Περί τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Καί ὁποία τίς ἐστιν ἢ πῶς ἐν ἡμῖν γίνεται ἡ ἀνάστασις τοῦ Χριστοῦ καὶ ἐν αὐτῇ ἡ ἀνάστασις τῆς ψυχῆς. Καί τί τὸ μυστήριον ταύτης τῆς ἀναστάσεως. Ἐλέχθη μετὰ τὸ Πάσχα τῇ δευτέρᾳ τῆς δευτέρας ἑβδομάδος τοῦ Πάσχα.
Ἀδελφοὶ καὶ πατέρες, ἤδη τὸ Πάσχα, ἡ χαρμόσυνος ἡμέρα, ἡ πάσης εὐφροσύνης
καὶ θυμηδίας, τῆς τοῦ Χριστοῦ ἀναστάσεως κατὰ περίοδον τοῦ χρόνου παραγινομένης
ἀεὶ μᾶλλον δὲ καθ᾿ ἑκάστην καὶ ἀεννάως γινομένης ἐν τοῖς εἰδόσι τὸ μυστήριον ταύτης, χαρᾶς
καὶ ἀγαλλιάσεως (Πρβ. Λουκ. α´ 14) ἀφάτου ἐπλήρωσε τὰς καρδίας ἡμῶν, λύσασα
ἐπὶ τὸ αὐτὸ τῆς πανσέπτου νηστείας τὸν κόπον ἢ μᾶλλον εἰπεῖν, τελειώσασα καὶ ἅμα παρακαλέσασα ἡμῶν
τὰς ψυχάς, διὸ καὶ πρὸς ἀνάπαυσιν καὶ εὐχαριστίαν πάντας ὁμοῦ τοὺς πιστοὺς προσκαλεσαμένη, ὡς ὁρᾶτε, διῆλθεν. Εὐχαριστήσωμεν οὖν τῷ Κυρίῳ, τῷ διαβιβάσαντι ἡμᾶς
τὸ πέλαγος (Πρβ. Σ. Σολ. ι´ 18) τῆς νηστείας καὶ εἰς τὸν λιμένα τῆς αὐτοῦ ἀναστάσεως ἀγαγόντι μετ᾿ εὐθυμίας ἡμᾶς· εὐχαριστήσωμεν αὐτῷ, οἵ τε καλῶς
καὶ προθύμως μετὰ ζεούσης προθέσεως καὶ ἀγώνων τῆς ἀρετῆς τὸν δρόμον διανύσαντες τῆς νηστείας
καὶ οἱ ἀσθενήσαντες περὶ ταῦτα δι᾿ ὀλιγωρίαν καὶ ψυχῆς ἀσθένειαν, ἐπειδή αὐτός ἐστιν ὁ
καὶ τοῖς σπουδαίοις ὑπὲρ ἐκ περισσοῦ διδοὺς τοὺς στεφάνους καὶ τοὺς ἀξίους μισθοὺς τῶν ἔργων αὐτῶν,
καὶ συγγνώμην αὖθις τοῖς ἀσθενεστέροις, ὡς ἐλεήμων καὶ φιλάνθρωπος, ἀπονέμων. Ὁρᾷ γὰρ
τὰς διαθέσεις ἡμῶν τῶν ψυχῶν καὶ τὰς προαιρέσεις μᾶλλον ἢ τοὺς κόπους τοῦ
σώματος, δι᾿ ὧν γυμνάζομεν πρὸς ἀρετὴν ἑαυτούς, ἢ πλεῖον τὴν ἄσκησιν
προθυμίᾳ ψυχῆς ἐπιτείνοντες ἢ ἔλαττον δι᾿ ἀσθένειαν σώματος ταύτην τῶν
σπουδαίων ποιούμενοι, καὶ κατὰ τὰς προθέσεις ἡμῶν ἀντιμετρεῖ τὰ ἔπαθλα καὶ
τὰ τοῦ Πνεύματος ἑκάστῳ χαρίσματα, ποιῶν ἢ περίφημον καὶ ἔνδοξον τῶν
