Εὐχαὶ
εἰς τὸ ἐκκλησιάσαι παιδίον,
μεθ᾿ ἡμέρας τεσσαράκοντα.

Τῇ δὲ τεσσαρακοστῇ ἡμέρᾳ, τὸ βρέφος προσάγεται πάλιν τῷ Ναῷ ἐπὶ τῷ ἐκκλησιασθῆναι, εἴτουν ἀρχὴν λαβεῖν τοῦ εἰσάγεσθαι εἰς τὴν Ἐκκλησίαν· προσάγεται δὲ παρὰ τῆς μητρός, ἤδη κεκαθαρμένης καὶ λελουμένης οὔσης, παρόντος καὶ τοῦ μέλλοντος ἀναδέχεσθαι τοῦτο κατὰ τὸ Βάπτισμα. Ἱσταμένης δὲ τῆς μητρὸς μετὰ τοῦ βρέφους πρὸ τῶν πυλῶν τοῦ Ναοῦ, ὁ Ἱερεὺς λέγει·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἅγιος ὁ Θεός. (ἐκ γ´). Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία.

Εἶτα τὸ Ἀπολυτίκον τῆς ἡμέρας, τὸ τυχὸν ἢ τοῦ λαχόντος Ἁγίου.

Δόξα. Καὶ νῦν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Καὶ κλινούσης τῆς μητρὸς τὴν κεφαλήν, ἅμα τῷ βρέφει, ποιεῖ ὁ Ἱερεὺς τὴν τοῦ Σταυροῦ σφραγῖδα ἐπ᾿ αὐτῇ καὶ ἁπτόμενος τῆς κεφαλῆς αὐτῆς, λέγει τὴν ἑπομένην Εὐχήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πᾶσαν φύσιν λογικήν τε καὶ ἄλογον διὰ τοῦ λόγου σου δημιουργήσας· ὁ πάντα ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγών, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν· ἣν τῷ σῷ θελήματι διέσωσας δούλην σου (τήνδε), καθάρισον ἀπὸ πάσης ἁμαρτίας καὶ ἀπὸ παντὸς ῥύπου, προσερχομένην τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ, ἵνα ἀκατακρίτως ἀξιωθῇ μετασχεῖν τῶν ἁγίων σου Μυστηρίων.

Ἰστέον ὅτι, εἰ οὐχ εὑρίσκεται ἐν τοῖς ζῶσι τὸ βρέφος, ἀναγινώσκεται ἕως ὧδε ἡ Εὐχή· εἶτα λέγει ὁ Ἱερεὺς ἐκφώνως.

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰ δὲ τὸ βρέφος ζῇ, τότε ἁπτόμενος τῆς κεφαλῆς αὐτοῦ λέγει·

Καὶ τὸ ἐξ αὐτῆς τεχθὲν παιδίον, εὐλόγησον, αὔξησον, ἁγίασον, συνέτισον, σωφρόνισον, καλοφρόνησον· ὅτι σὺ παρήγαγες αὐτό, καὶ ἔδειξας αὐτῷ τὸ φῶς τὸ αἰσθητόν, (ταῦτα παραλείπονται ἐὰν τὸ τέκνον ᾖ βεβαπτισμένον) ἵνα καὶ τοῦ νοητοῦ καταξιωθῇ φωτὸς ἐν καιρῷ, ᾧ προώρισας, καὶ συγκαταριθμηθῇ τῇ ἁγίᾳ σου ποίμνῃ διὰ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ αὖθις ἐπεύχεται οὕτως·

Εὐχὴ εἰς τὴν Μητέρα τοῦ παιδίου.

