Ἰωάννης Δαμασκηνός - Πίναξ σὺν Θεῷ τῶν φιλοσόφων κεφαλαίων τοῦ Δαμασκηνοῦ


[pinax]   Πίναξ
σὺν θεῷ
τῶν φιλοσόφων κεφαλαίων
τοῦ Δαμασκηνοῦ
Recensio fusior

[pinax.6]   <Προοίμιον-Ἐπιστολή>
αʹ Περὶ γνώσεως
βʹ Τίς ὁ σκοπός
γʹ Περὶ φιλοσοφίας
δʹ Περὶ τοῦ ὄντος οὐσίας τε
   καὶ συμβεβηκότος
εʹ Περὶ φωνῆς
Ϛʹ Περὶ διαιρέσεως
ζʹ Περὶ τοῦ φύσει προτέρου
ηʹ Περὶ ὁρισμοῦ
θʹ Περὶ γένους
ιʹ Περὶ εἴδους
ιαʹ Περὶ ἀτόμου
ιβʹ Περὶ διαφορᾶς
ιγʹ Περὶ συμβεβηκότος
ιδʹ Περὶ ἰδίου
ιεʹ Περὶ τῶν κατηγορουμέ-
   νων
ιϚʹ Περὶ συνωνύμου καὶ ὁμω-
   νύμου κατηγορίας
ιζʹ Περὶ ὑποκειμένου
ιηʹ Περὶ τῆς ἐν τῷ τί ἐστι
   καὶ τῆς ἐν τῷ
   ποῖόν τί ἐστι κατηγο-
   ρίας
ιθʹ Κοινωνίαι καὶ διαφοραὶ
   τῶν πέντε φωνῶν
κʹ Κοινωνία καὶ διαφορὰ γέ-
   νους καὶ διαφορᾶς
καʹ Κοινωνία καὶ διαφορὰ γέ-
   νους καὶ εἴδους
κβʹ Κοινωνία καὶ διαφορὰ γέ-
   νους καὶ ἰδίου
κγʹ Κοινωνία καὶ διαφορὰ γέ-
   νους καὶ συμβεβηκότος
κδʹ Κοινωνία καὶ διαφορὰ
   διαφορᾶς καὶ εἴδους
κεʹ Κοινωνία καὶ διαφορὰ
   διαφορᾶς καὶ ἰδίου
κϚʹ Κοινωνία καὶ διαφορὰ
   διαφορᾶς καὶ συμβεβηκό-
   τος
κζʹ Κοινωνία καὶ διαφορὰ εἴ-
   δους καὶ ἰδίου
κηʹ Κοινωνία καὶ διαφορὰ εἴ-
   δους καὶ συμβεβηκότος
κθʹ Κοινωνία καὶ διαφορὰ
   ἰδίου καὶ ἀχωρίστου συμ-
   βεβηκότος
λʹ Περὶ ὑποστάσεως καὶ ἐν-
   υποστάτου καὶ ἀνυποστά-
   του
λαʹ Περὶ οὐσίας καὶ φύσεως
   καὶ μορφῆς ἀτόμου τε καὶ
   προσώπου καὶ ὑποστά-
   σεως
   (v. supra Ϛʹ)
   (v. supra ζʹ)
   (v. supra ηʹ)
λβʹ Περὶ ὁμωνύμων
λγʹ Περὶ συνωνύμου
λδʹ Περὶ πολυωνύμων
λεʹ Περὶ ἑτέρων καὶ ἑτερωνύ-
   μων
λϚʹ Περὶ παρωνύμων
λζʹ Περὶ τῶν δέκα γενικωτά-
   των γενῶν
ληʹ Περὶ ὁμογενῶν καὶ ὁμοει-
   δῶν ἑτερογενῶν τε καὶ
   ἑτεροειδῶν καὶ ἀριθμῷ
   διαφερόντων
λθʹ Περὶ τοῦ ἔν τινι
μʹ Περὶ οὐσίας
μαʹ Περὶ φύσεως
μβʹ Περὶ μορφῆς
μγʹ Περὶ ὑποστάσεως
μδʹ Περὶ προσώπου
μεʹ Περὶ ἐνυποστάτου
μϚʹ Περὶ ἀνυποστάτου
μζʹ Διαίρεσις τοῦ ὄντος καὶ
   τῆς οὐσίας
μηʹ Περὶ τοῦ τί ὑπάρχει ἴδιον
   τῆς οὐσίας
μθʹ Ἔτι περὶ ὁμογενῶν καὶ
   ὁμοειδῶν ἑτερογενῶν τε
   καὶ ἑτεροειδῶν καὶ ὁμο-
   ϋποστάτων καὶ ἀριθμῷ
   διαφερόντων
νʹ Περὶ ποσοῦ καὶ ποσότη-
   τος
ναʹ Περὶ τῶν πρός τι
νβʹ Περὶ ποιοῦ καὶ ποιότητος
νγʹ Περὶ τοῦ ποιεῖν καὶ πά-
   σχειν
νδʹ Περὶ τοῦ κεῖσθαι
νεʹ Περὶ τῆς ποῦ
νϚʹ Περὶ τῆς ποτέ
νζʹ Περὶ τοῦ ἔχειν
νηʹ Περὶ ἀντικειμένων
νθʹ Περὶ ἕξεως καὶ στερήσεως
ξʹ Περὶ προτέρου καὶ ὑστέ-
   ρου
ξαʹ Περὶ τοῦ ἅμα
ξβʹ Περὶ κινήσεως
ξγʹ Περὶ τοῦ ἔχειν
ξδʹ Περὶ ἀποφάνσεως ἀποφά-
   σεώς τε καὶ καταφάσεως
ξεʹ Περὶ ὅρου καὶ προτάσεως
   καὶ συλλογισμοῦ
ξϚʹ Ὁρισμοὶ τῆς φιλοσοφίας
   εἰσὶν ἕξ
ξζʹ Περὶ τῆς καθ᾿ ὑπόστασιν
   ἑνώσεως
ξηʹ <Ὅροι διάφοροι>
[proem]   <Προοίμιον-Ἐπιστολή>
Τῷ ὁσιωτάτῳ καὶ θεοτιμήτῳ Κοσμᾷ,
ἁγιωτάτῳ ἐπισκόπῳ τοῦ Μαιουμᾶ,
Ἰωάννης μοναχός

[proem.5]      Τὸ μὲν στενὸν τῆς διανοίας καὶ τὸ ἄπορον τῆς γλώσσης τῆς ἐμαυτοῦ
ἐπιστάμενος ὤκνουν, ὦ μακάριοι, τοῖς ὑπὲρ δύναμιν ἐγχειρεῖν καὶ τῶν
ἀδυνάτων κατατολμᾶν ὥσπερ τις αὐθάδης καὶ τολμητίας τὸν ἐπηρτη-
μένον τοῖς τὰ τοιαῦτα τολμῶσιν ὑφορώμενος κίνδυνον. Εἰ γὰρ Μωυσῆς,
ἐκεῖνος ὁ θεῖος νομοθέτης, ὁ πάσης ἀνθρωπίνης θέας ἀποχωρήσας καὶ
τοῦ βίου τὰς τρικυμίας καταλιπὼν καὶ πᾶσαν ὑλικὴν ἀποσμηξάμενος
ἔμφασιν καὶ τὸ τῆς ψυχῆς ὀπτικὸν καθῃράμενος κἀντεῦθεν πρὸς θεοπτίαν
γενόμενος ἐπιτήδειος, ὁ τὴν πρὸς ἡμᾶς τοῦ θεοῦ λόγου φιλάνθρωπον
συγκατάβασιν καὶ τὴν αὐτοῦ ὑπερφυᾶ σάρκωσιν ἐν βάτῳ καὶ ἀΰλῳ
πυρὶ κατιδεῖν ἠξιωμένος, φλέγοντι μὲν καὶ ἐκπυροῦντι τὴν ἄκανθαν καὶ
πρὸς τὴν ἑαυτοῦ λαμπρότητα μεταβάλλοντι, οὐ καταφλέγοντι δὲ οὐδὲ
ἀφανίζοντι οὔτε μὴν τῆς οἰκείας αὐτὴν ἐξιστῶντι φύσεως, ὁ πρῶτος τὸ
τοῦ ὄντος καὶ ἀληθῶς ὑπὲρ οὐσίαν ὄντος μεμυημένος ὄνομα, τῶν οἰκείων
καὶ συμφυλετῶν τὴν προστασίαν παρὰ θεοῦ ἐγχειριζόμενος, ἰσχνόφωνον
ἐκάλει ἑαυτὸν καὶ βραδύγλωσσον, ὡς οὐ δυνάμενος τῷ θείῳ ἐξυπηρε-
τεῖσθαι βουλήματι καὶ τοῦτο πρὸς τοὐμφανὲς ἄγειν καὶ μεσίτης θεοῦ καὶ
ἀνθρώπων καθίστασθαι, πῶς ἐγὼ ὁ ῥύπῳ μὲν πάσης ἁμαρτίας κατεστιγ-
μένος, φέρων δὲ τῶν λογισμῶν ἐν ἐμαυτῷ τὸν πολυτάραχον κλύδωνα,
καὶ μήτε νοῦν καὶ διάνοιαν κεκαθαρμένος, ὡς ἔσοπτρον θεοῦ καὶ τῶν
θείων χρηματίσαι ἐμφάσεων, μήτε λόγον ἔχων ἐπαρκέσαι τοῖς νοηθεῖσι
δυνάμενον, τὰ θεῖα καὶ ἄῤῥητα φθέγξομαι, τὰ πάσης λογικῆς φύσεως
ὑπερβαίνοντα τὴν κατάληψιν; Ταῦτα δὴ λογιζόμενος ὤκνουν τὸν
λόγον, ἐδεδίειν τε τὸ ἐπίταγμα, εἰρήσεται γὰρ τἀληθές, μήποτε διπλοῦν
ὀφλήσω τὸν γέλωτα, τῆς ἀμαθίας ἅμα καὶ τῆς ἀνοίας· τὸ δὴ χαλεπώ-
τατον. Σύγγνωστον μὲν γὰρ τῆς ἀμαθίας τὸ ἔγκλημα, εἰ μὴ ἐκ ῥαθυμίας
προέρχοιτο. Τὸ δὲ σὺν τῇ ἀμαθίᾳ κεκτῆσθαι τὴν τῆς γνώσεως οἴησιν,
χαλεπὸν καὶ ἐπίμωμον καὶ συγγνώμης ἁπάσης ἀνάξιον καὶ μείζονος,
ἵνα μὴ λέγω τῆς ἄκρας ἀμαθίας τεκμήριον. Ἀλλ᾿ ἐπειδὴ τῆς παρακοῆς ὁ
καρπὸς θάνατος, ὁ δὲ ταπεινὸς καὶ ὑπήκοος Χριστοῦ μαθητὴς καθιστά-
μενος πρὸς ὕψος ἀνάγεται καὶ χάριν παρὰ θεοῦ τὴν φωταγωγὸν κομίζε-
ται καὶ ἀνοίγων τὸ στόμα πληροῦται τοῦ πνεύματος καὶ καρδίαν
καθαίρεται διάνοιάν τε φωτίζεται καὶ λαμβάνει λόγον ἐν ἀνοίξει τοῦ
στόματος, οὐ μεριμνῶν τί λαλήσει, ὄργανον δὲ χρηματίζων ἐν αὐτῷ
λαλοῦντος τοῦ πνεύματος, δι᾿ ὑμῶν τῷ ἐν ὑμῖν ἱεραρχοῦντι Χριστῷ
πειθόμενος ὑποκύπτω τῷ ἐπιτάγματι καὶ ἀνοίγω τὸ στόμα θαῤῥῶν
ταῖς ὑμετέραις εὐχαῖς, ὡς πληρωθήσεται πνεύματος, καὶ λαλήσω λόγια
οὐ τῆς διανοίας καρπὸν τῆς ἐμῆς ἀλλὰ καρπὸν τοῦ τοὺς τυφλοὺς φωτί-
ζοντος πνεύματος, ὅσα δώσει, λαμβάνων καὶ ταῦτα φθεγγόμενος.
   Καὶ πρότερον μὲν τῶν παρ᾿ Ἕλλησι σοφῶν τὰ κάλλιστα παραθή-
σομαι εἰδώς, ὡς, εἴ τι μὲν ἀγαθόν, ἄνωθεν παρὰ θεοῦ τοῖς ἀνθρώποις
δεδώρηται, ἐπειδὴ «πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν
ἐστι καταβαῖνον παρὰ τοῦ πατρὸς τῶν φώτων». Εἴ τι δὲ τῆς ἀληθείας
ἀντίπαλον, τῆς σατανικῆς πλάνης «εὕρημα σκοτεινὸν καὶ διανοίας
ἀνάπλασμα κακοδαίμονος», ὡς ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος. Τὸν
τῆς μελίσσης οὖν τρόπον μιμούμενος τοῖς οἰκείοις τῆς ἀληθείας συνθή-
σομαι καὶ παρ᾿ ἐχθρῶν σωτηρίαν καρπώσομαι, ἀποπέμψομαι δὲ πᾶν,
ὅ τι φαῦλον καὶ τῆς ψευδωνύμου ἐχόμενον γνώσεως. Εἶτα τούτων
ἐχόμενα τῶν θεοστυγῶν αἱρέσεων συντάξω τὰ φληναφήματα, ὡς ἂν
τὸ ψεῦδος ἐπιγινώσκοντες πλέον τῆς ἀληθείας ἑξώμεθα. Εἶτα τὴν τῆς
[proem.54]   πλάνης ὀλέτειραν καὶ τοῦ ψεύδους ἐλάτειραν, ὥσπερ κροσσωτοῖς
χρυσοῖς τοῖς τῶν θεοπνεύστων προφητῶν καὶ θεοδιδάκτων ἁλιέων καὶ
θεοφόρων ποιμένων τε καὶ διδασκάλων λόγοις κεκαλλωπισμένην καὶ
περικεκοσμημένην ἀλήθειαν σὺν θεῷ καὶ τῇ αὐτοῦ ἐκθήσομαι χάριτι, ἧς ἡ
δόξα ἔσωθεν ἀπαστράπτουσα τοὺς ἐντυγχάνοντας μετὰ τῆς δεούσης
καθάρσεως καὶ τῶν ταραχωδῶν λογισμῶν ἀποθέσεως φωτίζει τοῖς
ἀμαρύγμασιν. Ἐρῶ δὲ ἐμὸν μέν, ὡς ἔφην, οὐδέν, τὰ δὲ τοῖς ἐγκρίτοις
τῶν διδασκάλων πεπονημένα εἰς ἓν συλλεξάμενος, ὅση δύναμις, συντε-
τμημένον τὸν λόγον ποιήσομαι κατὰ πάντα ὑπείκων τῷ ὑμετέρῳ προσ-
τάγματι. Ἀλλά μοι συγγνώμονες γένοισθε, θεοτίμητοι, παρακαλῶ,
ταῖς ὑμετέραις ἐντολαῖς πειθαρχήσαντι καὶ λαμβάνοντες τὸ ὑπήκοον
τὴν τῶν εὐχῶν χορηγίαν ἀντίδοτε.
[1]   Περὶ γνώσεως.
[1.2]      Οὐδὲν τῆς γνώσεώς ἐστι τιμιώτερον· εἰ γὰρ ἡ γνῶσις
φῶς ἐστι ψυχῆς λογικῆς, τοὔμπαλιν ἡ ἄγνοια σκότος.
Ὡς γὰρ ἡ τοῦ φωτὸς στέρησις σκότος ἐστίν, οὕτω καὶ ἡ
τῆς γνώσεως στέρησις λογισμοῦ σκότος ἐστίν· ἀλόγων
μὲν γὰρ ἡ ἄγνοια ἴδιον, λογικῶν δὲ ἡ γνῶσις. Ὧι τοίνυν
μὴ πάρεστι γνῶσις, γνωστικῷ κατὰ φύσιν ὄντι καὶ
ἐπιστημονικῷ, οὗτος κατὰ φύσιν ὢν λογικὸς ἐξ ἀμελοῦς
καὶ ῥαθύμου ψυχῆς ἀλόγων ἐστὶ χείρων· γνῶσιν δέ
φημι τὴν ἀληθῆ τῶν ὄντων γνῶσιν. Εἰ δὲ τῶν ὄντων αἱ
γνώσεις, ἡ ψευδὴς γνῶσις ὡς τοῦ μὴ ὄντος οὖσα γνῶσις
ἄγνοια μᾶλλον ἤπερ γνῶσίς ἐστι· τὸ γὰρ ψεῦδος ἕτερον
οὐδὲν ἢ τὸ μὴ ὂν καθέστηκεν. Ἐπειδὴ τοίνυν οὐ γυμνῇ
τῇ ψυχῇ ζῶμεν, ἀλλ᾿ ὥσπερ ὑπὸ παραπετάσματι τῷ
σαρκίῳ καλυπτομένη ἡμῶν ἡ ψυχή, νοῦν μὲν ὁρῶντα καὶ
γνωστικὸν οἷον ὀφθαλμὸν κέκτηται καὶ δεκτικὸν τῆς
τῶν ὄντων γνώσεως καὶ ἐπιστήμης, οὐκ οἴκοθεν δὲ τὴν
γνῶσιν καὶ τὴν ἐπιστήμην ἔχει, ἀλλὰ δεῖται τοῦ διδά-
ξοντος, προσέλθωμεν τῷ ἀψευδεῖ διδασκάλῳ τῇ ἀλη-
θείᾳ-Χριστὸς δέ ἐστιν ἡ ἐνυπόστατος σοφία τε καὶ
ἀλήθεια, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς γνώσεως οἱ
ἀπόκρυφοι, ὅς ἐστιν ἡ τοῦ θεοῦ καὶ πατρὸς σοφία καὶ
δύναμις-καὶ τῆς φωνῆς αὐτοῦ διὰ τῶν θείων γραφῶν
ἀκούσωμεν καὶ μάθωμεν τὴν πάντων τῶν ὄντων γνῶσιν
τὴν ἀληθῆ. Προσερχόμενοι δὲ ἐπιμελῶς καὶ εἰλικρινῶς
προσίωμεν, μὴ ἀμβλύνοντες ἡμῶν τὸ νοερὸν τῆς ψυχῆς
ὄμμα τοῖς πάθεσι· μόλις γὰρ ἂν καθαρωτάτῳ καὶ διειδε-
στάτῳ ὀφθαλμῷ τρανῶς ἐνατενίσαι τις τῇ ἀληθείᾳ
δυνήσεται. Εἰ δὲ τὸ ἐν ἡμῖν φῶς ἤτοι ὁ νοῦς σκότος, τὸ
σκότος πόσον; Ὅλῃ οὖν ψυχῇ καὶ πάσῃ διανοίᾳ προσ-
έλθωμεν. Ὡς γὰρ ἀδύνατον ὀφθαλμὸν συχνῶς περι-
στρεφόμενον καὶ περιαγόμενον τρανῶς ἐνατενίσαι τῷ
ὁρατῷ, ἀλλὰ δεῖ προσεχὲς τὸ ὄμμα ἐνερεῖσαι τῷ βλεπο-
μένῳ, οὕτω πᾶσαν λογισμοῦ ζάλην ἀποσεισάμενοι
ἀΰλως προσέλθωμεν τῇ ἀληθείᾳ. Προσερχόμενοι δὲ καὶ
μέχρι τῆς πύλης φθάνοντες μὴ ἀρκεσθῶμεν, ἀλλ᾿ εὐτόνως
κρούσωμεν, ὡς ἂν ἀνοιχθείσης ἡμῖν τῆς τοῦ νυμφῶνος
θύρας ἴδωμεν τὰ ἐν αὐτῷ κάλλη. Πύλη μὲν οὖν ἐστι τὸ
γράμμα, ὁ δὲ ἐντὸς τῆς πύλης νυμφῶν τὸ κεκρυμμένον
ὑπ᾿ αὐτὸ τῶν νοημάτων κάλλος ἤτοι τῆς ἀληθείας
πνεῦμα. Εὐτόνως κρούσωμεν, ἀναγνῶμεν ἅπαξ, δίς,
πολλάκις, καὶ οὕτως ὀρύσσοντες τὸν θησαυρὸν τῆς
γνώσεως εὑρήσομεν καὶ τοῦ πλούτου κατατρυφήσομεν.
Ζητήσωμεν, ἐρευνήσωμεν, ἀνακρίνωμεν, ἐρωτήσωμεν·
«πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ
τῷ κρούοντι ἀνοιγήσεται». Καὶ «ἐπερώτησον τὸν πατέρα
σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου ἐν
γνώσει καὶ ἐροῦσί σοι». Ἐὰν οὖν ὦμεν φιλομαθεῖς, ἐσό-
μεθα καὶ πολυμαθεῖς· ἁλωτὰ γὰρ ἐπιμελείᾳ καὶ πόνῳ
γίνεσθαι πέφυκεν ἅπαντα καὶ πρὸ πάντων καὶ μετὰ
πάντα τῇ τοῦ διδόντος θεοῦ χάριτι.
   Ἐπειδὴ δέ φησιν ὁ θεῖος ἀπόστολος· «Πάντα δοκιμά-
ζοντες τὸ καλὸν κατέχετε», ἐρευνήσωμεν καὶ τῶν ἔξω
σοφῶν τοὺς λόγους. Ἴσως τι καὶ παρ᾿ αὐτοῖς τῶν
ἀγωγίμων εὑρήσομεν καί τι ψυχωφελὲς καρπωσόμεθα·
πᾶς γὰρ τεχνίτης δεῖται καί τινων ὀργάνων πρὸς τὴν
τῶν ἀποτελουμένων κατασκευήν. Πρέπει δὲ καὶ τῇ
βασιλίδι ἄβραις τισὶν ὑπηρετεῖσθαι. Λάβωμεν τοίνυν
τοὺς δούλους τῆς ἀληθείας λόγους καὶ τὴν κακῶς αὐτῶν
τυραννήσασαν ἀσέβειαν ἀπωσώμεθα καὶ μὴ τῷ καλῷ
κακῶς χρησώμεθα, μὴ πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων
τὴν τέχνην τῶν λόγων μεταχειρισώμεθα, ἀλλ᾿, εἰ καὶ μὴ
δεῖται ποικίλων σοφισμάτων ἡ ἀλήθεια, πρός γε τὴν
τῶν κακομάχων καὶ τῆς ψευδωνύμου γνώσεως ἀνατροπὴν
τούτοις ἀποχρησώμεθα.
   Ἐκ τούτων τοίνυν τὴν ἀρχὴν ποιησώμεθα ὡς στοι-
χείων καὶ τοῖς ἔτι δεομένοις γάλακτος ἁρμοζόντων
Χριστὸν τὸν τοῦ θεοῦ ἐνυπόστατον λόγον ἀρωγὸν
ἐπικεκλημένοι, «παρ᾿ οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν
δώρημα δίδοται τέλειον». Ἔσται δὲ σκοπὸς τοῖς ἐντυγ-
χάνουσι πρὸς τὸ μακάριον τέλος καθορμισθῆναι τὸν νοῦν·
τοῦτο δέ ἐστι τὸ διὰ τῶν αἰσθήσεων ἀναχθῆναι πρὸς τὴν
ὑπὲρ πᾶσαν αἴσθησιν καὶ κατάληψιν, ὅς ἐστιν ὁ τῶν
πάντων αἴτιος καὶ ποιητὴς καὶ δημιουργός. «Ἐκ γὰρ
καλλονῆς τῶν οἰκείων κτισμάτων ἀναλόγως ὁ γενεσιουρ-
γὸς κατοπτεύεται», καὶ «τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως
κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται». Ἀκενοδόξῳ
τοίνυν καὶ ταπεινῷ φρονήματι τῆς γνώσεως ἐφιέμενοι
τοῦ ποθουμένου τευξόμεθα· «οὐ γὰρ δύνασθε πιστεύειν
εἰς ἐμέ», ἔφη Χριστὸς ἡ ἀλήθεια, «δόξαν παρὰ ἀνθρώπων
λαμβάνοντες», καὶ «πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται,
ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται».
[2]   Τίς ὁ σκοπός.
[2.2]      Ἐπειδὴ πᾶς ἀσκόπως ἐναρχόμενος πράγματος ὡς
ἐν σκότει διαπορεύεται-ὁ γὰρ ἀσκόπως κοπιῶν καθο-
λικῶς πτωχεύει-, φέρε τὸν προκείμενον τοῦ λόγου
σκοπὸν πρότερον εἴπωμεν, ὡς ἂν εὔληπτα εἴη τὰ λεγό-
μενα. Σκοπὸς τοίνυν ἡμῖν ἔσται φιλοσοφίας ἀπάρξασθαι
καὶ παντοδαπὴν γνῶσιν, ὅση δύναμις, συντετμημένως
τῇ παρούσῃ ἐναπογράψασθαι δέλτῳ. Διὸ ‘Πηγὴ γνώ-
σεως’ ὀνομαζέσθω. Ἐρῶ τοιγαροῦν ἐμὸν μὲν οὐδέν, τὰ
δὲ σποράδην θείοις τε καὶ σοφοῖς ἀνδράσι λελεγμένα
συλλήβδην ἐκθήσομαι. Ἄμεινον οὖν πρότερον γνῶναι
αὐτόχρημα, τί ἐστι φιλοσοφία.
[3]   Περὶ φιλοσοφίας.
[3.2]      αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστί,
τουτέστι γνῶσις τῆς τῶν ὄντων φύσεως. Καὶ πάλιν· βʹ
Φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγ-
μάτων τουτέστιν ὁρατῶν τε καὶ ἀοράτων. γʹ Φιλοσοφία
πάλιν ἐστὶ μελέτη θανάτου τοῦ προαιρετικοῦ καὶ τοῦ
φυσικοῦ· διττὴ γὰρ ἡ ζωὴ ἥ τε φυσική, καθ᾿ ἣν ζῶμεν,
καὶ ἡ προαιρετική, καθ᾿ ἣν προσπαθῶς τῆς παρούσης
ζωῆς ἀντεχόμεθα. Διττὸς καὶ ὁ θάνατος ὅ τε φυσικός, ὅς
ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος, καὶ ὁ προαιρετικός,
καθ᾿ ὃν τῆς παρούσης ζωῆς καταφρονοῦντες πρὸς τὴν
μέλλουσαν ἐπειγόμεθα. δʹ Φιλοσοφία αὖθίς ἐστιν ὁμοίωσις
θεῷ. Ὁμοιούμεθα δὲ θεῷ κατὰ τὸ σοφὸν ἤτοι τὴν τοῦ
ἀγαθοῦ γνῶσιν τὴν ἀληθῆ καὶ κατὰ τὸ δίκαιον, ὅ ἐστι τὸ
τοῦ ἴσου διανεμητικὸν καὶ ἀπροσωπόληπτον ἐν κρίσει καὶ
κατὰ τὸ ὅσιον δέ, τὸ ὑπὲρ τὸ δίκαιον, ἤτοι τὸ ἀγαθὸν
τὸ εὐεργετεῖν τοὺς αὑτὸν ἀδικοῦντας. εʹ Φιλοσοφία
ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν. Ἡ γὰρ
φιλοσοφία ἀρχή ἐστι πάσης τέχνης· δι᾿ αὐτῆς γὰρ πᾶσα
τέχνη εὕρηται καὶ πᾶσα ἐπιστήμη. Τέχνη μὲν οὖν ἐστιν
ἡ ἔν τισι σφαλλομένη κατά τινας, ἐπιστήμη δὲ ἡ ἐν μηδενὶ
σφαλλομένη· μόνη δὲ ἡ φιλοσοφία οὐ σφάλλεται. Καθ᾿
ἑτέρους δὲ τέχνη μέν ἐστιν ἡ διὰ χειρῶν ἐργαζομένη,
ἐπιστήμη δὲ πᾶσα λογικὴ τέχνη, γραμματική, ῥητορικὴ
καὶ αἱ τοιαῦται. Ϛʹ Φιλοσοφία πάλιν ἐστὶ φιλία σοφίας.
[3.26]   Σοφία δὲ ἀληθὴς ὁ θεός ἐστιν· ἡ οὖν ἀγάπη ἡ πρὸς τὸν
θεὸν αὕτη ἐστὶν ἡ ἀληθὴς φιλοσοφία.
   Διαιρεῖται δὲ ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν,
τὸ θεωρητικὸν εἰς θεολογικόν, φυσικόν, μαθηματικόν, τὸ
δὲ πρακτικὸν εἰς ἠθικόν, οἰκονομικόν, πολιτικόν. Θεωρη-
τικὸν μὲν οὖν ἐστι τὸ τὴν γνῶσιν κοσμοῦν. Ἔστιν οὖν
θεολογικὸν τὸ κατανοεῖν τὰ ἀσώματα καὶ ἄυλα, πρῶτον
μὲν θεὸν τὸν ὄντως ἄυλον, ἔπειτα δὲ καὶ ἀγγέλους καὶ
ψυχάς. Φυσιολογικὸν δὲ ἡ τῶν ὑλικῶν καὶ προχείρων
ἡμῖν γνῶσις ἤτοι ζῴων, φυτῶν, λίθων καὶ τῶν τοιούτων.
Μαθηματικὸν δὲ ἡ τῶν καθ᾿ αὑτὰ μὲν ἀσωμάτων, ἐν
σώμασι δὲ θεωρουμένων γνῶσις, ἀριθμῶν φημι καὶ
ἁρμονίας φθόγγων, ἔτι δὲ σχημάτων καὶ ἄστρων κινή-
σεως. Ἡ μὲν οὖν περὶ ἀριθμοὺς θεωρία τὴν ἀριθμητικὴν
συνίστησιν ἐπιστήμην, ἡ δὲ περὶ φθόγγους τὴν μουσικήν,
ἡ δὲ περὶ σχήματα τὴν γεωμετρικήν, ἡ δὲ περὶ ἄστρα
τὴν ἀστρονομικήν. Ταῦτα δὲ μέσα σωμάτων καὶ ἀσω-
μάτων εἰσίν· ὁ γὰρ ἀριθμὸς καθ᾿ αὑτὸν μὲν ἀσώματός
ἐστι, θεωρεῖται δὲ καὶ ἐν ὕλῃ, σίτῳ τυχὸν ἢ οἴνῳ ἤ τινι
τῶν τοιούτων. Τὸ δὲ πρακτικὸν περὶ ἀρετὰς καταγίνεται·
ἦθος γὰρ κοσμεῖ καί, πῶς δεῖ πολιτεύεσθαι, διδάσκει. Καὶ
εἰ μὲν ἑνὶ ἀνθρώπῳ νομοθετεῖ, λέγεται ἠθικόν, εἰ δὲ ὅλῳ
οἴκῳ, λέγεται οἰκονομικόν, εἰ δὲ πόλεσι καὶ χώραις,
λέγεται πολιτικόν.
   Ἀλλ᾿ ἀναιρεῖν ἐπεχείρησάν τινες τὴν φιλοσοφίαν
φάσκοντες μὴ εἶναι ταύτην μηδὲ γνῶσίν τινα ἢ κατάλη-
ψιν. Πρὸς οὓς ἐροῦμεν· Πῶς φατε μὴ εἶναι φιλοσοφίαν καὶ
γνῶσιν καὶ κατάληψιν, ἐγνωκότες καὶ κατειληφότες ἢ
μὴ ἐγνωκότες μηδὲ κατειληφότες; Εἰ μὲν οὖν κατειληφότες,
ἰδοὺ ἔστι γνῶσις καὶ κατάληψις, εἰ δὲ μὴ ἐγνωκότες,
οὐδεὶς ὑμῖν πιστεύσει περὶ πράγματος διαλεγομένοις,
οὗ τὴν γνῶσιν οὐ κατειλήφατε.
   Ἐπεὶ τοίνυν ἔστι φιλοσοφία καὶ γνῶσις τῶν ὄντων
ἐστί, περὶ τοῦ ὄντος εἴπωμεν. Εἰδέναι δὲ δεῖ, ὡς τοῦ
λογικοῦ μέρους τῆς φιλοσοφίας ἀρχόμεθα, ὅπερ ὄργανόν
ἐστι μᾶλλον τῆς φιλοσοφίας ἤπερ μέρος· αὐτῷ γὰρ πρὸς
πᾶσαν ἀπόδειξιν κέχρηται. Διαλεγόμεθα οὖν περὶ ἁπλῶν
φωνῶν τέως δι᾿ ἁπλῶν ἐννοιῶν ἁπλᾶ δηλουσῶν πράγ-
ματα· πρότερον γὰρ τὴν τῶν λέξεων σημασίαν δηλώ-
σαντες οὕτω καὶ περὶ λόγων διασκεψόμεθα.
[4]   Περὶ τοῦ ὄντος οὐσίας τε καὶ
συμβεβηκότος.

[4.3]      Τὸ ὂν κοινὸν ὄνομά ἐστι πάν-
των τῶν ὄντων. Τοῦτο
διαιρεῖται εἰς οὐσίαν καὶ συμ-
βεβηκός. Οὐσία μὲν οὖν ἐστι
(v. i. 62-64)
τὸ
κυριώτερον ὡς ἐν ἑαυτῷ καὶ
μὴ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν,
συμβεβηκὸς δὲ τὸ μὴ δυνάμενον
ἐν ἑαυτῷ εἶναι (v. i. 66 s.)
ἐν δὲ τῇ οὐ-
σίᾳ θεωρούμενον. Ἡ μὲν γὰρ οὐ-
σία τὸ ὑποκείμενόν ἐστιν ὥσπερ
ὕλη, συμβεβηκὸς
δὲ ἡ ἐν τῇ οὐσίᾳ ὡς ἐν ὑποκει-
μένῳ θεωρουμένη, οἷον χαλκὸς
καὶ κηρὸς οὐσία σχῆμα δὲ καὶ
μορφὴ καὶ χρῶμα συμβεβηκός,
καὶ σῶμα μὲν οὐσία χρῶμα δὲ
συμβεβηκός, καὶ ψυχὴ μὲν οὐσία
ἐπιστήμη δὲ συμβεβηκός.
