Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΠΙΤΑΦΙΟΥ ΘΡΗΝΟΥ
ἤτοι
Ο ΟΡΘΡΟΣ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΣΑΒΒΑΤΟΥ

Τό πρωτότυπο κείμενο μέ τὴν νεοελληνικὴ ἀπόδοση
τοῦ Ὁμοτίμου Καθηγητοῦ τοῦ Πανεπιστημίου Ἀθηνῶν Ἀνδρέα Θεοδώρου

[ΟΡΘΡΟΣ] [ΚΑΝΩΝ] [ΕΓΚΩΜΙΑ] [ΣΤΑΣΙΣ ΠΡΩΤΗ] [ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ] [ΣΤΑΣΙΣ ΤΡΙΤΗ]
[ΕΥΛΟΓΗΤΑΡΙΑ] [ΜΕΤΑ_ΛΙΤΑΝΕΙΑ] [ΠΑΤΕΡΙΚΟ_ΚΕΙΜΕΝΟ]


Τῼ ΑΓΙῼ ΚΑΙ ΜΕΓΑΛῼ ΣΑΒΒΑΤῼ

καθ᾿ ᾧ ἑορτάζομεν τὴν θεόσωμον ταφὴν
καὶ τὴν εἰς ᾅδου κάθοδον τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ

Ο ΟΡΘΡΟΣ

(Τελεῖται συνήθως τῇ Μ. Παρασκευῇ ἑσπέρας· ἐνιαχοῦ ὅμως τελεῖται κατὰ τὴν ἀρχαίαν συνήθειαν τὰς πρώτας πρωϊνὰς ὥρας τοῦ Μ. Σαββάτου).

Εὐλογήσαντος τοῦ ἱερέως λέγει ὁ ἀναγνώστης τὸ Τρισάγιον καὶ τὰ τροπάρια Σῶσον, Κύριε, τὸν λαόν σου... Ὁ ἱερεὺς τὴν δέησιν καὶ ὁ ἀναγνώστης τὸν Ἑξάψαλμον· εἶτα ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέποι σοι πᾶσα δόξα...

Ἀκολούθως ψάλλομεν τὸ Θεὸς Κύριος μετὰ τῶν στίχων αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος β´.

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.

Δόξα.

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Καὶ νῦν.

Ταῖς μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.

Συναπτὴ μικρὰ καὶ ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος...

Εἶτα ψάλλομεν τὰ παρόντα καθίσματα.

Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Σινδόνι καθαρᾷ καὶ ἀρώμασι θείοις, τὸ Σῶμα τὸ σεπτόν, ἐξαιτήσας Πιλάτῳ, μυρίζει καὶ τίθησιν, Ἰωσὴφ καινῷ μνήματι· ὅθεν ὄρθριαι, αἱ μυροφόροι γυναῖκες, ἀνεβόησαν· Δεῖξον ἡμῖν ὡς προεῖπας, Χριστὲ τὴν Ἀνάστασιν.

Δόξα.

Δεῖξον ἡμῖν ὡς προεῖπας, Χριστέ, τὴν Ἀνάστασιν.

Καὶ νῦν. Ἕτερον. Ὅμοιον.

Ἐξέστησαν χοροί, τῶν Ἀγγέλων ὁρῶντες, τὸν ἐν τοῖς τοῦ Πατρός, καθεζόμενον κόλποις, πῶς τάφῳ κατατίθεται, ὡς νεκρὸς ὁ ἀθάνατος· ὃν τὰ τάγματα, τὰ τῶν Ἀγγέλων κυκλοῦσι· καὶ δοξάζουσι, σὺν τοῖς νεκροῖς ἐν τῷ ᾍδῃ, ὡς Κτίστην καὶ Κύριον.

Ὁ ἀναγνώστης τὸν Ν´ Ψαλμόν.

ΚΑΝΩΝ

Καὶ ψάλλομεν τὸν παρόντα κανόνα,
οὗ ἡ ἀκροστιχὶς ἐκτὸς τῶν Εἱρμῶν τῶν τεσσάρων πρώτων ᾠδῶν·
Καὶ σήμερον δὲ Σάββατον μέλπω μέγα.

Ποίημα Κασσιανῆς μοναχῆς, Μάρκου ἐπισκόπου Ἱδροῦντος, καὶ Κοσμᾶ μοναχοῦ.

ᾨδὴ α´. Ἦχος πλ. β´. Ὁ Εἱρμός.

Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες· ἀλλ᾿ ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν. Ἐνδόξως γὰρ δεδόξασται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Κύριε Θεέ μου, ἐξόδιον ὕμνον, καὶ ἐπιτάφιον, ᾠδήν σοι ᾄσομαι, τῷ τῇ ταφῇ σου ζωῆς μοι, τὰς εἰσόδους διανοίξαντι, καὶ θανάτῳ θάνατον, καὶ ᾍδην θανατώσαντι.

Δόξα.

Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω ἐν τάφῳ, τὰ ὑπερκόσμια, καὶ ὑποχθόνια, κατανοοῦντα Σωτήρ μου, ἐδονεῖτο τῇ νεκρώσει σου· ὑπὲρ νοῦν ὡράθης γάρ, νεκρὸς ζωαρχικώτατος.

Καὶ νῦν.

Ἵνα σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, καταπεφοίτηκας, ἐν κατωτάτοις τῆς γῆς· ἀπὸ γὰρ σοῦ οὐκ ἐκρύβη, ἡ ὑπόστασίς μου ἡ ἐν Ἀδάμ, καὶ ταφεὶς φθαρέντα με, καινοποιεῖς Φιλάνθρωπε.

Καταβασία. Κύματι θαλάσσης...

ᾨδὴ γ´. Ὁ Εἱρμός.

Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο· Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζουσα.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σύμβολα τῆς ταφῆς σου, παρέδειξας τὰς ὁράσεις πληθύνας· νῦν δὲ τὰ κρύφιά σου, θεανδρικῶς διετράνωσας, καὶ τοῖς ἐν ᾍδῃ Δέσποτα. Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζουσιν.

Δόξα.

Ἥπλωσας τὰς παλάμας, καὶ ἥνωσας τὰ τὸ πρὶν διεστῶτα, καταστολῇ δὲ Σῶτερ, τῇ ἐν σινδόνι καὶ μνήματι, πεπεδημένους ἔλυσας· Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζοντας.

Καὶ νῦν.

Μνήματι καὶ σφραγῖσιν, Ἀχώρητε συνεσχέθης βουλήσει· καὶ γὰρ τὴν δύναμίν σου, ταῖς ἐνεργείαις ἐγνώρισας, θεουργικῶς τοῖς μέλπουσιν· Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε.

Καταβασία. Σὲ τὸν ἐπὶ ὑδάτων...

Μικρὰ συναπτὴ καὶ ἐκφώνησις. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...

Κάθισμα. Ἦχος α´. Αὐτόμελον.

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην· σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

Δόξα. Καὶ νῦν. Πάλιν τὸ αὐτό.

ᾨδὴ δ´. Ὁ Εἱρμός.

Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακοὺμ ἐξεστηκὼς ἐβόα· Σὺ δυναστῶν διέκοψας κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾍδῃ, ὡς παντοδύναμος.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἑβδόμην σήμερον ἡγίασας, ἣν εὐλόγησας πρίν, καταπαύσει τῶν ἔργων· παράγεις γὰρ τὰ σύμπαντα, καὶ καινοποιεῖς, σαββατίζων Σωτήρ μου, καὶ ἀνακτώμενος.

Δόξα.

Ῥωμαλαιότητι τοῦ κρείττονος, ἐκνικήσαντός σου, τῆς σαρκὸς ἡ ψυχή σου, διῄρηται σπαράττουσα, ἄμφω γὰρ δεσμούς, τοῦ θανάτου καὶ ᾍδου, Λόγε τῷ κράτει σου.

Καὶ νῦν.

Ὁ ᾍδης Λόγε συναντήσας σοι, ἐπικράνθη, βροτὸν ὁρῶν τεθεωμένον, κατάστικτον τοῖς μώλωψι, καὶ πανσθενουργόν, τῷ φρικτῷ τῆς μορφῆς δέ, διαπεφώνηκεν.

Καταβασία. Τὴν ἐν Σταυρῷ σου...

ᾨδὴ ε´. Ὁ Εἱρμός.

Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν· Ἀναστήσονται οἱ νεκροί, καί ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ ἀγαλλιάσονται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ πλαστουργὸς χοϊκὸς χρηματίσας, καὶ σινδὼν καὶ τάφος ὑπεμφαίνουσι, τὸ συνόν σοι Λόγε μυστήριον· ὁ εὐσχήμων γὰρ βουλευτής, τὴν τοῦ σὲ φύσαντος βουλὴν σχηματίζει, ἐν σοὶ μεγαλοπρεπῶς καινοποιοῦντός με.

Δόξα.

Διὰ θανάτου τὸ θνητόν, διὰ ταφῆς τὸ φθαρτὸν μεταβάλλεις· ἀφθαρτίζεις γὰρ θεοπρεπέστατα, ἀπαθανατίζων τὸ πρόσλημμα· ἡ γὰρ σάρξ σου διαφθορὰν οὐκ εἶδε Δέσποτα, οὐδὲ ἡ ψυχή σου εἰς ᾍδου, ξενοπρεπῶς ἐγκαταλέλειπται.

Καὶ νῦν.

Ἐξ ἀλοχεύτου προελθών, καὶ λογχευθεὶς τὴν πλευρὰν Πλαστουργέ μου, ἐξ αὐτῆς εἰργάσω τὴν ἀνάπλασιν, τὴν τῆς Εὔας Ἀδὰμ γενόμενος, ἀφυπνώσας ὑπερφυῶς, ὕπνον φυσίζωον, καὶ ζωὴν ἐγείρας ἐξ ὕπνου, καὶ τῆς φθορᾶς ὡς παντοδύναμος.

Καταβασία. Θεοφανείας σου Χριστέ...

ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.

Συνεσχέθη, ἀλλ᾿ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου, τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἀνῃρέθης, ἀλλ᾿ οὐ διῃρέθης, Λόγε ἧς μετέσχες σαρκός· εἰ γὰρ καὶ λέλυταί σου, ὁ ναὸς ἐν τῷ καιρῷ τοῦ πάθους, ἀλλὰ καὶ οὕτω μία ἦν ὑπόστασις, τῆς Θεότητος καὶ τῆς σαρκός σου· ἐν ἀμφοτέροις γάρ, εἷς ὑπάρχεις Υἱός, Λόγος τοῦ Θεοῦ, Θεὸς καὶ ἄνθρωπος.

Δόξα.

Βροτοκτόνον, ἀλλ᾿ οὐ θεοκτόνον, ἔφυ τὸ πταῖσμα τοῦ Ἀδάμ· εἰ γὰρ καὶ πέπονθέ σου, τῆς σαρκὸς ἡ χοϊκὴ οὐσία, ἀλλ᾿ ἡ Θεότης ἀπαθὴς διέμεινε· τὸ φθαρτὸν δέ σου πρὸς ἀφθαρσίαν μετεστοιχείωσας, καὶ ἀφθάρτου ζωῆς, ἔδειξας πηγὴν ἐξ ἀναστάσεως.

Καὶ νῦν.

Βασιλεύει, ἀλλ᾿ οὐκ αἰωνίζει, ᾍδης τοῦ γένους τῶν βροτῶν· σὺ γὰρ τεθεὶς ἐν τάφῳ, Κραταιὲ ζωαρχικῇ παλάμῃ, τὰ τοῦ θανάτου, κλεῖθρα διεσπάραξας, καὶ ἐκήρυξας τοῖς ἀπ᾿ αἰῶνος ἐκεῖ καθεύδουσι, λύτρωσιν ἀψευδῆ, Σῶτερ γεγονὼς νεκρῶν πρωτότοκος.

Καταβασία. Συνεσχέθη, ἀλλ᾿ οὐ κατεσχέθη...

Συναπτὴ μικρὰ καὶ ἐκφώνησις. Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης...

Ὁ ἀναγνώστης τὸ Κοντάκιον.

Ποίημα Ρωμανοῦ τοῦ μελῳδοῦ.

Ἦχος β´. Χειρόγραφον εἰκόνα.

Τὴν ἄβυσσον ὁ κλείσας, νεκρὸς ὁρᾶται· καὶ σμύρνῃ καὶ σινδόνι ἐνειλημμένος, ἐν μνημείῳ κατατίθεται, ὡς θνητὸς ὁ Ἀθάνατος. Γυναῖκες δὲ αὐτὸν ἦλθον μυρίσαι, κλαίουσαι πικρῶς καὶ ἐκβοῶσαι· Τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον, ἐν ᾧ Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος.

Ὁ Οἶκος. Τάχυνον ὁ οἰκτίρμων.

Ὁ συνέχων τὰ πάντα ἐπὶ σταυροῦ ἀνυψώθη, καὶ θρηνεῖ πᾶσα ἡ Κτίσις· τοῦτον βλέπουσα κρεμάμενον γυμνὸν ἐπὶ τοῦ ξύλου, ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε, καὶ τὸ φέγγος οἱ ἀστέρες ἀπεβάλλοντο· ἡ γῆ δὲ σὺν πολλῷ τῷ φόβῳ συνεκλονεῖτο· ἡ θάλασσα ἔφυγε, καὶ αἱ πέτραι διεῤῥήγνυντο· μνημεῖα δὲ πολλὰ ἠνεῴχθησαν, καὶ σώματα ἠγέρθησαν ἁγίων Ἀνδρῶν· ᾍδης κάτω στενάζει· καὶ Ἰουδαῖοι σκέπτονται συκοφαντῆσαι Χριστοῦ τὴν Ἀνάστασιν· τὰ δὲ Γύναια κράζουσι· Τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον, ἐν ᾧ Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος.

Συναξάριον τοῦ Μηναίου, εἶτα τὸ παρόν.

Τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ, τὴν θεόσωμον Ταφήν, καὶ τὴν εἰς ᾍδου Κάθοδον τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν, δι᾿ ὧν τῆς φθορᾶς τὸ ἡμέτερον γένος ἀνακληθέν, πρὸς αἰωνίαν ζωὴν μεταβέβηκε.

Στίχ. Μάτην φυλάττεις τὸν τάφον, κουστωδία·
Οὐ γὰρ καθέξει τύμβος αὐτοζωΐαν.

Τῇ ἀνεκφράστῳ σου συγκαταβάσει, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τέτρωται ᾍδης, ἐν τῇ καρδίᾳ δεξάμενος, τὸν τρωθέντα λόγχῃ τὴν πλευράν, καὶ σθένει πυρὶ θείῳ δαπανώμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὄλβιος τάφος! ἐν ἑαυτῷ γὰρ δεξάμενος, ὡς ὑπνοῦντα τὸν Δημιουργόν, ζωῆς θησαυρός, θεῖος ἀναδέδεικται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.

Δόξα.

Νόμῳ θανόντων, τὴν ἐν τῷ τάφῳ κατάθεσιν, ἡ τῶν ὅλων δέχεται ζωή, καὶ τοῦτον πηγήν, δείκνυσιν ἐγέρσεως, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.

Καὶ νῦν.

Μία ὑπῆρχεν, ἡ ἐν τῷ ᾍδῃ ἀχώριστος, καὶ ἐν τάφῳ, καὶ ἐν τῇ Ἐδέμ, Θεότης Χριστοῦ, σὺν Πατρὶ καὶ Πνεύματι, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.

Καταβασία. Ἄφραστον θαῦμα...

ᾨδὴ η´. Ὁ Εἱρμός.

Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Λέλυται ἄχραντος ναός, τὴν πεπτωκυῖαν δὲ συνανίστησι σκηνήν· Ἀδὰμ γάρ τῷ προτέρῳ δεύτερος, ὁ ἐν ὑψίστοις οἰκῶν, κατῆλθεν μέχρις ᾍδου ταμείων· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον.

Πέπαυται τόλμα Μαθητῶν, Ἀριμαθαίας δὲ ἀριστεύει Ἰωσήφ· νεκρὸν γὰρ καὶ γυμνὸν θεώμενος, τὸν ἐπὶ πάντων Θεόν, αἰτεῖται, καὶ κηδεύει κραυγάζων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν.

Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος! ὢ ἀφράστου ἀνοχῆς! ἑκὼν γὰρ ὑπὸ γῆς σφραγίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος Θεὸς συκοφαντεῖται· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Καταβασία. Ἔκστηθι φρίττων οὐρανέ...

Ὁ Διάκονος· Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

ᾨδὴ θ´. Ὁ Εἱρμός.

Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὰς ὀδύνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθην, ἄναρχε Υἱέ· νῦν δέ σε Θεέ μου, ἄπνουν ὁρῶσα νεκρόν, τῇ ῥομφαίᾳ τῆς λύπης, σπαράττομαι δεινῶς· ἀλλ᾿ ἀνάστηθι, ὅπως μεγαλυνθήσωμαι.

Δόξα.

Γῆ με καλύπτει ἑκόντα, ἀλλὰ φρίττουσιν ᾍδου, οἱ πυλωροί, ἠμφιεσμένον, βλέποντες στολήν, ᾑμαγμένην Μῆτερ, τῆς ἐκδικήσεως· τοὺς ἐχθροὺς ἐν Σταυρῷ γάρ, πατάξας ὡς Θεός, ἀναστήσομαι αὖθις καὶ μεγαλύνω σε.

Καὶ νῦν.

Ἀγαλλιάσθω ἡ κτίσις· εὐφραινέσθωσαν πάντες οἱ γηγενεῖς· ὁ γὰρ ἐχθρὸς ἐσκύλευται ᾍδης· μετὰ μύρων Γυναῖκες προσυπαντάτωσαν· τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ, λυτροῦμαι παγγενῆ· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐξαναστήσομαι.

Καταβασία. Μὴ ἐποδύρου μου Μῆτερ...

Μετὰ δὲ τὴν Θ´ ᾨδήν, ἐξερχομένων τῶν ἱερέων καὶ ἱσταμένων πρὸ τοῦ Ἐπιταφίου, θυμιασάντων δὲ κύκλῳ τὸν Ἐπιτάφιον, ψάλλομεν εἰς τρεῖς στάσεις

Τῼ ΑΓΙῼ ΚΑΙ ΜΕΓΑΛῼ ΣΑΒΒΑΤῼ

καθ᾿ ᾧ ἑορτάζομεν τὴν θεόσωμον ταφὴν
καὶ τὴν εἰς ᾅδου κάθοδον τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ

Ο ΟΡΘΡΟΣ

(Τελεῖται συνήθως τῇ Μ. Παρασκευῇ ἑσπέρας· ἐνιαχοῦ ὅμως τελεῖται κατὰ τὴν ἀρχαίαν συνήθειαν τὰς πρώτας πρωϊνὰς ὥρας τοῦ Μ. Σαββάτου).

Εὐλογήσαντος τοῦ ἱερέως λέγει ὁ ἀναγνώστης τὸ Τρισάγιον καὶ τὰ τροπάρια Σῶσον, Κύριε, τὸν λαόν σου... Ὁ ἱερεὺς τὴν δέησιν καὶ ὁ ἀναγνώστης τὸν ἑξάψαλμον· εἶτα ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι πρέποι σοι πᾶσα δόξα...

Ἀκολούθως ψάλλομεν τὸ Θεὸς Κύριος μετὰ τῶν στίχων αὐτοῦ.

Ὁ Θεὸς Κύριος φανερώθηκε σὲ μᾶς· εὐλογημένος εἶναι αὐτός, ποὺ ἔρχεται στὸ ὄνομα τοῦ Κυρίου (ὁ ἀπεσταλμένος).

Στίχ. α´. Νὰ δοξολογεῖτε τὸν Κύριο, ἐπειδὴ εἶναι ἀγαθός, ἐπειδὴ τὸ ἔλεός του διαρκεῖ αἰωνίως.

Ὁ Θεὸς Κύριος φανερώθηκε σὲ μᾶς· εὐλογημένος εἶναι αὐτός, ποὺ ἔρχεται στὸ ὄνομα τοῦ Κυρίου (ὁ ἀπεσταλμένος).

Στίχ. β´. Ὅλα τὰ ἔθνη μὲ περικύκλωσαν κι ἐγὼ ἀμύνθηκα ἐναντίον τους στὸ ὄνομα τοῦ Κυρίου.

Ὁ Θεὸς Κύριος φανερώθηκε σὲ μᾶς· εὐλογημένος εἶναι αὐτός, ποὺ ἔρχεται στὸ ὄνομα τοῦ Κυρίου (ὁ ἀπεσταλμένος).

Στίχ. γ´. Η σωτηρία μας ἔγινε ἀπὸ τὸν Κύριον καὶ εἶναι θαυμαστὴ στὰ μάτια μας.

Ὁ Θεὸς Κύριος φανερώθηκε σὲ μᾶς· εὐλογημένος εἶναι αὐτός, ποὺ ἔρχεται στὸ ὄνομα τοῦ Κυρίου (ὁ ἀπεσταλμένος).

Ἦχος β´.

Ὁ εὐγενὴς Ἰωσήφ, ἀφοῦ κατέβασε ἀπὸ τὸ σταυρὸ τὸ ἄχραντό σου Σῶμα, τὸ περιτύλιξε σὲ καθαρὸ σεντόνι, ραντίζοντάς το μὲ ἀρώματα, καὶ τὸ ἐνταφίασε σὲ μνῆμα καινὸ (καινούργιο).

Δόξα.

Ὅταν κατέβηκες στὸ θάνατο, ἐσὺ ποὺ εἶσαι ἡ ζωὴ ἡ ἀθάνατη, τότε νέκρωσες τὸν ᾅδη μὲ τὴν ἀστραπὴ τῆς θεότητός σου· ὅταν δὲ ἀνέστησες καὶ τοὺς νεκροὺς ἀπὸ τὰ ἔγκατα τῆς γῆς, ὅλες οἱ δυνάμεις τῶν ἐπουρανίων (οἱ ἄγγελοι) κραύγαζαν· Χριστὲ ὁ Θεός, ποὺ παρέχεις ζωή, δόξα σοι.

Καὶ νῦν.

Στὶς μυροφόρες γυναῖκες, ποὺ παρουσιάστηκε κοντὰ στὸ μνῆμα, ὁ ἄγγελος ἔλεγε μεγαλοφώνως· τὰ μύρα ἁρμόζουν στοὺς θνητούς, ὁ δὲ Χριστός, ποὺ πᾶτε νὰ μυρίσετε, ἀποδείχτηκε ξένος τῆς διαφθορᾶς (τῆς ἀποσύνθεσης).

Συναπτὴ μικρὰ καὶ ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος...

Εἶτα ψάλλομεν τὰ παρόντα καθίσματα.

Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Ὁ Ἰωσήφ, ἀφοῦ ζήτησε τὸ σεπτὸ σῶμα ἀπὸ τὸν Πιλάτο, τὸ περιτύλιξε σὲ σεντόνι καθαρό, τὸ ἄλειψε μὲ μύρα καὶ τὸ τοποθέτησε σὲ μνῆμα καινὸ (καινούργιο, ἀχρησιμοποίητο). Διὰ τοῦτο καὶ οἱ γυναῖκες, ποὺ ἦλθαν πολὺ πρωὶ στὸ μνημεῖο, ἀναβόησαν· δεῖξε μας, Χριστέ, ὅπως προεῖπες, τὴν ἀνάσταση.

Δόξα.

Φανέρωσέ μας, Χριστέ, ὅπως προεῖπες, τὴν Ἀνάσταση.

Καὶ νῦν. Ἕτερον. Ὅμοιον.

Ἐξεπλάγησαν οἱ στρατιὲς τῶν ἀγγέλων, ὅταν εἶδαν τὸν Χριστό, ποὺ κάθεται στοὺς κόλπους τοῦ Πατρός, νὰ κατατίθεται νεκρὸς στὸν τάφο, αὐτὸς ποὺ εἶναι ἀθάνατος· τὸν ὁποῖο περικυκλώνουν τὰ τάγματα τῶν ἀγγέλων, καὶ δοξάζουν, μαζὶ μὲ τοὺς νεκροὺς στὸν ᾅδη, ὡς Κτίστη καὶ Κύριο.

Ὁ ἀναγνώστης τὸν Ν´ Ψαλμόν.

ΚΑΝΩΝ

Καὶ ψάλλομεν τὸν παρόντα κανόνα,
οὗ ἡ ἀκροστιχὶς ἐκτὸς τῶν Εἱρμῶν τῶν τεσσάρων πρώτων ᾠδῶν·
Καὶ σήμερον δὲ Σάββατον μέλπω μέγα.

Ποίημα Κασσιανῆς μοναχῆς, Μάρκου ἐπισκόπου Ἱδροῦντος, καὶ Κοσμᾶ μοναχοῦ.

ᾨδὴ α´. Ἦχος πλ. β´. Ὁ Εἱρμός.

Ἐκεῖνον, ποὺ στὸν παλιὸ καιρὸ ἔκρυψε (καταπόντισε) τὸ διώκτη τύραννο (τὸν Φαραὼ τῆς Αἰγύπτου) στὸ κύμα τῆς θάλασσας (Ἐρυθρᾶς), τὰ παιδιὰ αὐτῶν ποὺ σώθηκαν τότε τὸν ἔκρυψαν κάτω ἀπὸ τὴ γῆ (στὸν τάφο)· ἐμεῖς ὅμως, σὰν τὶς νεάνιδες τῆς ἐποχῆς ἐκείνης, ἂς ψάλουμε στὸν Κύριο, γιατὶ μὲ τὸ θαῦμα του ὑπερβολικὰ δοξάστηκε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Κύριε Θεέ μου, θὰ τραγουδήσω ὕμνον ἐξόδιο (κατὰ τὴν ἐκφορά σου) καὶ ᾠδὴν ἐπιτάφια σ᾿ ἐσένα, ποὺ μὲ τὴν ταφή σου ἄνοιξες γιὰ μένα τὶς εἰσόδους τῆς ἀθάνατης ζωῆς, καὶ μὲ τὸ θάνατό σου θανάτωσες τὸ θάνατο καὶ τὸν ᾅδη.

Δόξα.

Ἄνω σὲ θρόνο καὶ κάτω σὲ τάφο, βλέποντα τὰ ὑπερκόσμια (οἱ ἄγγελοι) καὶ τὰ ὑποχθόνια (οἱ ψυχὲς στὸν ᾅδη), συγκλονίζονταν γιὰ τὴ νέκρωσή του· διότι φανερώθηκες, κατὰ τρόπο ἀσύλληπτο στὸ νοῦ, νεκρὸς ποὺ ἔσφυζε καὶ παρεῖχε ζωή.

Καὶ νῦν.

Γιὰ νὰ γεμίσεις τὰ πάντα μὲ τὴ δόξα σου, κατέβηκες Κύριε, στὰ κατώτατα μέρη τῆς γῆς (στὸν τάφο καὶ στὸν ᾅδη)· διότι ἀπὸ σένα δὲν κρύφτηκε ἡ ὕπαρξὴ μου, ποὺ ἔχω ἀπὸ τὸν Ἀδάμ· ταφεὶς δέ, κάνεις καινούργιο ἐμένα, ποὺ παραδόθηκα στὴ φθορά, φιλάνθρωπε.

Καταβασία. Κύματι θαλάσσης...

ᾨδὴ γ´. Ὁ Εἱρμός.

Ἐσένα, Κύριε, ποὺ κρέμασες τὴ γῆ πάνω στὰ ὕδατα χωρὶς ὑποστήριγμα, ἀφοῦ σὲ εἶδε ἡ κτίση νὰ κρέμεσαι στὸν τόπο τοῦ Κρανίου, κατεχόταν ἀπὸ μεγάλη κατάπληξη, κραυγάζουσα· δὲν ὑπάρχει ἄλλος ἅγιος, ἐκτὸς ἀπὸ ἐσένα, Κύριε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Στὴν παλιὰ ἐποχὴ ἔδειξες ἔμμεσα σύμβολα ποὺ ἀναφέρονταν στὴν ταφή σου, πληθύνας τὶς σχετικὲς (προφητικὲς) ὁράσεις. Τώρα ὅμως (στὴ νέα οἰκονομία) ἔδειξες σαφῶς καὶ ἀπροκάλυπτα τὰ ἀπόρρητα σχέδιά σου (τὴν ταφὴ καὶ τὰ ἄλλα σου μυστήρια) ποὺ συντελέστηκαν στὸ θεανδρικό σου πρόσωπο· καὶ τὰ ἔδειξες ὄχι μονάχα στοὺς ζῶντες, ἀλλὰ καὶ στὶς ψυχὲς τῶν νεκρῶν στὸν ᾅδη, ποὺ φώναζαν· δὲν ὑπάρχει ἄλλος ἅγιος ἐκτὸς ἀπὸ σένα, Κύριε.

Δόξα.

Ἅπλωσες τὶς παλάμες (ἐπάνω στὸ σταυρὸ) καὶ ἕνωσες ἐκεῖνα, ποὺ πρῶτα ἦσαν διαχωρισμένα· μὲ τὴ στολὴ δὲ τῆς ταφῆς σου καὶ τὴν κατάθεσή σου στὸ μνῆμα ἐλευθέρωσες τοὺς φυλακισμένους (στὸν ᾅδη), ποὺ κραύγαζαν· δὲν ὑπάρχει ἄλλος ἅγιος ἐκτὸς ἀπὸ σένα, Κύριε.

Καὶ νῦν.

Κύριε, ἐσὺ ποὺ ὡς Θεὸς εἶσαι ἀχώρητος, κρατήθηκες μὲ τὴ θέλησή σου σὲ μνῆμα καὶ σφραγίστηκες μὲ σφραγίδες. Τὴ δύναμή σου δέ, ποὺ ἐκδήλωσες μὲ τὶς θεουργικές σου ἐνέργειες, τὴν ἔκανες γνωστὴ σ᾿ αὐτοὺς ποὺ ψάλλουν· δὲν ὑπάρχει ἄλλος ἅγιος ἐκτὸς ἀπὸ σένα, Κύριε.

Καταβασία. Σὲ τὸν ἐπὶ ὑδάτων...

Μικρὰ συναπτὴ καὶ ἐκφώνησις. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...

Κάθισμα. Ἦχος α´. Αὐτόμελον.

Οἱ στρατιῶτες, Σωτήρα, ποὺ φύλαγαν τὸν τάφο σου, νεκρώθηκαν ἀπὸ τὴν ἀστραπὴ τοῦ ἀγγέλου ποὺ φάνηκε (κατὰ τὴν ἔγερσή σου) καὶ κήρυττε στὶς γυναῖκες τὴν ἀνάσταση. Σὲ δοξάζουμε, τὸν μόνο ἀληθινὸ Θεό μας, ποὺ καθαίρεσε τὴ φθορά, καὶ προσκυνοῦμε σένα, ποὺ ἀναστήθηκες ἀπὸ τὸν τάφο.

Δόξα. Καὶ νῦν. Πάλιν τὸ αὐτό.

ᾨδὴ δ´. Ὁ Εἱρμός.

Τὴ θεία σου κένωση στὸ σταυρό, Κύριε, προβλέποντας ὁ προφήτης Ἀββακούμ, φώναζε κατάπληκτος· ἐσύ, ἀγαθέ, συνέτριψες τὴ δύναμη τῶν δυναστευόντων τὸν ἄνθρωπο δαιμόνων, μὲ τὸ νὰ πλησιάσεις καὶ νὰ συναναστραφεῖς μὲ τὶς ψυχὲς τῶν νεκρῶν, ποὺ κρατοῦνταν στὸν ᾅδη.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὴν ἕβδομη μέρα (τὸ Σάββατο) τὴν ὁποία εὐλόγησες παλιά, ὅταν κατέπαυσες ἀπὸ τὸ δημιουργικὸ ἔργο σου, εὐλόγησες σήμερα· διότι καταργεῖς τὰ σύμπαντα καὶ τὰ κάνεις καινούργια, ἀναπαυόμενος, Σωτήρ μου, ἐκ τοῦ λυτρωτικοῦ ἔργου σου καὶ ξανακάνοντας δικό σου τὸν ἁμαρτωλὸ ἄνθρωπο.

Δόξα.

Μὲ τὴ δύναμη τοῦ ἀνώτερου καὶ ἰσχυρότερου στοιχείου (τῆς θεότητός σου), ἀφοῦ νίκησες τὸ θάνατο διὰ τῆς σταυρώσεώς σου, ἡ ψυχή σου χωρίστηκε ἀπὸ τὸ σῶμα σου· ἐπειδὴ ὅμως καὶ τὰ δύο (σῶμα καὶ ψυχὴ) εἶναι θεοδύναμα, συντρίβουν καὶ τοὺς δύο δεσμούς, τοῦ θανάτου (τὸ σῶμα σου στὸν τάφο) καὶ τοῦ ᾅδη (ἡ ψυχή σου), διὰ τῆς δυνάμεώς σου, Λόγε τοῦ Θεοῦ.

Καὶ νῦν.

Ὁ ᾅδης, Λόγε, ὅταν σὲ συνάντησε, γέμισε πικρία ἡ κοιλία του, βλέποντας ἄνθρωπο νὰ ἔχει γίνει Θεός, ποὺ ἦταν μὲν γεμάτος ἀπὸ τὰ σημάδια τῶν πληγῶν, παράλληλα ὅμως καὶ πανσθενουργὸς (παντοδύναμος). Μὲ τὸ φρικτὸ δὲ τοῦτο θέαμα, τοῦ κόπηκε ἡ φωνὴ (ἔπεσε νεκρὸς).

Καταβασία. Τὴν ἐν Σταυρῷ σου...

ᾨδὴ ε´. Ὁ Εἱρμός.

Ὁ προφήτης Ἡσαΐας, Χριστέ, ἀφοῦ εἶδε μὲ θεία ἀποκάλυψη τὸ φῶς τῆς θείας σου ἐμφανίσεως, ποὺ ἔγινε μὲ συμπάθεια σὲ μᾶς, σηκωθεὶς ἀπὸ τὴ βαθιὰ νύχτα, φώναζε· θὰ ἀναστηθοῦν οἱ νεκροὶ καὶ θὰ ἐγερθοῦν ἀπὸ τὰ μνήματα ὅσοι βρίσκονται σ᾿ αὐτά, καὶ ὅλοι ποὺ θὰ εἶναι στὰ βάθη τῆς γῆς (τὸν ᾅδη) θὰ γεμίσουν ἀπὸ ἀγαλλίαση.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Κάνεις καινούργιους, Πλαστουργέ μου, τοὺς ἀνθρώπους ποὺ πλάστηκαν ἀπὸ τὴ γῆ, μὲ τὸ νὰ γίνεις κι ἐσὺ ἄνθρωπος χοϊκὸς (ἀπὸ τὸ χῶμα). Τὸ καινούργιο δὲ σεντόνι καὶ ὁ τάφος δηλώνουν, Λόγε, τὸ μυστήριο ποὺ ὑπάρχει μέσα σου· διότι ὁ Ἰωσήφ, ὁ εὐσχήμων βουλευτὴς (μέλος τοῦ ἰουδαϊκοῦ Συνεδρίου) μὲ τὴν ἐνέργειά του (νὰ σὲ τυλίξει σὲ σεντόνι καὶ νὰ σὲ ἐνταφιάσει) πραγματοποιεῖ τὴ βουλὴ τοῦ Πατρὸς ποὺ σὲ γέννησε, ὁ ὁποῖος διὰ τοῦ ἔργου σου μὲ κάνει μεγαλόπρεπα καινούργιο.

Δόξα.

Διὰ τοῦ θανάτου σου, Κύριε, καταργεῖς τὸ θνητὸ καὶ διὰ τῆς ταφῆς σου μεταβάλλεις τὸ φθαρτὸ τῆς ἀνθρώπινης φύσεως· διότι ἀφθαρτίζεις κατὰ τρόπο ἁρμόζοντα στὸ Θεό, καὶ κάνεις ἀθάνατο τὸ πρόσλημμα (τὴν ἀνθρώπινη φύση ποὺ προσέλαβες)· ἔτσι ἡ σάρκα (τὸ σῶμα σου) δὲν γνώρισε διαφθορὰ στὸν τάφο, Δέσποτα, οὔτε ἡ ψυχή σου ἐγκαταλείφθηκε σὰν ξένη στὸν ᾅδη.

Καὶ νῦν.

Ἐσύ, Πλαστουργέ μου, ὁ ὁποῖος γεννήθηκες ἀπὸ Παρθένο, ποὺ δὲν γνώρισε τὰ λόχια, καὶ κεντήθηκες τὴν πλευρά σου ἐπάνω στὸ σταυρό, ἐξ αὐτῆς (τῆς πλευρᾶς) πέτυχες τὴν ἀνάπλαση τῆς Εὔας, ἀφοῦ ἔγινες γι᾿ αὐτὴν νέος Ἀδάμ, κι ἀφοῦ κοιμήθηκες ὑπερφυῶς στὸ σταυρὸ ὕπνο παρεκτικὸ ζωῆς, καὶ παρήγαγες ἐκ τοῦ ὕπνου σου καὶ τῆς πλευρᾶς τοῦ σώματός σου ζωὴ πνευματική, ὡς παντοδύναμος.

Καταβασία. Θεοφανείας σου Χριστέ...

ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.

Ὁ προφήτης Ἰωνᾶς, κλείστηκε μὲν στὰ σπλάγχνα τοῦ θαλάσσιου κήτους, χωρὶς ὅμως νὰ κρατηθεῖ μέσα σ᾿ αὐτὰ παντοτινά· διότι φέροντας τὸν τύπο σοῦ ποὺ ἔπαθες τὸ μαρτυρικὸ θάνατο καὶ ἐτάφης, ἐξῆλθε ἀπὸ τὸ κῆτος, σὰν ἀπὸ νυφικὸ θάλαμο, καὶ προφητικὰ φώναζε στὴν κουστωδία· ἐσεῖς ποὺ φυλάσσετε τὸν τάφο μάταια καὶ ἄσκοπα, ἀφήσατε πίσω (χάσατε) τὸ θεῖο ἔλεος.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Θανατώθηκες, ἀλλὰ δὲν χωρίστηκες ἀπὸ τὴ σάρκα, τὴν ὁποία προσέλαβες· διότι, ἂν καὶ καταστράφηκε τὸ σῶμα σου κατὰ τὸν καιρὸ τοῦ πάθους, ἀλλὰ καὶ ἔτσι μία ἦταν ἡ ὑπόσταση τῆς θεότητος καὶ τῆς σαρκός σου· διότι καὶ στὰ δύο ἕνας ὑπάρχεις Υἱός, Λόγος τοῦ Θεοῦ, Θεὸς καὶ ἄνθρωπος (Θεάνθρωπος).

Δόξα.

Τὸ πταῖσμα τοῦ Ἀδὰμ (ἡ ἁμαρτία) ἦταν ἀνθρωποκτόνο καὶ ὄχι θεοκτόνο· διότι, ἂν καὶ ἔπαθε ἡ χωμάτινη οὐσία τῆς σάρκας σου, ἡ θεότητά σου παρέμεινε ἀπαθής· τὴν φθαρτὴ δὲ φύση σου μεταστοιχείωσες πρὸς ἀφθαρσία καί, διὰ τῆς ἀναστάσεὼς σου, τὴν ἔκανες πηγὴ ἄφθαρτης ζωῆς.

Καὶ νῦν.

Βασιλεύει μὲν ὁ ᾅδης πάνω στὸ γένος τῶν ἀνθρώπων· ὅμως δὲν βασιλεύει αἰώνια· διότι, ὅταν ἐσύ, κραταιέ, τέθηκες στὸν τάφο, μὲ τὴ ζωαρχικὴ παλάμη σου συνέτριψες τὶς κλειδαριὲς τοῦ θανάτου καὶ κήρυξες λύτρωση ἀληθινὴ σ᾿ αὐτοὺς ποὺ ἀπὸ παλιὰ (ἀπὸ τὴν ἐποχὴ τοῦ Ἀδὰμ) κοιμώντουσαν ἐκεῖ, Σωτήρ, μὲ τὸ νὰ γίνεις ὁ πρῶτος ποὺ ἀναστήθηκε ἐκ τῶν νεκρῶν.

Καταβασία. Συνεσχέθη, ἀλλ᾿ οὐ κατεσχέθη...

Συναπτὴ μικρὰ καὶ ἐκφώνησις. Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης...

Ὁ ἀναγνώστης τὸ Κοντάκιον.

Ποίημα Ρωμανοῦ τοῦ μελῳδοῦ.

Ἦχος β´. Χειρόγραφον εἰκόνα.

Αὐτός, ποὺ περιόρισε τὴ θάλασσα, ἐμφανίζεται νεκρὸς καί, περιτυλιγμένος σὲ σεντόνι καὶ ἀρώματα νεκρικά, τοποθετεῖται σὲ μνημεῖο ὡς θνητὸς ἄνθρωπος, ὁ ἀθάνατος (Θεὸς). Γυναῖκες δὲ ἦλθαν στὸ μνημεῖο γιὰ νὰ τὸν ἀλείψουν μὲ μύρα, κλαίοντας πικρὰ καὶ φωνάζοντας· τοῦτο εἶναι τὸ Σάββατο, κατὰ τὸ ὁποῖο ὁ Χριστός, κοιμηθείς, τὴν τρίτη ἡμέρα θὰ ἀναστηθεῖ.

Ὁ Οἶκος. Τάχυνον ὁ οἰκτίρμων.

Αὐτὸς ποὺ συγκρατεῖ τὰ πάντα ἀνυψώνεται ἐπάνω στὸ σταυρὸ καὶ θρηνεῖ ὅλη ἡ κτίση, βλέποντάς τον νὰ κρέμεται γυμνὸς ἐπάνω στὸ ξύλο· ὁ ἥλιος ἀπέκρυψε τὶς ἀκτίνες του καὶ οἱ ἀστέρες ἔχασαν τὸ φέγγος τους· ἡ δὲ γῆ ἐσείετο ἀπὸ φόβο, ἡ θάλασσα τραβήχτηκε (ἀπὸ τὴ στεριὰ) καὶ οἱ πέτρες ἔσπασαν· μνημεῖα δὲ πολλὰ ἀνοίχτηκαν καὶ σώματα ἁγίων ἀνδρῶν ἀναστήθηκαν. Ὁ ᾅδης στενάζει στὰ καταχθόνια καὶ οἱ Ἰουδαῖοι ἔχουν στὸ μυαλό τους νὰ συκοφαντήσουν τὴν ἀνάσταση τοῦ Χριστοῦ, ἐνῶ οἱ γυναῖκες (μυροφόρες) ἔκραζαν· αὐτὸ εἶναι τὸ ὑπερευλογημένο Σάββατο, κατὰ τὸ ὁποῖο ὁ Χριστός, κοιμηθείς, θὰ ἀναστηθεῖ τὴν τρίτη ἡμέρα.

Συναξάριον τοῦ Μηναίου, εἶτα τὸ παρόν.

Κατὰ τὸ Ἅγιο καὶ Μεγάλο Σάββατο γιορτάζουμε τὸν ἐνταφιασμὸ τοῦ μετὰ τῆς θεότητας ἀχωρίστως ἑνωμένου Σώματος τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς καὶ τὴν κάθοδο τοῦ Κυρίου στὸν ᾅδη, διὰ τῶν ὁποίων τὸ ἀνθρώπινο γένος κλήθηκε νὰ ἐπανέλθει ἀπὸ τὴ φθορὰ στὴν κατάσταση ὅπου ἦταν ἀρχικά, καὶ ἔτσι ὁδηγήθηκε στὴν αἰώνια ζωή.

Στίχ. Μάταια φρουρεῖτε τὸν τάφον κουστωδία·
Διότι δὲν θὰ κρατήσει ὁ τάφος τὴν αὐτοζωή.

Γιὰ τὴν ἀπερίγραπτη συγκατάβασή σου, Χριστὲ ὁ Θεός μας, ἐλέησέ μας. Ἀμήν.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

Τὸ θαῦμα εἶναι ἀνέκφραστο! Ἐκεῖνος ποὺ στὸ καμίνι (τῆς Βαβυλώνας) ἔσωσε τοὺς ὁσίους παῖδες ἀπὸ τὴ φλόγα, τώρα τοποθετεῖται στὸν τάφο νεκρὸς χωρὶς πνοὴ γιὰ νὰ σώσει ἐμᾶς, ποὺ μελωδικὰ τραγουδᾶμε· Θεὲ Λυτρωτή, εἶσαι εὐλογημένος.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὁ ᾅδης πληγώθηκε καίρια στὴν καρδιά, δεξάμενος στὰ σπλάγχνα του, ἐκεῖνον ποὺ στὸ σταυρὸ πληγώθηκε στὴν πλευρά, καὶ στενάζει λιώνοντας ἀπὸ τὴ φωτιὰ τοῦ Θεοῦ, γιὰ νὰ σώσει ἐμᾶς ποὺ μελωδικὰ ψάλλουμε· Θεὲ Λυτρωτή, εἶσαι εὐλογημένος.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Εὐτυχὴς καὶ πλούσιος ὁ τάφος! Διότι, ἀφοῦ δέχτηκε μέσα του τὸ Δημιουργό, ὁ ὁποῖος φαινόταν νὰ κοιμᾶται, ἀποδείχτηκε θησαυρὸς ἀδαπάνητος θείας ζωῆς, γιὰ νὰ σώσει ἐμᾶς, ποὺ μελωδικὰ ψάλλουμε· Θεὲ Λυτρωτή, εἶσαι εὐλογημένος.

Δόξα.

Σύμφωνα μὲ τὸ νόμο ποὺ ἰσχύει γιὰ ὅλους τοὺς νεκρούς, ὁ Χριστός, ἡ ζωὴ τῶν ὅλων, δέχεται τὴν κατάθεσή του στὸν τάφο, τὸν ὁποῖο ἀναδείχνει πηγὴ ἐγέρσεως πρὸς σωτηρία ἡμῶν ποὺ μελωδικὰ ψάλλουμε· Θεὲ Λυτρωτή, εἶσαι εὐλογημένος.

Καὶ νῦν.

Μία ἦταν ἡ θεότητα τοῦ Χριστοῦ στὸν ᾅδη καὶ στὸν τάφο καὶ στὴν Ἐδέμ, ἀχώριστη ἀπὸ τὴ θεότητα τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, πρὸς σωτηρία ἡμῶν ποὺ μελωδικὰ ψάλλουμε· Θεέ, Λυτρωτή, εἶσαι εὐλογημένος.

Καταβασία. Ἄφραστον θαῦμα...

ᾨδὴ η´. Ὁ Εἱρμός.

Νὰ βγεῖς ἀπὸ τὸν ἑαυτό σου μὲ φρίκη, οὐρανέ, καὶ ἂς σαλευτοῦν τὰ θεμέλια τῆς γῆς· διότι, ἰδοὺ κατατάσσεται μεταξὺ τῶν νεκρῶν αὐτός, ποὺ κατοικεῖ ψηλὰ στὸν οὐρανό, καὶ φιλοξενεῖται σ᾿ ἕνα μικρὸ τάφο· αὐτὸν τὰ παιδιὰ νὰ εὐλογεῖτε, οἱ ἱερεῖς νὰ ἀνυμνεῖτε καὶ ὁ λαὸς νὰ ὑπερυψώνει εἰς ὅλους τοὺς αἰῶνες.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Καταστράφηκε ὁ καθαρὸς ναὸς (τὸ σῶμα τοῦ Κυρίου), καὶ μαζί του ἀνορθώθηκε ἡ πεσούσα σκηνὴ τοῦ Δαβὶδ (ὁ βασιλικὸς οἶκος του)· διότι ὁ δεύτερος (πνευματικὸς) Ἀδάμ, ὁ Χριστὸς ποὺ κατοικεῖ ψηλὰ στὸν οὐρανό, γιὰ νὰ σώσει τὸν πρῶτο Ἀδὰμ (ἀπὸ τὴν πτώση του στὴν ἁμαρτία) κατέβηκε μέχρι τῶν σκοτεινῶν διαμερισμάτων τοῦ ᾅδη. Αὐτὸν τὰ παιδιὰ νὰ εὐλογεῖτε, οἱ ἱερεῖς ν᾿ ἀνυμνεῖτε, καὶ ὁ λαὸς νὰ ὑπερδοξάζει εἰς ὅλους τοὺς αἰῶνες.

Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον.

Ἡ τόλμη τῶν μαθητῶν ἔχει παύσει (ἀπὸ φόβο πρὸς τοὺς Ἰουδαίους). Τότε ὁ Ἰωσήφ, ὁ καταγόμενος ἐξ Ἀριμαθαίας, παίρνει ἄριστα (διακρίνεται γιὰ τὴν τόλμη καὶ τὴν ἀφοβία του)· διότι βλέποντας ἐσένα, τὸν Θεὸ ποὺ κυβερνᾶ τὰ πάντα, νεκρὸ καὶ γυμνὸ (ἐπὶ τοῦ σταυροῦ), ζητεῖ τὸ σῶμα σου καὶ τὸ κηδεύει. Αὐτὸν τὰ παιδιὰ νὰ εὐλογεῖτε, οἱ ἱερεῖς ν᾿ ἀνυμνεῖτε καὶ ὁ λαὸς νὰ ὑπερδοξάζει σὲ ὅλους τοὺς αἰῶνες.

Καὶ νῦν.

Ὤ πόσο καινούργια καὶ παράδοξα θαύματα! Ὤ πόσο μεγάλη ἀγαθότητα! Πόσο ἄφραστη ἀνοχή! Γιατὶ αὐτὸς ποὺ κατοικεῖ στὰ ὑψηλὰ (στὸν οὐρανό), μὲ τὴ θέλησὴ του θάβεται καὶ σφραγίζεται μὲ σφραγίδες, συκοφαντούμενος σὰν λαοπλάνος Θεός! Αὐτὸν τὰ παιδιὰ νὰ εὐλογοῦν, οἱ ἱερεῖς ν᾿ ἀνυμνοῦν καὶ ὁ λαὸς νὰ ὑπερδοξάζει σὲ ὅλους τοὺς αἰῶνες.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Καταβασία. Ἔκστηθι φρίττων οὐρανέ...

Ὁ Διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

ᾨδὴ θ´. Ὁ Εἱρμός.