Εἰρήνη πᾶσι. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ διὰ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς σου Υἱοῦ παραγενόμενος ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, παραγενοῦ καὶ ἐπὶ τὴν δούλην σου (τήνδε) καὶ καταξίωσον αὐτήν, διὰ τῶν εὐχῶν τοῦ τιμίου Πρεσβυτερίου, καταφυγεῖν ἐν τῇ ἁγίᾳ σου καθολικῇ Ἐκκλησίᾳ, καὶ τυχεῖν τῆς εἰσόδου τοῦ ναοῦ τῆς δόξης σου, καὶ ἀξίωσον αὐτὴν μεταλαβεῖν τοῦ τιμίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου. Ἀπόπλυνον αὐτῆς τὸν ῥύπον τοῦ σώματος, καὶ τὸν σπίλον τῆς ψυχῆς, ἐν τῇ συμπληρώσει τῶν τεσσαράκοντα ἡμερῶν· ὅπως, ἀξιωθεῖσα εἰσελθεῖν ἐν τῷ ἁγίῳ ναῷ σου, δοξάσῃ σὺν ἡμῖν τὸ πανάγιον ὄνομά σου τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὦδε, εἰ μὲν τὸ βρέφος ἐβαπτίσθη ἤδη ἢ καὶ ἀπέθανε, ποιεῖ ὁ Ἱερεὺς Ἀπόλυσιν, εἰ δὲ μὴ ἀναγινώσκει καὶ τὴν ἑξῆς ἕως τέλους.

Εὐχὴ ἑτέρα εἰς τὸ Παιδίον, ἣν ὁ Ἱερεύς, σφραγίζων τοῦτο, ἐπεύχεται.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐν τεσσαράκοντα ἡμέραις, βρέφος τῷ νομικῷ Ναῷ προσαχθεὶς ὑπὸ Μαρίας τῆς ἀπειρογάμου καὶ ἁγίας σου Μητρός, καὶ ἐν ταῖς ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, Αὐτός, Δέσποτα παντοδύναμε, καὶ τὸ προσαχθὲν τοῦτο βρέφος, ἐμφανισθῆναί σοι τῷ πάντων Ποιητῇ, εὐλόγησον, καὶ εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον αὔξησον, ἀποσοβῶν ἀπ᾿ αὐτοῦ πᾶσαν ἐναντίαν δύναμιν, διὰ τῆς σημειώσεως τοῦ τύπου τοῦ Σταυροῦ σου· σὺ γὰρ εἶ ὁ φυλάσσων τὰ νήπια, Κύριε· «ἵνα, καταξιωθὲν τοῦ ἁγίου Βαπτίσματος»*¹ τύχῃ τῆς μερίδος τῶν ἐκλεκτῶν τῆς βασιλείας σου, φυλαττόμενον σὺν ἡμῖν τῇ χάριτι τῆς ἁγίας, καὶ ὁμοουσίου, καὶ ἀδιαιρέτου Τριάδος. Σοὶ γὰρ πρέπει πᾶσα δόξα καὶ εὐχαριστία καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰρήνη πᾶσι.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Θεός, ὁ Πατήρ, ὁ παντοκράτωρ, ὁ διὰ τοῦ μεγαλοφωνοτάτου τῶν προφητῶν Ἡσαΐου, προκαταγγείλας ἡμῖν τὴν ἐκ Παρθένου σάρκωσιν τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, ὃς ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν, εὐδοκίᾳ σῇ καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, διὰ τὴν τῶν βροτῶν σωτηρίαν, ἀμέτρῳ εὐσπλαγχνίᾳ ἐξ αὐτῆς νηπιάσαι καταδεξάμενος, καὶ κατὰ τὸ εἰθισμένον ἐν Νόμῳ ἁγίῳ σου, μετὰ τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ καθαρισμοῦ, τῷ Ἱερῷ προσαχθῆναι ἠνέσχετο, ἀληθὴς νομοθέτης ὑπάρχων, καὶ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι κατεδέξατο, οὗπερ μυστηρίου τὴν προτύπωσιν ἐν τῷ προλεχθέντι Προφήτῃ, διὰ τῆς λαβίδος τοῦ ἄνθρακος, δηλωθεῖσαν ἐπέγνωμεν, οὗ καὶ ἡμεῖς οἱ πιστοὶ τὴν μίμησιν ἐν χάριτι κατέχομεν· Αὐτὸς καὶ νῦν, ὁ φυλάσσων τὰ νήπια, Κύριε, εὐλόγησον τὸ παιδίον τοῦτο, ἅμα τοῖς γονεῦσι καὶ ἀναδόχοις αὐτοῦ· «καὶ καταξίωσον αὐτὸ ἐν καιρῷ εὐθέτῳ καὶ τῆς δι᾿ ὕδατος καὶ πνεύματος ἀναγεννήσεως· συγκαταρίθμησον αὐτὸ τῇ ἁγίᾳ σου ποίμνῃ τῶν λογικῶν προβάτων, τῶν ἐπικεκλημένων τῷ ὀνόματι τοῦ Χριστοῦ σου».*² Ὅτι σὺ εἶ ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα, λαβὼν ὁ Ἱερεὺς τὸ παιδίον, σχηματίζει δι᾿ αὐτοῦ Σταυρὸν πρὸ τῶν πυλῶν τοῦ Ναοῦ, λέγων·

Ἐκκλησιάζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Εἶτα εἰσάγει αὐτὸ ἐν τῷ Ναῷ λέγων·

Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, Κύριε, προσκυνήσω πρὸς Ναόν ἅγιόν σου.

Καὶ εἰσέρχεται ἐν τῷ μέσῳ τοῦ Ναοῦ, λέγων·

Ἐκκλησιάζεται ὁ δοῦλος τοῦ Θεοῦ...

Εἶτα λέγει·

Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.

Εἶτα προσάγει αὐτὸ πρὸ τῶν πυλῶν τοῦ Θυσιαστηρίου λέγων·

Ἐκκλησιάζεται ὁ δοῦλος τοῦ Θεοῦ...

Καί εἰσάγει αὐτὸ εἰς τὸ ἅγιον Θυσιαστήριον, εἰ μὲν εἴη ἄῤῥεν· εἰ δὲ θῆλυ, ἕως τῶν ὡραίων πυλῶν, λέγων τὸ·

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Καὶ ὁ Ἱερεὺς ποιεῖ, ὡς ἔθος, Ἀπόλυσιν.

Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν ἐπουρανίων Θείων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ ἁγίου τοῦ ναοῦ) καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δι᾿ εὐχῶν...

Καὶ μετὰ τὸ Ἀμὴν σφραγίζει τὸ μέτωπον αὐτοῦ καὶ τὸ στόμα καὶ τὸ στῆθος ἐπιλέγων καὶ τὸ τῆς ἁγίας Τριάδος ὄνομα. Καὶ οὕτως ἀποδίδωσι τὸ βρέφος τῇ μητρί.


*¹ Ἰστέον, ὅτι εἰ τὸ παιδίον ἐβαπτίσθη, οὕτω λέγει ὁ Ἱερεύς· «ἵνα διὰ τοῦ ἁγίου βαπτίσματος, οὗ κατηξιώθη», τύχῃ...

*² Καὶ πάλιν ἰστέον, ὅτι εἰ τὸ παιδίον ἐβαπτίσθη, οὐ λέγομεν τὴν εὐχήν· Ὁ Θεός... ἢ καταλιμπάνομεν ταῦτα· *καὶ καταξίωσον αὐτὸ ἐν καιρῷ... μέχρι τῷ ὀνόματι τοῦ Χριστοῦ σου.*

Εὐχὲς
ἐκκλησιασμοῦ μητέρας καὶ παιδιοῦ,
κατὰ τὴν συμπλήρωση σαράντα ἡμερῶν ἀπὸ τὴν γέννησή του

