Joannes Chrysostomus Scr. Eccl. (A.D. 4-5: Antiochenus, Constantinopolitanus) - In exaltationem venerandae crucis [Sp.], MPG 59: 679-682.
Πᾶσα μὲν ἡ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα μεταβολὴ μεγίστην χαρὰν καὶ εὐφροσύνην τῷ γένει τῶν ἀνθρώπων κατεργάζεται. Πέφυκε γὰρ ἡ ἀνθρωπίνη φύσις, τῶν κρειττόνων ὀρεγομένη, ἀεὶ σπεύδειν ἐπὶ τὴν τῶν βελτιόνων κατάληψιν. Οὕτω γοῦν ἡδεῖα τοῖς πλέουσιν ἡ ἐκ χειμῶνος εἰς εὐδίαν καὶ γαλήνην μετάβασις· ἡδεῖα δὲ καὶ τοῖς ὁδοιπόροις ἡ ἐκ καμάτου ἐπ᾿ ἀνάπαυσιν ἡσυχία· ἡδεῖα δὲ καὶ τοῖς λυπουμένοις ἡ ἐκ κατηφείας εἰς εὐφροσύνην μετάθεσις· ἡδυτέρα δὲ καὶ τοῖς νοσοῦσιν ἡ ἐξ ἀσθενίας εἰς ὑγίειαν καὶ εὐρωστίαν ἀνάληψις· ἡδεῖα δὲ καὶ τοῖς πολεμίοις ἡ ἀπὸ ἔχθρας εἰς φιλίαν καὶ εἰρήνην βεβαίωσις· ἡδυτέρα δὲ καὶ ἡ ἀπὸ τοῦ σκότους καὶ τῆς νυκτὸς εἰς τὴν ἡμέραν μετάπτωσις. Καὶ πᾶσα πρᾶξις, ὡς ἔστιν εἰπεῖν, ἡδυτέραν ἔχει τὴν ἐργασίαν, ὅταν ὄφελος μετὰ τοῖς ποθοῦσιν αὐτὴν ἀπεργάζηται.
Οὕτω γοῦν ὁρῶμεν καὶ τὴν ὑπὸ Θεοῦ δεδομένην ἡμῖν ἀπόλαυσιν, τῇ μεταβολῇ τὴν εὐφροσύνην ἡμῖν παρεχομένην. Σῖτος μὲν γάρ ἐστιν οὕτως ἡδύς· εἰς δὲ τὴν γῆν μετὰ κόπου καταβαλλόμενος καὶ πολυπλασιαζόμενος, ἡδύτερος ἀναδείκνυται μετὰ πάσης χαρᾶς εἰς πλῆθος τροφῆς λαμβανόμενος. Εἷς μὲν γάρ ἐστι τῷ σπόρῳ κόκκος εἰς ἀδηλίαν ῥιπτόμενος. Οὕτω καὶ φύσις ἀμπέλου ἡδυτέραν ἡμῖν παρέχει τὴν ἀνάπαυσιν, τῇ μεταβολῇ τοῦ καρποῦ τὸ ποτὸν ἀπὸ τοῦ ξύλου προφερομένη. Ἕλικες μὲν γὰρ καὶ φύλλα δριμυτάτην καὶ στυπτικωτάτην ἔχουσι τὴν ἐνέργειαν, ὡς μηδὲ στόματι δυνατὸν πρὸς γεῦσιν ἐφάψασθαι· σταφυλὴ δὲ σὺν ἕλιξι καὶ φύλλοις ἐν ἑνὶ ξύλῳ συμφυομένη, τοιαύτην γλυκεῖαν ἔχει τὴν αἴσθησιν, ὡς γλυκαίνειν τῶν πικρῶν καὶ λυπηρῶν τὴν ἕξιν, τὸν ἴδιον καρπὸν εἰς εὐφροσύνην τῇ πόσει παρεχομένη. Οὕτω καὶ τῆς ἐλαίας τὸ πρέμνον ἀειθαλὲς μὲν ἔχει τὸ φύλλον, ἀεὶ δὲ νεάζον τὸ δένδρον· φέρεται δὲ κατὰ καιρὸν ὁ καρπός, οὐχ ὁμοίως τοῖς πᾶσιν ἀπὸ τοῦ ξύλου φαινόμενος, ἀλλ᾿ ἰδίαν τινὰ φύσιν ἐν ἑαυτῷ ἐπιδεικνύμενος. Ἄνθος μὲν γὰρ πρῶτον ὡς χοῦν λεπτότατόν ἐστι περιβαλλόμενος, ἐν μέσῳ δὲ τούτου αὐτός ἐστιν ὡς κέγχρος ἀναφυόμενος· καὶ βότρυϊ μὲν παρεοικὼς πλῆθος ἀναρίθμητον ἐπιδείκνυται, εἰς αὔξησιν δὲ προϊὼν, τοῦ πλήθους μὲν ὡς ἀνωφελοῦς ἀπαλλάττεται, καὶ πικρὸς μέν ἐστιν ἕως τέλους ἀπογευόμενος, ἄγευστος δὲ διὰ χειρῶν λαμβανόμενος· φύλαξ δὲ διὰ τούτου τῆς ἑαυτοῦ πιότητος γινόμενος, ἤδη τῆς πικρότητος τῇ μεταβολῇ τοσαύτην ἡδεῖαν παρέχει τὴν γεῦσιν, ὡς πάσης μὲν τρυφῆς ἄρτυμα παρεισφέρεσθαι, πάσης δὲ ἑστιάσεως κέρασμα πρὸς τὴν ζωὴν τῶν ἀνθρώπων γίνεσθαι. Καὶ οὕτω πᾶσα φύσις φυτῶν τε καὶ σπερμάτων τῇ μεταβολῇ τῶν καρπῶν τὴν εὐφροσύνην τοῖς πᾶσι παρέχουσιν.
Ἐπεὶ τοίνυν τῶν χαλεπωτέρων ἐπὶ τῇ τῶν βελτιόνων μεταβολῇ τοσαύτην χαρίζεται τὴν ἀπόλαυσιν, φέρε δὴ, μεταβάντες ἐπὶ τὰ τούτων τιμιώτερα; θεασώμεθα πόσων ἡμῖν ἀγαθῶν πρόξενος γέγονεν ὁ σταυρὸς τοῦ Χριστοῦ, διὰ τῆς αὐτοῦ ἐνεργείας τοσαύτην μεταβολὴν ἀγαθῶν κατεργασάμενος. Εἰ γὰρ καὶ λυπηρὸς καὶ στυγνὸς ὁ τοῦ Κυρίου σταυρὸς ἀκουόμενος, ἀλλὰ χαρᾶς πλήρης καὶ φαιδρότητος ἔμπλεος, οὐ πάθους, ἀλλ᾿ ἀπαθείας αἴτιος γενόμενος. Εἰ δὲ καὶ σκάνδαλόν ἐστιν Ἰουδαίοις ὀνομαζόμενος, μωρία δὲ καὶ τοῖς ἔθνεσι κηρυττόμενος, ἀλλ᾿ ἡμῖν τοῖς πιστεύουσι σωτηρία μνημονευόμενος. Εἰ γὰρ καὶ ἐν ἐκκλησίᾳ σταυροῦ ἀναγινωσκομένου, καὶ πάθους διὰ σταυροῦ μνημονευομένου, λαὸς ὁ σταυρῷ πιστεύων ἀγανακτεῖ ἐλεεινὴν φωνὴν καὶ γογγυσμὸν ἀφιέμενος, οὐ διὰ τὸν σταυρόν, ἀλλὰ διὰ τοὺς σταυρώσαντας καὶ ἀπιστήσαντας. Σταυρὸς γὰρ σωτηρία τῆς Ἐκκλησίας, σταυρὸς τὸ καύχημα τῶν εἰς αὐτὸν ἠλπικότων, σταυρὸς ὁ ἀπαλλάξας ἡμᾶς τῶν προλαβόντων κακῶν, καὶ ἀπαρχὴ τῶν ἐπιγενομένων ἡμῖν ἀγαθῶν, σταυρὸς ἡ πρὸς Θεὸν ἐχθρῶν καταλλαγὴ, καὶ ἐπὶ Χριστὸν ἁμαρτωλῶν ἐπιστροφή. Διὰ σταυροῦ γὰρ τῆς ἔχθρας ἐῤῥύσθημεν, καὶ διὰ σταυροῦ τῷ Θεῷ εἰς φιλίαν συνήφθημεν· διὰ σταυροῦ τῆς τοῦ διαβόλου τυραννίδος ἠλευθερώθημεν, καὶ διὰ σταυροῦ τοῦ θανάτου καὶ τῆς ἀπωλείας ἀπηλλάγημεν. Διὰ τοῦτο ὁ λαὸς πρότερον μὲν περὶ σταυροῦ ἀκούων ἐγόγγυζεν, αὖθις δὲ περὶ ἀναστάσεως ἀκούων τὸν γογγυσμὸν εἰς χαρὰν μετέβαλε, καθαρᾷ τῇ φωνῇ τὴν δόξαν προφερόμενος. Σταυρὸς τὴν