   Τὸ μὲν οὖν σῶμα
οὐκ ἔστιν ἐν τῷ χρώματι ἀλλὰ
τὸ χρῶμα ἐν τῷ σώματι,
(v. s. 21-23)
[4.29]   οὐδὲ
ἡ ψυχὴ ἐν τῇ ἐπιστήμῃ
ἀλλ᾿ ἡ ἐπιστήμη ἐν τῇ ψυχῇ, οὐ-
δὲ ὁ χαλκὸς ἢ ὁ κηρὸς ἐν τῷ
σχήματι ἀλλὰ τὸ σχῆμα ἔν τε
τῷ κηρῷ καὶ τῷ χαλκῷ. Οὐδὲ
λέγεται τὸ σῶμα τοῦ χρώματος
ἀλλὰ τὸ χρῶμα τοῦ σώματος, οὐ-
δὲ ἡ ψυχὴ τῆς ἐπιστήμης ἀλλ᾿ ἡ
ἐπιστήμη τῆς ψυχῆς, οὐδὲ ὁ κη-
ρὸς τοῦ σχήματος ἀλλὰ τὸ σχῆμα
τοῦ κηροῦ. Καὶ τὸ μὲν χρῶμα καὶ
ἡ ἐπιστήμη καὶ τὸ σχῆμα ἀλλοι-
οῦνται, τὸ δὲ σῶμα καὶ ἡ ψυχὴ
καὶ ὁ κηρὸς τὰ αὐτὰ μένουσιν οὐκ
ἀλλοιουμένης τῆς οὐσίας. Καὶ ἡ
μὲν οὐσία καὶ ἡ ὕλη τοῦ σώματος
μία, χρώματα δὲ πολλά.
[4.55]      Ὁμοίως καὶ ἐπὶ πάν-
των τῶν λοιπῶν τὸ μὲν ὑποκεί-
μενον οὐσία
ἐστί, τὸ δὲ ἐν ὑποκειμένῳ τῇ
οὐσίᾳ θεωρούμενον
συμβεβηκός.
   Ὁρίζονται δὲ τὴν μὲν οὐσίαν
οὕτως· Οὐσία ἐστὶ πρᾶγμα αὐθ-
ύπαρκτον καὶ μὴ δεόμενον ἑτέ-
ρου πρὸς ὕπαρξιν. Συμβεβηκὸς
δέ ἐστι τὸ μὴ δυνάμενον ἐν ἑ-
αυτῷ εἶναι ἀλλ᾿ ἐν ἑτέρῳ ἔχον
τὴν ὕπαρξιν. Οὐσία τοίνυν ἐστὶ
θεὸς καὶ πᾶν κτίσμα, εἰ καὶ ὁ
θεὸς ὑπερούσιος οὐσία ἐστίν.
Εἰσὶ δὲ καὶ οὐσιώδεις ποιότη-
τες, περὶ ὧν ἐροῦμεν.
[5]   Περὶ φωνῆς.
[5.2]      Ἐπειδὴ σκοπὸς ἡμῖν ἐστι διαλαβεῖν περὶ πάσης
ἁπλῶς φιλοσόφου φωνῆς, δεῖ δὲ ἡμᾶς πρότερον γνῶναι,
περὶ ποίας φωνῆς ἡ φιλοσοφία καταγίνεται, ἐξ αὐτῆς
τῆς φωνῆς τὴν ἀρχὴν τοῦ λόγου ποιούμενοί φαμεν· Ἡ
φωνὴ ἢ ἄσημός ἐστιν ἢ σημαντική. Καὶ ἄσημος μέν ἐστιν
ἡ μηδὲν σημαίνουσα, σημαντικὴ δὲ ἡ σημαίνουσά τι.
Εἶτα πάλιν ἡ ἄσημος φωνὴ ἢ ἄναρθρός ἐστιν ἢ ἔναρθρος.
Ἄναρθρος μὲν οὖν ἐστιν ἡ μὴ δυναμένη γραφῆναι, ἔναρ-
θρος δὲ ἡ δυναμένη γραφῆναι. Ἔστιν οὖν ἄναρθρος καὶ
ἄσημος φωνὴ οἷον ἡ γινομένη ἀπὸ λίθου τυχὸν ἢ ξύλου,
οὔτε γὰρ γράφεται οὔτε σημαίνει τι, ἄσημος δὲ καὶ
ἔναρθρος οἷον σκινδαψός· τοῦτο γὰρ γράφεται μέν, ἀλλ᾿
οὐδὲν σημαίνει, οὔτε γὰρ γέγονε σκινδαψὸς οὔτε ἐστί.
Περὶ μὲν οὖν τῆς ἀσήμου φωνῆς καὶ τῆς ἀνάρθρου καὶ
ἐνάρθρου οὐδεὶς λόγος τῇ φιλοσοφίᾳ.
   Ἡ δὲ σημαντικὴ φωνὴ πάλιν ἢ ἄναρθρός ἐστιν ἢ
ἔναρθρος. Ἄναρθρος μὲν οὖν σημαντικὴ φωνή ἐστιν ὡς ἡ
ὑλακὴ τῶν κυνῶν· αὕτη γὰρ σημαίνει μὲν τὸν κύνα, ὅτι
κυνὸς φωνή ἐστι. Σημαίνει δὲ καί τινος παρουσίαν.
Ἄναρθρος δέ ἐστι, διότι οὐ γράφεται. Οὔτε οὖν περὶ
ταύτης ἐστὶ λόγος τῇ φιλοσοφίᾳ. Ἡ δὲ σημαντική ἐστιν
ἢ καθόλου ἢ μερική· καθόλου μὲν οἷον ἄνθρωπος, μερικὴ
δὲ οἷον Πέτρος, Παῦλος. Οὔτε οὖν περὶ τῆς μερικῆς ἐστι
λόγος τῇ φιλοσοφίᾳ, ἀλλὰ περὶ τῆς σημαντικῆς καὶ
ἐνάρθρου καὶ καθόλου ἤγουν κοινῆς καὶ ἐπὶ πολλῶν
λεγομένης.
   Αὕτη δὲ πάλιν ἢ οὐσιώδης ἐστὶν ἢ ἐπουσιώδης. Οὐσι-
ώδης μὲν οὖν ἐστιν ἡ δηλωτικὴ τῆς οὐσίας ἤγουν φύσεως
τῶν πραγμάτων (ἐπουσιώδης δὲ ἡ δηλοῦσα τὰ
συμβεβηκότα), οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν.
Ταῦτα ὅλα οὐσιώδη εἰσίν. Ἐὰν γὰρ ἀφέλῃς τι τούτων
ἐκ τοῦ ἀνθρώπου, οὐκ ἔσται ἄνθρωπος. Ἐὰν γὰρ εἴπῃς,
ὅτι οὐκ ἔστι ζῷον, οὐκ ἔτι ἐστὶν ἄνθρωπος. Καὶ ἐὰν
εἴπῃς ‘οὐκ ἔστι λογικόν’, οὐκ ἔστιν ἄνθρωπος. Ὁμοίως
καί, ἐὰν εἴπῃς, ὅτι οὐκ ἔστι θνητόν, οὐκ ἔστιν ἄνθρωπος·
πᾶς γὰρ ἄνθρωπος καὶ ζῷόν ἐστι καὶ λογικὸν καὶ θνητόν.
Διὰ τοῦτο οὖν λέγονται οὐσιώδεις, ὅτι αὗται συμπληροῦσι
τὴν φύσιν τοῦ ἀνθρώπου καὶ ἀδύνατον συστῆναι τὸν
ἄνθρωπον ἐκτὸς αὐτῶν. Ὁμοίως καὶ ἐπὶ ἑκάστου πράγ-
ματος τὰ συνιστῶντα τὴν φύσιν αὐτοῦ οὐσιώδη λέ-
γονται, ἐπουσιώδη δὲ τὰ συμβεβηκότα, ἅτινα ἐνδέχεται
εἶναι ἐν τῷ ὑποκειμένῳ, ἀνθρώπῳ τυχὸν ἢ ἵππῳ ἢ
ἑτέρῳ τοιούτῳ τινί, καὶ μὴ εἶναι, οἷον τὸ λευκόν· κἂν
γάρ ἐστί τις λευκὸς κἂν μέλας, οὐδὲν ἧττον ἔσται ἄνθρω-
πος. Ταῦτα οὖν καὶ τὰ τοιαῦτα ἐπουσιώδη εἰσὶν ἤγουν
συμβεβηκότα, ἅτινα αὐτά τε δυνάμεθα ἔχειν καὶ τὰ
τούτων ἐναντία.
   Ἡ οὐσιώδης φωνὴ ἢ τὸ τί ἐστι δηλοῖ ἢ τὸ ποῖόν τί
ἐστι, οἷον ἐρωτώμενοι ‘τί ἐστιν ἄνθρωπος’ φαμὲν ‘ζῷον’,
εἶτα ἐρωτώμενοι ‘ποῖον ζῷον’ λέγομεν ‘λογικὸν θνητόν’.
Ἡ οὖν οὐσιώδης φωνὴ ἡ δηλοῦσα τὸ ποῖόν τί ἐστι
λέγεται διαφορά. Ἡ δὲ δηλοῦσα τὸ τί ἐστιν ἢ πολλὰ
εἴδη σημαίνει καὶ ποιεῖ τὸ γένος, ἢ πολλοὺς τῷ ἀριθμῷ
μὲν διαφέροντας ἀλλήλων, τῷ δὲ εἴδει οὐδαμῶς, καὶ
ποιεῖ τὸ εἶδος-τὸ μὲν πρότερον ἤγουν τὸ γένος οἷον ἡ
[5.57]   οὐσία ἐστίν· ἡ γὰρ οὐσία σημαίνει καὶ ἄνθρωπον καὶ
ἵππον καὶ βοῦν. Ἕκαστον γὰρ αὐτῶν οὐσία τε λέγεται
καὶ ἔστιν, ἄλλο δὲ καὶ ἄλλο εἶδος ὑπάρχει ἕκαστον. -τὸ
δὲ δεύτερον ἤγουν τὸ εἶδος οἷον ὁ ἄνθρωπός ἐστι· σημαί-
νει γὰρ πολλοὺς ἤγουν πάντας τοὺς κατὰ μέρος ἀνθρώ-
πους, οἵτινες τῷ μὲν ἀριθμῷ διαφέρουσιν ἀλλήλων
(ἄλλος γάρ ἐστιν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος καὶ οὔκ
εἰσιν εἷς ἀλλὰ δύο) τῷ δὲ εἴδει οὐ διαφέρουσιν ἤγουν τῇ
φύσει (πάντες γὰρ ἄνθρωποι καὶ λέγονται καί εἰσιν).
   Ἔστιν οὖν τὸ μὲν μερικώτερον καὶ ἀριθμῷ διαφέρον
οἷον ὁ Πέτρος ἄτομον καὶ πρόσωπον καὶ ὑπόστασις,
ὅπερ τὸν τινὰ σημαίνει. Ἐρωτώμενοι γὰρ ‘τίς ἐστιν οὗτος’,
λέγομεν ‘ὁ Πέτρος’. Σημαίνει δὲ καὶ τὸ ἄλλος· ἄλλος γάρ
ἐστιν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος καὶ αὐτὸς καὶ οὗτος
καὶ ἐκεῖνος. Ταῦτα ἐπὶ τοῦ ἀτόμου λαμβάνεται καὶ τὰ
τοιαῦτα, ἅπερ καθ᾿ ἑαυτὰ ὑφέστηκε. Τὸ δὲ περιέχον τὰ
ἄτομα λέγεται εἶδος, καὶ ἔστι καθολικώτερον τοῦ ἀτόμου,
ὅτι πολλὰ ἄτομα περιέχει οἷον ὁ ἄνθρωπος. Περιέχει γὰρ
καὶ Πέτρον καὶ Παῦλον καὶ πάντας τοὺς κατὰ μέρος
ἀνθρώπους, ὅπερ λέγεται φύσις καὶ οὐσία καὶ μορφὴ
κατὰ τοὺς ἁγίους πατέρας. Τὸ δὲ πολλὰ εἴδη περιέχον
λέγεται γένος οἷον τὸ ζῷον· περιέχει γὰρ ἄνθρωπον,
βοῦν, ἵππον, καὶ ἔστι καθολικώτερον τοῦ εἴδους. Οἱ δὲ
ἅγιοι πατέρες τὸ εἶδος καὶ τὸ γένος ἐκάλεσαν φύσιν καὶ
μορφὴν καὶ οὐσίαν. Ποιεῖ δὲ τὸ εἶδος ἤγουν ἡ φύσις καὶ
ἡ οὐσία καὶ ἡ μορφὴ οὐκ ἄλλον οὐδὲ ἀλλοῖον ἀλλὰ ἄλλο·
ἄλλο γὰρ κατὰ φύσιν λέγομεν τὸν ἄνθρωπον καὶ ἄλλο
τὸν ἵππον, οὐχὶ ἄλλον καὶ ἄλλον. Λέγεται δὲ ἐπὶ τοῦ
εἴδους τοῦτο καὶ αὐτὸ καὶ ἐκεῖνο καὶ τὰ τοιαῦτα, ὅπερ
ἐν τῷ τί ἐστι κατηγορεῖται. Ἡ δὲ διαφορὰ ἀλλοῖον
ποιεῖ· ἀλλοῖον γὰρ ζῷον τὸ λογικὸν καὶ ἀλλοῖον τὸ
ἄλογον καὶ τοιοῦτον καὶ οἷον καὶ ὁποῖον. Ἡ δὲ ἐπου-
σιώδης φωνὴ ἢ ἑνὶ εἴδει ὑπάρχει ἢ πολλοῖς. Καὶ εἰ μὲν ἑνί,
λέγεται ἴδιον, ὡς τὸ γελαστικὸν μόνῳ τῷ ἀνθρώπῳ
ὑπάρχον καὶ τὸ χρεμετιστικὸν μόνῳ τῷ ἵππῳ. Εἰ δὲ
πολλοῖς εἴδεσιν ὑπάρχει, ποιεῖ τὸ συμβεβηκὸς οἷον τὸ
λευκόν· τοῦτο γὰρ ὑπάρχει καὶ ἀνθρώπῳ καὶ ἵππῳ
καὶ κυνὶ καὶ ἄλλοις πολλοῖς εἴδεσι. Καὶ αὗταί εἰσιν αἱ
πέντε φωναί, ὑφ᾿ ἃς ἀνάγεται πᾶσα φιλόσοφος φωνή.
Ταύτας οὖν δεῖ ἡμᾶς γνῶναι, ἑκάστη τις τί σημαίνει καὶ
ἐν τίνι κοινωνοῦσιν ἀλλήλαις καὶ ἐν τίνι διαφέρουσιν.
Εἰσὶ δὲ αὗται· γένος, εἶδος, διαφορά, ἴδιον, συμβεβηκός.
   Γένος μὲν τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ
εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον τουτέστι λεγόμενον
καὶ κατονομαζόμενον· κατηγορεῖσθαι γάρ ἐστι τὸ κατά
τινος λέγεσθαι. Εἶδος δὲ τὸ κατὰ πλειόνων καὶ διαφερόν-
των τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Διαφορὰ
δὲ ἡ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ
ποῖόν τί ἐστι κατηγορουμένη καὶ ἐν τῷ ὁρισμῷ λαμ-
βανομένη ὡς οὐσιώδης. Αὕτη δέ ἐστι, ὃ οὐκ ἐνδέχεται
εἶναι καὶ μὴ εἶναι ἐν τῷ αὐτῷ εἴδει καὶ ἀδύνατον μὴ εἶναι
ἐν τῷ εἴδει, οὗ ἐστιν, ὃ καὶ παρὸν σῴζει καὶ ἀπὸν φθείρει.
Καὶ ἀδύνατον αὐτὸ καὶ τὸ ἐναντίον αὐτοῦ εἶναι ἐν τῷ
αὐτῷ εἴδει, οἷον τὸ λογικὸν ἀδύνατον μὴ εἶναι ἐν τῷ
ἀνθρώπῳ· τὸ γὰρ ἄλογον οὐκ ἄνθρωπος. Τοῦτο παρὸν
συνιστᾷ τὴν φύσιν τοῦ ἀνθρώπου καὶ ἀπὸν φθείρει· τὸ
γὰρ ἄλογον οὐκ ἄνθρωπος. Δεῖ οὖν γινώσκειν, ὅτι αὕτη
λέγεται οὐσιώδης καὶ φυσικὴ καὶ συστατικὴ καὶ διαι-
ρετικὴ καὶ εἰδοποιὸς διαφορὰ καὶ οὐσιώδης ποιότης καὶ
φυσικὸν ἰδίωμα καὶ ἰδίωμα φύσεως, ἥτις λέγεται παρὰ
τοῖς φιλοσόφοις ἰδιαίτατα διαφορὰ ὡς ἰδιωτάτη καὶ
αὐτῆς τῆς φύσεως παραστατικὴ τῆς ἐχούσης αὐτήν.
Ἴδιον δέ ἐστι τὸ ἑνὶ εἴδει ὑπάρχον καὶ παντὶ τῷ εἴδει καὶ
ἀεί, ὃ καὶ ἀντιστρέφει· πᾶς γὰρ ἄνθρωπος γελαστικόν,
καὶ πᾶν γελαστικὸν ἄνθρωπος. Συμβεβηκὸς δέ ἐστι τὸ
κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί
ἐστι κατηγορούμενον καὶ μὴ λαμβανόμενον ἐν τῷ ὁρισμῷ,
ἀλλὰ δυνάμενον καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ὃ οὔτε
παρὸν σῴζει οὔτε ἀπὸν φθείρει. Τοῦτο λέγεται ἐπου-
σιώδης διαφορὰ καὶ ποιότης. Τοῦτο ἢ χωριστόν ἐστιν ἢ
ἀχώριστον· χωριστὸν μέν, ὃ ποτὲ μὲν γίνεται ποτὲ δὲ
ἀπογίνεται ἐν τῇ αὐτῇ ὑποστάσει, ὡς κάθισις, ἀνάκλισις,
στάσις, νόσος, ὑγίεια· ἀχώριστον δέ, ὅπερ οὐσίας μὲν
οὐκ ἔστι συστατικὸν ὡς μὴ ἐν ὅλῳ τῷ εἴδει θεωρούμενον.
Ὅμως ἡνίκα γένηται ἔν τινι ὑποστάσει, ἀδύνατον
χωρισθῆναι αὐτῆς, οἷον ἡ σιμότης, ἡ γρυπότης, ἡ γλαυ-
κότης καὶ τὰ τοιαῦτα. Τοῦτο τὸ ἀχώριστον συμβεβηκὸς
λέγεται καὶ χαρακτηριστικὸν ἰδίωμα· τοῦτο γὰρ τὸ
ἀφόρισμα ἀποτελεῖ τὴν ὑπόστασιν ἤγουν τὸ ἄτομον.
Ἄτομον δέ ἐστι τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων καθ᾿
ἑαυτὸ ὑφιστάμενον, ἀριθμῷ τῶν ὁμοειδῶν κεχωρισμένον,
οὐ τὸ τὶ δηλοῦν ἀλλὰ τὸν τινά· περὶ ὧν ἐν τοῖς ἑξῆς ἀκρι-
βέστερον σὺν θεῷ μαθησόμεθα.
[6]   Περὶ διαιρέσεως.
[6.2]      Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ
πράγματος, οἷον τὸ ζῷον διαιρεῖται
εἰς λογικὸν καὶ ἄλογον. Ἐπιδιαίρε-
σις δέ ἐστιν ἡ δευτέρα τομὴ τοῦ αὐ-
τοῦ πράγματος, οἷον τὸ ζῷον ἐπιδιαι-
ρεῖται εἰς ἄπουν, δίπουν, τετράπουν,
ἄπουν μὲν ἰχθύν, δίπουν δὲ ἄνθρωπον καὶ
ὄρνεον, τετράπουν βοῦν, ἵππον καὶ τὰ
τοιαῦτα. Ὑποδιαίρεσις δέ ἐστιν ἡ τοῦ
τμηθέντος σκέλους τομὴ
οἷον τὸ ζῷον διαιρεῖ-
ται εἰς λογικὸν καὶ ἄλογον,
τὸ λογικὸν
εἰς θνητὸν καὶ ἀθάνατον. Ἰδοὺ τὸ
πρῶτον διαιρεῖται εἰς δύο σκέλη, εἰς
λογικὸν καὶ ἄλογον. Ἡ δὲ τοῦ ἑνὸς
τῶν σκελῶν διαίρεσις ἡ λέγουσα ‘τὸ
λογικὸν διαιρεῖται εἰς θνητὸν καὶ
ἀθάνατον’ ὑποδιαίρεσίς ἐστιν.
[6.24]   (v. s. 4-10)
[6.27]      Οὐκ ἐπὶ
πάντων δὲ γίνεται διαίρεσις καὶ ἐπι-
διαίρεσις, ἀλλ᾿ ὅτε μὴ πάντα περι-
έχονται ὑπὸ τὴν πρώτην διαίρεσιν,
οἷον τοῦ ζῴου διαιρουμένου εἰς λογι-
κὸν καὶ ἄλογον καὶ ἐν τοῖς
λογικοῖς καὶ ἐν τοῖς ἀλόγοις θεωρεῖ-
ται τὸ δίπουν. Ἀναγκαίως οὖν ἐπι-
διαιροῦμεν ἤγουν δευτέραν διαίρεσιν
τοῦ αὐτοῦ πράγματος ποιούμεθα
ἤγουν τοῦ ζῴου καί φαμεν· Τὸ ζῷον
διαιρεῖται εἰς ἄπουν, δίπουν, τετρά-
πουν.
[6.45]      Διαιρετικοὶ δὲ τρόποι εἰ-
σὶν ὀκτὼ δι᾿ αἰτίαν τοιαύτην· πᾶν γὰρ
διαιρούμενον ἢ καθ᾿ αὑτὸ διαιρεῖται
ἤγουν κατ᾿ οὐσίαν ἢ κατὰ συμβεβη-
κός. Καὶ εἰ μὲν καθ᾿ αὑτὸ ἢ ὡς πρᾶγμα
ἢ ὡς φωνή· καὶ εἰ ὡς πρᾶγμα-ἢ ὡς
γένος εἰς εἴδη, ὡς ὅταν διέλῃς τὸ ζῷον
εἰς λογικὸν καὶ ἄλογον,
-ἢ ὡς εἶδος εἰς ἄτομα, ὡς ὁ ἄν-
θρωπος εἰς Πέτρον καὶ
Παῦλον καὶ τοὺς λοιποὺς κατὰ μέ-
ρος ἀνθρώπους, -ἢ ὡς ὅλον εἰς μέ-
ρη· καὶ τοῦτο διχῶς, ἢ εἰς ὁμοιομερῆ
ἢ εἰς ἀνομοιομερῆ. Καὶ ὁμοιομερὲς
μέν ἐστιν, ὅταν τὰ τμήματα
καὶ τὸ ὄνομα καὶ τὸν ὅρον
τοῦ τε ὅλου καὶ ἀλλήλων δέχωνται,
οἷον ἡ σὰρξ διαιρεῖται εἰς πολλὰς
σάρκας, καὶ ἕκαστον μέρος τῆς σαρκὸς
σὰρξ λέγεται καὶ τὸν ὁρισμὸν τῆς
σαρκὸς ἐπιδέχεται. Ἀνομοιομερὲς δέ
ἐστι τὸ ἀνάπαλιν, ὅταν τὸ τμηθὲν μὴ
ἐπιδέξηται μήτε τὸ ὄνομα μήτε τὸν
ὁρισμὸν μήτε τοῦ ὅλου
μήτε ἀλλήλων, ὡς ἵνα διέλῃς τὸν
Σωκράτην εἰς χεῖρας καὶ πόδας καὶ
κεφαλήν· οὔτε γὰρ
ὁ τμηθεὶς ποῦς ἀπὸ Σωκράτους Σωκρά-
της λέγεται ἢ κεφαλὴ οὔτε τὸν ὁρισ-
μὸν Σωκράτους ἢ τῆς κεφαλῆς ἐπι-
δέχεται. -ἢ ὡς ὁμώνυμος φωνὴ εἰς
διάφορα σημαινόμενα, καὶ οὕτω πάλιν
[6.77]   διχῶς· ἢ γὰρ ὅλον τι σημαίνεται
ὑπὸ τῆς φωνῆς ἢ μέρος. Καὶ ὅλον
μὲν ὡς ἡ κύων φωνή· φέρεται γὰρ κα-
τά τε χερσαίου κυνὸς καὶ ἀστρῴου
καὶ θαλασσίου, ἅπερ ὅλον τί εἰσι
καὶ οὐ μέρος ζῴου· ὡς δὲ μέρος, ὅτε
τὸ τῆς γλώσσης ὄνομα φέρεται κατὰ
τοῦ ἄκρου τοῦ ὑποδήματος καὶ
τοῦ αὐλοῦ καὶ τοῦ γευστικοῦ μο-
ρίου τῶν ζῴων, ἅτινα μέρη εἰσὶ καὶ
οὐχὶ ὅλα. Καὶ οὕτω μὲν καθ᾿ αὑτὸ δι-
αιρεῖται τὸ διαιρούμενον. Κατὰ συμ-
βεβηκὸς δέ-ἢ ὡς οὐσία εἰς συμβε-
βηκότα, ὡς ὅταν εἴπω· Τῶν ἀνθρώπων
οἱ μέν εἰσι λευκοὶ οἱ δὲ μέλανες·
ἄνθρωποι μὲν γὰρ οὐσία, λευκότης δὲ
καὶ μελανία συμβεβηκότα. -ἢ ὡς
συμβεβηκὸς εἰς οὐσίας, ὡς ὅταν εἴ-
πω· Τῶν λευκῶν τὰ μὲν ἔμψυχα τὰ δὲ
ἄψυχα· λευκὸν μὲν γὰρ συμβεβηκός,
ἔμψυχον δὲ καὶ ἄψυχον οὐσίαι. -ἢ
ὡς συμβεβηκὸς εἰς συμβεβηκότα, ὡς
ὅταν εἴπω· Τῶν ψυχρῶν τὰ μὲν λευκὰ
καὶ ξηρὰ τὰ δὲ μελανὰ καὶ ὑγρά· τό
τε γὰρ ψυχρὸν καὶ τὸ λευκὸν καὶ τὸ
μελανὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρόν,
ἅπαντα συμβεβηκότα. -Ἔστι δὲ καὶ
ἕτερος τρόπος ὡς τὰ ἀφ᾿ ἑνὸς καὶ πρὸς
ἕν. Ἀφ᾿ ἑνὸς μὲν ἀπὸ τῆς ἰατρικῆς
ἰατρικὸν βιβλίον, ἰατρικὸν ἐργαλεῖον·
ἀπὸ γὰρ ἑνός, τῆς ἰατρικῆς, ὠνομάσθη-
σαν ἰατρικά. Πρὸς ἓν δὲ ὑγιεινὸν
φάρμακον, ὑγιεινὸν βρῶμα· πρὸς ἓν
γὰρ βλέπουσι, τὴν ὑγίειαν. Τῶν δὲ
ἀφ᾿ ἑνὸς τὰ μὲν ἔκ τινος αἰτίου λέγε-
ται, ὡς ἡ εἰκὼν τοῦ ἀνθρώπου ἐξ ἀλη-
θινοῦ αἰτίου τοῦ ἀνθρώπου λέγεται,
τὰ δὲ ὡς ἀπό τινος ἐξῃρημένου ὡς ἰα-
τρικὸν σμιλίον καὶ τὰ τοιαῦτα.
   Καὶ αὕτη μέν ἐστιν ἡ καθόλου δι-
αίρεσις, καθ᾿ ἣν διαιρεῖται πᾶν διαι-
ρούμενον, ἢ ὡς γένος εἰς εἴδη ἢ ὡς
εἶδος εἰς ἄτομα ἢ ὡς ὅλον εἰς μέρη ἢ
ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαι-
νόμενα ἢ ὡς οὐσία εἰς συμβεβηκότα ἢ
ὡς συμβεβηκὸς εἰς οὐσίας ἢ ὡς συμβε-
βηκὸς εἰς συμβεβηκότα ἢ ὡς τὰ ἀφ᾿
ἑνὸς καὶ πρὸς ἕν.
   Τινὲς δὲ ἀπαγορεύουσι τὴν ἀπὸ εἴ-
δους εἰς ἄτομα διαίρεσιν μᾶλλον ἀπ-
αρίθμησιν φάσκοντες· πᾶσα γὰρ διαί-
ρεσις εἰς δύο ἢ τρία ἢ σπανίως πάνυ
εἰς τέσσαρα γίνεται. Τὸ δὲ εἶδος εἰς
ἄπειρα τῷ πλήθει διαιρεῖται· ἄπειροι
γὰρ τῷ πλήθει οἱ κατὰ μέρος ἄνθρω-
ποι.
[6.135]      Δεῖ δὲ γινώσκειν, ὡς οὐδὲ ἑνὶ
τρόπῳ τῆς διαιρέσεως θεωρεῖται ἐν
τοῖς τμήμασι τὸ φύσει πρότερον καὶ
ὕστερον οὐδὲ τὸ μᾶλλον καὶ ἧττον.
   Ἐν δὲ τοῖς ὡς ἀφ᾿ ἑνὸς καὶ πρὸς
ἓν διαιρουμένοις καὶ τὸ φύσει πρό-
τερον καὶ ὕστερον θεωρεῖται καὶ τὸ
μᾶλλον καὶ ἧττον καὶ ἐξ οὗ ἡ ὀνομα-
σία.
[7]   Περὶ τοῦ φύσει προτέρου.
[7.2]      Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφερόμενον καὶ μὴ
συνεισφέρον καὶ συναναιροῦν καὶ μὴ συναναιρούμενον,
οἷον τὸ ζῷον φύσει πρότερόν ἐστι τοῦ ἀνθρώπου. Ἀναι-
ρουμένου γὰρ καὶ μὴ ὄντος ζῴου ἐξ ἀνάγκης οὐδὲ ἄνθρω-
πος ἔσται· ζῷον γάρ ἐστιν ὁ ἄνθρωπος. Ἀνθρώπου δὲ
ἀναιρουμένου καὶ μὴ ὄντος δυνατὸν εἶναι ζῷον· ἔσται
γὰρ ἵππος, κύων καὶ τὰ τοιαῦτα, ἅτινά εἰσι ζῷα. Πάλιν
εἰσφερομένου ἀνθρώπου πάντως καὶ ζῷον εἰσφέρεται·
ζῷον γάρ ἐστιν ὁ ἄνθρωπος. Ζῴου δὲ εἰσφερομένου οὐ
πάντως εἰσφέρεται ἄνθρωπος ἀλλ᾿ ἢ ἵππος ἢ
κύων ἤ τι τῶν τοιούτων. Οὔτε
οὖν ὁ Πέτρος ἐστὶ φύσει πρότερος τοῦ Παύλου οὔτε τὸ
λογικὸν ζῷον τοῦ ἀλόγου. Πέτρου γὰρ ἀναιρουμέ-
νου καὶ μὴ ὄντος ἔσται Παῦλος· καὶ Παύλου εἰσφερομέ-
νου οὐ συνεισφέρεται Πέτρος, οὔτε Πέτρου εἰσφερο-
μένου συνεισφέρεται Παῦλος, καὶ οὔτε Πέτρος ἐστὶ
μᾶλλον ἤγουν πλέον τοῦ Παύλου ἄνθρωπος ἢ ζῷον οὔτε
Παῦλος τοῦ Πέτρου μᾶλλον. Εὑρίσκεται δὲ φάρμακον
ὑγιεινότερον φαρμάκου καὶ βιβλίον ἰατρικώτερον βιβλίου
ἄλλου.
[8]   Περὶ ὁρισμοῦ.
[8.2]      Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως
τοῦ ὑποκειμένου πράγματος τουτέστιν ὁ λόγος ὁ δι᾿
ὀλίγου σημαίνων τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος,
οἷον ἄνθρωπός ἐστι ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπι-
στήμης δεκτικόν. Πολλοὶ μὲν γὰρ ἐξέθεντο περὶ φύσεως
ἀνθρώπου λόγους κατεπεκτάδην ἤγουν ἐκτεταμένους καὶ
μεγάλους, ἀλλ᾿ οὔκ εἰσιν ὁρισμοί, διότι οὔκ εἰσι σύντομοι.
Εἰσὶ δὲ καὶ σύντομοι λόγοι ὡς τὰ ἀποφθέγματα, ἀλλ᾿
ἐπειδὴ οὐ δηλοῦσι φύσιν πράγματος, οὔκ εἰσιν ὁρισμοί.
Καὶ τὸ ὄνομα δὲ πολλάκις δηλοῖ τὴν φύσιν τοῦ ὑποκει-
μένου πράγματος, ἀλλ᾿ οὐκ ἔστιν ὁρισμός· τὸ μὲν γὰρ
ὄνομα μία λέξις ἐστίν, ὁ δὲ ὁρισμὸς λόγος. Λόγος δὲ
ἐκ δύο τὸ ἐλάχιστον σύγκειται λέξεων. Ἔστιν οὖν ὁ μὲν
ὅρος ὄνομα ἐξηπλωμένον, ὄνομα δὲ ὅρος κατὰ σύνοψιν.
   Συνίσταται δὲ ὁ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν
διαφορῶν ἤγουν οὐσιωδῶν, ὡς ἐπὶ τοῦ ὅρου τοῦ ζῴου·
ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Ἰδοὺ ἡ μὲν
οὐσία γένος ἐστί, τὸ δὲ ἔμψυχον καὶ αἰσθητικὸν συστα-
τικαὶ διαφοραί. Λαμβάνεται δὲ καὶ ἐξ ὕλης καὶ εἴδους, οἷον
ἀνδριάς ἐστιν ἐκ χαλκοῦ πεποιημένος, ἀνδρὸς εἶδος σημαί-
νων· ὁ μὲν οὖν χαλκὸς ὕλη ἐστί, τὸ δὲ τοῦ ἀνδρὸς εἶδος εἶδος.
Ἀναλογεῖ δὲ ἡ μὲν ὕλη τῷ γένει, τὸ δὲ εἶδος τῇ διαφορᾷ.
Λαμβάνεται δὲ καὶ ἐξ ὑποκειμένου καὶ τέλους, οἷον ἰατρική
ἐστι τέχνη περὶ ἀνθρώπεια σώματα καταγινομένη
ὑγιείας περιποιητική. Ἰδοὺ ὑποκείμενά εἰσι τῇ ἰατρικῇ τὰ
ἀνθρώπεια σώματα, τέλος δὲ αὐτῆς ἡ ὑγίεια.