Μὴν κλαῖς γιὰ μένα, Μητέρα, βλέποντας στὸν τάφο νεκρὸν αὐτὸν ποὺ συνέλαβες στὴ μήτρα σου χωρὶς σπορὰ ἀνδρική· γιατὶ θ᾿ ἀναστηθῶ καὶ θὰ δοξαστῶ καί, ὡς Θεός, θ᾿ ἀνυψώσω σὲ ἄπαυστη δόξα ὅλους ἐκείνους ποὺ μὲ πίστη καὶ πόθο σὲ δοξάζουν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὅταν, ἄναρχε Υἱέ μου, γεννώντας σε κατὰ τρόπο ποὺ ὑπερβαίνει τὰ κοινὰ μέτρα τῆς φύσεως, ἀπέφυγα τὶς ὠδίνες τῆς γέννας, μακαρίστηκα (ἀπὸ ἀνθρώπους καὶ ἀγγέλους). Τώρα ὅμως, Θεέ μου, βλέποντάς σε νεκρὸ χωρὶς πνοή, κατακόπτεται ἡ καρδία μου σκληρὰ ἀπὸ τὸ μαχαίρι τῆς λύπης. Ὅμως ἀνάστα ἐκ τῶν νεκρῶν, γιὰ νὰ πάρω κι ἐγὼ τὴ δόξα μου.

Δόξα.

Τὸ χῶμα τῆς γῆς, Μητέρα μου, μὲ σκεπάζει ὄχι παρὰ τὴ θέλησή μου, ἀλλὰ φρίττουν ἀπὸ τρόμο οἱ φύλακες τοῦ ᾅδη (οἱ δαίμονες), βλέποντάς με νὰ εἶμαι ντυμένος τὴ στολὴ τῆς ἐκδικήσεως, βουτηγμένη στὸ μαρτυρικὸ αἷμα μου· διότι, ἀφοῦ, ὡς Θεός, ἐπάταξα τοὺς ἐχθρούς μου στὸ σταυρό, θ᾿ ἀναστηθῶ πάλι καὶ θὰ σὲ δοξάσω.

Καὶ νῦν.

Ἂς νιώσει ἀγαλλίαση ἡ κτίση, ἂς εὐφρανθοῦν ὅλοι οἱ ἄνθρωποι ἐπὶ τῆς γῆς· διότι ὁ ἐχθρὸς ᾅδης ἔχει κατὰ κράτος ἡττηθεῖ καὶ ἀπογυμνωθεῖ ἀπὸ τὴ δύναμὴ του. Ἂς ἑτοιμάσουν οἱ εὐσεβεῖς γυναῖκες τὰ μύρα τους καὶ ἂς ἔλθουν στὸν τάφο νὰ μὲ προϋπαντήσουν. Τὸν Ἀδὰμ καὶ τὴν Εὔα, μαζὶ μὲ τὸ καταγόμενο ἐξ αὐτῶν γένος, λυτρώνω (ἐκ τοῦ θανάτου) καὶ τὴν τρίτη ἡμέρα (ἀπὸ τοῦ ἐνταφιασμοῦ μου) θ᾿ ἀναστηθῶ ἐκ τῶν νεκρῶν.

Καταβασία. Μὴ ἐποδύρου μου Μῆτερ...

Μετὰ δὲ τὴν Θ´ ᾨδήν, ἐξερχομένων τῶν ἱερέων καὶ ἱσταμένων πρὸ τοῦ Ἐπιταφίου, θυμιασάντων δὲ κύκλῳ τὸν Ἐπιτάφιον, ψάλλομεν εἰς τρεῖς στάσεις

ΤΑ ΕΓΚΩΜΙΑ

(Τὰ ἐγκώμια συνήθως δὲν ψάλλονται ὅλα, ἀλλὰ χάριν συντομίας παραλείπονται πολλὰ ἐξ αὐτῶν. Ἐνταῦθα γίνεται πλήρης παράθεσίς των).

ΣΤΑΣΙΣ ΠΡΩΤΗ

Ἦχος πλ. α´.

Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.

Ἡ ζωὴ πῶς θνήσκεις; πῶς καὶ τάφῳ οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, καὶ τοῦ ᾍδου τοὺς νεκροὺς ἐξανιστᾷς.

Μεγαλύνομέν σε, Ἰησοῦ Βασιλεῦ, καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου· δι᾿ ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.

Μέτρα γῆς ὁ στήσας, ἐν σμικρῷ κατοικεῖς, Ἰησοῦ παμβασιλεῦ τάφῳ σήμερον, ἐκ μνημάτων τοὺς θανέντας ἀνιστῶν.

Ἰησοῦ Χριστέ μου, Βασιλεῦ τοῦ παντός, τί ζητῶν τοῖς ἐν τῷ ᾍδῃ ἐλήλυθας; ἢ τὸ γένος ἀπολῦσαι τῶν βροτῶν;

Ὁ Δεσπότης πάντων, καθορᾶται νεκρός, καὶ ἐν μνήματι καινῷ κατατίθεται, ὁ κενώσας τὰ μνημεῖα τῶν νεκρῶν.

Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ θανάτῳ σου τὸν θάνατον ὤλεσας, καὶ ἐπήγασας τῷ Κόσμῳ τὴν ζωήν.

Μετὰ τῶν κακούργων, ὡς κακοῦργος Χριστέ, ἐλογίσθης δικαιῶν ἡμᾶς ἅπαντας, κακουργίας τοῦ ἀρχαίου πτερνιστοῦ.

Ὁ ὡραῖος κάλλει, παρὰ πάντας βροτούς, ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, ὁ τὴν φύσιν ὡραΐσας τοῦ παντός.

ᾍδης πῶς ὑποίσει, Σῶτερ παρουσίαν τὴν σήν, καὶ μὴ θᾶττον συνθλασθείη σκοτούμενος, ἀστραπῆς φωτός σου αἴγλῃ ἐκτυφλωθείς;

Ἰησοῦ γλυκύ μοι, καὶ σωτήριον φῶς, τάφῳ πῶς ἐν σκοτεινῷ, κατακέκρυψαι; ὢ ἀφάτου, καὶ ἀῤῥήτου ἀνοχῆς!

Ἀπορεῖ καὶ φύσις, νοερὰ καὶ πληθύς, ἡ ἀσώματος Χριστὲ τὸ μυστήριον, τῆς ἀφράστου καὶ ἀῤῥήτου σου ταφῆς.

Ὢ θαυμάτων ξένων! ὢ πραγμάτων καινῶν! ὁ πνοῆς μοι χορηγὸς ἄπνους φέρεται, κηδευόμενος χερσὶ τοῦ Ἰωσήφ.

Καὶ ἐν τάφῳ ἔδυς, καὶ τῶν κόλπων Χριστέ, τῶν πατρῴων οὐδαμῶς ἀπεφοίτησας· τοῦτο ξένον καὶ παράδοξον ὁμοῦ.

Ἀληθὴς καὶ πόλου, καὶ τῆς γῆς Βασιλεύς, εἰ καὶ τάφῳ σμικροτάτῳ συγκέκλεισαι, ἐπεγνώσθης πάσῃ κτίσει Ἰησοῦ.

Σοῦ τεθέντος τάφῳ, πλαστουργέτα Χριστέ, τὰ τοῦ ᾍδου ἐσαλεύθη θεμέλια, καὶ μνημεῖα ἠνεῴχθη τῶν βροτῶν.

Ὁ τὴν γῆν κατέχων, τῇ δρακὶ νεκρωθείς, σαρκικῶς ὑπὸ τῆς γῆς νῦν συνέχεται, τοὺς νεκροὺς λυτρῶν τῇς ᾍδου συνοχῆς.

Ἐκ φθορᾶς ἀνέβης, ἡ ζωή μου Σωτήρ, σοῦ θανόντος καὶ νεκροῖς προσφοιτήσαντος, καὶ συνθλάσαντος τοῦ ᾍδου τοὺς μοχλούς.

Ὡς φωτὸς λυχνία, νῦν ἡ σὰρξ τοῦ Θεοῦ, ὑπὸ γῆν ὡς ὑπὸ μόδιον κρύπτεται, καὶ διώκει τὸν ἐν ᾍδῃ σκοτασμόν.

Νοερῶν συντρέχει, στρατιῶν ἡ πληθύς, Ἰωσὴφ καὶ Νικοδήμῳ συστεῖλαί σε, τὸν ἀχώρητον ἐν μνήματι σμικρῷ.

Νεκρωθεὶς βουλήσει, καὶ τεθεὶς ὑπὸ γῆν, ζωοβρύτα Ἰησοῦ μου ἐζώωσας, νεκρωθέντα παραβάσει με πικρᾷ.

Ἠλλοιοῦτο πᾶσα, κτίσις πάθει τῷ σῷ· πάντα γάρ σοι Λόγε συνέπασχον, συνοχέα σε γινώσκοντα παντός.

Τῆς ζωῆς τὴν πέτραν, ἐν κοιλίᾳ λαβών, ᾍδης ὁ παμφάγος ἐξήμεσεν, ἐξ αἰῶνος οὓς κατέπιε νεκρούς.

Ἐν καινῷ μνημείῳ, κατετέθης Χριστέ, καὶ τὴν φύσιν τῶν βροτῶν ἀνεκαίνισας, ἀναστὰς θεοπρεπῶς ἐκ τῶν νεκρῶν.

Ἐπὶ γῆς κατῆλθες, ἵνα σώσῃς Ἀδάμ· καὶ ἐν γῇ μὴ εὑρηκὼς τοῦτον Δέσποτα, μέχρις ᾍδου κατελήλυθας ζητῶν.

Συγκλονεῖται φόβῳ, πᾶσα Λόγε ἡ γῆ, καὶ Φωσφόρος τὰς ἀκτῖνας ἀπέκρυψε, τοῦ μεγίστου γῇ κρυβέντος σου φωτός.

Ὡς βροτὸς μὲν θνῄσκεις, ἑκουσίως Σωτήρ, ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας, ἐκ μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.

Δακρυῤῥόους θρήνους, ἐπὶ σὲ ἡ Ἁγνή, μητρικῶς ὦ Ἰησοῦ ἐπιῤῥαίνουσα, ἀνεβόα· Πῶς κηδεύσω σε Υἱέ;

Ὥσπερ σίτου κόκκος, ὑποδὺς κόλπους γῆς, τὸν πολύχουν ἀποδέδωκας ἄσταχυν, ἀναστήσας τοὺς βροτοὺς τοὺς ἐξ Ἀδάμ.

Ὑπὸ γῆν ἐκρύβης, ὥσπερ ἥλιος νῦν, καὶ νυκτὶ τῇ τοῦ θανάτου κεκάλυψαι· ἀλλ᾿ ἀνάτειλον φαιδρότερον Σωτήρ.

Ὡς ἡλίου δίσκον, ἡ σελήνη Σωτήρ, ἀποκρύπτει, καὶ σὲ τάφος νῦν ἔκρυψεν, ἐκλιπόντα τοῦ θανάτου σαρκικῶς.

Ἡ ζωὴ θανάτου, γευσαμένη Χριστός, ἐκ θανάτου τοὺς βροτοὺς ἠλευθέρωσε, καὶ τοῖς πᾶσι νῦν δωρεῖται τὴν ζωήν.

Νεκρωθέντα πάλαι, τὸν Ἀδὰμ φθονερῶς, ἐπανάγεις πρὸς ζωὴν τῇ νεκρώσει σου, νέος Σῶτερ ἐν σαρκὶ φανεὶς Ἀδάμ.

Νοεραί σε τάξεις, ἡπλωμένον νεκρόν, καθορῶσαι δι᾿ ἡμᾶς ἐξεπλήττοντο, καλυπτόμεναι ταῖς πτέρυξι Σωτήρ.

Καθελών σε Λόγε, ἀπὸ ξύλου νεκρόν, ἐν μνημείῳ Ἰωσὴφ νῦν κατέθετο· Ἀλλ᾿ ἀνάστα σῴζων πάντας ὡς Θεός.

Τῶν Ἀγγέλων Σῶτερ, χαρμονὴ πεφυκώς, νῦν καὶ λύπης τούτοις γέγονας αἴτιος, καθορώμενος σαρκὶ ἄπνους νεκρός.

Ὑψωθεὶς ἐν ξύλῳ, καὶ τοὺς ζώντας βροτούς, συνυψοῖς· ὑπὸ τὴν γῆν δὲ γενόμενος, τοὺς κειμένους δ᾿ ὑπ᾿ αὐτὴν ἐξανιστᾷς.

Ὥσπερ λέων Σῶτερ, ἀφυπνώσας σαρκί, ὥς τις σκύμνος ὁ νεκρὸς ἐξανίστασαι, ἀποθέμενος τὸ γῆρας τῆς σαρκός.

Τὴν πλευρὰν ἐνύγης, ὁ πλευρὰν εἰληφώς, τοῦ Ἀδὰμ ἐξ ἧς τὴν Εὔαν διέπλασας, καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.

Ἐν κρυπτῷ μὲν πάλαι, θύεται ὁ Ἀμνός· σὺ δ᾿ ὑπαίθριος τυθεὶς ἀνεξίκακε, πᾶσαν κτίσιν ἀπεκάθηρας Σωτήρ.

Τίς ἐξείποι τρόπον, φρικτὸν ὄντως καινόν; ὁ δεσπόζων γὰρ τῆς Κτίσεως σήμερον, πάθος δέχεται, καὶ θνήσκει δι᾿ ἡμᾶς.

Ὁ ζωῆς ταμίας, πῶς ὁρᾶται νεκρός; ἐκπληττόμενοι οἱ Ἄγγελοι ἔκραζον· πῶς δ᾿ ἐν μνήματι συγκλείεται Θεός;

Λογχονύκτου Σῶτερ, ἐκ πλευρᾶς σου ζωήν, τῇ ζωῇ τῇ ἐκ ζωῆς ἐξωσάσῃ με, ἐπιστάζεις καὶ ζωοῖς με σὺν αὐτῇ.

Ἁπλωθεὶς ἐν ξύλῳ, συνηγάγω βροτούς· τὴν πλευράν σου δὲ νυγεὶς τὴν ζωήῤῥητον, πᾶσιν ἄφεσιν πηγάζεις Ἰησοῦ.

Ὁ εὐσχήμων Σῶτερ, σχηματίζει φρικτῶς, καὶ κηδεύει ὡς νεκρὸν εὐσχημόνως σε, καὶ θαμβεῖταί σου τὸ σχῆμα τὸ φρικτόν.

Ὑπὸ γῆν βουλήσει, κατελθὼν ὡς θνητός, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.

Κἂν νεκρὸς ὡράθης, ἀλλὰ ζῶν ὡς Θεός, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.

Κἂν νεκρὸς ὡράθης, ἀλλὰ ζῶν ὡς Θεός, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, τὸν ἐμὸν ἀπονεκρώσας νεκρωτήν.

Ὢ χαρᾶς ἐκείνης! ὢ πολλῆς ἡδονῆς! ἧς περ τοὺς ἐν ᾍδῃ πεπλήρωκας, ἐν πυθμέσι φῶς ἀστράψας ζοφεροῖς.

Προσκυνῶ τὸ Πάθος, ἀνυμνῶ τὴν Ταφήν, μεγαλύνω σου τὸ κράτος Φιλάνθρωπε, δι᾿ ὧν λέλυμαι παθῶν φθοροποιῶν.

Κατὰ σοῦ ῥομφαία, ἐστιλβοῦτο Χριστέ, καὶ ῥομφαία ἰσχυροῦ μὲν ἀμβλύνεται, καὶ ῥομφαία δὲ τροποῦται τῆς Ἐδέμ.

Ἡ Ἀμνὰς τὸν Ἄρνα, βλέπουσα ἐν σφαγῇ, ταῖς αἰκίσι βαλλομένη ἠλάλαζε, συγκινοῦσα καὶ τὸ ποίμνιον βοᾶν.

Κἂν ἐνθάπτῃ τάφῳ, κἂν εἰς ᾍδου μολῇς, ἀλλὰ Σῶτερ καὶ τοὺς τάφους ἐκένωσας, καὶ τὸν ᾍδην ἀπεγύμνωσας Χριστέ.

Ἑκουσίως Σῶτερ, κατελθὼν ὑπὸ γῆν, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, καὶ ἀνήγαγες ἐν δόξῃ πατρικῇ.

Τῆς Τριάδος ὁ εἷς, ἐν σαρκὶ δι᾿ ἡμᾶς, ἐπονείδιστον ὑπέμεινε θάνατον· φρίττει ἥλιος, καὶ τρέμει δὲ ἡ γῆ.

Ὡς πικρᾶς ἐκ κρήνης, τῆς Ἰούδα φυλῆς, οἱ ἀπόγονοι ἐν λάκκῳ κατέθεντο, τὸν τροφέα μανναδότην Ἰησοῦν.

Ὁ Κριτὴς ὡς κριτός, πρὸ Πιλάτου κριτοῦ, καὶ παρίστατο καὶ θάνατον ἄδικον, κατεκρίθη διὰ ξύλου σταυρικοῦ.

Ἀλαζὼν Ἰσραήλ, μιαιφόνε λαέ, τί παθὼν τὸν Βαραββᾶν ἠλευθέρωσας; τὸν Σωτῆρα δὲ παρέδωκας Σταυρῷ;

Ὁ χειρί σου πλάσας, τὸν Ἀδὰμ ἐκ τῆς γῆς, δι᾿ αὐτὸν τῇ φύσει γέγονας ἄνθρωπος, καὶ ἐσταύρωσαι βουλήματι τῷ σῷ.

Ὑπακούσας Λόγε, τῷ ἰδίῳ Πατρί, μέχρις ᾍδου τοῦ δεινοῦ καταβέβηκας, καὶ ἀνέστησας τὸ γένος τῶν βροτῶν.

Οἴμοι φῶς τοῦ Κόσμου! οἴμοι φῶς τὸ ἐμόν! Ἰησοῦ μου ποθεινότατε ἔκραζεν, ἡ Παρθένος θρηνῳδοῦσα γοερῶς.

Φθονουργέ, φονουργέ, καὶ ἀλάστορ λαέ, κἂν σινδόνας καὶ αὐτὸ τὸ σουδάριον, αἰσχύνθητι, ἀναστάντος τοῦ Χριστοῦ.

Δεῦρο δὴ μιαρέ, φονευτὰ μαθητά, καὶ τὸν τρόπον τῆς κακίας σου δεῖξόν μοι, δι᾿ ὃν γέγονας προδότης τοῦ Χριστοῦ.

Ὡς φιλάνθρωπός τις, ὑποκρίνῃ μωρέ, καὶ τυφλὲ πανωλεθρότατε ἄσπονδε, ὁ τὸ μύρον πεπρακὼς διὰ τιμῆς.

Οὐρανίου μύρου, ποίαν ἔσχες τιμήν; τοῦ τιμίου τί ἐδέξω ἀντάξιον; λύσσαν εὗρες καταρώτατε Σατάν.

Εἰ φιλόπτωχος εἶ, καὶ τὸ μύρον λυπῇ, κενουμένου εἰς ψυχῆς ἱλαστήριον, πῶς χρυσῷ ἀπεμπολεῖς τὸν Φωταυγῆ;

Ὢ Θεὲ καὶ Λόγε, ὦ χαρὰ ἡ ἐμή, πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον; νῦν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.

Τίς μοι δώσει ὕδωρ, καὶ δακρύων πηγάς, ἡ Θεόνυμφος Παρθένος ἐκραύγαζεν, ἵνα κλαύσω τὸν γλυκύν μου Ἰησοῦν;

Ὢ βουνοὶ καὶ νάπαι, καὶ ἀνθρώπων πληθύς, κλαύσατε καὶ πάντα θρηνήσατε, σὺν ἐμοὶ τῇ τοῦ Θεοῦ ἡμῶν Μητρί.

Πότε ἴδω Σῶτερ, σὲ τὸ ἄχρονον φῶς, τὴν χαρὰν καὶ ἡδονὴν τῆς καρδίας μου; ἡ Παρθένος ἀνεβόα γοερῶς.

Κἂν ὡς πέτρα Σῶτερ, ἡ ἀκρότομος σύ, κατεδέξω τὴν τομήν, ἀλλ᾿ ἐπήγασας, ζῶν τὸ ῥεῖθρον, ὡς πηγὴ ὢν τῆς ζωῆς.

Ὡς ἐκ κρήνης μιᾶς, τὸν διπλοῦν ποταμόν, τῆς πλευρᾶς σου προχεούσης ἀρδόμενοι, τὴν ἀθάνατον καρπούμεθα ζωήν.

Θέλων ὤφθης Λόγε, ἐν τῷ τάφῳ νεκρός, ἀλλὰ ζῇς, καὶ τοὺς βροτοὺς ὡς προείρηκας, ἀναστάσει σου Σωτήρ μου ἐγερεῖς.

Δόξα. Τριαδικόν.

Ἀνυμνοῦμεν Λόγε, σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, καὶ δοξάζομεν τὴν θείαν σου Ταφήν.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε ἁγνή, καὶ τιμῶμεν τὴν Ταφὴν τὴν τριήμερον, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν πιστῶς.

Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.

Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.

Συναπτὴ μικρὰ καὶ ἐκφώνησις. Ὅτι εὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ θυμιάσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τῆς δευτέρας στάσεως.

ΤΑ ΕΓΚΩΜΙΑ

(Συνήθως δὲν ψάλλονται ὅλα, ἀλλὰ γιὰ συντομία παραλείπονται πολλὰ ἀπ᾿ αὐτά. Ἐδῶ παραθέτονται ὅλα).

ΣΤΑΣΙΣ ΠΡΩΤΗ

Ἦχος πλ. α´.

Ἐσύ, Χριστέ, ποὺ εἶσαι ἡ ζωὴ τῶν πάντων, κατατέθηκες σὲ τάφο, καὶ οἱ ἐπουράνιες δυνάμεις γέμιζαν ἀπὸ ἔκπληξη, δοξάζουσαι τὴν ἄφατη ταπείνωση καὶ συγκατάβασή σου.

Ἐσὺ ἡ ζωοπάροχη ἀρχὴ τοῦ κόσμου, μὲ ποιό τρόπο πεθαίνεις; Πῶς κατοικεῖς σ᾿ ἕνα μικρὸ τάφο; Μὲ τὴν ἄπειρή σου δύναμη ἀφανίζεις τὸ βασίλειο τοῦ θανάτου καὶ ἀνασταίνεις τοὺς νεκροὺς ποὺ κρατοῦνταν δέσμιοι στὸν ᾅδη.

Σὲ δοξάζουμε, Ἰησοῦ βασιλέα, καὶ τιμοῦμε τὴν ταφὴ καὶ τὰ ἅγια πάθη σου, γιατὶ μ᾿ αὐτὰ μᾶς λύτρωσες ἀπὸ τὴν τυραννία τῆς φθορᾶς.

Ἐσύ, ποὺ ἔστησες τὰ μέτρα πάνω στὰ ὁποῖα κτίστηκε ἡ γῆ, κατοικεῖς, Ἰησοῦ παμβασιλέα, σὲ ἕνα μικρὸ μνημεῖο, ἀνασταίνοντας μαζί σου τοὺς νεκροὺς ἀπὸ τὰ μνήματα.

Ἰησοῦ Χριστέ μου, ὁ βασιλιὰς τοῦ παντός, τί ζητοῦσες ὅταν κατέβηκες στὸν ᾅδη; Ἢ μήπως γιὰ νὰ ἐλευθερώσεις τὸ γένος τῶν θνητῶν;

Ὁ Δεσπότης ὅλων θεωρεῖται νεκρός, κείμενος σ᾿ ἕναν καινούργιο τάφο, αὐτὸς ποὺ ἄδειασε (μὲ τὴν ἀνάστασή του) τὰ μνημεῖα τῶν νεκρῶν.

Ἐσύ, Χριστέ, ποὺ εἶσαι ἡ ζωὴ τῶν πάντων, κατατέθηκες σὲ τάφο καὶ μὲ τὸ θάνατό σου ἀφάνισες τὸ θάνατο καὶ ἔγινες γιὰ τὸν κόσμο πηγὴ ἄφθαρτης ζωῆς.

Μαζὶ μὲ τοὺς κακούργους συγκαταλέχθηκες καὶ σύ, Χριστέ, δικαιώνοντας (συγχωρώντας) ὅλους ἐμᾶς ἀπὸ τὴν κακουργία τοῦ ἀρχαίου ἀπατεώνα (τοῦ διαβόλου, ποὺ ἐλάκτισε τοὺς πρωτόπλαστους μὲ τὴν παρακοὴ).

Αὐτός, ποὺ ὑπερβαίνει σὲ ὀμορφιὰ ὅλους τοὺς ἀνθρώπους, φαίνεται τώρα νεκρὸς μὲ ἄσχημη μορφή, ὁ Θεὸς ποὺ στόλισε τὰ πάντα μὲ τόση ὀμορφιά.

Ὁ ᾅδης πῶς θὰ ὑποφέρει, Σωτήρα μου, τὴ δική σου παρουσία καὶ δὲ θὰ συντριβεῖ γρήγορα σκοτεινιασμένος καὶ τυφλὸς ἀπὸ τὴ φωτεινὴ αἴγλη τῆς ἀστραπῆς τῆς θείας σου ἐνέργειας;

Ἰησοῦ, ποὺ εἶσαι τὸ γλυκὸ καὶ σωτήριο φῶς μου, πῶς εἶσαι τώρα κρυμμένος σὲ τάφο σκοτεινό; Ὤ πόσο ἄφατη κι ἀνέκφραστη εἶναι ἡ ἀνοχή σου γιὰ μᾶς!