ἀνθρωπείαν φύσιν εἰς ἀγγελικὴν μετέβαλε τάξιν, πάσης φθαρτῆς πράξεως ἀλλοτρίαν ἀποδείξας, καὶ τῆς ἀφθάρτου ζωῆς ἐνδιαιτᾶσθαι καταξιώσας. Οὐκ ἔτι γὰρ ἀνθρώπους, ἀλλὰ καὶ θεοὺς προσηγόρευσε λέγων· Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Οὐκ ἔτι δούλους, ἀλλὰ φίλους καὶ ἀδελφοὺς ὠνόμασεν, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, λέγων. Ὁρᾷς πόσην μεταβολὴν ὁ σταυρὸς κατειργάσατο; Ἵνα δὲ μάθῃς ἀκριβέστερον τὴν δύναμιν τοῦ σταυροῦ, κατανόησον τί πρὸ σταυροῦ, καὶ τί μετὰ σταυρόν, καὶ εὑρήσεις τοῦ σταυροῦ τὴν ἐνέργειαν. Πρὸ σταυροῦ Υἱὸς οὐκ ἦν γινωσκόμενος, σήμερον σταυροῦ κηρυττομένου Υἱὸς ὀνομάζεται, καὶ Πατὴρ δι᾿ Υἱοῦ γνωρίζεται· πρὸ σταυροῦ διάβολος προσεκυνεῖτο, νῦν σταυροῦ κηρυττομένου διάβολος πέπτωκε, καὶ δαίμονες φυγαδεύονται· πρὸ σταυροῦ πορνείαις καὶ ἀσελγείαις ἐσχολάζομεν, νῦν δὲ σταυροῦ κηρυττομένου οὐ μόνον πορνείας ἀπέστημεν, ἀλλὰ καὶ γάμων κατεφρονήσαμεν, παρθενίαν δὲ, ἣν οὐκ ᾔδειμεν, δεξάμενοι, ὡς ἰδίαν φυλάττομεν. Οὐκ ἦν σταυρὸς κηρυττόμενος, καὶ διάβολος τοὺς Ἰουδαίους κατὰ τοῦ Χριστοῦ συνήγαγε· σήμερον σταυρὸς κηρύσσεται, καὶ οἱ ἀπόστολοι Ἰουδαίους διὰ τῆς πίστεως προσάγουσιν. Οὐκ ἦν σταυρὸς κηρυττόμενος, καὶ ὑπὸ θανάτου κατειχόμεθα· νῦν σταυρὸς κηρύσσεται, καὶ ὡς μὴ ὄντος θανάτου κατεφρονήσαμεν· τὴν δὲ αἰώνιον ζωὴν ἐποθήσαμεν. Οὐκ ἦν σταυρὸς κηρυττόμενος, καὶ παραδείσου ἀλλότριοι ἦμεν· σταυροῦ δὲ φανέντος παραχρῆμα λῃστὴς παραδείσου ἠξιώθη. Ὢ μεγάλης δυνάμεως σταυροῦ, ὅσην μεταβολὴν τῷ γένει τῶν ἀνθρώπων κατειργάσατο! Ἀπὸ τοσούτου σκότους εἰς φῶς ἀπέραντον μετέστησεν, ἀπὸ θανάτου εἰς ζωὴν αἰώνιον ἀνεκαλέσατο, ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν ἀνεκαίνισεν. Οὐκ ἔτι γὰρ ὀφθαλμοὶ καρδίας ἀπὸ ἀγνοίας ὑπὸ τοῦ σκότους καλύπτονται, ἀλλὰ διὰ σταυροῦ τῷ φωτὶ τῆς γνώσεως καταυγάζονται· οὐκ ἔτι ὦτα κωφῶν ὑπὸ ἀπιστίας κέκλεισται· οἱ κωφοὶ γὰρ ἤκουσαν λόγον Κυρίου, καὶ οἱ τυφλοὶ ἀνέβλεψαν τοῦ ἰδεῖν τὴν δόξαν τοῦ Θεοῦ. Ταῦτα τοῦ σταυροῦ τὰ κατορθώματα, ταῦτα ἡμῖν διὰ σταυροῦ τὰ δωρήματα. Τί γὰρ καλὸν ἡμῖν οὐκ ἀπὸ σταυροῦ δεδώρηται; τί δὲ ἀγαθὸν οὐ διὰ σταυροῦ ἡμῖν κατώρθωται; Διὰ σταυροῦ εὐσεβεῖν ἐδιδάχθημεν, καὶ τῆς θείας φύσεως τὴν δύναμιν ἐπέγνωμεν· διὰ σταυροῦ δικαιοσύνην Θεοῦ παιδευόμεθα, καὶ σωφροσύνης ἀρετὴν μεταδιώκομεν· διὰ σταυροῦ ἀλλήλους γνωρίζομεν, καὶ οἱ μακρὰν ὄντες Χριστῷ συνήφθημεν, καὶ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος ἠξιώθημεν· διὰ σταυροῦ ἀγάπης τὴν δύναμιν ἔγνωμεν, καὶ ὑπὲρ ἀλλήλων ἀποθανεῖν οὐ παραιτούμεθα· διὰ σταυροῦ πάντων τῶν ἐν τῷ κόσμῳ καταπεφρονήκαμεν, καὶ ὡς οὐδὲν αὐτὰ εἶναι ἡγησάμεθα, τῶν μελλόντων ἀγαθῶν ὀρεγόμενοι, καὶ τῶν ἀοράτων ὡς ὁρωμένων ἀντιποιούμενοι.
Σταυρὸς κηρύττεται, καὶ πίστις ἡ εἰς Θεὸν ὁμολογεῖται, καὶ ἀλήθεια εἰς ἅπασαν τὴν οἰκουμένην πολιτεύεται· σταυρὸς κηρύττεται, καὶ μάρτυρες ἀναδείκνυνται, καὶ ἡ εἰς Χριστὸν ὁμολογία κρατύνεται· σταυρὸς κηρύττεται, καὶ ἡ ἀνάστασις ἀναδείκνυται, καὶ ἡ ζωὴ πεφανέρωται, καὶ ἡ τῶν οὐρανῶν βασιλεία καταπιστεύεται, καὶ οἱ ἄπιστοι τῷ σταυρῷ πιστεύουσι, καὶ σωτηρίας τυγχάνουσιν οἱ τὸν σταυρὸν κατὰ τῆς ζωῆς ἐπινοήσαντες. Σταυρὸς τούτων ἁπάντων ἡμῖν πρόξενος γέγονε, καὶ διὰ σταυροῦ ᾄδειν ἐδιδάχθημεν. Τί τοίνυν σταυροῦ τιμιώτερον; τί δὲ τούτου ταῖς ἡμετέραις ψυχαῖς ὠφελιμώτερον; Μὴ οὖν ἐπαισχυνθῶμεν σταυρὸν ὀνομάζοντες, ἀλλὰ μετὰ πάσης παῤῥησίας αὐτὸν ὁμολογήσωμεν, δι᾿ οὗ εἰς σωτηρίαν ἀνεκλήθημεν, καὶ εἰς αἰώνιον ζωὴν παραπεμπόμεθα. Ὁρᾷς πόσην ὁ σταυρὸς οὗτος οἰκονομίαν τῷ κόσμῳ κατειργάσατο; Μετέβαλεν αὐτοῦ τὰ ἄνομα πράγματα, καὶ ἠλλοίωσε τὰ ἄθεα δόγματα, οὐκ ἔτι νόμοις διαβολικοῖς ἐμπολιτεύεται, οὐ θεσμοῖς θανατικοῖς ἀναστρέφεται. Θεὸς γὰρ ἐπεδήμησε, καὶ τῆς οἰστρηλασίας τὰ πάθη ἐξέτεμε, τὰ ἴδια ἐνομοθέτησε, καὶ τὰ συμφέροντα καὶ ἐπωφελῆ ἐδογμάτισε· δόγματα σωφροσύνης ἐθέσπισε, καὶ τὴν ἡδυπάθειαν ἐξέκοψεν· ὅρους ἁγιωσύνης ἐνέθηκε, καὶ νόμον ἁγνείας ἥρμοσε, καὶ ἄνομον πορνείαν ἐκποδὼν ἐποίησε· τοὺς τῆς ἐγκρατείας ἐνομοθέτησε κανόνας, καὶ τὰς τῶν ἡδονῶν ἐπικρατείας ἀνέτρεψε· δόγματι θεϊκῷ τὰ τῶν ἐπιθυμιῶν ὄργανα κατέσπασε, καὶ πᾶσαν τὴν δι᾿ ἡδονῆς ἐντικτομένην