Τὸ παιδί, τὴν τεσσαρακοστὴ ἡμέρα ἀπὸ τὴν γέννησή του, ὁδηγεῖται ἀπὸ τὴ μητέρα του, στὴν ἐκκλησία γιὰ νὰ ἐκκλησιαστεῖ. Ἡ μητέρα εἶναι λουσμένη καὶ καθαρή, ἐνῷ δίπλα της βρίσκεται ἐκεῖνος (ἢ ἐκείνη) ποὺ θὰ γίνει ἀνάδοχός του (νονός). Ἡ Μητέρα στέκεται μὲ τὸ βρέφος μπροστὰ στὴν εἴσοδο τοῦ Ναοῦ καὶ ὁ Ἱερέας λέει:

Εὐλογητὸς ὁ Θεός μας πάντοτε, τώρα καὶ γιὰ πάντα, καὶ στοὺς αἰῶνες τῶν αἰώνων. Ἀμήν.

Ἅγιος ὁ Θεός. (γ´) Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.

Μετὰ τὸ Ἀπολυτίκιο τοῦ Ἁγίου τῆς ἡμέρας ποὺ ἑορτάζει.

Δόξα. Καὶ νῦν.

Μὲ τὴν προσευχὴ Κύριε ὅλων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, δῶσε μας τὴν δική Σου εἰρήνη καὶ ἐλέησέ μας, ἀφοῦ εἶσαι ὁ μόνος ποὺ πραγματικά μας νιώθεις.

Ἡ μητέρα χαμηλώνει τὸ κεφάλι της, ἔχοντας τὸ βρέφος στὴν ἀγκαλιά της καὶ ὁ Ἱερέας τὸ σφραγίζει μὲ τὸ χέρι του καὶ λέγει τὴν ἑπόμενη Εὐχή.

Ἂς προσευχηθοῦμε στὸν Κύριο.

Κύριε, Θεὲ ποὺ ὅλα τὰ κρατεῖς (στὰ χέρια σου), ὁ Πατέρας τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, Ἐσὺ ποὺ δημιούργησες ὁλόκληρη τὴν λογικὴ καὶ ἄλογη φύση μὲ τὸν λόγο σου, ποὺ τὰ πάντα ἀπὸ τὴν ἀνυπαρξία τὰ ἔφερες στὴν ὕπαρξη, σὲ παρακαλοῦμε προσευχόμενοι καθάρισε τὴν δούλη σου (τὸ ὄνομα τῆς μητέρας) τὴν ὁποία μὲ τὸ δικό Σου θέλημα διέσωσες, ἀπὸ κάθε ἁμαρτία καὶ βρομιά, γιὰ νὰ εἰσέλθει στὴν ἁγία Σου Ἐκκλησία, χωρὶς καμία κατηγορία καὶ ἐνοχὴ (κυρίως ἐσωτερική, συνειδήσεως) ὥστε νὰ ἀξιωθεῖ νὰ συμμετάσχει στὰ ἅγιά Σου Μυστήρια.

Εἶναι σωστό, ὅταν τὸ παιδὶ δὲν ἐπέζησε (ἀπὸ τὸν τοκετό) νὰ διαβαστεῖ ἕως ἐδῶ ἡ εὐχὴ ὡς ἑξῆς:

Διότι ὑπάρχεις ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς καὶ σὲ Ἐσένα προσφέρουμε τὴν δόξα καὶ τὴν τιμή, στὸν Πατέρα καὶ τὸν Υἱὸ καὶ τὸ Ἅγιο Πνεῦμα, τώρα καὶ πάντοτε καὶ στοὺς αἰῶνες τῶν αἰώνων. Μακάρι.

Ἐὰν τὸ βρέφος ζεῖ, τότε ἀκουμπάει μὲ τὸ χέρι του (ὁ ἱερέας) καὶ τὸ δικό του κεφάλι καὶ λέγει:

Καὶ τὸ παιδὶ ποὺ γεννήθηκε ἀπὸ αὐτήν, εὐλόγησε, αὔξησε, ἁγίασε, (συνέτισε, σωφρόνισε, καλοφρόνισε) διότι ἐσὺ τὸ ἔφερες στὴν ὕπαρξη καὶ τοῦ ἔδειξες τὸ φῶς τῆς δημιουργίας.

Αὐτὰ τὰ παραπάνω λόγια παραλείπονται, ἐὰν τὸ βρέφος ἔχει βαπτισθεῖ πρὶν τὴν συμπλήρωση τῶν σαράντα ἡμερῶν τῆς ζωῆς του.

Ὅλα αὐτὰ τὰ ζητᾶμε γιὰ νὰ καταξιωθεῖ νὰ δεῖ καὶ τὸ φῶς ποὺ δὲν θὰ σβήσει ποτὲ (τῆς ἐπουρανίου βασιλείας Σου) κατὰ τὸν καιρὸ ποὺ ἐσὺ ἔχεις προορίσει (γιὰ νὰ ἐξέλθει ἀπὸ αὐτὸν τὸν κόσμο καὶ νὰ εἰσέλθει στὴν Βασιλεία τοῦ Θεοῦ) καὶ νὰ συγκαταριθμηθεῖ στὴν ἁγία ποίμνη Σου διὰ (τῆς κοινωνίας) τοῦ μονογενοῦς Σου Υἱοῦ, μαζὶ μὲ τὸν Ὁποῖο εἶσαι εὐλογημένος, ὅπως καὶ μὲ τὸ Ἅγιο Πνεῦμα, τώρα καὶ πάντοτε καὶ στοὺς αἰῶνες τῶν αἰώνων. Μακάρι.

Καὶ ἀμέσως μετὰ εὔχεται μὲ αὐτὰ τὰ λόγια:

Εὐχὴ στὴν Μητέρα τοῦ παιδιοῦ.

Εἰρήνη σὲ ὅλους. Τὰ κεφάλια μας ἂς κλίνουμε (μὲ εὐλάβεια καὶ ἀγάπη) στὸν Κύριο.

Στὸν Κύριο ἂς προσευχηθοῦμε.

Κύριε Θεέ μας, Ἐσὺ ποὺ μὲ τὴν ἐνανθρώπηση τοῦ μονογενοῦς Σου Υἱοῦ, ἦλθες γιὰ τὴν σωτηρία τοῦ γένους τῶν ἀνθρώπων στὴν γῆ, ἔλα κοντὰ καὶ στὴν δούλη σου (τὸ ὄνομα τῆς μητέρας) καὶ καταξίωσε αὐτή, μὲ τὶς εὐχὲς τοῦ τιμίου Πρεσβυτερίου, νὰ καταφύγει στὴν Ἁγία Σου καθολικὴ Ἐκκλησία (μὲ τὴ σημασία ὅτι ἡ Ἐκκλησία ἔχει ὁλόκληρη τὴν ἀλήθεια, τὴ σωτηρία μας) καὶ νὰ ἐπιτύχει νὰ εἰσέλθει στὸν Ναὸ τῆς δόξης σου (ἐδῶ στὸν ἐπίγειο, ἀλλὰ κυρίως στὴν ἐπουράνιο, τὴν ἄνω Ἱερουσαλήμ) καὶ ἀξίωσε αὐτή, νὰ μεταλάβει τοῦ Τιμίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ Σου. Καθάρισε τὴν πλένοντάς της τὸν ρύπο τοῦ σώματος καὶ τὸ βάρος τῆς ψυχῆς μὲ τὴν σημερινὴ συμπλήρωση τῶν σαράντα ἡμερῶν γιὰ νὰ ἀξιωθεῖ νὰ εἰσέλθει στὸν Ἅγιο Ναό Σου καὶ νὰ δοξάσει μαζὶ μὲ ἐμᾶς τοὺς ὑπόλοιπους πιστούς, τὸ Πανάγιο ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τώρα καὶ πάντοτε καὶ στοὺς αἰῶνες τῶν αἰώνων. Μακάρι.

Ἕως ἐδῶ, ὁ Ἱερέας ἐὰν τὸ παιδὶ ἔχει βαπτισθεῖ (κατὰ τὴν διάρκεια τῶν σαράντα ἡμερῶν) ἢ ἐὰν δὲν ἐπέζησε καὶ ἡ μάνα ἔχει ἔλθει μόνη της, στὸν Ναό, ὁλοκληρώνει τὴν προσευχὴ μὲ τὴν Ἀπόλυση, ἐὰν ὅμως δὲν ἰσχύουν οἱ δυὸ αὐτὲς περιπτώσεις, ἀναγιγνώσκει καὶ τὴν ἑπόμενη εὐχή.

Εὐχὴ γιὰ τὸ παιδί, κατὰ τὴν ὁποία ὁ Ἱερέας σφραγίζει αὐτὸ καὶ εὔχεται:

Στὸν Κύριο ἂς προσευχηθοῦμε.

Κύριε Θεέ μας, Ἐσὺ ποὺ ἀπὸ τὴν Παρθένα Μαρία, τὴν Ἁγία Μητέρα Σου, ὁδηγήθηκες ὡς βρέφος στὸ Ναὸ τοῦ Νόμου, (τῶν Ἰουδαίων, δηλαδὴ τοῦ Σολομῶντα) καὶ σὲ βάσταξε στὴν ἀγκαλιά του, ὁ δίκαιος Συμεών, Ἐσὺ λοιπὸν ὁ ἴδιος Δέσποτα παντοδύναμε, εὐλόγησε καὶ τὸ βρέφος τοῦτο ποὺ μετέφεραν, (ἐδῶ οἱ γονεῖς του στὸν Ναό) γιὰ νὰ παρουσιασθεῖ σὲ Ἐσένα τῶν ὅλων Δημιουργὸ καὶ αὔξησε (τὴν διάθεσή του) τὸ σὲ κάθε καλὸ ἔργο (στὴν ζωή του) νὰ προοδεύει, γλιτώνοντας τὸ ἀπὸ κάθε ἐνάντια δύναμη (ἀπὸ τὸν Θεὸ καὶ τὸ ἅγιο θέλημά Του) μὲ τὴν σημείωση τοῦ τύπου τοῦ Σταυροῦ Σου (Διότι Ἐσὺ εἶσαι Κύριε αὐτὸς ποὺ φυλάγεις τὰ νήπια) γιὰ νὰ καταξιωθεῖ μὲ τὸ ἅγιο Βάπτισμα νὰ τοποθετηθεῖ μὲ τὸ μέρος τῶν ἐκλεκτῶν της βασιλείας Σου καὶ νὰ τὸ φυλᾷς μαζὶ μὲ ἐμᾶς, μὲ τὴν χάρη τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ἀδιαιρέτου Τριάδος. Γιατὶ σὲ Ἐσένα ταιριάζει κάθε δόξα, προσκύνηση καὶ εὐχαριστία, μαζὶ μὲ τὸν Ἄναρχό Σου Πατέρα καὶ τὸ πανάγιο καὶ ἀγαθὸ καὶ ζωοποιό Σου Πνεῦμα, τώρα καὶ πάντοτε καὶ στοὺς αἰῶνες τῶν αἰώνων. Μακάρι.

Εἰρήνη σὲ ὅλους.

Τὰ κεφάλια μας ἂς κλίνουμε στὸν Κύριο.

