ᾨδὴ α´. Ἦχος α´. |
. |
Χριστὸς γεννᾶται· δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς· ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται. | Ὁ Χριστὸς γεννᾶται· δοξᾶστε τον. Ὁ Χριστὸς ἀπ’ τοὺς οὐρανούς· προϋπαντῆστε τον. Ὁ Χριστὸς κάτω στὴ γῆ· ὑψωθεῖτε. Ἂς ψάλλει στὸν Κύριο ὅλη ἡ γῆ, καὶ μὲ εὐφροσύνη ἀνυμνῆστε οἱ λαοί· «ὅτι δεδόξασται». |
ᾨδὴ α´. Ἰαμβικός. |
. |
» Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης » Ὑγρὸν θαλάσσης, κῦμα χερσώσας πάλαι. » Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατὴν » Πόλου τίθησιν ἡμῖν· ὃν κατ᾿ οὐσίαν » Ἶσόν τε Πατρί, καὶ βροτοῖ δοξάζομεν. |
Ἔσωσε τὸν λαὸ μὲ θαῦμα ὁ δεσπότης τὴν θάλασσα κάνοντας ξηρά, παλιά, τότε· καὶ τώρα ἑκουσίως γεννηθεὶς ἐκ Παρθένου, μᾶς κάνει βατὴ τὴν ὁδό τοῦ οὐρανοῦ. Ἀυτόν, ὁμοούσιο μὲ τὸν Πατέρα καὶ τοὺς βροτούς, τον δοξάζουμε. |
ᾨδὴ γ´. Πεζός. |
. |
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ᾿ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε. | Στὸν Υἱό, ποὺ προαιωνίως ἀπὸ τὸν Πατέρα γεννήθηκε ἀναλλοιώτως, καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων ἀπ’ τὴν Παρθένο χωρὶς σπορὰ ἀνδρὸς ἐσαρκώθη· στὸν Χριστὸ τὸν Θεό, ἂς ἀναβοήσουμε: σὺ ποὺ ἀνύψωσες τὴν δύναμή μας· «ἅγιος εἶ, Κύριε». |
ᾨδὴ γ´. Ἰαμβικός. |
. |
» Νεῦσον πρὸς ὕμνους, οἰκετῶν Εὐεργέτα » Ἐχθροῦ ταπεινῶν, τὴν ἐπηρμένην ὀφρύν· » φέρων τε παντεπόπτα, τῆς ἁμαρτίας » Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους » Μάκαρ μελῳδούς, τῇ βάσει τῆς πίστεως. |
Δέξου τοὺς ὕμνους τῶν δούλων, εὐεργέτα, τοῦ ἐχθροῦ ταπείνωσε τὴν ὑπεροπτικὴ ματιά, κι ἀνέβασέ μας, παντεπόπτα, ἀπὸ τὴν ἁμαρτία πιὸ πάνω, ἀκλόνητα στερεωμένους, Μακάριε, τοὺς μελωδούς σου, στὴ βάση τῆς πίστεως. |
ᾨδὴ δ´. Πεζός. |
. |
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε. | Βλαστὸς φύτρωσε ἀπὸ τὴ ρίζα τοῦ Ἰεσσαὶ καὶ σὰν ἄνθος ἀπὸ αυτήν, Χριστέ, ἔτσι ἀπὸ τὴν Παρθένο ἐβλάστησες, σὺ ὁ εὐλογημένος: σὰν ἀπὸ ὄρος, σκιερὸ ἀπ’ τὰ δέντρα καὶ δασύ· ἦλθες παίρνοντας σάρκα ἀπὸ τὴν Παρθένο, ἐσὺ ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε». |
ᾨδὴ δ´. Ἰαμβικός. |
. |
» Γένους βροτείου, τὴν ἀνάπλασιν πάλαι » ᾌδων Προφήτης, Ἀββακοὺμ προμηνύει » Ἰδεῖν ἀφράστως, ἀξιωθεὶς τὸν τύπον· » Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου » Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος. |