σπουδαίων τινὰ ἢ ἐὼν ταπεινόν ἔτι καὶ δεόμενον ἐπιπονωτέρας καθάρσεως. Ἀλλὰ γὰρ ἴδωμεν, εἰ δοκεῖ, καὶ καλῶς ἐξετάσωμεν, τί τὸ μυστήριον τῆς τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως, ὅπερ ἀεὶ τοῖς βουλομένοις ἡμῖν μυστικῶς γίνεται, καὶ πῶς ἐν ἡμῖν ὁ Χριστός ὡς ἐν μνήματι θάπτεται καὶ πῶς ἑνούμενος ταῖς ἡμετέραις ψυχαῖς ἐξανίσταται, συνανιστῶν καὶ ἡμᾶς ἑαυτῷ. Ἐστι δὲ ὁ σκοπὸς τοῦ λόγου τοιοῦτος. Ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν, ἐπὶ σταυροῦ κρεμασθεὶς καὶ προσηλώσας (Πρβλ. Κολασ. β´ 14) ἐν αὐτῷ τὴν ἁμαρτίαν τοῦ κόσμου (Πρβλ. Ἰω, α´ 29), θανάτου γευσάμενος (Πρβ Ἑβρ. β´ 9), κατῆλθεν ἐν τοῖς κατωτάτοις τοῦ ᾅδου (Πρβλ. Ἐφ. δ´ 9, Ψαλ. πε´ 13). Ὥσπερ οὖν ἐξ ᾅδου πάλιν ἀνελθὼν εἰς τὸ ἄχραντον ἑαυτοῦ σῶμα εἰσῆλθεν, οὗ κατελθὼν ἐκεῖσε οὐδαμῶς ἐχωρίσθη, καὶ εὐθὺς ἀνέστη ἐκ τῶν νεκρῶν καὶ μετὰ ταῦτα ἀνῆλθεν εἰς οὐρανοὺς μετὰ δόξης πολλῆς καὶ δυνάμεως (Πρβλ. Ματθ. κδ´ 30, Λουκ. κα´ 27), οὕτω δὴ καὶ νῦν ἐξερχομένων ἡμῶν ἐκ τοῦ κόσμου καὶ εἰσερχομένων διὰ τῆς τῶν παθημάτων τοῦ Κυρίου ἐξομοιώσεως (Πρβλ. Ρωμ. ς´ 5, Β´ Κορ. α´ 5, Φιλιπ. γ´ 10 κ.ἄ.) ἐν τῷ τῆς μετανοίας καὶ ταπεινώσεως μνήματι, αὐτὸς ἐκεῖνος ἐξ οὐρανῶν κατερχόμενος, εἰσέρχεται ὡς ἐν τάφῳ ἐν τῷ ἡμῶν σώματι, καὶ ἑνούμενος ταῖς ἡμετέραις ψυχαῖς ἐξανιστᾷ νεκρὰς οὔσας ὁμολογουμένως αὐτάς, καὶ τηνικαῦτα βλέπειν ἐμπαρέχει τῷ οὕτως ἀναστάντι σύν τῷ Χριστῷ τὴν δόξαν τῆς μυστικῆς αὐτοῦ ἀναστάσεως. Ἀνάστασις οὖν Χριστοῦ ἡ ἡμετέρα ὑπάρχει ἀνάστασις, τῶν κάτω κειμένων. Ἐκεῖνος γὰρ μὴ πεσὼν εἰς ἁμαρτίαν ποτέ (Πρβ. Ἰω. η´ 46, Ἑβρ. Δ´ 15, ζ´ 26 κ.