Ἀποροῦν ἡ νοερὰ φύση καὶ τὸ πλῆθος τῶν ἀσωμάτων Δυνάμεων, Χριστέ, τὸ μυστήριο τῆς ἄφραστης καὶ ἄρρητης θείας σου ταφῆς.

Ὤ θαύματα ξένα καὶ παράδοξα! Ὤ πράγματα καινοφανὴ καὶ πρωτόγνωρα! Αὐτὸς ποὺ μοῦ ἔδωσε τὴν πνοή, τώρα εἶναι ὁ ἴδιος χωρὶς πνοή, κηδευόμενος ἀπὸ τὰ χέρια τοῦ Ἰωσήφ.

Καὶ στὸ μνῆμα μπῆκες καὶ τῶν πατρικῶν σου κόλπων ποτὲ δὲν ἀποχωρίστηκες, Χριστέ. Αὐτὸ εἶναι ἀληθινὰ ξένο καὶ παράδοξο μαζί.

Ἰησοῦ, σ᾿ ὁλόκληρη τὴν κτίση φανερώθηκες ἀληθινὸς βασιλιὰς καὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, παρὰ τὸ ὅτι ἔχεις κλειστεῖ σὲ ἕνα μικρότατο μνημεῖο.

Ὅταν ἐσύ, πλαστουργὲ Χριστέ, τέθηκες στὸν τάφο, τὰ θεμέλια τοῦ ᾅδη σαλεύτηκαν καὶ ἀνοίχτηκαν τὰ μνημεῖα τῶν νεκρῶν.

Αὐτὸς ποὺ περικλείει τὴ γῆ στὴν παλάμη του, ἀφοῦ νεκρώθηκε κατὰ τὴ σάρκα του (τὸ σῶμα του) κρατεῖται κάτω ἀπὸ τὴ γῆ, λυτρώνοντας τοὺς νεκροὺς ἀπὸ τὴν κράτηση τοῦ ᾅδη.

Ἡ ζωή μου ἀνέβηκε (ἀπαλλάχτηκε) ἀπὸ τὴ φθορά, Σωτήρ, ὅταν ἐσὺ ἀπέθανες καὶ ἐπισκέφθηκες τοὺς νεκρούς, συντρίψας τοῦ ᾅδη τοὺς μοχλούς.

Σὰν λυχνάρι φωτὸς ἡ σάρκα (τὸ σῶμα) τοῦ Χριστοῦ τοποθετεῖται τώρα κάτω ἀπὸ τὸ μόδιο (κάδο ποὺ μετροῦν τὰ σιτηρὰ), κι ἀφανίζει τὰ σκοτάδια τῶν νεκρῶν στὸν ᾅδη.

Τὸ πλῆθος τῶν νοερῶν στρατιῶν (οἱ ἀγγέλοι) τρέχει μὲ τὸν Ἰωσὴφ καὶ τὸ Νικόδημο νὰ σὲ βάλουν, τὸν ἀχώρητο, σ᾿ ἕνα μνῆμα μικρό.

Νεκρωθεὶς μὲ τὴ θέλησή σου καὶ τεθεὶς κάτω ἀπὸ τὴ γῆ (στὸ μνῆμα), ἐσύ, Σωτήρ μου, ποὺ ἀναβλύζεις ζωή, σ᾿ ἐμένα ποὺ νεκρώθηκα μὲ τὴν παράβασή μου, ἐνέσταξες νάματα ζωῆς.

Μὲ τὸ πάθος σου, Λόγε, ὁλόκληρη ἡ κτίση ἀλλοιώνετο (ἄλλαζε ὄψη) καὶ ὅλα ἔπασχαν μαζί σου, ἀναγνωρίζοντάς σε συνοχέα τοῦ παντὸς (αὐτὸν ποὺ συγκρατεῖ καὶ συνέχει τὰ πάντα).

Ὁ παμφάγος ᾅδης, ὅταν δέχτηκε στὴν κοιλία του τὴν πέτρα τῆς ζωῆς (τὸν Χριστὸ), ἐξέρασε ὅλους ὅσους κατάπιε ἀπὸ παλαιά.

Σὲ καινούργιο τάφο κατατέθηκες, Χριστέ, καὶ τὴ φύση τῶν θνητῶν ἀνακαίνισες, ἀφοῦ ἀναστήθηκες ἐκ τῶν νεκρῶν θεοπρεπῶς.

Κατέβηκες στὴ γῆ, Κύριε, γιὰ νὰ σώσεις τὸν Ἀδάμ, καὶ ἐπειδὴ δὲν τὸν βρῆκες ἐκεῖ, κατῆλθες μέχρι τὸ σκοτεινὸ βασίλειο τοῦ ᾅδη, ἀναζητώντας αὐτόν.

Ὁλόκληρη ἡ γῆ συγκλονιζόταν ἀπὸ φόβο, Λόγε, καὶ ὁ ἥλιος τὶς ἀκτίνες του ἀπέκρυψε, μιᾶς καὶ τὸ μέγιστό σου φῶς κρύφτηκε κάτω ἀπὸ τὴ γῆ (τὸν τάφο).

Ὡς ἄνθρωπος μὲν ἑκούσια πεθαίνεις, Σωτήρ, ὡς Θεὸς ὅμως ἀνέστησες τοὺς θνητοὺς ἀπὸ τὰ μνήματα καὶ ἀπὸ τὸ βάθος τῶν ἁμαρτημάτων τους.

Ἡ ἁγνὴ Μητέρα σου, ὦ Ἰησοῦ, σὲ ράντιζε μὲ θρήνους γεμάτους ἀπὸ δάκρυα, βοώντας· πῶς θὰ μπορέσω, Υἱέ μου, νὰ σὲ κηδεύσω;

Ὅπως ὁ κόκκος τοῦ σίτου θάβεται στοὺς κόλπους τῆς γῆς (γιὰ νὰ βλαστήσει μετὰ), ἔτσι κι ἐσύ, ἐνταφιασθείς, ἀπέδωσες πλουσιότατο στάχυν, ἀναστήσας ὅλους τοὺς βροτοὺς τοὺς ἐξ Ἀδάμ.

Κρύφτηκες κάτω ἀπὸ τὴ γῆ, Σωτήρ, ὅπως κρύβεται ὁ ἥλιος, καὶ ἔχεις καλυφθεῖ τώρα ἀπὸ τὴ νύχτα τοῦ θανάτου· ὅμως ἀνάτειλε λαμπρότερα διὰ τῆς ἀναστάσεὼς σου.

Ὅπως ἡ σελήνη ἀποκρύπτει τὸ δίσκο τοῦ ἥλιου (ὅταν συμβαίνει ἔκλειψη), ἔτσι καὶ Σένα ἔκρυψε τώρα ὁ τάφος καὶ ἔπαθες σωματικὴ ἔκλειψη διὰ τοῦ θανάτου σου.

Ὁ Χριστός, ποὺ εἶναι ἡ ζωή, ἀφοῦ γεύτηκε τὸ θάνατο, ἐλευθέρωσε τοὺς ἀνθρώπους ἀπὸ τὸ θάνατο καὶ δώρησε σὲ ὅλους τὴ ζωή.

Τὸν Ἀδάμ, ποὺ παλαιὰ νεκρώθηκε ἀπὸ φθόνο (τοῦ διαβόλου), ἐπαναφέρεις στὴ ζωὴ μὲ τὴ νέκρωσή σου, Σωτήρ, ἀφοῦ φανερώθηκες στὴ σάρκα σου νέος ἐξ οὐρανοῦ Ἀδάμ.

Οἱ νοερὲς τάξεις τῶν ἀγγέλων, βλέποντάς σε ξαπλωμένο νεκρὸ γιὰ τὴ σωτηρία μας, γέμιζαν ἀπὸ ἔκπληξη, καλυπτόμενες μὲ τὶς φτεροῦγες τους, Σωτήρ.

Ἀφοῦ σὲ κατέβασε ἀπὸ τὸ ξύλο νεκρό, Λόγε, ὁ Ἰωσὴφ σὲ κατέθεσε τώρα σὲ μνημεῖο. Ἀλλ᾿ ἀνάστα καὶ σῶσε ὅλους ὡς Θεός.

Σωτήρα μου, ἐσὺ ποὺ εἶσαι τῶν Ἀγγέλων ἡ χαρά, τώρα ἔγινες αἰτία λύπης γι᾿ αὐτούς, ποὺ σὲ βλέπουν νεκρὸ στὴ σάρκα σου, χωρὶς πνοή.

Μὲ τὴν ἀνύψωσή σου στὸ ξύλο, συνανύψωσες καὶ τοὺς ζῶντες βροτοὺς (ἀνθρώπους). Καὶ μὲ τὴν κατάθεσή σου κάτω ἀπὸ τὴ γῆ, ἀνέστησες ὅσους ἦταν θαμμένοι σ᾿ αὐτήν.

Ἀφοῦ κοιμήθηκες σωματικά, Σωτήρ, ὅπως κοιμᾶται ὁ λέων, σὰν μικρὸ λιοντάρι ἐγείρεσαι ἐσὺ ὁ νεκρός, ἀπορρίπτοντας τὴ γηρασμένη σάρκα σου (τὸ παθητὸ τῆς φύσεως).

Τρυπήθηκες τὴν πλευρὰ ἐσύ, ὁ ὁποῖος πῆρες τὴν πλευρὰ τοῦ Ἀδὰμ καὶ ἐξ αὐτῆς διαμόρφωσες τὴν Εὔα, καὶ ἀνέβλυσες (ἀπὸ τὴν τρυπηθείσα πλευρά σου), νάματα καθαρτικὰ ἁμαρτιῶν.

Παλαιὰ μὲν ὁ πασχάλιος ἀμνὸς θυσιαζόταν στὰ κρυφά· ἐσὺ ὅμως, ἀνεξίκακε Σωτήρ, θυσιασθεὶς σὲ χῶρο ἀνοικτό, καθάρισες ὁλόκληρη τὴν κτίση ἀπὸ τὴν ἀσχήμια τῆς φθορᾶς.

Ποιός μπορεῖ νὰ περιγράψει τὴ φρικτὴ καὶ πράγματι καινοφανὴ συμπεριφορά; Αὐτὸς ποὺ κυριαρχεῖ στὴν κτίση σήμερα δέχεται τὸ πάθος καὶ πεθαίνει γιὰ μᾶς (γιὰ τὴ σωτηρία μας).

Αὐτὸς ποὺ κατέχει καὶ χειρίζεται τὴ ζωὴ πῶς παρουσιάζεται τώρα νεκρός; Ἔκραζαν οἱ ἄγγελοι ἐκπληττόμενοι· πῶς περιορίζεται σὲ μνῆμα ὁ Θεός;

Ἀπὸ τὴν πλευρά σου, Σωτήρ μου, ποὺ τρυπήθηκε ἀπὸ τὴ λόγχη, ἐπιστάζεις ζωὴ στὴ Ζωὴ (τὴν Εὔα), ποὺ μὲ ἐξόρισε ἀπὸ τὴ ζωὴ (τοῦ Παραδείσου διὰ τῆς παρακοῆς της), καὶ μὲ ζωογονεῖς μαζί της.

Ὅταν ἁπλώθηκες στὸ ξύλο (τὸ σταυρὸ), μάζεψες κοντά σου τοὺς ἀνθρώπους· ὅταν δὲ τρυπήθηκες τὴ ζωήρρυτη πλευρά σου, πηγάζεις σὲ ὅλους ἄφεση ἁμαρτημάτων, Ἰησοῦ.

Ὁ εὐσχήμων (Ἰωσὴφ), Σωτήρ μου, μὲ δέος ἑτοιμάζει τὸ νεκρὸ σῶμα σου καὶ σὲ κηδεύει εὐλαβῶς, μένοντας ἔκθαμβος ἀπὸ τὴ μορφή σου, ποὺ ἐμπνέει θάμβος ἱερό.

Κατελθὼν μὲ τὴ βούλησή σου κάτω ἀπὸ τὴ γῆ, ὡς θνητός, ἐπαναφέρεις ἀπὸ τὴ γῆ στὰ οὐράνια, ἐκείνους ποὺ ἐξέπεσαν ἀπὸ ἐκεῖ, Ἰησοῦ.

Ἂν καὶ ἐθεάθης νεκρός, ὅμως, ὡς ζῶν ἀληθινὸς Θεός, ἐπαναφέρεις ἀπὸ τὴ γῆ πρὸς τὸν οὐρανό, στὴ βασιλεία τοῦ Θεοῦ, ἐκείνους, Ἰησοῦ, ποὺ ἀπὸ ῾κεῖ εἶχαν ἐκπέσει.

Ἂν καὶ ἐθεάθης νεκρός, ὅμως, ὡς ζῶν ἀληθινὸς Θεός, ἀναζωογόνησες τοὺς βροτοὺς ποὺ νεκρώθηκαν (διὰ τῆς παρακοῆς), νεκρώνοντας συγχρόνως καὶ αὐτόν, ποὺ μὲ νέκρωσε (τὸ διάβολο).

Ὤ τῆς χαρᾶς ἐκείνης! Ὤ τῆς μεγάλης ἡδονῆς! Μὲ τὶς ὁποῖες γέμισες τοὺς ἐν τῷ ᾅδῃ νεκρούς, ἀστράφτοντας φῶς στὰ ζοφερὰ ἔγκατα τῆς γῆς (ᾅδη).

Προσκυνῶ τὸ πάθος, ἀνυμνῶ τὴν ταφή, δοξάζων σου τὴ δύναμη, φιλάνθρωπε, διὰ τῶν ὁποίων ἀπαλλάχτηκα ἀπὸ τὰ πάθη τὰ φθοροποιά.

Ἐναντίον σου, Χριστέ, ἀκονιζόταν ἡ ρομφαία (ἡ σπάθη τῶν σταυρωτῶν) καὶ ταυτόχρονα ἡ ρομφαία τοῦ ἰσχυροῦ (διαβόλου) ἀμβλύνεται, καὶ νικᾶται ἡ ρομφαία (τοῦ ἀγγέλου), ποὺ φύλαγε τὴν πύλη τῆς Ἐδέμ.

Βλέπουσα ἡ ἀμνάδα (ἡ Θεοτόκος) τὸ ἀρνίο της (τὸν Χριστὸ) νὰ ὁδηγεῖται σὲ σφαγή, πληττομένη ἀπὸ τὰ καρφιὰ τῆς λύπης θρηνοῦσε γοερῶς, παρακινούσα καὶ τὸ ποίμνιο (τοὺς πιστοὺς) νὰ φωνάζει καὶ αὐτό.

Εἴτε θάβεσαι στὸν τάφο, εἴτε πορεύεσαι στὸν ᾅδη, Χριστέ, ἕνα εἶναι τὸ γεγονός, ὅτι καὶ τοὺς τάφους ἄδειασες (ἀπὸ τοὺς νεκροὺς) καὶ τὸν ᾅδη ἀπεγύμνωσες ἀπὸ τὴ δύναμή του.

Ἀφοῦ κατῆλθες ἑκουσίως κάτω ἀπὸ τὴ γῆ (στὸ μνῆμα), ξανάδωσες ζωὴ στοὺς ἀνθρώπους ποὺ νεκρώθηκαν, καὶ τοὺς ἀνύψωσες στὴ δόξα τοῦ Πατρός.

Ὁ ἕνας τῆς Τριάδος (ὁ Λόγος) ὑπέμεινε γιὰ μᾶς στὴ σάρκα του θάνατον ἐπονείδιστο· φρίττει γιαυτὸ ὁ ἥλιος καὶ τρέμει ἡ γῆ.

Σὰν ἀπὸ κρήνη πικρή, τὴ φυλὴ τοῦ Ἰούδα, οἱ ἀπόγονοί της στὸ μνῆμα κατέθεσαν ἐκεῖνον, ποὺ τοὺς ἔδωσε τροφὴ τὸ μάννα στὴν ἔρημο.

Ὁ Κριτὴς τοῦ παντὸς (ὁ Χριστὸς) ὡς ὑπόδικος μπροστὰ στὸν κριτὴ (δικαστὴ) Πιλάτο στεκόταν καὶ ἄδικα κατακρίθηκε σὲ θάνατο σταυρικό.

Λαὲ τοῦ Ἰσραήλ, φονικὲ καὶ ὑπερήφανε, τί σ᾿ ἔπιασε νὰ ἐλευθερώσεις τὸν Βαραββᾶ, τὸ δὲ Σωτήρα νὰ παραδώσεις στὸ σταυρό;

Ἐσύ, ποὺ μὲ τὸ χέρι σου ἔπλασες τὸν Ἀδὰμ ἀπὸ τὸ χῶμα, γιὰ χάρη του προσέλαβες τὴ φύση τοῦ ἀνθρώπου καὶ θεληματικὰ σταυρώθηκες.

Λόγε τοῦ Θεοῦ, ὑπακούοντας στὸ θέλημα τοῦ Πατρός, κατέβης μέχρι τὸ φοβερὸ ᾅδη, καὶ ἀνέστησες τὸ ἐκεῖ γένος τῶν βροτῶν (ἀνθρώπων).

Ἀλίμονό μου, φῶς τοῦ κόσμου! Ἀλίμονό μου, φῶς τὸ δικό μου! Ποθεινότατὲ μου Ἰησοῦ, ἡ Παρθένος ἔκραζε, θρηνωδούσα γοερῶς.

Φθονερέ, φονικὲ καὶ ἀσεβέστατε λαέ, ἂν μὴ τί ἄλλο νὰ ντραπεῖς τὰ σεντόνια καὶ αὐτὸ τὸ σουδάριο (νεκρικὸ κεφαλόδεσμο) τοῦ Χριστοῦ, ποὺ ἀναστήθηκε ἐκ τῶν νεκρῶν (Αὐτά, βρεθέντα ἄθικτα στὸ μνῆμα, ἀπέδειξαν περίτρανα τὴν ἀνάσταση, τὴν ὁποία ὅμως πεισματικὰ ἀρνήθηκαν ἐκεῖνοι).

Ἔλα λοιπόν, ἀκάθαρτε καὶ φονευτὴ μαθητή, νὰ μοῦ δείξεις τὴν αἰτία τῆς κακίας σου, γιὰ τὴν ὁποία ἔγινες προδότης τοῦ Χριστοῦ.

Σὰν φιλάνθρωπος τάχα ὑποκρίνεσαι, Ἰούδα, ἀνόητε καὶ τυφλέ, γεμάτε ἀπὸ ἐχθρότητα καὶ καταστροφικότητα, ἐσὺ ποὺ τὸ μύρο τοῦ Θεοῦ (τὸν Χριστὸ) πούλησες μὲ τιμή.

Τοῦ οὐρανίου μύρου (τοῦ Χριστοῦ) ποιά ἔλαβες τιμή; Τί δέχτηκες ἀντάξιο τοῦ ἀνεκτίμητου; Σὲ κυρίευσε λύσσα, τρισκατάρατε Σατανᾶ.

Ἂν εἶσαι πραγματικὰ φιλόπτωχος καὶ λυπᾶσαι γιὰ τὴν ἀπώλεια τοῦ μύρου, ποὺ χύθηκε γιὰ ἐξιλέωση τῆς ψυχῆς (τῆς πόρνης γυναίκας), πῶς προδίδεις ἀντὶ χρυσοῦ αὐτόν, ποὺ παρέχει τὸ φῶς;

Ὤ Θεὲ καὶ Λόγε, ὢ γλυκιά μου χαρά, πῶς νὰ ὑποφέρω τὴν ταφή σου τὴν τριήμερη; Τώρα τὰ μητρικά μου σπλάγχνα σπαράσσονται ὀδυνηρά.

Ποιός θὰ μοῦ δώσει ὕδωρ καὶ δακρύων πηγές, ἡ θεόνυμφη Παρθένος κραύγαζε, γιὰ νὰ κλάψω τὸν γλυκύ μου Ἰησοῦ;

Ὤ βουνὰ καὶ νάπες (δασώσεις κοιλάδες) καὶ ἀνθρώπων πλήθη πολλὰ νὰ κλάψετε καὶ νὰ θρηνήσετε μαζί μου τὴ μητέρα τοῦ Θεοῦ σας.

Πότε θὰ δῶ, Σωτήρ μου, ἐσένα ποὺ εἶσαι τὸ ἄχρονο φῶς, ἡ χαρὰ καὶ ἡδονὴ τῆς καρδιᾶς μου; Ἡ Παρθένος ἀνεβόα γοερῶς.

Ἂν καὶ σὰν τὴ σκληρὴ κι ἀπότομη πέτρα (στὴν ἔρημο, τὴν ὁποία κτύπησε ὁ Μωυσῆς καὶ ἔτρεξαν ἄφθονα νερὰ), δέχτηκες νὰ κοπεῖ ἡ ζωή σου (ἐπάνω στὸ σταυρὸ), ἀλλ᾿ ὄντας πηγὴ τῆς ζωῆς, ἀνέβλυσες τὸ ρεῖθρο τῆς ἀθάνατης ζωῆς.

Ποτιζόμενοι ἀπὸ τὴν πλευρά σου, ποὺ σὰν μιὰ ἑνιαία κρήνη πηγάζει τὸ διπλὸ ποταμὸ (αἷμα καὶ ὕδωρ), γινόμαστε μέτοχοι τῆς ἀθάνατης ζωῆς.

Ἂν καὶ θέλοντας, Λόγε, ἐθεάθης στὸ μνῆμα νεκρός, ὅμως ζεῖς καί, ὅπως προεῖπες Σωτήρα μου, διὰ τῆς ἀναστάσεώς σου θὰ ἐγείρεις ἐκ τῶν τάφων τοὺς νεκρούς.

Δόξα. Τριαδικόν.

Ἀνυμνοῦμε, Λόγε, σὲ τῶν ὅλων Θεὸ μαζὶ μὲ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιο, καὶ δοξάζουμε τὴ θεία σου ταφή.

Καὶ νῦν. Θεοτοκίον.

Σὲ μακαρίζουμε, Θεοτόκε ἁγνή, καὶ μὲ πίστη τιμᾶμε τὴν τριήμερη ταφὴ τοῦ Υἱοῦ σου καὶ Θεοῦ μας.

Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.

Ἐσύ, Χριστέ, ποὺ εἶσαι ἡ ζωὴ τῶν πάντων, κατατέθηκες σὲ τάφο, καὶ οἱ ἐπουράνιες δυνάμεις γέμιζαν ἀπὸ ἔκπληξη, δοξάζουσαι τὴν ἄφατη ταπείνωση καὶ συγκατάβασή σου.

Συναπτὴ μικρὰ καὶ ἐκφώνησις. Ὅτι εὐλόγηταὶ σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ θυμιάσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τῆς δευτέρας στάσεως.

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

Ἦχος πλ. α´.

Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.

Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν πάντων Κτίστην· τοῖς σοῖς γὰρ παθήμασιν ἔχομεν, τὴν ἀπάθειαν ῥυσθέντες τῆς φθορᾶς.

Ἔφριξεν ἡ γῆ, καὶ ὁ ἥλιος Σῶτερ ἐκρύβη, σοῦ τοῦ ἀνεσπέρου φέγγους Χριστέ, δύναντος ἐν τάφῳ σωματικῶς.

Ὕπνωσας Χριστέ, τὸν φυσίζωον ὕπνον ἐν τάφῳ, καὶ βαρέως ὕπνου ἐξήγειρας, τοῦ τῆς ἁμαρτίας, τὸ τῶν ἀνθρώπων γένος.

Μόνη γυναικῶν, χωρὶς πόνον ἔτεκόν σε Τέκνον, πόνους δὲ νῦν φέρω πάθει τῷ σῷ, ἀφορήτους, ἔλεγεν ἡ Σεμνή.

Ἄνω σε Σωτήρ, ἀχωρίστως τῷ Πατρὶ συνόντα, κάτω δὲ νεκρὸν ἡπλωμένον γῇ, φρίττουσιν ὁρῶντα τὰ Σεραφίμ.

Ῥήγνυται ναοῦ, καταπέτασμα τῇ σῇ σταυρώσει, κρύπτουσι φωστῆρες Λόγε τὸ φῶς, σοῦ κρυβέντος Ἥλιε ὑπὸ γῆν.

Γῆς ὁ καταρχάς, μόνῳ νεύματι πήξας τὸν γύρον, ἄπνους ὡς βροτὸς καθυπέδυ γῆν· φρίξον τῷ θεάματι Οὐρανέ.

Ἔδυς ὑπὸ γῆν, ὁ τὸν ἄνθρωπον χειρί σου πλάσας, ἵν᾿ ἐξαναστήσῃς τοῦ πτώματος, τῶν βροτῶν τὰ στίφη, πανσθενεστάτῳ κράτει.

Θρῆνον ἱερόν, δεῦτε ᾄσωμεν Χριστῷ θανόντι, ὡς αἱ Μυροφόροι γυναῖκες πρίν, ἵνα καὶ τὸ Χαῖρε ἀκουσώμεθα σὺν αὐταῖς.

