Ἅγιος Νεκτάριος

Ὦ Θεία Ἀγάπη

Ὦ Θεία Ἀγάπη, ἐλθέ, ἱκετεύω,
ἐξ ὅλης ψυχῆς μου καὶ μέσης καρδίας,
καὶ σκήνωμα θεῖον, Χριστέ, ποίησόν με
καὶ πάσης κηλῖδος, ὦ καθάρισόν με.

Ὦ Θεία Ἀγάπη, ἀγάπης ἐνθέου
τὴν Σὲ ἐκζητοῦσαν ψυχὴν ἔμπλησόν μου
καὶ ἔρωτα θεῖον, Ὦ Θεία Ἀγάπη,
θερμῶς ἱκετεύω, τῷ δούλῳ σου δός μοι.

Ὦ Θεία Ἀγάπη, τὴν σὴν ἱκετεύω,
ἀγάπην παράσχου τοῖς σὲ ἐκζητοῦσι·
Ἡ γὰρ σὴ ἀγάπη τὸ πλήρωμά ἐστι
τοῦ Θείου σου Νόμου, Ἀγάπη γλυκεῖα.

Ὦ Θεία Ἀγάπη, ἡ μόνη πληροῦσα
τὸν σύμπαντα κόσμον καὶ ἡ συντηροῦσα,
Σὺ πέλεις ὁ νόμος τῶν ἐπουρανίων,
Σὺ πέλεις ὁ νόμος καὶ τῶν ἐπιγείων.

Ἡ Σὴ Βασιλεία ἐστὶν ἡ ἀγάπη,
ἐν ᾗ βασιλεύει χαρὰ καὶ εἰρήνη,
ἐν ᾗ βασιλεύει ἡ μακαριότης,
ὁ ἔρως τοῦ Θείου καὶ ἡ εὐφροσύνη.

Τοῖς ἐντευξομένοις

Ὁ Ἅγιος Νεκτάριος συνέθεσε χιλιάδες ἱερῶν στροφῶν. Ἐδῶ παρατίθεται ἓν ποίημα, κραυγὴ βαθυτάτης προσευχῆς, τὴν ὁποίαν ἀσφαλῶς ἀπαύστως καὶ σήμερον ἀναπέμπει ὁ θαυματουργὸς Ἅγιος πρὸ τῆς Θείας Ἀγάπης.

Ἡ Ἁγιαστικὴ τῶν πάντων, ἡ αἰωνία καὶ ἀκατάλυτος αὕτη ἀγάπη ἂς πληροῖ καὶ ἂς ἁγιάζῃ τὰς ψυχὰς τῶν εὐβλαβῶν προσκυνητῶν τοῦ Ἁγίου Θεοῦ καὶ τοῦ ὑπ᾿ αὐτοῦ δοξασθέντος καὶ δοξαζομένου Ἁγίου Του.

Αἱ ἐντεύξεις, αἰ δεήσεις, αἱ προσευχαὶ αἱ ὁποῖαι διὰ τῶν ἱερωτάτων ᾠδῶν τῶν ᾀσματικῶν ἀκολουθιῶν τοῦ Ἁγίου ἂς ἀναπεμφθοῦν, ἵνα ἀνοίξουν τὰς πύλας τοῦ θείου ἐλέους, διὰ νὰ πνεύσῃ, πρεσβείαις τοῦ Ἁγίου, «γαληνὸν καὶ ζεφύριον», τὸ Πνεῦμα τὸ Ἅγιον, «λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα», ποιοῦν θαυμάσια καὶ δυνάμεις πολλάς, θεραπεῦον νόσους καὶ ἀσθενείας χαλεπὰς τοῖς ἐκζητοῦσιν ἐκ βαθέων τὴν Θείαν Ἀγάπην.