   Ἡ δὲ ὑπογραφὴ ἐκ τῶν ἐπουσιωδῶν σύγκειται ἤγουν
ἰδίων καὶ συμβεβηκότων, οἷον ἄνθρωπός ἐστι γελαστικόν,
ὀρθοπεριπατητικόν, πλατυώνυχον· ταῦτα γὰρ ὅλα
ἐπουσιώδη εἰσί. Διὸ καὶ ὑπογραφὴ λέγεται, ὡς οἷον
σκιάζουσα καὶ οὐ τὴν οὐσιώδη ὕπαρξιν τοῦ ὑποκειμένου
δηλοῦσα ἀλλὰ τὰ παρεπόμενα. Ὁ δὲ ὑπογραφικὸς ὁρισ-
μὸς μικτός ἐστιν ἐξ οὐσιωδῶν καὶ ἐπουσιωδῶν, οἷον
ἄνθρωπός ἐστι ζῷον λογικόν, ὀρθοπεριπατητικόν, πλα-
τυώνυχον.
   Εἴρηται δὲ ὁρισμὸς ἀπὸ μεταφορᾶς τῶν τῆς γῆς ὁροθε-
σίων· ὥσπερ γὰρ τὸ ὁροθέσιον χωρίζει τὸ ἴδιον ἑκάστου
ἀπὸ τοῦ ἀλλοτρίου, οὕτω καὶ ὁ ὁρισμὸς τὴν φύσιν ἑκά-
στου χωρίζει ἀπὸ τῆς τοῦ ἑτέρου φύσεως.
   Ὑγίεια δὲ ὁρισμοῦ ἐστι τὸ μὴ ἐλλείπειν μήτε πλεονά-
ζειν ταῖς λέξεσι, κακία δὲ τό τε ἐλλείπειν καὶ τὸ πλεονά-
ζειν ταῖς λέξεσι. Τέλειος δὲ ὁρισμός ἐστιν ὁ ἀντιστρέφων
πρὸς τὸ ὁριστόν, ἀτελὴς δὲ ὁ μὴ ἀντιστρέφων. Οὔτε οὖν
ὁ ἐλλείπων ταῖς λέξεσιν ἀντιστρέφει οὔτε ὁ πλεονάζων.
Ὅτε μὲν γὰρ πλεονάσει ταῖς λέξεσι, λείπει τοῖς πράγμα-
σιν· ὅτε δὲ λείψει ταῖς λέξεσι, πλεονάζει τοῖς πράγμασιν.
Ὥστε λέγειν· θαυμαστὸν ἐφεῦρεν ἡ φύσις μηχάνημα,
ἔνδειαν πλουτοῦσαν καὶ πλοῦτον ὑποκρινόμενον ἔνδειαν.
Οἷον ὁ τέλειος ὁρισμὸς τοῦ ἀνθρώπου ‘ζῷον λογικὸν
θνητόν’. Ἰδοὺ ἀντιστρέφει· πᾶν γὰρ ζῷον λογικὸν θνη-
τὸν ἄνθρωπός ἐστι, καὶ πᾶς ἄνθρωπος ζῷόν ἐστι λογικὸν
θνητόν. Ἐὰν οὖν λείψῃ μιᾷ λέξει, πλεονάζει τοῖς πρά-
γμασιν, οἷον ζῷον λογικόν. Ἰδοὺ ἔλειψε τῇ λέξει, οὐ γὰρ
εἶπον ‘θνητόν’, καὶ ἐπλεόνασε τοῖς πράγμασιν, οὐ γὰρ
μόνος ἄνθρωπος ζῷον λογικὸν ἀλλὰ καὶ ἄγγελος,
καὶ οὐκ ἀντιστρέφει. Ἐὰν δὲ εἴπω ‘ζῷον λογικόν, θνη-
τόν, γραμματικόν’, πάλιν οὐκ ἀντιστρέφει· ἐπλεόνασε
γὰρ τῇ λέξει διὰ τοῦ εἰπεῖν ‘γραμματικόν’, ἔλειψε δὲ τοῖς
πράγμασιν. Οὐ πάντα γὰρ ἄνθρωπον ὡρίσατο, ἀλλ᾿ ἦ
μόνον τοὺς γραμματικούς. Πᾶν μὲν γὰρ ζῷον λογικόν,
θνητόν, γραμματικὸν ἄνθρωπός ἐστιν, οὐ πᾶς δὲ ἄνθρω-
πος ζῷον λογικόν, θνητόν, γραμματικόν ἐστιν· οὐ γὰρ
πᾶς ἄνθρωπος γραμματικός ἐστι.
   Τέλειοι οὖν ὁρισμοί εἰσιν οἱ ἀντιστρέφοντες πρὸς τὸ
[8.66]   ὁριστόν. Ἀλλ᾿ ἐπεὶ καὶ τὸ ἴδιον ἀντιστρέφει πρὸς τὸ
οὗ ἐστιν ἴδιον-εἴ τι γὰρ ἄνθρωπος, τοῦτο γελαστικόν,
καὶ εἴ τι γελαστικόν, τοῦτο ἄνθρωπος-, δεῖ ἡμᾶς
προσδιορισαμένους εἰπεῖν, ὅτι τέλειοι ὁρισμοί εἰσιν οἱ
ἐκ γένους καὶ συστατικῶν διαφορῶν παραλαμβανόμενοι
καὶ μήτε ἐλλείποντες τῇ λέξει μήτε πλεονάζοντες καὶ
ἀντιστρέφοντες πρὸς τὸ ὁριστόν. Ὡσαύτως δὲ καὶ οἱ
λαμβανόμενοι ἐκ τοῦ συναμφοτέρου, τοῦ τε ὑποκειμένου
καὶ τοῦ τέλους, τέλειοί εἰσι, καὶ οἱ ἐκ τοῦ συναμφοτέρου,
τῆς τε ὕλης καὶ τοῦ εἴδους, ἔστι δὲ ὅτε καὶ οἱ ἐκ μόνου τοῦ
ὑποκειμένου, ὅταν τὸ ὑποκείμενον ἐκεῖνο οὐχ ὑπόκειται
ἑτέρᾳ τέχνῃ ὡς ἡ ὕελος τῇ ὑελοψικῇ, καὶ ἐκ τοῦ τέλους
μόνου, ὅταν τὸ τέλος ἐκεῖνο οὐ δύναται τέλος εἶναι ἑτέρας
τέχνης ὡς ἐπὶ τῆς ναυπηγικῆς. Ὥστε ἐκ πάντων τού-
των δεῖ γνῶναι, ὅτι τελειότης ἐστὶν ὅρου τὸ ἀντιστρέφειν.
   Διαφέρει δὲ ὁρισμὸς ὅρου τῷ καθολικωτέρῳ καὶ μερι-
κωτέρῳ· ὁ γὰρ ὅρος καθολικώτερός ἐστι τοῦ ὁρισμοῦ.
Ὁ μὲν γὰρ ὅρος δηλοῖ τὸ ὁροθέσιον, δηλοῖ δὲ καὶ
τὴν ἀπόφασιν, ὥς φαμεν ‘ὥρισεν ὁ βασιλεύς’, δηλοῖ καί,
εἰς ὃν ἀναλύεται ἡ πρότασις, ὡς ἐν τοῖς ἑξῆς σὺν θεῷ
μαθησόμεθα, δηλοῖ δὲ καὶ τὸν ὁρισμόν. Ὁ δὲ ὁρισμὸς
μόνον δηλοῖ τὸν λόγον τὸν σύντομον, τὸν δηλωτικὸν τῆς
φύσεως τοῦ ὑποκειμένου πράγματος.
   Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τῆς οὐσίας μόνης λαμβάνεται
ὁρισμὸς καὶ τῶν εἰδῶν αὐτῆς. Οὔτε δὲ ἀτόμου οὔτε
συμβεβηκότων δυνάμεθα ποιήσασθαι ὁρισμὸν ἀλλ᾿ ὑπο-
γραφήν, διὰ τὸ τὸν ὁρισμὸν ἐκ γένους καὶ συστατικῶν δια-
φορῶν συγκεῖσθαι, τὴν δὲ ὑπογραφὴν ἐξ ἐπουσιωδῶν.
[9]   Περὶ γένους.
[9.2]      Ἰστέον, ὡς ἐπὶ τῶν ὁμωνύμων τρία δεῖ ζητεῖν. Ἐάν
ἐστι τῶν ὁμωνύμων, καὶ πόσα σημαίνει καὶ περὶ ποίου
αὐτῶν ἐστιν ὁ λόγος. Δεῖ οὖν πρότερον εἰπεῖν, τί ἐστιν
ὁμώνυμον. Ὁμώνυμα οὖν εἰσιν, ὅταν δύο ἢ καὶ πλείονα
ἓν ἔχουσιν ὄνομα, ἕκαστον δὲ αὐτῶν ἄλλο τι σημαίνει
καὶ ἄλλης οὐσίας ἐστὶν ἤγουν ἕτερον ὁρισμὸν δέχεται, ὡς
καὶ νῦν ἐπὶ τοῦ γένους· τὸ γὰρ γένος τῶν ὁμωνύμων
ἐστί. Λέγεται γὰρ γένος πρῶτον μὲν τὸ ἀπὸ τῆς πατρίδος
καὶ τοῦ τεκόντος, καὶ ἕκαστον αὐτῶν διχῶς· ἢ προσεχῶς
ἢ πόῤῥω. Ἀπὸ μὲν τῆς προσεχοῦς πατρίδος, ὡς λέγεταί
τις Ἱεροσολυμίτης, ἀπὸ δὲ τῆς πόῤῥω Παλαιστινός.
Ὁμοίως ἀπὸ τοῦ προσεχοῦς τεκόντος, ὡς ὅταν ὁ Ἀχιλ-
λεὺς υἱὸς ὢν τοῦ Πηλέως λέγεται Πηλεΐδης, ἀπὸ δὲ τοῦ
πόῤῥω, ὡς ὅταν ὁ αὐτὸς Ἀχιλλεὺς ἀπὸ τοῦ πάππου
αὐτοῦ Αἰακοῦ Αἰακίδης· οὗτος γὰρ ἦν τοῦ Πηλέως
πατήρ. Λέγεται πάλιν γένος ἡ ἑνὸς πρὸς πολλοὺς τοὺς ἐξ
αὐτοῦ σχέσις, ὡς ὅταν πάντες οἱ ἔχοντες τὸ καταγώγιον
ἐξ Ἰσραὴλ λέγονται Ἰσραηλῖται. Περὶ μὲν οὖν τῶν
προειρημένων γενῶν οὐκ ἔστι λόγος τοῖς φιλοσόφοις.
Λέγεται πάλιν γένος, ᾧ ὑποτάσσεται τὸ εἶδος, οἷον ὑπὸ
τὸ ζῷόν ἐστιν ἄνθρωπος, ἵππος καὶ ἕτερα εἴδη· τὸ οὖν
ζῷον γένος ἐστί. Περὶ τούτου τοῦ γένους παρὰ τοῖς
φιλοσόφοις ὁ λόγος. Γένος οὖν ἐστι τὸ κατὰ πλειόνων καὶ
διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον,
ὥσπερ τὸ ζῷον γένος ὂν κατηγορεῖται ἀνθρώπου καὶ
ἵππου καὶ βοὸς καὶ ἄλλων πλειόνων ἐν τῷ τί ἐστιν,
ἅτινα τῷ εἴδει διαφέρουσιν ἀλλήλων· ἕτερον γὰρ εἶδος
ἀνθρώπου καὶ ἄλλο ἵππου καὶ ἄλλο βοός. Ἐν τῷ τί δέ
ἐστι κατηγορεῖται. Ἐρωτώμενοι γὰρ ‘τί ἐστιν ἄνθρω-
πος’, φαμὲν ‘ζῷον’. Ὁμοίως καὶ ἵππος· ἐρωτώμενοι
‘τί ἐστιν’, λέγομεν‘ ζῷον’. Ὥστε γένος ἐστίν, ᾧ ὑπό-
κειται τὸ εἶδος. Τὸ γὰρ γένος εἰς εἴδη διαιρεῖται καὶ
καθολικώτερον τοῦ εἴδους ἐστὶ καὶ περιέχει τὰ εἴδη καὶ
ἐπάνω αὐτῶν ἐστιν.
   Χρὴ γὰρ γινώσκειν, ὡς ἐπάνω λέγεται τὸ καθολικώτε-
ρον, ὑποκάτω δὲ καὶ ὑποκείμενον πρὸς κατηγορίαν τὸ μερι-
κώτερον. Ἔστι γὰρ ὑποκείμενον πρὸς ὕπαρξιν ὡς ἡ
οὐσία, ὑπόκειται γὰρ πρὸς ὕπαρξιν τῷ συμβεβηκότι·
ἐν αὐτῇ γὰρ ὑφίσταται τὸ συμβεβηκός. Καὶ ἔστιν ὑπο-
κείμενον πρὸς κατηγορίαν τὸ μερικόν· κατηγορεῖται γὰρ
τὸ μὲν γένος τοῦ εἴδους καὶ τὸ εἶδος τῶν ἀτόμων. Δῆλον
δὲ ὡς καθολικώτερόν ἐστι τὸ γένος τοῦ εἴδους καὶ τὸ
εἶδος τῶν ἀτόμων, περὶ ὧν ἀκριβέστερον ἐν τοῖς ἑξῆς
σὺν θεῷ μαθησόμεθα. Νῦν δὲ εἰπόντες περὶ τοῦ γένους
εἴπωμεν καὶ περὶ τοῦ εἴδους.
[10]   Περὶ εἴδους.
[10.4]      Καὶ τὸ εἶδος δὲ τῶν ὁμωνύμων ἐστίν, δισσῶς λεγό-
μενον· λέγεται γὰρ εἶδος καὶ ἡ ἑκάστου μορφή, καθ᾿ ὃ
εἴρηται· «Πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος». Ἔστι
πάλιν εἶδος τὸ οὐσιῶδες τὸ τασσόμενον ὑπὸ τὸ γένος.
Καὶ πάλιν εἶδός ἐστιν, οὗ κατηγορεῖται τὸ γένος ἐν τῷ τί
ἐστι. Καὶ πάλιν εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφε-
ρόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Ἀλλ᾿
αἱ μὲν πρῶται δύο ὑπογραφαὶ κατὰ τὴν σχέσιν μόνον
διαφέρουσιν ὡς ἀνάβασις καὶ κατάβασις καὶ ἁρμόζουσιν
ἐπὶ παντὸς εἴδους. Ἡ δὲ τρίτη καὶ τελευταία ὑπογραφὴ
μόνον ἐπὶ τοῦ εἰδικωτάτου εἴδους τοῦ προσεχῶς ἐπάνω
τῶν ἀτόμων ὄντος, τοῦ περιέχοντος τὰς ὑποστάσεις,
ὡς λέγομεν τὸ εἶδος τοῦ ἀνθρώπου. Εἴπομεν οὖν, ὡς
τὸ γένος τρισσῶς λέγεται·
ἀπὸ τοῦ
τεκόντος
[10.21]   καὶ ἀπὸ τῆς πα-
τρίδος
[10.25]   καὶ καθ᾿ ἑκάτερον διχῶς
καὶ κατὰ τρίτον τρόπον,
ᾧ ὑποτάσσεται τὸ
εἶδος.
[10.34]      Καὶ τὸ εἶδος δὲ δισσῶς λέ-
γεται· ὡς ἡ ἑκάστου μορφὴ καθ᾿ ἕνα
τρόπον,
κατὰ δεύ-
τερον τρόπον, οὗ κατηγορεῖται
τὸ γένος, τὸ καὶ ὑπὸ
τὸ γένος τασσόμενον ὡς ἐξ
αὐτοῦ διαιρούμενον.
Περὶ τούτου τοῦ γένους καὶ τοῦ
εἴδους παρὰ τοῖς φιλοσόφοις ὁ
λόγος.
   Ἐπειδὴ δὲ καὶ περὶ γένους διαλεγόμενοι τοῦ εἴδους ἐμνημονεύσαμεν
εἰπόντες ‘γένος ἐστὶ τὸ διαιρούμενον εἰς εἴδη’, καὶ πάλιν περὶ τοῦ εἴδους
διαλεγόμενοι τοῦ γένους ἐμνημονεύσαμεν εἰπόντες ‘εἶδός ἐστι τὸ ἐκ τοῦ
γένους διαιρούμενον’, χρὴ γινώσκειν, ὅτι ὥσπερ περὶ πατρὸς λέγοντες
ἐξ ἀνάγκης καὶ υἱοῦ μνημονεύομεν-οὗτος γάρ ἐστι πατὴρ ὁ ἔχων
υἱόν-καὶ περὶ υἱοῦ διαλεγόμενοι ἐξ ἀνάγκης καὶ πατρὸς μνημονεύο-
μεν-οὗτος γάρ ἐστιν υἱὸς ὁ ἔχων πατέρα-, οὕτω καὶ ἐνταῦθα ἀδύ-
νατον περὶ τοῦ γένους διαλαβεῖν ἐκτὸς τοῦ εἴδους ἢ περὶ τοῦ εἴδους
ἐκτὸς τοῦ γένους· τὸ γὰρ γένος εἰς εἴδη διαιρεῖται πάντως, καὶ τὸ μὴ
ἔχον εἴδη ἐξ αὐτοῦ διαιρούμενα οὐκ ἔστι γένος. Καὶ τὰ εἴδη ἐκ τοῦ γένους
διαιροῦνται, καὶ τὰ μὴ ἔχοντα γένος οὔκ εἰσιν εἴδη.
   Καὶ ὥσπερ ὁ πρῶτος ἄνθρωπος ἤγουν ὁ Ἀδὰμ μὴ ἐσχηκὼς πατέρα οὐ
λέγεται υἱός, λέγεται δὲ πατήρ, ἔσχε γὰρ υἱούς· ὁ δὲ Σὴθ καὶ υἱὸς λέγεται
τοῦ τεκόντος αὐτόν, ἔσχε γὰρ πατέρα τὸν Ἀδάμ, καὶ πατὴρ λέγεται τοῦ
τεχθέντος ἐξ αὐτοῦ, ἐγέννησε γὰρ τὸν Ἐνώς· ὁ δὲ Ἄβελ υἱὸς μὲν λέγεται,
ἔσχε γὰρ πατέρα τὸν Ἀδάμ, πατὴρ δὲ οὐ λέγεται, οὐ γὰρ ἔσχεν υἱόν, -
οὕτω καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους. Τὸ πρῶτον γένος, ὅπερ οὐ
διαιρεῖται ἀπὸ ἑτέρου γένους οὐδὲ ἔχει πρὸ αὐτοῦ γένος, γένος μόνον
ἐστὶ καὶ οὐκ ἔστιν εἶδος καὶ λέγεται γενικώτατον γένος, ὃ καὶ ὁριζόμενοί
φασιν· Γενικώτατον γένος ἐστίν, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος διὰ τὸ μὴ
ἔχειν ἐπάνω αὐτοῦ γένος. Τὰ δὲ ἐξ αὐτοῦ διαιρούμενα, ἐὰν ἔχωσιν
ὑποκάτω αὐτῶν ἄλλα εἴδη ἐξ αὐτῶν διαιρούμενα, καὶ εἴδη εἰσὶ τῶν πρὸ
αὐτῶν ἤγουν τῶν ἐπάνω, ἐξ ὧν τέμνονται, καὶ γένη τῶν ἐξ αὐτῶν τεμνο-
μένων ἤγουν τῶν ὑποκάτω καὶ λέγονται καὶ γένη καὶ εἴδη ὑπάλληλα. Τὰ δὲ
[10.69]   εἴδη τὰ ἔσχατα καὶ κατώτερα τὰ μὴ ἔχοντα ὑποκάτω αὐτῶν ἄλλα
εἴδη τουτέστι μὴ περιέχοντα εἴδη ἀλ-
λὰ ἄτομα ἤγουν ὑποστάσεις οὐ
λέγονται γένη ἀλλ᾿ εἴδη μόνον·
[10.75]   ἀδύνατον γὰρ ῥηθῆναι γένος
τὸ μὴ περιέχον εἴδη.
Λέγεται
οὖν τὸ εἶδος τὸ μὴ περιέχον
εἴδη ἀλλ᾿ ὑποστάσεις εἰδικώτα-
τον εἶδος, διότι εἶδος ὂν οὐκ
ἔστι καὶ γένος, ὥσπερ τὸ γένος
τὸ μὴ ὂν καὶ εἶδος λέγεται γε-
νικώτατον γένος.
   Χρὴ δὲ εἰδέναι, ὡς ἐξ ἀνάγ-
κης τὰ εἴδη καὶ τὸ
ὄνομα καὶ τὸν ὁρισμὸν τοῦ γέ-
νους δέ-
χονται καὶ τοῦ γένους τοῦ
γένους αὐτῶν ἕως τοῦ γενικωτά-
του. Ἀλλήλων δὲ τὰ εἴδη οὐ δύ-
νανται τὸν ὁρισμὸν δέξασθαι.
(v. i. 138 s)
[10.94]   (v. i. 125-127)
[10.98]   Ἵνα οὖν σαφέστερον
ᾖ τὸ λεγόμενον, οὕτως εἴπωμεν·
Ὄν ἐστι πρᾶγμα αὐθύπαρκτον
καὶ μὴ δεόμενον ἑτέρου πρὸς
σύστασιν ἢ τὸ μὴ καθ᾿ ἑαυτὸ δυ-
νάμενον εἶναι ἀλλ᾿ ἐν ἑτέρῳ
ἔχον τὴν ὕπαρξιν. Οὐσία
δέ ἐστι πρᾶγμα αὐθύπαρκτον καὶ
μὴ δεόμενον ἑτέρου πρὸς σύστα-
σιν μόνον. Ἰδοὺ οὐκ ἐδέξατο ἡ
οὐσία ὅλον τὸν ὁρισμὸν τοῦ ὄν-
τος. Ὥστε τὸ ὂν οὐκ ἔστι γένος
τῆς οὐσίας οὔτε ἡ οὐσία εἶδος
τοῦ ὄντος· τὸ γὰρ εἶδος ὅλον
ἀπαραλείπτως τὸν ὁρισμὸν τοῦ
γένους αὐτοῦ δέχεται. Ἀλλ᾿ οὐ-
δὲ τὸ συμβεβηκός ἐστιν εἶδος
τοῦ ὄντος. Οὐδὲ γὰρ δέχεται
ὅλον τὸν ὁρισμὸν αὐτοῦ ἀλλὰ
τὸ ἥμισυ. Συμβεβηκὸς
γάρ ἐστι πρᾶγμα τὸ μὴ καθ᾿
ἑαυτὸ δυνάμενον εἶναι ἀλλ᾿ ἐν
ἑτέρῳ ἔχον τὴν ὕπαρξιν μόνον.
Ἰδοὺ οὔτε ἡ οὐσία δέχεται ὅλον
τὸν ὁρισμὸν τοῦ ὄντος οὔτε τὸ
συμβεβηκός, ἀλλ᾿ ἡ μὲν οὐσία τὸ
ἥμισυ καὶ τὸ συμβεβηκὸς τὸ ἄλλο
ἥμισυ. Ὥστε εἰ καὶ τέμνεται τὸ
ὂν εἰς οὐσίαν καὶ συμβεβηκός,
ἀλλ᾿ οὐκ ἔστι γένος αὐτῶν.
   Ἡ οὐσία δὲ τέμνεται εἰς σῶ-
μα καὶ ἀσώματον. Ἰδοὺ τὸ σῶμα
καὶ τὸ ἀσώματον εἴδη εἰσὶ τῆς
οὐσίας· ἕκαστον γὰρ αὐτῶν καὶ
τὸ ὄνομα καὶ τέλειον τὸν ὅρον
τῆς οὐσίας ἐπιδέχεται.
[10.136]      Ὥστε ἡ οὐσία οὐκ
ἔστιν εἶδος μὴ ἔχουσα ἐπάνω
αὐτῆς γένος, ἀλλ᾿ αὐτή ἐστι
πρῶτον καὶ γενικώτατον γένος.
(v. s. 128-131)
[10.144]      Πάλιν τὸ σῶμα τέμνεται εἰς ἔμψυχον καὶ ἄψυχον· ἰδοὺ πάλιν τὸ σῶμα
εἶδος ὂν τῆς οὐσίας γένος ἐστὶ τοῦ ἐμψύχου καὶ τοῦ ἀψύχου. Τὸ ἔμψυχον
πάλιν διαιρεῖται εἰς αἰσθητικὸν καὶ ἀναίσθητον. Αἰσθητικὸν μὲν οὖν ἐστι
τὸ ζῷον τὸ ζωὴν καὶ αἴσθησιν ἔχον, ἀναίσθητον δὲ τὸ φυτόν· οὐ γὰρ
ἔχει αἴσθησιν. Ἔμψυχον δὲ λέγεται τὸ φυτὸν διὰ τὸ ἔχειν θρεπτικὴν καὶ
αὐξητικὴν καὶ γεννητικὴν δύναμιν. Τὸ ζῷον πάλιν τέμνεται εἰς λογικὸν
καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς ἄνθρωπον,
ἵππον, βοῦν καὶ τὰ τοιαῦτα, ἅτινα οὐκέτι τέμνεται εἰς ἄλλα εἴδη ἀλλ᾿
εἰς ἄτομα ἤγουν ὑποστάσεις· διαιρεῖται γὰρ ὁ ἄνθρωπος εἰς Πέτρον,
Παῦλον, Ἰωάννην καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, οἵτινες
οὔκ εἰσιν εἴδη ἀλλ᾿ ὑποστάσεις. Τὰ γὰρ εἴδη, ὡς εἴπομεν, οὐ δέχονται
τὸν ὁρισμὸν ἀλλήλων, οἷον τὸ σῶμα οὐ δέχεται τὸν ὁρισμὸν τοῦ ἀσωμά-
του, ὁ ἄνθρωπος οὐ δέχεται τὸν ὁρισμὸν τοῦ ἵππου· ὁ δὲ Πέτρος καὶ
Παῦλος καὶ Ἰωάννης ἕνα ὅρον δέχονται, τὸν τοῦ ἀνθρώπου, ὁμοίως καὶ
οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι, ὥστε οὔκ εἰσιν εἴδη τοῦ ἀνθρώπου ἀλλ᾿
ἄτομα ἤγουν ὑποστάσεις.
   Πάλιν τὸ εἶδος τεμνόμενον μεταδίδωσι τοῖς ὑποκάτω αὐτοῦ καὶ τοῦ
ὀνόματος καὶ τοῦ ὅρου. Ὁ δὲ Πέτρος τεμνόμενος εἰς ψυχὴν καὶ σῶμα
οὔτε τῇ ψυχῇ οὔτε τῷ σώματι μεταδίδωσι τοῦ ὀνόματος καὶ τοῦ ὅρου·
οὔτε γὰρ μόνη ἡ ψυχὴ Πέτρος οὔτε μόνον τὸ σῶμα ἀλλὰ τὸ συναμφότερον.
   Ἔτι πᾶσα διαίρεσις ἀπὸ γένους εἰς εἴδη γινομένη μέχρι δύο ἢ
τριῶν σπανίως δὲ τεσσάρων φθάνει· ἀδύνατον γὰρ διαιρεθῆναι γένος
εἰς πέντε εἴδη καὶ ἐπάνω. Ὁ δὲ ἄνθρωπος εἰς πάντας τοὺς κατὰ μέρος
ἀνθρώπους διαιρεῖται, οἵτινες ἄπειροί εἰσι τῷ ἀριθμῷ. Διό τινες οὐδέ
φασι λέγεσθαι διαίρεσιν τὴν ἀπὸ εἴδους εἰς ἄτομα ἀλλ᾿ ἀπαρίθμησιν.
Ὅθεν δῆλον, ὅτι οὐκ ἔστιν ὁ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης εἴδη ἀλλ᾿
ἄτομα ἤγουν ὑποστάσεις. Οὔτε ὁ ἄνθρωπος γένος τοῦ Πέτρου καὶ
Παύλου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ὑποστάσεων ἀλλ᾿ εἶδος. Διὸ
εἰδικώτατον εἶδός ἐστιν ὁ ἄνθρωπος·
εἶδος γάρ ἐστι τοῦ ἐπάνω ὡς
ὑπ᾿ αὐτοῦ περιεχόμενον καὶ εἶ-
δος τῶν ὑποκάτω ὡς περιέχον
αὐτά. Τό τε γὰρ ὑπὸ γένους πε-
ριεχόμενον εἶδός ἐστι, καὶ τὸ
περιέχον τὰ ἄτομα τουτέστιν
ὑποστάσεις εἶδός ἐστι. Τοῦτο
οὖν ἐστι τὸ εἰδικώτατον εἶδος
τὸ προσεχῶς ἐπάνω τῶν ἀτόμων
ὑπάρχον· ὃ καὶ ὁριζόμενοί φα-
σι· Εἶδός ἐστι τὸ κατὰ πλειό-
νων καὶ διαφερόντων τῷ ἀριθμῷ
ἐν τῷ τί ἐστι κατηγορούμενον.
Ὁμοίως καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ τὰ τοιαῦτα εἴδη εἰσὶν εἰδικώτατα.
Τὰ δὲ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τῶν εἰδικωτάτων εἰδῶν
γένη εἰσὶν ὑπάλληλα καὶ εἴδη, εἴδη μὲν τῶν ἐπάνω γένη δὲ τῶν
ὑποκάτω.
   Καὶ αὗταί εἰσιν αἱ οὐσιώδεις καὶ φυσικαὶ διαφοραὶ καὶ ποιότητες,
αἵτινες λέγονται διαιρετικαὶ καὶ συστατικαί, διαιρετικαὶ μὲν τῶν ἐπάνω
συστατικαὶ δὲ τῶν ὑποκάτω· τὸ γὰρ σῶμα καὶ τὸ ἀσώματον διαιροῦσι
τὴν οὐσίαν, ὁμοίως τὸ ἔμψυχον καὶ τὸ ἄψυχον διαιροῦσι τὸ σῶμα,
ὁμοίως τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον διαιροῦσι τὸ ἔμψυχον. Αὗται
οὖν συνιστῶσι τὸ ζῷον. Λαμβάνω γὰρ οὐσίαν ἔμψυχον αἰσθητικὴν καὶ
ποιῶ τὸ ζῷον· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Λαμβάνω
πάλιν οὐσίαν ἄψυχον ἀναίσθητον καὶ ποιῶ τὸν λίθον. Πάλιν λαμβάνω
οὐσίαν ἔμψυχον ἀναίσθητον καὶ ποιῶ φυτόν.
Πάλιν τὸ λογικὸν καὶ τὸ ἄλο-
γον τὸ ζῷον διαιροῦσι, τὸ θνη-
τὸν καὶ ἀθάνατον διαιροῦσι
τὸ λογικόν, τὸ χερσαῖον καὶ τὸ
ἔνυδρον διαιροῦσι τὸ ἄλογον.
Λαμβάνω τὸ ζῷον γένος ὂν
τούτων καὶ τὸ λογικὸν καὶ τὸ
θνητὸν καὶ συνιστῶ τὸν ἄνθρω-
πον· ἄνθρωπος γάρ ἐστι ζῷον
λογικὸν θνητόν. Καὶ λαμβάνω
τὸ ζῷον καὶ τὸ ἄλογον καὶ τὸ
θνητὸν καὶ τὸ χερσαῖον καὶ
συνιστῶ ἵππον, κύ-
να καὶ τὰ τοιαῦτα. Καὶ λαμβά-
νω τὸ ζῷον καὶ τὸ ἄλογον καὶ
τὸ θνητὸν καὶ τὸ ἔνυδρον καὶ
συνιστῶ ἰχθύν. Διαφοραὶ δὲ λέ-
γονται οὐσιώδεις καὶ φυσικαί,
ὅτι αὗται ποιοῦσι διαφέρειν
εἶδος ἄλλου εἴδους καὶ φύσιν
καὶ οὐσίαν ἑτέρας οὐσίας καὶ
φύσεως.
[11]   Περὶ ἀτόμου.
[11.2]      Τὸ ἄτομον τετραχῶς λέγεται. Ἄτομον γάρ ἐστι τὸ μὴ τεμνόμενον
μηδὲ μεριζόμενον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα
λέγονται. Ἄτομον λέγεται καὶ τὸ δύστμητον τουτέστι τὸ δυσχερῶς
τεμνόμενον ὡς ὁ ἀδάμας λίθος καὶ τὰ τοιαῦτα. Ἄτομον λέγεται καὶ τὸ
εἶδος, ὅπερ οὐκέτι εἰς ἕτερα εἴδη τέμνεται ἤτοι τὸ εἰδικώτατον εἶδος ὡς
ἄνθρωπος, ἵππος καὶ τὰ τοιαῦτα. Ἄτομον δὲ κυρίως λέγεται, ὅπερ
τέμνεται μέν, οὐ σῴζει δὲ μετὰ τὴν τομὴν τὸ πρῶτον εἶδος, ὥσπερ
Πέτρος τέμνεται εἰς ψυχὴν καὶ σῶμα, ἀλλ᾿ οὔτε ἡ ψυχὴ καθ᾿ αὑτήν
ἐστι τέλειος ἄνθρωπος ἢ Πέτρος τέλειος οὔτε τὸ σῶμα. Περὶ τούτου
τοῦ ἀτόμου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, ὅπερ ἐπὶ τῆς οὐσίας δηλοῖ
τὴν ὑπόστασιν.
[12]   Περὶ διαφορᾶς.
[12.2]      Διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα κατὰ μὲν τὸ ὑποκεί-
μενον ἕν εἰσιν, κατὰ δὲ τὴν ἐνέργειαν ἕτερον καὶ ἕτερον·
ἡ γὰρ λογικότης λέγεται καὶ ποιότης τοῦ ἀνθρώπου
καὶ ἰδίωμα καὶ διαφορά, ἀλλὰ καθ᾿ ἕτερον καὶ ἕτερον
τρόπον. Ὡς μὲν γὰρ ποιοῦσα καὶ οἱονεὶ μορφοῦσα τὴν
[12.7]   οὐσίαν λέγεται ποιότης, εἶτα ὡς ἰδία γενομένη ταύτης
τῆς οὐσίας λέγεται ἰδίωμα. Ἐν δὲ τῇ πρὸς τὸ ἄλογον
συγκρίσει, βοῦν τυχὸν ἢ ἡμίονον ἢ κύνα, λέγεται δια-
φορά· ἐν αὐτῇ γὰρ ἄνθρωπος τῶν ἀλόγων διαφέρει.
   Αὕτη δὲ τριχῶς λέγεται, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. Ἀδύνατον
γὰρ μὴ διαφέρειν ἀλλήλων δύο τινὰ κατά τι. Ἄλλοις οὖν διαφέρει εἶδος
εἴδους, καὶ ἄλλοις ὑπόστασις τῆς ὁμοειδοῦς καὶ ὁμοουσίου ὑποστάσεως
καὶ ἄλλοις ὑπόστασις ἑαυτῆς. Διαφέρει μὲν γὰρ τὸ εἶδος τοῦ ἀνθρώπου
τοῦ εἴδους τοῦ ἵππου κατὰ τὸ λογικὸν καὶ ἄλογον. Καὶ λέγεται τὸ
λογικὸν καὶ ἄλογον οὐσιώδης διαφορά. Ὁμοίως καὶ πάντα, οἷς δια-
φέρει εἶδος εἴδους, φυσικὴ καὶ οὐσιώδης καὶ συστατικὴ διαφορὰ καὶ
ποιότης λέγεται καὶ φυσικὸν ἰδίωμα, ὅπερ παντὶ τῷ εἴδει ἐνυπάρχει
ἀπαραλλάκτως, ἥτις καλεῖται παρὰ τοῖς φιλοσόφοις ἰδιαίτατα διαφορὰ
ὡς οἰκειοτέρα καὶ τῆς φύσεως παραστατική. Πάλιν διαφέρει ἄνθρωπος
ἀνθρώπου ἢ ἵππος ἵππου ἢ κύων κυνός, τουτέστιν ἄτομον ὁμοειδοῦς
ἀτόμου, καθὸ ὁ μέν ἐστι μακρὸς ὁ δὲ κολοβός, ὁ μὲν παλαιὸς ὁ δὲ νέος, ὁ
μὲν σιμὸς ὁ δὲ γρυπός, ὁ μὲν φρόνιμος ὁ ἕτερος μωρός. Ταῦτα πάντα
ἐπουσιώδεις διαφοραὶ καὶ ποιότητες λέγονται, ὅπερ ἐστὶ τὸ συμβεβηκός,
περὶ οὗ ἀκολούθως ἐροῦμεν.
[13]   Περὶ συμβεβηκότος.
[13.2]      Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκει-
μένου φθορᾶς. Καὶ πάλιν, ὃ ἐνδέχεται τῷ αὐτῷ καὶ εἶναι καὶ μὴ εἶναι·
καὶ γὰρ ἐνδέχεται ἄνθρωπον καὶ λευκὸν εἶναι καὶ μὴ εἶναι λευκόν, ὁμοίως
καὶ μακρὸν καὶ φρόνιμον καὶ σιμόν.
   Τοῦτο οὔτε παρὸν σῴζει τὸ εἶδος, οὐ γὰρ λαμβάνεται
εἰς τὸν τοῦ εἴδους ὁρισμόν, οὔτε ἀπὸν φθείρει· κἂν γὰρ
μὴ ᾖ ὁ Αἰθίοψ λευκός, οὐδὲν παραβλαβήσεται πρὸς τὸ
εἶναι ἄνθρωπος. Γίνεται οὖν καὶ ἀπογίνεται καὶ τὴν ὑπο-
κειμένην οὐσίαν οὐ παραβλάπτει. Ἔφημεν γάρ, ὡς ἡ
οὐσία ὑποκείμενον καὶ ὕλη τίς ἐστι τῷ συμβεβηκότι.
   Τοῦτο τὸ συμβεβηκὸς διαιρεῖται εἰς δύο, εἰς τὴν κοινῶς λεγομένην
διαφορὰν καὶ εἰς τὴν ἰδίως διαφοράν. Κοινῶς μὲν οὖν διαφορά ἐστι τὸ
χωριστὸν συμβεβηκός, οἷον κάθηταί τις καὶ ἕτερος ἵσταται· ἐνδέχεται ἐν
τῷ ἀναστῆναι τὸν καθήμενον καὶ καθίσαι τὸν ἱστάμενον χωρισθῆναι τὴν
διαφορὰν αὐτῶν καὶ λαβεῖν ἄλλην ἀντ᾿ ἄλλης. Καὶ ἑαυτοῦ δέ τις λέγεται
διαφέρειν κατὰ τὸ χωριστὸν συμβεβηκός· διαφέρει γὰρ ἑαυτοῦ ἐν τῷ
καθῆσθαι καὶ ἀνίστασθαι, ἐν τῷ νεάζειν καὶ γηρᾶν, ἐν τῷ νοσεῖν καὶ
ὑγιαίνειν καὶ τοῖς τοιούτοις. Ἰδίως δὲ διαφορά ἐστι τὸ ἀχώριστον
συμβεβηκός, οἷόν ἐστί τις σιμός· ἀδύνατον χωρισθῆναι αὐτοῦ τὴν
σιμότητα, ὁμοίως καὶ τὴν γλαυκότητα καὶ τὰ τοιαῦτα. Κατὰ ταῦτα
οὖν τὰ ἀχώριστα συμβεβηκότα ἄτομον ἀτόμου τουτέστιν ὑπόστασις
ὑποστάσεως διαφέρει, αὐτὸς δὲ ἑαυτοῦ οὐδέποτε. Ταῦτα δὲ οὐ συν-
τελοῦσιν εἰς τὸν ὁρισμὸν τῆς φύσεως· ἐνδέχεται γὰρ ἄνθρωπον εἶναι
σιμὸν καὶ μὴ εἶναι. Καὶ ἀπογινομένης τῆς γλαυκότητος οὐδὲν ἧττον ὁ
ἄνθρωπος μένει ἄνθρωπος.
[14]   Περὶ ἰδίου.
[14.2]      Τὸ ἴδιον τετραχῶς λέγεται. Πρῶτον, ὃ μόνῳ μὲν ὑπάρχει τῷ εἴδει, οὐ
παντὶ δέ, ὥσπερ τὸ γεωμετρεῖν τῷ ἀνθρώπῳ· μόνος γὰρ ὁ ἄνθρωπος
γεωμέτρης, ἀλλ᾿ οὐ πᾶς ἄνθρωπος γεωμέτρης. Δεύτερον, ὅπερ παντὶ
μὲν τῷ εἴδει ὑπάρχει, οὐ μόνῳ δέ, ὡς τὸ δίπουν· πᾶς γὰρ ἄνθρωπος
δίπους, οὐ μόνον δὲ ἄνθρωπος δίπους ἀλλὰ καὶ περιστερὰ καὶ τὰ τοιαῦτα.
Τρίτον, ὅπερ παντὶ μὲν καὶ μόνῳ, οὐκ ἀεὶ δέ, ὥσπερ τὸ πολιοῦσθαι
τῷ ἀνθρώπῳ· τοῦτο γὰρ παντὶ μὲν καὶ μόνῳ ἀνθρώπῳ ἁρμόζει, οὐκ ἀεὶ δὲ
ἀλλ᾿ ἐν τῷ γήρᾳ. Τέταρτον, ὅπερ γίνεται τῶν τριῶν τῶν πρώτων
συνερχομένων, τουτέστι παντὶ καὶ μόνῳ καὶ ἀεί, ὅπερ καὶ ἀντιστρέφει,
ὥσπερ τὸ γελαστικὸν τῷ ἀνθρώπῳ καὶ τὸ χρεμετιστικὸν τῷ ἵππῳ
καὶ τὰ τοιαῦτα· μόνος γὰρ ἄνθρωπος ἔχει τὸ γελαστικὸν καὶ πᾶς ἄνθρω-
πος καὶ ἀεί, εἰ καὶ μὴ ἀεὶ κέχρηται αὐτῷ. Εἴ τι γὰρ ἄνθρωπος, πάντως
γελαστικόν, καὶ εἴ τι γελαστικόν, πάντως ἄνθρωπος. Τοῦτό ἐστι τὸ
ἀντιστρέφειν. Περὶ τούτου τοῦ σημαινομένου παρὰ τοῖς φιλοσόφοις ὁ
λόγος. Ὃ καὶ ὑπογράφοντές φαμεν· Ἴδιόν ἐστι, ὃ παντὶ καὶ μόνῳ τῷ
εἴδει καὶ ἀεὶ ὑπάρχει. Τοῦτο δὲ τριχῶς διαιροῦσιν· ἀπὸ τῆς διοργανώ-
σεως τουτέστι διαπλάσεως, ὡς τὸ πλατυώνυχον καὶ τὸ ὀρθοπερι-
πατητικὸν τῷ ἀνθρώπῳ· ἀπὸ τῆς ἐνεργείας, ὡς τῷ πυρὶ τὸ ἀνωτάτω
φέρεσθαι· ἀπὸ τῆς δυνάμεως, ὡς λέγομεν τῷ πυρὶ ὑπάρχειν τὴν θερμαν-
τικὴν δύναμιν ὑπερβάλλουσαν τὰς τῶν ἄλλων σωμάτων θερμότητας.
Λέγεται δὲ τὸ ἴδιον ἐπουσιῶδες.
[15]   Περὶ τῶν κατηγορουμένων.
[15.2]      Πᾶσα κατηγορία ἢ ἐπὶ πλέον γίνεται ἢ ἐπίσης, ἐπ᾿ ἔλαττον δὲ οὐδέ-
ποτε. Καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται τῶν
μερικωτέρων· καθολικώτερα οὖν εἰσι τὰ ἐπάνω, μερικώτερα δὲ τὰ
ὑποκάτω. Καθολικώτερον μὲν οὖν ἐστι πάντων τὸ ὄν, διὸ πάντων
κατηγορεῖται· καὶ γὰρ καὶ ἡ οὐσία ὂν λέγεται καὶ τὸ συμβεβηκὸς ὂν
λέγεται. Οὐ δυνάμεθα δὲ εἰπεῖν, ὅτι τὸ ὂν οὐσία ἐστίν· οὐ μόνον γὰρ
οὐσία ἐστὶ τὸ ὂν ἀλλὰ καὶ συμβεβηκός. Ὁμοίως καὶ τὰ γένη κατηγοροῦν-
ται τῶν εἰδῶν ὡς καθολικώτερα, τὰ δὲ εἴδη οὐ κατηγοροῦνται τῶν
γενῶν αὐτῶν· τὰ γὰρ εἴδη μερικώτερα τῶν γενῶν εἰσι. Κατηγορεῖται
τοίνυν ἡ οὐσία τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου· καὶ γὰρ τὸ ζῷον
οὐσία ἐστὶ καὶ ὁ ἄνθρωπος ζῷόν ἐστιν. Οὐκ ἀντιστρέφει δέ· πᾶς μὲν
γὰρ ἄνθρωπος ζῷον, οὐ πᾶν δὲ ζῷον ἄνθρωπος.
   Καὶ ὁ ἵππος γὰρ καὶ ὁ κύων ζῷά εἰσιν, ὁμοίως καὶ πᾶν ζῷον οὐσία
ἐστίν, οὐ πᾶσα δὲ οὐσία ζῷόν ἐστιν· καὶ ὁ λίθος γὰρ καὶ τὸ ξύλον
οὐσία ἐστίν, ἅτινα οὔκ εἰσι ζῷα. Ὁμοίως καὶ τὸ εἶδος κατηγορεῖται τῶν
ὑπ᾿ αὐτοῦ περιεχομένων ἀτόμων τουτέστιν ὑποστάσεων ὡς καθολι-
κώτερον. Τὸ δὲ ἄτομον ἤγουν ἡ ὑπόστασις οὐ κατηγορεῖται τοῦ εἴδους·
μερικωτέρα γάρ ἐστι τοῦ εἴδους ἡ ὑπόστασις. Καὶ Πέτρος τοίνυν ἄνθρωπός
ἐστι καὶ Παῦλος ἄνθρωπός ἐστιν, οὐ πᾶς δὲ ἄνθρωπος Πέτρος ἢ Παῦλος·
εἰσὶ γὰρ καὶ ἄλλαι ὑποστάσεις ὑπὸ τὸ εἶδος τοῦ ἀνθρώπου. Καὶ αἱ διαφοραὶ
δὲ κατηγοροῦνται τῶν εἰδῶν, οἷς ἐνυπάρχουσι, καὶ τῶν ἀτόμων αὐτῶν. Κα-
θολικώτεραι γάρ εἰσιν αἱ διαφοραὶ τῶν εἰδῶν· τὸ γὰρ λογικὸν καθολικώτε-
ρόν ἐστι τοῦ εἴδους τοῦ ἀνθρώπου. Καὶ γὰρ πᾶς μὲν ἄνθρωπος λογικός, οὐ
πᾶς δὲ λογικὸς ἄνθρωπος· καὶ ὁ ἄγγελος γὰρ λογικὸς ὢν οὐκ ἔστιν ἄν-
θρωπος.
   Καὶ αὕτη μέν ἐστιν ἡ ἐπὶ πλέον κατηγορία· ἡ δὲ ἐπίσης κατηγορία,
ὅτε ἀντιστρέφει. Κατηγοροῦνται γὰρ τὰ ἴδια τῶν εἰδῶν, ὧν ἐστιν ἴδια,
ἀλλὰ καὶ τὰ εἴδη κατηγοροῦνται τῶν ἰδίων αὐτῶν· πᾶς γὰρ ἄνθρωπος
γελαστικός, καὶ πᾶς γελαστικὸς ἄνθρωπος. Εἰ γὰρ καὶ γελᾶν λέγεται
πίθηκος, οὐ γελᾷ τῇ καρδίᾳ ἀλλὰ τοῖς σχήμασι· μιμητικὸν γὰρ ζῷόν
ἐστιν. Ὥστε ἡ μὲν τῶν γενῶν κατὰ τῶν εἰδῶν κατηγορία καὶ ἡ τῶν
διαφορῶν κατὰ τῶν εἰδῶν καὶ ἡ τῶν εἰδῶν κατὰ τῶν ἀτόμων ἐπὶ πλέον
λέγεται, ἡ δὲ τῶν ἰδίων ἐπίσης. Ταῦτα δὲ τὰ ἐπίσης ἀντιστρέφοντα καὶ
ἀντικατηγορούμενα λέγονται.
[16]   Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας.
[16.2]      Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ
τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον, οἷον τὸ ζῷον κατηγορεῖται τοῦ
ἀνθρώπου. Καὶ δέχεται ὁ ἄνθρωπος καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ
[16.5]   ζῴου· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Καὶ ὁ ἄνθρωπος δὲ
ἐπιδέχεται τὸν ὅρον τοῦτον· καὶ οὐσία γάρ ἐστιν ὁ ἄνθρωπος καὶ
ἔμψυχος καὶ αἰσθητικός.
   Ὁμώνυμος δέ ἐστι κατηγορία, ὅτε τὸ μὲν ὄνομα δέχεται, τὸν δὲ
ὅρον οὐδαμῶς, οἷον ἡ εἰκὼν τοῦ ἀνθρώπου τὸ μὲν ὄνομα τοῦ ἀνθρώπου
δέχεται, τὸν δὲ ὅρον τοῦ ἀνθρώπου οὐ δέχεται· ὁ γὰρ ὅρος τοῦ ἀνθρώ-
που ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Ἡ δὲ εἰκὼν
οὔτε ζῷόν ἐστιν· οὐ γάρ ἐστιν ἔμψυχος οὔτε λογικὸν οὔτε νοῦ καὶ ἐπι-
στήμης δεκτικόν.
   Χρὴ γινώσκειν, ὅτι, ὅσα κατηγορεῖται κατά τινος καθ᾿ ὑποκειμένου
ἤγουν συνωνύμως, καὶ τοῦ ὑποκειμένου αὐτῷ κατηγορηθήσεται, οἷον
τὸ ζῷον ὡς καθ᾿ ὑποκειμένου κατηγορεῖται τοῦ ἀνθρώπου ἤγουν
συνωνύμως καὶ ὁ ἄνθρωπος τοῦ Πέτρου· ὑκόκειται γὰρ τῷ ἀνθρώπῳ ὁ
Πέτρος. Κατηγορεῖται οὖν καὶ τοῦ Πέτρου τὸ ζῷον· καὶ ὁ Πέτρος γὰρ
ζῷόν ἐστι.
[17]   Περὶ ὑποκειμένου.
[17.2]      Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς
κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς
συμβεβηκόσιν· ἐν αὐτῇ γὰρ ἔχουσι τὸ εἶναι καὶ ἐκτὸς αὐτῆς οὐχ ὑφ-
ίστανται. Τὸ δὲ πρὸς κατηγορίαν ὑποκείμενόν ἐστι τὸ μερικόν· ὑπόκειται
γὰρ τὸ μερικὸν τῷ καθολικωτέρῳ πρὸς κατηγορίαν, ἐπειδὴ τὸ καθολι-
κώτερον κατηγορεῖται τοῦ μερικωτέρου, ὡς τὸ ζῷον κατηγορεῖται τοῦ
ἀνθρώπου. Λέγεται δὲ τὸ μὲν καθόλου καθ᾿ ὑποκειμένου, τὸ δὲ μερι-
κώτερον ὑποκείμενον πρὸς κατηγορίαν. Λέγεται δὲ τὸ συμβεβηκὸς ἐν
ὑποκειμένῳ τῇ οὐσίᾳ, ἡ δὲ οὐσία ὑποκείμενον πρὸς ὕπαρξιν.
[18]   Περὶ τῆς ἐν τῷ τί ἐστι
καὶ τῆς ἐν τῷ ποῖόν
τί ἐστι κατηγορίας.

[18.6]      Ἐν τῷ τί
μέν ἐστι κατηγορία
ἐστὶν ἡ τῶν γενῶν κατὰ τῶν
εἰδῶν αὐτῶν κατηγορία τουτ-
έστιν ἡ τὸ τί ἐστι τὸ ὑποκεί-
μενον σημαίνουσα καὶ ἡ τῶν
εἰδῶν δὲ κατὰ τῶν ἀτόμων αὐ-
τῶν· ἐρωτώμενοι γὰρ ‘τί ἐστιν
ἄνθρωπος’ λέγομεν ‘ζῷον’ καὶ
ἐρωτώμενοι ‘τί ἐστι Πέτρος’
λέγομεν ‘ἄνθρωπος’.
[18.22]      Ἡ δὲ ἐν τῷ ποῖόν τί ἐστι κατη-
γορία ἐστὶν ἡ τῶν διαφορῶν κατὰ
τῶν εἰδῶν, οἷς ἐνυπάρχουσι, καὶ τῶν
συμβεβηκότων κατὰ τῶν ἀτόμων, οἷς
ἐνυπάρχουσι, τουτέστιν ἡ τὸ ποῖόν
τί ἐστι τὸ ὑποκείμενον σημαίνουσα·
[18.33]   ἐρωτώμενοι γὰρ ‘ὁ-
ποῖον ζῷον ὁ ἄνθρωπος’ φαμὲν
‘λογικὸν θνητόν’. Τὸ δὲ λογικὸν
καὶ τὸ θνητὸν διαφοραί εἰσιν
οὐσιώδεις. Πάλιν ἐρωτώμενοι
‘ὁποῖος ἄνθρωπός ἐστιν ὁ Πέ-
τρος’ φαμὲν ‘μακρὸς τυχὸν
ἢ κολοβὸς ἢ σιμὸς ἢ γρυπός’.
   Τὸ δὲ διὰ τί ἐστι σημαί-
νει τὸ τέλος ἤγουν τὴν αἰτίαν,
δι᾿ ἣν τὸ ζητούμενον γέγονεν·
ἐρωτώμενοι γὰρ ‘διὰ τί κλίνη’
φαμὲν ‘διὰ τὴν τῶν ἀνθρώπων
ἀνάπαυσιν’.
[19]   Κοινωνίαι καὶ διαφοραὶ τῶν εʹ φωνῶν.
[19.2]   Δεῖ γινώσκειν, ὅτι κοινωνοῦσιν αἱ πέντε αὗται φωναὶ
ἀλλήλαις κατὰ τὸ πάσας κατὰ πλειόνων κατηγορεῖσθαι.
Διαφέρουσι δὲ ἀλλήλων, ὅτι τὸ μὲν γένος κατὰ πλειόνων
καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορεῖται, τὸ
δὲ εἶδος κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν
τῷ τί ἐστι κατηγορεῖται. Ἡ δὲ διαφορὰ καὶ τὸ συμβεβη-
κὸς κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν
τί ἐστι κατηγοροῦνται, τὸ δὲ ἴδιον κατὰ πλειόνων καὶ
διαφερόντων τῷ ἀριθμῷ τουτέστι καθ᾿ ἑνὸς εἴδους καὶ
τῶν ὑπ᾿ αὐτὸ ἀτόμων ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται.
Διαφέρει δὲ ἡ διαφορὰ τοῦ συμβεβηκότος, ὅτι ἡ μὲν
διαφορὰ οὐσιώδης ἐστὶν ἤγουν μέρος τῆς οὐσίας τοῦ
ὑποκειμένου, τὸ δὲ συμβεβηκὸς οὐχ ὡς μέρος τῆς οὐσίας
ἀλλ᾿ ἐπουσιῶδες.
[20]   Κοινωνία καὶ διαφορὰ γένους καὶ διαφορᾶς.
[20.2]      Κοινὰ δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὰ εἶναι τῶν
εἰδῶν ἀμφότερα καὶ τὸ συνωνύμως κατηγορεῖσθαι τῶν
εἰδῶν καὶ τῶν ἀτόμων. Χρὴ δὲ γινώσκειν, ὅτι ὅσα κατη-
γορεῖται κατά τινος ὡς καθ᾿ ὑποκειμένου ἤγουν συνωνύ-
μως, καὶ τοῦ ὑποκειμένου αὐτῷ συνωνύμως κατηγορη-
θήσεται, ὅσα δὲ ὁμωνύμως, οὐδαμῶς. Ἴδια δὲ τοῦ γένους
πρὸς διαφοράν· ὅτι τὸ γένος ἐπὶ πλέον ἐστὶ τῶν ὑπ᾿
αὐτὸ διαφορῶν καὶ τῶν ἄλλων τριῶν φωνῶν· ὅτι τὸ
γένος περιέχει τὰς διαφορὰς δυνάμει· ὅτι τὸ γένος φύσει
πρότερον τῶν διαφορῶν· ὅτι τὸ γένος ἐν τῷ τί ἐστιν, ἡ
δὲ διαφορὰ ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται· ὅτι τὸ
προσεχὲς γένος ἕν, αἱ δὲ διαφοραὶ πλείους· ὅτι τὸ γένος
ἀναλογεῖ ὕλῃ, μορφῇ δὲ ἡ διαφορά.
[21]   Κοινωνία καὶ διαφορὰ γένους καὶ εἴδους.
[21.2]      Κοινὰ γένους καὶ εἴδους· τὸ κατὰ πλειόνων ἐν τῷ
τί ἐστι κατηγορεῖσθαι· τὸ φύσει πρότερα εἶναι τῶν ὑπ᾿
αὐτά· τὸ ὅλον τι εἶναι ἀμφότερα. Ἴδια δὲ γένους καὶ
εἴδους· ὅτι τὸ γένος καθολικώτερόν ἐστι τοῦ εἴδους· ὅτι
τὸ εἶδος περιττεύει τοῦ γένους ταῖς διαφοραῖς· ὅτι τὸ
γένος συνωνύμως κατηγορεῖται τοῦ εἴδους, τὸ δὲ εἶδος
οὐκ ἀντιστρέφει· ὅτι οὔτε τὸ γένος εἰδικώτατον οὔτε τὸ
εἶδος γενικώτατον οὔτε τὸ γενικώτατον ἔσται εἶδος
οὔτε τὸ εἰδικώτατον ἔσται γένος.
[22]   Κοινωνία καὶ διαφορὰ γένους καὶ ἰδίου.
[22.2]      Κοινὰ γένους καὶ ἰδίου· ὅτι ἀμφότερα τοῖς εἴδεσιν
ἕπονται ἤγουν κατηγοροῦνται· ὅτι ἐπίσης κατηγοροῦν-
ται, ὧν κατηγοροῦνται ἀμφότερα· ὅτι συνωνύμως
κατηγοροῦνται. Διαφορὰ δὲ γένους καὶ ἰδίου· ὅτι φύσει
πρότερον τὸ γένος τοῦ ἰδίου· ὅτι τὸ γένος κατὰ πλειόνων
εἰδῶν κατηγορεῖται, τὸ δὲ ἴδιον ἑνός· ὅτι τὸ μὲν ἴδιον
ἀντιστρέφει πρὸς τὸ εἶδος, τὸ δὲ γένος οὐκέτι· ὅτι τὸ
μὲν ἴδιον μόνῳ τῷ εἴδει ὑπάρχει, τὸ δὲ γένος οὐ μόνῳ.
[23]   Κοινωνία καὶ διαφορὰ γένους καὶ συμβεβηκότος.
[23.2]      Κοινὸν γένους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων
κατηγορεῖσθαι. Ἴδια δὲ γένους καὶ συμβεβηκότος· ὅτι
τὸ γένος πρότερον ὑπάρχει τῶν εἰδῶν, οἷς ὑπάρχει τὰ
συμβεβηκότα, τὰ δὲ συμβεβηκότα τῶν εἰδῶν ὕστερα·
ὅτι τοῦ μὲν γένους ἐπίσης ἡ μετοχή, τῶν δὲ συμβεβηκότων
οὐκέτι· ὅτι τὸ συμβεβηκὸς προηγουμένως τοῖς ἀτόμοις
ὑπάρχει καὶ τότε τοῖς εἴδεσι, τὸ δὲ γένος ἀνάπαλιν· ὅτι
τὰ γένη ἐν τῷ τί ἐστι κατηγοροῦνται, τὰ δὲ συμβεβηκότα
ἐν τῷ ποῖόν τί ἐστιν ἢ πῶς ἔχον.
[24]   Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ εἴδους.
[24.2]      Κοινὰ διαφορᾶς καὶ εἴδους· ὅτι ἐπίσης μετέχονται·
ὅτι ἀεὶ πάρεισιν, οἷς μετέχονται. Ἴδια διαφορᾶς καὶ
εἴδους· ὅτι ἡ μὲν διαφορὰ ἐν τῷ ποῖόν τί ἐστι, τὸ δὲ
εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται· ὅτι ἡ διαφορὰ πλείονα
εἴδη περιέχει καὶ τὰ τούτων ἄτομα, τὸ δὲ εἶδος μόνον τὰ
ὑπ᾿ αὐτὸ ἄτομα· ὅτι ἡ διαφορὰ φύσει προτέρα τῶν
εἰδῶν· ὅτι διαφορὰ μετὰ διαφορᾶς συντίθεται, εἶδος δὲ
μετὰ εἴδους οὐδαμῶς.
[25]   Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ ἰδίου.
[25.2]      Κοινὰ διαφορᾶς καὶ ἰδίου· τὸ ἐπίσης κατηγορεῖσθαι
πᾶσι τοῖς μετέχουσι· τὸ ἀεὶ καὶ παντὶ τῷ εἴδει παρεῖναι.
Ἴδια διαφορᾶς καὶ ἰδίου· ὅτι ἡ μὲν διαφορὰ πολλὰ εἴδη
περιέχει, τὸ δὲ ἴδιον ἓν μόνον· ὅτι ἡ διαφορὰ οὐκ ἀντι-
στρέφει πρὸς τὸ εἶδος, τὸ δὲ ἴδιον ἀντιστρέφει.
[26]   Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ συμβεβηκότος.
[26.2]      Κοινὰ διαφορᾶς καὶ συμβεβηκότος, ὅτι ἀμφότερα κατὰ
πλειόνων ἐν τῷ ποῖόν τί ἐστι κατηγοροῦνται καὶ ὅτι ἡ
διαφορὰ καὶ τὸ ἀχώριστον συμβεβηκὸς ἀεὶ πάρεισιν,
οἷς κατηγοροῦνται. Ἴδια διαφορᾶς καὶ συμβεβηκότος·
ὅτι αἱ μὲν διαφοραὶ περιέχουσιν, οὐ περιέχονται, τὰ δὲ
συμβεβηκότα περιέχονται. Περιέχουσι μὲν γὰρ τὰ εἴδη
ἀμφότερα ὡς πλειόνων εἰδῶν κατηγορούμενα, ἀλλ᾿ ἡ
διαφορὰ οὐ περιέχεται, διότι οὐ δέχεται τὸ αὐτὸ εἶδος
[26.10]   τὰς ἐναντίας διαφοράς, τὸ δὲ συμβεβηκὸς περιέχεται,
διότι τὸ αὐτὸ εἶδος καὶ τὸ αὐτὸ ἄτομον πολλὰ συμβεβη-
κότα δέχεται, πολλάκις καὶ τὰ ἐναντία· -ὅτι ἡ μὲν διαφορὰ
τὸ μᾶλλον καὶ τὸ ἧττον οὐκ ἐπιδέχεται, ἀλλὰ τὰ συμβε-
βηκότα· ὅτι αἱ ἐναντίαι διαφοραὶ ἀμιγεῖς εἰσι, μίγνυνται
δὲ τὰ ἐναντία συμβεβηκότα.
[27]   Κοινωνία καὶ διαφορὰ εἴδους καὶ ἰδίου.
[27.2]      Κοινὰ εἴδους καὶ ἰδίου· ὅτι ἀλλήλων ἀντικατηγο-
ροῦνται ἤγουν ἀντιστρέφουσιν· ὅτι ἐπίσης μετέχονται·
ἐπίσης δὲ μετέχεσθαί ἐστι τὸ μὴ τὸ ἓν μᾶλλον ἢ ἧττον
τοῦ ἑτέρου μεταδιδόναι ἑαυτῶν τοῖς μετέχουσιν ἀτόμοις.
Διαφορὰ εἴδους καὶ ἰδίου· ὅτι τὸ μὲν εἶδος οὐσιῶδες, τὸ
δὲ ἴδιον ἐπουσιῶδες· ὅτι τὸ μὲν εἶδος ἀεὶ ἐνεργείᾳ, τὸ δὲ
ἴδιον καὶ δυνάμει καὶ ἐνεργείᾳ· ἔτι τὰ διαφόρους ἔχοντα
ὁρισμοὺς καὶ αὐτὰ δηλονότι διάφορα καθεστήκασιν.
[28]   Κοινωνία καὶ διαφορὰ εἴδους καὶ συμβεβηκότος.
[28.2]      Κοινὰ εἴδους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων
κατηγορεῖσθαι. Διαφορὰ εἴδους καὶ συμβεβηκότος·
ὅτι τὸ μὲν εἶδος ἐν τῷ τί ἐστι, τὸ δὲ συμβεβηκὸς ἐν τῷ
ποῖόν τί ἐστι κατηγορεῖται· ὅτι τοῦ εἴδους ἡ μετοχὴ
ἑνός ἐστι, τῶν δὲ συμβεβηκότων καὶ πλειόνων τις μετέχει·
ὅτι τὸ εἶδος φύσει πρότερον τῶν συμβεβηκότων· ὅτι τοῦ
εἴδους ἡ μετοχὴ ἐπίσης, τὰ δὲ συμβεβηκότα τὸ μᾶλλον
καὶ ἧττον ἐπιδέχονται.
[29]   Κοινωνία καὶ διαφορὰ ἰδίου καὶ ἀχωρίστου
συμβεβηκότος.

[29.3]      Κοινὰ ἰδίου καὶ συμβεβηκότος ἀχωρίστου τὸ μὴ ἄνευ
αὐτῶν συστῆναι ἐκεῖνα, οἷς ὑπάρχουσι, καὶ ὅτι ἀμφότερα
ἀεὶ πάρεισι. Διαφορὰ ἰδίου καὶ συμβεβηκότος· ὅτι τὸ
μὲν ἴδιον ἑνὶ εἴδει ὑπάρχει, τὸ δὲ συμβεβηκὸς πλείοσιν·
ὅτι τὸ μὲν ἴδιον ἀντιστρέφει πρὸς τὸ εἶδος, τὸ δὲ συμβε-
βηκὸς οὐκέτι· ὅτι τὸ μὲν συμβεβηκὸς ἐπιδέχεται τὸ
μᾶλλον καὶ ἧττον, τὸ δὲ ἴδιον οὐδαμῶς.
[30]   Περὶ ὑποστάσεως καὶ ἐνυποστάτου καὶ ἀνυποστάτου.
[30.2]      Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει· ἁπλῶς μὲν γὰρ λεγόμενον
σημαίνει τὴν ἁπλῶς οὐσίαν, ἡ δὲ καθ᾿ ἑαυτὴν ὑπόστασις τὸ ἄτομον
σημαίνει καὶ τὸ ἀφοριστικὸν πρόσωπον. Καὶ τὸ ἐνυπόστατον δὲ δύο
σημαίνει· σημαίνει γὰρ καὶ τὸ ἁπλῶς ὄν, καθὸ σημαινόμενον οὐ μό-
νον τὴν ἁπλῶς οὐσίαν ἀλλὰ καὶ τὸ συμβεβηκὸς ἐνυπόστατον καλοῦ-
μεν. Σημαίνει δὲ καὶ τὴν καθ᾿ αὑτὸ ὑπόστασιν ἤγουν τὸ ἄτομον.
Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται· λέγεται γὰρ ἀνυπόστατον καὶ
τὸ μηδαμῇ μηδαμῶς ὄν. Λέγεται πάλιν ἀνυπόστατον καὶ τὸ συμβεβη-
κός, διότι τὸ συμβεβηκὸς οὐκ ἔχει ἰδίαν ὕπαρξιν, ἀλλ᾿ ἐν τῇ οὐσίᾳ
ὑφέστηκεν.
[31]   Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ
προσώπου καὶ ὑποστάσεως.

