Διάφορα ἐκκλησιαστικὰ κείμενα


Δελφικὸς χρησμὸς πρὸς τὸν βασιλέα Ἰουλιανό, 362 μ.Χ.

Εἴπατε τῷ Βασιλεῖ χαμαὶ πέσε δαίδαλος αὐλά,
οὐκέτι Φοῖβος ἔχει καλύβαν, οὐ μάντιδα δάφνην,
οὐ παγὰν λαλέουσαν· ἀπέσβετο καὶ λᾶλον ὔδωρ.


Ῥητόν. Γεώργιος Πισίδης, ζ´ αἰ.

Παρῆλθεν ἡ νὺξ τῶν πλανήτων μὲν λόγων,
κέκμηκεν Ὀρφεύς καὶ παρῆκεν τὴν λύραν,
ὁ Φοῖβος αὐτῶν οὐκ ἀνοίγει τὸ στόμα,
μαραίνεται δρῦς, καὶ πεφίμωται τρίπους,
Πλάτων σιωπᾶ καὶ λαλεῖ σκυτεργάτης,
νοσεῖ Γαληνός, ἐκφοβεῖ δὲ τὰς νόσους
ὁ Πέτρος ἡμῶν τὰς σαγήνας ὁ πλέκων...


Περὶ τοῦ σωτηριώδους ἔργου τοῦ Κυρίου
(Ἰωάννου τοῦ Χρυσοστόμου)

Διὰ θανάτου γεγόναμεν ἀθάνατοι. Διὰ πτώσεως ἀνέστημεν.
Διὰ ἡττήματος κατέστημεν ἀήττητοι.

Εὔκολοι δρόμοι πρὸς σωτηρίαν

Μὴ κατακρίνῃς διὰ νὰ μὴ κατακριθῇς.
Ἐλέησε διὰ νὰ ἐλεηθῇς.
Συγχώρησε διὰ νὰ συγχωρηθῇς.
Καθαρὰ ἐξομολόγησις.


Εἰς τὰς ἐπιγραφὰς τῶν ψαλμῶν, Ἁγίου Γρηγορίου Νύσσης,
ἔκδ. McDonough σ. 33

Ἐπεὶ οὖν τὸ κατᾶ φύσιν φίλον τῇ φύσει, ἀπεδείχθη δὲ κατὰ φύσιν ἡμῖν οὖσα ἡ μουσική, τούτου χάριν ὁ μέγας Δαβίδ τῇ περὶ τῶν ἀρετῶν φιλοσοφίᾳ τὴν μελῳδίαν κατέμιξεν, οἷόν τινα μέλιτος ἡδονὴν τῶν ὑψηλῶν καταχέας δογμάτων, δι᾿ ἧς ἑαυτὴν ἀναθεωρεῖ τρόπον τινὰ καὶ θεραπεύει ἡ φύσις. θεραπεία γὰρ φύσεώς ἐστιν ἡ τῆς ζωῆς εὐρυθμία, ἥν μοι δοκεῖ συμβουλεύειν δι᾿ αἰνιγμάτων ἡ μελῳδία.


Prayer to Virgin Mary

Hail Mary, full of grace, the Lord is with you, blesses art thou amongst women and blessed is the fruit o' thy womb, Jesus.