Ὁ Θεὸς ὁ Πατέρας, ὁ παντοκράτορας, ὁ ὁποῖος μας ἀνακοίνωσες πρὸ πολλοῦ (πρὶν ἀπὸ τὴν ἐνσάρκωση τοῦ Ἰησοῦ Χριστοῦ), διὰ τοῦ πιὸ ἐκφραστικοῦ ἀπὸ ὅλους τοὺς προφῆτες, τοῦ προφήτου Ἡσαΐου, τὴν ἐκ τῆς Παρθένου σάρκωση τοῦ μονογενοῦς Σου Υἱοῦ καὶ Θεοῦ μας, ὁ ὁποῖος κατὰ τὶς τελευταῖες ἡμέρες (ὅταν ἦλθε στὴν γῆ) μὲ τὴν σύμφωνη γνώμη καὶ τὴν συνεργία τοῦ Ἁγίου Πνεύματος ἀφοῦ καταδέχτηκε γιὰ τὴν σωτηρία τῶν θνητῶν (ἀνθρώπων) μὲ τὴν ἀμέτρητη εὐσπλαχνία Του, νὰ γίνει νήπιο (ὡς ἄνθρωπος μικρὸ παιδί) καὶ μετὰ τὴν συμπλήρωση τοῦ (ἰουδαϊκοῦ) ἐθίμου τῶν ἡμερῶν τοῦ καθαρισμοῦ κατὰ τὸν Ἅγιο Νόμο Σου, καταδέχθηκε μὲ τὴν θέλησή Του νὰ προσέλθει στὸ Ἱερὸ ὡς ἀληθινὸς νομοθέτης καὶ νὰ βασταχτεῖ στὴν ἀγκαλιὰ τοῦ δικαίου Συμεὼν τὸ μυστήριο αὐτὸ προτυπώθηκε, ἀφοῦ τὸ ἀνακοίνωσε ὁ προφήτης ποὺ μόλις πιὸ πάνω ἀναφέρθηκε (ὁ Ἡσαΐας) μὲ τὴν εἰκόνα τῆς λαβίδας τοῦ ἄνθρακα (τοῦτο δείχνει τὴν φανέρωση τοῦ μυστηρίου τοῦ Σώματος καὶ τοῦ Αἵματος τοῦ Δεσπότου μας). Παρόμοια καὶ ἐμεῖς τὸ παράδειγμα αὐτὸ τῆς Π. Δ. τὸ κατανοήσαμε καὶ τὸ ἑρμηνεύσαμε στὴ συνέχεια μὲ τὴν (θεία) χάρη μὲ τὸ νὰ μιμούμαστε καὶ κατέχουμε (τὴ μετάληψη τῆς νοητῆς φωτιᾶς, τῆς Θείας κοινωνίας τοῦ Κυρίου μας).

Ἐσὺ λοιπὸν καὶ τώρα Κύριε ὁ ὁποῖος φυλάσσεις τὰ νήπια, εὐλόγησε καὶ τὸ παιδὶ τοῦτο μαζὶ μὲ τοὺς γονεῖς καὶ τοὺς ἀναδόχους αὐτοῦ. «καὶ καταξίωσε αὐτὸ κατὰ τὸν κατάλληλο καιρὸ – ποὺ θὰ εἶναι ἕτοιμο νὰ δεχθεῖ τὸ Ἅγιο Βάπτισμα καὶ Χρῖσμα – νὰ ἀναγεννηθεῖ μὲ νερὸ καὶ Πνεῦμα Ἅγιο. Συγκαταρίθμησε αὐτὸ στὴν ἁγία ποίμνη τῶν λογικῶν προβάτων, τῶν ἐπικαλουμένων τὸ ὄνομα τοῦ Χριστοῦ Σου.» Διότι Ἐσὺ εἶσαι Αὐτὸς ποὺ κατοικεῖ στὰ ὑψηλὰ καὶ ἐπιβλέπει τὰ ταπεινὰ (τὴν κτίση) καὶ σοῦ ἀναπέμπουμε τὴν δόξα, στὸν Πατέρα καὶ τὸν Υἱὸ καὶ τὸ Ἅγιο Πνεῦμα τώρα καὶ πάντοτε καὶ στοὺς αἰῶνες τῶν αἰώνων. Μακάρι.

Μετὰ λαμβάνει ὁ Ἱερέας τὸ παιδὶ καὶ σχηματίζει μὲ τὸ ἴδιο (τὸ παιδί) σταυρὸ μπροστὰ ἀπὸ τὶς πόρτες τοῦ Ναοῦ καὶ λέγει:

Ἐκκλησιάζεται ὁ δοῦλος/η τοῦ Θεοῦ (τὸ ὄνομα ποὺ θὰ δοθεῖ) στὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Μακάρι.

