαριστήριον καὶ ἱκέσιον, χωρὶς μὲν τίθησιν ὑπὲρ ὧν εὐχαριστεῖ, χωρὶς δὲ @1 ὑπὲρ ὧν ἱκετεύει. Ὁ δὲ θεῖος Βασίλειος τῇ ἱκεσίᾳ παρα- μίγνυσι τὴν εὐχαριστίαν. Καὶ τοῦτο ποιεῖ πανταχοῦ τῆς (5) ἱερουργίας· καὶ τὰς εὐχὰς ἂν εὕροις σχεδὸν ἁπάσας καὶ τοῦτο κἀκεῖνο δυναμένας. Μέμνηται δὲ καὶ τῶν ἁγίων, ὧν ὁ ἅγιος Ἰωάννης, καὶ κατ᾿ αὐτὸν τῆς ἱερουργίας τὸν τόπον, ἀλλ᾿ οὐ τὸν αὐτὸν τρόπον. Εὐξάμενος γὰρ ἀξιωθῆναι πάντας τῆς κοινωνίας τῶν μυστηρίων «μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα», (10) ἐπάγει· «ἀλλ᾿ ἵνα εὕρωμεν χάριν μετὰ πάντων τῶν ἁγίων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων, προπατόρων, πατρῶν, πατριαρχῶν» καὶ τὰ ἑξῆς· εἶτα «ἐξαιρέτως τῆς παναγίας». Ἀλλὰ καὶ ταῦτα τὰ ῥήματα ἔχει μὲν ἱκεσίαν, ἐμφαίνει δὲ εὐχαριστίαν καὶ γὰρ εὐεργέτην τοῦ γένους κηρύττει τὸν Θεόν, (15) ἐν οἷς μέμνηται τῶν παρ᾿ αὐτοῦ τελειωθέντων καὶ ἁγιασθέντων ἀνθρώπων, μονονοὺ λέγων· Ἵνα δῷς ἡμῖν χάριν, ἣν τοῖς ἁγίοις κατέθου πρότερον, ἵνα ἁγιάσῃς ὥσπερ καὶ ἄλλους φθάσας ἡγιάσας τῶν ὁμογενῶν ἡμῖν. (10.) Καὶ περὶ μὲν τούτων ἀρκείτω ταῦτα. 34. (t.) ΛΔ´. Περὶ ὧν ὁ ἱερεὺς ἕνεκα ἑαυτοῦ εὔχεται ὑπὲρ τῶν ἱερῶν δώρων καὶ ὑπὲρ ὧν τοῖς πιστοῖς εὔχεσθαι κελεύει (1.) Ὁ δὲ ἱερεύς, μετὰ τὸ πᾶσιν εὔξασθαι τὰ δέοντα, καὶ ὑπὲρ ἑαυτοῦ εὔχεται ὑπὸ τῶν δώρων ἁγιασθῆναι. (1.) Ὁ δὲ ἱερεύς, μετὰ τὸ πᾶσιν εὔξασθαι τὰ δέοντα, καὶ ὑπὲρ ἑαυτοῦ εὔχεται ὑπὸ τῶν δώρων ἁγιασθῆναι. (2.) Τίνα ἁγιασμόν; Ἄφεσιν λαβεῖν ἁμαρτιῶν. Τοῦτο γὰρ προηγουμένως τῶν δώρων τούτων τὸ ἔργον. Καὶ πόθεν δῆλον; Ἐξ ὧν ὁ Κύριος εἶπε τοῖς ἀποστόλοις, τὸν ἄρτον δεικνύς· «Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν» καὶ ἐπὶ τοῦ ποτηρίου ὁμοίως. @1 (5) (3.) «Μνήσθητι, Κύριε, φησί, καὶ τῆς ἐμῆς ἀναξιότητος καὶ συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον, καὶ μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας κωλύσῃς τὴν χάριν τοῦ πανα- γίου σου Πνεύματος ἀπὸ τῶν προκειμένων δώρων.» (4.) Ἄφεσιν ἁμαρτιῶν δίδωσι τὸ Πνεῦμα τὸ ἅγιον τοῖς τού- των κοινωνοῦσι τῶν δώρων. Αὕτη ἡ χάρις, φησί, μὴ κωλυ- θήτω ἐπ᾿ ἐμοῦ ἀπὸ τῶν δώρων διὰ τὰς ἐμὰς ἁμαρτίας. Διττῶς γὰρ λέγεται ἐνεργεῖν ἐν τοῖς τιμίοις δώροις ἡ χάρις, ἕνα μὲν τρόπον καθ᾿ ὃν αὐτὰ ἁγιάζεται, ἕτερον δὲ καθ᾿ ὃν ἡ χάρις δι᾿ (5) αὐτῶν ἡμᾶς ἁγιάζει. (5.) Τὸν μὲν οὖν πρῶτον τρόπον ἐν τοῖς δώροις τὴν χάριν ἐνεργεῖν, οὐδὲν δύναται κωλύειν τῶν ἀνθρωπίνων κακῶν. Ἀλλὰ καθάπερ ὁ ἁγιασμὸς αὐτῶν οὐκ ἔστιν ἀνθρωπίνης ἀρετῆς ἔργον, οὕτως οὐδὲν κωλύεσθαι δυνατὸν αὐτὸν ὑπὸ κακίας ἀνθρώπων. (5) (6.) Ὁ δεύτερος δὲ καὶ τῆς ἡμετέρας δεῖται σπουδῆς. Διὰ τοῦτο καὶ ὑπὸ τῆς ἡμῶν κωλύεται ῥᾳθυμίας. Ἁγιάζει γὰρ ἡ χάρις διὰ τῶν δώρων ἡμᾶς, ἐὰν πρὸς τὸν ἁγιασμὸν ἐπιτη- δείως ἔχοντας λάβῃ, ἃ δὲ ἀπαρασκευάστοις ἐμπέσῃ, οὔτε ὄφελος ἤνεγκεν οὐδὲν καὶ μυρίαν ἡμῖν ἐνέθηκε βλάβην. (5) Ταύτην τὴν χάριν, εἴτε ἄφεσις ἁμαρτιῶν ἐστι μόνον, εἴτε μετ᾿ ἐκείνης καὶ ἄλλη δωρεὰ διδομένη τοῖς μετὰ καθαροῦ συνειδότος τὸ ἱερὸν τοῦτο δειπνούντων δεῖπνον, εὔχεται ὁ ἱερεὺς μὴ κωλυθῆναι ἀπὸ τῶν δώρων, ὡς δυναμένην κωλυ- ὁ ἱερεὺς μὴ κωλυθῆναι ἀπὸ τῶν δώρων, ὡς δυναμένην κωλυ- θῆναι δι᾿ ἀνθρωπίνην κακίαν. (10) (7.) Ταύτην τὴν εὐχὴν εὔχεται καὶ μετ᾿ ὀλίγα σὺν παντὶ τῷ πλήθει κοινῇ· εὐξάμενος γὰρ ἅπασιν ὁμόνοιαν ὥστε «ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάζειν» τὸν Θεὸν καί, οὕτω δια- τεθεῖσιν ἐπαγγειλάμενος, «τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ», εἶτα κελεύει δεηθῆναι τοῦ @1 (5) Θεοῦ τὴν εἰρημένην εὐχήν, ἣν αὐτὸς εὔξατο, πάντας τοὺς ἁγίους εἰς ἐπικουρίαν καλέσαντας. Τοῦτο γάρ ἐστι τὸ μνημο- νεῦσαι πάντων τῶν ἁγίων τὸ καλέσαι, τὸ δεηθῆναι. (8.) Καὶ τί φησι; «Δεηθῶμεν τοῦ Κυρίου ὑπὲρ τῶν ἁγια- σθέντων δώρων», οὐχ ἵνα αὐτὰ δέξωνται τὸν ἁγιασμόν, διὰ τοῦτο γὰρ ἁγιασθέντα αὐτὰ εἶπον ἵνα μὴ σὺ τοῦτο νομίσῃς, ἀλλ᾿ ἵνα αὐτοῦ ἡμῖν μεταδοῖεν· τοῦτο γάρ ἐστι «τὸν φιλάνθρω- πον Θεόν, τὸν προσδεξάμενον αὐτά, τὴν χάριν ἡμῖν ἀντικατα- (5) πέμψαι». Εὐξώμεθα, φησίν, ὑπὲρ τῶν δώρων ἵνα εἰς ἡμᾶς ἐνεργὰ γένωνται, ἵνα μὴ ἀδυνατήσῃ πρὸς ταύτην τὴν χάριν, καθάπερ ὅτε μετὰ τῶν ἀνθρώπων ἐφαίνετο τὸ πᾶν τὸ δυνά- μενον τοῦτο σῶμα, ἔστιν ἐν αἷς τῶν πόλεων οὐκ ἐδύνατο σημεῖα ποιεῖν διὰ τὴν ἀπιστίαν αὐτῶν. (10) (9.) Οὕτω δὲ ταῦτα πρὸς τὸ πλῆθος βοήσας, εἶτα καὶ αὐτὸς ἐφ᾿ ἑαυτοῦ ἡσυχῇ εὔχεται, περὶ τῶν αὐτῶν τὸν Θεὸν ἱκετεύων ὥστε «μεταλαβεῖν μὲν τῶν φρικτῶν μυστηρίων μετὰ καθα- ροῦ συνειδότος», ἀπολαῦσαι δὲ τῆς ἱερᾶς ταύτης τραπέζης «ἁμαρτιῶν ἄφεσιν, Πνεύματος ἁγίου κοινωνίαν, βασιλείας (5) κληρονομίαν καὶ μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα». (10.) Εἶτα εὐξάμενος ἅπασι τὴν τοῦ Θεοῦ βοήθειαν καὶ τὴν φυλακήν, κελεύει καὶ αὐτοὺς εὔξασθαι «τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον» διενεγκεῖν, φρουρὸν ἔχοντας «ἄγγελον εἰρήνης πιστὸν» διὰ τὸν ἄγγελον τοῦ ψεύδους, ᾧ τὰ αὐτῶν πιστεύειν οὐκ ἀσφαλές. Εὐχόμεθα (5) τοῦ ψεύδους, ᾧ τὰ αὐτῶν πιστεύειν οὐκ ἀσφαλές. Εὐχόμεθα (5) δὲ περὶ τοῦ φύλακος ἀγγέλου, οὐχ ἵνα τότε ἡμῖν δοθῇ, δέδοται γὰρ ἐξ ἀρχῆς ἑκάστῳ τῶν πιστῶν ἄγγελος, ἀλλ᾿ ἵνα ἐνεργὸς ᾖ καὶ τὰ αὐτοῦ ποιῇ, καὶ φρουρῇ, καὶ πρὸς τὴν εὐθεῖαν ὁδὸν ἡμᾶς ὁδηγῇ, καὶ μὴ ἀποστῇ μηνίσας διὰ τὰς ἁμαρτίας ἡμῶν. @1 (11.) Πρὸς τούτοις «ἄφεσιν ἁμαρτιῶν» καὶ πάντα «τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ», καὶ ἔτι πρὸς τὸ μέλλον ἀσφάλειαν, «ἐν εἰρήνῃ καὶ μετανοίᾳ» διενεγκόντας «τὸν ὑπόλοιπον τῆς ζωῆς χρόνον», ὥστε εἶναι τὰ τέλη τοῦ βίου Χριστιανοῖς πρέποντα, εἶτα (5) «ἑαυτοὺς παραθέσθαι τῷ Θεῷ καὶ ἀλλήλους καὶ πᾶσαν αὐτῶν τὴν ζωήν, τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύματος αἰτησαμένους». (12.) Τί δὲ βούλεται «ἡ τῆς πίστεως ἑνότης καὶ ἡ τοῦ ἁγίου Πνεύματος κοινωνία», καὶ τίνος ἕνεκα τούτων ἐνταῦθα δεόμεθα, διὰ πολλῶν εἴρηται πρότερον. 35. (t.) ΛΕ´. Περὶ τῆς Θεοῦ παραδότου εὐχῆς καὶ τῆς κλίσεως τῶν κεφαλῶν καὶ τῆς μετὰ τοῦτο εὐχαριστίας καὶ δεήσεως πρὸς τὸν Θεὸν καὶ δοξολογίας (1.) Ἀλλ᾿ οὕτως αὐτοὺς οἰκοδομήσας καὶ πανταχόθεν εἰς τὸ ἀγαθὸν συγκροτήσας, ὡς ἤδη τελείους καὶ τῆς θείας υἱοθεσίας ἀξίους γενομένους, ἱκετεύει τὸν Θεὸν ἀξιωθῆναι τὴν εὐχὴν ἐκείνην εὔχεσθαι σὺν αὐτῷ «μετὰ παρρησίας» ἐν ᾗ τολμῶμεν Πατέρα καλεῖν αὐτόν. Εὐξαμένων δὲ αὐτῶν μετ᾿ αὐτοῦ (5) πάντων, αὐτὸς τὸ ἀκροτελεύτιον ἐκβοήσας εἰς δοξολογίαν τοῦ Θεοῦ τὴν εὐχὴν κατακλείει. @1 (2.) Μετὰ τοῦτο τὴν εἰρήνην εὔχεται πᾶσιν. Οὕτω δὲ τῆς εὐγενείας διὰ τῆς εὐχῆς ἀναμνήσας καὶ Πατέρα καλέσας τὸν Θεόν, εἶτα καὶ ὡς Δεσπότην ἐπιγινώσκειν κελεύει καὶ τὰ δούλων πρὸς αὐτὸν ἐπιδείκνυσθαι, καὶ κλῖναι τὰς κεφαλὰς αὐτῷ, καὶ τούτῳ τῷ σχήματι τὴν δουλείαν ὁμολογῆσαι. Καὶ (5) αὐτῷ, καὶ τούτῳ τῷ σχήματι τὴν δουλείαν ὁμολογῆσαι. Καὶ (5) κλίνουσιν οὐ μόνον ὡς φύσει Δεσπότῃ καὶ Δημιουργῷ καὶ Θεῷ, ἀλλὰ καὶ ὡς ὠνητοὶ δοῦλοι τῷ πριαμένῳ τοῦ αἵματος τοῦ Μονογενοῦς, ὑπὲρ οὗ καὶ διπλοῦς δούλους ἡμᾶς ἐκτήσατο καὶ υἱοὺς ἐποιήσατο τοὺς αὐτούς. Καὶ γὰρ καὶ τὴν δουλείαν ηὔξησεν ἡμῖν καὶ μείζονα ἔδειξε καὶ τὴν υἱοθεσίαν εἰργάσατο (10) τὸ ἓν καὶ τὸ αὐτὸ αἷμα. (3.) Πάντων δὲ κλινόντων τὰς κεφαλάς, ὁ ἱερεὺς ἐφ᾿ ἑαυτοῦ τῷ Θεῷ χάριτας τῆς τῶν ὄντων δημιουργίας ὁμολογήσας εὔχεται τὰ συμφέροντα πᾶσι, μνησθεὶς πρὸς αὐτὸν καὶ τοῦ ὀνόματος τοῦ Μονογενοῦς καὶ τῆς αὐτοῦ χάριτος καὶ φιλαν- θρωπίας, ὡς οὕτω τὰ αἰτήματα ληψόμενος κατὰ τὴν αὐτοῦ (5) τοῦ Σωτῆρος θείαν ἐπαγγελίαν· «Πάντα γάρ, φησίν, ὅσα ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.» Εἶτα δοξολογίαν προσθεὶς εἰς ἐπήκοον τοῦ περιεστῶτος πλήθους, ὑμνεῖ τὴν παναγίαν Τριάδα καὶ λαβὼν κοινωνοὺς τῆς δοξο- λογίας. (10) (4.) Εἶτα πάλιν εἰς ἑαυτὸν ἐπιστρέφει καὶ ἡσυχῇ καθ᾿ ἑαυτὸν εὔχεται. Εὐχόμενος δὲ αὐτὸν καλεῖ τὸν Χριστόν, τὸ σφάγιον, τὸν ἱερέα, τὸν ἄρτον, ἵνα αὐτὸς δι᾿ ἑαυτοῦ τοῖς δούλοις ἑαυτοῦ μεταδῷ. @1 36. (t.) ΛϚ´. Περὶ ὧν ὁ ἱερεὺς πρὸς τὸ πλῆθος βοᾷ τὰ ἅγια ὑψῶν καὶ ὧν ἐκεῖνοι πρὸς αὐτὸν ἀντιβοῶσιν (1.) Καὶ μέλλων ἐπὶ τὴν τράπεζαν καὶ αὐτὸς χωρεῖν καὶ ἄλλους συγκαλεῖν, ἐπεὶ οὐ πᾶσιν ἁπλῶς ἔξεστιν ἡ κοινωνία τῶν μυστηρίων, καὶ αὐτὸς οὐ πάντας καλεῖ, ἀλλὰ τὸν ζωο- ποιὸν ἄρτον λαβὼν καὶ ἀναδείξας, τοὺς ἀξίους αὐτοῦ μεθέξον- τας εἰς τὴν μετουσίαν καλεῖ· «Τὰ ἅγια, φησί, τοῖς ἁγίοις», (5) μονονοὺ λέγων· Ἰδοὺ ὁ τῆς ζωῆς ἄρτος ὃν ὁρᾶτε. Οὐκοῦν δράμετε μεταληψόμενοι, ἀλλ᾿ οὐ πάντες, ἀλλ᾿ εἴ τις ἅγιος. Τὰ γὰρ ἅγια τοῖς ἁγίοις ἐφεῖται μόνοις. Ἁγίους δὲ τοὺς τελείους γὰρ ἅγια τοῖς ἁγίοις ἐφεῖται μόνοις. Ἁγίους δὲ τοὺς τελείους τὴν ἀρετὴν ἐνταῦθά φησιν, ἀλλὰ καὶ ὅσοι πρὸς τὴν τελειότητα ἐκείνην ἐπείγονται μέν, λείπονται δὲ ἔτι. Καὶ τούτους γὰρ (10) οὐδὲν κωλύει τῶν ἁγίων μυστηρίων ἐν μεθέξει γινομένους ἁγιάζεσθαι καὶ τοῦτο τὸ μέρος ἁγίους εἶναι, ὥσπερ καὶ ἡ Ἐκκλησία πᾶσα ἁγία λέγεται καὶ ὁ μακάριος Ἀπόστολος πρὸς δῆμον ὁλόκληρον γράφων· «Ἀδελφοὶ ἅγιοι, φησί, κλήσεως ἐπουρανίου μέτοχοι.» Ἅγιοι γὰρ καλοῦνται διὰ τὸν (15) ἅγιον οὗ μετέχουσι καὶ ᾧ σώματος καὶ αἵματος κοινωνοῦσι. Μέλη γὰρ τοῦ σώματος ὄντες ἐκείνου, σάρκες ἐκ τῶν σαρκῶν αὐτοῦ καὶ ὀστᾶ ἐκ τῶν ὀστῶν αὐτοῦ, ἕως ἐσμὲν αὐτῷ συνημ- μένοι καὶ τὴν ἁρμονίαν φυλάττομεν, ζῶμεν τὴν ζωὴν καὶ τὸν ἁγιασμὸν ἕλκοντες διὰ τῶν μυστηρίων ἀπὸ τῆς κεφαλῆς (20) ἐκείνης καὶ τῆς καρδίας. Ἐπειδὰν