α.), καθὰ γέγραπται, μηδὲ ἀλλοιωθεὶς τῆς ἰδίας δόξης κἂν ὁπωσοῦν, πῶς ἀναστήσεταί ποτε ἢ δοξασθήσεται, ὁ ἀεὶ ὢν ὑπερδεδοξασμένος καὶ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας (Ἐφ. α´ 21) διαμένων ὡσαύτως; Ἀνάστασις καὶ δόξα Χριστοῦ ἡ ἡμετέρα, καθάπερ εἴρηται, δόξα ὑπάρχει, ἡ διὰ τῆς ἐν ἡμῖν αὐτοῦ ἀναστάσεως γινομένη καὶ δεικνυμένη καὶ ὁρωμένη ἡμῖν. Ἅπαξ γὰρ οἰκειωσάμενος τὰ ἡμέτερα, ἃ ποιεῖν ἐν ἡμῖν αὐτός, ταῦτα ἑαυτῷ ἐπιγράφεται. Ἀνάστασις δὲ ψυχῆς ἡ ἕνωσίς ἐστι τῆς ζωῆς· ὥσπερ γὰρ τὸ νεκρόν σῶμα, εἰ μὴ δέξεται ἐν ἑαυτῷ τὴν ζῶσαν ψυχὴν καὶ ἀμίκτως ταύτῃ μιγῇ, ζῆν οὐ λέγεται οὐδὲ δύναται, οὕτως οὐδὲ ψυχὴ μόνη ζῆν αὐτὴ καθ᾿ ἑαυτὴν δύναται, εἰ μὴ ἀρρήτως καὶ ἀσυγχύτως ἑνωθῇ Θεῷ, τῇ ὄντως αἰωνίᾳ ζωῇ (Πρβ Α´ Ἰω. ε´ 20). Πρὸ γὰρ τῆς ἐν γνώσει καὶ ὁράσει καὶ αἰσθήσει ἑνώσεως νεκρά ἐστιν, εἰ καὶ νοερὰ ὑπάρχει καὶ τῇ φύσει ἀθάνατος. Οὔτε γὰρ γνῶσις δίχα ὁράσεως, οὔτε ὅρασις δίχα αἰσθήσεως. Ἔστι δὲ τὸ λεγόμενον οὕτως· ὅρασις καὶ ἐν τῇ ὁράσει γνῶσις καὶ αἴσθησις (ἐν τοῖς πνευματικοῖς δὲ τοῦτό φημι, ἐν γὰρ τοῖς σωματικοῖς καὶ δίχα ὁράσεως αἴσθησις γίνεται). Οἷόν τι λέγω; Τυφλὸς εἰς λίθον τὸν πόδα κρούων αἰσθάνεται, ὁ δὲ νεκρὸς οὔ· ἐν τοῖς πνευματικοῖς δὲ εἰ μὴ εἰς θεωρίαν ἔλθῃ ὁ νοῦς τῶν ὑπὲρ ἔννοιαν, τῆς μυστικῆς ἐνεργείας οὐκ αἰσθάνεται. Ὁ οὖν πρὸ τῆς θεωρίας τῶν ὑπὲρ νοῦν καὶ λόγον καὶ ἔννοιαν ἐπαισθάνεσθαι λέγων ἐν τοῖς πνευματικοῖς, τῷ τὰς ὄψεις πηρῷ ἔοικεν, ὃς ἐν οἷς μὲν πάσχει ἀγαθοῖς ἢ κακοῖς ἐπαισθάνεται, ἀγνοεῖ δὲ τὰ ἐν χερσὶν ἢ ποσὶ καὶ τὰ παραίτια ζωῆς ἢ θανάτου τούτῳ γενόμενα· τὰ γὰρ ἐπερχόμενα αὐτῷ κακὰ ἢ ἀγαθὰ οὐδαμῶς ἐπαισθάνεται τῆς ὀπτικῆς ἐστερημένος δυνάμεως καὶ αἰσθήσεως, ὅθεν καὶ πολλάκις τὴν ῥάβδον ἐπάρας πρὸς τὴν τοῦ ἐχθροῦ ἄμυναν, ἀντ᾿ ἐκείνου ἔσθ᾿ ὅτε τὸν ἑαυτοῦ φίλον μᾶλλον ἐτύπτησε, τοῦ ἐχθροῦ πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ ἱσταμένου καὶ διαγελῶντος αὐτόν. Ἀνάστασιν Χριστοῦ οἱ πλείονες