Μύρον ἀληθῶς, σὺ ἀκένωτον ὑπάρχεις Λόγε· ὅθεν σοι καὶ μύρα προσέφερον, ὡς νεκρῷ τῷ ζῶντι, γυναῖκες Μυροφόροι.

ᾍδου μὲν ταφείς, τὰ βασίλεια Χριστὲ συντρίβεις, θάνατον θανάτῳ δὲ θανατοῖς, καὶ φθορᾶς λυτροῦσαι τούς γηγενεῖς.

Ῥεῖθρα τῆς ζωῆς, ἡ προχέουσα Θεοῦ σοφία, τάφον ὑπεισδῦσα ζωοποιεῖ, τοὺς ἐν τοῖς ἀδύτοις ᾍδου μυχοῖς.

Ἵνα τὴν βροτῶν, καινουργήσω συντριβεῖσαν φύσιν, πέπληγμαι θανάτῳ θέλων σαρκί. Μῆτερ οὖν μὴ κόπτου τοῖς ὀδυρμοῖς.

Ἔδυς ὑπὸ γῆν, ὁ φωσφόρος τῆς δικαιοσύνης, καὶ νεκρούς ὥσπερ ἐξ ὕπνου ἐξήγειρας, ἐκδιώξας ἅπαν, τὸ ἐν τῷ ᾍδῃ σκότος.

Κόκκος διφυής, ὁ φυσίζωος ἐν γῆς λαγόσι, σπείρεται σὺν δάκρυσι σήμερον, ἀλλ᾿ ἀναβλαστήσας, Κόσμον χαροποιήσει.

Ἔπτηξεν Ἀδάμ, Θεοῦ βαίνοντος ἐν Παραδείσω, χαίρει δὲ πρὸς ᾍδην φοιτήσαντος, πεπτωκὸς τὸ πρῴην, καὶ νῦν ἐγηγερμένος.

Σπένδει σοι χοάς, ἡ τεκοῦσά σε Χριστὲ δακρύων, σαρκικῶς κατατεθέντι ἐν μνήματι, ἐκβοῶσα· Τέκνον, ἀνάστα ὡς προέφης.

Τάφῳ Ἰωσήφ, εὐλαβῶς σε τῷ καινῷ συγκρύπτων, ὕμνους ἐξοδίους θεοπρεπεῖς, τοῖς συμμίκτοις θρήνοις μέλπει σοι Σωτήρ.

Ἥλοις σε Σταυρῷ, πεπαρμένον ἡ σὴ Μήτηρ Λόγε, βλέψασα τοῖς ἥλοις λύπης πικρᾶς, βέβληται καὶ βέλεσι τὴν ψυχήν.

Σὲ τὸν τοῦ παντός, γλυκασμὸν ἡ Μήτηρ καθορῶσα, πόμα ποτιζόμενον τὸ πικρόν, δάκρυσι τὰς ὄψεις βρέχει πικρῶς.

Τέτρωμαι δεινῶς, καὶ σπαράττομαι τὰ σπλάγχνα Λόγε, βλέπουσα τὴν ἄδικόν σου σφαγήν· ἔλεγεν ἡ Πάναγνος ἐν κλαυθμῷ.

Ὄμμα τὸ γλυκύ, καὶ τὰ χείλη σου πῶς μύσω Λόγε; πῶς νεκροπρεπῶς δὲ κηδεύσω σε; φρίττων ἀνεβόα ὁ Ἰωσήφ.

Ὕμνους Ἰωσήφ, καὶ Νικόδημος ἐπιταφίους, ᾄδουσι Χριστῷ νεκρωθέντι νῦν· ᾄδει δὲ σὺν τούτοις καὶ Σεραφίμ.

Δύνεις ὑπὸ γῆν, Σῶτερ, Ἥλιε δικαιοσύνης· ὅθεν ἡ τεκοῦσα Σελήνη σε, ταῖς λύπαις ἐκλείπει, σῆς θέας στερουμένη.

Ἔφριξεν ὁρῶν, Σῶτερ, ᾍδης σε τὸν ζωοδότην, πλοῦτον τὸν ἐκείνου σκυλεύοντα, καὶ τοὺς ἀπ᾿ αἰῶνας, νεκροὺς ἐξανιστῶντα.

Ἥλιος φαιδρόν, ἀπαστράπτει μετὰ νύκτα Λόγε· καὶ σὺ δ᾿ ἀναστὰς ἐξαστράψειας, μετὰ θάνατον φαιδρῶς ὡς ἐκ παστοῦ.

Γῆ σε πλαστουργέ, ὑπὸ κόλπους δεξαμένη τρόμῳ, συσχεθεῖσα Σῶτερ τινάσσεται, ἀφυπνώσασα νεκροὺς τῷ τιναγμῷ.

Μύροις σε Χριστέ, ὁ Νικόδημος καὶ ὁ Εὐσχήμων, νῦν καινοπρεπῶς περιστείλαντες· Φρίξον, ἀνεβόων, πᾶσα ἡ γῆ.

Ἔδυς Φωτουργέ, καὶ συνέδυ σοι τὸ φῶς ἡλίου· τρόμῳ δὲ ἡ Κτίσις συνέχεται, πάντων σε κηρύττουσα Ποιητήν.

Λίθος λαξευτός, τὸν ἀκρόγωνον καλύπτει λίθον· ἄνθρωπος θνητὸς δ᾿ ὡς θνητὸν Θεόν, κρύπτει νῦν τῷ τάφῳ· φρίξον ἡ γῆ!

Ἴδε Μαθητήν, ὃν ἠγαπήσας καὶ σὴν Μητέρα, Τέκνον, καὶ φθογγὴν δὸς γλυκύτατον, ἔκραζε δακρύουσα ἡ Ἁγνή.

Σὺ ὡς ὢν ζωῆς, χορηγὸς Λόγε τοὺς Ἰουδαίους, ἐν Σταυρῷ ταθεὶς οὐκ ἐνέκρωσας· ἀλλ᾿ ἀνέστησας καὶ τούτων τοὺς νεκρούς.

Κάλλος Λόγε πρίν, οὐδὲ εἶδος ἐν τῷ πάσχειν ἔσχες, ἀλλ᾿ ἐξαναστὰς ὑπερέλαμψας, καλλωπίσας τοὺς βροτοὺς θείαις αὐγαῖς.

Ἔδυς τῇ σαρκί, ὁ ἀνέσπερος εἰς γῆν φωσφόρος· καὶ μὴ φέρων βλέπειν ὁ ἥλιος, ἐσκοτίσθη μεσημβρίας ἐν ἀκμῇ.

Ἥλιος ὁμοῦ, καὶ σελήνη σκοτισθέντες Σῶτερ, δούλους εὐνοοῦντας εἰκόνιζον, οἳ μελαίνας ἀμφιέννυνται στολάς.

Οἶδέ σε Θεόν, Ἑκατόνταρχος κἂν ἐνεκρώθης· πῶς σὲ οὖν Θεέ μου ψαύσω χερσί; φρίττω, ἀνεβόα ὁ Ἰωσήφ.

Ὕπνωσεν Ἀδάμ, ἀλλὰ θάνατον πλευρᾶς ἐξάγει· σὺ δὲ νῦν ὑπνώσας Λόγε Θεοῦ, βρύεις ἐκ πλευρᾶς σου Κόσμῳ ζωήν.

Ὕπνωσας μικρόν, καὶ ἐζώωσας τοὺς τεθνεῶτας, καὶ ἐξαναστὰς ἐξανέστησας, τοὺς ὑπνοῦντας ἐξ αἰῶνος Ἀγαθέ.

Ἤρθης ἀπὸ γῆς, ἀλλ᾿ ἀνέβλυσας τῆς σωτηρίας, τὸν οἶνον ζωήῤῥυτε ἄμπελε· Δοξάζω τὸ Πάθος καὶ τὸν Σταυρόν.

Πῶς οἱ νοεροί, Ταγματάρχαι σε Σωτὴρ ὁρῶντες, γυμνὸν ᾑμαγμένον κατάκριτον, ἔφερον τὴν τόλμαν τῶν σταυρωτῶν;

Ἀραβιανόν, σκολιώτατον γένος Ἑβραίων, ἔγνως τὴν ἀνέγερσιν τοῦ ναοῦ· διὰ τί κατέκρινας τὸν Χριστόν;

Χλαῖναν ἐμπαιγμοῦ, τὸν Κοσμήτορα πάντων ἐνδύεις, ὃς τὸν Οὐρανὸν κατεστέρωσε, καὶ τὴν γῆν ἐκόσμησε θαυμαστῶς.

Ὥσπερ πελεκάν, τετρωμένος τὴν πλευράν σου Λόγε, σοὺς θανέντας παῖδας ἐζώωσας, ἐπιστάξας ζωτικοὺς αὐτοῖς κρουνούς.

Ἥλιον τὸ πρίν, Ἰησοῦς τοὺς ἀλλοφύλους κόπτων, ἔστησεν· αὐτὸς δὲ ἀπέκρυψας, καταβάλλων τὸν τοῦ σκότους ἀρχηγόν.

Κόλπων πατρικῶν, ἀνεκφοίτητος μείνας Οἰκτίρμον, καὶ βροτὸς γενέσθαι εὐδόκησας, καὶ εἰς ᾍδην καταβέβηκας Χριστέ.

Ἤρθη σταυρωθείς, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, καὶ ὡς ἄπνους ἐν αὐτῇ νῦν προσκλίνεται, ὃ μὴ φέρουσα ἐσείετο δεινῶς.

Οἴμοι ὦ Υἱέ! ἡ Ἀπείρανδρος θρηνεῖ καὶ λέγει· ὃν ὡς Βασιλέα γὰρ ἤλπιζον, κατάκριτον νῦν βλέπω ἐν Σταυρῷ.

Ταῦτα Γαβριήλ, μοὶ ἀπήγγειλεν ὅτε κατέπτη, ὃς τὴν Βασιλείαν αἰώνιον, ἔφη τοῦ Υἱοῦ μου τοῦ Ἰησοῦ.

Φεῦ! τοῦ Συμεών, ἐκτετέλεσται ἡ προφητεία· ἡ γὰρ σὴ ῥομφαία διέδραμε, τὴν ἐμήν καρδίαν Ἐμμανουήλ.

Κἂν τοὺς ἐκ νεκρῶν, ἐπαισχύνθητε ὦ Ἰουδαῖοι, οὓς ὁ ζωοδότης ἀνέστησεν, ὃν ὑμεῖς ἐκτείνατε φθονερῶς.

Ἔφριξεν ἰδών, τὸ ἀόρατον φῶς σε Χριστέ μου, μνήματι κρυπτόμενον ἄπνουν τε, καὶ ἐσκότασεν ὁ ἥλιος τὸ φῶς.

Ἔκλαιε πικρῶς, ἡ πανάμωμος Μήτηρ σου Λόγε, ὅτε ἐν τῷ τάφῳ ἑώρακε, σὲ τὸν ἄφραστον καὶ ἄναρχον Θεόν.

Νέκρωσιν τὴν σήν, ἡ πανάφθορος Χριστέ σου Μήτηρ, βλέπουσα πικρῶς σοι ἐφθέγγετο· Μὴ βραδύνῃς ἡ ζωὴ ἐν τοῖς νεκροῖς.

ᾍδης ὁ δεινός, συνετρόμαξεν ὅτε σε εἶδεν, Ἥλιε τῆς δόξης ἀθάνατε, καὶ ἐδίδου τοὺς δεσμίους ἐν σπουδῇ.

Μέγα καὶ φρικτόν, Σῶτερ θέαμα νῦν καθορᾶται! ὁ ζωῆς γὰρ θέλων παραίτιος, θάνατον ὑπέστη, ζωῶσαι θέλων πάντας.

Νύττῃ τὴν πλευράν, καὶ ἡλοῦσαι Δέσποτα τὰς χεῖρας, πληγὴν ἐκ πλευρᾶς σου ἰώμενος, καὶ τὴν ἀκρασίαν, χειρῶν τῶν Προπατόρων.

Πρὶν τὸν τῆς Ῥαχήλ, υἱὸν ἔκλαυσεν ἅπας κατ᾿ οἶκον· νῦν τὸν τῆς Παρθένου ἐκόψατο, Μαθητῶν χορεία σὺν τῇ Μητρί.

Ῥάπισμα χειρῶν, Χριστοῦ δέδωκαν ἐν σιαγόνι, τοῦ χειρὶ τὸν ἄνθρωπον πλάσαντος, καὶ τὰς μύλας θλάσαντος τοῦ θηρός.

Ὕμνοις σου Χριστέ, νῦν τὴν Σταύρωσιν καὶ τὴν Ταφήν τε, ἅπαντες πιστοὶ ἐκθειάζομεν, οἱ θανάτου λυτρωθέντες σῇ ταφῇ.

Δόξα. Τριαδικόν.

Ἄναρχε Θεέ, συναΐδιε Λόγε καὶ Πνεῦμα, σκῆπτρα τῶν Ἀνάκτων κραταίωσον, κατὰ πολεμίων ὡς ἀγαθός.

Καὶ νῦν. Θεοτοκίον.

Τέξασα ζωήν, Παναμώμητε ἁγνὴ Παρθένε, παῦσον Ἐκκλησίας τὰ σκάνδαλα, καὶ βράβευσον εἰρήνην ὡς ἀγαθή.

Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.

Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.

Μικρὰ Συναπτὴ καὶ ἐκφώνησις. Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ θρόνου δόξης τῶν Χερουβὶμ ἐπαναπαυόμενος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ θυμιᾷ πάλιν ὁ Ἱερεὺς ἀρχομένης τῆς ἑπομένης τρίτης στάσεως.

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

Ἦχος πλ. α´.

Εἶναι ἄξιο νὰ δοξάζουμε ἐσένα, ποὺ ἅπλωσες τὰ χέρια σου ἐπάνω στὸ σταυρὸ καὶ συνέτριψες τὸ κράτος τοῦ ἐχθροῦ.

Εἶναι ἄξιο νὰ δοξάζουμε ἐσένα ποὺ εἶσαι τῶν ὅλων Κτίστης, διότι διὰ τῶν παθημάτων σου πετύχαμε τὴν ἀπάθεια, λυτρωθέντες ἀπὸ τὴ φθορά.

Ἔφριξε ἡ γῆ, Σωτήρ μου, ἀπὸ φόβο, καὶ ὁ ἥλιος ἔκρυψε τὶς ἀκτίνες του, ὅταν ἐσύ, Χριστέ, τὸ ἄδυτο φῶς, εἰσῆλθες στὸν τάφο σωματικῶς.

Κοιμήθηκες, Χριστέ, τὸν ζωογόνο ὕπνο στὸν τάφο καὶ ἀπὸ τὸ βαρὺ ὕπνο τῆς ἁμαρτίας ἀνέστησες τὸ γένος τῶν ἀνθρώπων.

Μόνη ἀπὸ τὶς γυναῖκες σὲ γέννησα χωρὶς πόνους, τέκνον, τώρα δὲ μὲ τὸ πάθος σου νιώθω ἀφόρητους, ἔλεγε ἡ Μητέρα ἡ σεμνή.

Τὰ Σεραφεὶμ συγκλονίζονται ἀπὸ τρόμο, βλέποντάς σε, Σωτήρα μου, νὰ εἶσαι ἄνω ἀχώριστα ἑνωμένος μὲ τὸν Πατέρα καὶ κάτω νεκρὸ ξαπλωμένο στὴ γῆ.

Σχίζεται τοῦ ναοῦ τὸ καταπέτασμα, Λόγε, μὲ τὴ σταύρωσή σου, καὶ οἱ ἀστέρες κρύβουν τὸ φῶς τους, ὅταν ἐσύ, ὁ φωτεινὸς Ἥλιος, κρύφτηκες κάτω ἀπὸ τὴ γῆ.

Ἐκεῖνος, ποὺ στὴν ἀρχὴ τῆς δημιουργίας μὲ ἕνα μόνο νεῦμα του (μὲ μιὰ του προσταγὴ) στερέωσε τὴν περίμετρο τῆς γῆς, τώρα σὰν ἄνθρωπος χωρὶς πνοὴ βυθίστηκε κάτω ἀπὸ τὴ γῆ· φρίξε, οὐρανέ, γιὰ τὸ θέαμα αὐτὸ τὸ φοβερό.

Βυθίστηκες κάτω ἀπὸ τὴ γῆ, ἐσὺ ποὺ ἔπλασες μὲ τὰ χέρια σου τὸν ἄνθρωπο, γιὰ νὰ σηκώσεις ἀπὸ τὴν πτώση τους τὰ πλήθη τῶν ἀνθρώπων, μὲ τὸ πανίσχυρο κράτος σου.

Ἐλᾶτε νὰ ψάλλουμε θρῆνο ἱερὸ γιὰ τὸν Χριστὸ ποὺ πέθανε, ὅπως οἱ μυροφόρες γυναῖκες ἔκαναν πρίν, ὥστε ν᾿ ἀκούσουμε μαζί τους καὶ τὸ «χαῖρε» (τοῦ ἀγγέλου).

Μύρο ἀληθινὸ ποὺ δὲν ἐξαντλεῖται ποτέ, ἐσὺ εἶσαι Λόγε τοῦ Θεοῦ· γιαυτὸ καὶ γυναῖκες μυροφόρες προσέφεραν μύρα, ὡς σὲ νεκρό, σ᾿ ἐσένα ποὺ εἶσαι γεμάτος ἀπὸ ζωή.

Μὲ τὸν ἐνταφιασμό σου, Χριστέ, συντρίβεις τὰ βασίλεια τοῦ ᾅδη, καὶ μὲ τὸ θάνατό σου θανατώνεις τὸ θάνατο καὶ ἐλευθερώνεις ἀπὸ τὴ φθορὰ τοὺς γηγενεῖς (τοὺς γήϊνους ἀνθρώπους).

Ἡ Σοφία τοῦ Θεοῦ ἀπὸ τὴν ὁποία πηγάζουν νάματα ζωῆς, ἀφοῦ εἰσῆλθε στὸν τάφο, ζωογονεῖ ὅσους ὑπῆρχαν στὰ ἀδιαπέραστα βάθη τοῦ ᾅδη.

Γιὰ νὰ κάνω καινούργια τὴ συντριβείσα (ἀπὸ τὴν ἁμαρτία) φύση τῶν ἀνθρώπων, ἔχω κτυπηθεῖ θεληματικὰ μὲ θάνατο στὴ σάρκα μου. Λοιπόν, Μητέρα, μὴ βασανίζεσαι μὲ ὀδυρμούς.

Κρύφτηκες κάτω ἀπὸ τὴ γῆ, ὁ φωτεινὸς Ἥλιος τῆς δικαιοσύνης καὶ σήκωσες σὰν ἀπὸ ὕπνο τοὺς νεκρούς, ἀφανίσας ὅλο τὸ σκοτάδι ποὺ ὑπῆρχε στὸν ᾅδη.

Ὁ διπλὸς κόκκος (Θεὸς καὶ ἄνθρωπος), ὁ παρεκτικὸς ζωῆς, σπείρεται σήμερα μὲ δάκρυα στοὺς κόλπους τῆς γῆς· ἀφοῦ ὅμως βλαστήσει, θὰ γεμίσει τὸν κόσμο μὲ χαρά.

Ζάρωσε ἀπὸ φόβο ὁ Ἀδάμ, ὅταν ἄκουσε τὸν Θεὸ νὰ περπατᾶ στὸν Παράδεισο (τῆς Ἐδὲμ), χαίρει ὅμως τώρα ποὺ (ὁ Θεὸς) ἐπισκέφθηκε τὸν ᾅδη, ὄντως τότε πεπτωκὼς (στὴν ἁμαρτία), τώρα δὲ ἀναστημένος ἀπὸ τὸν τόπο τῆς φθορᾶς.

Χύνει δάκρυα σ᾿ ἐσένα, σὰν θυσία, ἡ Μητέρα σου Χριστέ, ὅταν κατατέθηκες στὸ μνῆμα, φωνάζουσα· ἀνάστα, τέκνον μου, ὅπως προεῖπες.

Καλύπτοντάς σε μὲ εὐλάβεια, Σωτήρ, ὁ Ἰωσὴφ στὸ καινὸ μνημεῖο, σοῦ ψάλλει ἐπικήδεια ᾄσματα ἀνακατεμένα μὲ τοὺς θρήνους του.

Ἡ Μητέρα σου, Λόγε, βλέποντάς σε νὰ εἶσαι τρυπημένος μὲ καρφιὰ στὸ σταυρό, ἔχει κτυπηθεῖ στὴν ψυχὴ μὲ καρφιὰ καὶ βέλη λύπης πικρῆς.

Βλέποντας ἡ Μητέρα σου ἐσένα τὸν γλυκασμὸ τοῦ παντός, νὰ ποτίζεσαι μὲ τὸ πικρὸ πιοτὸ (τὴ χολὴ), βρέχει τὸ πρόσωπό της μὲ δάκρυα πικρά.

Ἔχω πληγωθεῖ φοβερὰ καὶ τὰ σπλάγχνα μου σπαράσσονται, Λόγε, βλέποντας τὴν ἄδικη σφαγή σου στὸ σταυρό, ἔλεγε ἡ πάναγνη μὲ κλαυθμό.

Πῶς νὰ κλείσω, Λόγε, τὰ γλυκὰ μάτια καὶ τὰ χείλη σου; Πῶς νὰ σὲ κηδεύσω μὲ νεκροπρέπεια; Μὲ φρίκη φώναζε ὁ Ἰωσήφ.

Ὁ Ἰωσὴφ καὶ ὁ Νικόδημος ψάλλουν ἐπιτάφια ᾄσματα στὸ Χριστό, τώρα ποὺ νεκρώθηκε. Μαζί τους ψάλλουν καὶ τὰ Σεραφείμ.

Βυθίζεσαι στὴ γῆ, Σωτήρα, Ἥλιε δικαιοσύνης· γιαυτὸ ἡ Μητέρα σου, σὰν ἄλλη σελήνη, παθαίνει ἔκλειψη, μὴ βλέποντας τὸ πρόσωπό σου.

Ἔφριξε ὁρώντας, Σωτήρ μου, ὁ ᾅδης ἐσένα τὸ ζωοδότη, νὰ τὸν ἀπογυμνώνεις ἀπὸ τὸν πλοῦτο του καὶ νὰ ἀνασταίνεις τοὺς νεκρούς, ποὺ πέθαναν ἀπὸ παλαιά.

Ὁ ἥλιος μετὰ τὴ νύκτα, Λόγε, ἀκτινοβολεῖ λαμπρῶς, ἀλλὰ κι ἐσύ, ἀφοῦ ἀναστηθεῖς, θὰ λάμψεις μετὰ θάνατο φαιδρῶς, σὰν νὰ βγαίνεις ἀπὸ θάλαμο νυφικό.

Ἡ γῆ ἀφοῦ δέχτηκε στοὺς κόλπους της ἐσένα τὸ Σωτήρα Πλαστουργό, κυριευθείσα ἀπὸ τρόμο, τινάσσεται, ξυπνώντας μὲ τὸ τίναγμά της τοὺς νεκρούς.

Ὁ Νικόδημος καὶ ὁ εὐσχήμων (Ἰωσὴφ), ἀφοῦ σὲ περιποιήθηκαν μὲ ἀρώματα κατὰ τρόπο ξένο καὶ ἀσυνήθιστο, φώναζαν· φρίξε, ὁλόκληρη ἡ γῆ.

Κρύφτηκες, Φωτουργέ, καὶ μαζί σου κρύφτηκε τὸ φῶς τοῦ ἥλιου· ἡ δὲ κτίση ἀπὸ τρόμο κατέχεται, κηρύσσοντάς σε δημιουργὸ τοῦ παντός.

Λίθος (τοῦ μνήματος), ποὺ λαξεύτηκε ἀπὸ χέρι ἀνθρώπινο, σκεπάζει τὸν ἀκρογωνιαῖο λίθο (τῆς Ἐκκλησίας)· ἄνθρωπος δὲ θνητὸς (ὁ Ἰωσὴφ) κρύβει τώρα στὸν τάφο σὰν θνητό, τὸν Θεό· φρίξε ἀπὸ τρόμον ἡ γῆ!

Κοίταξε μαθητή, τὸν ὁποῖο ἀγάπησες (τὸν Ἰωάννη) καὶ τὴ Μητέρα σου, τέκνο γλυκύτατο, καὶ δῶσε λόγο (μίλησέ μας), ἔκραξε μὲ δάκρυα ἡ ἁγνή.

Ἐσύ, Λόγε, ἐπειδὴ εἶσαι ἀρχηγὸς τῆς ζωῆς, δὲ νέκρωσες τοὺς Ἰουδαίους, ὅταν ἁπλώθηκες ἐπάνω στὸ σταυρό, ἀλλ᾿ ἀνέστησες καὶ αὐτῶν τοὺς νεκρούς.

Λόγε, πρὶν (κατὰ τὸ πάθος) οὔτε φυσικὴ ὀμορφιὰ εἶχες οὔτε ὄψη καθαρὴ (τὶς ἀφάνισαν τὰ παθήματα)· ὅταν ὅμως ἀναστήθηκες ἔλαμψες ἐκθαμβωτικά, στολίσας τοὺς ἀνθρώπους μὲ τὴν ἀκτινοβολία τοῦ θείου σου φωτός.