δὲ ἀποτμηθῶμεν καὶ τῆς ὁλότητος ἐκπέσωμεν τοῦ παναγίου σώματος, μάτην τῶν ἱερῶν γευόμεθα μυστηρίων· οὐ γὰρ διαβήσεται ἡ ζωὴ πρὸς τὰ νεκρὰ καὶ ἀποκοπέντα μέλη. @1 (2.) Τί δὲ τὸ ἀποκόπτον τοῦ ἁγίου σώματος ἐκείνου ταῦτα τὰ μέλη; «Αἱ ἁμαρτίαι ὑμῶν, φησί, διιστῶσι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.» (3.) Τί οὖν; πᾶσα ἁμαρτία νεκρὸν ποιεῖ τὸν ἄνθρωπον; (4.) Οὐδαμῶς, ἀλλ᾿ ἡ πρὸς θάνατον μόνον. Διὰ τοῦτο γὰρ καὶ πρὸς θάνατον λέγεται· «ἔστι γὰρ ἁμαρτία οὐ πρὸς θάνατον» κατὰ τὸν μακάριον Ἰωάννην. Διὰ τοῦτο τοὺς μεμυημένους, εἰ μὴ τὰ τοιαῦτα πλημμελοῖεν, οἷα τοῦ Χριστοῦ διαστῆσαι καὶ θάνατον ἐνεγκεῖν, οὐδὲν τὸ κωλύον κοινωνοῦντας τῶν μυστη- (5) ρίων τοῦ ἁγιασμοῦ μετέχειν, καὶ πράγματος ἕνεκα καὶ ὀνό- ματος, ὡς ἂν ἔτι ζῶντα μέλη καὶ συνημμένους τῇ κεφαλῇ. (5.) Διὰ τοῦτο καὶ τοῦ ἱερέως βοήσαντος· «Τὰ ἅγια τοῖς ἁγίοις», οἱ πιστοὶ ἀντιβοῶσι· «Εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός.» Ὅτι οὐδεὶς οἴκοθεν ἔχει Χριστός, εἰς δόξαν Θεοῦ Πατρός.» Ὅτι οὐδεὶς οἴκοθεν ἔχει τὸν ἁγιασμόν, οὐδ᾿ ἔργον ἀνθρωπίνης ἐστὶν ἀρετῆς, ἀλλ᾿ ἐξ ἐκείνου πάντες καὶ δι᾿ ἐκεῖνον. Καὶ καθάπερ εἰ πολλὰ κάτοπ- (5) τρα τεθείη ὑπὸ τὸν ἥλιον, πάντα μὲν λάμπει καὶ ἀκτῖνας ἀφίησι, καὶ δόξεις πολλοὺς ἡλίους ὁρᾶν, εἷς δὲ ἀληθῶς ὁ ἐν πᾶσιν ἀστράπτων ἥλιος· οὕτω καὶ ὁ μόνος ἅγιος, εἰς τοὺς πιστοὺς χεόμενος, ἐν πολλαῖς μὲν φαίνεται ψυχαῖς καὶ πολλοὺς δείκνυσιν ἁγίους, ἔστι δὲ εἷς καὶ μόνος ἅγιος· οὐδὲν (10) ἧττον εἰς δόξαν Θεοῦ Πατρός. Τὸν γὰρ Θεὸν οὐδεὶς ἐδόξαζε τὴν αὐτῷ προσήκουσαν δόξαν. Ὅθεν ὀνειδίζων πρὸς τοὺς Ἰουδαίους ἔλεγεν· «Εἰ Θεός εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου;» Ἀλλὰ μόνος ὁ Μονογενὴς ἀπέδωκεν αὐτῷ τὴν ὀφειλομένην δόξαν. Διὸ καὶ πρὸς τῷ πάθει γενόμενος ἔλεγεν πρὸς τὸν (15) Πατέρα· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς.» Πῶς γὰρ ἐδόξα- σεν; Οὐκ ἄλλως ἢ τὸν ἁγιασμὸν ἐπιδειξάμενος τὸν ἐκείνου τοῖς ἀνθρώποις, ἅγιος φανεὶς ὥσπερ αὐτός ἐστιν ἅγιος ὁ Πατήρ. Εἴτε γὰρ ὡς Πατέρα τοῦ ἁγίου τούτου νοήσομεν @1 τὸν Θεόν, δόξα τοῦ Πατρὸς ἡ τοῦ Υἱοῦ λαμπρότης ἐστίν· (20) εἴτε ὡς Θεὸν διὰ τὴν ἀνθρωπότητα, δόξα τοῦ Δημιουργοῦ πάντως ἡ τοῦ δημιουργήματος ἀξία ἢ ἀρετή. 37. (t.) ΛΖ´. Τί σημαίνει τὸ θερμὸν ὕδωρ ἐμβαλλόμενον εἰς τὰ μυστήρια (1.) Οὕτω δὲ συγκαλέσας τοὺς πιστοὺς εἰς τὸ ἱερὸν δεῖπνον, αὐτὸς πρῶτος αὐτοῦ μεταλαμβάνει καὶ ὅσοι τῶν ὁμοταγῶν, καὶ ὅσοι περὶ τὸ βῆμα, θερμὸν ὕδωρ πρότερον εἰς τὸ ποτήριον ἐμβαλὼν σημασίας ἕνεκα τῆς τοῦ ἁγίου Πνεύματος ἐπὶ τὴν Ἐκκλησίαν καθόδου. Κατῆλθε γὰρ τότε τῆς οἰκονομίας (5) τελεσθείσης τοῦ Σωτῆρος ἁπάσης· νῦν δὲ ἐπιδημεῖ, τῆς θυσίας ἀνενεχθείσης καὶ τελειωθέντων τῶν δώρων τοῖς γε ἀξίως κοινωνοῦσιν αὐτῶν. (2.) Τῆς γὰρ τοῦ Χριστοῦ οἰκονομίας ἁπάσης κατὰ τὴν (2.) Τῆς γὰρ τοῦ Χριστοῦ οἰκονομίας ἁπάσης κατὰ τὴν ἱερὰν τῆς εὐχαριστίας τελετὴν ἐν τῷ ἄρτῳ καθάπερ ἐν πίνακι γραφομένης, καὶ γὰρ καὶ βρέφος αὐτὸν ὡς ἐν τύπῳ θεωροῦμεν καὶ εἰς θάνατον ἀγόμενον, καὶ σταυρούμενον, καὶ τὴν πλευρὰν κεντούμενον· εἶτα καὶ αὐτὸν τὸν ἄρτον εἰς ἐκεῖνο τὸ πανάγιον @1 (5) σῶμα, τὸ ταῦτα ἀληθῶς ὑπομεῖναν καὶ ἀναστάν, καὶ ἀνα- ληφθέν, καὶ καθήμενον ἐν δεξιᾷ τοῦ Πατρός, μεταβαλλόμενον ἔδει καὶ τὸ τέλος τούτων ἁπάντων μετὰ ταῦτα πάντα σημαίνεσθαι, ἵνα ὁλόκληρος ἡ μύησις γένηται τοῦ μυστηρίου, τῇ πραγματείᾳ πάσῃ καὶ οἰκονομίᾳ τοῦ ἀποτελέσματος (10) προστεθέντος. (3.) Τί γὰρ τὸ ἔργον καὶ ἀποτέλεσμα τῶν τοῦ Χριστοῦ παθῶν καὶ ἔργων καὶ λόγων; Εἴ τις πρὸς ἡμᾶς αὐτὰ θεωρεῖ, οὐδὲν ἕτερον ἢ ἡ τοῦ ἁγίου Πνεύματος εἰς τὴν Ἐκκλησίαν ἐπιδημία. Οὐκοῦν ἔδει μετ᾿ ἐκεῖνα σημανθῆναι καὶ αὐτήν. Καὶ δὴ σημαίνεται τοῦ ζέοντος ὕδατος ἐγχεομένου τοῖς μυστηρίοις. (5) (4.) Τὸ μὲν γὰρ ὕδωρ, τοῦτο αὐτό τε ὕδωρ ὂν καὶ πυρὸς μετέχον, τὸ Πνεῦμα σημαίνει τὸ ἅγιον, ὃ καὶ ὕδωρ λέγεται καὶ ὡς πῦρ ἐφάνη τότε τοῖς τοῦ Χριστοῦ μαθηταῖς ἐμπεσόν. (5.) Ὁ δὲ καιρὸς οὗτος τὸν καιρὸν ἐκεῖνον σημαίνει. Τότε μὲν γὰρ κατῆλθε μετὰ τὸ πληρωθῆναι τὰ κατὰ Χριστὸν ἅπαντα, νῦν δὲ τελειωθέντων τῶν δώρων τὸ ὕδωρ ἐπεισάγεται τοῦτο. (6.) Διὰ δὲ τῶν μυστηρίων καὶ ἡ Ἐκκλησία σημαίνεται, «σῶμα οὖσα Χριστοῦ καὶ μέλη ἐκ μέρους»· ἥτις καὶ τότε ἐδέξατο τὸ Πνεῦμα τὸ ἅγιον, μετὰ τὸ ἀναληφθῆναι τὸν Χριστὸν εἰς τοὺς οὐρανούς· καὶ νῦν δέχεται τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος, προσδεχθέντων τῶν δώρων εἰς τὸ ὑπερου- (5) ράνιον θυσιαστήριον, ἀντικαταπέμποντος αὐτὴν ἡμῖν τοῦ προσδεξαμένου ταῦτα Θεοῦ, κατὰ τὰ προειρημένα, ὅτι μεσίτης ὁ αὐτὸς καὶ τότε καὶ νῦν καὶ τὸ αὐτὸ Πνεῦμα. @1 προσδεξαμένου ταῦτα Θεοῦ, κατὰ τὰ προειρημένα, ὅτι μεσίτης ὁ αὐτὸς καὶ τότε καὶ νῦν καὶ τὸ αὐτὸ Πνεῦμα. @1 38. (t.) ΛΗ´. Κατὰ τίνα λόγον τὰ μυστήρια σημαντικὰ τῆς Ἐκκλησίας εἰσί (1.) Σημαίνεται δὲ ἡ Ἐκκλησία ἐν τοῖς μυστηρίοις οὐχ ὡς ἐν συμβόλοις, ἀλλ᾿ ὡς ἐν καρδίᾳ μέλη καὶ ὡς ἐν ῥίζῃ τοῦ φυτοῦ κλάδοι, καὶ καθάπερ ἔφη ὁ Κύριος, ὡς ἐν ἀμπέλῳ κλή- ματα. Οὐ γὰρ ὀνόματος ἐνταῦθα κοινωνία μόνον ἢ ἀναλογίας ὁμοιότης, ἀλλὰ πράγματος ταυτότης. (5) (2.) Καὶ γὰρ σῶμα καὶ αἷμα Χριστοῦ τὰ μυστήρια· ἀλλὰ τῇ Ἐκκλησίᾳ Χριστοῦ ταῦτα βρῶσίς ἐστι καὶ πόσις ἀληθινή· καὶ τούτων μετέχουσα οὐ πρὸς ἀνθρώπινον αὐτὰ μεταβάλλει σῶμα, καθάπερ ἄλλο τι σιτίον, ἀλλ᾿ αὐτὴ μεταβάλλεται πρὸς ἐκεῖνα τῶν κρειττόνων ὑπερνικώντων. Ἐπεὶ καὶ σίδηρος (5) ὁμιλήσας πυρὶ αὐτὸς γίνεται πῦρ, οὐ τῷ πυρὶ δίδωσιν εἶναι σίδηρον· καὶ καθάπερ τὸν πυρακτωθέντα σίδηρον οὐ σίδηρον, ἀλλὰ πῦρ ἀτεχνῶς ὁρῶμεν, τῶν τοῦ σιδήρου ἰδιωμάτων ὑπὸ τοῦ πυρὸς παντελῶς ἀφανιζομένων, οὕτω καὶ τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν εἴ τις ἰδεῖν δυνηθείη, κατ᾿ αὐτὸ τοῦτο καθ᾿ ὅσον (10) αὐτῷ ἥνωται καὶ τῶν αὐτοῦ μετέχει σαρκῶν, οὐδὲν ἕτερον ἢ αὐτὸ μόνον τὸ Κυριακὸν ὄψεται σῶμα. Διὰ τοῦτον τὸν λόγον· «Ὑμεῖς ἐστε σῶμα Χριστοῦ» γράφει Παῦλος, «καὶ μέλη ἐκ μέρους.» Οὐ γὰρ τὴν τοῦ Χριστοῦ περὶ ἡμᾶς πρόνοιαν καὶ παιδαγωγίαν καὶ νουθεσίαν καὶ τὴν ἡμῶν ὑποταγὴν πρὸς (15) αὐτὸν δηλῶσαι βουλόμενος, τὸν μὲν κεφαλήν, ἡμᾶς δὲ σῶμα προσεῖπεν, ὥσπερ οὓς καὶ ἡμεῖς τῶν συγγενῶν ἢ φίλων μέλη καλοῦμεν ὑπερβολῇ χρώμενοι· ἀλλ᾿ αὐτὸ ἐκεῖνο σημαίνων @1 ὅπερ ἔλεγεν, ὅτι τοὺς πιστοὺς ἤδη διὰ τὸ αἷμα τοῦτο ζῶντας τὴν ἐν τῷ Χριστῷ ζωὴν καὶ τῆς κεφαλῆς ὡς ἀληθῶς ἐκεί- (20) νης ἐξηρτημένους, καὶ τοῦτο περικειμένους τὸ σῶμα. (3.) Διὰ ταῦτα οὐδὲν ἀπεικὸς ἐνταῦθα διὰ τῶν μυστηρίων τὴν (3.) Διὰ ταῦτα οὐδὲν ἀπεικὸς ἐνταῦθα διὰ τῶν μυστηρίων τὴν Ἐκκλησίαν σημαίνεσθαι. 39. (t.) ΛΘ´. Περὶ τῆς ἐπὶ τὴν κοινωνίαν κλήσεως τῶν πιστῶν καὶ ἃ προσφωνοῦσι τοῖς δώροις φανεῖσιν οἱ πιστοί (1.) Ὁ δὲ ἱερεὺς μετασχὼν τῶν ἁγιασμάτων πρὸς τὸ πλῆθος ἐπιστρέφεται καὶ δείξας τὰ ἅγια καλεῖ τοὺς μετασχεῖν βουλο- μένους, καὶ προσιέναι κελεύει «μετὰ φόβου Θεοῦ καὶ πίστεως», μήτε καταφρονοῦντας διὰ τὸ φαινόμενον, μήτε ἐνδοιάζοντας διὰ τὸ ὑπὲρ λόγον εἶναι τὸ πιστευόμενον, ἀλλ᾿ (5) ἐπιγινώσκοντας τὴν ἀξίαν αὐτῶν καὶ ὡς εἴη ζωῆς αἴτια αἰωνίου τοῖς μεταλαμβάνουσι πιστεύοντας προσιέναι. (2.) Αὐτοὶ δὲ τὴν εὐλάβειαν ἐπιδεικνύμενοι καὶ τὴν πίστιν καὶ προσκυνοῦσιν καὶ εὐλογοῦσι καὶ θεολογοῦσι τὸν ἐν αὐτοῖς νοούμενον Ἰησοῦν, καὶ ἵνα λαμπρὰ γένηται ἡ δοξολογία ἀπὸ τῶν προφητικῶν αὐτὴν ποιοῦνται ῥημάτων· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν (5) ἡμῖν.» «Ἐγὼ ἦλθον, φησίν, ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐάν τις ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Τοῦτο τοῦ γνησίου Δεσπότου, τοῦτο τοῦ Μονογενοῦς, τὸν Πατέρα ἐπιφημίζειν. Ἐκεῖνο τοῦ δραπέτου δούλου τὸ αὔθαδες, ἡ ἀποστασία. Ταῦτα εἰδὼς ὁ Προφήτης @1 (10) καὶ μαθὼν τὸ ἀποδιαστέλλον τὸν καλὸν ποιμένα τοῦ λύκου πόρρωθεν εὐλογεῖ τὸν ἐρχόμενον ἐν ὀνόματι Κυρίου, Κύριον τὸν Πατέρα λέγων, καὶ τὸν ἐπιφανέντα τοῦτον αὐτὸν εἶναί φησι τὸν Θεόν. Τούτοις καὶ αὐτοὶ τοῖς λογίοις χρώμενοι ὡς νῦν αὐτοῖς τὸν Χριστὸν ἐρχόμενον καὶ φαινόμενον εὐλογοῦσιν. (15) 40. (t.) Μ´. Περὶ τῆς ὑπὲρ αὐτῶν εὐχῆς τοῦ ἱερέως ἣν ἐκφωνεῖ μετὰ τὴν μετάληψιν αὐτοῖς (1.) Εἶτα μετασχοῦσι τῶν μυστηρίων εὔχεται ὁ ἱερεὺς τὴν παρὰ τοῦ Θεοῦ σωτηρίαν καὶ εὐλογίαν. Καὶ τίς ἡ εὐχή; «Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονο- Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονο- μίαν σου.» (2.) Καὶ τοῦτο τὸ ῥῆμα προφητικόν. Οἷον ὁ αὐτὸς Προφήτης καὶ ἀλλαχοῦ φησι· «Δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς», ὡς ἀπὸ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν εἰρημένον. Ὅπερ γὰρ ὡς Θεὸς εἶχεν ἐξ ἀρχῆς, ὡς ἄνθρωπος ἐκληρονόμησεν ὕστερον. (5) (3.) Τί οὖν, ἐπεὶ καὶ δημιουργὸς ἡμῶν ἐστιν ὁ αὐτός, οὐ· «Τὰ ἔργα σου, φησίν, εὐλόγησον», ὧν αὐτὸς εἶ ποιητής, ἀλλά· «τὴν κληρονομίαν σου»; Ἵνα δυσωπήσῃ μᾶλλον, τῆς πτωχείας ἣν ὑπὲρ ἡμῶν ἐπτώχευσεν ἀναμνήσας αὐτόν. Ὑπὲρ τούτων ἱκετεύω, φησίν, ὑπὲρ ὧν αὐτὸς ἠνέσχου μετὰ τῶν (5) δούλων γενέσθαι καὶ λαβεῖν ἐντολήν, καὶ στῆναι μετὰ τῶν λαμβανόντων, ὁ πάντα ἔχων· καὶ ἀκοῦσαι κληρονόμος ᾧ μηδὲν ἐπίκτητον. (4.) Ἄλλως τε τὸ μνησθῆναι τῆς ἀκριβεστέρας πρὸς τὸν @1 Χριστὸν οἰκειώσεως ἡμῶν εἰς ἔλεον αὐτὸν ἐφέλκεται μᾶλ- λον. Ἀκριβεστέρα δὲ οἰκείωσις ἡ κληρονομία τῆς δημιουρ- γίας· πολλῷ τῷ μέσῳ καὶ πολὺ βέλτιον ἡμᾶς ἐκτήσατο κληρονομήσας ἢ πρότερον εἶχε δημιουργήσας. Ἀπὸ μὲν γὰρ (5) τῆς δημιουργίας τῆς φύσεως ἁπλῶς τῶν ἀνθρώπων ἐκράτει, ἀπὸ δὲ τῆς κληρονομίας τοῦ λόγου καὶ τῆς προαιρέσεως κατέστη Δεσπότης, ὅπερ ἐστὶν ἀνθρώπων ἄρχειν ὡς ἀληθῶς. Ἐκεῖνο γὰρ κοινόν ἐστι καὶ τοῖς ἀλόγοις καὶ τοῖς ἀψύχοις. Φύσει γὰρ πάντα ὑποτάσσεται τῷ Θεῷ ὡς δημιουργήματα (10) τῷ δημιουργῷ. (5.) Ἀλλὰ πῶς κατὰ τὴν κληρονομίαν τοῦ λόγου καὶ τῆς προαιρέσεως κατέστη Δεσπότης; Ὅτι κατελθόντι εἰς τὴν γῆν καὶ σταυρωθέντι καὶ ἀναστάντι τὸν λόγον τὸν ἡμέτερον ὑπετάξαμεν αὐτῷ καὶ τὴν θέλησιν· τὸν μὲν λόγον ὅτι ἔγνωμεν αὐτὸν Θεὸν ἀληθινὸν καὶ τῆς κτίσεως ἁπάσης Δεσπότην· τὴν (5) αὐτὸν Θεὸν ἀληθινὸν καὶ τῆς κτίσεως ἁπάσης Δεσπότην· τὴν (5) δὲ θέλησιν ὅτι ἠγαπήσαμεν αὐτὸν καὶ τὴν αὐτοῦ δεσποτείαν καὶ τὸν αὐτοῦ ζυγὸν μετὰ χαρᾶς ἐπὶ τῶν αὐχένων ἠνέγκαμεν. (6.) Οὕτω τελείως τοὺς ἀνθρώπους ὁ Θεὸς ἔλαβεν, οὕτως ἀληθῶς ἐκτήσατο. Ταύτης τῆς κτήσεως Ἡσαΐας ὁ προφήτης πόρρωθεν ἐπιθυμῶν ἔλεγε· «Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς.» (7.) Τοῦτο ἡ κληρονομία ἣν λέγεται λαβεῖν παρὰ τοῦ Πατρὸς ὁ Μονογενής. Καὶ τοιαύτη μὲν ἡ εὐχή. 41. (t.) ΜΑ´. Περὶ τῆς μετὰ ταῦτα εὐχαριστίας καὶ δοξολογίας (1.) Ἐνταῦθα δὲ ἡ ἱερουργία συμπληροῦται ἅπασα καὶ ἡ τῆς θείας εὐχαριστίας τελετὴ πέρας λαμβάνει. Τά τε γὰρ δῶρα @1 ἡγίασται καὶ τὸν ἱερέα ἡγίασε καὶ πάντα τὸν περὶ αὐτὸν χορόν, καὶ δι᾿ αὐτῶν τὸ λοιπὸν τῆς ἐκκλησίας ἐτέλεσε καὶ ἡγίασε πλήρωμα. (5) (2.) Διὰ τοῦτο εἰς εὐχαριστίαν τοῦ Θεοῦ καὶ δοξολογίαν αὐτός τε ὁ ἱερεὺς καταλήγει καὶ οἱ περιεστῶτες πιστοί. Καὶ ὁ μέν· «Εὐλογητὸς ὁ Θεός, φησί, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» (3.) Τὸ δὲ πλῆθος ᾄδουσι τὸ προοίμιον τῆς ᾠδῆς ἀπὸ τῶν προφητικῶν ῥημάτων λαβόντες· «Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως, Κύριε, ὅπως ἂν ὑμνήσωμεν τὴν δόξαν σου.» Οὔκ ἐσμεν ἱκανοί, φησί, Δέσποτα, οὐδὲ ὕμνον σοι προσενεγ- κεῖν, ὑπὲρ τῶν ἀγαθῶν ὧν ἡμᾶς ἠξίωσας, ἀλλὰ σὺ καὶ τοῦτο (5) δός. Τίνα τρόπον; Πληρώσας τὸ στόμα ἡμῶν αἰνέσεως καὶ ὥσπερ εὐχὴν δίδως τοῖς εὐχομένοις, ἵν᾿ εἰδῶμεν τίνα δεῖ καὶ ὅπως αἰτεῖσθαι· οὕτω καὶ πρὸς τὸν ὕμνον τὸν σὸν δίδου δύναμιν τῷ στόματι. (4.) Εἶτα εὔχονται τὸν ἁγιασμόν, ὃν ἔλαβον ἔχοντες, μεῖναι καὶ μὴ προδοῦναι τὴν χάριν, μηδὲ ἀπολέσαι τὴν δωρεάν, ὑπὸ τῆς ἐκείνου βοηθούμενοι χειρός· «Τήρησον ἡμᾶς ἐν τῷ σῷ τῆς ἐκείνου βοηθούμενοι χειρός· «Τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ»· τί ποιοῦντας; —Δεῖ γὰρ καὶ τῶν παρ᾿ ἡμῶν. — «Ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου»· (5) δικαιοσύνην λέγοντες τὴν ἐνθεωρουμένην τοῖς μυστηρίοις σοφίαν τοῦ Θεοῦ καὶ φιλανθρωπίαν, ὥσπερ ὁ Παῦλος ἐξέλα- βεν· «Οὐ γὰρ ἐπαισχύνομαι, φησί, τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας»· ταύτης ἡ μελέτη @1 (10) τῆς δικαιοσύνης τὸν ἁγιασμὸν ἐν ἡμῖν δύναται συντηρεῖν. Καὶ γὰρ καὶ τὴν εἰς Θεὸν πίστιν αὔξει καὶ τὴν ἀγάπην ἀνάπτει, καὶ οὐδὲν ἐᾷ πονηρὸν ἐπεισελθεῖν τῇ ψυχῇ· οὐκ ἄρα μάτην ἐν τοῖς ἔμπροσθεν ἐλέγομεν ὅτι χωρὶς τῶν πρεπόντων τοῖς μυστηρίοις λογισμῶν, οὐκ ἔστι τὸν ἁγιασμὸν συνεστάναι καὶ (15) παραμένειν ἡμῖν. 42. (t.) ΜΒ´. Περὶ τῶν κεκοιμημένων, εἰ ἁγιάζονται ἀπὸ τῶν τῆς τραπέζης δώρων ὁμοίως τοῖς ζῶσι (1.) Κἀκεῖνο δὲ πρὸς τοῖς εἰρημένοις ἐξετάσαι τῶν ἀναγ- καίων. (2.) Διττῶς γὰρ ἁγιάζουσα φαίνεται ἡ θεία αὕτη καὶ ἱερὰ τελετή. Ἕνα μὲν τρόπον τῇ μεσιτείᾳ· προσφερόμενα γὰρ τὰ δῶρα αὐτῷ τῷ προσφέρεσθαι ἁγιάζει τοὺς προσφέροντας καὶ ὑπὲρ ὧν προσφέρουσι, καὶ ἵλεων αὐτοῖς ἐργάζονται τὸν Θεόν. Ἕτερον δὲ τῇ μεταλήψει, ὅτι βρῶσις ἡμῖν γίνεται καὶ πόσις (5) κατὰ τὸν τοῦ Κυρίου λόγον ἀληθινή. (3.) Τούτων τῶν τρόπων ὁ μὲν πρῶτος κοινὸς γίνεται καὶ ζῶσι καὶ τεθνηκόσι· καὶ γὰρ ὑπὲρ ἀμφοτέρων τῶν γενῶν ἡ θυσία προσφέρεται· ὁ δὲ δεύτερος μόνοις ἔξεστι τοῖς ζῶσιν· οὐ γὰρ ἐσθίειν ἔτι καὶ πίνειν οἱ νεκροὶ δύνανται. Τί οὖν; Διὰ τοῦτο οὐδὲ ἁγιάζονται τοῦτον τὸν ἁγιασμὸν ἀπὸ τῆς μετα- (5) λήψεως καὶ ἔλαττον ἐνταῦθα ἔχουσιν τῶν ζώντων οἱ τεθνη- κότες; Οὐδαμῶς. Καὶ γὰρ καὶ αὐτοῖς ὁ Χριστὸς ἑαυτοῦ κότες; Οὐδαμῶς. Καὶ γὰρ καὶ αὐτοῖς ὁ Χριστὸς ἑαυτοῦ μεταδίδωσι τρόπον ὃν οἶδεν αὐτός. (4.) Καὶ ἵνα γένηται δῆλον, θεωρῶμεν τὰ αἴτια τοῦ ἁγιασμοῦ, @1 εἰ μὴ καὶ αἱ ψυχαὶ ἔχουσι τῶν τεθνηκότων ὥσπερ τῶν ζώντων. (5.) Τίνα δὲ τὰ αἴτια τοῦ ἁγιασμοῦ; ἆρα τὸ σῶμα ἔχειν, τὸ ποσὶ δραμεῖν ἐπὶ τὴν τράπεζαν, τὸ χερσὶ λαβεῖν τὰ ἅγια, τὸ δέξασθαι τῷ στόματι, τὸ φαγεῖν, τὸ πιεῖν; Οὐδαμῶς. Πολλοῖς γὰρ ταῦτα ἐπιδεξαμένοις καὶ οὕτω προσεληλυθόσι τοῖς μυστηρίοις, οὔτε γέγονε πλέον οὐδὲν καὶ ἀπῆλθον μυρίων (5) ὄντες ὑπεύθυνοι κακῶν. (6.) Ἀλλὰ τίνα τοῦ ἁγιασμοῦ τὰ αἴτια τοῖς ἁγιαζομένοις; καὶ τίνα ἐστὶν ἃ παρ᾿ ἡμῶν ὁ Χριστὸς ἀπαιτεῖ; Ψυχῆς κάθαρ- σις, ἀγάπη πρὸς Θεόν, πίστις, ἐπιθυμία τοῦ μυστηρίου, προθυμία πρὸς τὴν μετάληψιν, ὁρμὴ ζέουσα, τὸ διψῶντας δραμεῖν. Ταῦτά ἐστιν ἃ τὸν ἁγιασμὸν ἐφέλκεται τοῦτον· καὶ (5) μεθ᾿ ὧν τοὺς προσερχομένους ἀνάγκη τοῦ Χριστοῦ μετασχεῖν καὶ ὧν χωρὶς ἀδύνατον. (7.) Ἀλλὰ ταῦτα πάντα οὐ σωματικά, ἀλλὰ τῆς ψυχῆς ἐξήρτηται μόνης. Οὐκοῦν οὐδὲν κωλύει καὶ τὰς ψυχὰς ταῦτα δύνασθαι τῶν τεθνηκότων ὥσπερ τῶν ζώντων. (8.) Εἰ τοίνυν αἱ μὲν ψυχαὶ πρὸς τὸ μυστήριον ἑτοίμως ἔχουσι καὶ παρεσκευασμένως, ὁ δὲ ἁγιάσας καὶ τελέσας Κύριος ἁγιάζειν ἀεὶ βούλεται καὶ ἑαυτὸν ἑκάστοτε μεταδιδόναι ἐπιθυμεῖ, τί τὸ κωλύσον τὴν μετουσίαν; Πάντως οὐδέν. (9.) Οὐκοῦν εἴποι τις ἄν· Εἴ τις καὶ τῶν ζώντων τὰ μὲν ἐν τῇ ψυχῇ ἀγαθὰ ἔχοι τὰ εἰρημένα, μὴ προσέλθοι δὲ τοῖς μυστηρίοις, ἕξει τὸν ἐκεῖθεν ἁγιασμὸν οὐδὲν ἧττον; (10.) Οὐ πᾶς· ἀλλ᾿ εἴ τις οὐ δύναται προσιέναι σωματικῶς ὥσπερ αἱ τῶν τεθνηκότων ψυχαί· οἷοι γεγόνασιν οἱ ἐν «ἐρη- μίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς», οἷς θυσιαστήριον καὶ ἱερέα ἰδεῖν ἀμήχανον ἦν. Τούτους @1 γῆς», οἷς θυσιαστήριον καὶ ἱερέα ἰδεῖν ἀμήχανον ἦν. Τούτους @1 γὰρ αὐτὸς ὁ Χριστὸς τὸν ἁγιασμὸν ἀφανῶς ἡγίαζε τοῦτον. (5) Πόθεν δῆλον; Ὅτι ζωὴν εἶχον ἐν ἑαυτοῖς· οὐκ ἂν ἔχοντες, εἰ μὴ τοῦ μυστηρίου τούτου μετεῖχον. Αὐτὸς γὰρ ὁ Χριστὸς εἶπεν· «Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Καὶ ἵνα τοῦτο σημάνῃ, πολλοῖς τῶν ἁγίων τούτων ἀγγέλους (10) ἔπεμψε τὰ δῶρα κομίζοντας. (11.) Εἰ δέ τις δυνάμενος οὐ προσέλθοι τῇ τραπέζῃ, τοῦτον τοῦ παρ᾿ αὐτοῖς ἁγιασμοῦ τυχεῖν παντελῶς ἀδύνατον· οὐχ ὅτι οὐ προσῆλθεν ἁπλῶς, ἀλλ᾿ ὅτι δυνάμενος οὐ προσῆλθε· καὶ διὰ τοῦτο δῆλός ἐστιν ὅτι τῶν ὀφειλομένων ἀγαθῶν τοῖς μυστηρίοις ἔρημον ἔχει τὴν ψυχήν. (5) (12.) Τίς γὰρ ὁρμὴ καὶ προθυμία περὶ τὴν τράπεζαν παρὰ τῷ δυναμένῳ ῥᾳδίως δραμεῖν ἐπ᾿ αὐτὴν καὶ μὴ βουλομένῳ; Τίς δὲ πίστις πρὸς Θεὸν παρὰ τῷ μὴ φοβουμένῳ τὴν ἐν τοῖς ῥήμασι τοῦ Κυρίου κειμένην ἀπειλήν, τοῖς τὸ δεῖπνον τοῦτο περιορῶσι; Πῶς δ᾿ ἂν πιστευθείη φιλεῖν, ὃ λαβεῖν ἐξὸν οὐ (5) λαμβάνει; (13.) Διὰ τοῦτο οὐδὲν καινόν, εἰ σωμάτων ἀπολελυμέναις ψυχαῖς ὁ Χριστός, αἷς τοιαύτην πονηρίαν οὐδεμίαν ἐγκαλεῖν ἔχει, τῆς τραπέζης μεταδίδωσι ταύτης. Ἐκεῖνο μὲν γὰρ καινὸν καὶ ὑπερφυὲς εἰ φθορᾷ συζῶν ἄνθρωπος ἀκηράτου φάγοι σώματος· τὸ δὲ οὐσίαν ἀθάνατον τὴν ψυχὴν ἀθανάτου (5) μεταλαβεῖν τὸν κατάλληλον αὐτῇ τρόπον τί θαυμαστόν; Εἰ δὲ τὸ καινὸν τοῦτο καὶ ὑπερφυὲς διὰ φιλανθρωπίαν ἄφατον καὶ σοφίαν ἀπόρρητον ἐξεῦρεν ὅπως ἀνύσει, τὸ εἰκὸς καὶ τὸ ἀκόλουθον ποιεῖν πῶς οὐ πιστευθήσεται; @1 43. (t.) ΜΓ´. Ὅτι τῇ ψυχῇ τοῦ μεταλαμβάνοντος προηγουμένως ὁ ἁγιασμὸς ἐνίεται (1.) Ἐπεὶ καὶ αὐτοῖς τοῖς ἔτι μετὰ σώματος ζῶσι δίδοται (1.) Ἐπεὶ καὶ αὐτοῖς τοῖς ἔτι μετὰ σώματος ζῶσι δίδοται μὲν τὸ δῶρον διὰ τοῦ σώματος, ἀλλ᾿ εἰς τὴν οὐσίαν πρῶτον χωρεῖ τῆς ψυχῆς καὶ διὰ τῆς ψυχῆς ἐπὶ τὸ σῶμα διαβαίνει· καὶ τοῦτο δηλῶν ὁ μακάριος Ἀπόστολος· «Ὁ κολλώμενος τῷ Κυρίῳ, φησίν, ἓν πνεῦμά ἐστιν»· ὡς ἐν τῇ ψυχῇ προηγου- (5) μένως τῆς ἑνώσεως ταύτης καὶ τῆς συναφείας συνισταμένης. (2.) Ἐκεῖ γὰρ κυρίως ὁ ἄνθρωπος· ἐκεῖ καὶ ὁ ἁγιασμὸς ὁ ἀπὸ τῶν ἀρετῶν καὶ τῆς ἀνθρωπίνης σπουδῆς· καὶ τὸ ἁμαρτάνον ἐκεῖ καὶ τὸ δεόμενον τῆς ἰατρείας τῆς παρὰ τῶν δώρων ἐκεῖνο. Τῷ σώματι δὲ πάντα ἀπὸ τῆς ψυχῆς γίνεται· καὶ ὥσπερ ἀπὸ τῶν πονηρῶν διαλογισμῶν τῶν ἀπὸ τῆς (5) καρδίας ἐξερχομένων μολύνεται, οὕτω καὶ ὁ ἁγιασμὸς ἐκεῖθεν αὐτῷ, καθάπερ ὁ ἀπὸ τῆς ἀρετῆς, οὕτω καὶ ὁ ἀπὸ τῶν μυστηρίων. Ἐνίοις δὲ καὶ σωματικαὶ νόσοι συμβαίνουσιν, αἰτίαν ἔχουσαι τὴν κακοήθειαν τῆς ψυχῆς· ὃ σημάναι βουλό- μενος ὁ Σωτὴρ τῷ θεραπεῦσαι τὴν τοῦ νοσοῦντος ψυχήν, (10) ὅπερ ἦν τῶν ἁμαρτιῶν αὐτὴν ἀπολῦσαι, τὸ σῶμα τῆς ἀρρωστίας ἀνέστησεν. (3.) Εἰ τοίνυν οὐδὲ πρὸς τὴν ὑποδοχὴν τοῦ ἁγιασμοῦ δεῖται τοῦ σώματος ἡ ψυχή, ἀλλὰ ταύτης μᾶλλον ἐκεῖνο. (4.) Τί πλέον τῆς τελετῆς ἔχουσιν αἱ μετέχουσαι σώματος ψυχαὶ τῶν ἀπηλλαγμένων, ὅτι τὸν ἱερέα ὁρῶσιν καὶ παρ᾿ αὐτοῦ τὰ δῶρα δέχονται; Ἀλλὰ καὶ κἀκεῖναι τὸν αἰώνιον ἔχουσιν ἱερέα πάντα ταῦτα αὐταῖς γινόμενον, ὃς καὶ τῶν ἔτι ζώντων @1 τοῖς ὡς ἀληθῶς λαμβάνουσι μεταδίδωσιν. Οὐ γὰρ πάντες οἷς (5) δίδωσιν ὁ ἱερεὺς ἀληθῶς μεταλαμβάνουσιν· ἀλλ᾿ ἐκεῖνοι μόνοι πάντως οἷς αὐτὸς δίδωσιν ὁ Χριστός. Ὁ μὲν γὰρ ἱερεὺς πᾶσιν ἁπλῶς τοῖς προσιοῦσιν· ὁ δὲ Χριστὸς τοῖς ἀξίοις τοῦ μετασχεῖν. Ὅθεν δῆλον ὡς ὁ τελῶν τὰς ψυχὰς τὸ μυστήριον καὶ ἁγιάζων καὶ ζῶντας καὶ τεθνηκότας μόνος τις αὐτός (10) ἐστιν ὁ Σωτήρ. καὶ ἁγιάζων καὶ ζῶντας καὶ τεθνηκότας μόνος τις αὐτός (10) ἐστιν