μὲν τῶν ἀνθρώπων πιστεύουσιν, ὀλίγοι δὲ λίαν εἰσὶν οἱ καὶ ταύτην βλέποντες καθαρῶς, οἱ δέ γε μὴ θεασάμενοι οὐδὲ προσκυνεῖν δύνανται, ὡς ἅγιον καὶ Κύριον, τὸν Χριστὸν Ἰησοῦν· «Οὐδεὶς γάρ, φησί, δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ» (Α´ Κορ. ιβ´ 3), καὶ ἀλλαχοῦ· «Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν» (Ἰω. δ´ 24). Οὐδὲ γὰρ λέγει τὸ ἱερώτατον λόγιον, ὃ καθ᾿ ἑκάστην ἐπὶ στόματος περιφέρομεν· Ἀνάστασιν Χριστοῦ πιστεύσαντες, ἀλλὰ τί; «Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον». Πῶς οὖν προτρέπεται νῦν ἡμᾶς τὸ Πνεῦμα λέγειν τὸ Ἅγιον - ὡς αὐτὴν ἰδόντες, ἥνπερ οὐκ εἴδομεν· «Ἀνάστασιν Χριστοῦ θεασάμενοι», ἅπαξ πρὸ χιλίων ἐτῶν ἀναστάντος τοῦ Χριστοῦ καὶ μηδὲ τότε τοῦτον ἀνιστάμενον ἰδόντος τινός; Ἆρα μὴ ψεύδεσθαι ἡμᾶς βούλεται ἡ θεία Γραφή; Ἄπαγε, ἀλλ᾿ ἀληθεύειν μᾶλλον παρεγγυᾷ, ὡς ἐν ἑνὶ ἑκάστῳ ἡμῶν τῶν πιστῶν ἐγγινομένης δηλονότι τῆς Χριστοῦ ἀναστάσεως καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλά καθ᾿ ὥραν, ὡς εἰπεῖν, αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ ἐν ἡμῖν ἐξανισταμένου, λαμπροφοροῦντος καὶ ἀπαστράπτοντος τὰς τῆς ἀφθαρσίας καὶ Θεότητος ἀστραπάς. Ἡ φωτοφόρος γὰρ παρουσία τοῦ Πνεύματος τὴν ἀνάστασιν ἡμῖν, ὡς ἐν πρωΐᾳ (Πρβ Ἰω. κα´ 4) ὑποδεικνύει, μᾶλλον δὲ αὐτὸν ἐκεῖνον τὸν ἀναστάντα ὁρᾷν χαρίζεται. Διὸ καὶ λέγομεν· «Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν» (Ψαλ. ριζ´ 27), καὶ τὴν δευτέραν αὐτοῦ ὑποσημαίνοντες παρουσίαν ἐπιφέροντες οὕτω λέγομεν· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου» (Ψαλ. ριζ´ 26). Οἷς οὖν ἐπιφανῇ ὁ Χριστὸς ἐξαναστάς, πάντως πνευματικῶς αὐτοῖς τοῖς πνευματικοῖς ὄμμασι ὁρώμενος δείκνυται. Ὅταν γὰρ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος γένηται, ἀνιστᾷ ἡμᾶς ἐκ νεκρῶν καὶ ζωοποιεῖ καὶ αὐτὸν ἐν ἡμῖν ὅλον ὁρᾷν ζῶντα δίδωσι, τὸν ἀθάνατον καὶ ἀνώλεθρον, οὐ μόνον δέ, ἀλλὰ καὶ συνανιστῶντα (Πρβ. Ἐφ. β´ 6) καὶ συνδοξάζοντα (Πρβ. Ρωμ. η´ 17) ἡμᾶς ἑαυτῷ τρανῶς γινώσκειν χαρίζεται, καθώς πᾶσα θεία Γραφὴ μαρτυρεῖ. Ταῦτα τοίνυν εἰσὶ τὰ τῶν χριστιανῶν θεῖα μυστήρια, αὕτη ἡ ἐγκεκρυμμένη τῆς πίστεως ἡμῶν δύναμις, ἣν οἱ ἄπιστοι ἢ δύσπιστοι ἢ μᾶλλον εἰπεῖν ἡμίπιστοι οὐχ ὁρῶσιν, οὔτε μὴν ἰδεῖν οὐδαμῶς δύνανται (Πρβ. Α´ Τιμ. ς´ 16). Ἄπιστοι δέ, δύσπιστοι καὶ ἡμίπιστοι, οὗτοί εἰσιν οἱ μὴ διά τῶν ἔργων τὴν πίστιν ἐπιδεικνύμενοι (Πρβ. Ἰακ. β´ 18). Ἔργων γὰρ δίχα καὶ οἱ δαίμονες πιστεύουσι (Πρβ. Ἰακ. β´ 19) καὶ Θεὸν εἶναι τὸν Δεσπότην ὁμολογοῦσι Χριστόν· «Οἴδαμεν γὰρ σε (Πρβ. Μαρκ. α´ 24, Λουκ. δ´ 34), φασί, τὸν Υἱὸν τοῦ Θεοῦ» (Πρβ. Ματθ. η´ 29 κ.α.), καὶ ἀλλαχοῦ· «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν»(Πραξ. ις´ 17). Ἀλλ᾿ ὅμως οὔτε τοὺς δαίμονας οὔτε τοὺς ἀνθρώπους αὐτοὺς ἡ τοιαύτη πίστις ὠφελήσει. Οὐδὲ γὰρ τῆς πίστεως ταύτης ὄφελος, νεκρὰ γὰρ ἐστι κατὰ τὸν θεῖον ἀπόστολον· «Ἡ πίστις γάρ, φησί, δίχα τῶν ἔργων νεκρά ἐστιν» (Ἰακ. β´ 26), ὥσπερ καὶ τὰ ἔργα δίχα πίστεως. Νεκρὰ δὲ πῶς; Ὅτι τὸν ζωογονοῦντα Θεὸν (Πρβ. Α´ Τιμ. ς´ 13) οὐκ ἔχει ἐν ἑαυτῇ, ὅτι τὸν εἰπόντα· «Ὁ ἀγαπῶν με τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσει (Πρβ. Ἰω. ιδ´ 21, 23), καὶ ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ᾿ αὐτῷ ποιησόμεθα» (Ἰω. ιδ´ 23) οὐκ ἐκτήσατο ἐν ἑαυτῇ, ἵνα τῇ παρουσίᾳ αὐτοῦ ἐξαναστήσῃ τὸν κεκτημένον αὐτὴν ἐκ νεκρῶν καὶ ζωοποιήσῃ αὐτὸν καὶ τὸν ἀναστάντα ἐν αὐτῷ καὶ αὐτὸν ἀναστήσαντα κατιδεῖν χαρίσηται. Νεκρὰ οὖν ἐστιν ἡ τοιαύτη πίστις τούτου γε ἕνεκα, μᾶλλον δὲ νεκροὶ οἱ ταύτην χωρὶς τῶν ἔργων κεκτημένοι εἰσίν. Ἡ γὰρ πίστις, ἡ εἰς Θεόν, ἀεὶ ζῇ καὶ ζῶσα ζωοποιεῖ τοὺς ἐκ προθέσεως ἀγαθῆς προσερχομένους καὶ ὑποδεχομένους αὐτήν, ἥτις καὶ πρὸ τῆς ἐργασίας τῶν ἐντολῶν πολλοὺς ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν ἀνήγαγε καὶ τὸν Χριστὸν καὶ Θεὸν ὑπέδειξε. Καὶ ἔμελλον ἄν, εἰ ἐνέμειναν ταῖς αὐτοῦ ἐντολαῖς καὶ ταύτας μέχρι θανάτου (Πρβ. Φιλιπ. β´ 8) ἐφύλαξαν, διαφυλαχθῆναι καὶ αὐτοὶ ὑπ᾿ αὐτῶν – οἷοι δηλονότι γεγόνασιν ὑπὸ μόνης τῆς πίστεως· ἐπεὶ δὲ μετεστράφησαν ὡς τόξον στρεβλὸν (Ψαλ. οζ´ 57) καὶ ταῖς προτέραις αὐτῶν περιεπάρησαν πράξεσιν, εἰκότως εὐθὺς καὶ περὶ τὴν πίστιν εὑρέθησαν ναυαγήσαντες (Α´ Τιμ. α´ 19) καὶ τοῦ ἀληθινοῦ πλούτου, ὅς ἐστι Χριστὸς ὁ Θεός, ἑαυτοὺς δυστυχῶς ἀπεστέρησαν. Ὅπερ ἵνα μὴ πάθωμεν καὶ ἡμεῖς, τηρήσωμεν, ἀξιῶ, τὰς ἐντολὰς τοῦ Θεοῦ ὅση δύναμις, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀγαθῶν, λέγω δὴ αὐτῆς τῆς τοῦ Χριστοῦ θέας, ἐπαπολαύσωμεν, ἧς Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. |
Ἀδελφοὶ καὶ πατέρες, ἦρθε τὸ Πάσχα, ἡ χαρμόσυνη μέρα τῆς Ἀναστάσεως τοῦ Χριστοῦ,
ἡ αἰτία κάθε εὐφροσύνης καὶ ἀγαλλιάσεως, ποὺ ἔρχεται μία φορὰ τὸν χρόνο ἢ μᾶλλον
ἔρχεται καθημερινὰ καὶ συνεχῶς σ᾿ ἐκείνους ποὺ κατανοοῦν τὸ μυστικό της νόημα. Ἦρθε
καὶ γέμισε τὶς καρδιές μας χαρὰ καὶ ἀγαλλίαση λύνοντας τὸν κόπο τῆς πάνσεπτης νηστείας
καὶ τελειοποιώντας καὶ παρηγορώντας τὶς ψυχές μας. Ἂς εὐχαριστήσουμε λοιπὸν τὸν Κύριο, ποὺ μᾶς πέρασε μέσα ἀπὸ τὸ πέλαγος τῆς νηστείας καὶ μᾶς ὁδήγησε μὲ εὐφροσύνη στὸ λιμάνι τῆς Ἀναστάσεώς του... Ἂς ἐξετάσουμε ποιὸ εἶναι τὸ μυστήριο τῆς Ἀναστάσεως τοῦ Χριστοῦ καὶ Θεοῦ μας, ποὺ συντελεῖται κατὰ παράδοξο τρόπο σὲ ὅσους τὸ ἐπιθυμοῦν, πῶς θάπτεται ὁ Χριστὸς μέσα μας σὰν σὲ μνῆμα καὶ πῶς ἑνώνεται μὲ τὶς ψυχές μας καὶ ἀνασταίνεται