Κρύφτηκες σωματικῶς στὴ γῆ ὁ ἀστέρας ὁ φωτεινός, ποὺ ποτὲ δὲ δύει, καὶ μὴν μπορώντας νὰ ὑποφέρει βλέποντας αὐτὸ ὁ ἥλιος, ἔχασε τὸ φῶς του, ὅταν ἡ ἡμέρα ἦταν σὲ ἀκμὴ (ἐν πλήρει μεσημβρίᾳ).

Ὁ ἥλιος μαζὶ μὲ τὴ σελήνη, χάνοντας τὸ φῶς τους, Σωτήρα, εἰκόνιζαν δούλους καλούς, οἱ ὁποῖοι ντύνονται μαῦρες στολὲς (γιὰ νὰ ἐκφράσουν πένθος σὲ θάνατο τοῦ Κυρίου τους).

Ὁ ἑκατόνταρχος σὲ ἀναγνώρισε Θεό, ἔστω κι ἂν νεκρώθηκες· ἐγὼ λοιπὸν πῶς θὰ σὲ ψαύσω μὲ τὰ χέρια μου; Φρίττω! Φώναζε ὁ Ἰωσήφ.

Κοιμήθηκε ὁ Ἀδὰμ (κατὰ τὴ δημιουργία), ἀπὸ τὴν πλευρά του ὅμως βγῆκε ὁ θάνατος (ἡ Εὔα ποὺ ἔπεσε στὴν ἁμαρτία)· τώρα δὲ σύ, κοιμηθείς, Λόγε τοῦ Θεοῦ, ἀναβλύζεις ἀπὸ τὴν πλευρά σου γιὰ τὸν κόσμο ζωή.

Κοιμήθηκες, Ἀγαθέ, γιὰ λίγο καὶ ζωοποίησες τοὺς νεκροὺς καί, ἀφοῦ ξύπνησες (ἀναστήθηκες), ξύπνησες μαζί σου ὅλους, ὅσοι κοιμώντουσαν ἀπὸ τὴν ἀρχή.

Ὑψώθηκες ἀπὸ τὴ γῆ, Κύριε, ἀλλὰ ἀνέβλυσες τὸν οἶνο τῆς σωτηρίας, ἄμπελε ποὺ στάζεις ζωή. Δοξάζω τὸ πάθος σου καὶ τὸ σταυρό.

Πῶς οἱ νοεροὶ ταγματάρχες (οἱ ἄγγελοι), Σωτήρα, βλέποντάς σε γυμνό, γεμάτο αἵματα καὶ καταδικασμένο, ὑπέμειναν τὴν τόλμη τῶν σταυρωτῶν;

Διεφθαρμένο γένος τῶν Ἑβραίων, ὅμοιο μὲ ἀραβικό, γνώρισες τὴν ἀνέγερση τοῦ ναοῦ (τὴν ἀνάσταση τοῦ σώματος τοῦ Ἰησοῦ). Γιὰ ποιό λόγο, λοιπόν, καταδίκασες σὲ θάνατο τὸν Χριστό;

Ντύνεις μὲ χλαμύδα ἐμπαικτικὰ τὸν Κοσμήτορα τῶν πάντων, ἐκεῖνον ποὺ γέμισε τὸν οὐρανὸ μὲ ἄστρα κι στόλισε θαυμάσια τὴ γῆ.

Ὅπως ὁ πελεκὰν (τὸ πτηνὸ), πληγωμένος τὴν πλευρά σου, Λόγε, τὰ νεκρὰ παιδιά σου ἐζώωσες, ἐπιστάξας σ᾿ αὐτὰ κρουνοὺς ζωοποιούς.

Παλαιὰ ὁ Ἰησοῦς (τοῦ Ναυῆ), θέλοντας νὰ κατακόψει τοὺς ἀλλόφυλους, διέταξε τὸν ἥλιο ν᾿ ἀνακόψει τὴν πορεία του. Ἐσὺ δέ, ὁ Κύριος, τὸν ἀπέκρυψες (στὸ σταυρὸ), νικώντας τοῦ σκότους τὸν ἀρχηγὸ (διάβολο).

Χωρὶς ν᾿ ἀποχωριστεῖς ἀπὸ τοὺς πατρικοὺς κόλπους (στὴν Τριάδα), εὔσπλαγχνε Χριστέ, εὐαρεστήθηκες νὰ γίνεις ἄνθρωπος καὶ νὰ κατέβης στὴ σκοτεινὴ τοῦ ᾅδη περιοχή.

Ἀνυψώθηκε ἀπὸ τὴ γῆ στὸ σταυρὸ αὐτός, ποὺ κρέμασε τὴ γῆ πάνω στὰ ὕδατα, καὶ τώρα νεκρὸς χωρὶς πνοὴ θάβεται σ᾿ αὐτήν· αὐτὸ μὴν μπορώντας ν᾿ ἀντέξει (ἡ γῆ), ἐσείετο ἰσχυρῶς.

Ἀλίμονο, Υἱέ μου! λέγει κλαίουσα ἡ ἀπείρανδρη (ἡ μὴ γνωρίσασα ἄνδρα) Μητέρα· αὐτὸν ποὺ ἤλπιζα νὰ δῶ σὰν βασιλέα, τὸν βλέπω καταδικασμένο στὸ σταυρό.

Αὐτὰ λοιπὸν μοῦ ἀνήγγειλε ὁ Γαβριήλ, ὅταν πέταξε πρὸς ἐμὲ ἀπὸ τὸν οὐρανὸ (κατὰ τὸν Εὐαγγελισμὸ), μιλώντας γιὰ αἰώνια βασιλεία τοῦ Υἱοῦ μου Ἰησοῦ;

Ἀλίμονο! Τοῦ Συμεὼν ἡ προφητεία βγῆκε ἀληθινὴ (εἶχε πεῖ ὅτι τὸ δίστομο μαχαίρι τῆς λύπης θὰ διαπεράσει τὴν καρδιά μου)· διότι ἡ δική σου ρομφαία, Ἐμμανουὴλ (Υἱὲ καὶ Θεέ μου), διεπέρασε τὴν καρδιά μου.

Ντραπεῖτε τουλάχιστον τοὺς νεκρούς, ὦ Ἰουδαῖοι, τοὺς ὁποίους ὁ ζωοδότης ἀνέστησε, τὸν ὁποῖο ἐσεῖς θανατώσατε φθονερῶς.

Τρόμαξε ὁ ἥλιος καὶ ἔχασε τὸ φῶς του, ὅταν εἶδε ἐσένα, Χριστέ, τὸ ἀόρατο φῶς νὰ κρύβεσαι στὸ μνῆμα χωρὶς πνοή.

Ἔκλαιε πικρῶς ἡ πανάμωμη Μητέρα σου, Λόγε, ὅταν στὸν τάφο ἔβλεπε, ἐσένα τὸν ἄφραστο καὶ ἄναρχο Θεό.

Βλέποντας τὴ νέκρωσή σου ἡ παρθενικότατη Μητέρα σου, Χριστέ, μὲ πίκρα στὴν ψυχὴ ἔλεγε· μὴν ἀργήσεις στοὺς νεκρούς, ἐσὺ ποὺ εἶσαι ἡ ζωή.

Ὁ φοβερὸς ᾅδης τρόμαξε, ὅταν σὲ εἶδε (στὰ μέρη του) ἀθάνατε Ἥλιε τῆς δόξης, καὶ ἐλευθέρωνε τοὺς φυλακισμένους (τὶς ψυχὲς ποὺ κατεῖχε) μὲ σπουδὴ (μὲ ταχύτητα).

Μέγα καὶ φρικιαστικὸ θέαμα, Σωτήρ μου, παρουσιάζεται σήμερα· διότι αὐτὸς ποὺ εἶναι ἡ αἰτία τῆς ζωῆς, ὑπέμεινε θάνατο, θέλοντας νὰ ζωοποιήσει ὅλους τοὺς ἀνθρώπους.

Τρυπιέσαι στὴν πλευρὰ καὶ καρφώνεσαι στὰ χέρια, Κύριε, θεραπεύοντας ἀπὸ τὴν πλευρά σου τὴν πληγὴ τῆς ἁμαρτίας καὶ τὴν ἀκράτεια, ποὺ προῆλθε ἀπὸ τὰ χέρια τῶν προπατόρων.

Προηγούμενα ὅλες οἱ οἰκογένειες ἔκλαψαν μόνες τους τὸν υἱό τους, ἀπόγονο τῆς Ραχὴλ (σφαγὴ τῶν νηπίων ἀπὸ τὸν Ἡρώδη)· τώρα τὸν Υἱὸ τῆς Παρθένου θρήνησαν ἡ ὁμάδα τῶν μαθητῶν μαζὶ μὲ τὴ Μητέρα.

Μὲ τὰ χέρια τους ἔδωσαν (οἱ Ἰουδαῖοι) ράπισμα στὴ σιαγόνα τοῦ Χριστοῦ, ὁ ὁποῖος μὲ τὰ χέρια του ἔπλασε τὸν ἄνθρωπο καὶ συνέτριψε τὰ κοφτερὰ σαγόνια τοῦ θηρίου (τοῦ διαβόλου).

Μὲ ὕμνους, Χριστέ, ἐγκωμιάζουμε ὅλοι οἱ πιστοί, οἱ λυτρωθέντες ἀπὸ τὸ θάνατο, τὴ σταύρωση καὶ τὴν ταφή σου.

Δόξα. Τριαδικόν.

Ἄναρχε Θεέ, συναΐδιε Λόγε καὶ Πνεῦμα, τὴ δύναμη τῶν βασιλέων ἐνίσχυσε, ἐναντίον τῶν ἐχθρῶν, ὡς ἀγαθός.

Καὶ νῦν. Θεοτοκίον.

Ἐσύ, ποὺ γέννησες τὴ ζωή, παναμώμητη ἁγνὴ Παρθένε, παῦσε τῆς Ἐκκλησίας τὰ σκάνδαλα καὶ εἰρήνευσε αὐτήν, ὡς ἀγαθή.

Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.

Εἶναι ἄξιο νὰ δοξάζουμε ἐσένα, ποὺ ἅπλωσες τὰ χέρια σου ἐπάνω στὸ σταυρὸ καὶ συνέτριψες τὸ κράτος τοῦ ἐχθρους.

Μικρὰ Συναπτὴ καὶ ἐκφώνησις. Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ θρόνου δόξης τῶν Χερουβὶμ ἐπαναπαυόμενος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ θυμιᾷ πάλιν ὁ Ἱερεὺς ἀρχομένης τῆς ἑπομένης τρίτης στάσεως.

ΣΤΑΣΙΣ ΤΡΙΤΗ

Ἦχος γ´.

Αἱ γενεαί πᾶσαι, ὕμνον τῇ Ταφῇ σου, προσφέρουσι Χριστέ μου.

Καθελὼν τοῦ ξύλου, ὁ Ἀριμαθαίας, ἐν τάφῳ σε κηδεύει.

Μυροφόροι ἦλθον, μύρα σοι Χριστέ μου, κομίζουσαι προφρόνως.

Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους, προσοίσωμεν τῷ Κτίστῃ.

Ὡς νεκρὸν τὸν ζῶντα, σὺν Μυροφόροις πάντες, μυρίσωμεν ἐμφρόνως.

Ἰωσὴφ τρισμάκαρ, κήδευσον τὸ σῶμα, Χριστοῦ τοῦ ζωοδότου.

Οὓς ἔθρεψε τὸ μάννα, ἐκίνησαν τὴν πτέρναν, κατὰ τοῦ Εὐεργέτου.

Οὓς ἔθρεψε τὸ μάννα, φέρουσι τῷ Σωτῆρι, χολὴν ἅμα καὶ ὄξος.

Ὢ τῆς παραφροσύνης, καὶ τῆς Χριστοκτονίας, τῆς τῶν προφητοκτόνων!

Ὡς ἄφρων ὑπηρέτης, προδέδωκεν ὁ μύστης, τὴν ἄβυσσον σοφίας.

Τὸν Ῥύστην ὁ πωλήσας, αἰχμάλωτος κατέστη, ὁ δόλιος Ἰούδας.

Κατὰ τὸν Σολομῶντα, βόθρος βαθὺς τὸ στόμα, Ἑβραίων παρανόμων.

Ἑβραίων παρανόμων, ἐν σκολιαῖς πορείαις, τρίβολοι καὶ παγίδες.

Ἰωσὴφ κηδεύει, σὺν τῷ Νικοδήμῳ, νεκροπρεπῶς τὸν Κτίστην.

Ζωοδότα Σῶτερ, δόξα σου τῷ κράτει, τὸν ᾍδην καθελόντι.

Ὕπτιον ὁρῶσα, ἡ Πάναγνός σε, Λόγε, μητροπρεπῶς ἐθρήνει.

Ὢ γλυκύ μου ἔαρ, γλυκύτατόν μου Τέκνον, ποῦ ἔδυ σου τὸ κάλλος;

Θρῆνον συνεκίνει, ἡ πάναγνός σου Μήτηρ, σοῦ Λόγε νεκρωθέντος.

Γύναια σὺν μύροις, ἥκουσι μυρίσαι, Χριστὸν τὸ θεῖον μύρον.

Θάνατον θανάτῳ, σὺ θανατοῖς Θεέ μου, θείᾳ σου δυναστείᾳ.

Πεπλάνηται ὁ πλάνος, ὁ πλανηθεὶς λυτροῦται, σοφίᾳ σῇ Θεέ μου.

Πρὸς τὸν πυθμένα ᾍδου, κατήχθη ὁ προδότης, διαφθορᾶς εἰς φρέαρ.

Τρίβολοι καὶ παγίδες, ὁδοὶ τοῦ τρισαθλίου, παράφρονος Ἰούδα.

Συναπολοῦνται πάντες, οἱ σταυρωταί σου Λόγε, Υἱὲ Θεοῦ παντάναξ.

Διαφθορᾶς εἰς φρέαρ, συναπολοῦνται πάντες, οἱ ἄνδρες τῶν αἱμάτων.

Υἱὲ Θεοῦ παντάναξ, Θεέ μου πλαστουργέ μου, πῶς πάθος κατεδέξω;

Ἡ δάμαλις τὸν μόσχον, ἐν Ξύλῳ κρεμασθέντα, ἠλάλαζεν ὁρῶσα.

Σῶμα τὸ ζωηφόρον, ὁ Ἰωσὴφ κηδεύει, μετὰ τοῦ Νικοδήμου.

Ἀνέκραζεν ἡ Κόρη, θερμῶς δακρυῤῥοοῦσα, τὰ σπλάγχνα κεντουμένη.

Ὦ φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατόν μου Τέκνον, πῶς τάφῳ νῦν καλύπτῃ;

Τὸν Ἀδὰμ καὶ Εὔαν, ἐλευθερῶσαι Μῆτερ, μὴ θρήνει, ταῦτα πάσχω.

Δοξάζω σου Υἱέ μου, τὴν ἄκραν εὐσπλαγχνίαν, ἧς χάριν ταῦτα πάσχεις.

Ὄξος ἐποτίσθης, καὶ χολὴν Οἰκτίρμον, τὴν πάλαι λύων γεῦσιν.

Ἰκρίῳ προσεπάγης, ὁ πάλαι τὸν λαόν σου, στύλῳ νεφέλης σκέπων.

Αἱ Μυροφόροι Σῶτερ, τῷ τάφῳ προσελθοῦσαι, προσέφερόν σοι μύρα.

Ἀνάστηθι Οἰκτίρμον, ἡμᾶς ἐκ τῶν βαράθρων, ἐξανιστῶν τοῦ ᾍδου.

Ἀνάστα Ζωοδότα, ἡ σὲ τεκοῦσα Μήτηρ, δακρυῤῥοοῦσα λέγει.

Σπεῦσον ἐξαναστῆναι, τὴν λύπην λύων Λόγε, τῆς σὲ ἁγνῶς Τεκούσης.

Οὐράνιοι Δυνάμεις, ἐξέστησαν τῷ φόβῳ, νεκρόν σε καθορῶσαι.

Τοῖς πόθῳ τε καὶ φόβῳ, τὰ πάθη σου τιμῶσι, δίδου πταισμάτων λύσιν.

Ὢ φρικτὸν καὶ ξένον, θέαμα Θεοῦ Λόγε! πῶς γῆ σε συγκαλύπτει;

Φέρων πάλαι φεύγει, Σῶτερ Ἰωσήφ σε, καὶ νῦν σε ἄλλος θάπτει.

Κλαίει καὶ θρηνεῖ σε, ἡ πάναγνός σου Μήτηρ, Σωτὴρ μου νεκρωθέντα.

Φρίττουσιν οἱ νόες, τὴν ξένην καὶ φρικτήν σου, Ταφὴν τοῦ πάντων Κτίστου.

Ἔῤῥαναν τὸν τάφον, αἱ Μυροφόροι μύρα, λίαν πρωῒ ἐλθοῦσαι. (Τρίς)

Εἰρήνην Ἐκκλησίᾳ, λαῷ σου σωτηρίαν, δώρησαι σῇ Ἐγέρσει.

Δόξα. Τριαδικόν.

Ὢ Τριὰς Θεέ μου, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τὸν Κόσμον.

Καὶ νῦν. Θεοτοκίον.

Ἰδεῖν τὴν τοῦ Υἱοῦ σου, Ἀνάστασιν Παρθένε, ἀξίωσον σοὺς δούλους.

Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.

Αἱ γενεαὶ πᾶσαι ὕμνον τῇ ταφῇ σου προσφέρουσι, Χριστέ μου.

Μικρὰ συναπτὴ καὶ ἐκφώνησις. Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΣΤΑΣΙΣ ΤΡΙΤΗ

Ἦχος γ´.

Ὅλες οἱ γενιὲς (τῶν ἀνθρώπων) προσφέρουν, Χριστέ μου, ὕμνο στὴν ταφὴ σου.

Ἀφοῦ σὲ κατέβασε ἀπὸ τὸ ξύλο ὁ Ἰωσήφ, ὁ ἀπὸ Ἀριμαθαίας, σὲ τάφο σὲ κηδεύει.

Μυροφόρες ἦλθαν, φέρουσες μὲ χαρὰ μύρα γιὰ σένα, Χριστέ μου.

Ἐλᾶτε ὅλη ἡ κτίση νὰ προσφέρουμε στὸν Κτίστη, ἐπικήδεια ᾄσματα καὶ ὕμνους.

Ὅλοι μαζὶ μὲ τὶς Μυροφόρες ἂς ἀλείψουμε μὲ μύρα, σὰν νεκρόν, αὐτὸν ποὺ ζεῖ καὶ εἶναι παρεκτικὸς ζωῆς.

Τρισευτυχισμένε Ἰωσήφ, κήδευσε τὸ σῶμα Χριστοῦ τοῦ ζωοδότη.

Αὐτοί, ποὺ ἔθρεψε μὲ μάννα στὴν ἔρημο, ἔβαλαν σὲ κίνηση τὴν πτέρνα τους, γιὰ νὰ κλοτσήσουν τὸν εὐεργέτη.

Αὐτοί, ποὺ ἔθρεψε μὲ μάννα στὴν ἔρημο, φέρουν στὸ Σωτήρα χολὴ μαζὶ μὲ ὄξος.

Ὤ πόσο μεγάλη εἶναι ἡ παραφροσύνη καὶ τὸ χριστοκτόνο μίσος, ἐκείνων ποὺ σκότωναν τοὺς προφῆτες!

Σὰν ἀνόητος ὑπηρέτης πρόδωσε ὁ μύστης (αὐτὸς ποὺ διδάχτηκε τὰ μυστήρια) τὴν ἄβυσσο τῆς σοφίας (τὸν Χριστὸ).

Ὁ δόλιος Ἰούδας, ποὺ πούλησε τὸ ρύστη (τὸ Σωτήρα), ἔγινε αἰχμάλωτος (τοῦ διαβόλου).

Κατὰ τὸ Σολομώντα, εἶναι βαθὺς βόθρος τὸ στόμα τῶν παράνομων Ἑβραίων (ἀπ᾿ αὐτὸ προέρχονται μόνο ἠθικὲς ἀκαθαρσίες).

Στὸ διαστραμμένο δρόμο ποὺ πᾶνε οἱ παράνομοι Ἑβραῖοι, ὑπάρχουν ἀγκάθια μόνο καὶ παγίδες.

Ὁ Ἰωσὴφ κηδεύει, μαζὶ μὲ τὸ Νικόδημο, μὲ τρόπο ποὺ πρέπει στοὺς νεκρούς, τὸν Κτίστη.

Ζωοδότη Σωτήρα, δόξα στὴ δύναμή σου, ποὺ συνέτριψε τὸν ᾅδη.

Βλέποντάς σε, Λόγε, ξαπλωμένο (νεκρὸ) ἡ πάναγνη Μητέρα σου θρηνοῦσε, ὅπως ἁρμόζει σὲ μητέρες.

Ὤ ἄνοιξη γλυκιά μου, γλυκύτατο παιδί μου, ποὺ κρύφτηκε ἡ ὀμορφιά σου;

Θρῆνο συγκαλοῦσε ἡ πάναγνη Μητέρα σου, ὅταν νεκρώθηκες, Λόγε.

Γυναῖκες μὲ μύρα ἦλθαν γιὰ ν᾿ ἀλείψουν τὸν Χριστό, ποὺ εἶναι τὸ θεῖο μύρο.

Τὸ θάνατο θανατώνεις μὲ θάνατο, ἐσὺ Θεέ μου, μὲ τὴ θεία ἐξουσία σου.

Αὐτὸς ποὺ πλάνεψε (ὁ διάβολος) πλανήθηκε (ἀπὸ τὸν Θεὸ), ὁ δὲ παραπλανηθεὶς (ὁ ἄνθρωπος) λυτρώθηκε μὲ τὸ σχέδιο τῆς σοφίας σου, Θεέ μου.

Στὸν πυθμένα τοῦ ᾅδη ρίχτηκε ὁ προδότης, σὲ λάκκο καταστροφῆς.

Ἀγκάθια καὶ παγίδες οἱ δρόμοι τοῦ ἀθλίου, παράφρονος Ἰούδα.

Οἱ σταυρωτές σου, Λόγε, Υἱὲ τοῦ Θεοῦ, παμβασιλέα, θὰ καταστραφοῦν ὅλοι (μαζὶ μὲ τὸν Ἰούδα).

Σὲ λάκκο καταστροφῆς (στὴν κόλαση) θὰ χαθοῦν ὅλοι οἱ ἄνδρες τῶν αἱμάτων (οἱ φονιάδες).

Υἱὲ τοῦ Θεοῦ παμβασιλέα, Θεέ μου, Πλαστουργέ μου, πῶς δέχτηκες τὸ πάθος;

Ἡ δάμαλις (ἡ Παρθένος), βλέποντας τὸ μόσχο (τὸν Υἱό της) κρεμάμενο στὸ ξύλο, θρηνοῦσε ἀπὸ πόνο (ἠχηρὰ).

Ὁ Ἰωσὴφ μαζὶ μὲ τὸ Νικόδημο κηδεύουν τὸ ζωηφόρο σῶμα (τοῦ Χριστοῦ).

Κραύγαζε ἡ Κόρη (ἡ Παρθένος), θερμὰ χύνουσα δάκρυα, νιώθοντας νὰ τρυπιοῦνται τὰ σπλάγχνα της (ἀπὸ λύπη).

Ὤ φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατο παιδί μου, πῶς καλύπτεσαι τώρα στὸν τάφο;

Νὰ μὴ θρηνεῖς, Μητέρα, ὅλ᾿ αὐτὰ τὰ πάσχω, γιὰ νὰ ἐλευθερώσω (ἀπὸ τὴν ἁμαρτία) τὸν Ἀδὰμ καὶ τὴν Εὔα.

Δοξάζω σου, Υἱέ μου, τὴν ἄκρα εὐσπλαγχνία, ἕνεκα τῆς ὁποίας ταῦτα πάσχεις.

Ποτίστηκες μὲ ξύδι καὶ χολή, εὐσπλαγχνικὲ Θεέ μου, καταργώντας τὴν παλαιὰ γεύση (τοῦ καρποῦ τῆς παρακοῆς).

Στερεώθηκες (μὲ καρφιὰ) ἐπάνω σὲ ἰκρίωμα (τὸν σταυρὸ), ἐσύ, ποὺ παλαιὰ σκέπαζες τὸ λαό σου (στὴν ἔρημο) μὲ φωτεινὴ στήλη νεφέλης (καθοδηγώντας τον στὴν περιπλάνησή του).

Οἱ μυροφόρες (γυναῖκες), Σωτήρ μου, ἐλθοῦσαι στὸ μνημεῖο, σοῦ πρόσφεραν ἀρώματα. (τρὶς)

Ἀνάστα (ἐκ τῶν νεκρῶν), εὐσπλαγχνικὲ Κύριε, ἀνασταίνοντας κι ἐμᾶς ἀπὸ τὰ σκοτεινὰ βάραθρα τοῦ ᾅδη.

Ἀνάστα (ἐκ τῶν νεκρῶν), ἐσὺ ποὺ δίδεις ζωή, χύνουσα δάκρυα, λέγει ἡ τεκοῦσά σε Μητέρα.