ὁ Σωτήρ. (5.) Ἐκ δὴ τῶν εἰρημένων ἁπάντων ἐκεῖνο γίνεται δῆλον ὅτι πάντα ὅσα εἰς τὴν ἱερὰν ἥκει τελετὴν κοινά ἐστι καὶ ζῶσι καὶ τεθνηκόσι. Καὶ γὰρ καὶ τὰ αἴτια τοῦ ἁγιασμοῦ ψυχικὰ ὄντα ἀγαθὰ καὶ ἀμφοτέροις πρόσεστι· καὶ τὸ προηγουμένως καὶ οἰκείως ἔχον πρὸς τὸν ἁγιασμὸν τὸ αὐτό· καὶ ὁ ἁγιάζων (5) ἱερεὺς ὁ αὐτός. Τοῦτο μόνον τοῖς ἐν σώματι ζῶσι προσὸν οὐ μέτεστι τοῖς ἀπελθοῦσι τὸ καὶ τοὺς ἀναξίους τῶν μυστηρίων ἁγιάζεσθαι δοκεῖν, ὅτι τὰ δῶρα τῷ στόματι δέχονται. Ἐκεῖ γὰρ οὐδὲ προσιέναι δυνατόν, εἴ τις ἀπαρασκευάστως ἔχει, ἀλλὰ μόνοις ἔξεστι τοῖς ἀξίοις ἡ μετουσία· τοῦτο δὲ οὐ προστίθησιν (10) ἁγιασμὸν τοῖς ζῶσιν· ἀλλὰ τοὐναντίον κόλασιν ἔχει τὴν ἐσχάτην. Καὶ διὰ τοῦτο τοῦ γένους τῶν ζώντων εἶναι πλεον- έκτημα πολλοῦ δεῖ. (6.) Ἔτι δὲ καὶ δι᾿ ἐκεῖνον τὸν λόγον φανερὸν γίνεται ὅτι οὐ μόνον ἔξεστι καὶ οὐδὲν ἔχει κώλυμα, ἀλλ᾿ ὅτι καὶ ἀναγκαίως ἀκολουθεῖ ταῖς ψυχαῖς ἐκείναις ἡ τῶν ἱερῶν δώρων μετάληψις. Εἰ μὲν γὰρ καί τι ἕτερον ἦν τὸ τὰς ψυχὰς εὐφραῖνον καὶ @1 ἀναπαῦον ἐκεῖ, ἦν ἂν ἐκεῖνο γέρας ταῖς ἀξίαις τῆς καθαρό- (5) τητος καὶ οὐκ ἂ ἐδέησε ταύτης τῆς τραπέζης ἐξ ἀνάγκης αὐταῖς. Νῦν δὲ τὸ πᾶσαν τρυφὴν καὶ μακαριότητα τοῖς ἐκεῖ γενομένοις ἐργαζόμενον, εἴτε παράδεισον εἴποις, εἴτε κόλπους Ἀβραάμ, εἴτε λύπης καὶ ὀδύνης ἁπάσης καθαροὺς καὶ φωτεινοὺς καὶ χλοεροὺς καὶ ἀναψύχοντας τόπους, εἴτε τὴν (10) βασιλείαν αὐτήν, οὐδὲν ἕτερόν ἐστιν ἢ τοῦτο τὸ ποτήριον καὶ οὗτος ὁ ἄρτος. (7.) Ταῦτα γὰρ ὁ μεσίτης, ὁ πρόδρομος ὑπὲρ ἡμῶν εἰς τὰ ἅγια, ὁ μόνος ἄγων εἰς τὸν Πατέρα, ὁ μόνος τῶν ψυχῶν ἥλιος νῦν μὲν οὕτω φαινόμενος καὶ μετεχόμενος, ὡς ἠθέλησεν αὐτός, τοῖς δεσμίοις τῆς σαρκός, τότε δὲ ὀφθησόμενος καὶ αὐτός, τοῖς δεσμίοις τῆς σαρκός, τότε δὲ ὀφθησόμενος καὶ μεταληφθησόμενος ἄνευ παραπετασμάτων, ὅτε «ὀψόμεθα (5) αὐτόν, φησί, καθώς ἐστιν»· ὅτε ὡς πτῶμα συγκαλέσει τοὺς ἀετούς· ὅτε «περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελ- θὼν διακονήσει αὐτοῖς»· ὅτε ἐπὶ τῶν νεφελῶν ἀστράψει καὶ δι᾿ αὐτοῦ «λάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος». Τούτῳ τοὺς μὴ συννημένους, ὥσπερ οἶδε συνάπτειν ἡ τράπεζα, ἀναπαύ- @1 (10) σεως τυγχάνειν ἤ τι λαβεῖν ἀγαθόν, ἢ μικρὸν ἢ μεῖζον ἐκεῖ, παντελῶς ἀδύνατον. 44. (t.) ΜΔ´. Περὶ τῆς τοῦ Χριστοῦ μεσιτείας (1.) Μεσίτης γάρ ἐστι δι᾿ οὗ πάντα γέγονε τὰ παρὰ τοῦ Θεοῦ δοθέντα ἡμῖν ἀγαθά· μᾶλλον δὲ δίδοται ἀεί. Οὐ γὰρ ἅπαξ μεσιτεύσας καὶ παραδοὺς ἅπαντα ἡμῖν, ὑπὲρ ὧν ἐμεσίτευσεν, ἀπηλλάγη, ἀλλ᾿ ἀεὶ μεσιτεύει οὐ λόγοις τισὶ καὶ δεήσεσιν, ὥσπερ οἱ πρεσβευταὶ ποιοῦσιν, ἀλλὰ πράγματι. Τί δὲ τὸ (5) πρᾶγμα; Τὸ συνάπτειν ἑαυτῷ καὶ δι᾿ ἑαυτοῦ τῶν οἰκείων μεταδιδόναι χαρίτων κατὰ τὴν ἀξίαν ἑκάστου καὶ τὸ τῆς καθάρσεως μέτρον. (2.) Καὶ καθάπερ τὸ φῶς δι᾿ ἑαυτοῦ τὸ ὁρᾶν τοῖς ὁρῶσι παρέχον, οἷς ἂν ἐπιλίποι, καὶ τὸ ὁρᾶν ἐπιλείπει, οὕτω καὶ τὴν μετὰ τοῦ Χριστοῦ συνουσίαν ἀνάγκη διηνεκῆ ταῖς ψυχαῖς εἶναι, εἴγε μέλλοιεν ζῆν ὅλως καὶ ἀναπαύεσθαι. Οὔτε γὰρ χωρὶς φωτὸς ὀφθαλμὸς δύναται βλέπειν, οὔτε χωρὶς τοῦ (5) Χριστοῦ ζωὴν ἀληθινὴν καὶ εἰρήνην ἐνεῖναι ταῖς ψυχαῖς δυνατόν, ὅτι αὐτός ἐστι ὁ τῷ Θεῷ καταλλάττων μόνος, ὁ τὴν εἰρήνην ταύτην ποιῶν· ἧς χωρὶς ἐχθροὺς ὄντας τοῦ Θεοῦ τῶν ἀγαθῶν τῶν αὐτοῦ μετέχειν ὁπωσοῦν οὐδεμία ἐστὶν ἐλπίς. (3.) Εἴτε οὖν οὐδὲ τὴν ἀρχὴν συνήφθη τις τῷ Χριστῷ, εἴτε συναφθεὶς οὐκ ἔμεινε συνημμένος, ἐχθρός ἐστιν ἔτι καὶ τῶν θείων ἀλλότριος ἀγαθῶν. (4.) Τί γὰρ τὸ καταλλάξαν τῇ φύσει τῶν ἀνθρώπων τὸν (4.) Τί γὰρ τὸ καταλλάξαν τῇ φύσει τῶν ἀνθρώπων τὸν Θεόν; Πάντως ὅτι ἄνθρωπον εἶδε τὸν Υἱὸν αὐτοῦ τὸν ἀγαπη- τόν· οὕτω καὶ ἑκάστῳ σπένδεται τῶν ἀνθρώπων, εἴ τις τὴν μορφὴν κομίζει τοῦ Μονογενοῦς καὶ τὸ ἐκείνου φορεῖ σῶμα, @1 καὶ ἓν πνεῦμα μετ᾿ αὐτοῦ φαίνεται. Τούτων δὲ χωρὶς ἕκαστος (5) αὐτὸς ἐφ᾿ ἑαυτοῦ ὁ ἄνθρωπός ἐστιν ὁ παλαιὸς ὁ τῷ Θεῷ ἀπηχθημένος, ὁ πρὸς αὐτὸν οὐδὲν κοινὸν ἔχων. (5.) Εἰ τοίνυν χρὴ πιστεύειν γίνεσθαι ταῖς ψυχαῖς ἀνάπαυσιν ἀπὸ τῆς εὐχῆς τῶν ἱερέων καὶ τῆς προσαγωγῆς τῶν ἱερῶν δώρων, πιστευτέον πρὸ τούτου καὶ κατὰ τοῦτον αὐτὸ γίνεσθαι τὸν τρόπον, καθ᾿ ὃν μόνον ἄνθρωπον ἀναπαύεσθαι δυνατόν. Τίς δὲ ὁ τρόπος, εἴρηται τῷ διηλλάχθαι Θεῷ καὶ (5) μὴ ἐχθροὺς εἶναι. Τοῦτο δὲ πῶς; Τὸ ἀνακραθῆναι Θεῷ καὶ ἓν γενέσθαι πνεῦμα μετὰ τοῦ ἠγαπημένου, ἐν ᾧ μόνῳ ηὐδό- κησεν ὁ Πατήρ· ἀλλὰ τοῦτο τῆς ἱερᾶς τραπέζης τὸ ἔργον, ὃ κοινὸν ἐδείχθη διὰ τῶν εἰρημένων καὶ ζῶσιν ὁμοίως καὶ τεθνηκόσι. (10) 45. (t.) ΜΕ´. Ὅτι τελεώτερος τοῖς κεκοιμημένοις ὁ ἁγιασμὸς γίνεται (1.) Ἔχουσι δέ τι πλέον εἰς ἁγιασμὸν τῶν ἐν σώματι ζώντων αἱ γυμναὶ σωμάτων ψυχαί· καθαίρονται μὲν γὰρ καὶ ἁμαρτιῶν ἄφεσιν λαμβάνουσι διὰ τῶν εὐχῶν τῶν ἱερέων καὶ τῆς μεσιτείας τῶν δώρων, τῶν ἔτι ζώντων οὐδὲν ἔλαττον. Ἁμαρτάνουσι δὲ οὐδέν, οὐδὲ προστιθέασιν ἐγκλήματα νέα (5) τοῖς παλαιοῖς, ὥσπερ τὸ πλεῖστον ἔχει τῶν ζώντων, ἀλλὰ μόνον ἢ παντελῶς ἀφίενται πάσης εὐθύνης, ἢ γοῦν ἀφαιροῦσι τῶν ἐγκλημάτων ἀεί· καὶ οὕτω πρὸς τὴν μετουσίαν τοῦ Σωτῆρος ἑτοιμότερον ἔχουσι καὶ κάλλιον οὐ μόνον τῶν πλειόνων ἐν σώματι ζώντων, ἀλλὰ καὶ σφῶν αὐτῶν, εἰ μετὰ (10) σώματος ἦσαν. Καὶ αὐτὸ δὲ τοῦτο μόνον τὸ γυμνὰς εἶναι σώματος ἐπιτηδειοτέρας δίδωσιν εἶναι πολλῷ πρὸς τὴν @1 σώματος ἐπιτηδειοτέρας δίδωσιν εἶναι πολλῷ πρὸς τὴν @1 μετουσίαν τῶν μυστηρίων ἢ δυνατὸν ἦν τὸ σῶμα περικει- μένας. (2.) Πολλῶν γὰρ οὐσῶν καὶ διαφόρων ἐκεῖ τῶν μονῶν, ἵνα πᾶν μέτρον ἀρετῆς τιμηθῇ καὶ μηδὲν ἄμισθον ᾖ παρὰ τῷ δικαίῳ καὶ φιλανθρώπῳ κριτῇ, καθάπερ οἱ τῶν μεγίστων ἄξιοι γερῶν καὶ τέλειοι καὶ τῆς τελείας μακαριότητος κληρο- νόμοι, Παῦλος καὶ εἴ τις κατ᾿ ἐκεῖνον, καθαρώτερον αὐτῆς (5) ἀπολαύουσιν ἀναλύσαντες ἢ ὅτε τῷ βίῳ τούτῳ παρῆσαν, οὕτω καὶ τῆς μετρίας τοὺς πρὸς τοιαύτην ἀνάπαυσιν τεταγμέ- νους εἰκὸς ἄμεινον τυγχάνειν ἀπελθόντας ἐνθένδε ἢ μετὰ σώματος ζῶντας. (3.) Ἐδείχθη δὲ ὡς πᾶσα ψυχῶν ἀνάπαυσις καὶ πᾶν ἆθλον ἀρετῆς, καὶ μικρὸν καὶ μεῖζον, οὐδέν ἐστιν ἕτερον ἢ ὁ ἄρτος οὗτος καὶ τοῦτο τὸ ποτήριον καταλλήλως ἑκατέρῳ γένει, ζώντων λέγω καὶ νεκρῶν, μεταλαμβανόμενον. Διὰ τοῦτο γὰρ καὶ ὁ Κύριος τὴν ἐν τῷ μέλλοντι τῶν δικαίων ἀπόλαυσιν (5) δεῖπνον ἐκάλεσεν, ἵνα δείξῃ ταύτης τῆς τραπέζης μηδὲν εἶναι πλέον ἐκεῖ. (4.) Οὕτω καὶ ὑπὲρ τῶν ἀπελθόντων, ὥσπερ ὑπὲρ τῶν ζώντων ἐστὶν ἡ θεία τῆς εὐχαριστίας ἱερουργία· καὶ διττῶς ἁγιαζομένων ἐκείνων, ὡς εἴρηται, διττῶς καὶ αὐτοὶ ἁγιά- ζονται καὶ οὐδετέρως ἔλαττον ἔχουσι τῶν ζώντων οἱ μετα- στάντες, ἀλλ᾿ ἔστιν ὅπως καὶ μεῖζον. @1 (5) 46. (t.) ΜϚ´. Πῶς ἀεὶ τὰ δῶρα ταῦτα δεκτά εἰσι τῷ Θεῷ (1.) Ἐφεξῆς δὲ κἀκεῖνο σκοπῶμεν· ὅτι μὲν γὰρ ἀπὸ τῆς τελετῆς ἁγιάζονται πάντες οἱ πιστοί, δῆλον ἀπὸ τῶν εἰρημέ- νων· εἰ δὲ καὶ πάντοτε, ζητεῖν ἄξιον. (2.) Ἐπεὶ γὰρ δώρων ἐστὶ προσαγωγὴ ἡ ἱερουργία, τὰ δῶρα δὲ οὐ πάντοτε δεκτὰ παρὰ τῷ Θεῷ, ἀλλ᾿ ἔστιν ἃ διὰ τὴν πονηρίαν τῶν προσαγόντων καὶ μισοῦνται, καὶ ἀποπέμπον- πονηρίαν τῶν προσαγόντων καὶ μισοῦνται, καὶ ἀποπέμπον- ται· καὶ τούτου πολλαὶ μὲν παρὰ τοῖς παλαιοῖς, πολλαὶ δὲ παρὰ τοῖς ἐν χάριτι ζῶσιν αἱ ἀποδείξεις, ζητῶμεν μή ποτε (5) καὶ ταῦτα τὰ δῶρα ἐνίοτε μάτην ἱερουργοῦνται, μὴ ἁγιαζό- μενα ὡς ἄδεκτα κατὰ τὴν ἐπαγγελίαν τῆς τελετῆς, ὡς ἂν οὐκ ἀεὶ παρὰ ἀγαθῶν ἀνδρῶν, ἀλλ᾿ ἔστιν ὅτε καὶ πονηρῶν προσφερόμενα. (3.) Ὅτι γὰρ ὁ Θεὸς καὶ ταῦτα τὰ δῶρα ἀποστρέφεται, ὅταν ὁ προσάγων ἐναγὴς ᾖ, δῆλον ἐξ ὧν ἡ Ἐκκλησία τοῦτο ποιεῖ. Καὶ γὰρ οὓς οἶδε θανάσιμα ἁμαρτάνοντας, οὐκ ἐᾷ τὰ τοιαῦτα δωροφορεῖν· κἂν τολμήσωσιν, οὐ παραδέχεται ἀλλ᾿ ἀποδιώκει μετὰ τῶν δώρων. Ἀλλ᾿ ἐπεὶ οὐ πάντας τοὺς (5) τοιούτους ἡ Ἐκκλησία οἶδε καλῶς, ἀλλ᾿ οἱ πλείους λανθά- νουσι καὶ τὰ δῶρα αὐτῶν ἡ θεία τράπεζα δέχεται, τί χρὴ περὶ ἐκείνων τῶν δώρων γινώσκειν; Ἆρα ἄδεκτα παρὰ τῷ Θεῷ καὶ ἁγιασμοῦ παντὸς ἔρημα; Καὶ εἰ τοῦτο δοθείη, ἄδηλον πότε ἅγια, τοῦ τρόπου τῶν προσαγόντων ὡς ἐπὶ τὸ πλεῖ- (10) στον ἢ ἀμφιβαλλομένου ἢ παντελῶς ἀγνοουμένου, καὶ οὕτως ἀμφιγνοοῦντας καὶ χωρὶς πίστεως προσερχομένους τοῖς μυστηρίοις ἀνάγκη μηδὲν παρ᾿ αὐτῶν τοὺς πιστοὺς ὠφελεῖσθαι. @1 (4.) Τί οὖν πρὸς ταῦτα ἔστιν εἰπεῖν; (5.) Ὅτι διττῆς οὔσης τῆς τῶν δώρων προσαγωγῆς, τῆς μὲν πρώτης τοῦ οἴκοθεν αὐτὰ κομίζοντος εἰς τὰς τῶν ἱερέων χεῖρας· τῆς δὲ δευτέρας τῆς Ἐκκλησίας πρὸς τὸν Θεόν. (6.) Ἡ μὲν πρώτη προσαγωγή, ὅταν πονηρὸς ὁ προσάγων ᾖ, ματαία καὶ οὐδὲν αὐτῆς ὄφελος τῷ προσφέροντι διὰ τὸ πονηρὸν αὐτὸν εἶναι· οὐ γὰρ δὴ τὰ προσαγόμενα αὐτὰ δι᾿ ἑαυτὰ παρὰ τῷ Θεῷ βδελυκτά, ὅτι πᾶν κτίσμα Θεοῦ καλόν. (7.) Τὴν δὲ δευτέραν παρὰ ἀγαθῶν ἀνδρῶν γινομένην καὶ ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης καὶ τῶν ἁγίων καὶ τῆς σωτηρίας τῆς ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης καὶ τῶν ἁγίων καὶ τῆς σωτηρίας τῆς οἰκουμενικῆς καὶ πάσης ἁπλῶς δικαίας αἰτήσεως, οὐδὲν κωλύει εὐπρόσδεκτον εἶναι. Οὐ γὰρ ἐνετέθη τις μολυσμὸς τοῖς δώροις ἀπὸ τῶν χειρῶν τοῦ ἐξ ἀρχῆς αὐτὰ προσενεγκότος, (5) ἀλλὰ καθαρὰ μένοντα καὶ ὑπὸ καθαρῶν ἀναφερόμενα καὶ ἁγιάζονται καὶ ἁγιάζουσι τοὺς προσερχομένους. Ἐν οὐδενὶ γάρ ποτε τῶν ἀλόγων ἢ τῶν ἀψύχων ῥυπαρία τις τῆς ἁμαρ- τίας ἐντεθῆναι δύναται, ὅτι ἡ ἁμαρτία προαιρέσεώς ἐστι νόσημα καὶ μόνων ἂν εἴη τῶν λογικῶν τὸ ἀπὸ τῆς ἁμαρτίας (10) μολύνεσθαι. (8.) Τί οὖν, εἰ ἀεὶ καθαρὰ τὰ δῶρα τὰ παρὰ τῶν πονηρῶν προσαγόμενα, ὁ νόμος τῆς Ἐκκλησίας