[31.3]      Οἱ μὲν ἔξω φιλόσοφοι κατὰ τὸν προλελεγμένον λόγον διαφορὰν εἶπον
οὐσίας καὶ φύσεως, οὐσίαν μὲν εἰπόντες τὸ ἁπλῶς εἶναι, φύσιν δὲ οὐσίαν
εἰδοποιηθεῖσαν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν καὶ μετὰ τοῦ ἁπλῶς εἶναι
καὶ τὸ τοιῶσδε εἶναι ἔχουσαν, εἴτε λογικὴν εἴτε ἄλογον, εἴτε θνητὴν
εἴτε ἀθάνατον, ἤγουν αὐτήν, ὥς φαμεν, τὴν ἀμετάβλητον καὶ ἀμετάθετον
ἀρχὴν καὶ αἰτίαν καὶ δύναμιν τὴν παρὰ τοῦ δημιουργοῦ ἐντεθεῖσαν
ἑκάστῳ εἴδει πρὸς κίνησιν, τοῖς μὲν ἀγγέλοις πρὸς τὸ νοεῖν καὶ ἐκτὸς
προφορικοῦ λόγου μεταδιδόναι ἀλλήλοις τὰ νοήματα, τοῖς δὲ ἀνθρώ-
ποις πρὸς τὸ νοεῖν καὶ λογίζεσθαι καὶ διὰ προφορικοῦ λόγου διαδιδόναι
ἀλλήλοις τὰ ἐν καρδίᾳ νοήματα, τοῖς δὲ ἀλόγοις τὴν ζωτικὴν καὶ αἰσθητι-
κὴν καὶ ἀναπνευστικὴν κίνησιν, τοῖς δὲ φυτοῖς τὴν θρεπτικὴν καὶ αὐξη-
τικὴν καὶ γεννητικὴν δύναμιν, τοῖς δὲ λίθοις τὴν τοῦ θερμαίνεσθαι
καὶ τοῦ ψύχεσθαι καὶ τὴν ἀπὸ τόπου εἰς τόπον ἑτεροκίνητον μετάβασιν
ἤγουν τὴν ἄψυχον. Ταύτην ἐκάλεσαν φύσιν ἤγουν τὰ εἰδικώτατα εἴδη,
οἷον ἄγγελον, ἄνθρωπον, ἵππον καὶ τὰ τοιαῦτα, ὡς καθολικώτερα καὶ
περιεκτικὰ τῶν ὑποστάσεων καὶ ἐν ἑκάστῃ τῶν ὑπ᾿ αὐτῶν περιεχο-
μένων ὑποστάσεων ὁμοίως καὶ ἀπαραλείπτως ὑπάρχοντα. Ὥστε τὸ
μὲν μερικώτερον ἐκάλεσαν ὑπόστασιν, τὸ δὲ καθολικώτερον καὶ περιέχον
τὰς ὑποστάσεις ἐκάλεσαν φύσιν, τὴν δὲ ἁπλῶς ὕπαρξιν ἐκάλεσαν
οὐσίαν.
   Οἱ δὲ ἅγιοι πατέρες παρεάσαντες τὰς πολλὰς ἐρεσχελίας τὸ μὲν
κοινὸν καὶ κατὰ πολλῶν λεγόμενον ἤγουν τὸ εἰδικώτατον εἶδος οὐσίαν
καὶ φύσιν καὶ μορφὴν ἐκάλεσαν, οἷον ἄγγελον, ἄνθρωπον, ἵππον, κύνα
καὶ τὰ τοιαῦτα· καὶ γὰρ καὶ ἡ οὐσία παρὰ τὸ εἶναι λέγεται, καὶ ἡ φύσις
παρὰ τὸ πεφυκέναι, τὸ δὲ εἶναι καὶ πεφυκέναι ταὐτόν ἐστι· καὶ ἡ μορφὴ
δὲ καὶ τὸ εἶδος τὸ αὐτὸ σημαίνει τῇ φύσει. Τὸ δὲ μερικὸν ἐκάλεσαν
ἄτομον καὶ πρόσωπον καὶ ὑπόστασιν οἷον Πέτρος, Παῦλος. Ἡ δὲ
ὑπόστασις θέλει ἔχειν οὐσίαν μετὰ συμβεβηκότων καὶ καθ᾿ ἑαυτὴν
ὑφίστασθαι καὶ αἰσθήσει ἤγουν ἐνεργείᾳ θεωρεῖσθαι. Ἀδύνατον δὲ δύο
ὑποστάσεις μὴ διαφέρειν ἀλλήλων τοῖς συμβεβηκόσι καὶ ἀριθμῷ δια-
φέρειν ἀλλήλων. Χρὴ δὲ γινώσκειν, ὅτι τὰ χαρακτηριστικὰ ἰδιώματα τὰ
συμβεβηκότα εἰσὶ τὰ χαρακτηρίζοντα τὴν ὑπόστασιν.
[32]   Περὶ ὁμωνύμων.
[32.2]      Ὁμώνυμα μέν εἰσι τὰ τῷ ὀνόματι κοινωνοῦντα, τῷ δὲ ὁρισμῷ ἢ τῇ
ὑπογραφῇ διαφέροντα. Οἷον τὸ κύων ὄνομα ὁμώνυμόν ἐστι, δηλοῖ δὲ
τὸν χερσαῖον καὶ τὸν θαλάσσιον κύνα· ἕτερον δὲ ὁρισμὸν ἔχει ὁ χερσαῖος
καὶ ἕτερον ὁ θαλάσσιος, ἐπειδὴ καὶ ἑτέρα φύσις καὶ ἑτέρα. Ὑπογράφουσι
δὲ τὰ ὁμώνυμα οὕτως· Ὁμώνυμά εἰσιν, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ
κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. Λόγον ἐνταῦθα τὸν ὁρισμὸν
εἶπε καὶ τὴν ὑπογραφήν· κατὰ τοὔνομα δὲ εἶπε δηλῶν ἕτερον εἶναι τὸν
ὁρισμὸν αὐτοῦ τοῦ ὀνόματος, καθ᾿ ὃν γίνονται ὁμώνυμα. Οἷον ὁ χερ-
σαῖος καὶ ὁ θαλάσσιος κύων κατὰ τὸ ὄνομα τοῦ κυνός εἰσιν ὁμώνυμοι·
εἰ γὰρ θελήσει τις τὸν ὁρισμὸν τοῦ χερσαίου κυνὸς ἀποδοῦναι καὶ τοῦ
θαλασσίου, καθ᾿ ὃ κύων καλεῖται ἑκάτερος αὐτῶν, ἄλλον ὁρισμὸν
ἀποδίδωσι τῷ χερσαίῳ καὶ τῷ θαλασσίῳ ἕτερον. Ἐνδέχεται δὲ αὐτοὺς
καὶ κοινωνεῖν τῷ ὁρισμῷ πάλιν καὶ τῷ ὀνόματι· ζῷα γὰρ λέγονται
ἀμφότερα καὶ τὸν ὁρισμὸν τοῦ ζῴου δέχονται, ἀλλ᾿ οὔκ εἰσι κατὰ τὸ
ὄνομα τοῦ ζῴου ὁμώνυμοι ἀλλὰ μᾶλλον συνώνυμοι. Ἐπὶ δὲ τῶν ὁμω-
νύμων τρία δεῖ ζητεῖν· εἰ ἔστι τῶν ὁμωνύμων καὶ κατὰ πόσων σημαι-
νομένων φέρεται καὶ περὶ ποίου σημαινομένου ἡ ἐρώτησις γέγονεν.
[33]   Περὶ συνωνύμου.
[33.2]      Συνώνυμα δέ εἰσιν, ὅσα καὶ τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ ἢ τῇ ὑπο-
γραφῇ τοῦ αὐτοῦ ὀνόματος κοινωνοῦσιν, οἷον τὸ ζῷον δηλοῖ καὶ τὸν
ἄνθρωπον καὶ τὸν ἵππον, καὶ κατὰ τὸ ὄνομα τοῦτο ἤγουν τοῦ ζῴου
συνώνυμοί εἰσιν· ἕκαστον γὰρ αὐτῶν καὶ τὸ ὄνομα καὶ τὸν ὁρισμὸν τοῦ
ζῴου δέχεται. Ὑπογράφουσι δὲ τὰ συνώνυμα οὕτως· Συνώνυμά εἰσιν,
ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός.
[34]   Περὶ πολυωνύμων.
[34.2]      Πολυώνυμα δέ εἰσιν, ὅσα τῷ μὲν ὁρισμῷ κοινωνοῦσι, τῷ δὲ ὀνόματι
διαφέρουσιν, ἤγουν ὅτε τὸ αὐτὸ πρᾶγμα πολλοῖς καλεῖται ὀνόμασιν
οἷον φάσγανον, ἄορ, σπάθη, μάχαιρα, ξίφος· πάντα γὰρ ταῦτα τὰ
ὀνόματα ἕνα ὅρον ἐπιδέχονται, ἤγουν σίδηρος ἀμφήκης τουτέστιν
σίδηρος ἀμφοτέρωθεν ἠκονημένος. Ὑπογράφουσι δὲ τὰ πολυώνυμα
οὕτω· Πλεῖστα ὀνόματα καθ᾿ ἑνὸς κυρίου λεγόμενα.
[35]   Περὶ ἑτέρων καὶ ἑτερωνύμων.
[35.2]      Τὰ δὲ κατ᾿ ἄμφω ἤγουν τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ διαφέροντα ἢ ἓν
ὑποκείμενον ἔχουσι καὶ λέγεται ἑτερώνυμα ὡς ἀνάβασις καὶ κατάβασις,
ἔχουσι γὰρ ἓν ὑποκείμενον, τὴν κλίμακα, ἢ οὐκ ἔχουσιν ἓν ὑποκείμενον
καὶ λέγονται ἕτερα ὡς οὐσία καὶ συμβεβηκός· ταῦτα γὰρ καὶ ἕτερον
ὄνομα ἔχουσι καὶ ἑτέραν ὑπογραφὴν καὶ οὐδὲ ἔχουσιν ἓν ὑποκείμενον.
Τούτων δὲ ἀμφοτέρων, τῶν τε ἑτερωνύμων καὶ τῶν ἑτέρων, ὑπογραφὴ
αὕτη· Ὧν τό τε ὄνομα καὶ ὁ ὅρος ἕτερος.
[36]   Περὶ παρωνύμων.
[36.2]      Εἰσὶ δέ τινα μέσον τῶν ὁμωνύμων καὶ συνωνύμων, κοινωνοῦντα καὶ
διαφέροντα τῷ τε ὀνόματι καὶ τῷ ὅρῳ, ἅτινα λέγονται παρώνυμα, ὡς
ἀπὸ τῆς γραμματικῆς γραμματικός· κοινωνοῦσι γὰρ τῷ ὀνόματι,
διαφέρουσι δὲ κατὰ τὴν λῆξιν τοῦ ὀνόματος ἤγουν τὴν τελευταίαν
συλλαβήν· καὶ πάλιν τῷ ὅρῳ κοινωνοῦσί τε καὶ διαφέρουσιν, ὅτι ἡ μὲν
γραμματικὴ γνῶσίς ἐστιν, ὁ δὲ γραμματικὸς οὐσία, ἐν ᾗ ἡ γνῶσις.
Παρώνυμα δέ εἰσιν, ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει ἤγουν τῇ
κλίσει τοῦ ὀνόματος τὴν προσηγορίαν ἔχει.
   Δεῖ δὲ γινώσκειν, ὡς ἡ γραμματικὴ καὶ ἡ μουσικὴ οὔκ εἰσι παρώνυμα,
ἀλλ᾿ ὁ μουσικὸς ἐκ τῆς μουσικῆς καὶ ὁ γραμματικὸς ἐκ τῆς γραμματικῆς
παρωνομάσθη καὶ ὁ δίκαιος ἐκ τῆς δικαιοσύνης.
   Δεῖ δὲ γινώσκειν, ὅτι τὰ μὲν παρώνυμα περιέχουσι τὰ ἀφ᾿ ὧν παρωνο-
μάσθησαν ὡς ὁ γραμματικὸς τὴν γραμματικὴν καὶ ὁ δίκαιος τὴν
δικαιοσύνην, τὰ δὲ ἀφ᾿ ἑνὸς οὐδαμῶς· οὐ γὰρ περιέχει τὸ ἰατρικὸν ἐρ-
γαλεῖον τὴν ἰατρικήν.
[37]   Περὶ τῶν δέκα γενικωτάτων γενῶν.
[37.2]      Τῶν λεγομένων τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία,
συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆς, ὡς ἵππος τρέχει,
Σωκράτης φιλοσοφεῖ. Τῶν δὲ ἁπλῶς λεγομένων καὶ ἄνευ συμπλοκῆς
αʹ τὸ μὲν οὐσίαν σημαίνει οἷον ἄνθρωπος, ἵππος· βʹ τὸ δὲ ποσὸν οἷον
δύο, τρία, δίπηχυ, τρίπηχυ· γʹ τὸ δὲ πρός τι ὡς πατήρ, υἱός· δʹ
τὸ δὲ ποιὸν ὡς λευκόν, μέλαν· εʹ τὸ δὲ ποῦ ὡς ἐν ναῷ, ἐν ἀγορᾷ·
Ϛʹ τὸ δὲ ποτὲ ὡς πέρυσι, σήμερον· ζʹ τὸ δὲ κεῖσθαι ὡς τὸ ἵστασθαι,
καθῆσθαι· ηʹ τὸ δὲ ἔχειν ὡς τὸ ἐνδεδύσθαι, ὑποδεδύσθαι· θʹ τὸ δὲ
ποιεῖν ὡς τὸ καίειν, τέμνειν· ιʹ τὸ δὲ πάσχειν ὡς τὸ καίεσθαι, τέμνεσθαι.
Αὗται αἱ δέκα λέγονται κατηγορίαι ὡς ἐκ τοῦ λέγεσθαι κατά τινων· τὸ
γὰρ ἀγορεύειν λέγειν ἐστίν.
   Χρὴ γινώσκειν, ὅτι ἕκαστον τούτων τῶν δέκα γενικώτατον γένος
ἐστί. Τούτων οὖν τῶν δέκα κατηγοριῶν τῶν καὶ γενικωτάτων γενῶν ἡ
μὲν μία οὐσία ἐστίν, αἱ δὲ ἐννέα συμβεβηκότα. Εἰσὶ δὲ αὗται· οὐσία,
ποσόν, πρός τι, ποιόν, ποῦ, ποτέ, κεῖσθαι, ἔχειν, ποιεῖν, πάσχειν.
[38]   Περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε
καὶ ἑτεροειδῶν καὶ ἀριθμῷ διαφερόντων.

[38.3]      Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσεται. Ἑτερο-
γενῆ δέ εἰσιν, ὅσα ὑπ᾿ ἄλλην καὶ ἄλλην κατηγορίαν εἰσίν· ταῦτα ἕτερα
τῷ γένει εἰσίν. Ὁμοειδῆ δέ εἰσιν, ὅσα ὑπὸ τὸ αὐτὸ εἶδος τάσσεται καὶ
κοινωνοῦσι τῷ λόγῳ τῆς οὐσίας ὡς Πέτρος καὶ Παῦλος. Ἑτεροειδῆ
εἰσι τὰ τῷ εἴδει διαφέροντα ἀλλήλων ἤγουν ὅσα τῷ λόγῳ τῆς οὐσίας
διαφέρουσιν ὡς ἄνθρωπος, ἵππος. Ἀριθμῷ δὲ διαφέρουσιν, ὅσα τῇ
συμπλοκῇ τῶν συμβεβηκότων τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως
ἀφωρίσαντο καὶ τὴν καθ᾿ αὑτὸ ἐσχήκασιν ὕπαρξιν ἤγουν τὰ ἄτομα
ὡς Πέτρος, Παῦλος καὶ ἕκαστος τῶν ἀνθρώπων. Τῶν πάντῃ ἑτερογενῶν
ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραὶ οἷον ζῷον καὶ ἐπιστήμη· τὸ μὲν γὰρ
ζῷον ὑπὸ τὴν οὐσίαν τελεῖ, ἡ δὲ ἐπιστήμη ὑπὸ τὸ ποιόν. Τοῦ μὲν οὖν
ζῴου διαφοραὶ συστατικαὶ μὲν τὸ ἔμψυχον, τὸ αἰσθητικόν, διαιρετικαὶ
δὲ τὸ λογικόν, τὸ ἄλογον, τὸ πτηνόν, τὸ ἔνυδρον· τῆς δὲ ἐπιστήμης
συστατικαὶ μὲν τὸ τοῖς ἐμψύχοις καὶ λογικοῖς ἐνυπάρχειν, ἔτι δὲ καὶ τὸ
δυσμετάβλητον, διαιρετικαὶ δὲ γραμματική, φιλοσοφία. Ἧς γὰρ κατη-
γορίας ὑπάρχει τὸ γένος, ἐκείνης καὶ τὸ εἶδος καὶ αἱ τοῦ εἴδους διαφοραί·
τῶν δὲ ὑπ᾿ ἄλληλα γενῶν τε καὶ εἰδῶν οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι
διαφοράς, εἰ καὶ μὴ πάσας. Διαφορὰς δὲ ἐνταῦθά φημι τὰς συνιστώσας
αὐτά.
   Χρὴ δὲ γινώσκειν, ὅτι αἱ ἐννέα κατηγορίαι αἱ ἐκτὸς τῆς οὐσίας ἔχουσιν
ἑκάστη, εἰ καὶ συμβεβηκότα εἰσί, συστατικὰς καὶ διαιρετικὰς διαφορὰς
καὶ ἑκάστη αὐτῶν γενικώτατον γένος ἐστὶ καὶ ἔχει καὶ εἴδη καὶ γένη
ὑπάλληλα καὶ εἰδικώτατα εἴδη. Πάντως γάρ, ὅτι, ἔνθα γένος, καὶ δια-
φοραὶ διαιρετικαί εἰσιν· αὗται γάρ εἰσιν αἱ διαιροῦσαι τὰ γένη εἰς εἴδη·
καί, ἔνθα εἴδη, εἰσὶ καὶ συστατικαὶ διαφοραί· αὗται γάρ εἰσιν αἱ συνι-
στῶσαι τὰ εἴδη.
   Τὸ ἓν τριχῶς λαμβάνεται· ἢ γένει, οἷόν φαμεν ἄνθρωπον καὶ ἵππον ἓν
τῷ γένει καὶ ταὐτόν· ὑφ᾿ ἓν γὰρ γένος εἰσίν, ὑπὸ τὸ ζῷον· ἢ εἴδει, ὡς
Σωκράτην φαμὲν καὶ Πλάτωνα ὑφ᾿ ἓν εἶδος ὄντας, ὑπὸ τὸν ἄνθρωπον,
ἓν εἶναι τῷ εἴδει καὶ ταὐτόν· ἢ ἀριθμῷ, ὡς Σωκράτην φαμὲν ἕνα εἶναι καθ᾿
αὑτὸν τῶν λοιπῶν ἀνθρώπων κεχωρισμένον.
[39]   Περὶ τοῦ ἔν τινι.
[39.2]      Τὸ ἔν τινι ἑνδεκαχῶς· αʹ ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν τῷ ὁρισμῷ
τοῦ ἀνθρώπου γένος ὂν τοῦ ἀνθρώπου· βʹ ὡς εἶδος ἐν γένει ὡς ἄνθρω-
πος ἐν τῇ διαιρέσει τοῦ ζῴου· γʹ ἐν τόπῳ ὡς ἱερεὺς ἐν τῷ ναῷ· δʹ ἐν
χρόνῳ ὡς Νῶε ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ· εʹ ἐν ἀγγείῳ ὡς οἶνος
ἐν κρατῆρι· Ϛʹ ὡς ὅλον ἐν μέρεσιν ὡς Σωκράτης ἐν τοῖς οἰκείοις μέλεσι
κεφαλῇ τε καὶ χερσὶ καὶ ποσί· τοῦτο δὲ οὐκ ἔστιν ἔν τινι ἀλλ᾿ ἔν τισιν· ζʹ
ὡς μέρος ἐν ὅλῳ ὡς κεφαλή, χεὶρ ἐν Σωκράτει· ηʹ ὡς εἶδος ἐν ὕλῃ ὡς τὸ
εἶδος τοῦ ἀνδριάντος ἐν τῷ χαλκῷ· θʹ ὡς ἐν τῷ ποιητικῷ αἰτίῳ ὡς τὰ
πάντα ἐν τῷ θεῷ· ιʹ ὡς ἐν τῷ τελικῷ αἰτίῳ ὡς ἡ κλίνη ἐν τῇ τῶν ἀνθρώ-
πων ἀναπαύσει· διὰ τὴν ἀνάπαυσιν γὰρ τῶν ἀνθρώπων γίνεται
κλίνη· ιαʹ ὡς ἐν ὑποκειμένῳ ὡς λευκὸν ἐν σώματι. Ἰστέον, ὅτι μέρη
ὅλου λέγονται, ὅλον δὲ μερῶν οὐδαμῶς, ἀλλ᾿ ὅλον ἐν μέρεσι.
[40]   Περὶ οὐσίας.
[40.2]      Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν·
καὶ πάλιν οὐσία ἐστὶ πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ
ἔχει τὸ εἶναι ἤγουν τὸ μὴ δι᾿ ἄλλο ὂν μηδὲ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν
μηδὲ δεόμενον ἑτέρου πρὸς σύστασιν, ἀλλ᾿ ἐν αὑτῷ ὄν, ἐν ᾧ καὶ τὸ
συμβεβηκὸς ἔχει τὴν ὕπαρξιν· τὸ γὰρ χρῶμα διὰ τὸ σῶμα γέγονεν, ἵνα
χρῴζῃ αὐτό, καὶ οὐ τὸ σῶμα διὰ τὸ χρῶμα. Καὶ τὸ χρῶμα ἐν τῷ σώματι
ὑπάρχει καὶ οὐ τὸ σῶμα ἐν τῷ χρώματι· ὅθεν καὶ τὸ χρῶμα τοῦ σώματος
λέγεται καὶ οὐ τὸ σῶμα τοῦ χρώματος. Πολλάκις τοιγαροῦν ἀλλασσο-
μένου τοῦ χρώματος καὶ μεταβαλλομένου ἡ οὐσία οὐ μεταβάλλεται
ἤγουν τὸ σῶμα, ἀλλὰ μένει τὸ αὐτό. Λέγεται δὲ οὐσία παρὰ τὸ εἶναι.
[41]   Περὶ φύσεως.
[41.2]      Φύσις ἐστὶν ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας,
οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τόπου
εἰς τόπον μετάβασιν· οὐ γὰρ κινεῖται ἀπὸ τόπου εἰς τόπον. Ἡ οὖν
ἀρχὴ καὶ ἡ αἰτία τῆς κινήσεώς τε καὶ τῆς ἠρεμίας αὐτῆς, καθ᾿ ἣν πέφυκεν
οὕτω κινεῖσθαι καὶ ἠρεμεῖν οὐσιωδῶς ἤγουν φυσικῶς καὶ οὐ κατὰ συμβε-
βηκός, φύσις λέγεται παρὰ τὸ τοιῶσδε πεφυκέναι τε καὶ ὑπάρχειν.
Αὕτη δὲ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ οὐσία· ἐκ γὰρ τῆς οὐσίας ἔχει τὴν
τοιαύτην δύναμιν ἤγουν τὴν κίνησιν καὶ ἠρεμίαν. Καὶ ἡ οὐσία ἐστὶν ἡ
[41.10]   αἰτία τῆς κινήσεως αὐτῆς καὶ ἠρεμίας. Λέγεται δὲ φύσις παρὰ τὸ πεφυ-
κέναι.
[42]   Περὶ μορφῆς.
[42.2]      Μορφή ἐστιν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν οἱονεὶ μορφωθεῖσα καὶ
εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος· οἷον ἡ οὐσία
μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα ὑπὸ τοῦ σώματος τοῦ ἐμψύχου καὶ
αἰσθητικοῦ καὶ ἀποτελέσασα τὸ ζῷον, πάλιν τε προσλαβοῦσα τὸ
λογικὸν καὶ τὸ θνητὸν ἀποτελεῖ τὸ τοῦ ἀνθρώπου εἶδος. Ὅπερ εἰδι-
κώτατον εἶδος μορφὴ λέγεται οἷον οὐσία μεμορφωμένη.
   Οἱ οὖν ἅγιοι πατέρες ἐπὶ τοῦ εἰδικωτάτου εἴδους τάσσουσι τὸ τῆς
οὐσίας καὶ φύσεως καὶ μορφῆς ὄνομα καὶ ταὐτὸν λέγουσιν οὐσίαν καὶ
φύσιν καὶ μορφὴν τὸ εἰδικώτατον εἶδος· καὶ ὁμοούσια καὶ ὁμοφυῆ καὶ
ὁμογενῆ καὶ σύμμορφα λέγουσι τὰ ὑπὸ τὸ αὐτὸ εἰδικώτατον εἶδος
ἄτομα. Ἑτεροούσια δὲ καὶ ἑτεροφυῆ καὶ ἑτεροειδῆ καὶ ἑτερογενῆ καὶ
ἑτερόμορφα τὰ εἰδικώτατα εἴδη λέγουσιν. Οὐ δυνατὸν γὰρ εἶδος ἄλλῳ
εἴδει ἢ φύσιν ἄλλῃ φύσει ἢ οὐσίαν ἄλλῃ οὐσίᾳ μὴ εἶναι ἑτεροούσιον καὶ
ἑτεροφυῆ καὶ ἑτερόμορφον.
   Χρὴ γινώσκειν, ὡς ἀδύνατόν ἐστιν ἐκ δύο οὐσιῶν ἤγουν φύσεων μίαν
φύσιν σύνθετον γενέσθαι· ἀδύνατον γὰρ ἐν τῷ αὐτῷ ἅμα τὰς ἀντιδιῃ-
ρημένας συστατικῶς ὑπάρξαι διαφοράς. Ὑπόστασιν δὲ μίαν σύνθετον
ἐκ διαφόρων φύσεων δυνατὸν γενέσθαι, ὡς ὁ ἄνθρωπος ἐκ ψυχῆς ἐστι
συντεθειμένος καὶ σώματος· εἰ γὰρ καὶ λέγεται μία φύσις τῶν ἀνθρώπων,
ἀλλ᾿ οὐ μιᾶς φύσεως ὁ ἄνθρωπος λέγεται ὁ καθέκαστα. Μία μὲν γὰρ
φύσις τῶν ἀνθρώπων σύνθετος λέγεται, διότι ὑφ᾿ ἓν εἶδος πᾶσαι αἱ τῶν
ἀνθρώπων τελοῦσι σύνθετοι ὑποστάσεις. Μιᾶς δὲ φύσεως ὁ καθέκαστα
ἄνθρωπος οὐ λέγεται, διότι ἑκάστη τῶν ἀνθρώπων ὑπόστασις ἐκ δύο
συνέστηκε φύσεων, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ ἀσυγχύτους ταύτας
ἐν ἑαυτῇ φυλάττει· καὶ μάρτυς ἡ ἐκ τοῦ θανάτου γινομένη διαίρεσις.
[43]   Περὶ ὑποστάσεως.
[43.2]      Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει· ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν,
καθὸ σημαινόμενον ταὐτόν ἐστιν οὐσία καὶ ὑπόστασις, ὅθεν τινὲς τῶν
ἁγίων πατέρων εἶπον αὐτὰς φύσεις ἤγουν τὰς ὑποστάσεις· ποτὲ δὲ
τὴν καθ᾿ αὑτὸ καὶ ἰδιοσύστατον ὕπαρξιν, καθ᾿ ὃ σημαινόμενον τὸ
ἄτομον δηλοῖ τῷ ἀριθμῷ διαφέρον ἤγουν τὸν Πέτρον, τὸν Παῦλον, τὸν
τινὰ ἵππον.
   Χρὴ γὰρ γινώσκειν, ὡς οὔτε οὐσία ἀνείδεος ὑφέστηκε καθ᾿ ἑαυτὴν
οὐδὲ διαφορὰ οὐσιώδης οὔτε εἶδος οὔτε συμβεβηκός, ἀλλὰ μόναι αἱ
ὑποστάσεις ἤτοι τὰ ἄτομα καὶ ἐν αὐτοῖς αἵ τε οὐσίαι καὶ αἱ οὐσιώδεις
διαφοραί, τά τε εἴδη καὶ τὰ συμβεβηκότα θεωροῦνται. Καὶ ἡ μὲν ἁπλῆ
οὐσία ἐν πάσαις ταῖς ὑποστάσεσιν ὡσαύτως θεωρεῖται, ἔν τε ταῖς
ἀψύχοις καὶ ἐμψύχοις, λογικαῖς τε καὶ ἀλόγοις, θνηταῖς τε καὶ ἀθανάτοις.
Αἱ δὲ οὐσιώδεις διαφοραὶ ἄλλαι ἐν ταῖς ἀψύχοις καὶ ἐν ταῖς ἐμψύχοις
ἕτεραι, ἐν ταῖς λογικαῖς ἄλλαι καὶ ἐν ταῖς ἀλόγοις ἕτεραι, ὁμοίως ἐν ταῖς
θνηταῖς ἄλλαι καὶ ἐν ταῖς ἀθανάτοις ἕτεραι, καὶ ἁπλῶς εἰπεῖν, ἐν ταῖς
ἑκάστου εἰδικωτάτου εἴδους ὑποστάσεσιν αἱ αὐταὶ συνάπτουσαι μὲν
αὐτὰς ἀλλήλαις τῷ λόγῳ τῆς οὐσίας, χωρίζουσαι δὲ αὐτὰς ἐκ τῶν
ἑτεροειδῶν ὑποστάσεων. Ὁμοίως καὶ τὰ συμβεβηκότα ἐν αὐταῖς ἤτοι
ταῖς ὑποστάσεσι θεωροῦνται χωρίζοντα ἑκάστην ὑπόστασιν ἐκ τῶν
ὁμοειδῶν ὑποστάσεων. Διὸ καὶ τὸ ἄτομον κυρίως τὸ τῆς ὑποστάσεως
ἐκληρώσατο ὄνομα· ἐν αὐτῇ γὰρ ἡ οὐσία ἐνεργείᾳ ὑφίσταται προσ-
λαβοῦσα τὰ συμβεβηκότα.
[44]   Περὶ προσώπου.
[44.2]      Πρόσωπόν ἐστιν, ὅπερ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιω-
μάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται
ἡμῖν τὴν ἐμφάνειαν, οἷον ὁ Γαβριὴλ τῇ ἁγίᾳ θεοτόκῳ διαλεγόμενος,
εἷς τῶν ἀγγέλων ὑπάρχων, μόνος ἐκεῖσε παρὼν διελέγετο, κεχωρισμένος
τῶν ὁμοουσίων ἀγγέλων διὰ τῆς ἐν τῷ τόπῳ παρουσίας καὶ διαλέξεως,
καὶ ὁ Παῦλος ἐπὶ τῶν ἀναβαθμῶν δημηγορῶν, εἷς τῶν ἀνθρώπων
ὤν, διὰ τῶν ἰδιωμάτων καὶ ἐνεργημάτων αὐτοῦ τῶν λοιπῶν ἀνθρώπων
διεστέλλετο.
   Χρὴ δὲ γινώσκειν, ὡς οἱ ἅγιοι πατέρες ὑπόστασιν καὶ πρόσωπον καὶ
ἄτομον τὸ αὐτὸ ἐκάλεσαν, τὸ καθ᾿ ἑαυτὸ ἰδιοσυστάτως ἐξ οὐσίας καὶ
συμβεβηκότων ὑφιστάμενον καὶ ἀριθμῷ διαφέρον καὶ τὸν τινὰ δηλοῦν
οἷον Πέτρον, Παῦλον, τόνδε τὸν ἵππον. Εἴρηται δὲ ὑπόστασις παρὰ τὸ
ὑφεστάναι.
[45]   Περὶ ἐνυποστάτου.
[45.2]      Καὶ τὸ ἐνυπόστατον δὲ ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν σημαίνει, καθ᾿
ὃ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν ἐνυπόστατον λέγομεν ἀλλὰ
καὶ τὸ συμβεβηκός, ὅπερ κυρίως οὐκ ἐνυπόστατόν ἐστιν ἀλλ᾿ ἑτερο-
ϋπόστατον, ποτὲ δὲ καὶ τὴν καθ᾿ αὑτὸ ὑπόστασιν ἤγουν τὸ ἄτομον
δηλοῖ, ὅπερ κυρίως οὐκ ἐνυπόστατον ἀλλ᾿ ὑπόστασίς ἐστί τε καὶ λέ-
γεται. Κυρίως δὲ ἐνυπόστατόν ἐστιν ἢ τὸ καθ᾿ ἑαυτὸ μὲν μὴ ὑφιστάμενον
ἀλλ᾿ ἐν ταῖς ὑποστάσεσι θεωρούμενον, ὥσπερ τὸ εἶδος ἤγουν ἡ φύσις
τῶν ἀνθρώπων ἐν ἰδίᾳ ὑποστάσει οὐ θεωρεῖται ἀλλ᾿ ἐν Πέτρῳ καὶ
Παύλῳ καὶ ταῖς λοιπαῖς τῶν ἀνθρώπων ὑποστάσεσιν, ἢ τὸ σὺν ἄλλῳ
διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν συντιθέμενον καὶ μίαν
ἀποτελοῦν ὑπόστασιν σύνθετον, οἷον ὁ ἄνθρωπος ἐκ ψυχῆς ἐστι καὶ
σώματος συντεθειμένος· οὔτε ἡ ψυχὴ μόνη λέγεται ὑπόστασις οὔτε τὸ
σῶμα ἀλλ᾿ ἐνυπόστατα, τὸ δὲ ἐξ ἀμφοτέρων ἀποτελούμενον ὑπόστασις
ἀμφοτέρων. Ὑπόστασις γὰρ κυρίως τὸ καθ᾿ ἑαυτὸ ἰδιοσυστάτως
ὑφιστάμενόν ἐστί τε καὶ λέγεται.
   Λέγεται πάλιν ἐνυπόστατον ἡ ὑφ᾿ ἑτέρας ὑποστάσεως προσληφθεῖσα
φύσις καὶ ἐν αὐτῇ ἐσχηκυῖα τὴν ὕπαρξιν. Ὅθεν καὶ ἡ σὰρξ τοῦ κυρίου μὴ
ὑποστᾶσα καθ᾿ ἑαυτὴν μηδὲ πρὸς καιροῦ ῥοπὴν οὐχ ὑπόστασις ἀλλὰ
μᾶλλον ἐνυπόστατόν ἐστιν· ἐν γὰρ τῇ ὑποστάσει τοῦ θεοῦ λόγου
ὑπέστη προσληφθεῖσα ὑπ᾿ αὐτῆς καὶ ταύτην καὶ ἔσχε καὶ ἔχει ὑπό-
στασιν.