Σπεῦσε ν᾿ ἀναστηθεῖς, Λόγε, καταργώντας τὴ λύπη τῆς Μητέρας, ποὺ ἁγνῶς σὲ ἔφερε στὴ ζωὴ (χωρὶς νὰ χάσει τὴν παρθενία της).

Οἱ οὐράνιες δυνάμεις (οἱ ἀγγέλοι) κατεπλάγησαν ἀπὸ φόβο, βλέποντάς σε νεκρό.

Σ᾿ αὐτοὺς ποὺ μὲ πόθο καὶ μὲ φόβο τιμοῦν τὰ ἅγιά σου πάθη, χορήγει ἄφεση πταισμάτων.

Ὤ φρικτὸ καὶ παράδοξο θέαμα, Λόγε τοῦ Θεοῦ! Πῶς ἡ γῆ σὲ σκεπάζει;

Παλαιὰ ὁ Ἰωσὴφ (ὁ Μνήστωρ), Σωτήρα μου, ἔχοντάς σε μαζί του, φεύγει (στὴν Αἴγυπτο) καὶ τώρα ἄλλος σὲ ἐνταφιάζει.

Ἡ πάναγνη Μητέρα σου, Σωτήρα μου, σὲ κλαίει καὶ σὲ θρηνεῖ, νεκρωθέντα.

Οἱ νοερὲς δυνάμεις (οἱ ἄγγελοι) φρίττουν τὴν ταφή σου, τοῦ Κτίστη τῶν ἁπάντων.

Ράντισαν τὸν τάφο οἱ μυροφόρες μύρα, πολὺ πρωὶ ἐλθοῦσαι. (τρὶς)

Εἰρήνη στὴν Ἐκκλησία καὶ στὸ λαό σου σωτηρίαν, δώρησε μὲ τὴν ἀνάστασὴ σου.

Δόξα. Τριαδικόν.

Ὤ Τριάδα ἁγία, Θεέ μου, ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἐλέησε τὸν κόσμο.

Καὶ νῦν. Θεοτοκίον.

Τοὺς δούλους σου, Παρθένε, ἀξίωσε νὰ δοῦνε τὴν ἔγερση τοῦ Υἱοῦ σου.

Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.

Ὅλες οἱ γενιὲς (τῶν ἀνθρώπων) προσφέρουν, Χριστέ μου, ὕμνο στὴν ταφὴ σου.

Μικρὰ συναπτὴ καὶ ἐκφώνησις. Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν,...

ΤΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

Καὶ εὐθὺς ψάλλομεν τὰ ἀναστάσιμα εὐλογητάρια.

Ἦχος πλ. α´.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ἤσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ᾿ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέπαυται· μὴ κλαίετε· τὴν Ἀνάστασιν δὲ Ἀποστόλοις εἴπατε.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου Σῶτερ ἐνηχοῦντο, Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος.

Δόξα. Τριαδικόν.

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ ἅγιον Πνεῦμα· τὴν ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφίμ, κράζοντές τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.

Καὶ νῦν. Θεοτοκίον.

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες· ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (τρίς)

Συναπτὴ μικρὰ καὶ ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἐξαποστειλάριον. Ἦχος β´.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν (τρίς).

Καὶ εὐθὺς τοὺς Αἴνους, ἐν οἷς ψάλλομεν τὰ ἀκόλουθα Στιχηρὰ Ἰδιόμελα.

Ἦχος β´.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλοσύνης αὐτοῦ.

Σήμερον συνέχει τάφος, τὸν συνέχοντα παλάμῃ τὴν Κτίσιν· καλύπτει λίθος, τὸν καλύψαντα ἀρετῇ, τοὺς οὐρανούς· ὑπνοῖ ἡ ζωή, καὶ ᾍδης τρέμει, καὶ Ἀδὰμ τῶν δεσμῶν ἀπολύεται. Δόξα τῇ σῇ οἰκονομίᾳ, δι᾿ ἧς τελέσας πάντα σαββατισμὸν αἰώνιον, ἐδωρήσω ἡμῖν, τὴν παναγίαν ἐκ νεκρῶν σου Ἀνάστασιν.

Ἦχος ὁ αὐτός.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τί τὸ ὁρώμενον θέαμα; τίς ἡ παροῦσα κατάπαυσις; ὁ Βασιλεὺς τῶν αἰώνων, τὴν διὰ πάθους τελέσας οἰκονομίαν, ἐν τάφῳ σαββατίζει, καινὸν ἡμῖν παρέχων σαββατισμόν. Αὐτῷ βοήσωμεν· Ἀνάστα ὁ Θεὸς κρίνων τὴν γῆν, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας, ὁ ἀμέτρητον ἔχων τὸ μέγα ἔλεος.

Ἦχος ὁ αὐτός.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Δεῦτε ἴδωμεν τὴν ζωὴν ἡμῶν, ἐν τάφῳ κειμένην, ἵνα τοὺς ἐν τάφοις κειμένους ζωοποιήσῃ· δεῦτε σήμερον, τὸν ἐξ Ἰούδα ὑπνοῦντα θεώμενοι, προφητικῶς αὐτῷ ἐκβοήσωμεν· Ἀναπεσὼν κεκοίμησαι ὡς λέων· τίς ἐγερεῖ σε Βασιλεῦ; ἀλλ᾿ ἀνάστηθι αὐτεξουσίως, ὁ δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν ἑκουσίως· Κύριε, δόξα σοι.

Ἦχος πλ. β´.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ· πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ᾘτήσατο Ἰωσήφ, τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἀπέθετο ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ· ἔδει γὰρ αὐτὸν ἐκ τάφου, ὡς ἐκ παστάδος προελθεῖν· ὁ συντρίψας κράτος θανάτου, καὶ ἀνοίξας πύλας Παραδείσου ἀνθρώποις, δόξα σοι.

Δόξα. Ἦχος ὁ αὐτός.

Τὴν σήμερον μυστικῶς, ὁ μέγας Μωϋσῆς προδιετυποῦτο λέγων· Καὶ εὐλόγησεν ὁ Θεός, τὴν ἡμέραν τὴν ἑβδόμην· τοῦτο γὰρ ἐστι τὸ εὐλογημένον Σάββατον, αὕτη ἐστὶν ἡ τῆς καταπαύσεως ἡμέρα· ἐν ᾗ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὑτοῦ, ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας, τῇ σαρκὶ σαββατίσας· καὶ εἰς ὃ ἦν, πάλιν ἐπανελθών, διὰ τῆς Ἀναστάσεως, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος β´.

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος ὁ ᾅδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται καὶ ἡμεῖς ἐζωοποιήθημεν. Διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας· δόξα σοι.

Δοξολογία μεγάλη. Δόξα σοι τῷ δείξαντι τὸ φῶς... Ψαλλομένου δὲ τοῦ ἆσματικοῦ Ἅγιος ὁ Θεὸς... γίνεται μετὰ πομπῆς ἡ ἔξοδος καὶ περιφορὰ τοῦ Ἐπιταφίου μετὰ τοῦ ἱεροῦ Εὐαγγελίου. Κατ᾿ αὐτήν ψάλλεται καὶ τὸ παρὸν Ἰδιόμελον.

Γεωργίου Ἀκροπολίτου. Ἦχος πλ. α´.

Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτῖνας καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαῤῥαγὲν τῷ τοῦ Σωτῆρος θανάτῳ ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει λέγων· Δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ. Δός μοι τοῦτον τόν ξένον, ὃν ὁμόφυλοι μισοῦντες θανατοῦσιν ὡς ξένον. Δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπειν τοῦ θανάτου τὸν ξένον. Δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν τοὺς πτωχοὺς καὶ τοὺς ξένους. Δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ. Δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίνῃ. Δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ μήτηρ ὁρῶσα νεκρωθέντα, ἐβόα· Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι καὶ καρδίαν σπαράττομαι νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ σῇ ἀναστάσει θαῤῥοῦσα μεγαλύνω. Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον ὁ εὐσχήμων λαμβάνει τοῦ Σωτῆρος τὸ σῶμα, ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ κατέθετο ἐν τάφῳ τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.

ΕΥΛΟΓΗΤΑΡΙΑ

Καὶ εὐθὺς ψάλλομεν τὰ ἀναστάσιμα εὐλογητάρια.

Ἦχος πλ. α´.

Εὐλογημένος εἶσαι, Κύριε· δίδαξέ με τὸ Νόμο σου (τὴν τήρηση τοῦ ὁποίου δικαιοῦσαι ν᾿ ἀπαιτεῖς ἀπὸ ἐμένα).

Οἱ νοερὲς ταξιαρχίες (τῶν ἀγγέλων) κατεπλάγησαν, Σωτήρ μου, βλέποντὰς σε νὰ καταλέγεσαι μεταξὺ τῶν νεκρῶν, νὰ γκρεμίζεις τὴ δύναμη τοῦ θανάτου, νὰ ἐγείρεις μαζί σου τὸν Ἀδάμ, καὶ νὰ ἐλευθερώνεις ὅλους ἀπὸ τὴ φοβερὴ δυναστεία τοῦ ᾅδη.

Εὐλογημένος εἶσαι, Κύριε· δίδαξέ με τὸ Νόμο σου (τὴν τήρηση τοῦ ὁποίου δικαιοῦσαι ν᾿ ἀπαιτεῖς ἀπὸ ἐμένα).

Γιατί, ὦ μαθήτριες τοῦ Χριστοῦ, ἀνακατεύετε μὲ ἀγάπη καὶ συμπάθεια τ᾿ ἀρώματα μὲ τὰ δάκρυά σας; Ἔλεγε στὶς Μυροφόρες ὁ λαμπρὸς ἄγγελος (ποὺ κατέβηκε στὸ μνῆμα). Νά, κοιτᾶξτε τὸν τάφο ὅτι εἶναι ἄδειος, καὶ χαρεῖτε· διότι ὁ Σωτὴρ ἀναστήθηκε ἀπὸ τὸ μνῆμα.

Εὐλογημένος εἶσαι, Κύριε· δίδαξέ με τὸ Νόμο σου (τὴν τήρηση τοῦ ὁποίου δικαιοῦσαι ν᾿ ἀπαιτεῖς ἀπὸ ἐμένα).

Πολὺ πρωὶ οἱ μυροφόρες ἔτρεξαν πρὸς τὸ μνῆμα σου, θρηνολογοῦσαι· ἀλλὰ παρουσιάστηκε σ᾿ αὐτὲς ὁ ἄγγελος καὶ τοὺς εἶπε· ἔχει ἤδη πάψει ὁ καιρὸς τῶν θρήνων· νὰ μὴν κλαῖτε πιά, ἀλλὰ ν᾿ ἀναγγείλετε τὴν ἀνάσταση στοὺς Ἀποστόλους.

Εὐλογημένος εἶσαι, Κύριε· δίδαξέ με τὸ Νόμο σου (τὴν τήρηση τοῦ ὁποίου δικαιοῦσαι ν᾿ ἀπαιτεῖς ἀπὸ ἐμένα).

Μυροφόρες γυναῖκες, μαζὶ μὲ μύρα ἐλθοῦσαι πρὸς τὸ μνῆμα σου, Σωτήρα, ἄκουαν τὸν ἄγγελο νὰ λέγει σ᾿ αὐτὲς μὲ εὐκρίνεια· γιατί κατατάσσετε μεταξὺ τῶν νεκρῶν αὐτὸν ποὺ ζεῖ; Διότι, ὡς Θεός, ἀναστήθηκε ἀπὸ τὸ μνῆμα.

Δόξα. Τριαδικόν.

Προσκυνοῦμε τὸν Πατέρα καὶ τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱὸ καὶ τὸ ἅγιο Πνεῦμα, τὴν ἁγία Τριάδα ποὺ ἔχει μιὰ οὐσία, κράζοντας σ᾿ αὐτὴ μαζὶ μὲ τὰ Σεραφείμ· ἅγιος, ἅγιος, ἅγιος εἶσαι, Κύριε.

Καὶ νῦν. Θεοτοκίον.

Παρθένε, μὲ τὸ ποὺ γέννησες τὸ ζωοδότη Κύριο, λύτρωσες τὸν Ἀδὰμ ἀπὸ τὴν ἁμαρτία καὶ στὴν Εὔα ἀντὶ τῆς λύπης ἔδωσες χαρά, οἱ ὁποῖοι εἶχαν ἐκπέσει ἀπὸ τὴ ζωή· σ᾿ αὐτὴ τοὺς ἐπανέφερε ὁ Θεός, ποὺ σαρκώθηκε ἀπὸ ἐσένα, καὶ ὁ ἄνθρωπος, ποὺ προσλήφθηκε ἀπὸ τὴ σάρκα σου.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεὸς (τρὶς).

Συναπτὴ μικρὰ καὶ ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι...

Ἐξαποστειλάριον. Ἦχος β´.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν (τρὶς).

Καὶ εὐθὺς τοὺς Αἴνους, ἐν οἷς ψάλλομεν τὰ ἀκόλουθα Στιχηρὰ Ἰδιόμελα.

Στίχ. Ὑμνεῖτε τὸν Κύριο γιὰ τὰ μεγάλα καὶ θαυμαστὰ ἔργα τῆς θεϊκῆς δυνάμεὼς Του· ὑμνεῖτε Αὐτὸν ὅσο ἁρμόζει στὸ ἄπειρο μεγαλεῖο Του.

Ἦχος β´.

Σήμερα περικλείει ὁ τάφος αὐτόν, ποὺ κρατᾶ στὴν παλάμη του τὴν κτίση· σκεπάζει ὁ λίθος αὐτόν, ποὺ μὲ τὴν ἁγιότητά του σκέπασε τοὺς οὐρανούς· κοιμᾶται ἡ ζωὴ καὶ ὁ ᾅδης τρέμει (τὸν πανίσχυρο νεκρὸ) καὶ ὁ Ἀδὰμ ἐλευθερώνεται ἀπὸ τὰ δεσμὰ τῆς παρακοῆς (τὸν ᾅδη καὶ τὸ θάνατο). Δόξα στὴ λυτρωτικὴ θεία οἰκονομία σου, Κύριε, διὰ τῆς ὁποίας, ἀφοῦ τέλεσες κάθε αἰώνιο σαββατισμὸ (ἀνάπαυση ἀπὸ τοῦ ἔργου σου), μᾶς χάρισες τὴν ἐκ νεκρῶν παναγία σου ἀνάσταση.

Στίχ. Ὑμνεῖτε τὸν Κύριο μὲ τὸν ἦχο τῆς σάλπιγγας· ὑμνεῖτε Αὐτὸν μὲ ψαλτήριο καὶ μὲ κιθάρα.

Ἦχος ὁ αὐτός.

Τί εἶναι τὸ θέαμα αὐτὸ ποὺ βλέπουμε; Ποιά εἶναι ἡ σημερινὴ κατάπαυση; Ὁ Βασιλεὺς τῶν αἰώνων (ὁ Χριστὸς), ἀφοῦ τέλεσε διὰ τοῦ πάθους του τὸ λυτρωτικὸ σχέδιο τοῦ Θεοῦ (τοῦ Πατρὸς), ἀναπαύεται στὸν τάφο, παρέχοντας σὲ μᾶς καινούργιο σαββατισμὸ (ἀνάπαυση). Ἂς ἀναφωνήσουμε σ᾿ αὐτόν· ἀνάστα ὁ Θεὸς γιὰ νὰ κρίνεις τοὺς κατοίκους τῆς γῆς, διότι βασιλεύεις στοὺς αἰῶνες, ὁ ἔχων τὸ μέγα καὶ ἀμέτρητο ἔλεος.

Στίχ. Ὑμνεῖτε τὸν Κύριο μὲ τύμπανο καὶ μὲ χορούς· ὑμνεῖτε αὐτὸν μὲ ὄργανα ἔγχορδα καὶ πνευστά.

Ἦχος ὁ αὐτός.

Ἐλᾶτε, πιστοί, νὰ δοῦμε τὴ ζωή μας νὰ εἶναι ξαπλωμένη στὸν τάφο, γιὰ νὰ χαρίσει ζωὴ σ᾿ αὐτοὺς ποὺ εἶναι ξαπλωμένοι στοὺς τάφους. Ἐλᾶτε σήμερα, βλέποντες νὰ κοιμᾶται τὸν ἐκ τῆς φυλῆς τοῦ Ἰούδα καταγόμενο Κύριον, νὰ τοῦ ἀναφωνήσουμε· ἀνέπεσες καὶ κοιμήθηκες ὡς λέων· ποιός θὰ σὲ ξυπνήσει, Βασιλέα; Ἀλλὰ ἀνάστα μὲ τὴ δική σου ἐξουσία ἐσύ, ποὺ θυσίασες θεληματικὰ τὸν ἑαυτὸ σου γιὰ χάρη μας· Κύριε, δόξα σοι.

Στίχ. Ὑμνεῖτε τὸν Κύριο μὲ κύμβαλα ποὺ δίνουν λεπτοὺς ἤχους καὶ μὲ κύμβαλα ποὺ κροτοῦν μὲ πάταγο· καθετὶ ποὺ ἀναπνέει ἂς ὑμνήσει τὸν Κύριο.

Ἦχος πλ. β´.

Ζήτησε ὁ Ἰωσὴφ τὸ σῶμα τοῦ Ἰησοῦ (ἀπὸ τὸν Πιλάτο) καὶ τὸ τοποθέτησε στὸ καινούργιο μνῆμα του· γιατὶ ἔπρεπε αὐτὸς (ὁ Χριστὸς) νὰ βγεῖ ἀπὸ τὸν τάφο, ὅπως ὁ νυμφίος (ὁ γαμπρὸς) βγαίνει ἀπὸ τὸν νυφικό του θάλαμο. Σ᾿ ἐσένα, Κύριε, ποὺ συνέτριψες τὸ κράτος τοῦ θανάτου καὶ ἄνοιξες τὶς πύλες τοῦ Παραδείσου, ἀνήκει ἡ δόξα.

Δόξα. Ἦχος ὁ αὐτός.

Ὁ μέγας Μωυσῆς προδιετύπωνε μυστικῶς τὴ σημερινὴ ἡμέρα, λέγων· καὶ ὁ Θεὸς εὐλόγησε τὴν ἡμέρα τὴν ἑβδόμη· διότι αὐτὴ εἶναι τὸ εὐλογημένο (ἀπὸ τὸν Θεὸ) Σάββατο· αὐτὴ εἶναι ἡ ἡμέρα τῆς ἀναπαύσεως, κατὰ τὴν ὁποία ξεκουράστηκε ἀπὸ ὅλα τὰ ἔργα του ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, σαββατίσας (ἀναπαυθεὶς) διὰ τοῦ θανάτου τῆς σαρκός του, σύμφωνα μὲ τὴν οἰκονομία τοῦ Θεοῦ· καὶ διὰ τῆς ἀναστάσεώς του ἐλθὼν καὶ πάλι σ᾿ ἐκεῖνο ποὺ ἦταν προηγουμένως, μᾶς χάρισε τὴν αἰώνια ζωή, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος β´.

Εἶσαι εὐλογημένη πιὸ πάνω ἀπ᾿ ὅλα, Θεοτόκε Παρθένε· διότι διὰ τοῦ Λόγου, ποὺ ἔλαβε σάρκα ἀπὸ ἐσένα, ὁ ᾅδης ἔχει καταστεῖ αἰχμάλωτος, ὁ Ἀδὰμ ἔχει ἀνακληθεῖ στὴν προπτωτική του κατάσταση, ἡ κατάρα (τῆς ἀρχαίας παρακοῆς) ἔχει νεκρωθεῖ, ἡ Εὔα ἔχει ἐλευθερωθεῖ (ἀπὸ τὴν παράβασή της), ὁ θάνατος ἔχει θανατωθεῖ, καὶ ἐμεῖς ὅλοι λάβαμε ζωή. Γιαυτό, ἀνυμνοῦντες, σοῦ φωνάζουμε· δοξασμένος εἶσαι

Χριστὲ ὁ Θεός μας, ποὺ μ᾿ αὐτὸ τὸν τρόπο θέλησες νὰ μᾶς σώσεις. Ἀληθινὰ δόξα ἀνήκει σ᾿ ἐσένα!

Δοξολογία μεγάλη. Δόξα σοι τῷ δείξαντι τὸ φῶς... Ψαλλομένου δὲ τοῦ ἆσματικοῦ Ἅγιος ὁ Θεὸς γίνεται μετὰ πομπῆς ἡ ἔξοδος καὶ περιφορὰ τοῦ Ἐπιταφίου μετὰ τοῦ ἱεροῦ Εὐαγγελίου. Κατ᾿ αὐτὴν ψάλλεται καὶ τὸ παρὸν Ἰδιόμελον.

Γεωργίου Ἀκροπολίτου. Ἦχος πλ. α´.

Ὁ Ἰωσήφ, ὅταν εἶδε τὸν ἥλιο νὰ κρύβει τὶς ἀκτίνες του καὶ τὸ καταπέτασμα νὰ σχίζεται μὲ τὸ θάνατο τοῦ Σωτήρα, ἦλθε στὸν Πιλάτο καὶ τὸν καθικέτευσε, λέγων· δῶσε μου τοῦτον τὸν ξένο, ὁ ὁποῖος ἀπὸ βρέφος ζοῦσε στὸν κόσμο σὰν ἀποξενωμένος ξένος· δῶσε μου τοῦτον τὸν ξένο, τὸν ὁποῖο, μισοῦντες οἱ ὁμόφυλοὶ του, θανατώνουν σὰν ξένο· δῶσε μου τοῦτον τὸν ξένο, τοῦ ὁποίου τὸν παράδοξο θάνατο βλέπων, νιώθω παράξενα· δῶσε μου τοῦτον τὸν ξένο, ὁ ὁποῖος ξέρει νὰ περιποιεῖται τοὺς φτωχοὺς καὶ τοὺς ξένους· δῶσε μου τοῦτον τὸν ξένο, τὸν ὁποῖον οἱ Ἑβραῖοι ἀπὸ φθόνο ἀποξένωσαν ἀπὸ τὸν κόσμο· δῶσε μου τοῦτον τὸν ξένο, ὁ ὁποῖος, σὰν ξένος, δὲν ἔχει ποὺ ν᾿ ἀκουμπήσει τὴν κεφαλή του· δῶσε μου τοῦτον τὸν ξένο, τὸν ὁποῖον ἡ Μητέρα, ἀτενίζουσα νεκρό, ἐβόα· ὢ Υἱὲ καὶ Θεέ μου, ἂν καὶ ὁ πόνος πληγώνει τὰ σπλάγχνα μου καὶ σχίζει τὴν καρδία μου, ὅταν σὲ βλέπω νεκρό, ὅμως θαρρώντας στὴν ἀνάστασή σου, σὲ δοξάζω. Καὶ μὲ αὐτὰ τὰ λόγια παρακαλώντας τὸν Πιλάτο ὁ εὐσχήμων, λαμβάνει τὸ σῶμα τοῦ Σωτήρα, τὸ ὁποῖο, ἀφοῦ εὐλαβικὰ τύλιξε σὲ σεντόνι καὶ ἄλειψε μὲ μύρα, κατέθεσε στὸν τάφο αὐτόν, ποὺ παρέχει ζωὴ καὶ τὸ μέγα ἔλεος.

Ἐπανελθούσης τῆς ἱερᾶς πομπῆς εἰς τὸν Ναόν, ὁ προεξάρχων ἱερεὺς ἐκφωνεῖ· Πρόσχωμεν. Εἰρήνη πᾶσι. Σοφία. Καὶ εἰσάγει μετὰ τῶν λοιπῶν ἱερέων τὸν Ἐπιτάφιον εἰς τὸ Ἱερόν· οἱ δὲ ἱερεῖς ἀλλάσσουν ὅλην τὴν ἱερατικὴν στολὴν καὶ ἡμεῖς ψάλλομεν τὰ τροπάρια·

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ταῖς μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.

Καὶ ἀποθέτουσιν οἱ ἱερεῖς τὸν Ἐπιτάφιον καὶ τὸ Εὐαγγέλιον ἐπὶ τῆς ἁγίας Τραπέζης. Καὶ εὐθὺς λέγομεν τὸ

Τροπάριον τῆς Προφητείας. Ἦχος β´.

Ὁ συνέχων τὰ πέρατα, τάφῳ συσχεθῆναι κατεδέξω Χριστέ, ἵνα τῆς τοῦ ᾍδου καταπτώσεως, λυτρώσῃς τὸ ἀνθρώπινον, καὶ ἀθανατίσας, ζωώσῃς ἡμᾶς, ὡς Θεὸς ἀθάνατος.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Ὁ Ἀναγνώστης·

Προκείμενον. Ἦχος δ´. Ψαλμὸς μγ´ (43).

Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.

Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. λζ´, 1-14).

Ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ Κυρίου, καί ἐξήγαγέ με ἐν πνεύματι Κυρίου, καί ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου· καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων· καὶ περιήγαγέ με ἐπ᾿ αὐτά, κύκλωθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ σφόδρα, ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδοὺ ξηρὰ σφόδρα. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε, Κύριε, σὺ ἐπίστασαι ταῦτα. Καὶ εἶπε πρός με· Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς· Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις. Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω εἰς ὑμᾶς νεῦρα, καί ἀνάξω εἰς ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ᾿ ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος. Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοι Κύριος.