οὐ παραδέχεται; Ἵνα τοὺς προσάγοντας ἐντρέψῃ, ἵνα μάθωσι τῆς τοῦ Θεοῦ ὀργῆς, ἣν αὐτοῖς ἐμήνισε, τὴν ὑπερβολήν, ὃς καὶ τὰ αὑτοῦ κτίσματα οἷς οὐδὲν ἐγκαλεῖν ἔχει, δι᾿ αὐτοὺς ἀποστρέφεται καὶ μισεῖ· (5) καὶ ταῦτα μαθόντες φοβηθῶσι καὶ διορθώσωνται τὸν βίον· αὐτῶν δὲ τῶν δώρων οὐδεμίαν καταγινώσκει κακίαν. Διὰ @1 τοῦτο οὐδὲν κωλύει δεκτὰ γίνεσθαι ταῦτα καὶ ἁγιάζεσθαι τὴν δευτέραν προσαγωγὴν ποιουμένων ἀνδρῶν ἀγαθῶν. (9.) Ἀλλ᾿ εἴποι τις ἄν· Καὶ μὴν οὐ πάντες οἱ προσάγοντες ἱερεῖς ἀγαθοί, ἀλλ᾿ ἔνιοι καὶ πονηρίαν νοσοῦσι τὴν ἐσχάτην· ὅθεν εἰς τὴν αὐτὴν ἀπορίαν περιΐσταται ὁ λόγος ἡμῖν. Ὅταν γὰρ τύχῃ καὶ ἀμφοτέρους τοὺς προσαγωγέας εἶναι θεοστυ- γεῖς, ἐνδέχεται γάρ, πόθεν ὑπάρξει τοῖς δώροις τὸ εἶναι Θεῷ (5) κεχαρισμένα καὶ δεκτὰ καὶ ἅγια καὶ ἁγιαστικά; Οὐδαμόθεν· ἀλλὰ τότε μὲν ἀληθῶς ἄδεκτα. Ἀεὶ δὲ ἀμφίβολα, διὰ τὸ ἀμφιβάλλεσθαι τοὺς τρόπους τῶν δωροφορούντων αὐτὰ καὶ ἱερουργούντων. «Οὐδεὶς γὰρ οἶδε βεβαίως, φησί, τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ»· καὶ οὕτω πολλὴ (10) μὲν περὶ τὴν τελετὴν ἀπιστία καὶ ἀμφιβολία· τὸ δὲ βέβαιον οὐδαμοῦ· καὶ ἡ μετάληψις τῶν ἁγιασμάτων οὐδὲν ὄφελος οὐδαμοῦ· καὶ ἡ μετάληψις τῶν ἁγιασμάτων οὐδὲν ὄφελος οἴσει τοῖς πιστοῖς μεταλαμβάνουσι χωρὶς πίστεως. (10.) Ταῦτα εἴποι καὶ ἀπορήσειεν ἄν, εἴ τις οἴεται τὸν ἱερέα αὐτὸν εἶναι τὸν κύριον τῆς τῶν δώρων τούτων προσα- γωγῆς· οὐκ ἔστι δέ· ἀλλὰ τὸ μὲν τὴν προσαγωγὴν αὐτῶν κυρίως ἐργαζόμενον ἡ χάρις ἐστὶν ἡ ἁγιάζουσα. Τοῦτο γάρ ἐστι προσενεχθῆναι αὐτὰ τὸ ἁγιασθῆναι· ὁ δ᾿ ἑκάστοτε (5) ἱερουργῶν ὑπηρέτης ἐστὶν ἐκείνης. Εἰσφέρει γὰρ οὐδὲν οἴκοθεν, οὐδέτι τολμᾷ ποιεῖν ἢ λέγειν ἀπὸ τῆς ἑαυτοῦ κρίσεως καὶ τῶν λογισμῶν· ἀλλ᾿ ἐκεῖνα μόνον ἃ παρέλαβεν ἐκεῖθεν, εἴτε πρᾶγμά ἐστιν, εἴτε λόγος, εἴτε ἔργον, κατὰ τὸν τρόπον ὃν ἐκελεύσθη, κομίσας ἀποδίδωσι τῷ Θεῷ· καὶ οὕτω (10) τὰ δῶρα κατὰ τὸ ἀρέσκον τῷ Θεῷ ἀεὶ προσφερόμενα ἀνάγκη ἀρεστὰ αὐτῷ ἀεὶ καὶ δεκτὰ εἶναι. (11.) Τί γὰρ εἰ τὰ καθ᾿ ἑαυτὸν φαῦλός ἐστιν ὁ κομίζων; Οὐ γὰρ προστίθησιν οὐδὲν ἡ φαυλότης ἐκείνου τοῖς δώροις, οὐδὲ @1 χείρω ποιεῖ τὴν προσαγωγήν, ὥσπερ οὐδὲ ἰατρικὸν φάρμακον κωλύεται εἶναι ὑγιεινόν, ὅτι ἰδιώτης ἄνθρωπος καὶ τῆς τέχνης οὐδὲν ἐπαΐων αὐτὸ συνέθηκεν, εἰ μόνον ἰατροῦ κελεύ- (5) σαντος καὶ τὴν κατασκευὴν ἅπασαν ἐκδόντος αὐτῷ συνέθηκε. Γένοιτο γὰρ ἂν οὐ διὰ τὴν ἀμάθειαν τοῦ ὑπηρετήσαντος μάταιον, ἀλλὰ διὰ τὴν τέχνην τοῦ ἐκδεδωκότος σωτήριον. Ἀπὸ μὲν γὰρ τοῦ ὑπηρέτου ἀνεπιστημοσύνης οὐδὲν ἔλα- βεν· ἀπὸ δὲ τῆς τοῦ ἱατροῦ τέχνης πᾶσαν ἐδέξατο τὴν κατα- (10) σκευήν. (12.) Οὕτω κἀνταῦθα τὸ πᾶν ἡ χάρις ἐργάζεται. Ὁ δὲ ἱερεὺς ὑπηρέτης ἐστὶ μόνον, οὐδ᾿ αὐτὸ τὸ ὑπηρετεῖν οἴκοθεν ἔχων. Καὶ τοῦτο γὰρ παρὰ τῆς χάριτος αὐτῷ. Τοῦτο γάρ ἐστιν ἡ ἱερωσύνη δύναμις ὑπηρετική τις τῶν ἱερῶν. 47. (t.) ΜΖ´. Ὅσον εἰσὶ δεκτά (1.) Ἀλλ᾿ ὅτι μὲν πάντας τοὺς πιστοὺς ἁγιάζει πάντα τὰ (1.) Ἀλλ᾿ ὅτι μὲν πάντας τοὺς πιστοὺς ἁγιάζει πάντα τὰ δῶρα καὶ πάντοτε, πάντοτε ὄντα δεκτὰ τῷ Θεῷ, δῆλον ἀπὸ τῶν εἰρημένων. Ἑπόμενον δὲ θεωρῆσαι καὶ ὅσον εἰσὶ δεκτά. (2.) Τί γὰρ τῷ δώρῳ τὸ δεκτὸν εἶναι καὶ ἐπὶ τῶν ἀνθρώπων; Τί ποιοῦντες τὰ δῶρα δέχεσθαι αὐτὰ λέγονται; Ἆρ᾿ ὅτι ταῖς χερσὶ λαμβάνομεν καὶ κόλπον αὐτοῖς ὑπέχομεν; Οὐδαμῶς. Πολλὰ γὰρ οὐδὲ κομίσαι τοὺς λαμβάνοντας οὐδὲ ὑποδέξα- σθαι δυνατόν· ὥσπερ εἰ ἀγρὸς εἴη τὸ διδόμενον ἢ οἰκία ἤ τι (5) τοιοῦτον. (3.) Ἀλλὰ τί ἂν εἴη τὸ δέχεσθαι ἐπὶ πάντων τῶν δώρων; Τὸ μετὰ τῶν ἰδίων τάξαι, τὸ οἰκειώσασθαι, ταῦτα δεκτὰ λέγονται. @1 (4.) Ὁ δὲ Θεὸς ταῦτα τὰ δῶρα οὕτως οἰκειοῦται, ὥστε αὐτὰ σῶμα καὶ αἷμα ποιεῖται τοῦ Μονογενοῦς. Εἰ τοίνυν τῆς οἰκειώσεως ταύτης ἴσον οὐδέν ἐστιν ἐνθυμηθῆναι, οὐδὲ ὅσον εἰσὶ δεκτὰ μέτρον εὑρεῖν δυνατόν. (5.) Ἔτι δὲ καὶ ἀπὸ τῆς ἀντιδόσεως δῆλον γίνεται ὅσον ἀποδέχεται τὸ δοθὲν ὁ λαβών. (6.) Τίς οὖν ἐνταῦθα ἡ ἀντίδοσις; Αὐτὸ πάλιν τὸ σῶμα τοῦ Χριστοῦ καὶ τὸ αἷμα· λαμβάνων γὰρ παρ᾿ ἡμῶν ἄρτον καὶ οἶνον ὁ Θεὸς αὐτὸν ἀντιδίδωσι τὸν Υἱόν. Καὶ πόθεν δῆλον, φησίν, ὅτι ὡς δῶρα ταῦτα ἡμῖν ἀντὶ τῶν προσαγομένων παρὰ τοῦ Θεοῦ δίδοται. Ἐξ ὧν αὐτὸς ὁ ταῦτα περικείμενός φησι (5) πρὸς ἡμᾶς· «Λάβετε», λέγων· οὕτω γὰρ μηνύεται τὸ δῶρον. Ταύτῃ τῇ φωνῇ καὶ ὁ διδοὺς καὶ ὁ δεχόμενος καὶ τὸ διδόμενον σημαίνεται. (7.) Ἔστι καὶ ἄλλως τι λαβεῖν ὡς παρακαταθήκην, ᾧ χρῆ- σθαι τοὺς λαβόντας οὐ θέμις. (8.) Σὺ δ᾿ ἴνα μῆ τοῦτο νομίσῃς, ἀλλ᾿ ἴδῃς ὅτι σόν ἐστι, καὶ χρήσασθαι ἐκέλευσε· «Φάγετε», λέγων. (8.) Σὺ δ᾿ ἴνα μῆ τοῦτο νομίσῃς, ἀλλ᾿ ἴδῃς ὅτι σόν ἐστι, καὶ χρήσασθαι ἐκέλευσε· «Φάγετε», λέγων. (9.) Οὕτω δεκτὰ τῷ Θεῷ τὰ δῶρα καὶ μετὰ τοσαύτης ὑπερβολῆς. (10.) Διὰ τοῦτο ἁγιάζουσιν ἀεὶ πάσας Χριστιανῶν ψυχὰς καὶ ζώντων καὶ τεθνηκότων τὰς ἀτελεῖς ἔτι καὶ δεομένας ἁγιασμοῦ. Οἱ γὰρ τελειωθέντες ἅγιοι μετὰ τῶν ἀγγέλων ἑστῶτες καὶ εἰς τὴν οὐράνιον ἱεραρχίαν ἤδη τελέσαντες οὐκ ἔτι δέονται τῆς ἐπιγείου ἱεραρχίας. @1 (5) 48. (t.) ΜΗ´. Τίς ὁ λόγος καθ᾿ ὃν καὶ τοὺς ἁγίους τοῖς δώροις τούτοις δεξιούμεθα καὶ θεραπεύομεν (1.) Τούτῳ δὲ ἀκόλουθον ἐκεῖνο ζητῆσαι. (2.) Εἰ γὰρ ταῦτα τὰ ἅγια ἀνατίθεται μὲν τῷ Θεῷ, ἁγιάζει δὲ τοὺς ἁγιασμοῦ δεομένους, τίνος ἕνεκα καὶ τοὺς ἡγιασμένους ἤδη καὶ πάντα τελείους ταύτῃ τῇ δωροφορίᾳ δεξιοῦσθαι πιστεύομεν καί, ἐπειδὰν αὐτῶν τι δεηθέντες εἰς ἐπικουρίαν καλέσωμεν, τὴν τῶν δώρων τούτων ὑπισχνούμεθα λειτουρ- (5) γίαν, ὥσπερ ἢ αὐτοῖς ταῦτα ἀναθήσειν μέλλοντες ἢ ὑπὲρ αὐτῶν, ἵνα γένωνται βελτίους; (3.) Ὅτι καὶ ἕτερός ἐστι τρόπος τῆς δωροφορίας ταύτης, ᾗ πρόσθεν ἔφην, καθ᾿ ὃν τὰ δῶρα ταῦτα καὶ τῶν ἁγίων γίνεται, ὅταν ὡς εὐχαριστήρια τῷ Θεῷ προσάγωνται ὑπὲρ τῆς αὑτῶν δόξης ἧς αὐτοὺς ἐδόξασε καὶ ὑπὲρ τῆς τελειώσεως ἧς αὐτοὺς ἐτελείωσεν. Ἔστι μὲν γὰρ τοῦ Θεοῦ τὰ δῶρα ὡς (5) αὐτῷ ἀνατιθέμενα· ἔστι δὲ καὶ τῶν δεομένων βοηθείας πιστῶν ὡς βοηθήματα· ἔστι δὲ καὶ τῶν ἁγίων, ὅτι αὐτῶν χάριν ἀνατίθεται τῷ Θεῷ. (4.) Τὸ γὰρ ἐμὴν χάριν δοθὲν ἐγὼ λαμβάνω, κἂν ὁστισοῦν ὁ δεχόμενος ᾖ· οὐ γὰρ πάντα τὰ διδόμενα ἡμῖν ὁθενοῦν ταῖς χερσὶ λαμβάνομεν ταῖς ἡμετέραις μόναις, ἀλλὰ καὶ ταῖς τῶν φίλων καὶ ταῖς τῶν οἰκείων καὶ ἁπλῶς πάντων οἷς ὁ δωρού- φίλων καὶ ταῖς τῶν οἰκείων καὶ ἁπλῶς πάντων οἷς ὁ δωρού- μενος ἵν᾿ ἡμᾶς εὐφράνῃ δωρεῖται. Διὰ τοῦτο καὶ ὁ Κύριος, (5) τῶν πτωχῶν λαμβανόντων, ὅτι οἱ χορηγοῦντες αὐτοῖς αὐτοῦ @1 χάριν τοῦτο ποιοῦσιν, αὐτὸς λαμβάνειν φησίν. Οὕτω καὶ οἱ ἅγιοι ταῦτα τὰ δῶρα λαμβάνουσιν, ὅτι αὐτῶν χάριν ἀνατί- θεται τῷ Θεῷ. Ὥσπερ γὰρ διὰ τὴν τοῦ Χριστοῦ ἀγάπην ἐκεῖνο γίνεται, οὕτω διὰ τὴν τῶν ἁγίων ἀγάπην τοῦτο. Ὅτι (10) μὲν γὰρ σφόδρα φιλοῦμεν αὐτούς, τὰ αὐτῶν ἀγαθὰ ἡμέτερα λογιζόμεθα καὶ συγχαίρομεν αὐτοῖς τῆς εὐδαιμονίας, ὡς καὶ αὐτοὶ μετέχοντες τῶν ἀγαθῶν. Οὕτω δὲ χαίροντες ταῖς παρὰ τοῦ Κυρίου δεδομέναις αὐτοῖς δωρεαῖς, εὐχαριστοῦμεν τῷ δεδωκότι καὶ τὰ χαριστήρια προσάγομεν δῶρα. (15) (5.) Οὐ διὰ τοῦτο δὲ μόνον αὐτοὶ τὰ δῶρα λαμβάνουσιν ὅτι διὰ τὴν αὐτῶν ἀγάπην ἡ δωροφορία γίνεται, ἀλλ᾿ ὅτι καὶ αὐτὸ τοῦτο τῶν ἡδίστων καὶ σφόδρα κεχαρισμένων αὐτοῖς, λέγω δὴ τὸ τὸν Θεὸν δι᾿ αὐτοὺς χάριτας δέχεσθαι καὶ δοξά- ζεσθαι. Ὥσπερ γὰρ μέγιστον ἁμάρτημα τῶν πονηρῶν (5) ἀνθρώπων τὸ βλασφημεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ δι᾿ αὐτούς, οὕτω μέγα κατόρθωμα καὶ περισπούδαστον τοῖς ἁγίοις τὸ δι᾿ αὐτοὺς τὸν Θεὸν δοξάζεσθαι. Τοῦτο καὶ μετὰ σώματος ζῶσι διηνεκὴς ἀγὼν ἦν, καὶ μεταστᾶσιν εἰς τὸν οὐρανὸν ἔργον ἐστὶν ἄληκτον καὶ τρυφὴ καὶ τῆς μακαριότητος ἐκεί- (10) νης κεφάλαιον. Εἰ γάρ, ὅτε τὰ ἀγαθὰ ἐν ἐλπίσιν ἦν αὐτοῖς μόνον, διετέλουν ἐν παντὶ εὐχαριστοῦντες τῷ Θεῷ καὶ πάντα εἰς δόξαν αὐτοῦ ποιοῦντες, ὁποίους αὐτοὺς γενέσθαι τὰ τοιαῦτα χρὴ νομίζειν, ὅτε μείζων μὲν αὐτοῖς ἡ εὐγνω- μοσύνη πολλῷ τῷ μέσῳ τελείοις ἤδη πᾶσαν ἀρετὴν γενο- (15) μένοις, τὰ δὲ ἀγαθὰ οὐκέτι ἐλπίζουσιν, ἀλλ᾿ αὐτῇ πείρᾳ μανθάνουσι τὴν τοῦ Δεσπότου φιλοτιμίαν· ὅτε ὁρῶσιν ἑαυτοὺς ἐξ οἵων οἷοι γεγόνασιν ἀντὶ πηλίνων ἥλιοι, ἀντὶ δούλων ἠτιμωμένων υἱοὶ τίμιοι, καὶ βασιλείας οὐρανῶν δούλων ἠτιμωμένων υἱοὶ τίμιοι, καὶ βασιλείας οὐρανῶν κληρονόμοι ἀντὶ ὑπευθύνων, δυνατοὶ καὶ ἄλλους λύειν @1 (20) εὐθύνης τῇ πρὸς τὸν Δικαστὴν παρρησίᾳ; Διὰ τοῦτο οὐδὲ κόρος ἐστὶν αὐτοῖς οὐδεὶς τῶν εἰς Θεὸν ὕμνων, οὐδὲ νομίζουσιν αὐτοὶ μόνοι πρὸς τὴν εὐχαριστίαν ἀρκεῖν. Ὅθεν βούλονται πάντας, καὶ ἀγγέλους καὶ ἀνθρώπους, ἔχειν τοῦτον αὐτοῖς συνεργαζομένους τὸν ὕμνον, ἵνα τὸ ὄφλημα αὐτῶν ἡ εὐχα- (25) ριστία τῷ Θεῷ ἐγγύτερον τῆς ἀξίας ἀποδοθῇ, πολλαπλασίων ἑαυτῆς γενομένη τῇ προσθήκῃ τῶν ὑμνητῶν. (6.) Καὶ τούτου μάρτυρες οἱ περὶ Ἀζαρίαν ἅγιοι παῖδες, οἱ τοῦ πυρὸς κρατήσαντες καὶ ταύτην παρὰ τοῦ Θεοῦ τότε λαβόντες τὴν χάριν· ἐπεὶ ἔδει καὶ αὐτοὺς τῆς παραδόξου ταύτης σωτηρίας ὁμολογῆσαι χάριν τῷ σώσαντι καὶ ὑμνῆσαι οὐκ ἠγάπησαν, εἰ αὐτοὶ μόνον ὑμνήσουσιν, οὐδὲ τὴν ἑαυτῶν (5) βοὴν ἀρκεῖν ἐνόμισαν, ἀλλὰ καὶ ἀγγέλους συνεκάλουν καὶ ἀνθρώπων ἅπαντα γένη καὶ οὐρανὸν αὐτὸν καὶ τὸν ἥλιον καὶ τοὺς ἀστέρας καὶ γῆν καὶ ὄρη καὶ ἄλογα πάντα καὶ ἄψυχα καὶ ἁπλῶς πᾶσαν τὴν κτίσιν. Τοσαύτη τοῦ τὸν Θεὸν ὑμνεῖ- σθαι παρὰ τοῖς ἁγίοις ἐπιθυμία καὶ μετὰ σώματος ἔτι ζῶσι (10) καὶ πολλῷ μᾶλλον ἀπαλλαγεῖσι τοῦ σώματος. (7.) Ὅθεν, εἴ τις αὐτῶν μεμνημένος καὶ τῆς εὐδοκιμήσεως αὐτῶν καὶ τῆς μακαριότητος καὶ τῆς δόξης τὸν στεφανώ- σαντα Θεὸν ὑμνήσειε, χάριν