Τοῦ γένους τῶν βροτῶν τὴν ἀνάπλαση τότε, ὁ προφήτης ψάλλοντας Ἀββακοὺμ προμηνύει, ἀξιωμένος νὰ δεῖ τὸν ἀνέκφραστο τύπο: νέον βρέφος ἀπ’ τὴν Παρθένο σὰν ἀπὸ ὄρος, ἐξῆλθε τοὺς λαοὺς ν’ ἀναπλάσει ὁ Λόγος. |
ᾨδὴ ε´. Πεζός. |
. |
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε. | Θεὸς τῆς εἰρήνης καθὼς εἶσαι, καὶ πατέρας τῶν οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς σου, τὸν ἀγγελιαφόρο ποὺ παρέχει τὴν εἰρήνη, ἀπέστειλες σὲ μᾶς· ἀφοῦ λοιπὸν ὁδηγηθήκαμε στῆς θεογνωσίας τὸ φῶς, ξυπνώντας νωρίς, ἀπὸ τὴ νύχτα, ἐσένα δοξάζουμε, φιλάνθρωπε. |
ᾨδὴ ε´. Ἰαμβικός. |
. |
» Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης » Ἱλασμὸν ἡμῖν, Χριστὲ τοῖς ἐγρηγόρως » Νῦν σοι τελοῦσιν, ὕμνον ὡς εὐεργέτῃ » Ἔλθοις πορίζων, εὐχερῆ τε τὴν τρίβον· » Καθ᾿ ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος. |
Ἀπ᾿ τὴ νύχτα τῶν ἔργων τῆς ζοφερῆς πλάνης ἱλασμὸ σὲ μᾶς, Χριστὲ (ποὺ ξαγρυπνῶντας ὕμνο σοῦ προσφέρουμε ὡς εὐεργέτη), ἔλα καὶ δῶσε καὶ ἄνοιξέ μας τὸν δρόμο, ποὺ ἀκολουθῶντας τον θὰ ’βρουμ᾿ οὐράνια δόξα. |
ᾨδὴ Ϛ´. Πεζός. |
. |
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε, φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον. | Ἀπὸ τὰ σπλάχνα του τὸν Ἰωνᾶ, ὡς ἔμβρυο ἐξέμεσε τὸ θαλάσσιο θηρίο, ἀτόφιο: ὅπως τὸν δέχτηκε. Ἔτσι καὶ στὴν Παρθένο, ἀφοῦ ἐνοίκησε ὁ Λόγος καὶ σάρκα ἔλαβε, διῆλθε ἀπὸ αὐτὴν φυλάττοντάς την ἄφθορη· κι ὅπως ἀλλοίωση ὁ ἴδιος δὲν ὑπέστη, ἔτσι φύλαξε ἀβλαβῆ κι ἐκείνην ποὺ τὸν γέννησε. |
ᾨδὴ Ϛ´. Ἰαμβικός. |
. |
» Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις » Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι. » Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει » Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην » Θᾶττον μολεῖν σε, τῆς ἐμῆς ῥᾳθυμίας. |
Ὁ Ἰωνᾶς κλεισμένος στοὺς μυχοὺς τῆς θαλάσσης δεόταν νὰ βγεῖ καὶ νὰ νικήσει τὴ ζάλη. Κι ἐγὼ ποὺ πληγώθηκα ἀπ’ τοῦ τυράννου τὸ βέλος Χριστὲ σὲ καλῶ, ποὺ τὰ δεινὰ ἀποδιώχνεις, ἔλα ταχύτερα ἀπ’ τὴ δικὴ μου ῥαθυμία. |
ᾨδὴ ζ´. Πεζός. |
. |