συνανασταίνοντας κι ἐμᾶς. Ὁ Χριστὸς καὶ Θεός μας, ἀφοῦ κρεμάσθηκε στὸν σταυρό, σταύρωσε ἐπάνω σ᾿ αὐτὸν τὴν ἁμαρτία τοῦ κόσμου· κι ἀφοῦ γεύθηκε τὸν θάνατο, κατέβηκε στὰ κατώτατα τοῦ Ἅδη. Ὅπως λοιπὸν τότε ἀνεβαίνοντας ἀπὸ τὸν Ἅδη ἐπέστρεψε στὸ ἄχραντο σῶμα του - ἀπὸ τὸ ὁποῖο δὲν ἀποχωρίσθηκε καθόλου - κι ἀμέσως ἀναστήθηκε καὶ μετὰ ἀνῆλθε στοὺς οὐρανοὺς μὲ δόξα πολλὴ καὶ δύναμη, ἔτσι ἀκριβῶς καὶ τώρα, ὅταν ἐμεῖς ἐξερχόμαστε ἀπὸ τὸν κόσμο καὶ εἰσερχόμαστε μὲ τὴν ἐξομοίωση τῶν παθημάτων τοῦ Κυρίου στὸν τάφο τῆς μετανοίας καὶ τῆς ταπεινώσεως, αὐτὸς ὁ ἴδιος κατεβαίνει ἀπὸ τοὺς οὐρανούς, εἰσέρχεται στὸ σῶμα μας σὰν σὲ τάφο, ἑνώνεται μὲ τὶς νεκρωμένες πνευματικὰ ψυχές μας καὶ τὶς ἀνασταίνει. Ἔτσι παρέχει τὴ δυνατότητα σ᾿ ἐκεῖνον ποὺ συναναστήθηκε μαζί του νὰ βλέπει τὴ δόξα τῆς μυστικῆς του ἀναστάσεως. Ἀνάσταση λοιπὸν τοῦ Χριστοῦ εἶναι ἡ δική μας ἀνάσταση τῶν κάτω κειμένων. Γιατί πῶς θὰ ἀναστηθεῖ αὐτὸς ποὺ ποτὲ δὲν ἔπεσε σὲ ἁμαρτία, καθὼς εἶναι γραμμένο, μήτε ἀλλοιώθηκε στὸ ἐλάχιστο ἡ δόξα του; Ἢ πῶς θὰ δοξασθεῖ ἐκεῖνος ποὺ εἶναι ὑπερδεδοξασμένος καὶ ἐξουσιάζει τὰ σύμπαντα; Ἡ Ἀνάσταση καὶ ἡ δόξα τοῦ Χριστοῦ, καθὼς εἴπαμε, εἶναι ἡ δική μας δόξα. Ἀφ᾿ ὅτου δηλ. ἐκεῖνος οἰκειοποιήθηκε τὴν ἀνθρώπινη φύση, ὅσα ἐνεργεῖ σ᾿ ἐμᾶς τὰ ἐπιγράφει στὸν ἑαυτό του. Ἡ ἀνάσταση λοιπὸν τῆς ψυχῆς εἶναι ἡ ἕνωσή της μὲ τὴ ζωή. Ὅπως ἀκριβῶς τὸ νεκρὸ σῶμα δὲν μπορεῖ νὰ ζήσει, ἂν δὲ δεχθεῖ μέσα του τὴ ζωντανὴ ψυχὴ καὶ δὲ σμίξει ἄμικτα μ᾿ αὐτήν, ἔτσι καὶ ἡ ψυχὴ δὲ μπορεῖ νὰ ζήσει μόνη της, ἂν δὲν ἑνωθεῖ ἀρρήτως κι ἀσυγχύτως μὲ τὸν Θεό, ποὺ εἶναι ἡ ὄντως αἰώνια ζωή. Εἶναι δηλ. νεκρὴ πρὶν ἀπὸ τὴν ἐν γνώσει καὶ ὀράσει καὶ αἰσθήσει ἕνωσή της μὲ τὸν Χριστό, κι ἂς εἶναι νοερὴ κι ἀθάνατη ἀπὸ τὴ φύση της. Οἱ περισσότεροι ἀπὸ τοὺς