αὐτοῖς κατατίθεται χαρίτων ἁπασῶν τὴν τιμιωτάτην καὶ μάλισθ᾿ ὅταν ποιῆται τὴν ὕμνησιν, οὐ φωναῖς ψιλαῖς μόνον ἀλλὰ καὶ δώρων χαριστη- (5) ρίων προσαγωγῇ, καὶ δώρων οὕτω σφόδρα δεκτῶν τῷ Θεῷ, καὶ τιμίων τὴν ἀνωτάτω τιμήν. Τηνικαῦτα γάρ, καθάπερ αὐτὸς ὁ Σωτὴρ ἵλεως αὐτὰ δεχόμενος καὶ ὑπὲρ πᾶσαν νομικὴν λατρείαν τὸ σῶμα ἡμῖν αὐτοῦ ἀντιδίδωσι καὶ τὸ αἷμα, οὕτω καὶ αὐτοὶ χαίροντες αὐτοῖς, ὡς οὐδενὶ τῶν ἄλλων οἷς αὐτοὺς (10) θεραπεύειν δοκοῦμεν, ὅλους παρέχουσιν ἡμῖν ἑαυτοὺς συντε- θεραπεύειν δοκοῦμεν, ὅλους παρέχουσιν ἡμῖν ἑαυτοὺς συντε- λεῖν πρὸς πᾶν ὅ τι ἡμῖν συμφέρει· πανταχοῦ γὰρ τὸν ἑαυτῶν μιμοῦνται Δεσπότην. @1 49. (t.) ΜΘ´. Πρὸς τοὺς λέγοντας τὴν ἐν τῇ λειτουργίᾳ τῶν ἁγίων μνήμην ἱκεσίαν τοῦ ἱερέως πρὸς τὸν Θεὸν εἶναι ὑπὲρ αὐτῶν (1.) Ἀλλ᾿ ἐνταῦθά τινες ἠπατήθησαν οὐκ εὐχαριστίαν ἀλλ᾿ ἱκεσίαν ὑπὲρ τῶν ἁγίων πρὸς τὸν Θεὸν τὴν μνήμην αὐτῶν εἶναι νομίσαντες, οὐκ οἶδα πόθεν λαβόντες τῶν λογισμῶν τούτων τὰς ἀφορμάς. Οὔτε γὰρ ἀπὸ τῶν πραγμάτων αὐτῶν ταῦτα πιστεύειν ἀκόλουθον, οὔτε ἀπὸ τῶν ἐνταῦθα τῆς (5) ἱερουργίας ῥημάτων. (2.) Καὶ τὸ μὲν εἰκὸς τῶν πραγμάτων, ὅτι πολλοῦ δεῖ τοιαῦτα συγχωρεῖν, δῆλον ἐκεῖθεν. (3.) Εἰ γὰρ εὔχεται ὑπὲρ τῶν ἁγίων ἡ Ἐκκλησία, ἐκεῖνα πάντως εὔξαιτ᾿ ἂν ἃ εἴωθεν εὔχεσθαι πανταχοῦ. Τίνα δέ ἐστιν ἃ εὔχεται τοῖς κεκοιμημένοις; Ἄφεσις ἁμαρτιῶν, βασιλείας κληρονομία, ἀνάπαυσις ἐν τοῖς κόλποις Ἀβραὰμ μετὰ τῶν τετελειωμένων ἁγίων. Ταῦτα τῆς Ἐκκλησίας εὐχή, (5) παρὰ ταῦτα οὐδὲν ἂν εὕροις εὐχομένην τοῖς μεταστᾶσιν. Ἐν τούτοις ὥρισται ἡ πρὸς Θεὸν ἡμῶν ἱκεσία. Οὐ γὰρ πᾶν οὗπερ ἄν τις ἐπιθυμήσειε καὶ εὔχεσθαι ἔξεστιν, ἀλλὰ κἀνταῦθα νόμος ἐστὶ καὶ ὅρος ὃν ὑπερβαίνειν ἀθέμιτον. Τὸ γάρ· «Τί προσευξόμεθα καθ᾿ ὃ δεῖ, οὐκ οἴδαμεν, φησίν, ἀλλ᾿ αὐτὸ τὸ (10) Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν»· τουτέστιν ἃ δεῖ προσεύχε- σθαι, διδάσκει ἡμᾶς· οὕτω γὰρ οἱ διδάσκαλοι τῆς Ἐκκλησίας ἐξειλήφασιν. (4.) Σκέψαι τοίνυν εἴ τι πλέον τῶν εἰρημένων ἐν πάσαις τελεταῖς καὶ ἱερολογίαις ἔστιν εὑρεῖν εὐχομένην τὴν Ἐκκλη- σίαν, καὶ οὐκ ἂν εὕροις. @1 (5.) Οὐκοῦν εὔξονται μὲν τοῖς ἀνευθύνοις ἄφεσιν ἁμαρτιῶν, (5.) Οὐκοῦν εὔξονται μὲν τοῖς ἀνευθύνοις ἄφεσιν ἁμαρτιῶν, ὡς ὑπευθύνοις ἔτι καὶ δίκας ὀφείλουσιν· εὔξονται δὲ τοῖς ἁγίοις, ὡς μήπω ἡγιασμένοις, τὴν μετὰ τῶν ἁγίων ἀνάπαυ- σιν· εὔξονται δὲ τελείωσιν τοῖς τελείοις, ὡς μήπω τελειω- θεῖσιν. (5) (6.) Καὶ οὕτως ἀνάγκη δυοῖν θάτερον ἁμαρτάνειν αὐτούς· ἢ γὰρ ὁμολογοῦντες τὴν μακαριότητα καὶ τὴν τελειότητα τῶν ἁγίων, ἑκόντες βούλονται πρὸς τὸν Θεὸν ληρεῖν καὶ ματαίαν ὑπὲρ αὐτῶν συνείρειν εὐχήν, ὅπερ ἐστὶν ἀνδρῶν τὰ θεῖα παιζόντων μᾶλλον ἢ ἱερέων· ἢ μετὰ σπουδῆς ποιούμενοι τὰς (5) εὐχάς, ὡς ἂν οἰόμενοι τοὺς ἁγίους δι᾿ αὐτῶν ὠφελεῖν, τὴν αὐτῶν ἀρνοῦνται δόξαν, ὅπερ ἐστὶ βλασφημεῖν οὐκ αὐτοὺς μόνον ἀλλὰ καὶ τὸν Θεὸν αὐτόν, ὡς ψευσάμενον τὰς ἐπαγγε- λίας, ὃς ἐπηγγείλατο δοξάσειν καὶ τῆς βασιλείας μεταδώσειν αὐτοῖς. (10) (7.) Μᾶλλον δὲ καὶ ἄμφω σαφής ἐστι βλασφημία· τοῦτο μὲν ὡς παντελῶς ἀρνουμένων τὴν μακαριότητα τῶν ἁγίων· ἐκεῖνο δὲ ὡς τὰ τῶν ἀρνουμένων ποιούντων. Οὓς γὰρ εἶναι πιστεύουσι μακαρίους, ὡς ἐν υἱῶν μοίρᾳ τεταγμένους καὶ τῆς βασιλείας αὐτῆς κληρονόμους, τούτους ὡς εἶεν ἀγέραστοι (5) καὶ ἀτίμητοι καὶ ὑπεύθυνοι, δι᾿ ὧν τοιαῦτα ὑπὲρ αὐτῶν ἀξιοῦσιν εὔχεσθαι, μαρτυροῦσιν. (8.) Οὕτω μὲν οὖν αὐτῶν ἕνεκα τῶν πραγμάτων ἄτοπον εἶναι φαίνεται εἴ τις νομίζει τὴν ὑπὲρ τῶν ἁγίων παρὰ τῆς Ἐκκλησίας εἰς τὸν Θεὸν προσφορὰν ἱκέσιον εἶναι. (9.) Ἴδωμεν δὲ καὶ αὐτὰ τὰ ῥήματα. (10.) «Ἔτι προσάγομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων, προπατόρων, πατέ- ρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, κηρύκων, εὐαγγε- λιστῶν, μαρτύρων, ὁμολογητῶν, ἐγκρατευτῶν, καὶ παντὸς @1 πνεύματος ἐν πίστει τετελειωμένου· ἐξαιρέτως δὲ τῆς πανα- (5) πνεύματος ἐν πίστει τετελειωμένου· ἐξαιρέτως δὲ τῆς πανα- (5) γίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ ἁγίου Ἰωάννου τοῦ προφήτου προδρόμου καὶ βαπτιστοῦ, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, καὶ πάντων τῶν ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς ὁ Θεός, καὶ μνήσθητι πάντων τῶν (10) κεκοιμημένων ἐπ᾿ ἐλπίδι ἀναστάσεως καὶ ζωῆς αἰωνίου· καὶ ἀνάπαυσον αὐτοὺς ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σοῦ.» (11.) Ταῦτα τὰ ῥήματα ἐν οἷς οὐδεμία περιέχεται περὶ τῶν ἁγίων πρὸς τὸν Θεὸν ἱκεσία, οὐδὲ εὔχεται αὐτοῖς ὁ ἱερεὺς τῶν εἰωθότων οὐδέν. Ἀλλὰ τῶν μὲν ἄλλων κεκοιμημένων πιστῶν μεμνημένους, εὐθὺς προστίθησιν τὴν ὑπὲρ τούτων εὐχήν. «Ἀνάπαυσον γὰρ αὐτούς, φησίν, ὅπου ἐπισκοπεῖ τὸ (5) φῶς τοῦ προσώπου σου.» Ἐπὶ δὲ τῶν ἁγίων τοὐναντίον ἅπαν. Οὐ γὰρ πρεσβείαν ὑπὲρ αὐτῶν ποιεῖται, ἀλλ᾿ αὐτοὺς μᾶλλον προβάλλεται πρέσβεις. Εἰπὼν γὰρ καὶ ἀριθμήσας τοὺς ἁγίους, ἐπάγει· «Ὧν ταῖς πρεσβείαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός.» (10) (12.) Ὃ δὲ μάλιστα δείκνυσιν, οὐ δέησίν τινα καὶ ἱκεσίαν, ἀλλ᾿ εὐχαριστίαν ὑπὲρ τῶν ἁγίων εἶναι ταῦτα τὰ ῥήματα, ὅτι καὶ ἡ τοῦ Θεοῦ Μήτηρ ἐν τούτῳ τῷ καταλόγῳ τάττεται· οὐ γὰρ ἂν ἐτάττετο, εἰ μεσιτείας τινὸς ὁ χορὸς οὗτος ἐδεῖτο, ἥ γε πάσης ἑστὶν ἐπέκεινα μεσιτείας οὐ τῆς ἀνθρωπίνης μόνον (5) ἱεραρχίας ἀλλὰ καὶ τῆς τῶν ἀγγέλων, ὡς ἂν καὶ αὐτῶν οὖσα τῶν ἀνωτάτω νόων ἀσυγκρίτως ἁγιωτέρα. (13.) Καὶ μὴν ὁ Χριστός ἐστι, φησίν, ὁ ταύτην τελῶν τὴν ἱερουργίαν. Τί οὖν θαυμαστὸν εἰ καὶ τοῖς ἁγίοις καὶ αὐτῇ μεσιτεύσειε τῇ Μητρί; (14.) Ἀλλ᾿ οὐδένα τοῦτο λόγον ἔχει. Οὐ γὰρ οὗτος ὁ τρόπος τῆς τοῦ Χριστοῦ μεσιτείας· «μεσίτης» μὲν γὰρ ἐγένετο τῆς τοῦ Χριστοῦ μεσιτείας· «μεσίτης» μὲν γὰρ ἐγένετο «Θεοῦ καὶ ἀνθρώπων»· ἀλλ᾿ οὐ λόγοις τισὶ καὶ εὐχαῖς, ἀλλ᾿ @1 ἑαυτῷ· ὅτι γὰρ Θεὸς ὁ αὐτὸς καὶ ἄνθρωπος ἦν, Θεὸν ἀνθρώποις συνῆψε, κοινὸν ὅρον ἑαυτὸν ἀμφοτέραις ταῖς φύσεσιν ἐμβαλών. (5) Τὸ δὲ νομίζειν αὐτὸν διὰ τῶν ἐν τῇ ἱερουργίᾳ εὐχῶν ἀεὶ μεσιτεύειν, βλασφημίας ἁπάσης καὶ ἀτοπίας ἐστὶ μεστόν. (15.) Εἰ γὰρ καὶ αὐτός ἐστιν ὁ τελῶν τὴν ἱερουργίαν, ἀλλ᾿ οὐ πάντα τὰ ἐκεῖ γινόμενα καὶ λεγόμενα αὐτῷ ἀναθήσομεν. Τὸ μὲν γὰρ ἔργον τῆς μυσταγωγίας καὶ τὸ τέλος, ἤτοι τὸ ἁγια- σθῆναι τὰ δῶρα, καὶ ἁγιάσαι τοὺς πιστούς, αὐτός ἐστι μόνος ὁ τελῶν. Αἱ δὲ περὶ τούτων εὐχαὶ καὶ δεήσεις καὶ ἱκεσίαι τοῦ (5) ἱερέως· ἐκεῖνα μὲν γὰρ δεσπότου, ταῦτα δὲ δούλου· καὶ ὁ μὲν εὔχεται, ὁ δὲ τελειοῖ τὰς εὐχάς· καὶ ὁ μὲν Σωτὴρ δίδωσιν, ὁ δὲ ἱερεὺς ὑπὲρ τῶν δοθέντων εὐχαριστεῖ· καὶ ὁ μὲν ἱερεὺς προσάγει, ὁ δὲ Κύριος δέχεται τὰ δῶρα· προσφέρει μὲν γὰρ καὶ ὁ Κύριος, ἀλλ᾿ ἑαυτὸν τῷ Πατέρι καὶ τὰ δῶρα ταῦτα, (10) ὅταν αὐτὸς γένωνται, ὅταν εἰς τὸ αὐτοῦ σῶμα καὶ αἷμα μεταβληθῶσιν. Ὅτι γὰρ ἑαυτὸν προσφέρει, διὰ τοῦτο λέγεται εἶναι ὁ αὐτὸς καὶ «προσφέρων καὶ προσφερόμενος, καὶ προσδεχόμενος» ὡς θεός· προσφερόμενος δὲ ὡς ἄνθρωπος· ἄρτον δὲ καὶ οἶνον ἔτι ὄντα τὰ δῶρα προσφέρει μὲν ὁ ἱερεύς, (15) προσδέχεται δὲ ὁ Κύριος. (16.) Καὶ τί ποιῶν τὰ δῶρα προσδέχεται; Ἁγιάζων αὐτά, εἰς τὸ ἑαυτοῦ σῶμα καὶ αἷμα μεταβάλλων. Τοῦτο γὰρ τὸ δέχεσθαι, τὸ οἰκειοῦσθαι, κατὰ τὰ προειρημένα· οὗτος ὁ τρό- πος καθ᾿ ὃν ὁ Χριστὸς τὴν ἱερουργίαν ταύτην ἱερουργεῖ· ταῦτά ἐστιν ἃ τὴν ἱερωσύνην αὐτῷ ποιεῖ. @1 (5) (17.) Εἰ δὲ πρὸς τοῖς εἰρημένοις, καὶ τὰς ἐν τῇ μυσταγωγίᾳ εὐχὰς ἢ πάσας ἤ τινας τοῦ Χριστοῦ θείη τις εἶναι φωνάς, οὐδὲν κατὰ τοῦτο διοίσει τῶν ἀσεβῶν, οἱ τὴν δόξαν αὐτοῦ καθαιρεῖν ἐτόλμησαν. Ἀνάγνωθι τὰς εὐχὰς ἁπάσας καὶ εἴσῃ καθαιρεῖν ἐτόλμησαν. Ἀνάγνωθι τὰς εὐχὰς ἁπάσας καὶ εἴσῃ τὰ ῥήματα ἐκεῖνα πάντα δούλων εἶναι ῥήματα· ἀναγνώθι καὶ (5) ταύτην ἣ μνημονεύει τῶν ἁγίων, ἣν τῷ Χριστῷ ἀνατιθέναι τολμῶσι, καὶ εὑρήσεις ἐκεῖ οὐδὲν μὲν υἱῷ πρέπον ὁμοτίμῳ πάντα δὲ δούλων. Πρῶτον μὲν γάρ, οὐκ ἀφ᾿ ἑνὸς προσώπου ἀλλὰ κοινὴ τοῦ γένους ἐστὶν ἡ εὐχαριστία, καὶ ὡς ἁμαρτή- σαντες καὶ μὴ περιοφθέντες ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας (10) εὐχαριστοῦσι· καὶ ἡ εὐχαριστία οὐ πρὸς τὸν Πατέρα μόνον, ἀλλὰ καὶ πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τῆς τοῦ Θεοῦ Μητρὸς ὡς Δεσποίνης δοῦλοι μέμνηνται· καὶ ταῖς πρεσβείαις αὐτῆς καὶ τῶν ἁγίων τῆς παρὰ τοῦ Θεοῦ ἐπισκέ- ψεως καὶ προνοίας αἰτοῦνται τυχεῖν. (15) (18.) Ταῦτα δὲ τί κοινὸν ἔχει πρὸς τὸν ἕνα Κύριον, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἀναμάρτητον, τὸν πάντων Δεσπότην; «Εὐχαριστοῦμέν σοι, φησί, καὶ τῷ Υἱῷ σου τῷ μονογενεῖ.» Οὐκοῦν ὁ Χριστὸς εὐχαριστεῖ τῷ Υἱῷ τοῦ Θεοῦ τῷ μονογενεῖ; καὶ ἰδοὺ δύο ἔσονται υἱοὶ κατὰ τὴν Νεστορίου (5) μανίαν· οὕτως ἀσεβὲς καὶ ἀνόητον τὸν Χριστὸν νομίζειν ὑπὲρ τῶν ἁγίων πρεσβεύειν καὶ τοιαύτην πρεσβείαν καὶ μεσιτείαν αὐτῷ περιάπτειν. (19.) Ἐδείχθη δὲ ταῦτα μηδὲ τῶν ἱερῶν εἶναι. Λείπεται δὲ μὴ ἱκεσίαν ἀλλ᾿ εὐχαριστίαν εἶναι ταῦτα τὰ ῥήματα. (20.) «Ναί», φησίν, ἀλλ᾿ ἡ λέξις οὐκ ἐᾷ τὴν ἱκεσίαν σαφῶς δυναμένη. Ἡ γὰρ «ὑπὲρ» πρόθεσις τοῦτο βούλεται σημαί- νειν. Οὐ πάντως· οὐ γὰρ πανταχοῦ τὸν δεόμενον δείκνυσι. Οὐ γὰρ ἐν οἷς ἱκετεύομεν μόνον, ἀλλὰ καὶ ἐν οἷς εὐχαριστοῦμεν, @1 (5) ταύτῃ χρώμεθα τῇ λέξει. Καὶ τοῦτο δῆλον πολλαχόθεν καὶ ἀπ᾿ αὐτῆς δὲ τῆς προκειμένης εὐχῆς. «Ὑπὲρ τούτων, φησίν, ἁπάντων εὐχαριστοῦμέν σοι καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ ἁγίῳ», «ὑπὲρ πάντων ὧν ἴσμεν καὶ τῷ Πνεύματί σου τῷ ἁγίῳ», «ὑπὲρ πάντων ὧν ἴσμεν καὶ ὧν οὐκ ἴσμεν», εὐχαριστοῦμέν σοι· «καὶ ὑπὲρ τῆς λειτουρ- (10) γίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας». Ὁρᾷς τὴν «ὑπὲρ» καὶ ἐπὶ τῆς εὐχαριστίας κειμένην; Οὐκοῦν πρὸς τὴν πλάνην ταύτην οὐδεμία καταλείπεται πρόφασις. (21.) Οὕτω μὲν οὖν ἀδύνατον ἱκέσιον εἶναι τὴν περὶ τῶν ἁγίων μνήμην. Ὅτι δὲ χαριστήριός ἐστι, δείκνυσι μὲν αὐτὸ τοῦτο τὸ μὴ εἶναι ἱκέσιον. Ἀνάγκη γὰρ δυοῖν θάτερον ἢ ἱκέ- σιον εἶναι ἢ χαριστήριον· ὅτι κατὰ τοὺς δύο μόνον τούτους τρό- πους μεμνήμεθα πρὸς τὸν Θεὸν τῶν παρ᾿ ἐκείνου γινομένων (5) ἡμῖν ἀγαθῶν, ἢ ἵνα λάβωμεν αὐτὰ ἢ ὅτι ἤδη ἐλάβομεν. Καὶ τὸ μέν ἐστιν ἱκεσία, τὸ δὲ εὐχαριστία. Δείκνυσι δὲ καὶ τὸ πασῶν μεγίστην εἶναι τῶν τοῦ Θεοῦ δωρεῶν εἰς τοὺς ἀνθρώπους τὴν τῶν ἁγίων τελείωσιν. Καὶ διὰ τοῦτο μὴ χάριτας ὁμολογεῖν αὐτῷ τὴν Ἐκκλησίαν περὶ αὐτῶν μὴ θεμιτὸν εἶναι. Καὶ τί (10) λέγω μεγίστην τῶν τοῦ Θεοῦ δωρεῶν τὴν τῶν ἁγίων τελείω- σιν; Αὕτη μὲν οὖν ἐστιν ἅπασα ἡ τοῦ Θεοῦ δωρεά. Πάντων γὰρ ὧν εἰς τὸ γένος ἡμῶν ἐποίησεν ἀγαθῶν, τοῦτό ἐστι τὸ τέλος, τοῦτο καρπὸς οἱ χοροὶ τῶν ἁγίων· καὶ τούτου ἕνεκα οὐρανὸς ἡμῖν ἐδημιουργήθη καὶ γῆ καὶ τὸ ὁρώμενον ἅπαν. (15) Διὰ τοῦτο παράδεισος· διὰ τοῦτο προφῆται· διὰ τοῦτο αὐτὸς ὁ Θεὸς ἐν σαρκὶ καὶ Θεοῦ λόγοι καὶ ἔργα καὶ πάθη καὶ θάνατος· ἵνα ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν μετοικήσωσιν ἄνθρωποι καὶ τῆς ἐκεῖ βασιλείας γένωνται κληρονόμοι. (22.) Εἰ τοίνυν ὅλως εὐχαριστία ἐστὶν ἐν τῇ τελετῇ καὶ τὰ δῶρα ταῦτα χαριστήρια καθάπερ ἱκεσία, πᾶσα ἀνάγκη τὸ @1 κεφάλαιον καὶ τὴν ἀφορμὴν τῆς εὐχαριστίας αὐτοὺς εἶναι τοὺς τελειωθέντας ἁγίους. (23.) Ὅλως δὲ τί ἐστι τὸ ποιοῦν ἐν ἡμῖν τὴν εὐχαριστίαν· οὐ τὸ αἰτεῖν ὁτιοῦν καὶ λαβεῖν ὃ αἰτούμεθα; Παντί που δῆλον· οὐκοῦν τὸ αὐτό ἐστι δι᾿ ὅ τε εὐχαριστοῦμεν καὶ ὃ αἰτοῦμεν; τὸ αἰτεῖν ὁτιοῦν καὶ λαβεῖν ὃ αἰτούμεθα; Παντί που δῆλον· οὐκοῦν τὸ αὐτό ἐστι δι᾿ ὅ τε εὐχαριστοῦμεν καὶ ὃ αἰτοῦμεν; (24.) Τί οὖν παρὰ τοῦ Θεοῦ ἡ Ἐκκλησία αἰτεῖται; Ὅπερ αἰτεῖν παρὰ αὐτοῦ ἐκελεύσθη, τὴν βασιλείαν αὐτοῦ δηλονότι, ἵνα οἱ πιστοὶ ταύτης κληρονομήσωσιν· ἵνα ἅγιοι γένωνται κατὰ τὸν καλέσαντα ἅγιον. Εἰ δὲ ταῦτα τοῦ Θεοῦ δεῖται καὶ ἱκετεύει, πρόδηλον ὅτι καὶ ὑπὲρ αὐτῶν τούτων εὐχαριστεῖ· (5) εὔχεται τοὺς πιστοὺς ἐν ἁγιωσύνῃ τελειωθῆναι, καὶ διὰ τοῦτο περὶ τῶν ἤδη τελειωθέντων ἁγίων τῷ τελειώσαντι χάριτας ὁμολογεῖν ἀκόλουθόν ἐστιν ἐξ ἀνάγκης. Διὰ ταύτην τὴν ὑπὲρ τῶν ἁγίων εὐχαριστίαν αὐτὴ ἡ τελετὴ εὐχαριστία καλεῖται· εἰ γὰρ καὶ ἄλλων ἐνταῦθα πολλῶν μέμνηται, ἀλλ᾿ οἱ ἅγιοι τὸ (10) τέλος ἁπάντων καὶ ὑπὲρ ὧν ἐκεῖνα ζητεῖται· ὅθεν ὅταν ὑπὲρ ἐκείνων εὐχαριστῇ, ὑπὲρ τῆς τελειώσεως τῶν ἁγίων εὐχαρι- στεῖ. Καθάπερ γὰρ ὁ Κύριος ὅσα ἐποίησεν, ἵνα συστήσῃ τὸν χορὸν τῶν ἁγίων, ἐποίησεν· οὕτω καὶ ἡ Ἐκκλησία ἐν οἷς αὐτὸν ὑπὲρ ἁπάντων ἐκείνων ὑμνεῖ, πρὸς τὸν χορὸν βλέπουσα (15) τῶν ἁγίων τοῦτο ποιεῖ. Τούτου χάριν, ὅτε παρεδίδου τοῦτο τὸ μυστήριον ὁ Σωτήρ, εὐχαριστῶν τῷ Πατρὶ παρεδίδου, ὅτι δι᾿ αὐτοῦ ἔμελλεν ἀνοίγειν ἡμῖν τὸν οὐρανὸν καὶ ταύτην τὴν «πανήγυριν τῶν πρωτοτόκων» συνάγειν ἐκεῖ. Τοῦτον ἡ Ἐκκλησία μιμουμένη, οὐχ ἱκέσιον μόνον ἀλλὰ καὶ χαριστή- (20) ριον τὴν προσαγωγὴν ποιεῖται τῶν δώρων. Καὶ τοῦτο δείκνυσι μὲν καὶ ἑτέρωθεν, μάλιστα δὲ ἀπὸ τῆς εὐχῆς ἐν ᾗ πᾶς ὁ σκοπὸς @1 περιέχεται τῆς ἱερουργίας. Διηγησαμένη γὰρ ἅπαντα τὰ παρὰ τοῦ Θεοῦ δοθέντα ἡμῖν καὶ ὑπὲρ πάντων εὐχαριστήσασα καὶ τελευταῖον προσθεῖσα τὴν τοῦ Κυρίου διὰ σαρκὸς παρουσίαν (25) καὶ τὴν τοῦ μυστηρίου τούτου παράδοσιν, καὶ ὡς ἐνετείλατο καὶ ἡμᾶς τοῦτο ποιεῖν ἐπήγαγε· «Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γενο- μένων, τοῦ σταυροῦ», καὶ ἑξῆς πάντα καταλέξασα μετὰ τὸν μένων, τοῦ σταυροῦ», καὶ ἑξῆς πάντα καταλέξασα μετὰ τὸν σταυρόν, εἶτά φησι· «Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν· (30) κατὰ πάντα καὶ διὰ πάντα σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.» (25.) Ὁρᾷς; Τῶν εὐεργεσιῶν, φησί, μεμνημένοι ταύτην ποιούμεθα τὴν δωροφορίαν. Τοῦτο δέ ἐστι τὸ εὐχαριστεῖν τὸ ὑπὲρ τῶν ἤδη δοθέντων ἀγαθῶν ἡμῖν δώροις τὸν εὐεργέτην τιμᾶν. Εἶτα καὶ σαφέστερον δεικνῦσα τὴν εὐχαριστίαν, φησί· Προσφέροντες τὴν προσφορὰν ταύτην, «σὲ ὑμνοῦμεν, σὲ (5) εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν». (26.) Οὗτος ὁ νοῦς, φησί, τῆς προσαγωγῆς τῶν δώρων τὸ ὑμνεῖν, τὸ εὐχαριστεῖν, τὸ ἱκετεύειν, ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, ὥστε εἶναι καὶ εὐχαριστήριον καὶ ἱκέσιον τὴν αὐτήν. (27.) Καὶ ταῦτα ποιοῦμεν, φησί, δύο τινῶν μεμνημένοι, τῆς ἐντολῆς ἣν ἡμῖν ἐνετείλατο λέγων· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γενομένων· ἡ μὲν γὰρ μνήμη τῶν εὐεργεσιῶν ἁπλῶς εἰς ἀμοιβὴν ἡμᾶς προτρέπεται καὶ τὸ ὅλως τι προσενεγκεῖν τῷ οὕτω μυρίων (5) ὑπάρξαντι αἰτία χαρίτων ἡμῖν· ἡ δὲ μνήμη τῆς ἐντολῆς καὶ αὐτὸ τὸ εἶδος ἡμᾶς διδάσκει τῆς ἀμοιβῆς καὶ τίνα δεῖ δῶρα προσάγειν. Αὐτὴν ἐκείνην τὴν προσφορὰν προσάγομεν, ἣν αὐτὸς ὁ Μονογενὴς ἀνέδειξέ σοι, τῷ Θεῷ καὶ Πατρὶ καὶ @1 εὐχαριστοῦμεν προσάγοντες, ὅτι καὶ αὐτὸς ἀναδεικνὺς αὐτὴν (10) ηὐχαρίστει. Διὰ ταῦτα οὐδὲν οἴκοθεν εἰσάγομεν εἰς ταύτην τὴν δωροφορίαν· οὔτε γὰρ ἔργα ἡμῶν τὰ δῶρα ἀλλὰ σοῦ τοῦ πάντων δημιουργοῦ, οὔτε ἡμετέρα ἐπίνοια τῆς λατρείας οὗτος ὁ τύπος, ἀλλ᾿ οὐδὲ προεθυμήθημεν οὐδ᾿ οἴκοθεν καὶ παρ᾿ ἑαυτῶν εἰς αὐτὴν ἐκινήθημεν· ἀλλ᾿ αὐτὸς ἐδίδαξας, αὐτὸς (15) προετρέψω διὰ τοῦ Μονογενοῦς. Τούτου χάριν ἃ προσφέρο- μέν σοι ἐκ τῶν σῶν ὧν ἡμῖν ἔδωκας, σά ἐστι κατὰ πάντα μέν σοι ἐκ τῶν σῶν ὧν ἡμῖν ἔδωκας, σά ἐστι κατὰ πάντα καὶ διὰ πάντα. (28.) Οὕτω καὶ ὑπὲρ αὐτῆς τῆς χαριστηρίου προσφορᾶς ἄλλην πάλιν εὐχαριστίαν ὀφείλομεν τῷ Θεῷ, ὅτι οὐδὲν αὐτῆς ἡμέτερον ἀλλὰ πᾶσα ἐκείνου δῶρον, καὶ αὐτὸ τὸ θέλειν αὐτὴν καὶ τὸ ἐνεργεῖν αὐτός «ἐστιν ὁ ἐνεργῶν ἐν ἡμῖν», κατὰ τὸν θεῖον Ἀπόστολον. Διὰ τοῦτο ἐν ταῖς εὐχαῖς καὶ τοῦτο (5) λέγεται· «Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ αὐτῆς τῆς λειτουρ- γίας, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας.» Ἃ μὲν οὖν ἡμᾶς διδάσκει τὴν ἐν τῇ λειτουργίᾳ μνήμην τῶν ἁγίων μὴ ἱκεσίαν εἶναι πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἀλλ᾿ εὐχαριστίαν, ταῦτά ἐστιν. (10) 50. (t.) Ν´. Ποσαχῶς τῆς ἱερουργίας τῶν ἁγίων ἡ μνήμη γίνεται, καὶ τίς ἡ διαφορά (1.) Ἴδωμεν δὲ ποσάκις καὶ ποῦ τῆς ἱερουργίας ἡ μνήμη αὕτη γίνεται. (2.) Γίνεται γὰρ δίς· πρῶτον μὲν ἐν ταῖς ἀρχαῖς αὐτῆς, ὅτε ἀνατίθεται τὰ δῶρα· δεύτερον δέ, ὅτε θύεται. @1 (3.) Ἐπεὶ γὰρ διττὴ ἡ προσαγωγή, ἡ μὲν ὡς δώρων καὶ ἀναθημάτων ἁπλῶς, καθάπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται· ἡ δὲ ὡς θυσίας· ἀνάγκη καὶ τούτους ὑπὲρ ὧν προσάγονται καὶ ἐπὶ τῆς πρώτης καὶ ἐπὶ τῆς δευτέρας προσαγωγῆς μνημο- νεύεσθαι. (5) (4.) Καὶ τοίνυν καθάπερ ἐπὶ τῆς πρώτης· «Εἰς ἀνάμνησιν, φησί, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ»· οὕτω καὶ ἐπὶ τῆς δευτέρας· «Μεμνημένοι τοίνυν τῶν ὑπὲρ ἡμῶν γενομένων, τοῦ σταυροῦ καὶ τῶν ἄλλων ὧν ὑπὲρ ἡμῶν ὑπέμεινεν ὁ Χριστός.» Ὃ γὰρ ἐνταῦθα βούλεται (5) ἡ τοῦ σταυροῦ μνήμη καὶ τῶν ἄλλων τῶν μετὰ τὸν σταυρόν, τοῦτο ἐκεῖ ἡ τοῦ Κυρίου ἀνάμνησις. Οὐ γὰρ ὡς θαυματουρ- γοῦντος τοῦ Σωτῆρος, ἀλλ᾿ ὡς σταυρουμένου καὶ ἀποθνῄσκον- γοῦντος τοῦ Σωτῆρος, ἀλλ᾿ ὡς σταυρουμένου καὶ ἀποθνῄσκον- τος, τηνικαῦτα ὁ ἱερεὺς μέμνηται, ὡς ἐν ἐκείνῳ τῷ τόπῳ διὰ πολλῶν ἀπεδείχθη. (10) (5.) Καὶ πάλιν ὥσπερ ἐπὶ τῆς πρώτης· «Εἰς δόξαν τῆς Παναγίας, εἰς πρεσβείαν τῶν ἁγίων», φησίν, οὕτω καὶ ἐπὶ τῆς δευτέρας· «Ὑπὲρ τῶν ἁγίων ἁπάντων, ἐξαιρέτως τῆς Παναγίας.» Ὥσπερ γὰρ ἐκεῖ τὴν ὑπεροχὴν αὐτῆς ἔδειξε τῶν ἄλλων προτιθεὶς ἁπάντων, οὕτως ἐνταῦθα, ἐπεὶ μετά (5) τινας ἄλλους αὐτῆς ἐμνημόνευσε, τὸ «ἐξαιρέτως» προσθείς. (6.) Καὶ ὥσπερ ἐπὶ τῆς πρώτης μετὰ τοὺς ἁγίους τῶν ἐλέους δεομένων μέμνηται καὶ ὑπὲρ ὧν ἱκετεύει καὶ ζώντων καὶ τεθνηκότων· οὕτω καὶ ἐπὶ τῆς δευτέρας. (7.) Ἔχει δὲ διαφοράν. Ἐπὶ μὲν γὰρ τῆς δευτέρας καὶ διηγεῖται τὴν προσαγωγήν· φησὶ γάρ· «Προσάγομέν σοι τὴν λογικὴν ταύτην λατρείαν», καί· «Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέροντες, σὲ ὑμνοῦμεν», μεθ᾿ ὧν τίθησι τὰς ἀφορμὰς τῆς προσαγωγῆς ἢ προλέγων ἢ ἐπιλέγων τὴν μνήμην τῶν τοῦ (5) Σωτῆρος παθῶν, τὴν μνήμην τῶν ἁγίων, τὴν σωτηρίαν τῶν σωτηρίας δεομένων. Ἐπὶ δὲ τῆς πρώτης μόνας τίθησι τὰς @1 ἀφορμὰς τῆς προσαγωγῆς, λέγων· «Εἰς ἀνάμνησιν τοῦ Κυρίου, εἰς δόξαν τῆς Παναγίας», καὶ τὰ ἑξῆς ἐν οἷς μέμνηται καὶ ὑπὲρ ὧν εὐχαριστεῖ καὶ ὑπὲρ ὧν ἱκετεύει. Τίς (10) οὖν ὁ λόγος ὅτι ἐν ταύτῃ μὲν ἔργῳ δείκνυσιν ὅτι προσφέρει; καὶ γὰρ ἀφαιρῶν τοῦ ἄρτου ἀνατίθησι τῷ Θεῷ. Καὶ διὰ τοῦτο οὐκ ἐδεήθη τῶν τοῦτο δηλούντων ῥημάτων. (8.) Ἐπὶ δὲ τῆς δευτέρας προσαγωγῆς οὐδὲν φαίνεται ποιῶν· ἀλλὰ γίνεται μὲν ἡ προσφορά, γίνεται δὲ ἀοράτως. Τὴν γὰρ θυσίαν ἀφανῶς ἡ χάρις ἐργάζεται διὰ τῶν τελεστικῶν εὐχῶν τοῦ ἱερέως. Οὐκοῦν ἔδει λόγων τῶν κηρυττόντων τὴν μὴ φαινομένην προσαγωγήν. (5) 51. (t.) ΝΑ´. Διὰ τί λογικὴν λατρείαν ὁ ἱερεὺς τὴν θυσίαν καλεῖ μὴ φαινομένην προσαγωγήν. (5) 51. (t.) ΝΑ´. Διὰ τί λογικὴν λατρείαν ὁ ἱερεὺς τὴν θυσίαν καλεῖ (1.) Τούτου χάριν καὶ «λογικὴν λατρείαν» αὐτὴν καλεῖ, ὅτι οὐδὲν ἔργον εἰσάγει, μόνοις δὲ τοῖς τελεστικοῖς ῥήμασι χρώμενος τὴν προσφορὰν ταύτην προσφέρει. (2.) Ἡ μὲν γὰρ πρώτη προσαγωγὴ ἔργον ἐστὶν ἀνθρώπῳ δυνατόν· καὶ διὰ τοῦτο ὑπὸ τοῦ ἱερέως πραττομένη πρακτικὴ ἂν εἴη λατρεία· τὴν δὲ δευτέραν, τὴν εἰς τὸ θεῖον σῶμα καὶ αἷμα μεταβολὴν τῶν δώρων, ἥτις ἐστὶν ἡ θυσία, ὑπὲρ ἀνθρώπου δύναμιν οὖσαν ἐργάζεται μὲν ἡ χάρις· εὔχεται δὲ (5) μόνον ὁ ἱερεύς. (3.) Ὅθεν εἰ καὶ ἔργον ἐστὶ καὶ πρᾶγμα ἀληθῶς ἡ θυσία, @1 ἀλλ᾿ αὐτὸς οὐδὲν εἰς αὐτὴν ἐργαζόμενος, ἀλλὰ λέγων μόνον, εἰκότως οὐ πραγματικὴν ἀλλὰ λογικὴν λατρείαν προσά- γειν φησί. 52. (t.) ΝΒ´. Διὰ τί εὐχαριστία μόνον καλεῖται ἡ τελετή (1.) Κἀκεῖνο δὲ ζητήσεως ἄξιον. (2.) Ἐπεὶ γὰρ καὶ εὐχαριστήριός ἐστιν ἡ τελετὴ καὶ ἱκέσιος, διὰ τί μὴ καὶ ἀμφότερα ἀλλ᾿ Εὐχαριστία καλεῖται μόνον; (3.) Ἀπὸ τοῦ πλείονος. Πλείους γὰρ αἱ ἀφορμαὶ τῆς εὐχαριστίας ἢ τῆς ἱκεσίας· πλείω γὰρ ἐλάβομεν ἢ ὧν ἔτι δεόμεθα. Ταῦτα μὲν γὰρ μέρος, ἐκεῖνα δὲ ὅλον. Ἃ γὰρ ἱκετεύομεν λαβεῖν, μέρος εἰσὶν ὧν ἐλάβομεν. Ἐλάβομεν γὰρ ἅπαντα τό γε εἰς τὸν Θεὸν ἧκον καὶ οὐδὲν παρῆκεν ὃ μὴ (5) δέδωκεν· ἀλλὰ τῶν μὲν τυχεῖν οὔπω καιρὸν ἔχομεν, ὥσπερ ἡ ἀφθαρσία τῶν σωμάτων καὶ ἡ ἀθανασία καὶ ἡ ἐν οὐρανοῖς βασιλεία· τὰ δὲ λαβόντες οὐ κατέσχομεν, ὥσπερ ἡ ἄφεσις τῶν ἁμαρτιῶν καὶ τἄλλα τὰ διὰ τῶν μυστηρίων ἡμῖν χορηγούμενα δῶρα· τὰ δὲ ἀπεβάλομεν, ὅτι κακῶς ἐχρησάμεθα, ἵνα μὴ (10) γενώμεθα χείρους, ὥσπερ ἄνεσιν καὶ ὑγείαν καὶ πλοῦτον, οἱ τρυφῆς ὕλην καὶ πονηρίας ποιησάμενοι ταῦτα· ἢ ἐπὶ κέρδει τρυφῆς ὕλην καὶ πονηρίας ποιησάμενοι ταῦτα· ἢ ἐπὶ κέρδει μείζονι, ὥσπερ ὁ Ἰώβ, τῶν ἀγαθῶν ἀποστερούμεθα τῶν παρόντων. (4.) Ὅθεν δῆλον ὡς ἱκεσίας μὲν οὐδένα τόπον ἀφῆκεν @1 ὁ Θεός, εὐχαριστίας δὲ πᾶσαν ἀφορμὴν δέδωκεν· ἡμεῖς δὲ τὴν ἔνδειαν ἡμῖν αὐτοῖς ὑπὸ ῥᾳθυμίας κατασκευάζοντες τῆς ἱκεσίας δεόμεθα. (5.) Ἴδωμεν δὲ περὶ τίνων ἱκετεύομεν. (6.) Περὶ ἀφέσεως ἁμαρτιῶν; Ἀλλὰ ταύτην πλουσίαν ἐλά- βομεν καὶ μηδὲν ἀγωνισάμενοι διὰ τοῦ ἁγίου βαπτίσματος. Τί οὖν πάλιν αὐτὴν αἰτοῦμεν; ὅτι πάλιν ὑπεύθυνοι γεγόναμεν ἁμαρτίαις. Ἀλλὰ τί τὸ αἴτιον ἡμῖν τῆς εὐθύνης ταύτης; ἡμεῖς αὐτοί. Οὐκοῦν καὶ τῆς ἱκεσίας ἡμεῖς. (5) (7.) Ἔτι περὶ τῆς βασιλείας, ἵνα κληρονομήσωμεν αὐτῆς, ἱκετεύομεν; καὶ μὴν δέδοται ἡμῖν αὕτη ἡ κληρονομία. Καὶ γὰρ τέκνα Θεοῦ γεγόναμεν αὐτοῦ τοῦ περικειμένου τὴν βασιλείαν. Τίς γὰρ κληρονόμος, εἰ μὴ τὸ τέκνον; Τί δὲ τῶν πατρῴων διαφεύγει τὸν κληρονόμον; Οὐδέν. Πῶς οὖν (5) αἰτοῦμεν τὸ ἤδη δοθέν; Ἀλλότρια τῆς υἱοθεσίας ἐτολμήσαμεν, μετὰ τὸ ἐκ Θεοῦ γεννηθῆναι καὶ εἰς ταύτην ἀναβῆναι τὴν τιμήν, ἀντὶ υἱῶν πονηροὶ δοῦλοι γεγόναμεν· καὶ διὰ τοῦτο ὡς περὶ ἀλλοτρίου πράγματος καὶ οὐδὲν ἡμῖν διαφέροντος ἱκετεύομεν. Οὐκοῦν καὶ ταύτης ἡμεῖς ἐσμεν αἴτιοι τῆς ἱκεσίας (10) ἡμῖν αὐτοῖς. (8.) Περὶ δὲ τῶν σωματικῶν ἀγαθῶν ὁ Κύριος ἐκέλευσεν· «Αἰτεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προσθήσεται ὑμῖν», καί· «Μὴ μεριμνᾶτε περὶ τροφῆς καὶ ἐνδυμάτων· καὶ ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος πᾶσαν χορηγήσει τὴν χρείαν.» Ἡμεῖς δὲ ἐπειδὰν αὐτῶν ἐνδεῶς ἔχωμεν, ἢ διὰ (5) ῥᾳθυμίαν καὶ ἀπιστίαν τοῦτο πάσχομεν καὶ τὸ μὴ τηρῆσαι τὴν περὶ αὐτὸν ἐντολήν, καὶ τότε ἡ ἔνδεια ἔργον ἡμέτερον @1 τὴν περὶ αὐτὸν ἐντολήν, καὶ τότε ἡ ἔνδεια ἔργον ἡμέτερον @1 καὶ ἡ δι᾿ αὐτὴν ἱκεσία· ἢ προνοίᾳ Θεοῦ καὶ φιλανθρωπίᾳ, ὥσπερ ὁ Ἰώβ, ἵνα μειζόνων τύχωμεν καὶ τιμιωτέρων, καὶ τότε ἡ ἔνδεια ἐκείνη ἐστὶ μὲν τοῦ Θεοῦ ἔργον, ἔστι δὲ οὐ (10) δεήσεώς τινος καὶ ἱκεσίας ἀλλὰ δοξολογίας ἀφορμὴ καὶ εὐχαριστίας. Ὥσπερ ὁ Ἰὼβ ἔλεγεν· «Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον» εἰς τοὺς αἰῶνας. (9.) Ὁρᾷς ὅτι τὰ παρὰ τοῦ Θεοῦ πρὸς ἡμᾶς ἅπαντα πρὸς δοξολογίαν καὶ εὐχαριστίαν φέρει μόνον· τῶν δὲ ἱκεσιῶν τούτων καὶ τῶν δεήσεων ἡμεῖς αἴτιοι. Διὰ τοῦτο πάντων τῶν ἀγαθῶν καὶ τῶν σωματικῶν καὶ τῶν τῆς ψυχῆς ἐν ταῖς πρὸς Θεὸν ὁμιλίαις μνημονεύοντες, ἐπ᾿ εὐχαριστίᾳ πάντων μνημο- (5) νεύομεν, εἴτε πάρεστιν ἡμῖν ἅπαντα, εἴτε μή. Ἐκεῖνος γὰρ ἅπαξ ἔδωκεν ἅπαντα καὶ οὐδὲν ἀφῆκε παρ᾿ ἑαυτῷ. Καὶ τοῦτο εἰδὼς ὁ μακάριος Ἀπόστολος ἐκέλευσε πάντων ἕνεκα εὐχα- ριστεῖν, γράφων· «Πάντοτε χαίρετε, ἐν παντὶ εὐχαριστεῖτε.» (10.) Τούτου χάριν τὴν τελεωτάτην καὶ ἀκριβεστάτην πρὸς τὸν Θεὸν ὁμιλίαν, τὴν τῆς κοινωνίας τελετήν, ἐν ᾗ μνημο- νεύομεν, οὐ ταύτης ἢ ἐκείνης τῆς χάριτος ἀλλὰ πάντων ἁπλῶς τῶν ἐκ Θεοῦ ἀγαθῶν καὶ ὄντων ἡμῖν ἐνεργείᾳ καὶ ἐσομένων Εὐχαριστίαν ὀνομάζειν εἰκὸς ἦν, οὐκ ἐξ ὧν ἡμεῖς (5) δυστυχοῦντες δεόμεθα καλοῦντες αὐτήν, ἀλλ᾿ ἐξ ὧν ὁ Θεὸς ἡμᾶς εὐεργετεῖ, οὐδ᾿ ἀπὸ τῆς ἡμετέρας πενίας ἀλλ᾿ ἀπὸ τοῦ πλούτου τῆς ἐκείνου χρηστότητος. (11.) Ἐπεὶ γὰρ καὶ ἱκετεύομεν ἐν αὐτῇ τὸν Θεὸν καὶ εὐχαριστοῦμεν, ἀλλ᾿ ἡ μὲν εὐχαριστία Θεοῦ ἔργον, ὡς εἴρηται· ἡ δὲ ἱκεσία τῆς ἀνθρωπίνης ἀσθενείας. Καὶ ἡ μὲν εὐχαριστία ἐπὶ πλείοσιν, ἡ δὲ ἱκεσία ὑπὲρ ἐλαττόνων· ἡ μὲν @1 γὰρ ἐπὶ πᾶσιν ἁπλῶς ἀγαθοῖς, ἡ δὲ ὑπὲρ ἐνίων· διὰ τοῦτο ἀπὸ (5) τῶν κρειττόνων καὶ πλειόνων ἔδει τοὔνομα αὐτῇ θεμένους Εὐχαριστίαν ὀνομάζειν· οὕτω γὰρ καὶ ὁ ἄνθρωπος ζῷον Εὐχαριστίαν ὀνομάζειν· οὕτω γὰρ καὶ ὁ ἄνθρωπος ζῷον λογικὸν λέγεται, καίτοι καὶ ἀλόγου τινὸς μετέχων, ἀπὸ τοῦ κρείττονος καὶ μείζονος μέρους καλούμενος. (12.) Ἄλλως θ᾿ ὅτι ὁ πρῶτος αὐτὴν καταδείξας ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐχ ἱκετεύων ἀλλὰ μόνον εὐχαριστῶν τῷ Πατρὶ ταύτην ἐτέλεσε καὶ παρέδωκε τὴν τελετήν· καὶ τούτου χάριν ἡ Ἐκκλησία, ὅπερ οὖσαν παρέλαβεν αὐτήν, τοῦτο καλεῖ Εὐχαριστίαν ὀνομάζουσα. (5) Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. 53. (t.) ΝΓ´. Περὶ τῆς ἐπὶ τῇ κοινωνίᾳ τῶν μυστηρίων κοινῆς εὐχαριστίας καὶ τῶν πρὸς τῷ τέλει τῆς ἱερουργίας εὐχῶν (1.) Ὁ δὲ ἱερεὺς τοὺς μεταλαβόντας τῶν μυστηρίων ὑπὲρ τῆς μεταλήψεως εὐχαριστῆσαι κελεύει τῷ μεταδόντι Θεῷ· καὶ τοῦτο οὐ παρέργως οὐδὲ ῥᾳθύμως, ἀλλὰ μετὰ σπουδῆς. Τοῦτο γὰρ βούλεται τὸ «Ὀρθοὶ» οὐκ ἀνακειμένους οὐδὲ καθημένους, ἀλλὰ καὶ ψυχὴν καὶ σῶμα πρὸς αὐτὸν ἀνατεί- (5) νοντας. (2.) Εἶτα δὴ καὶ τἄλλα τὰ εἰωθότα δεηθῆναι τοῦ Θεοῦ παραινέσας, ἔξεισι τοῦ θυσιαστηρίου καὶ στὰς πρὸ τῶν θυρῶν ἀναγινώσκει τὴν ὑπὲρ ἁπάντων εὐχήν. (3.) Ἐνταῦθα δὲ ἐκεῖνο ἐπισημήνασθαι χρὴ πῶς μετὰ τὴν ἱερουργίαν καὶ τὴν ἐπὶ ταύτῃ δοξολογίαν, ὡς δὴ τῶν εἰς τὸ @1 θεῖον ὀφειλομένων τελεσθέντων ἁπάντων, ὥσπερ ἀπολύων ἑαυτὸν τῆς μετὰ τοῦ Θεοῦ συνουσίας καὶ τοῦ ὕψους ἐκείνου εἰς τὴν τῶν ἀνθρώπων ὁμιλίαν φαίνεται κατὰ μικρὸν κατα- (5) βαίνων, καὶ τοῦτο ἱεροπρεπῶς. Καὶ γὰρ εὐχόμενος τοῦτο ποιεῖ· καὶ ὁ τρόπος τῆς εὐχῆς καὶ ὁ τόπος δείκνυσιν αὐτὸν καταβαίνοντα. (4.) Πρότερον μὲν γὰρ ἔνδον τοῦ θυσιαστηρίου καὶ ἐφ᾿ ἑαυτοῦ, μηδενὸς ἀκούοντος, καὶ πρὸς τὸν Θεὸν ἀποτεινό- μενος εὔχεται· νῦν δὲ τοῦ θυσιαστηρίου ἐξελθὼν καὶ τοῦ μενος εὔχεται· νῦν δὲ τοῦ θυσιαστηρίου ἐξελθὼν καὶ τοῦ πλήθους μέσος γενόμενος, πάντων ἀκουόντων, τὴν ὑπὲρ τῆς Ἐκκλησίας καὶ πάντων τῶν πιστῶν κοινὴν ποιεῖται δέησιν. (5) Εἶτα καὶ τὸν προσενεχθέντα ἄρτον, ἐξ οὗ τὸν ἱερὸν ἀπέτεμεν ἄρτον, εἰς πολλὰ διελών, διαδίδωσι τοῖς πιστοῖς ὡς ἅγιον γενόμενον αὐτῷ τῷ ἀνατεθῆναι Θεῷ καὶ προσενεχθῆναι· οἱ δὲ σὺν εὐλαβείᾳ πάσῃ δέχονται καὶ καταφιλοῦσι τὴν δεξιάν, ὡς ἂν προσφάτως ἁψαμένην τοῦ παναγίου τοῦ Σωτῆρος σώματος (10) καὶ τὸν ἐκεῖθεν ἁγιασμὸν καὶ δεξαμένην, καὶ μεταδιδόναι τοῖς ψαύουσι πιστευομένην. (5.) Ἐν τοσούτῳ δὲ καὶ τὸν αἴτιον καὶ χορηγὸν αὐτοῖς τῶν ἀγαθῶν τούτων δοξολογοῦσι· καὶ ἡ δοξολογία τῆς Γραφῆς· «Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον», καὶ τὰ ἑξῆς· καὶ τοῦτο πολλάκις βοήσαντες ψαλμὸν ἔπειτα ἀναγινώσκουσι δοξολογίας γέμοντα καὶ εὐχαριστίας. Τίς δὲ ὁ ψαλμός; (5) «Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ.» (6.) Τοῦ δὲ ἄρτου διαδοθέντος καὶ τοῦ ψαλμοῦ τελεσθέντος, εὔχεται ὁ ἱερεὺς τῷ πλήθει τὴν τελευταίαν εὐχὴν οὐ μόνον ἔξω τοῦ θυσιαστηρίου καὶ πάντων ἀκουόντων, ἀλλὰ καὶ πρὸς @1 αὐτὸ τὸ πλῆθος ἀποτεινόμενος τὰ ῥήματα τῆς εὐχῆς, μείζονα νῦν ἢ πρότερον ἐνδεικνύμενος τὴν πρὸς τοὺς πολλοὺς κοινω- (5) νίαν. Τίς δὲ ἡ εὐχή; Ἵνα ἐλεηθέντες σωθῶμεν ὡς οὐδὲν ἔχοντες οἴκοθεν εἰσενεγκεῖν σωτηρίας ἄξιον, ἀλλὰ πρὸς μόνην ἀφορῶντες τὴν τοῦ σῶσαι δυναμένου φιλανθρωπίαν. Διὰ τοῦτο γὰρ καὶ πολλῶν ἐνταῦθα μέμνηται πρέσβεων τῶν εἰς τοῦτο βοηθησόντων ἡμῖν· καὶ πρὸ πάντων τῆς παναγίας (10) Μητρὸς τοῦ Θεοῦ, δι᾿ ἧς καὶ τὴν ἀρχὴν ἠλεήθημεν. (7.) Τὸ δὲ προοίμιον τῆς εὐχῆς· «Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν»· οὐ τῶν νόθων εἷς καὶ τῶν ψευδωνύμων, οὓς πολλούς ποτε ἐσέβομεν, ἀλλ᾿ ὃν ὕστερον μόλις εὕρομεν, «ὁ ἀληθινὸς θεὸς ἡμῶν». αὐτὸ τὸ πλῆθος ἀποτεινόμενος τὰ ῥήματα τῆς εὐχῆς, μείζονα νῦν ἢ πρότερον ἐνδεικνύμενος τὴν πρὸς τοὺς πολλοὺς κοινω- (5) νίαν. Τίς δὲ ἡ εὐχή; Ἵνα ἐλεηθέντες σωθῶμεν ὡς οὐδὲν ἔχοντες οἴκοθεν εἰσενεγκεῖν σωτηρίας ἄξιον, ἀλλὰ πρὸς μόνην ἀφορῶντες τὴν τοῦ σῶσαι δυναμένου φιλανθρωπίαν. Διὰ τοῦτο γὰρ καὶ πολλῶν ἐνταῦθα μέμνηται πρέσβεων τῶν εἰς τοῦτο βοηθησόντων ἡμῖν· καὶ πρὸ πάντων τῆς παναγίας (10) Μητρὸς τοῦ Θεοῦ, δι᾿ ἧς καὶ τὴν ἀρχὴν ἠλεήθημεν. (7.) Τὸ δὲ προοίμιον τῆς εὐχῆς· «Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν»· οὐ τῶν νόθων εἷς καὶ τῶν ψευδωνύμων, οὓς πολλούς ποτε ἐσέβομεν, ἀλλ᾿ ὃν ὕστερον μόλις εὕρομεν, «ὁ ἀληθινὸς θεὸς ἡμῶν». (8.) Διὰ τοῦτο καὶ μόνῳ αὐτῷ πρέπει ὡς Θεῷ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. @1 |