[46]   Περὶ ἀνυποστάτου.
[46.2]      Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται· ποτὲ μὲν γὰρ τὸ μηδαμῇ
μηδαμῶς ὂν σημαίνει ἤγουν τὸ ἀνύπαρκτον, ποτὲ δὲ τὸ μὴ ἐν ἑαυτῷ
ἔχον τὸ εἶναι ἀλλ᾿ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν ἤγουν τὸ συμβεβηκός.
[47]   Διαίρεσις τοῦ ὄντος καὶ τῆς οὐσίας.
[47.2]      Τὸ ὂν διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός, οὐχ ὡς γένος εἰς εἴδη ἀλλ᾿
ὡς ὁμώνυμος φωνὴ ἢ ὡς τὰ ἀφ᾿ ἑνὸς καὶ πρὸς ἕν.
   Ἡ οὐσία γενικώτατον γένος ἐστίν·
αὕτη διαιρεῖται
αʹ Τὸ σῶμα εἶδος τῆς οὐσίας καὶ
γένους τοῦ ἐμψύχου,
βʹ τὸ ἔμψυχον εἶδος τοῦ σώματος
καὶ γένος τοῦ αἰσθητικοῦ,
γʹ τὸ αἰσθητικὸν ζῷον εἶδος τοῦ
ἐμψύχου καὶ γένος τοῦ λογικοῦ,
[47.13]   δʹ τὸ λογικὸν εἶδος τοῦ ζῴου καὶ
γένος τοῦ θνητοῦ,
εʹ τὸ θνητὸν εἶδος τοῦ λογικοῦ καὶ
γένος τοῦ ἀνθρώπου,
ὁ ἄνθρωπος εἰδικώτατον εἶδος·
εἶδος γάρ ἐστι τοῦ θνητοῦ καὶ
εἶδος Πέτρου καὶ Παύλου, ὅπερ
ἐστὶ φύσις καὶ μορφὴ καὶ οὐσία
κατὰ τοὺς ἁγίους πατέρας.
[48]   Περὶ τοῦ τί ὑπάρχει ἴδιον τῆς οὐσίας.
[48.2]      Τί μὲν οὖν ἐστιν οὐσία καὶ φύσις καὶ μορφή, εἴρηται καὶ τί ὑπόστασις
καὶ ἄτομον καὶ πρόσωπον ἐνυπόστατόν τε καὶ ἀνυπόστατον καὶ τίς ἡ
διαφορὰ οὐσίας καὶ συμβεβηκότων, καὶ ὡς κυριωτέρα ἐστὶν ἡ οὐσία
τῶν συμβεβηκότων ὡς ἐν αὐτῇ ἐχόντων τῶν συμβεβηκότων τὴν ὕπαρξιν.
Εἴρηται δὲ καὶ περὶ τῆς διαιρέσεως αὐτῆς καὶ τί διαφέρει οὐσία τῶν
οὐσιωδῶν διαφορῶν, ὅτι δι᾿ αὐτῶν ἡ οὐσία εἰδοποιουμένη τοῖον
εἶδος ἀποτελεῖ καὶ τοιάδε γίνεται. Εἴρηται δὲ καὶ τί φύσις καὶ τί μορφὴ
καὶ ὑπόστασις καὶ πρόσωπον καὶ ἄτομον, πῶς τε οἱ ἔξω περὶ τούτων
[48.10]   ἐδόξασαν, καὶ πῶς οἱ ἅγιοι πατέρες, οἱ τῆς ἀληθείας καὶ τῆς ὄντως φιλο-
σοφίας μαθηταὶ καὶ διδάσκαλοι, ὠρθοτόμησαν.
   Φέρε δὲ νῦν τὰ ἴδια τῆς οὐσίας εἴπωμεν. Ἴδιον τῆς οὐσίας τὸ μὴ ἐν
ὑποκειμένῳ εἶναι· αὕτη γὰρ μᾶλλον ὑπόκειται τῷ συμβεβηκότι εἰς τὸ
εἶναι καὶ οὐχὶ αὐτὴ ἐν ἑτέρῳ ἔχει τὴν ὕπαρξιν. Τοῦτο δὲ τὸ ἴδιον καὶ τῶν
οὐσιωδῶν διαφορῶν ἐστι· τὸ γὰρ ἐν ὑποκειμένῳ οὔτε παρὸν σῴζει
οὔτε ἀπὸν φθείρει· διὸ οὐδὲ ἐν τῷ ὁρισμῷ λαμβάνεται, καὶ συμβεβηκὸς
γὰρ πάντως ἐστίν. Αἱ δὲ οὐσιώδεις διαφοραὶ οὔκ εἰσι συμβεβηκότα καὶ
παρόντα σῴζουσι καὶ ἀπόντα φθείρουσι· διὸ καὶ ἐν τῷ ὁρισμῷ λαμβά-
νονται. Ἴδιον δὲ καὶ τὸ συνωνύμως κατηγορεῖσθαι ἤγουν μεταδιδόναι
καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ· καὶ τὸ μὴ ἔχειν τι ἐναντίον, τῷ γὰρ
λίθῳ ἤγουν αὐτῇ τῇ οὐσίᾳ τοῦ λίθου οὐδέν ἐστιν ἐναντίον· καὶ τὸ μὴ
ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον· τοῦτο δὲ καὶ τῶν οὐσιωδῶν δια-
φορῶν ἐστιν ἴδιον, οὐδὲ γάρ ἐστιν ὁ ἄνθρωπος μᾶλλον τοῦ ἵππου οὐσία
ἢ ζῷον οὐδὲ ὁ ἵππος μᾶλλον τοῦ ἀνθρώπου· καὶ τὸ τῶν ἐναντίων εἶναι
δεκτικὸν ἀνὰ μέρος καὶ οὐ κατ᾿ αὐτὸν ἀλλὰ κατὰ τὴν ἑαυτῆς μετα-
βολήν. Ἐναντίων δὲ λέγω συμβεβηκότων ἐπουσιωδῶν· τὸ γὰρ λογικὸν
οὐκ ἐπιδέχεται τὸ ἄλογον, τὸ δὲ σῶμα θερμαίνεται καὶ μεταβαλλόμενον
ψύχεται, καὶ ἡ ψυχὴ ποτὲ μὲν δέχεται ἀρετὴν ποτὲ δὲ κακίαν.
[49]   Ἔτι περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ
ἑτεροειδῶν καὶ ὁμοϋποστάτων καὶ ἀριθμῷ διαφερόντων.

[49.3]      Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσονται, οἷον ὅσα
εἰσὶν ὑπὸ τὴν οὐσίαν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἐννέα κατηγοριῶν·
δεῖ γὰρ γινώσκειν, ὡς δέκα εἰσὶν αἱ πᾶσαι κατηγορίαι ἤτοι τὰ γενι-
κώτατα γένη, ὑφ᾿ ἃς ἀναφέρεται πᾶσα φωνὴ ἁπλῶς λεγομένη. Εἰσὶ δὲ
αὗται· αʹ οὐσία οἷον λίθος· βʹ ποσὸν οἷον δύο, τρία· γʹ πρός τι οἷον
πατήρ, υἱός· δʹ ποιὸν οἷον λευκόν, μέλαν· εʹ ποῦ οἷον ἐν Δαμασκῷ, τοῦτο
δὲ τόπου ἐστὶ δηλωτικόν· Ϛʹ ποτέ, χθές, αὔριον· τοῦτο δὲ χρόνου ἐστὶ
δηλωτικόν· ζʹ ἔχειν οἷον ἱμάτιον φορεῖν· ηʹ κεῖσθαι οἷον ἵστασθαι,
καθέζεσθαι· θʹ ποιεῖν οἷον καίειν· ιʹ πάσχειν οἷον καίεσθαι.
   Ἑτερογενῆ δέ εἰσιν, ὅσα ὑπ᾿ ἄλλην καὶ ἄλλην κατηγορίαν εἰσί·
καὶ ὁμογενῆ μὲν οἷον ὁ ἄνθρωπος καὶ ὁ ἵππος, ὑπὸ τὴν οὐσίαν γάρ
εἰσιν ἀμφότερα, ἑτερογενῆ δὲ ὡς ἄνθρωπος καὶ ἐπιστήμη· ὁ μὲν γὰρ
ἄνθρωπος ὑπὸ τὴν οὐσίαν ἐστίν, ἡ δὲ ἐπιστήμη ὑπὸ τὴν ποιότητα.
   Ὁμοειδῆ εἰσιν, ὅσα ὑπὸ τὸ αὐτὸ εἶδος τάσσονται καὶ κοινωνοῦσι
τῷ λόγῳ τῆς οὐσίας οἷον Πέτρος, Παῦλος· ἀμφότεροι γὰρ ὑφ᾿ ἓν
εἶδός εἰσι, τὸ τοῦ ἀνθρώπου. Ἑτεροειδῆ δέ εἰσιν, ὅσα τῷ εἴδει διαφέ-
ρουσιν ἤγουν τῷ λόγῳ τῆς οὐσίας οἷον ἄνθρωπος καὶ ἵππος. Οἱ δὲ
ἅγιοι πατέρες ὁμογενῆ καὶ ὁμοειδῆ ταὐτὸν λέγουσι τὰ ὁμοούσια
ἤγουν τὰς ὑπὸ τὸ αὐτὸ εἶδος ὑποστάσεις.
   Ὁμοϋπόστατά εἰσιν, ὅτε δύο φύσεις ἐν μιᾷ ὑποστάσει ἑνωθῶσι καὶ
μίαν σχῶσιν ὑπόστασιν σύνθετον καὶ ἓν πρόσωπον ὡς ψυχὴ καὶ σῶμα.
Ἑτεροϋπόστατα δὲ καὶ ἀριθμῷ διαφέροντα, ὅσα τῇ συμπλοκῇ τῶν συμβε-
βηκότων τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως ἀφωρίσαντο ἤγουν
ὅσα τοῖς συμβεβηκόσι διαφέρουσιν ἀλλήλων καὶ τὴν ἀνὰ μέρος καὶ καθ᾿
ἑαυτὸ ἔχουσιν ὕπαρξιν οἷον τὰ ἄτομα Πέτρος καὶ Παῦλος· ἄλλος γάρ
ἐστιν οὗτος καὶ ἄλλος ἐκεῖνος.
[50]   Περὶ ποσοῦ καὶ ποσότητος.
[50.2]      Ποσότης ἐστὶ σωρεία μονάδων· τὴν μὲν γὰρ μονάδα οὔ φασι ποσό-
τητα ἀλλ᾿ ἀρχὴν ποσότητος. Μονάδος οὖν καὶ μονάδος συνερχομένων
γίνονται δύο, ὥστε οὐ διαίρεσίς ἐστιν ἡ ποσότης ἀλλὰ σωρεία καὶ
συνάφεια μονάδων· τὸ μὲν γὰρ τὰ δύο διελεῖν εἰς ἓν καὶ ἓν ἀνὰ μέρος,
τοῦτο διαίρεσίς ἐστι, τὸ δὲ τὸ ἓν καὶ ἓν δύο εἰπεῖν, τοῦτο μᾶλλον συνά-
φειά ἐστιν.
   Ἰστέον δέ, ὅτι ποσότης μέν ἐστιν αὐτὸ τὸ μέτρον καὶ ὁ ἀριθμὸς ὁ
μετρῶν καὶ ἀριθμῶν, ποσὰ δὲ τὰ τῷ ἀριθμῷ καὶ τῷ μέτρῳ ὑποκείμενα
ἤγουν τὰ μετρούμενα καὶ ἀριθμούμενα. Τῶν δὲ ποσῶν τὰ μέν εἰσι διωρι-
σμένα, τὰ δὲ συνεχῆ. Συνεχὲς μὲν οὖν ἐστιν, ὅτε ἕν ἐστι τὸ μετρούμενον,
ὥσπερ ἓν ξύλον εὑρίσκεται δίπηχυ, τρίπηχυ, ἢ λίθος ἤ τι τῶν τοιούτων,
καὶ ἓν ὑπάρχον μετρεῖται καὶ λέγεται συνεχές. Διωρισμένα δέ εἰσι τὰ
ἀπ᾿ ἀλλήλων κεχωρισμένα ὡς ἐπὶ δέκα λίθων ἢ δέκα φοινίκων· ταῦτα
γὰρ κεχωρισμένα εἰσὶν ἀπ᾿ ἀλλήλων. Ταῦτα οὖν ἀριθμεῖσθαι λέγονται,
εἰ μὴ διὰ σμικρότητα καὶ πλῆθος μετρηθῶσι μοδίῳ ἤ τινι τῶν τοιούτων
ὥσπερ σῖτος ἤ τι τοιοῦτον.
   Ὁρίζονται δὲ τὰ μὲν συνεχῆ, ὧν τὰ μόρια πρός τινα κοινὸν ὅρον
συνάπτουσιν· ἑνὸς γὰρ ὄντος τοῦ ξύλου τοῦ διπήχεος ἤγουν δύο
πήχεις ἔχοντος τὸ τέλος τοῦ ἑνὸς πήχεος καὶ ἡ ἀρχὴ τοῦ ἄλλου πήχεος
μία ἐστί, κεκολλημέναι γάρ εἰσι καὶ συνημμέναι καὶ οὔκ εἰσιν ἀπ᾿ ἀλλή-
λων διῃρημέναι· τὰ δὲ διωρισμένα, ὧν τὰ μόρια πρός τινα κοινὸν
ὅρον οὐ συνάπτουσιν ὡς ἐπὶ δέκα λίθων. Ἐὰν γὰρ ἀριθμήσῃς πέντε καὶ
πέντε, οὐκ ἔχουσι κοινὸν ὅρον τὸν συνάπτοντα αὐτούς· εἰ γὰρ δώσεις
τι μεταξὺ τῶν πέντε καὶ τῶν πέντε, γίνονται ἕνδεκα καὶ οὐ δέκα· καὶ
αὐτὸ δὲ τὸ ὄνομα δηλοῖ τοῦ συνεχοῦς καὶ τοῦ διωρισμένου. Ὑπὸ μὲν
οὖν τὸ διωρισμένον ποσὸν ἀνάγεται ὁ ἀριθμὸς καὶ ὁ λόγος. Ἀριθμὸν δὲ
λέγομεν ἐνταῦθα τὰ ἀριθμούμενα· τὰ γὰρ ἀριθμούμενα πάντα διωρισ-
μένα εἰσίν, ὡς δέδεικται. Καὶ ὁ λόγος δὲ διωρισμένος ἐστίν· ὁ γὰρ
λόγος ἀριθμούμενος ταῖς λέξεσιν οὐκ ἔχει κοινὸν ὅρον τὸν συνάπτοντα
τὰ μόρια αὐτοῦ. Ἐὰν γὰρ ἔχῃ δέκα λέξεις ὁ λόγος καὶ διέλῃς αὐτὰς
εἰς πέντε καὶ πέντε, οὐκ ἔχουσι κοινὸν ὅρον τὸν συνάπτοντα αὐτάς· ἐὰν
γὰρ παρεντεθῇ τι ἐν τῷ μέσῳ, γίνονται ἕνδεκα καὶ οὐ δέκα. Ὁμοίως
καὶ ἡ λέξις ἀριθμουμένη συλλαβαῖς οὐκ ἔχει κοινὸν ὅρον τὸν συνάπτοντα
τὰς συλλαβάς, οἷον Σωκράτης· μεταξὺ τῆς Σω συλλαβῆς καὶ τῆς κρα
οὐκ ἔστι κοινὸς ὅρος συνάπτων αὐτάς.
   Συνεχῆ δὲ ποσὰ πέντε· σῶμα, ἐπιφάνεια, γραμμή, τόπος, χρόνος.
Χρὴ δὲ γινώσκειν, ὅτι ἡ στιγμὴ ἄποσός ἐστιν· οὐ γὰρ μετρεῖται
οὐδὲ ἀριθμεῖται, ἐπειδὴ οὐκ ἔχει οὐδεμίαν διάστασιν. Ἡ δὲ γραμμὴ
ἔχει μίαν διάστασιν, ἔστι γὰρ μῆκος ἀπλατὲς οἷον· αὕτη οὖν ὑπὸ τὸ
συνεχὲς ποσὸν ἀνάγεται. Μία γὰρ οὖσα μετρεῖται καὶ τὰ μόρια αὐτῆς
ἔχουσι κοινὸν ὅρον συνάπτοντα αὐτὰ τὴν μεταξὺ στιγμήν. Ἐπιφάνεια
δέ ἐστι τὸ ἔξω μέρος τοῦ σώματος, παρὰ τὸ φαίνεσθαι. Ἔχει δὲ δύο
διαστάσεις, μῆκος καὶ πλάτος. Καὶ αὕτη δὲ μία οὖσα μετρεῖται, καὶ τὰ
μόρια αὐτῆς ἔχουσι κοινὸν ὅρον συνάπτοντα αὐτὰ τὴν μεταξὺ γραμμήν.
Χρὴ δὲ γινώσκειν, ὅτι ἡ μὲν ὁμαλὴ καὶ ἴση ἐπιφάνεια ἐπίπεδος λέγεται,
ἡ δὲ ἀνώμαλος καὶ σκολιὰ ἁπλῶς ἐπιφάνεια. Τὸ δὲ σῶμα ἔχει τρεῖς
διαστάσεις· μῆκος, πλάτος, βάθος ἤγουν πάχος· καὶ ἓν ὑπάρχον μετρεῖ-
ται, καὶ τὰ μόρια αὐτοῦ ἔχουσι κοινὸν ὅρον συνάπτοντα αὐτὰ τὴν ἐπιφά-
νειαν. Καὶ ὁ τόπος δὲ ἐπιφάνειά ἐστι τοῦ ἀέρος· ὁ γὰρ τόπος σου ἐπι-
φάνεια ἤγουν τὸ τέλος τοῦ περιέχοντός σε ἀέρος ἐστὶ καὶ ὡς ἐπιφάνεια
ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγεται. Καὶ ὁ χρόνος δὲ μετρεῖται εἰς τὸν παρε-
ληλυθότα καὶ εἰς τὸν μέλλοντα, καὶ ἔχουσι τὰ μόρια αὐτοῦ κοινὸν
ὅρον συνάπτοντα αὐτὰ τὸ νῦν· τὸ δὲ νῦν ἄποσόν ἐστιν. Ἰδοὺ οὖν τρία
εἰσὶν ἄποσα· ἡ μονὰς καὶ ἡ στιγμὴ καὶ τὸ νῦν. Καὶ κυρίως μὲν ταῦτα τὰ
[50.56]   ἑπτὰ λέγονται ποσά· ἀριθμός, λόγος, χρόνος, τόπος, γραμμή, ἐπι-
φάνεια, σῶμα.
   Κατὰ συμβεβηκὸς δὲ λέγομεν ποσὰ καὶ τὰ ἐν αὐτοῖς θεωρούμενα,
πρᾶξιν, κίνησιν, χρῶμα καὶ τὰ τοιαῦτα· οἷον, εἰ ἐν πολλῷ χρόνῳ
γένηται ἡ πρᾶξις καὶ ἡ κίνησις, φαμὲν πολλὴν πρᾶξιν καὶ πολλὴν
κίνησιν, εἰ δὲ ἐν ὀλίγῳ, ὀλίγην. Ὁμοίως καί, εἰ ἐν πολλῷ σώματι λευκό-
της εἴη, φαμὲν πολὺ λευκόν, εἰ δὲ ἐν ὀλίγῳ, ὀλίγον.
   Ἔτι τοῦ ποσοῦ τὸ μέν ἐστιν ὡρισμένον, τὸ δὲ ἀόριστον. Ὡρισμένον
μὲν οὖν ἐστι τὸ δυνάμενον μετρεῖσθαι ἢ ἀριθμεῖσθαι, τὸ δὲ ἀόριστον τὸ
ὑπεροχῇ τινι ὑπερβάλλον πᾶν μέτρον καὶ πάντα ἀριθμόν· καὶ λέγεται
μέγα καὶ πολὺ ἀορίστως, ὡς λέγομεν· Πολλὴ ἡ εὐσπλαγχνία τοῦ θεοῦ,
μέγα τὸ μυστήριον τῆς τοῦ θεοῦ λόγου οἰκονομίας.
   Χρὴ δὲ γινώσκειν, ὅτι ὁ Ἀριστοτέλης τὸ μέγα καὶ μικρὸν πολύ τε
καὶ ὀλίγον καὶ τὸ μεῖζον καὶ τὸ μικρότερον καὶ ὀλιγώτερον καὶ πλείω
καὶ διπλάσιον καὶ ἥμισυ καὶ τὰ τοιαῦτα ὑπὸ τὰ πρός τι τίθησι. Λέγομεν
οὖν, ὅτι δυνατὸν τὸ αὐτὸ πρᾶγμα κατ᾿ ἄλλον καὶ ἄλλον σκοπὸν ὑπὸ
ἄλλην καὶ ἄλλην κατηγορίαν ἀνάγεσθαι. Ὡς μὲν γὰρ ἀριθμὸν καὶ
μέτρον δηλοῦντα τὰ προειρημένα ὑπὸ τὸ ποσὸν ἀνάγονται, ὡς δὲ
σχέσιν ἔχοντα πρὸς ἄλληλα καὶ ὡς πρὸς ἄλληλα λεγόμενα ὑπὸ τὰ
πρός τι· τὸ γὰρ μέγα πρὸς τὸ μικρὸν λέγεται μέγα καὶ τὸ διπλάσιον
πρὸς τὸ ἥμισυ, ὁμοίως καὶ τὰ λοιπά. Τὸ δὲ σῶμα, καθὸ μὲν φυσικόν
ἐστιν, ὑπὸ τὴν οὐσίαν ἀνάγεται, καθὸ δὲ μαθηματικὸν ἤγουν μετρού-
μενον, ὑπὸ τὸ ποσόν. Ἔτι τοῦ ποσοῦ τὸ μὲν μέγεθος, τὸ δὲ πλῆθος.
Τὸ μὲν οὖν μέγεθος μετρεῖται, τὸ δὲ πλῆθος ἀριθμεῖται. Ἀκολουθεῖ δὲ
τὸ πηλίκον τῷ μεγέθει, τὸ δὲ ποσὸν τῷ πλήθει.
   Ἴδια δέ εἰσι τοῦ ποσοῦ τρία, ἅτινα λέγονται παρακολουθήματα·
πρῶτον τὸ μὴ ἔχειν τι ἐναντίον καθ᾿ αὑτό· τὸ γὰρ σῶμα αὐτὸ καθ᾿
αὑτὸ οὐκ ἔχει τι ἐναντίον, καθὸ δέ ἐστι τυχὸν λευκόν, ἔχει τι ἐναντίον,
τὸ μέλαν. Χρὴ δὲ γινώσκειν, ὅτι τῷ δύο ἀριθμῷ οὐκ ἔστιν ἐναντίος
ἄλλος ἀριθμός· εἰ γὰρ ἔσται, πολλοὶ ἔσονται. Πάντες γὰρ οἱ ἄλλοι
ἀριθμοὶ ἐναντίοι ἔσονται, καὶ εὑρίσκεται ἡ φύσις ἄδικος ἑνὶ πολλὰ
ἀντιτάξασα· οὐ γὰρ ἐνδέχεται ἑνὶ πολλὰ εἶναι ἐναντία. Δεύτερον τὸ μὴ
ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον. Οὐδὲ γὰρ οἱ δύο φοίνικές εἰσι μᾶλλον
δύο ἤπερ οἱ δύο ἄνθρωποι. Τὸ δὲ μὴ ἔχον ἐναντίον οὐκ ἐπιδέχεται τὸ
μᾶλλον καὶ ἧττον. Τρίτον δέ, ὃ μόνῳ καὶ παντὶ τῷ ποσῷ, τὸ ἴσον καὶ
ἄνισον. Γραμμὴ γὰρ γραμμῆς ἴση ἐστὶ καὶ ἄνισος.
[51]   Περὶ τῶν πρός τι.
[51.2]      Πρός τι ταῦτά εἰσιν, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων εἶναι λέγεται ἢ
ὁπωσοῦν ἄλλως πρὸς ἕτερον. Καὶ ἑτέρων μὲν εἶναι λέγεται ὡς πατὴρ
υἱοῦ· ὁ γὰρ πατὴρ πάντως υἱοῦ λέγεται πατήρ. Πρὸς ἕτερον δὲ ὡς μέγα
πρὸς μικρὸν καὶ πολὺ πρὸς ὀλίγον· οὐ γὰρ λέγεται ὀλίγου πολὺ ἀλλὰ
πρὸς ὀλίγον.
   Χρὴ δὲ γινώσκειν, ὅτι, ὅταν τι καθ᾿ ἑαυτὸ θεωρῆται, οὐκ ἔστι πρός τι,
ἡνίκα δὲ σχῇ σχέσιν πρὸς ἕτερον, τότε λέγεται πρός τι. Ὥστε τοῦτό
ἐστι τὸ εἶναι τῶν πρός τι καὶ αὕτη αὐτῶν ἐστιν ἡ ὑπόστασις, ἐν τῷ
πρὸς ἕτερον λέγεσθαι ἤγουν ἐν τῷ ἔχειν σχέσιν πρὸς ἕτερον· ἡ γὰρ
πρὸς ἄλληλα σχέσις τὰ πρός τι ποιεῖ.
   Τῶν δὲ πρός τι τὰ μὲν ἐν τῷ αὐτῷ ὀνόματι ὀνομάζονται, ὡς φίλος
φίλου φίλος, ἐχθρὸς ἐχθροῦ ἐχθρός, τὰ δὲ ἑτέρῳ ὀνόματι, ὡς πατὴρ
υἱοῦ πατήρ, διδάσκαλος μαθητοῦ διδάσκαλος.
   Πάλιν τῶν πρός τι τὰ μὲν καθ᾿ ὑπεροχήν, ὡς τὸ μεῖζον ἐλάττονος
μεῖζον, -τὰ δὲ κατὰ τὸ κρῖνον καὶ κρινόμενον, ὡς ἐπιστήμη ἐπιστητοῦ
ἐπιστήμη· ἡ γὰρ ἐπιστήμη κρίνει τὸ ἐπιστητὸν ἤγουν ἡ γνῶσις κρίνει
τὸ γνωστόν, καὶ αἴσθησις αἰσθητοῦ αἴσθησις καὶ θέσις θετοῦ θέσις καὶ
στάσις στατοῦ στάσις καὶ ἀνάκλισις ἀνακλιτοῦ ἀνάκλισις καὶ τὰ τοι-
αῦτα· -τὰ δὲ κατὰ δύναμιν καὶ ἀδυναμίαν, δύναμιν μὲν ὡς τὸ θερμὸν
καὶ τὸ θερμαινόμενον, ἀδυναμίαν δὲ τὸ κατὰ στέρησιν τῆς δυνάμεως,
ὡς λέγομεν ἀδυναμίαν ἔχειν τὴν ὄψιν ὁρᾶν τὴν ἄναστρον σφαῖραν· -
τὰ δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατόν, ὡς πατὴρ υἱοῦ πατήρ.
   Ἴδιον δὲ τῶν πρός τι τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι· φίλος γὰρ
φίλου φίλος καὶ φίλος φίλου φίλος, διδάσκαλος μαθητοῦ διδάσκαλος καὶ
μαθητὴς διδασκάλου μαθητής· -καὶ τὸ ἅμα τῇ φύσει εἶναι. Τὸ δὲ ἅμα
τῇ φύσει ἐστὶ τὸ συνεισφέρειν καὶ συνεισφέρεσθαι καὶ συναναιρεῖν καὶ
συναναιρεῖσθαι· πατρὸς γὰρ ὄντος πάντως καὶ υἱὸς ἔσται, καὶ υἱοῦ
ὄντος πάντως καὶ πατὴρ ἔσται καὶ πατρὸς μὴ ὄντος οὐδὲ υἱὸς ἔσται, -
τίνος γὰρ ἔσται υἱὸς μὴ ὄντος πατρός; -καὶ υἱοῦ μὴ ὄντος οὐδὲ πατὴρ
ἔσται· ὁ γὰρ μὴ ἔχων υἱὸν οὐκ ἔσται πατήρ. Ὥστε συναναιρεῖται ὁ
υἱὸς τῷ πατρὶ καὶ ὁ πατὴρ τῷ υἱῷ, συναναιρεῖται δὲ οὐχ ἡ ὑπόστασις
αὐτοῦ ἀλλ᾿ ἡ σχέσις. Εἰ γὰρ καὶ μένει ὁ υἱός, ἀλλ᾿ οὐχ υἱὸς μένει· μὴ
ἔχων γὰρ πατέρα πῶς ἔσται υἱός; Εἰ δὲ καὶ λέγομεν υἱὸν τοῦ τετελευ-
τηκότος, ἢ οὐ κυρίως λέγομεν ἀλλὰ καταχρηστικῶς, ἢ ὡς μὴ ἀπολο-
μένου τοῦ πατρὸς καὶ εἰς τὸ μὴ εἶναι χωρήσαντος διὰ τὸ τῆς ψυχῆς
ἀθάνατον.
   Χρὴ δὲ εἰδέναι, ὅτι ἑκάστη κατηγορία γενικώτατον γένος ἐστὶ καὶ
ἔχει καὶ γένη καὶ εἴδη ὑπάλληλα καὶ διαιρετικὰς τῶν γενῶν καὶ συστα-
τικὰς τῶν εἰδῶν διαφορὰς καὶ εἰδικώτατα εἴδη καὶ ἄτομα· οὔτε δὲ αἱ
συστατικαὶ διαφοραὶ λέγονται οὐσιώδεις, εἰ μὴ μόνης τῆς οὐσίας,
οὐδὲ τὰ ἄτομα λέγονται ὑποστάσεις, εἰ μὴ τῆς οὐσίας μόνης.
   Χρὴ δὲ εἰδέναι, ὅτι καὶ αὐτὴ ἡ οὐσία ὡς γένος καὶ σχέσιν ἔχον
πρὸς ἕτερον ὑπὸ τὰ πρός τι ἀνάγεται· τὸ γὰρ γένος εἰδῶν ἐστι γένος
καὶ τὰ εἴδη γένους εἰσὶν εἴδη καὶ τῶν πρός τί εἰσιν. Ἔτι τὰ πρός τι καὶ
πρὸς ἀντιστρέφοντα λεγόμενα ἢ ἐν τοῖς αὐθεδράστοις ἔχουσι τὴν σχέσιν
ἤγουν οὐσίαις, ἢ οὐκ ἐν τοῖς αὐθεδράστοις ἤγουν συμβεβηκόσι. Καὶ εἰ
ἐν τοῖς αὐθεδράστοις, ἢ φυσικὴ αὐτῶν ἐστιν ἡ σχέσις ὡς πατρὸς καὶ
υἱοῦ, ἢ οὐ φυσική. Εἰ δὲ οὐ φυσική, ἢ τυχικὴ ὡς δοῦλος καὶ δεσπότης
ἢ τεχνικὴ ὡς μαθητὴς καὶ διδάσκαλος ἢ προαιρετικὴ ὡς φίλος καὶ φίλος,
ἐχθρὸς καὶ ἐχθρός. Εἰ δὲ οὐκ ἐν τοῖς αὐθεδράστοις ἀλλ᾿ ἐν τοῖς συμβεβη-
κόσιν, ἢ φυσικὴ ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ, ἢ οὐ φυσική.
   Χρὴ δὲ τὰ πρός τι πρότερον ὑπ᾿ ἄλλην κατηγορίαν ἀνάγεσθαι ὡς
καθ᾿ ἑαυτὸ θεωρούμενον καὶ τότε ὡς σχέσιν ἔχον πρὸς ἕτερον ὑπὸ τὰ
πρός τι· δεῖ γὰρ πρότερον εἶναί τι ἀσχέτως καὶ τότε θεωρεῖσθαι ἐν
αὐτῷ σχέσιν.
[52]   Περὶ ποιοῦ καὶ ποιότητος.
[52.2]      Ποιότης ἐστί, καθ᾿ ἣν ποιοί τινες ὀνομάζονται. Καὶ πάλιν ποιότης
ἐστί, καθ᾿ ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται· ἐκ τῆς φρο-
νήσεως φρόνιμος λέγεται ὁ ἔχων τὴν φρόνησιν καὶ θερμὸς ὁ μετέχων
θερμότητος.
   Χρὴ δὲ εἰδέναι, ὅτι τὸ ποιὸν καθολικώτερόν ἐστι τῆς ποιότητος· τὸ
γὰρ ποιὸν σημαίνει τὴν ποιότητα καὶ τὸ μετέχον αὐτῆς ἤγουν τὴν
θερμότητα καὶ τὸ θερμόν, τὸ ἔχον τὴν θερμότητα· ποιοὶ μὲν γάρ εἰσιν
οἱ ἔχοντες τὴν ποιότητα, οἷον οἱ ἔχοντες θερμότητα θερμοὶ λέγονται.
Οἱ μὲν θερμοὶ ποιοί εἰσιν, ἡ δὲ θερμότης ποιότης. Λέγεται δὲ πολλάκις
καὶ αὐτὴ ἡ ποιότης ποιόν, ὁμοίως καὶ ἐπὶ τοῦ ποσοῦ καὶ τῆς ποσότητος.
   Τῶν δὲ ποιοτήτων αἱ μὲν τοῖς ἐμψύχοις {καὶ λογικοῖς} ἐνυπάρχουσι σώμα-
σιν ὡς ἐπιστῆμαι καὶ ἀρεταί, νόσοι καὶ ὑγίεια, καὶ λέγονται ἕξεις καὶ διαθέ-
[52.14]   σεις, αἱ δὲ καὶ τοῖς ἐμψύχοις καὶ τοῖς ἀψύχοις ὡς θερμότης, ψύξις, μορφή,
σχῆμα, δύναμις καὶ ἀδυναμία. Τούτων δὲ αἱ μέν εἰσι δυνάμει, αἱ δὲ
ἐνεργείᾳ· καὶ εἰ μὲν δυνάμει, ποιοῦσι δύναμιν καὶ ἀδυναμίαν· εἰ δὲ ἐνερ-
γείᾳ, ἢ διὰ βάθους κεχωρήκασιν, ὡς ἡ θερμότης δι᾿ ὅλου τοῦ πυρὸς
καὶ ἡ λευκότης δι᾿ ὅλου τοῦ γάλακτος καὶ τῆς χιόνος καὶ ποιεῖ πάθος
καὶ παθητικὴν ποιότητα, ἢ ἐπιπολῆς καὶ ποιοῦσι σχῆμα καὶ μορφήν.