ἁμαρτίαν ἐμείωσεν. Ἐπειδὴ γὰρ ἀρχὴ πορνείας, ἐπίνοια εἰδώλων, εὕρεσις δὲ αὐτῶν, φθορὰ ζωῆς, διὰ τοῦτο τὴν ῥίζαν τῆς ἀνομίας ἐξέκοψεν, ἵνα παύσῃ πάντα τὰ ῥεύματα τῆς ἀσεβείας. Καὶ κατήργησε μὲν τὰ μυσαρὰ σεβάσματα τῆς εἰδωλολατρείας, διέφθειρε δὲ τὰ τῶν ἀθεμίτων ἐπιτηδεύματα, ἠχρείωσε τὰ σχίσματα τῆς βακχικῆς παρανομίας, καὶ ἠμαύρωσε τὰ πλάσματα καὶ τὰ καλλωπίσματα τῆς ἀσεβείας· τὰ τῆς ἀπάτης ἐνέκοψεν ἀδικήματα, καὶ τὰ τῆς ἀπωλείας ἐνέφραξε ῥεύματα· ἐκαθάρισε τὰς ψυχὰς ἐκριζώσας τὰς ἀκάνθας τῆς ἀσεβείας, καὶ ἤνεγκεν ὡς κόκκον σίτου τὰ σπέρματα τῆς θεοσεβείας, ἵν᾿ ἀποδείξῃ τὰς ψυχὰς καρποφορούσας γεννήματα δικαιοσύνης· ἤνοιξε τοὺς καταῤῥάκτας τῆς πνευματικῆς σιτοδοσίας, καὶ ἐπλήρωσε τὰς λογικὰς ἀποθήκας τῶν θεϊκῶν γεννημάτων τῆς ἐπουρανίου σοφίας· ἐνεφόρησε τοὺς πιστεύοντας τῆς τοῦ Πνεύματος ἁγιαστίας, καὶ γέγονεν ἕκαστος δοχεῖον τῆς ἐνθέου ἁγιωσύνης, καὶ ποταμὸς τῆς θείας εὐπρεπείας. Τούτων ἡμῖν ἁπάντων ὁ σταυρὸς ἐχορήγησε τὴν κτῆσιν, καὶ πάντων τῶν τηλικούτων ἀγαθῶν διὰ τοῦ σταυροῦ ἀπολαύομεν. Τούτων ἁπάντων τὴν γνῶσιν διὰ σταυροῦ εἰλήφαμεν, καὶ ταῦτα πάντα δι᾿ αὐτοῦ ἐδιδάχθημεν. Ἵνα δὲ μάθῃς τοῦ σταυροῦ τὴν δύναμιν καὶ πόσον ἰσχύει σταυροῦ ἐνέργεια, κατάμαθε τὰ ἐπὶ τοῦ σταυροῦ γενόμενα, καὶ εὑρήσεις ἔργα θεϊκῆς δυνάμεως δι᾿ αὐτοῦ τελούμενα. Σταυρὸς κατὰ τῆς ζωῆς πήγνυται, καὶ ζωὴ τῷ κόσμῳ διὰ σταυροῦ εἰς θάνατον ἐπινενόηται, καὶ θάνατος νεκρὸς δι᾿ αὐτοῦ ἀποδέδεικται· σταυρὸς κατὰ τῆς ἀληθείας ἥπλωται, καὶ διὰ σταυροῦ κόσμος τῆς ἀληθείας πεπλήρωται· σταυρὸς ἐκτέταται κατὰ τοῦ Δεσπότου, καὶ ὁ Δεσπότης δι᾿ αὐτοῦ τὰς χεῖρας ἐκτείνας, τὰ πάντα πρὸς ἑαυτὸν συνήγαγε. Χριστὸς ἐπὶ σταυροῦ κρέμαται, καὶ διάβολος νενέκρωται· Χριστὸς ἐπὶ σταυροῦ ἥπλωται, καὶ σημεῖον σωτηρίας τῷ κόσμῳ δεδώρηται· Χριστὸς ἐπὶ σταυροῦ προσήλωται, καὶ πᾶσα ψυχὴ ἐκ δεσμῶν λελύτρωται· Χριστὸς ἐπὶ σταυροῦ πέπηγε, καὶ ἡ σύμπασα κτίσις ἀπὸ τῆς φθορᾶς τῆς δουλείας ἠλευθέρωται· Χριστὸς ἐπὶ σταυροῦ ἀναπέπαυται, καὶ τεράστιον καινότερον τῷ κόσμῳ ἀναδέδεικται· ἡλίου γὰρ τὸ φῶς σκοτίζεται. Σύμβολον