Πτωχοῦ Ἁγίου,
τοῦ κατὰ Ἀλέξανδρον Παπαδιαμάντην
ἐν Σκιάθῳ ἀθλήσαντος

Ἀπολυτίκιον.
Ἦχος γ´. Θείας πίστεως.

Τῷ Παντάνακτι Θεῷ θυσίαν
τῶν αἱμάτων σου τιμίους ὄμβρους,
ἵνα σώσῃς τοὺς πλησίον προσήνεγκας,
Σκιάθου γόνε, Πτωχὲ καὶ ἀνώνυμε,
ὁ βόσκων ἄρνας καλῶς·
διὸ ᾄδοντές σου τὴν ἄθλησιν
Χριστὸν τὸν Θεὸν δοξάζομεν
καὶ σοῦ τὰς Αὐτὸν λιτὰς αἰτούμεθα.

Κοντάκιον.
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Ὁ τόπος ὁ σεπτός
ἐν ᾧ θάνατον εὗρες,
Πτωχὲ ἐκ πειρατῶν
ἐπληρώθη ἀῤῥήτου ὀσμῆς,
ἐξ ἧς ἔγνωσαν οἱ πιστοὶ
τὴν Παντάνακτος εὐαρέσκειαν·
διὰ τοὺς σοὺς θείους ἄθλους,
ὦ ἀνώνυμε βοσκέ προβάτων γενναῖε,
Σκιάθου ἐκβλάστημα.

Μεγαλυνάριον.

Σῶσαι τοὺς Σκιαθίους ἐκ τοῦ ἐχθροῦ
θέλων προσηνέχθης θῦμα ἄμωμον τῷ Θεῷ
τῶν ἁγίων δήμους, Πτωχέ, καταπλουτίσας
καὶ τοὺς ἐχθροὺς πτωχεύσας τοῦ Παντοκράτορος.

(Τὰ ἀνωτέρω εἶναι ποιήματα Χαραλάμπους Μπούσια)

«...κι ἐκεῖ ἔλουσε μὲ τὸ αἷμα του, τὰ ἄνθη καὶ τοὺς χλωροὺς κλάδους, καὶ ζέον ῥεῖθρον ἐκοκκίνισε τὴν γῆν, ἥτις εὐμενὴς τὰ ἐδέχθη, ἡ δὲ αὔρα πραῗα ἀνέλαβεν ἐπὶ πτίλων τὴν πνοήν του, κι ἐκεῖ ἐκοιμήθη τὸν ὕπνον τὸν παραδείσιον, ὁ πτωχὸς αἰπόλος, μιμηθεὶς τὸν Ποιμένα τὸν καλόν, τὸν τιθέντα τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων. Καὶ ὕστερον πῶς νὰ μὴ μοσχοβολᾶ τὸ χῶμα;»
Ὁ πτωχὸς ἅγιος, τοῦ Ἀλεξάνδρου Παπαδιαμάντη.