Προσευχὴ εἰς τὸ Ἅγιον Πνεῦμα

Βασιλεῦ οὐράνιε, παράκλητε, τὸ Πνεῦμα τὸ ἅγιον, ἐλθὲ μεθ᾿ ἡμῶν καὶ ἁγίασον ἡμᾶς. (Ἰωάν. ιδ´ 17)

Πνεῦμα ὁδηγητικόν, ὁδήγει ἡμᾶς ἐπὶ τρίβους δικαιοσύνης. (Ἰωάν. ιδ´ 17)

Πνεῦμα διδακτικόν, κατάστησον ἡμᾶς διδακτοὺς Θεοῦ. (Α´ Κορ. β´ 13)

Πνεῦμα ἀληθείας, ἀποκάλυπτε εἰς ἡμᾶς τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν. (Ἰωάν. ιδ´ 17)

Πνεῦμα σοφίας, διάνοιγε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν ἵνα κατανοῇ τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. (Α´ Κορ. ιβ´ 8, Ψαλμ. 118)

Πνεῦμα συνέσεως, ἐκδίωξον τὴν ἀφροσύνην ἀφ᾿ ἡμῶν. (Β´ Τιμ. α´ 7)

Πνεῦμα ὑπομνηματικόν, ἀναμίμνησκε ἡμῖν τὸν ὑψηλὸν ἡμῶν προορισμόν. (Ἰωάν. ιδ´ 17)

Πνεῦμα παράκλητον, ἐνίσχυε ἡμᾶς ἐν ταῖς τοῦ βίου θλίψεσι. (Ἰωάν. ιδ´ 17)

Πνεῦμα εὐθές, ἐγκαίνισον ἡμᾶς ἐν τοῖς ἐγκάτοις ἡμῶν. (Ψαλμ. Ν´ 12)

Πνεῦμα δυνάμεως, ἐνίσχυε ἡμᾶς εἰς τὴν ἄρσιν τοῦ καθ᾿ ἡμέραν σταυροῦ. (Πραξ. α´ 8)

Πνεῦμα φωτός, καταύγαζε τὰ σκότη τῆς νυκτὸς τῆς παρούσης ζωῆς.

Πνεῦμα ἐρευνητικόν, ἐρευνοῦν καὶ ἐτάζον καρδίας καὶ νεφρούς, χάριζε εἰς ἡμᾶς συνείδησιν ἀγαθήν. (Α´ Κορ. β´ 10)

Πνεῦμα λαλοῦν, λάλει ἀγαθὰ εἰς τὰς βεβαρυμένας καρδίας ἡμῶν. (Ματθ. ι´ 20)

Πνεῦμα ζωοποιοῦν, ἀνόρθωσον τὰ ἐκ τῆς ἁμαρτίας παραλελυμένα μέλη ἡμῶν. (Ἰωάν. Ϛ´ 63)

Πνεῦμα πληροῦν, πλήρωσον τὰς καρδίας ἡμῶν, πίστεως, ἐλπίδος καὶ ἀγάπης. (Λουκ. α´ 41)

Πνεῦμα προφητικόν, χάριζε εἰς ἡμᾶς παῤῥησίαν προφήτου εἰς τὰς πονηρὰς ἡμέρας. (Πραξ. α´ 16)

Πνεῦμα υἱοθεσίας, ἐνδυνάμωσον ἡμᾶς κράζωμεν ἐκ βάθους καρδίας· Ἀββᾶ ὁ πατήρ. (Ῥωμ. η´ 15)

Πνεῦμα ἐλευθερίας, ἐλευθέρωσον ἡμᾶς ἀπὸ εἰδωλολατρείας παντοειδοῦς. (Β´ Κορ. γ´ 17)

Πνεῦμα συναντιλήψεως, γίνου ἀντιλήπτωρ ἐν ταῖς ἀσθενείαις ἡμῶν. (Ῥωμ. η´ 26)

Πνεῦμα μεσιτικόν, μεσίτευε ὑπὲρ ἡμῶν «στεναγμοῖς ἀλαλήτοις». (Ῥωμ. η´ 26)

Πνεῦμα ἀγάπης, κτίσον ἐν ἡμῖν καρδίαν καθαράν. (Β´ Τιμ. α´ 7,  Ψαλμ. Ν´ 12)

Πνεῦμα μαρτυροῦν, κατάστησον ἡμᾶς ζῶσαν μαρτυρίαν Ἰησοῦ Χριστοῦ ἐν τῷ νῦν αἰῶνι. (Ἑβρ. ι´ 15)

Πνεῦμα κύριον, ἀποκάλυπτε ἡμῖν  τὴν ἀληθινήν λατρείαν. (Α´ Κορ. ιβ´ 5)

Πνεῦμα κατασκηνοῦν, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν. (Α´ Κορ. Ϛ´ 19)

Καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος.

Καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν. Ἀμήν.