Καὶ ἐγένετο φωνὴ ἐν τῷ ἐμὲ προφητεῦσαι· καὶ ἰδοὺ σεισμός· καὶ προσήγαγε τὰ ὀστᾶ, ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὑτοῦ. Καὶ εἶδον· καὶ ἰδοὺ ἐπ᾿ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ᾿ αὐτὰ δέρμα ἐπάνω· καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς. Καὶ εἶπε πρός με· Προφήτευσον, ἐπὶ τὸ πνεῦμα, υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ εἰπὲ τῷ πνεύματι. Τάδε λέγει Κύριος Κύριος· Ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθέ, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. Καὶ προεφήτευσα, καθ᾿ ὅ,τι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν, καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. Καὶ ἐλάλησε Κύριος πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα, πᾶς οἶκος Ἰσραήλ ἐστιν· αὐτοὶ λέγουσι· Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπώλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. Διὰ τοῦτο προφήτευσον, καὶ εἰπὲ πρὸς αὐτούς· Τάδε λέγει Κύριος Κύριος. Ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ· καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου. Καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος· ἐλάλησα, καὶ ποιήσω, λέγει Κύριος Κύριος.

Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς θ´ (9).

Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων.

Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Ὁ Ἀπόστολος.

Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Α´ Κορ. ε´ 6-8. Γαλ. γ´ 13-14).

Ἀδελφοί, μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ Πάσχα ἡμῶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου· ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.

Ἀλληλούϊα. Ἦχος πλ. α´. Ψαλμὸς ξζ´ (67).

Στίχ. α´. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Στίχ. β´. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Στίχ. γ´. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοί, ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Τὸ Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα (Ματθ. κζ´ 62-66).

Τῇ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

Ὁ λαός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ διάκονος τὴν ἐκτενῆ καὶ τὰ πληρωτικά.

Ὁ ἱερεὺς τὴν εὐχὴν τῆς κεφαλοκλισίας. Εἶτα· Σοφία. Ὁ ὢν εὐλογητός... Στερεώσαι Κύριος ὁ Θεός... κ.τ.λ. Καὶ ποιεῖ ἀπόλυσιν οὕτω·

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν τὰ φρικτὰ πάθη καὶ τὸν ζωοποιὸν σταυρὸν καὶ τὴν ἑκούσιον ταφὴν σαρκὶ καταδεξάμενος Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...

Δι᾿ εὐχῶν...

Ὁ λαός· Ἀμήν.

Ἐπανελθούσης τῆς ἱερᾶς πομπῆς εἰς τὸν Ναόν, ὁ προεξάρχων ἱερεὺς ἐκφωνεῖ· Πρόσχωμεν. Εἰρήνη πᾶσι. Σοφία. Καὶ εἰσάγει μετὰ τῶν λοιπῶν ἱερέων τὸν Ἐπιτάφιον εἰς τὸ Ἱερόν· οἱ δὲ ἱερεῖς ἀλλάσσουν ὅλην τὴν ἱερατικὴν στολὴν καὶ ἡμεῖς ψάλλομεν τὰ τροπάρια·

Ὅταν κατέβηκες στὸ θάνατο...

Στὶς Μυροφόρες γυναῖκες...

Ὁ Ἰωσήφ, ἀφοῦ ζήτησε τὸ σεπτὸ σῶμα ἀπὸ τὸν Πιλάτο, τὸ περιτύλιξε σὲ σεντόνι καθαρό, τὸ ἄλειψε μὲ μύρα καὶ τὸ τοποθέτησε σὲ μνῆμα καινὸ (καινούργιο, ἀχρησιμοποίητο). Διὰ τοῦτο καὶ οἱ γυναῖκες, ποὺ ἦλθαν πολὺ πρωὶ στὸ μνημεῖο, ἀναβόησαν· δεῖξε μας, Χριστέ, ὅπως προεῖπες, τὴν ἀνάσταση.

Καὶ ἀποθέτουσιν οἱ ἱερεῖς τὸν Ἐπιτάφιον καὶ τὸ Εὐαγγέλιον ἐπὶ τῆς ἁγίας Τραπέζης. Καὶ εὐθὺς λέγομεν τὸ

Τροπάριον τῆς Προφητείας. Ἦχος β´.

Χριστέ, ἐσὺ ποὺ συγκρατεῖς στὴ θεία σου ἐνέργεια τὰ πέρατα (ὅλη τὴν κτίση), καταδέχτηκες νὰ κρατηθεῖς σὲ τάφο, γιὰ νὰ λυτρώσεις τὸ ἀνθρώπινο γένος ἀπὸ τὴν κατάποση τοῦ ᾅδη καί, ἀφοῦ μᾶς ζωοποιήσεις, νὰ μᾶς καταστήσεις ἀθάνατους, ὡς Θεὸς ἀθάνατος.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Ὁ Ἀναγνώστης·

Προκείμενον. Ἦχος δ´. Ψαλμὸς μγ´ (43).

Σήκω ἐπάνω, Κύριε, βοήθησέ μας καὶ λύτρωσέ μας, ἐξαιτίας τοῦ ὀνόματὸς σου.

Στίχ. Ὤ Θεέ, μὲ τὰ ἀφτιά μας ἀκούσαμε τὶς θαυμαστὲς ἐνέργειές σου καὶ οἱ πατέρες μας τὶς ἀφηγήθηκαν σ᾿ ἐμᾶς.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα

(Κεφ. λζ´, 1-14).

Ὁ Κύριος μὲ ἔλαβε μὲ τὸ χέρι Του καὶ μὲ ἐξήγαγε ὁ Κύριος (ἀπὸ τὴν οἰκία μου), ἀφοῦ μὲ ἔφερε σὲ κατάσταση ἐκστάσεως, καὶ μὲ τοποθέτησε στὸ μέσο μιᾶς πεδιάδας. Ἡ πεδιάδα αὐτὴ ἦταν γεμάτη ἀπὸ ἀνθρώπινα ὀστά. Καὶ μὲ περιέφερε γύρω-γύρω ἀπὸ τὰ ὀστὰ καὶ εἶδα ὅτι ἦταν πάρα πολλά, καταλαμβάνοντα ὅλη τὴν ἐπιφάνεια τῆς πεδιάδας, ἦταν δὲ τελείως ξηρά. Καὶ εἶπε ὁ Κύριος πρός με· Υἱὲ ἀνθρώπου, εἶναι δυνατὸ νὰ ἐπανέλθουν στὴ ζωὴ αὐτὰ τὰ ὀστά; Καὶ ἐγὼ ἀπάντησα· Κύριε, Κύριε, Σὺ (μόνον) γνωρίζεις αὐτὰ τὰ πράγματα. Καὶ εἶπε ὁ Κύριος πρὸς με· Κήρυξε στὰ ὀστὰ αὐτὰ καὶ πὲς πρὸς αὐτά· Σεῖς, τὰ ὀστὰ τὰ ξηρά, ἀκούσατε λόγο Κυρίου. Τὰ ἑξῆς λέγει ὁ Κύριος πρὸς τὰ ὀστὰ αὐτά· Ἰδού, ἐγὼ θὰ φέρω σὲ σᾶς πνεῦμα ζωῆς καὶ θὰ δώσω εἰς σᾶς νεῦρα καὶ θὰ κάνω νὰ προβάλουν σὲ σᾶς σάρκες καὶ θὰ ἁπλώσω ἐπάνω σας δέρμα καὶ θὰ δώσω σὲ σᾶς τὴ ζωογόνο πνοὴ μου καὶ θὰ λάβετε ζωή. Ἔτσι θὰ ἀντιληφθεῖτε ὅτι ἐγὼ εἶμαι ὁ (παντοδύναμος) Κύριος. Καὶ κήρυξα, σύμφωνα πρὸς τὴν ἐντολὴ τοῦ Κυρίου. Ἐνῶ δὲ ἐγὼ κήρυττα, συνέβη τοῦτο· Ἰδοὺ ἔγινε σεισμὸς καὶ τὰ ὀστὰ πλησίασαν τὸ ἕνα τὸ ἄλλο, κατὰ τρόπο ἁρμονικὸ (ὥστε κάθε ἕνα νὰ λαμβάνει τὴν κανονική του θέση). Καὶ εἶδα μετὰ θαυμασμοῦ ὅτι ἀνεφύοντο σὲ αὐτὰ νεῦρα καὶ σάρκες καὶ ἐπάνω σ᾿ αὐτὰ προέβαλλε δέρμα, ἀλλὰ πνεῦμα ζωῆς δὲν ὑπῆρχε σ᾿ αὐτὰ (δηλαδὴ ἦταν σώματα ἄψυχα). Καὶ ὁ Κύριος εἶπε πρός με· Κήρυξε πρὸς τὸ πνεῦμα, κήρυξε, υἱὲ ἀνθρώπου, καὶ πὲς σ᾿ αὐτό. Τὰ ἑξῆς λέγει ὁ Κύριος· Ἐκ τῶν τεσσάρων ἀνέμων (δηλαδὴ ἀπ᾿ ὅλα τὰ σημεῖα τοῦ ὁρίζοντα), ἐλθέ, ὢ πνεῦμα, καὶ ἐμφύσησε (πνοὴ ζωῆς) στὰ ἄψυχα αὐτὰ σώματα, ὥστε νὰ ἀποκτήσουν ζωή. Καὶ κήρυξα, σύμφωνα πρὸς τὴν ἐντολὴ τοῦ Κυρίου. Καὶ εἰσῆλθε σ᾿ αὐτὰ (τὰ ἄψυχα σώματα) τὸ ζωογόνο πνεῦμα καὶ ἔγιναν ζῶντα καὶ στάθηκαν στὰ πόδια τους, ἦταν δὲ πλῆθος ἀναρίθμητο. Καὶ λάλησε ὁ Κύριος πρός με καὶ εἶπε· Υἱὲ ἀνθρώπου, τὰ ὀστὰ αὐτὰ εἶναι σύμβολο τῶν Ἰσραηλιτῶν, διότι αὐτοὶ λέγουν· Ἐξηράνθηκαν τὰ ὀστά μας, χάθηκαν οἱ ἐλπίδες μας, νεκρωθήκαμε. Γι᾿ αὐτὸ προφήτευσε καὶ πὲς πρὸς αὐτούς. Τὰ ἑξῆς λέγει ὁ Κύριος· Ἰδοὺ ἐγὼ θὰ ἀνοίξω τοὺς τάφους σας καὶ θὰ σᾶς ἐξαγάγω ἀπ᾿ αὐτοὺς (δηλαδὴ θὰ σᾶς ἐπαναφέρω ἀπὸ τὴν ἐξορία σας) καὶ θὰ σᾶς ὁδηγήσω στὴ χώρα τοῦ Ἰσραήλ. Καὶ τότε, ὅταν ἐγὼ ἀνοίξω τοὺς τάφους σας καὶ ἐξαγάγω ἀπὸ τοὺς τάφους (ἐσᾶς ποὺ ἀποτελεῖτε) τὸν (περιούσιο) λαό μου, θὰ βεβαιωθεῖτε ὅτι ἐγὼ εἶμαι ὁ (παντοδύναμος) Κύριος. Ὄντως, θὰ δώσω σὲ σᾶς τὸ πνεῦμα μου καὶ θὰ ζωογονηθεῖτε καὶ θὰ σᾶς ἐπαναφέρω στὴν χώρα σας καὶ θὰ πεισθῆτε ὅτι ἐγὼ εἶμαι ὁ Κύριος. Ὑποσχέθηκα καὶ θὰ πραγματοποιήσω ὅ,τι ὑποσχέθηκα, λέγει ὁ Κύριος.

Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς θ´ (9).

Σήκω ἐπάνω, Κύριε, ἂς ὑψωθεῖ τὸ χέρι σου (γιὰ νὰ συντρίψει τοὺς ἀσεβεῖς)· μὴ λησμονήσεις (καὶ ἀφήσεις ἀβοήθητους) μέχρι τέλους τοὺς φτωχοὺς (τοῦ λαοῦ) σου.

Στίχ. Εὐγνώμονες δοξολογίες θὰ ἀναπέμψω σὲ σένα, Κύριε, μ᾿ ὅλη μου τὴν καρδιά· θὰ ἐξαγγείλω καὶ θὰ διακηρύξω ὅλες τὶς θαυμαστὲς ἐνέργειές σου.

Ὁ Ἀπόστολος

Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Α´ Κορ. ε´ 6-8. Γαλ. γ´ 13-14).

Ἀδελφοί, λίγο προζύμι ζυμώνει ὅλο τὸ ζυμάρι. Πετάξτε λοιπὸν τὸ παλιὸ προζύμι, γιὰ νὰ γίνετε νέο ζυμάρι, ἀφοῦ εἶστε χωρὶς προζύμι. Διότι καὶ ὁ πασχαλινὸς ἀμνός μας, ὁ Χριστός, γιὰ μᾶς θυσιάστηκε. Ὣστε ἂς γιορτάζουμε ὄχι μὲ τὸ παλιὸ προζύμι, οὔτε μὲ προζύμι κακίας καὶ πονηριᾶς, ἀλλὰ μὲ ἄζυμα εἰλικρίνειας καὶ ἀλήθειας. Ὁ Χριστὸς μᾶς ἐξαγόρασε ἀπὸ τὴν κατάρα τοῦ νόμου, μὲ τὸ νὰ γίνει ὁ ἴδιος πρὸς χάρη μας κατάρα, -διότι εἶναι γραμμένο, Καταραμένος εἶναι ὅποιος κρεμᾶται στὸ ξύλο,- γιὰ νὰ ἔλθει ἡ εὐλογία τοῦ Ἀβραὰμ στοὺς ἐθνικοὺς διὰ τοῦ Ἰησοῦ Χριστοῦ, γιὰ νὰ λάβουμε τὴν ὑπόσχεση τοῦ Πνεύματος διὰ τῆς πίστεως.

Ἀλληλούϊα. Ἦχος πλ. α´. Ψαλμὸς ξζ´ (67).

Στίχ. α´. Ἂς σηκωθεῖ ἐπάνω ὁ Θεὸς καὶ ἂς διασκορπισθοῦν οἱ ἐχθροί Του, καὶ ἂς φύγουν ἀπὸ μπροστά Του αὐτοὶ ποὺ τὸν μισοῦν.

Στίχ. β´. Ὅπως ἐξαφανίζεται ὁ καπνός, ἔτσι νὰ ἐξαφανισθοῦν καὶ αὐτοὶ (οἱ ἐχθροὶ τοῦ Θεοῦ)· ὅπως λιώνει τὸ κερί, ὅταν πλησιάσει ἡ φωτιά.

Στίχ. γ´. Ἔτσι, (ὅπως λιώνει τὸ κερὶ κοντὰ στὴ φωτιὰ) νὰ διαλυθοῦν καὶ νὰ καταστραφοῦν οἱ ἁμαρτωλοὶ μπροστὰ στὸ πρόσωπο τοῦ Θεοῦ καὶ οἱ δίκαιοι ἂς γεμίσουν μὲ εὐφροσύνη.

Τὸ Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα

(Ματθ. κζ´ 62-66).

Τὴν ἑπόμενη ἡμέρα, μετὰ τὴν Παρασκευή, οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἦλθαν ὅλοι μαζὶ στὸν Πιλάτο καὶ τοῦ εἶπαν, «Κύριε θυμηθήκαμε ὅτι ἐκεῖνος ὁ πλάνος εἶπε, ὅταν ἀκόμη ζοῦσε, Ὕστερα ἀπὸ τρεῖς ἡμέρες θὰ ἀναστηθῶ, δῶσε λοιπὸν διαταγὴ ν᾿ ἀσφαλισθεῖ ὁ τάφος ἕως τὴν τρίτη ἡμέρα, μήπως ἔλθουν τὴ νύχτα οἱ μαθητές του καὶ τὸν κλέψουν καὶ ποῦν στὸ λαό, Ἀναστήθηκε ἀπὸ τοὺς νεκρούς, καὶ ἡ τελευταία αὐτὴ ἀπάτη θὰ εἶναι χειρότερη ἀπὸ τὴν πρώτη». Ὁ Πιλάτος τοὺς εἶπε, «Πάρετε φρουρά, πηγαίνετε καὶ ἀσφαλίστε τον, ὅπως ξέρετε». Αὐτοὶ δὲ πῆγαν καὶ ἀσφάλισαν τὸν τάφο, σφραγίσαντες τὸ λίθο καὶ τοποθετήσαντες φρουρά.

Ὁ λαός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ διάκονος τὴν ἐκτενῆ καὶ τὰ πληρωτικά.

Ὁ ἱερεὺς τὴν εὐχὴν τῆς κεφαλοκλισίας. Εἶτα· Σοφία. Ὁ ὢν εὐλογητός... Στερεώσαι Κύριος ὁ Θεός... κ.τ.λ. Καὶ ποιεῖ ἀπόλυσιν οὕτω·

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν τὰ φρικτὰ πάθη καὶ τὸν ζωοποιὸν σταυρὸν καὶ τὴν ἑκούσιον ταφὴν σαρκὶ καταδεξάμενος Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...

Δι᾿ εὐχῶν...

Ὁ λαός· Ἀμήν.

«Ὅτε κατῆλθες πρὸς τὸν θάνατον...
τὸν ᾍδην ἐνέκρωσας»

Σήμερον γὰρ τὰ ἐν ᾅδου περιπολεῖ πάντα ὁ Δεσπότης ἡμῶν· σήμερον τὰς χαλκᾶς πύλας συνέκλασε· σήμερον τοὺς μοχλοὺς τοὺς σιδηροῦς συνέθλασεν. Ὅρα τὴν ἀκρίβειαν τῆς λέξεως. Οὐκ εἶπεν, Ἀνέῳξε πύλας χαλκᾶς, ἀλλά, «Συνέθλασε πύλας χαλκᾶς» (Ψαλμ. 106, 16· Ἡσ. 45,2), ἵνα ἄχρηστον γένηται τὸ δεσμωτήριον. Οὐκ ἀφεῖλε τοὺς μοχλούς, ἀλλά συνέθλασεν, ἵνα ἀσθενὴς γένηται ἡ φυλακή. Ὅπου γε οὔτε θύρα, οὔτε μοχλός, κἂν εἰσέλθῃ τις, οὐκ κατέχεται. Ὅταν οὖν ὁ Χριστὸς συνθλάσῃ, τίς ἕτερος διορθῶσαι δυνήσεται; Ὃ γὰρ Θεὸς διαστρέψει, φησί, τίς διορθώσει λοιπόν; Οἱ βασιλεῖς ὅταν μέλλωσιν ἀφιέναι τοὺς δεσμώτας, πέμποντες ἐπιστολάς, οὐχ οὕτω ποιοῦσιν, ἀλλ᾿ ἀφιᾶσι καὶ τὰς θύρας καὶ τοὺς φύλακας, δηλοῦντες ὅτι εἰσελθεῖν πάλιν ἀνάγκη ἐκεῖ ἢ καὶ τοὺς ἀφεθέντας, ἢ ἑτέρους ἀντ᾿ ἐκείνων τινάς. Ὁ δὲ Χριστὸς οὐχ οὕτως· ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι τέλος ὁ θάνατος ἔχει, συνέθλασεν αὐτοῦ τὰς πύλας τὰς χαλκᾶς· χαλκᾶς δὲ ὠνόμασεν, οὐκ ἐπειδὴ ἀπὸ χαλκοῦ ἦσαν αἱ πύλαι, ἀλλὰ τὸ ἀπηνὲς καὶ ἀπαραίτητον τοῦ θανάτου δηλῶν...

Οὕτω καὶ ὁ Χριστὸς τὸν πόλεμον νικήσας τὸν πρὸς τὸν διάβολον, τὰ ὅπλα αὐτοῦ πάντα, τὸν θάνατον, τὴν κατάραν ἐκρέμασεν ἐφ᾿ ὑψηλοῦ τοῦ σταυροῦ, καθάπερ ἐπὶ τροπαίου τινός, ἵνα πάντες τὸ τρόπαιον βλέπουσιν, αἱ ἄνω δυνάμεις, αἱ ἐν τοῖς οὐρανοῖς, οἱ κάτω ἄνθρωποι, οἱ ἐπὶ τῆς γῆς, αὐτοὶ οἱ πονηροὶ δαίμονες οἱ ἡττηθέντες. Ἐπειδὴ οὖν τοσαύτης ἀπελεύσαμεν δωρεᾶς, ἑαυτοὺς κατὰ δύναμιν ἀξίους ἐπιδείξωμεν τῶν ὑπηργμένων ἡμῖν ἀγαθῶν, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ καὶ μεθ᾿ οὗ τῷ Πατρὶ ἅμα τῷ Ἁγίῳ Πνεύματι δόξα, τιμή, κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

(Ἰωάννου Χρυσοστόμου, ἐκ τῆς ὁμιλίας Εἰς τό ὄνομα τοῦ κοιμητηρίου καί τόν σταυρόν, Migne, PG. 49, 393-398)

«Ὅταν κατέβηκες στὸ θάνατο...
νέκρωσες τὸν ᾅδη»

Σήμερα λοιπὸν ὁ Κύριός μας περιοδεύει στὸν ἅδη. Σήμερα ἔκαμε κομμάτια τὶς χάλκινες πύλες τοῦ ἅδη. Σήμερα σύντριψε τοὺς σιδερένιους μοχλούς. Πρόσεξε τὴν ἀκριβολογία. Δὲν εἶπε, Ἄνοιξε τὶς χάλκινες πύλες, μὰ εἶπε, Σύντριψε τὶς χάλκινες πύλες, γιὰ ν᾿ ἀχρηστέψει τὸ δεσμωτήριο. Δὲν ἔβγαλε τοὺς μοχλούς, ἀλλὰ τοὺς σύντριψε, γιὰ νὰ κάμει ἄχρηστο τὸ δεσμωτήριο. Ὅπου βέβαια δὲν ὑπάρχει οὔτε μοχλὸς ποὺ νὰ τὸ κλείνει, κι ἂν μπεῖ κανένας, δὲν ἐμποδίζεται νὰ βγεῖ. Ἀφοῦ λοιπὸν τὶς σύντριψε ὁ Χριστός, ποιός θὰ μπορέσει νὰ τὶς διορθώσει; Γιατὶ, ἂν χαλάσει, λέει, κάτι ὁ Θεός, ποιός θὰ τὸ διορθώσει; Οἱ βασιλεῖς, ὅταν πρόκειται ν᾿ ἀφήσουν ἐλεύθερους τοὺς φυλακισμένους, δὲν κάνουν αὐτὸ ποὺ ἔκαμε ὁ Χριστός, ἀλλὰ δίνουν διαταγὲς κι ἀφήνουν στὴ θέση τους καὶ τὶς πόρτες καὶ τοὺς φύλακες, δείχνοντας μ᾿ αὐτὸ πὼς θὰ χρειασθεῖ νὰ μποῦν πάλι ἐκεῖ μέσα ἢ ἐκεῖνοι ποὺ ἀποφυλακίσθηκαν, ἢ κάποιοι ἄλλοι στὴ θέση τους. Ὁ Χριστὸς ὅμως δὲν ἔκαμε ἔτσι, μὰ ἐπειδὴ ἤθελε νὰ δείξει, ὅτι ὁ θάνατος πέθανε, σύντριψε τὶς χάλκινες πύλες του. Καὶ τὶς λέει χάλκινες, ὄχι γιατὶ ἦταν ἀπὸ χαλκό, μὰ γιατὶ ἤθελε νὰ δείξει πὼς ὁ θάνατος εἶναι σκληρὸς κι ἀσυγκίνητος...

Κέρδισε τὸν πόλεμο ποὺ ἔκαμε ἐνάντια στὸ διάβολο, κρέμασε ψηλὰ πάνω στὸ σταυρό, σὰν νὰ τὰ κρέμασε πάνω σὲ τρόπαιο, ὅλα τὰ ὅπλα τοῦ διαβόλου, τὸ θάνατο καὶ τὴν κατάρα, γιὰ νὰ βλέπουν ὅλοι τὸ τρόπαιο, οἱ δυνάμεις ποὺ βρίσκονται στοὺς οὐρανούς, οἱ ἄνθρωποι ποὺ βρίσκονται πάνω στὴ γῆ, οἱ ἴδιοι οἱ νικημένοι πονηροὶ δαίμονες. Ἀφοῦ λοιπὸν μᾶς εὐεργέτησε τόσο πολύ, ἂς ἀποδείξουμε ὅτι εἴμαστε ἄξιοι γιὰ τ᾿ ἀγαθὰ ποὺ μᾶς ἔδωσε ὁ Θεός, γιὰ νὰ κερδίσουμε καὶ τὴ βασιλεία τῶν οὐρανῶν, μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ποὺ ἂς ἔχει δόξα, τιμὴ καὶ δύναμη, μαζὶ μὲ τὸν Πατέρα καὶ τὸ Ἅγιο Πνεῦμα, στοὺς αἰῶνες τῶν αἰώνων. Ἀμήν.

(Ἰωάννου Χρυσοστόμου, ἐκ τῆς ὁμιλίας Εἰς τὸ ὄνομα τοῦ κοιμητηρίου καὶ τὸν σταυρόν, Migne, PG. 49, 393-398)