τοῖς μὲν ἀπίστοις ἐν ἡμέρᾳ κρίσεως τὸ σκότος ταμιευόμενον, τοῖς δὲ πιστεύουσι τὸ φῶς τῆς ἡμέρας ἀπὸ σκότους μεταβαλλόμενον. Τοῦτο δὲ καὶ προφητικόν που λόγιον βοᾷ λέγον· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς, καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρήνους. Ὁρᾷς, ἀγαπητὲ, ἡλίκον περιέχει μυστήριον τὸ προφητικὸν λόγιον; Ἐνταῦθα γὰρ ἀμφοτέρων αἰνίττεται τὰ πράγματα, Ἰουδαίων τε λέγω τῶν ὑπὸ νόμον, καὶ ἐθνῶν ἔξω τοῦ νόμου τὴν ἀνομίαν ἐπιτελούντων. Οἱ μὲν γὰρ κατὰ νόμον ἑορτάζοντες πενθήσουσι τὰς ἑορτὰς ἀποτελέσαντες, καὶ ἀντὶ ᾠδῶν κοπετὸν περὶ τῆς Ἱερουσαλὴμ ποιήσονται. Οὐκ ἔτι γὰρ ἔσται Ἱερουσαλὴμ ἔχουσα τὰς λατρείας, οὔτε ἐπιτελεσθήσεται ἑορτὴ ἐν αὐτῇ, τέλος εἰληφότων ἁπάντων μετὰ τὴν Χριστοῦ ἐπιδημίαν καὶ τὸ πάθος αὐτοῦ καὶ τὴν οἰκονομίαν. Διὰ τοῦτο οὖν φησι· Μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρήνους· τῶν νομικῶν ἀποστερούμενοι καὶ εἰς δουλείαν παντὶ ἔθνει παραδιδόμενοι, ἀνθ᾿ ὧν οὐκ ἐπίστευσαν τῷ θείῳ καὶ παραδόξῳ τοῦ σταυροῦ κηρύγματι. Πενθήσει δὲ καὶ ἐπὶ ταῖς ἁμαρτίαις ἐξομολογούμενα ἔθνη πένθος μακαρισμοῦ πρόξενον. Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Πενθήσουσιν οὖν ἐπὶ ταῖς ματαίαις αὐτῶν ἑορταῖς, καὶ ᾄσμασιν ἀθεμίστοις, οἷς ἐπετέλουν τοῖς ἀκαθάρτοις δαίμοσιν. Ὅρα γάρ μοι σήμερον, πῶς μετανοήσας ἐθνικός, ὁ πρότερον τοῖς εἰδώλοις ἑορτάζων, μεταστρέφει τὴν ἑορτὴν εἰς πένθος, μετανοῶν ἐφ᾿ οἷς κακῶς ἔπραττε, καὶ λέγει θρηνῶν τὸ προφητικὸν ἐκεῖνο λόγιον· Ἐπλανήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς τὰ ἁμαρτήματα ἡμῶν, ὅτι ἐπλήσθημεν ἀσεβείας ἡμῶν. Ἔγνωμεν ἀδικίας πατέρων ἡμῶν. Οὕτως οὖν καὶ ἡμεῖς καλῶς θρηνοῦντες καὶ πενθοῦντες ἐν τοῖς προγεγραμμένοις ἡμῖν κακοῖς, τῷ σταυρῷ ἑαυτοὺς προσπλέξωμεν, σταυρῷ τὰς ἐλπίδας ἀνατιθέντες, ἵνα διὰ σταυροῦ παιδαγωγηθέντες, καὶ εἰς οὐρανὸν τὴν διάνοιαν τείναντες, Χριστῷ τῷ Σωτῆρι ἡμῶν πλησιάσαντες, ἐγγὺς Θεοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν γενέσθαι καταξιωθῶμεν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.