Εἰσὶν οὖν τῆς ποιότητος εἴδη τέσσαρα· ἕξις καὶ διάθεσις, δύναμις καὶ
ἀδυναμία, πάθος καὶ παθητικὴ ποιότης, σχῆμα καὶ μορφή.
   Διαφέρει δὲ ἕξις διαθέσεως, ὅτι ἡ μὲν ἕξις δυσμετάβλητός ἐστι καὶ
χρονιωτέρα οἷον ἡ φρόνησις· οὐ γὰρ ταχὺ μεταβάλλεταί τις τῆς φρονή-
σεως εἰς ἀφροσύνην. Ὁμοίως καὶ ἡ ἐπιστήμη, ὅτε ἀκριβῶς τις ἐπίσταται,
δυσμετάβλητός ἐστιν ἐν αὐτῷ ἡ γνῶσις, ἕξις ἐστί, καὶ ἡ ἀνδρεία καὶ ἡ
σωφροσύνη καὶ ἡ δικαιοσύνη ὁμοίως. Διαθέσεις δέ εἰσι τὰ εὐκίνητα καὶ
ταχέως μεταβάλλοντα οἷον θερμότης, ψύξις, νόσος, ὑγίεια καὶ τὰ τοι-
αῦτα· διάκειται μὲν γὰρ κατὰ ταῦτα ὁ ἄνθρωπος, ταχέως δὲ μεταβάλλε-
ται ἐκ θερμοῦ ψυχρὸς γινόμενος καὶ ἐκ νόσου ὑγιής. Καὶ αὐτὰ δὲ ταῦτα
οἷον ἡ νόσος καὶ ἡ ὑγίεια καὶ τὰ τοιαῦτα, ἐὰν ὦσι μόνιμα καὶ δυσμετά-
βλητα, ἕξεις εἰσί. Καθολικωτέρα δέ ἐστιν ἡ διάθεσις· ἀμφότεραι μὲν γὰρ
διαθέσεις λέγονται, διάκειται γάρ πως κατὰ ταύτας ὁ ἄνθρωπος, ἀλλ᾿
ἡ μὲν δυσμετάβλητος διάθεσις ἕξις λέγεται, ἡ δὲ εὐμετάβλητος διάθεσις
μόνον.
   Δεύτερον εἶδος ποιότητος δύναμις καὶ ἀδυναμία, ἅτινα οὔκ εἰσιν
ἐνεργείᾳ, ἔχουσι δὲ ἐπιτηδειότητα καὶ δύναμιν φυσικὴν ἢ ἀνεπιτηδει-
ότητα, ὥς φαμεν τὸν μὲν παῖδα δυνάμει μουσικόν, εἰ γὰρ καὶ μὴ ἔχει
ἐνεργείᾳ τὴν μουσικήν, ἀλλ᾿ ἔχει ἐπιτηδειότητα πρὸς τὸ δέξασθαι τὴν
μουσικήν, τὸ δὲ ἄλογον ἄμουσον ὡς μήτε ἐνεργείᾳ ἔχον τὴν μουσικὴν
μήτε δυνάμενον αὐτὴν δέξασθαι· καὶ τὸ σκληρὸν δὲ δύναμιν ἔχει τοῦ
μὴ ταχέως διαιρεῖσθαι.
   Τρίτον εἶδος παθητικὴ ποιότης καὶ πάθος οἷον θερμότης, λευκότης,
ψύξις, μελανία καὶ τὰ τοιαῦτα. Τὸ μὲν οὖν πάθος εὐαπόβλητόν ἐστιν
ὡς ἡ διάθεσις, ὡς ἄν τις ἢ διὰ αἰδὼ ἢ διὰ φόβον ὠχριάσῃ ἢ ἐρυθριάσῃ,
ἡ δὲ παθητικὴ ποιότης δυσκίνητος καὶ δυσμετάβλητός ἐστι. Τῶν δὲ
παθητικῶν ποιοτήτων τινὲς μὲν ἀπὸ πάθους οὐ γεγένηνται ἤγουν οὐκ
ἀλλαχόθεν, ἀλλὰ κατ᾿ οὐσίαν ὑπάρχουσιν ὡς τῷ πυρὶ ἡ θερμότης καὶ
τῷ μέλιτι ἡ γλυκύτης· οὔτε γὰρ τῷ πυρὶ ἐπίκτητος ἡ θερμότης οὐδὲ
τῷ μέλιτι ἡ γλυκύτης, οὔτε πρότερον μὴ ὄντα τοιαῦτα ὕστερον προσε-
λάβοντο τὴν θερμότητα καὶ τὴν γλυκύτητα, ὅμως δὲ τὸ αὐτὸ πάθος
ποιοῦσι κατὰ τὴν ἡμετέραν αἴσθησιν· τὸ μὲν γὰρ πῦρ θερμὸν ὂν θερμαί-
νει ἡμᾶς καὶ τὸ μέλι γλυκὺ ὂν γλυκαίνει ἡμᾶς· -τινὲς δὲ ἀπό τινος
πάθους ἤγουν κράσεως γεγόνασι καὶ ποιοῦσιν ἐνίοτε πάθος κατὰ τὴν
ἡμετέραν αἴσθησιν ἀλλ᾿ οὐ τὸ αὐτὸ πάθος καὶ τὴν αὐτὴν ποιότητα,
ἣν ἔχουσιν, οἷά εἰσι τὰ χρώματα· τὸ γὰρ λευκὸν ἔκ τινος πάθους καὶ
κράσεως γινόμενον πάθος μὲν ποιεῖ περὶ τὴν ὅρασιν ἤγουν τὴν διά-
κρισιν καὶ ἐξάπλωσιν καὶ φωτισμόν, οὐ λευκαίνει δὲ ἡμᾶς. Ἡ οὖν παθη-
τικὴ ἡ μὴ οὖσα ἐπίκτητος ἢ παντὶ τῷ εἴδει ἐνυπάρχει ὡς ἡ θερμότης
ὅλῳ τῷ πυρί, ἢ οὐ παντὶ ὡς ἡ μελανία τοῖς Αἰθίοψιν· οὐ γὰρ πάντες οἱ
ἄνθρωποι μέλανες. Ταῦτα δὲ οὐ μόνον περὶ σῶμα θεωρεῖται ἀλλὰ καὶ
περὶ ψυχήν.
   Τέταρτον εἶδος ποιότητος σχῆμα καὶ μορφή. Τὸ μὲν οὖν σχῆμα ἐπὶ
τῶν ἐμψύχων καὶ ἐπὶ τῶν ἀψύχων φέρεται, ἡ δὲ μορφὴ ἐπὶ τῶν ἐμψύχων
μόνον. Εἰ δὲ ῥηθῇ ἐπὶ τῶν ἀψύχων μορφὴ ἢ εὔμορφον, οὐ κυρίως ἀλλὰ
καταχρηστικῶς λέγεται. Καθολικώτερον οὖν ἐστι τὸ σχῆμα· καὶ ἡ
μορφὴ γὰρ καλεῖται σχῆμα. Τὸ δὲ τῶν ἀψύχων σχῆμα οὐ καλεῖται
μορφή. Ἡ δὲ εὐθύτης ἤγουν ὀρθότης καὶ ἡ καμπυλότης ἤγουν στρε-
βλότης τῆς ποιότητός εἰσιν.
   Χρὴ γινώσκειν, ὅτι τὰ ποιὰ ὡς ἐπὶ τὸ πλεῖστον παρωνύμως ἀπὸ τῶν
ποιοτήτων λέγονται ὡς ἀπὸ τῆς θερμότητος θερμόν, τινὰ δὲ καὶ ὁμω-
νύμως ὡς μουσικὴ ἐπιστήμη καὶ μουσικὴ γυνὴ ἡ ἔχουσα τὴν μου-
σικὴν ἐπιστήμην, τινὰ δέ, εἰ καὶ σπανίως, ἑτερωνύμως ὡς ἀπὸ τῆς
ἀρετῆς σπουδαῖος· ὁ γὰρ ἐνάρετος σπουδαῖος λέγεται.
   Χρὴ γινώσκειν, ὅτι τὸ πάθος διττόν· ἢ γὰρ ἐν τῷ ἤδη πεπονθέναι
λέγεται, καὶ ἀνάγεται ὑπὸ τὴν ποιότητα, ὡς τὸ ἤδη λελευκασμένον ἱμάτιον
λέγεται λευκόν, ἢ ἐν τῷ νῦν πάσχειν, καὶ ἀνάγεται ὑπὸ τὴν τοῦ πάσχειν
κατηγορίαν, ὡς τὸ μήπω λευκανθὲν ἀλλὰ νῦν λευκαινόμενον.
   Χρὴ γινώσκειν, ὡς οὔκ εἰσιν αἱ ποιότητες σώματα ἀλλὰ ἀσώματοι.
Εἰ γὰρ ἦσαν σώματα, ὑπὸ τὴν οὐσίαν ἦσαν· καὶ πάντα δὲ τὰ συμβεβη-
κότα ἀσώματά εἰσι καὶ καθ᾿ ἑαυτὰ ἀνύπαρκτα, εἰ μὴ ἐν τῇ οὐσίᾳ θεωρη-
θῶσι.
   Χρὴ γινώσκειν, ὅτι αἱ οὐσιώδεις ποιότητες ὑπὸ τὴν οὐσίαν ἀνάγον-
ται· μέρη γὰρ αὐτῆς εἰσιν ὡς διαιροῦντα αὐτὴν καὶ εἰς τὸν ὁρισμὸν τῶν
εἰδῶν αὐτῆς λαμβανόμενα, ὑφ᾿ ἣν δὲ κατηγορίαν τὸ ὅλον, ὑπὸ ταύτην
καὶ τὰ μέρη αὐτοῦ ἀναχθήσονται. Τὸ βαρὺ καὶ κοῦφον ἢ ἐν ὄγκοις
θεωρεῖται ὡς ἐπὶ τῶν σταθμιζομένων καὶ ἀνάγεται ὑπὸ τὸ ποσόν, ἢ ἐν
οὐσίᾳ ὡς ἐν τοῖς στοιχείοις ἤγουν πυρὶ καὶ γῇ καὶ ἀνάγονται ὑπὸ τὴν
οὐσίαν ὡς οὐσιώδεις διαφοραί, ὁμοίως καὶ τὸ πυκνὸν καὶ μανὸν ἤγουν
ἀραιόν· ἢ γὰρ οὐσιωδῶς ἐν τοῖς στοιχείοις καὶ ἀνάγονται ὑπὸ τὴν
οὐσίαν, ἢ ἐπεισάκτως ἐν ἱματίοις καὶ ἀνάγονται ὑπὸ τὴν κεῖσθαι κατη-
γορίαν, θέσει γάρ εἰσι.
   Τρία δέ εἰσιν ἴδια τῆς ποιότητος ἤγουν παρακολουθήματα· πρῶτον
τὸ ἐναντιότητα ἐπιδέχεσθαι· τὸ γὰρ θερμὸν ἐναντίον τῷ ψυχρῷ καὶ τὸ
λευκὸν τῷ μέλανι· δεύτερον τὸ μᾶλλον καὶ ἧττον· ἔνθα γὰρ ἐναντιότης
ἐστί, καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον εὑρίσκεται. Τὸ δὲ μᾶλλόν ἐστιν ἐπί-
τασις, καὶ τὸ ἧττον ὕφεσις. Ἐνδέχεται οὖν εἰπεῖν τόδε τὸ εἶδος μᾶλλον
τοῦδε λευκὸν καὶ ἧττον ψυχρόν. Τρίτον παρακολούθημα, τὸ καὶ ἰδιώτα-
τον τοῦ ποιοῦ, τὸ ὅμοιον καὶ ἀνόμοιον. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ σχῆμα
οὐκ ἔχει ἐναντίον.
   Χρὴ γινώσκειν, ὅτι οὐ πᾶσαι αἱ στερήσεις ἀποφατικῶς λέγονται,
ἀλλὰ καὶ στερήσεις εἰσὶ καταφατικῶς λεγόμεναι ὡς τυφλότης καὶ κωφό-
της. Καὶ πάλιν οὐ πᾶν εἶδος καταφατικῶς ὀνομάζεται ἀλλὰ καὶ ἀπο-
φατικῶς, ὥσπερ ἡ ἀκολασία εἶδος οὖσα οὐ καταφατικῶς ἀλλ᾿ ἀπο-
φατικῶς ὠνομάσθη· ἡ γὰρ κατάθεσις κατάφασις λέγεται οἷον ‘καλός
ἐστιν’, ἡ δὲ ἄρνησις ἀπόφασις οἷον ‘οὐκ ἔστι καλός’· ὅτε δὲ λέγομεν
‘ἄνομος εἶ’, τὸ α ἄρνησιν σημαίνει ὡς τὸ οὔ.
   Εἰ δὲ λέγεται τόδε τὸ λευκὸν ἴσον εἶναι τῷδε τῷ λευκῷ, οὐ καθὸ
ποιότης λέγεται ἴσον εἶναι ἀλλὰ καθὸ ποσότης καὶ τὸ εἶναι τὴν ἐπι-
φάνειαν ταύτην ἴσην ἐκείνῃ τῇ ἐπιφανείᾳ, ὡς καὶ ἐν τῷ ποσῷ τὸ ὅμοιον
καὶ ἀνόμοιον θεωρεῖται οὐ καθὸ ποσόν, ἀλλὰ καθὸ μετέχει ποιότητος.
[53]   Περὶ τοῦ ποιεῖν καὶ πάσχειν.
[53.2]      Χρὴ γινώσκειν, ὅτι ἡ ποίησις καὶ ἡ πάθησις ἤγουν ἡ ποιητικὴ δύναμις
καὶ ἡ παθητικὴ ὑπὸ τὴν ποιότητά εἰσι, τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν
οὐσία τίς ἐστι τοιῶσδε ἐνεργοῦσα ἢ πάσχουσα. Ποιεῖν οὖν ἐστι τὸ ἐν
ἑαυτῷ ἔχειν τὴν αἰτίαν τῆς ἐνεργείας, πάσχειν δὲ τὸ ἐν ἑαυτῷ καὶ ἐν
ἄλλῳ ἔχειν τὴν αἰτίαν τοῦ πάσχειν ὡς ὁ δημιουργὸς καὶ τὸ δημιουργού-
μενον· ὁ μὲν γὰρ δημιουργὸς ἐν ἑαυτῷ ἔχει τὴν αἰτίαν τῆς δημιουργίας,
[53.8]   τὸ δὲ δημιουργούμενον ἐν μὲν τῷ δημιουργῷ τὴν ἀρχὴν τῆς δημιουργίας,
ἐν ἑαυτῷ δὲ τὴν ἐπιτηδειότητα τῆς παθήσεως. Δημιουργὸν δὲ ἐνταῦθα
τὸν τεχνίτην λέγομεν οἷον τέκτονα, δημιουργούμενον δὲ τὴν ὕλην τὴν
ὑποκειμένην τῷ τεχνίτῃ οἷον τὴν ξυλήν· αὕτη γὰρ ὑπόκειται τῷ τέκτονι.
   Τοῦ δὲ ποιεῖν καὶ τοῦ πάσχειν τὰ μὲν ἁπλῶς λέγονται ποιεῖν ὡς
ἐπὶ τῶν ποιητικῶν τεχνῶν οἷον τεκτονικῆς, χαλκευτικῆς καὶ τῶν τοιού-
των, ἐφ᾿ ὧν καὶ μετὰ τὸ παύσασθαι τὸν ποιοῦντα διαμένει τὸ ποίημα·
τοῦ γὰρ οἰκοδόμου παυσαμένου τοῦ οἰκοδομεῖν διαμένει τὸ οἰκοδομη-
θέν· -τὸ δὲ λέγεται πράττειν, ἐφ᾿ ὧν οὐ διαμένει τὸ πραττόμενον
παυσαμένου τοῦ πράττοντος· παυσαμένου γὰρ τοῦ αὐλητοῦ οὐ δια-
μένει ἀλλ᾿ ἀπόλλυται ἡ αὔλησις· -τὸ δὲ λέγεται θεωρεῖν ὡς τὸ ἀστρο-
νομεῖν, γεωμετρεῖν, νοεῖν καὶ τὰ τοιαῦτα, ἔτι καὶ τὰ θεωρούμενα εἴδη ἐν
τοῖς ἀψύχοις οἷον πυρί, λίθῳ, ξύλῳ καὶ τοῖς τοιούτοις. Τὰ μὲν οὖν πρῶτα
ἐπὶ τῶν λογικῶν εἰσι, τὸ δὲ ἔσχατον ἐπὶ τῶν ἀψύχων καὶ ἀλόγων· οὐ
καθὸ γὰρ ἔμψυχον ποιεῖ ἀλλὰ καθὸ σῶμα πλησιάζον σώματι.
   Δύο δὲ ἔχει ἴδια· πρῶτον τὸ ἐπιδέχεσθαι ἐναντιότητα, τὸ γὰρ θερμαί-
νειν ἐναντίον ἐστὶ τοῦ ψύχειν· δεύτερον τὸ μᾶλλον καὶ ἧττον· ἐνδέχεται
γὰρ μᾶλλον θερμαίνειν καὶ ἧττον ψύχειν, ὁμοίως καὶ θερμαίνεσθαι καὶ
ψύχεσθαι.
   Ἐν πάσαις οὖν ταῖς κατηγορίαις θεωρεῖται τὸ ποιεῖν καὶ πάσχειν·
ἐν μὲν τῇ οὐσίᾳ τὸ γεννᾶν καὶ γεννᾶσθαι, ἐν δὲ τῷ ποσῷ ἀριθμεῖν καὶ ἀρι-
θμεῖσθαι, ἐν δὲ τοῖς πρός τι διπλασιάζειν καὶ διπλασιάζεσθαι, ἐν τῇ
ποιότητι λευκαίνειν καὶ λευκαίνεσθαι, ἐν τῷ κεῖσθαι καθίζειν καὶ καθέ-
ζεσθαι, ἐν τῷ ἔχειν φορεῖν καὶ φορεῖσθαι, ἐν τῇ ποῦ περιέχειν καὶ περιέ-
χεσθαι, καὶ ἐν τῇ ποτὲ περιέχεσθαι καὶ περιέχειν ἐν τῷ ἐνεστῶτι καὶ
παρεληλυθότι καὶ μέλλοντι χρόνῳ.
[54]   Περὶ τοῦ κεῖσθαι.
[54.2]      Κεῖσθαί ἐστι τὸ ἔχον θέσιν πως πρὸς ἕτερον οἷον τὸ σῶμα τὸ κεί-
μενόν πως πρὸς τὴν τοιαύτην θέσιν ἢ πρὸς ἀνάκλισιν ἢ καθέδραν ἢ
στάσιν. Εἴδη δὲ τοῦ κεῖσθαι τρία· τὸ ἵστασθαι, τὸ καθῆσθαι, τὸ ἀνακλί-
νεσθαι· τὸ μὲν γὰρ ὀρθὸν εἶναι τὸ ἵστασθαι ποιεῖ, τὸ δὲ κατὰ μέρος μὲν
κεῖσθαι, κατὰ μέρος δὲ ἵστασθαι ποιεῖ τὸ καθῆσθαι, τὸ δὲ παντελῶς
κεῖσθαι ποιεῖ τὸ ἀνακλίνεσθαι. Οὐ δηλοῖ δὲ τὸ κεῖσθαι οὐδὲ τὸ κείμενον
οὐδὲ τὸν τόπον ἀλλὰ αὐτὴν τὴν θέσιν τοῦ κειμένου πρὸς τὸν τόπον.
   Τῶν δὲ κειμένων τὰ μὲν κατὰ φύσιν κεῖνται ὡς τὰ στοιχεῖα ἐν τοῖς
οἰκείοις τόποις οἷον γῆ, ὕδωρ, ἀήρ, πῦρ καὶ τὰ τοιαῦτα, τὰ δὲ κατὰ
θέσιν καὶ τέχνην ὡς ἀνδριάς, κίων καὶ τὰ τοιαῦτα. Λοιπὸν ἐπιδιαίρεσις
ἡ λέγουσα, ὅτι τῶν κειμένων τὰ μὲν στάσιμα ὡς γῆ, τὰ δὲ κινούμενα ὡς
τὰ οὐράνια σώματα. Ἔτι τῶν κειμένων τὰ μὲν δυνάμει κεῖνται ἤγουν τὰ
δυνάμενα μετέρχεσθαι, τὰ δὲ ἐνεργείᾳ, ὡς ὅπου κεῖνται.
[55]   Περὶ τῆς ποῦ.
[55.2]      Τὸ ποῦ τόπον σημαίνει· ἐρωτώμενοι γὰρ ‘ποῦ ἐστιν ὁ δεῖνα’ φαμὲν
‘ἐν τῷ οἴκῳ, ἐν τῇ πόλει’· ταῦτα δὲ τόπον σημαίνουσιν. Εἴδη δὲ τῆς
ποῦ κατηγορίας κατὰ τὰς διαφορὰς τῶν τόπων ἄνω, κάτω, δεξιά,
ἀριστερά, ἔμπροσθεν, ὄπισθεν.
[56]   Περὶ τῆς ποτέ.
[56.2]      Τὸ ποτὲ χρόνον δηλοῖ· ἐρωτώμενοι γὰρ ‘πότε ἐγένετο τόδε;’ λέγο-
μεν ‘πέρυσι, προπέρυσι’, ἅτινα χρόνον σημαίνουσιν. Εἴδη δὲ τῆς ποτὲ
κατηγορίας εἰσὶ τοσαῦτα, ὅσαι αἱ τοῦ χρόνου διαφοραί. Τρεῖς δέ εἰσιν
αὗται· ἐνεστώς, παρῳχημένος, μέλλων.
[57]   Περὶ τοῦ ἔχειν.
[57.2]      Τὸ ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν. Δηλοῖ δὲ τὸ περιέχειν ἢ περιέχεσθαι
καὶ μὴ εἶναί τι μέρος τοῦ πράγματος. Καὶ περιέχει μὲν χιτών, ὅπλα καὶ
τὰ τοιαῦτα, περιέχεται δὲ δακτύλιος καὶ εἴ τι ἕτερον τοιοῦτον σμικρόν.
Δεῖ δὲ καὶ τὸ περιέχον καὶ τὸ περιεχόμενον οὐσίας εἶναι· εἰ γὰρ τὸ μὲν
οὐσία εἴη, τὸ δὲ συμβεβηκός, ὡς ἐπιστήμων καὶ ἐπιστήμη, οὐκέτι ὑπὸ
τὸ ἔχειν ἀνάγεται. Διαφοραὶ δὲ τοῦ ἔχειν γίνονται κατὰ τὴν διαφορὰν
τῶν ὄντων· ἢ γὰρ ἔμψυχόν ἐστιν ἢ ἄψυχον, καὶ ἔμψυχον μὲν ἔχειν
λεγόμεθα ὡς παῖδα, ἵππον καὶ τὰ τοιαῦτα, ἄψυχον δὲ ὡς δακτύλιον,
ὑπόδημα καὶ τὰ τοιαῦτα. Λέγεται δὲ τὸ ἔχειν καὶ κατὰ πολλῶν ἑτέρων
σημαινομένων ὁμωνύμως, περὶ ὧν ὕστερον ἐροῦμεν.
[58]   Περὶ ἀντικειμένων.
[58.2]      Πᾶν ἀντικείμενον ἢ ὡς πρᾶγμα ἀντίκειται ἢ ὡς λόγος. Καὶ εἰ μὲν ὡς
λόγος λόγῳ, ποιεῖ κατάφασιν καὶ ἀπόφασιν. Κατάφασις μὲν οὖν ἐστι
τὸ εἰπεῖν, τί τινι ὑπάρχει, οἷον καλός ἐστιν, ἀπόφασις δὲ τὸ εἰπεῖν, τί
τινι οὐχ ὑπάρχει, οἷον οὐκ ἔστι καλός· λέγονται δὲ ἀμφότερα ἀπόφαν-
σις. Εἰ δὲ ὡς πρᾶγμα ἀντίκεινται, ἢ ὡς πρὸς ἀντιστρέφοντα λέγονται
καὶ ποιεῖ τὰ πρός τι, ἅτινα καὶ συνεισάγουσιν ἄλληλα καὶ συναναι-
ροῦσιν, ἢ οὐ πρὸς ἀντιστρέφοντα καὶ οὐκ ἔχουσι σχέσιν. Καὶ ταῦτα ἢ
οὐ μεταβάλλει εἰς ἄλληλα, ὅμως δὲ ἄμφω κατὰ φύσιν εἰσὶ καὶ ποιεῖ τὰ
ἐναντία ὡς ἡ θερμότης καὶ ἡ ψύξις, ἢ τὸ μὲν μεταβάλλει εἰς τὸ ἕτερον, τὸ
δὲ ἕτερον οὐ μεταβάλλει. Καὶ τὸ μὲν αὐτῶν ἐστι κατὰ φύσιν τὸ δὲ παρὰ
φύσιν, καὶ ποιεῖ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα ὡς ὄψις καὶ
τυφλότης· ἕξις μὲν γάρ ἐστιν ἡ ὄψις ὡς ἐκ τοῦ ἔχειν, στέρησις δὲ τῆς
ἕξεως ἤγουν τῆς ὁράσεως ἡ τυφλότης.
   Τῶν δὲ ἐναντίων τὰ μέν εἰσιν ἄμεσα, τὰ δὲ ἔμμεσα. Ἄμεσα μὲν οὖν
εἰσιν, ὧν ἀναγκαῖον τὸ ἕτερον ἤγουν τὸ ἓν ὑπάρχειν τῷ ὑποκειμένῳ
αὐτοῖς ἢ τοῦτοις, ὧν κατηγοροῦνται, οἷον νόσος καὶ ὑγίεια ἐν σώματι
ζῴου ὑποκειμένῳ, καὶ ἀνάγκη πάντως ἐν τῷ σώματι ἢ νόσον εἶναι ἢ
ὑγίειαν· νόσον δέ φαμεν πᾶσαν τὴν παρατροπὴν τῆς φύσεως. -Ἔμμεσα
δέ, ὧν οὐκ ἀνάγκη τὸ ἕτερον ὑπάρχειν τῷ ὑποκειμένῳ ἢ τούτοις, ὧν
κατηγοροῦνται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν· ἐναντία γάρ εἰσι, καὶ οὐ
πάντως ἀνάγκη ἓν αὐτῶν ὑπάρχειν τῷ σώματι· οὐ γὰρ ἀνάγκη πᾶν
σῶμα ἢ λευκὸν εἶναι ἢ μέλαν, εἰσὶ γὰρ σώματα φαιὰ καὶ πυῤῥά· -
εἰ μὴ ἄρα τὸ ἓν τῶν ἀντικειμένων ἀφωρισμένως φύσει ὑπάρχει τινὶ ὡς ἡ
θερμότης τῷ πυρὶ καὶ ἡ ψύξις τῇ χιόνι. Τῶν μὲν οὖν ἐμμέσων τὰ μὲν
ἔχουσιν ὀνόματα, ὡς τὸ μέσον τοῦ λευκοῦ καὶ τοῦ μέλανος λέγεται
φαιόν, τὰ δὲ οὐκ ἔχουσιν ὀνόματα· τὸ μέσον γὰρ τοῦ δικαίου καὶ τοῦ
ἀδίκου οὐκ ἔχει ὄνομα, ἀλλὰ τῇ ἀποφάσει ἑκατέρου τὸ ἀνὰ μέσον γνω-
ρίζεται οἷον οὐδὲ δίκαιον οὐδὲ ἄδικον.
   Ἀκολουθοῦσι δὲ τοῖς ἐναντίοις ἰδιώματα τέσσαρα· πρῶτον, ὅτι τῷ
μὲν ἀγαθῷ ἐξ ἀνάγκης τὸ κακὸν ἐναντίον, τῷ δὲ κακῷ ποτὲ μὲν ἀγαθόν,
ποτὲ δὲ ἄλλο κακόν· τῇ μὲν γὰρ σωφροσύνῃ ἐναντίον ἡ ἀκολασία, τῇ δὲ
ἀκολασίᾳ ποτὲ μὲν σωφροσύνη, ποτὲ δὲ ἠλιθιότης. Ἠλιθιότης δέ ἐστι
τὸ μὴ κινεῖσθαι μηδὲ ἐγείρεσθαι τὰ πάθη. Ἡ μὲν οὖν ἀκολασία ἔλλειψίς
ἐστι τῆς σωφροσύνης, ἡ δὲ ἠλιθιότης ὑπερβολή, ἐναντία δὲ ἡ ὑπερβολὴ
τῇ ἐλλείψει. -δεύτερον, ὅτι ἀδύνατον ἅμα τὰ ἐναντία ἐπὶ τῶν ἀτόμων
εἶναι κατὰ τὸ αὐτό, οὐκ ἐνδέχεται γὰρ ἅμα Σωκράτην ὑγιαίνειν καὶ
νοσεῖν, ἢ κατὰ τὸ αὐτὸ μέλος θερμαίνεσθαι ἅμα καὶ ψύχεσθαι. -τρίτον,
ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ ὑποκειμένῳ ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ,
γένει μὲν ὡς ἐν ἁπλῷ σώματι τὸ λευκὸν καὶ τὸ μέλαν, εἴδει δὲ ὡς ἐν σώ-
ματι ζῴου ὑγίεια καὶ νόσος, ἀριθμῷ δὲ δῆλον· τὸ γὰρ αὐτὸ σῶμα τῶν
ἐναντίων εἶναι δεκτικὸν ἐνδέχεται κατὰ τὴν ἑαυτοῦ μεταβολήν. -τέ-
ταρτον, ὅτι τὰ ἐναντία ἢ ὑπὸ τὸ αὐτὸ γένος ὡς τὸ λευκὸν καὶ τὸ μέλαν
[58.44]   ὑπὸ τὸ χρῶμα, ἢ ὑπὸ τὰ ἐναντία γένη ὡς δικαιοσύνη καὶ ἀδικία ὑπὸ τὸ
ἀγαθὸν καὶ τὸ κακόν, ἅτινα ἐναντία εἰσίν, ἢ αὐτὰ τὰ ἐναντία γένη εἰσὶν
ὡς τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐναντία ὄντα γένη.
[59]   Περὶ ἕξεως καὶ στερήσεως.
[59.2]      Ἕξις λέγεται ἡ ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος ὡς τοῦ ὅπλου
καὶ τοῦ ὡπλισμένου ἤγουν τοῦ ἐνδύοντος καὶ τοῦ ἐνδυομένου· -δεύ-
τερον αἱ ἐπείσακτοι ἐνέργειαι μόνιμοι οὖσαι εἴτε φυσικαὶ εἴτε ψυχικαί·
καὶ φυσικαὶ μὲν ὡς ἡ θερμότης ἐν τοῖς θερμαινομένοις, ψυχικαὶ δὲ ὡς
ἐπιστήμη· -τρίτον, ὅπερ οὔπω μὲν ἔχει, ἔχει δὲ ἐπιτηδειότητα δέ-
ξασθαι, ὅπερ ἐστὶ πρῶτον σημαινόμενον τοῦ δυνάμει· -τέταρτον ἡ
φυσικὴ ποιότης ἤγουν φυσικὴ ἕξις ὡς ἡ θερμότης τοῦ πυρὸς καὶ τοῦ
καθεύδοντος ἡ ὄψις, ὅπερ ἐστὶ δεύτερον σημαινόμενον τοῦ δυνάμει,
δύναται γὰρ καίειν, ἐνεργείᾳ δὲ οὐ καίει, πρῶτον δὲ σημαινόμενον τοῦ
ἐνεργείᾳ· -πέμπτον ὡς ἡ τελικὴ ἐνέργεια ὡς ἡ ὅρασις ἡ ἤδη ὁρῶσα
καὶ ἡ θερμότης ἡ ἤδη θερμαίνουσα.
   Στέρησις δὲ τῆς ἕξεως ἀποβολή. Ἀντίκειται οὖν τῷ μὲν πρώτῳ σημαι-
νομένῳ τῆς ἕξεως ἡ στέρησις τοῦ ὅπλου ἤγουν τοῦ ἐνδύματος, -τῷ δὲ
δευτέρῳ ἡ ἀποβολὴ τῶν ἐπεισάκτων ἕξεων, ὅτε τὸ θερμανθὲν ψυχρανθῇ· -
τῷ τρίτῳ, ὅπερ οὐδὲ ὅλως πέφυκεν ἔχειν τὸ γένος, ὡς λέγομεν ἔχειν ἐπι-
τηδειότητα τὸ βρέφος πρὸς μουσικήν, τὴν δὲ συκῆν οὐδαμῶς. Ἐστέρηται
οὖν ἡ συκῆ, ἐπειδὴ τὸ γένος τῶν φυτῶν οὐκ ἔχει ἐπιτηδειότητα δέ-
ξασθαι μουσικήν. Καὶ ὅπερ τὸ μὲν γένος ἔχει ἐπιτηδειότητα, τὶ δὲ τῶν
εἰδῶν οὐκ ἔχει· τὸ γὰρ ζῷον ἔχει ἐπιτηδειότητα ὁρᾶν, ὁ δὲ ἀσπάλαξ
εἶδος ὢν τοῦ ζῴου οὐκ ἔχει ἐπιτηδειότητα τοῦ ὁρᾶν· -τῷ δὲ τετάρτῳ
ἡ ἀποβολὴ τῆς δυνάμεως τῆς καθ᾿ ἕξιν· -τῷ δὲ πέμπτῳ ἡ ἀποβολὴ
τῆς τελικῆς ἐνεργείας, ὅπερ ἀνωτέρω εἴρηκε τὴν κατὰ στέρησιν καὶ ἕξιν
τῶν ἀντικειμένων ἀντίθεσιν ἤγουν τῆς δυνάμεως εἴτε τῆς ποιητικῆς εἴτε
τῆς παθητικῆς· αὕτη δὲ χαρακτηρίζεται τοῖς τρισὶ τούτοις, ὅπερ
πέφυκεν ἔχειν οὐδὲ ὅλως δὲ ἔχει, ἀλλὰ τελείως ἐστέρηται, καὶ ὅτε
πέφυκεν ἔχειν, καὶ ἔνθα πέφυκεν ἔχειν. Οἷον τὸν λίθον οὐ λέγομεν
εἶναι τυφλόν, οὐ πέφυκε γὰρ ἔχειν ἕξιν ὁράσεως· οὐδὲ τὸν ἀρτιγέννη-
τον κύνα λέγομεν εἶναι τυφλὸν οὐδὲ τὸ ἀρτιγέννητον βρέφος νωδόν,
ἐπειδὴ οὐ πεφύκασι κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἔχειν· οὐδὲ τὸν πόδα
λέγομεν τυφλόν, οὐ γὰρ πέφυκε τὸ ζῷον ἐν τῷ ποδὶ ἔχειν τὴν ἕξιν
τῆς ὁράσεως. Ὅτε οὖν κατὰ τὰ τρία ταῦτα πέφυκεν ἔχειν καὶ μὴ ἔχει,
λέγεται στέρησις.