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ᾿ ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. | Οἱ Παῖδες, ποὺ μὲ εὐσέβεια ἀνατράφηκαν, τὸ ἀσεβὲς καταφρόνησαν πρόσταγμα καὶ ἀπὸ τὴν ἀπειλὴ τῆς φωτιᾶς δὲν πτοήθηκαν, ἀλλὰ στὸ μέσο τῆς φλόγας στέκοντας ἔψαλλαν: «Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ». |
ᾨδὴ ζ´. Ἰαμβικός. |
. |
» Τῷ παντάνακτος, ἐξεφαύλισαν πόθῳ » Ἄπλητα θυμαίνοντος, ἠγκιστρωμένοι » Παῖδες τυράννου, δύσθεον γλωσσαλγίαν· » Οἷς εἴκαθε πῦρ, ἄσπετον τῷ Δεσπότῃ » Λέγουσιν· Εἰς αἰῶνας, εὐλογητὸς εἶ. |
Στοῦ παμβασιλέα Θεοῦ τὸν πόθο ἀγκιστρωμένοι, ντρόπιασαν τοῦ ἄμετρα ὀργισμένου τυράννου οἱ τρεῖς Παῖδες τὴν ἀντίθεη φλυαρία· κι ἡ φλόγα ἡ ἀνείπωτη ἔφευγε, στὸν Δεσπότη καθὼς ἔλεγαν: «Εἰς αἰῶνας εὐλογητὸς εἶ». |
ᾨδὴ η´. Πεζός. |
. |
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. | Τοῦ ὑπερφυσικοῦ θαύματος τὸν τύπο, προεἰκόνισε ἡ κάμινος ποὺ δροσοβολοῦσε, ἀφοῦ δὲν φλέγει τοὺς νέους ποὺ δέχτηκε ἐντὸς της, ὅπως οὔτε τῆς θεότητος ἡ φλόγα ἔφλεξε τῆς Παρθένου τὴν μήτρα, ὅπου εἰσῆλθε. Γι’ αὐτό, ἀνυμνώντας ἂς ἀναμέλψουμε: «Εὐλογείτω, ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας». |
ᾨδὴ η´. Ἰαμβικός. |
. |
» Μήτραν ἀφλέκτως, εἰκονίζουσι Κόρης » Οἱ τῆς παλαιᾶς, πυρπολούμενοι νέοι » Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην. » Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ » Λαοὺς πρὸς ὕμνον, ἐξανίστησι χάρις. |
Τὴν μήτρα τῆς Κόρης προτυπώνουν οἱ νέοι τῆς Παλαιᾶς Διαθήκης, ποὺ ἄφλεκτα πυρπολοῦνται· ἐκείνην ποὺ ὑπερφυῶς κυοφορεῖ σφραγισμένη. Καὶ τώρα, ὅπως τότε, μὲ ὅμοιο θαῦμα τὸν κόσμο σε ἀνύμνηση ξεσηκώνει ἡ Χάρις. |
ᾨδὴ θ´. Πεζός. |
. |
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν. | Μυστήριο θαυμαστὸ καὶ παράδοξο βλέπω! τὸ σπήλαιο γίνεται οὐρανός, θρόνος Χερουβικὸς ἡ Παρθένος, και ἡ φάτνη γίνεται τόπος, ὅπου ἀνακλίθηκε ἐκεῖνος, ποὺ τόπος κανείς δὲν τὸν χωρεῖ, ὁ Χριστὸς ὁ Θεός· ποὺ ὑμνολογῶντας τὸν μεγαλύνουμε. |
ᾨδὴ η´. Ἰαμβικός. |
. |
» Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ » Ῥᾷον σιωπῇ· τῷ πόθῳ δὲ Παρθένε » Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους » Ἐργῶδες ἐστίν· ἀλλὰ καὶ Μήτηρ σθένος » Ὅση πέφυκεν, ἡ προαίρεσις δίδου. |
Νὰ στέργουμε εὐκολότερο τὴν σιωπὴ ἀπὸ φόβο, καθότι ἀκίνδυνη· ἐνῶ ἀπ᾿τὸν πόθο, Παρθένε, νὰ ὑφαίνουμε ὕμνους ἁρμονικὰ ταιριασμένους εἶναι γεμάτο κόπο. Ἀλλά, Μητέρα, ὅμοιο μὲ τὴν προαίρεση δίνε μας τὸ σθένος. |