Ἅγιος Νεκτάριος

Τὰ μυστήρια

(ἀπὸ τὸ βιβλίο του, Ποιμαντική)


Τί ἐστι Βάπτισμα;

Τὸ Βάπτισμα, κατὰ τὸν Θεσσαλονίκης Συμεών, ἐστιν ἀρχὴ καὶ ὁδοποίησις τῆς πρὸς Θεὸν οἰκειώσεως καὶ τῆς ἐπουρανίου κληρονομίας καὶ λουτρὸν παλιγγενεσίας καθαρίζον τὸν βαπτιζόμενον ἀπὸ τοῦ ῥύπου τῆς ἁμαρτίας καὶ ἀναγεννῶν εἰς ζωὴν αἰώνιον.

Τί ἐστι Χρῖσμα;

Τὸ Χρῖσμα, ὅπερ καὶ Ἅγιον Μύρον λέγεται, ἐστὶ σημείωσις Χριστοῦ καὶ σφραγίας. Μύρον ἐστὶ τελειωτικὴ χρῖσις εὐώδη ποιοῦσα τὸν τετελεσμένον καὶ τῷ θεαρχικῷ πνεύματι ἑνοῦσα αὐτόν.

Τί ἐστιν Εὐχαριστία;

Ἡ Εὐχαριστία ἐστιν ἡ πνευματικὴ τροφὴ τοῦ πιστοῦ ποὺ ζωογονεῖ τὴν ψυχὴν καὶ φέρει τὸν ἄνθρωπον εἰς ἄμεσον ἐπικοινωνίαν πρὸς τὸν Χριστόν. (Γαβριὴλ Φιλαδελφείας, περὶ Μυστηρίου)

Τί ἐστιν Ἱερωσύνη;

Ἡ Ἱερωσύνη ἐστι τάξις θεία μυστηρίου αἰσθητοῦ δύναμιν ἔχουσα πνευματικὴν ὑπὸ ἀῤῥένων ἀνθρώπων ἐνεργουμένη, ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας καὶ βοηθείας, παρὰ τοῦ Σωτῆρος ἡμῶν παραδεδομένη.

Τί ἐστι Μετάνοια;

Ἡ μετάνοια ἐστι λουτρὸν καθαρισμοῦ τῶν ἰδίων ἁμαρτιῶν καὶ ἐπάνοδος ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν καὶ ἐκ τοῦ Διαβόλου πρὸς τὸν Θεόν.

Τί ἐστι Γάμος;

Ὁ Γάμος εὐλογία καὶ ἁγιασμός ἐστι τῶν συνερχομένων εἰς γάμου κοινωνίαν πρὸς εὐλογίαν καὶ ἁγιασμὸν τῆς ἀρχῆς τοῦ ἀνθρωπίνου γένους.

Τί ἐστι Εὐχέλαιον;

Τὸ Εὐχέλαιον ἐστι ἐγκαινισμὸς καὶ ἀνάμνησις τοῦ ἑνὸς θείου θαύματος πολλάκις ἡμῖν τελούμενον διὰ τὸ τοῦ θανάτου ἄωρον. Τὸ Εὐχέλαιον ἐστιν ἰατρεῖον τῶν ψυχῶν καὶ τῶν σωμάτων.