Ἔπειτα, τὸ εἰσάγει στὸ Ναό, λέγοντας:

Θὰ εἰσέλθω στὸν οἶκο σου Κύριε, θὰ προσκυνήσω στὸν Ναὸ τὸν ἅγιό Σου.

Καὶ εἰσέρχεται στὸ μέσο τοῦ Ναοῦ λέγοντας:

Ἐκκλησιάζεται ὁ/ἡ δοῦλος/ἡ τοῦ Θεοῦ...

Μετὰ λέγει:

Στὸ μέσο τῆς Ἐκκλησίας θὰ σὲ ὑμνήσω.

Ἔπειτα τὸ φέρνει μπροστὰ στὴν Ὡραία Πύλη καὶ λέγει:

Ἐκκλησιάζεται ὁ/ἡ δοῦλος/ἡ τοῦ Θεοῦ...

Καὶ εἰσάγει τὸ παιδί, ἐὰν εἶναι ἀγόρι στὸ Ἅγιο Θυσιαστήριο, ἐὰν εἶναι κορίτσι ἕως τῶν Ὡραίων Πυλῶν λέγοντας τό:

Τώρα μπορεῖς νὰ πάρεις τὸν δοῦλο σου ἀπὸ τὴν ἐπίγεια ζωή, ὅπως μοῦ εἶπες, μὲ εἰρήνη, διότι εἶδα κατάματα τὸ σωτήριο (πρόσωπο τοῦ Υἱοῦ Σου) γεγονὸς τὸ ὁποῖο ἑτοίμασες (νὰ φανερωθεῖ) μπροστὰ σὲ ὅλους τοὺς λαοὺς τῆς γῆς, φῶς ἀποκαλύψεως στὰ ἔθνη καὶ γιὰ τὴν δόξα τοῦ λαοῦ σου Ἰσραήλ.

Τὰ λόγια αὐτὰ τὰ εἶπε ὁ εὐλαβὴς ἱερέας Συμεών, ὡς εὐχαριστία γιὰ τὴν ἐκπλήρωση τῆς ὑποσχέσεως τοῦ Τριαδικοῦ Θεοῦ, ὅτι θὰ εἶναι ἐκεῖνος ποὺ θὰ ὑποδεχθεῖ τὸν ἀναμενόμενο Μεσσία στὸν ναὸ τῶν Ἱεροσολύμων. Πολὺ σοφά, ἡ Ἐκκλησία τὰ λόγια του τὰ ἐπαναλαμβάνει μὲ τὴν γέννηση κάθε παιδιοῦ. Ἡ Ἐκκλησιαστικὴ κοινότητα ὑποδέχεται ἕνα νέο μέλος μὲ τὴν πίστη ὅτι ἐκεῖνο θὰ πολιτογραφηθεῖ καὶ στὴν Βασιλεία τῶν οὐρανῶν.

Ἀπόλυση (Ἀπὸ τὸν ἱερέα):

Δόξα σοι ὁ Θεός...

Δι᾿ εὐχῶν...

Μετὰ τὸ Ἀμὴν ὁ πρεσβύτερος σφραγίζει τὸ μέτωπο τοῦ παιδιοῦ, τὸ στόμα καὶ τὸ στῆθος, ἐπικαλούμενος καὶ τὸ ὄνομα τῆς Ἁγίας Τριάδος. Ἔπειτα παραδίδει τὸ βρέφος στὴν μητέρα του.


Ἑρμηνευτικὴ προσέγγιση / Μετάφραση
βασισμένη στὸ «Μικρὸ Εὐχολόγιο σελ. 69–76
τῆς Ἀποστολικῆς Διακονίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.
π. Νεκτάριος Κουτρουμάνης