ἀνθρώπους πιστεύουν στὴν Ἀνάσταση τοῦ Χριστοῦ, πολὺ λίγοι ὅμως εἶναι αὐτοὶ ποὺ τὴν βλέπουν καθαρά· κι αὐτοὶ ποὺ δὲν τὴν εἶδαν, δὲν μποροῦν νὰ προσκυνήσουν τὸν Ἰησοῦ Χριστὸ ὡς Ἅγιο καὶ Κύριο.... Καὶ τὸ ἱερότατο λόγιο, ποὺ καθημερινὰ ἔχουμε στὸ στόμα, δὲν λέει «Ἀνάστασιν Χριστοῦ πιστεύοντες» ἀλλὰ τί; «Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν τὸν μόνον ἀναμάρτητον». Πῶς λοιπόν μας προτρέπει τώρα τὸ Ἅγιο Πνεῦμα νὰ λέμε ὅτι εἴδαμε αὐτὴν ποὺ δὲν εἴδαμε, ἀφοῦ μάλιστα μιὰ φορὰ ἀναστήθηκε ὁ Χριστὸς πρὶν χίλια χρόνια κι οὔτε τότε τὸν εἶδε κανεὶς ν᾿ ἀνασταίνεται; Ἄραγε μήπως ἡ Ἁγία Γραφὴ θέλει νὰ λέμε ψέματα; Ὄχι βέβαια· ἀλλὰ αὐτὸ ποὺ μᾶς προτρέπει νὰ ὁμολογοῦμε εἶναι ἡ ἀλήθεια, ἐπειδὴ ἡ Ἀνάσταση τοῦ Χριστοῦ συντελεῖται μέσα στὸν κάθε πιστὸ κι ὄχι μόνο μία φορά, ἀλλὰ κάθε ὥρα θὰ λέγαμε, ἀφοῦ αὐτὸς ὁ ἴδιος ὁ Δεσπότης Χριστὸς ἀνασταίνεται μέσα καὶ λαμπροφορεῖ καὶ ἀπαστράπτει τὶς ἀστραπὲς τῆς ἀφθαρσίας καὶ τῆς θεότητος. Γιατὶ ἡ φωτοφόρος παρουσία τοῦ πνεύματός μας ὑποδεικνύει τὴν Ἀνάσταση τοῦ Χριστοῦ ἢ μᾶλλον μᾶς ἀξιώνει νὰ δοῦμε αὐτὸν τὸν ἴδιο τὸν ἀναστάντα. Γι᾿ αὐτὸ καὶ λέμε: «Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν» (Ψαλμ. 117,27, Θεὸς εἶναι ὁ Κύριός μας καὶ φανερώθηκε σὲ μᾶς). Σ᾿ ὅσους λοιπὸν ἀποκαλυφθεῖ ὁ ἀναστημένος Χριστός, πάντως πνευματικὰ ἐμφανίζεται στὰ πνευματικά τους μάτια. Γιατί, ὅταν ἔρχεται σὲ μᾶς διὰ τοῦ Ἁγίου Πνεύματος, μᾶς ἀνασταίνει ἐκ νεκρῶν, μᾶς ζωοποιεῖ καὶ μᾶς δίνει τὴ χάρη νὰ τὸν βλέπουμε μέσα μας ὁλοζώντανο, αὐτὸν τὸν ἀθάνατο καὶ ἀνώλεθρο καὶ νὰ γνωρίζουμε πλήρως, ὅτι αὐτὸς μᾶς συνανασταίνει καὶ μᾶς συνδοξάζει, ὅπως μαρτυρεῖ ἡ Ἁγία Γραφή. (ἀπὸ τὸ βιβλίο «Σταυροαναστάσιμα», ἔκδοσις Ἱ.Μ. Ἁγίου Συμεὼν Νέου Θεολόγου, Τ.Κ. 19014 - Κάλαμος Ἀττικῆς) |