[60]   Περὶ προτέρου καὶ ὑστέρου.
[60.2]      Τὸ δὲ πρότερον διαιρεῖται εἰς τέσσαρα σημαινόμενα. Καὶ κυριώτατόν
ἐστι τὸ τῷ χρόνῳ πρότερον. Λέγεται δὲ κυρίως ἐπὶ μὲν ἐμψύχων τὸ
πρεσβύτερον, ἐπὶ δὲ τῶν ἀψύχων τὸ παλαιότερον· καταχρηστικῶς δὲ
καὶ ἀντ᾿ ἀλλήλων λαμβάνονται. -δεύτερον δὲ τὸ φύσει πρότερον,
ὅπερ συνεισφέρεται μέν, οὐ συνεισφέρει δέ, καὶ συναναιρεῖ καὶ οὐ συναν-
αιρεῖται ὡς τὸ ζῷον πρότερον τοῦ ἀνθρώπου· ζῴου γὰρ μὴ ὄντος
οὐδὲ ἄνθρωπος ἔσται, ζῷον γὰρ ὁ ἄνθρωπος. Ἀνθρώπου δὲ μὴ ὄντος
ἔσται ζῷον, καὶ ὁ ἵππος γὰρ καὶ ὁ κύων ζῷά εἰσι· καὶ ἀνθρώπου ὄντος
πάντως ἔσται ζῷον, ζῷον γὰρ ὁ ἄνθρωπος. Ζῴου δὲ ὄντος οὐ πάντως
ἄνθρωπος ἀλλ᾿ ἴσως ἵππος, κύων· καὶ ταῦτα γὰρ ζῷά εἰσι. -τρίτον
τὸ κατὰ τάξιν, ὥσπερ φαμὲν πρῶτον τὸ α, δεύτερον τὸ β, εἶτα τὰ
συλλάβια, εἶτα αἱ ψῆφοι. -τέταρτον τὸ κατ᾿ ἀξίαν, ὥς φαμεν· πρῶτον
ἐπίσκοπος, εἶτα πρεσβύτερος. Ἐκβάλλουσι δὲ τοῦτον τὸν τρόπον
τινές· ἐνδέχεται γὰρ τὸν πρῶτον κατὰ τάξιν ὕστερον εἶναι κατ᾿ ἀξίαν. -
πέμπτον, ὥς φαμεν τὸ αἴτιον καὶ αἰτιατόν, ὡς ὁ Σωκράτης πρότερος
τῆς ἰδίας εἰκόνος· αὐτὸς γάρ ἐστιν αἴτιος τῆς ἰδίας εἰκόνος. Καὶ ὁ πατὴρ
πρότερος καὶ μείζων τοῦ υἱοῦ· ὁ γὰρ πατήρ ἐστιν αἴτιος τοῦ υἱοῦ, ἐκ
γὰρ τοῦ πατρὸς ὁ υἱὸς γεννᾶται. Διὸ καὶ ὁ μακάριος Γρηγόριος κατὰ
τοῦτο τὸ σημαινόμενον ἔλαβε τὸ ὑπὸ τοῦ κυρίου ἡμῶν ἐν τοῖς ἱεροῖς
εὐαγγελίοις ῥηθέν· «Ὁ πατήρ μου μείζων μού ἐστιν.»
   Ἄλλοι δὲ προστιθέασι τὸ κατ᾿ ἐπίνοιαν, ὡς πρότερον τῶν θεμελίων
τὸν τοῖχον. Τοῦτο δὲ ἀνάγεται ὑπὸ τὸν τέταρτον τρόπον, τὸν κατ᾿
ἀξίαν· τὸ γὰρ τῇ ἐπινοίᾳ πρότερον, τοῦτο τῷ πράγματι ὕστερον.
Ὁσαχῶς δὲ τὸ πρότερον, τοσαυταχῶς καὶ τὸ ὕστερον. Τὸ δὲ πρότερον
καὶ τὸ ὕστερον καὶ τὸ μᾶλλον καὶ ἧττον οὔκ εἰσι τῶν ὁμωνύμων ἀλλὰ
τῶν ἀφ᾿ ἑνός.
[61]   Περὶ τοῦ ἅμα.
[61.2]      Ἅμα λέγεται κυρίως μέν, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ, οἷον
δύο τινὲς ἐγεννήθησαν ἐν τῇ αὐτῇ ῥοπῇ. Οὗτος ὁ τρόπος ἀντίκειται
τῷ πρώτῳ τρόπῳ τῶν σημαινομένων τοῦ προτέρου. Δεύτερον σημαι-
νόμενον τῶν ἅμα τὰ ἀλλήλοις συνυπάρχοντα καὶ μὴ ὄντα ἕτερον ἑτέρου
αἴτιον ἢ αἰτιατὸν ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ· ἅμα γὰρ συνυπάρ-
χουσι καὶ συναναιροῦσιν ἄλληλα καὶ συνεισφέρουσιν. Οὗτος δὲ ὁ
τρόπος ἀντίκειται τῷ δευτέρῳ καὶ τῷ πέμπτῳ τρόπῳ τοῦ προτέρου·
ἐν μὲν γὰρ τῷ δευτέρῳ οὐ συνεισάγουσιν οὐδὲ συναναιροῦσιν ἄλληλα,
ἐν δὲ τῷ πέμπτῳ τὸ μὲν αἴτιον, τὸ δὲ αἰτιατόν. Τρίτον σημαινόμενον
τῶν ἅμα τὰ ἀντιδιῃρημένα εἴδη· ἀντιδιῃρημένα δὲ εἴδη λέγεται τὰ ἐκ
τῆς αὐτῆς διαιρέσεως κατενεχθέντα οἷον τὸ λογικὸν καὶ τὸ ἄλογον ἐκ
τοῦ ζῴου. Οὗτος δὲ ὁ τρόπος ἀντίκειται τῷ πρώτῳ καὶ τῷ δευτέρῳ
καὶ σχεδὸν τοῖς ἄλλοις τρισί.
[62]   Περὶ κινήσεως.
[62.2]      Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ
χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς· δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τὸ
εἶδος τοῦ ἀνδριάντος. Ἐντελέχεια οὖν ἐστι τοῦ χαλκοῦ τοῦ δυνάμει
ὄντος ἀνδριάντος τὸ διαλύεσθαι, τὸ διαπλάττεσθαι, τὸ διαξέεσθαι,
ἅπερ εἰσὶ κινήσεις. Ἐν ὅσαις οὖν κατηγορίαις θεωρεῖται τὸ δυνάμει, ἐν
ταύταις θεωρηθήσεται ἡ κίνησις· ἐν ὅσαις δὲ οὐ θεωρεῖται τὸ δυνάμει,
οὐδὲ ἡ κίνησις θεωρηθήσεται. Θεωρεῖται οὖν ἐν τῇ οὐσίᾳ, ἐν τῷ ποσῷ,
ἐν τῷ ποιῷ, ἐν τῇ ποῦ κατηγορίᾳ. Ἐν μὲν τῇ οὐσίᾳ γένεσις καὶ φθορά,
ἐν δὲ τῷ ποσῷ αὔξησις καὶ μείωσις, ἐν δὲ τῷ ποιῷ ἀλλοίωσις, ἐν δὲ τῇ
ποῦ τὸ κύκλῳ φερόμενον, ὅπερ καλεῖται περιφορά, καὶ τὸ ἐπ᾿ εὐθείας
κινούμενον, ὅπερ λέγεται ἐπ᾿ εὐθείας κίνησις. Τῆς δὲ ἐπ᾿ εὐθείας κινή-
σεως διαφοραί εἰσιν ἕξ· τὸ ἄνω, τὸ κάτω, τὸ ἔσω, τὸ ἔξω, τὸ δεξιά, τὸ
ἀριστερά. Διὸ μετὰ τῆς περιφορᾶς ἑπτὰ τοπικαὶ κινήσεις εἰσί· πᾶν
γὰρ μεταβαλλόμενον ἢ καθ᾿ αὑτὸ μεταβάλλεται ἢ κατά τι τῶν ἐν αὐτῷ
ἢ κατά τι τῶν περὶ αὐτό· καὶ εἰ μὲν καθ᾿ αὑτό, ποιεῖ γένεσιν καὶ φθοράν·
εἰ δὲ κατά τι τῶν ἐν αὐτῷ ἢ κατὰ τὸ ποσόν, καὶ ποιεῖ αὔξησιν καὶ
μείωσιν, ἢ κατὰ τὸ ποιόν, καὶ ποιεῖ ἀλλοίωσιν· εἰ δὲ κατὰ τὸ περὶ
αὐτό, ποιεῖ τὴν κατὰ τόπον μεταβολήν· ὁ γὰρ τόπος οὔτε αὐτό ἐστι
κινούμενον οὔτε τι τῶν ἐν αὐτῷ, ἀλλὰ τοῖς κινουμένοις παρέπεται καὶ
περὶ τὰ κινούμενά ἐστι.
   Διαφέρει δὲ γένεσις καὶ φθορά· γένεσις μὲν γάρ ἐστιν ἡ ἀπὸ τοῦ μὴ
ὄντος εἰς τὸ εἶναι πρόοδος· ὅπερ γὰρ οὐκ ἦν πρότερον, τοῦτο γίνεται.
Ἡ δὲ φθορὰ τὸ ἀνάπαλιν ἀπὸ τοῦ ὄντος ἐπὶ τὸ μὴ εἶναι μεταβολή. -
αὔξησις δὲ καὶ μείωσις· αὔξησις μὲν γάρ ἐστιν ἡ ἐπὶ τὸ μεῖζον κίνησις·
μείωσις δὲ ἡ ἐπὶ τὸ ἔλαττον. -ἐν δὲ τῇ ἀλλοιώσει πάλιν τὰ ἀντικείμενα
πάθη, θερμότης ψύξει, τῷ λευκῷ τὸ μέλαν. Ἀντίκειται τοίνυν τῇ μὲν
[62.28]   γενέσει φθορά, τῇ δὲ αὐξήσει μείωσις, τῇ δὲ ἀλλοιώσει τὸ ἀντικείμενον
καὶ ἡ ἠρεμία. Ἀντικείμενον μὲν θερμάνσει ψύξις ἠρεμία τε· ὅταν γὰρ
λάβῃ πέρας τὸ θερμαινόμενον καὶ ἔλθῃ ἐπὶ τὴν ἄκραν θερμότητα, ἠρεμεῖ
καὶ παύεται τοῦ θερμαίνεσθαι. Οὕτω καὶ τῇ κατὰ τόπον μεταβολῇ καὶ
ἡ ἐναντία κίνησις ἀντίκειται καὶ ἡ ἠρεμία, ἐναντία μέν, ὡς ἡ ἄνω κίνησις
τῇ κάτω ἠρεμίᾳ τε· ἐὰν γὰρ βῶλον ῥίψῃ τις ἐπὶ τὰ ἄνω, οὐ πρότερον
ἐπὶ τὰ κάτω κινηθήσεται, πρὶν ἠρεμία τις γένηται. Τῇ δὲ οὐρανίᾳ
κινήσει οὐκ ἔστιν ἐναντία κίνησις. Δοκεῖ δὲ ἡ ἀλλοίωσις παρέπεσθαι
ταῖς λοιπαῖς κινήσεσι· καὶ γὰρ καὶ τὸ γινόμενον καὶ τὸ φθειρόμενον καὶ
τὸ αὐξάνον καὶ τὸ μειούμενον καὶ τὸ κινούμενον κατὰ τόπον πάντως
ἀλλοιοῦται. Ἐπὶ δὲ τῶν φυσικῶν κινήσεων, εἰ καὶ εὑρίσκομεν παρε-
πομένην τὴν ἀλλοίωσιν ταῖς λοιπαῖς κινήσεσιν, ὅμως ἐνδέχεται ἀλλοι-
οῦσθαι μέν, μὴ μέντοι δὲ κινεῖσθαι καθ᾿ ἑτέραν κίνησιν, ὡς ἐπὶ λίθου·
οὗτος γὰρ θερμαίνεται καὶ ψύχεται καὶ οὔτε αὔξει οὔτε γίνεται· καὶ ἐπὶ
τῶν λοιπῶν ὁμοίως. Ὥστε εἰ καὶ παρέπεται ἀλλοίωσις ταῖς λοιπαῖς
κινήσεσιν, ὅμως ἐνδέχεται καθ᾿ αὑτὴν θεωρεῖσθαι· ὅθεν ὁμολογεῖται
αὐτῶν τὸ διάφορον.
   Κίνησιν δὲ λέγει Ἀριστοτέλης τὴν μεταβολήν. Ἐν γὰρ τῷ πέμπτῳ
λόγῳ τῆς Φυσικῆς ἀκροάσεως ἀπέδειξεν, ὅτι γένεσις καὶ φθορὰ μετα-
βολαὶ μέν εἰσι, κινήσεις δὲ οὔκ εἰσι, διότι ἡ κίνησις σῳζομένου τοῦ
πράγματος γίνεται. Εἰ δὲ καὶ τῇ ἀλλοιώσει καὶ τῇ κατὰ τόπον μετα-
βολῇ ἔφημεν δύο ἐναντία εἶναι, τήν τε κίνησιν καὶ τὴν ἠρεμίαν, ἰστέον,
ὡς οὐκ ἀδύνατον κατ᾿ ἄλλο καὶ ἄλλο δύο ἑνὶ εἶναι ἐναντία· ἠρεμία μὲν
γὰρ ὡς λῆξις καὶ στέρησις, ἡ δὲ ἀντικειμένη κυρίως ὡς θερμάνσει
ψύξις.
[63]   Περὶ τοῦ ἔχειν.
[63.2]      Τὸ ἔχειν κατὰ ὀκτὼ τρόπους λέγεται· -ἢ γὰρ ὡς ἕξιν ἢ διάθεσιν ἢ
ἄλλην ποιότητα· λεγόμεθα γὰρ ἔχειν ἐπιστήμην καὶ ἀρετήν. -ἢ ὡς
ποσόν· λέγεται γὰρ τρίπηχυ μέγεθος ἔχειν τὸ ξύλον. -ἢ ὡς οὐσίαν
περὶ οὐσίαν, ὅπερ ἐστὶ γενικώτατον γένος. Τοῦτο δέ-ἢ περὶ ὅλον τὸ
σῶμα ὡς χιτών-ἢ περί τι μέρος ὡς δακτύλιος ἐν δακτύλῳ-ἢ ὡς
μέρος ἐν ὅλῳ· λεγόμεθα γὰρ ἔχειν χεῖρα· -ἢ ὡς ἐν ἀγγείῳ, ὡς λέγομεν
οἶνον ἔχειν τὸ κεράμιον, -ἢ ὡς κτῆμα· λεγόμεθα γὰρ οἰκίαν ἔχειν ἢ
ἀγρόν, λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν, καὶ ἡ γυνὴ ἄνδρα ἔχειν. Ἔοικε δὲ
οὗτος ὁ τρόπος ἀλλότριος εἶναι τοῦ ἔχειν, ἐπειδὴ ἀντιστρέφει· οὐδὲν γὰρ
μᾶλλον σημαίνει ἔχειν τὸν ἄνδρα γυναῖκα ἢ τὴν γυναῖκα ἄνδρα, οὐδὲ
γὰρ ἕτερον ἑτέρου ἐπικρατεῖ, ἀλλ᾿ ἴσως καὶ ἀδιαφόρως ἔχουσιν. Εἰ δὲ
καὶ ὁ κτήτωρ ἔχει κτῆμα καὶ τὸ κτῆμα κτήτορα καὶ ἀντιστρέφει, ἀλλ᾿
οὐχ ὡς ἀνὴρ γυναῖκα καὶ γυνὴ ἄνδρα· ὁ γὰρ κτήτωρ αὐτοκρατὲς καὶ
κυριώτατόν ἐστι τοῦ κτήματος, καὶ διὰ τοῦτο μᾶλλον ὁ μὲν κτήτωρ
ἔχειν λέγεται, τὸ δὲ κτῆμα ἔχεσθαι. Δῆλον δέ, ὅτι τὸ ἔχειν τῶν ὁμω-
νύμων ἐστί.
   Τινὲς τὰς αὐτὰς διαφορὰς λέγουσι τοῦ ἔχειν, ὅσας καὶ τοῦ ποιεῖν
καὶ τοῦ πάσχειν· ὡς γὰρ τὰ ποιοῦντα καὶ πάσχοντα ἢ ἔμψυχά ἐστιν
ἢ ἄψυχα, οὕτω καὶ ἐνταῦθα ἢ ἔμψυχόν ἐστι τὸ ἔχον καὶ τὸ ἐχόμενον ἢ
ἄψυχον. Πῶς οὖν τῶν διαφόρων γενῶν αἱ αὐταὶ διαφοραὶ ἔσονται;
Ἀλλ᾿ ἔστιν εἰπεῖν, ὅτι τὸ ἔχον ἢ περὶ ὅλον τὸ σῶμά ἐστιν ἢ περὶ μέρος,
καὶ πάλιν τοῦτο ἢ ἀμυντήριόν ἐστιν ἢ κόσμος.
[64]   Περὶ ἀποφάνσεως ἀποφάσεώς τε καὶ καταφάσεως.
[64.2]      Χρὴ γινώσκειν, ὅτι ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀπόφανσις λέγεται.
Κατάφασις μὲν οὖν ἐστιν ἡ σημαίνουσα, τί τινι ὑπάρχει, τουτέστι τί
ὑπάρχει τις· οἷον ‘Σωκράτης σοφός ἐστι’, ‘Σωκράτης περιπατεῖ’.
Ἀπόφασις δὲ ἡ δηλοῦσα τὸ μὴ ὑπάρχον τινὶ ἤγουν τί οὐκ ἔστι τις,
οἷον ‘ὁ δεῖνα οὐκ ἔστι σοφός’, ‘ὁ δεῖνα οὐ περιπατεῖ’. Ἐπειδὴ δὲ πάσῃ
καταφάσει ἀντίκειται ἀπόφασις καὶ πάσῃ ἀποφάσει κατάφασις, ἡ
ἀπόφασις ἡ ἀντικειμένη τῇ καταφάσει καὶ ἡ κατάφασις ἡ ἀντικειμένη
τῇ ἀποφάσει ἀντίφασις λέγεται· ἀνάγκη δὲ τὴν μίαν ψεύδεσθαι καὶ τὴν
μίαν ἀληθεύειν.
[65]   Περὶ ὅρου καὶ προτάσεως καὶ συλλογισμοῦ.
[65.2]      Χρὴ γινώσκειν, ὅτι σκοπὸν ἔχει ἡ λογικὴ πραγματεία περὶ τῆς
ἀποδείξεως. Ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστιν· ὁ δὲ συλλογισμὸς
σύγκειται ἐκ δύο ἀληθῶν προτάσεων καὶ τοῦ συμπεράσματος· οἷον
θέλων ἀποδεῖξαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι, λέγω, ὅτι πᾶν ἀεικίνητον
ἀθάνατόν ἐστιν· αὕτη πρότασίς ἐστιν. Εἶτα λέγω καὶ δευτέραν πρό-
τασιν· Ἡ ψυχὴ ἀεικίνητός ἐστιν· εἶτα τὸ συμπέρασμα· Ἡ ψυχὴ ἄρα
ἀθάνατός ἐστιν. Ἑκάστη δὲ πρότασις ἐξ ὅρων σύγκειται, ἑκάστη γὰρ
λέξις τῆς προτάσεως ὅρος λέγεται· ὅρος γάρ ἐστιν, εἰς ὃν ἀναλύεται ἡ
πρότασις. Οἷον ἡ πρότασις λέγει· Πᾶν ἀεικίνητον ἀθάνατόν ἐστι· τὸ
‘Πᾶν’ ὅρος λέγεται ὡς μέρος προτάσεως καὶ τὸ ‘ἀεικίνητον’ ὁμοίως
ὅρος λέγεται καὶ τὸ ‘ἀθάνατον’ ὅρος λέγεται καὶ τὸ ‘ἐστιν’ ὅρος λέγεται.
   Χρὴ γινώσκειν, ὅτι δεῖ τὰς προτάσεις ἀληθεῖς εἶναι καὶ τὸ συμπέ-
ρασμα ἀκολουθεῖν ταῖς προτάσεσιν. Εἰ γὰρ εὑρεθῇ ἡ μία τῶν προτάσεων
ψευδὴς ἢ τὸ συμπέρασμα, παραλογισμός ἐστι καὶ οὐ συλλογισμός.
Ἁπλῆ φωνή, ὄνομα, ῥῆμα, φάσις, ὅρος· ταῦτα τὰ πέντε κατὰ μὲν τὸ
ὑποκείμενον οὐδὲν ἀλλήλων διαφέρουσι, μόνον δὲ κατὰ τὴν σχέσιν
ἐστὶν αὐτῶν ἡ διαφορά· οἷον ἄνθρωπος ὡς μὲν ἁπλῶς σημαντικόν τινος
λέγεται ἁπλῆ φωνή, ὡς δὲ ὑποκείμενον λέγεται ὄνομα, ὡς δὲ τάξιν
ἐπέχον κατηγορουμένου λέγεται ῥῆμα, ὡς δὲ μέρος καταφάσεως ἢ
ἀποφάσεως λέγεται φάσις, ὡς δὲ μέρος προτάσεως καὶ συλλογισμοῦ
λέγεται ὅρος.
   Χρὴ δὲ γινώσκειν, ὅτι ἐν τῇ προτάσει ἤτοι τῇ καταφάσει καὶ ἀπο-
φάσει τὸ μὲν ὑποκείμενον ὄνομα λέγεται, τὸ δὲ κατηγορούμενον λέγεται
ῥῆμα. Οἷον κατάφασίς ἐστιν· Ἄνθρωπος περιπατεῖ, τὸ ‘ἄνθρωπος’
ὑποκείμενόν ἐστι καὶ λέγεται ὄνομα, τὸ ‘περιπατεῖ’ τάξιν ἐπέχει κατη-
γορουμένου καὶ λέγεται ῥῆμα· ‘Σωκράτης καλός ἐστι’, τὸ ‘Σωκράτης’
ὑποκείμενόν ἐστι καὶ λέγεται ὄνομα, τὸ ‘καλός ἐστι’ τάξιν ἐπέχει κατη-
γορουμένου καὶ λέγεται ῥῆμα ὡς μέρος καταφάσεως, εἰ καὶ παρὰ τοῖς
γραμματικοῖς ὄνομα λέγεται τὸ ‘καλός’. Καὶ ἁπλῶς, ᾧτινι ἀκολουθεῖ τὸ
‘ἐστι’, ῥῆμά ἐστι καὶ ἐν τῇ ἀποφάσει καὶ ἐν τῇ καταφάσει, κἂν ὄνομά ἐστι
κἂν ῥῆμα, ῥῆμα λέγεται παρὰ τοῖς φιλοσόφοις ὡς κατηγορούμενον.
   Ἰστέον, ὅτι τὰ πέντε ταῦτα οὐδὲν ἀλλήλων διενηνόχασιν, ἀπό-
φανσις, πρότασις, πρόβλημα, ἔνστασις, συμπέρασμα. Ὅταν γὰρ
ἁπλῶς ἀποφαίνωμαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, ἀπόφανσις λέγεται.
Ὅταν δὲ ὡς μέρος συλλογισμοῦ ληφθῇ, τότε πρότασίς ἐστιν τὸ λέγειν·
Ἡ ψυχὴ ἀθάνατός ἐστιν. Ἡνίκα δέ τις ἐνίσταται πρὸς τὴν πρότασιν
λέγων· Πόθεν δῆλον, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι; τότε τὸ τοιοῦτον
ἔνστασις προσαγορεύεται. Ἡνίκα δὲ πάλιν προτείνομεν εἰς ζήτησιν·
Ἆρα ἡ ψυχὴ ἀθάνατός ἐστι; καλεῖται πρόβλημα. Ὅτε δὲ ἐκ προτά-
σεως συναχθῇ, καλεῖται συμπέρασμα, οἷον· Ἡ ψυχὴ ἀεικίνητός ἐστι,
τὸ ἀεικίνητον ἀθάνατον, ἐκ τῶν προτάσεων τούτων συνάγεται· Ἄρα ἡ
ψυχὴ ἀθάνατός ἐστι· τοῦτό ἐστι συμπέρασμα.
   Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπό-
φασις, οἷον ‘Σωκράτης οὐ γελᾷ’, ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατά-
φασις, ὡς ‘Σωκράτης γελᾷ’. Ὅρος ἐστίν, εἰς ὃν ἀναλύεται ἡ πρότασις.
[65.47]   Συλλογισμός ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν ἤγουν ὁμολογηθέντων
ἕτερον ἐξ ἀνάγκης τῶν κειμένων συμβαίνει διὰ τὰ κείμενα· διὰ γὰρ τὰς
κειμένας προτάσεις γίνεται τὸ συμπέρασμα μὴ δεόμενον ἔξωθεν ἑτέρας
τινὸς συστάσεως. Πρόβλημά ἐστι θεώρημα συντεῖνον εἰς αἵρεσιν καὶ
φυγὴν ἤγουν εἰς ἄρνησιν καὶ συγκατάθεσιν πρὸς γνῶσιν καὶ θεωρίαν.
Πύσμα ἐστὶν ἐρώτημα διεξοδικὴν ἤγουν πλατεῖαν ἀπαιτοῦν ἀπό-
κρισιν· διαφέρει γὰρ ὁ ἐρωτηματικὸς λόγος τοῦ πυσματικοῦ, ὅτι τῷ
μὲν ἐρωτηματικῷ ταχεῖα ἕπεται ἡ ἀπόκρισις ἤγουν δι᾿ ὀλίγων, τῷ δὲ
πυσματικῷ χρονία καὶ διὰ πολλῶν. Διαλογικὸς χαρακτὴρ λέγεται ὁ
κατὰ πεῦσιν καὶ ἀπόκρισιν. Ἔνστασίς ἐστιν ἡ ἐκ προοιμίων ἀνατρέ-
πουσα τὸν λόγον. Ἀντιπαράστασις δὲ ἡ δεχομένη μὲν τὸν λόγον ὡς
ἀληθῆ, δεικνύουσα δέ, ὡς οὐδὲν βλάπτει πρὸς τὸ προκείμενον. Λημμά-
τιόν ἐστιν, ὅπερ εἴληπται ὡς ὁμολογούμενον πρὸς κατασκευήν τινος.
Αἵρεσίς ἐστι δόξα πλειόνων ἀνθρώπων πρὸς ἀλλήλους μὲν συμφω-
νούντων, πρὸς ἄλλους δὲ διαφωνούντων. Κοινὴ δὲ ἔννοιά ἐστιν ἡ παρὰ
πᾶσιν ὁμολογουμένη, οἷον ὅτι ἔστιν ἥλιος. Θέσις δέ ἐστι παράδοξος
ὑπόληψίς τινος τῶν ἐν φιλοσοφίᾳ γνωρίμων ἤγουν ξένη ἔννοια ὡς ὁ
Παρμενίδου λόγος, ὅτι ἓν ἔλεγε τὸ ὄν, καὶ ὡς ὁ Ἡρακλείτου, ὅτι πάντα
κινεῖται.
   Κοινόν ἐστι τὸ ἐν πολλοῖς θεωρούμενον ἢ πολλῶν κατηγορούμενον.
Κοινὸν δὲ τετραχῶς λέγεται· ἢ τὸ εἰς τὰ μέρη διαιρετὸν ὡς ἡ κληρουχου-
μένη γῆ· ἢ τὸ ἀδιαιρέτως ἐν χρήσει κοινῇ λαμβανόμενον, οὐχ ἅμα δὲ
ὡς εἷς δοῦλος ἢ εἷς ἵππος δύο δεσποτῶν ποτὲ μὲν τοῦδε, ποτὲ δὲ τοῦδε
τὴν κέλευσιν πληρῶν· ἢ τὸ ἐν προκαταλήψει ἰδιοποιούμενον, εἰς δὲ τὸ
κοινὸν ἀναπεμπόμενον ὡς ὁ ἐν θεάτρῳ τόπος ἢ ἐν βαλανείῳ· ἢ τὸ
ἀδιαιρέτως εἰς κοινὴν καὶ τὴν αὐτὴν ἔννοιαν προβαλλόμενον ὡς ἡ
φωνὴ τοῦ κήρυκος. Κατὰ τοῦτον τὸν τρόπον χρὴ ληφθῆναι ἐπὶ τῶν
ὁμωνύμων καὶ συνωνύμων τὸ ‘ὧν ὄνομα κοινόν’.
   Καθ᾿ αὑτό ἐστι τὸ πρώτως καὶ κατ᾿ οὐσίαν προσόν τινι καὶ οὐ κατὰ
συμβεβηκὸς ὡς τὸ λογικὸν τῷ ἀνθρώπῳ. Καθόλου ἐστὶ τὸ πολλὰ
σημαῖνον ὡς ἄνθρωπος, ζῷον, οὐσία. Κατὰ συμβεβηκός ἐστιν, ὃ δύναται
ὑπάρχειν τινὶ καὶ μὴ ὑπάρχειν ὡς τῷ ἀνθρώπῳ τὸ νοσεῖν καὶ ὑγιαίνειν.
Ποιεῖν λέγεται ἐπὶ τῶν ποιητικῶν τεχνῶν, ἐφ᾿ ὧν διαμένει τὸ γινόμενον
ὡς ἐπὶ τεκτονικῆς καὶ τῶν τοιούτων· διαμένει γὰρ μετὰ τὴν ποίησιν ἡ
κλίνη. Πράττειν λέγεται, ἐφ᾿ ὧν οὐ διαμένει τὸ τέλος ἤγουν τὸ ἀποτέ-
λεσμα ὡς ἐπὶ τῆς αὐλητικῆς καὶ ὀρχηστικῆς. Θεωρεῖν δὲ λέγεται τὸ
νοεῖν, τὸ ἀστρονομεῖν, τὸ γεωμετρεῖν καὶ τὰ τοιαῦτα.
   Τὴν ἐπίνοιαν ὁ ἀληθὴς λόγος διττὴν ἀποφαίνεται. Ἡ μὲν γὰρ ἐπ-
έννοιά τις καὶ ἐπενθύμησίς ἐστι τὴν ὁλοσχερῆ τῶν πραγμάτων καὶ
ἀδιάρθρωτον ἐξαπλοῦσα καὶ διασαφοῦσα θεωρίαν καὶ γνῶσιν, ὡς τὸ
αἰσθήσει δόξαν εἶναι ἁπλοῦν τῇ πολυπραγμοσύνῃ τοῦ νοῦ πολυμερές
τε καὶ ποικίλον ἀναφαίνεσθαι, οἷον ὁ ἄνθρωπος ἁπλοῦς φαινόμενος τῇ
ἐπινοίᾳ διπλοῦς κατανοεῖται, ἐκ ψυχῆς τε καὶ σώματος συγκείμενος,
ἡ δὲ ἀνάπλασμα διανοίας τυγχάνει κατὰ συμπλοκὴν αἰσθήσεώς τε καὶ
φαντασίας ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ δοξάζουσα.
Τοιαύτη δέ ἐστιν ἡ τῶν ἱπποκενταύρων καὶ σειρήνων καὶ τραγελάφων
μυθοπλαστία. Τῶν γὰρ ὅλων τὰ μέρη λαμβάνουσα καὶ ἐκ τῶν μερῶν
ἄλλο τι συντιθεῖσα κατὰ πολλὴν ἐξουσίαν τε καὶ εὐκολίαν τὰ μηδαμῶς
ἐν ὑποστάσει τε καὶ οὐσίᾳ θεωρούμενα ἐν τῇ διανοίᾳ καὶ τοῖς λόγοις
ἀνέπλασεν, εἶτα καὶ ταῖς ὕλαις διατυπουμένη ἀνειδωλοποίησεν· αὕτη δὲ
λέγεται ψιλὴ ἐπίνοια.
   Ἕνωσις γίνεται κατὰ διαφόρους τρόπους· ἢ γὰρ κατὰ φυρμὸν γίνεται
ὡς ἐπὶ διαφόρων ἀλεύρων ἀναφυρομένων καὶ μιγνυμένων, -ἢ κατὰ
κόλλησιν ὡς ἐπὶ χαλκοῦ καὶ μολύβδου, -ἢ κατὰ ἁρμονίαν ὡς ἐπὶ
λίθων καὶ ξύλων, -ἢ κατὰ σύγχυσιν ὡς ἐπὶ τῶν τηκτῶν καὶ τῶν
μεταλλικῶν, τηκτῶν μὲν κηροῦ καὶ πίσσης καὶ τῶν τοιούτων, μεταλλι-
κῶν δὲ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν τοιούτων, -ἢ κατὰ ἀνάκρασιν
ὡς ἐπὶ τῶν ὑγρῶν, οἴνου τυχὸν καὶ ὕδατος, οἴνου καὶ μέλιτος. -Ἡ δὲ
κατὰ σύνθεσιν ἕνωσίς ἐστιν ἡ εἰς ἄλληλα τῶν μερῶν χωρὶς ἀφανισμοῦ
περιχώρησις ὡς ἐπὶ ψυχῆς ἔχει καὶ τοῦ σώματος, ἥντινα ἕνωσίν τινες
σύγκρασιν ἐκάλεσαν ἢ συμφυΐαν. Ἰστέον δέ, ὥς τινες τῶν πατέρων τὸ
τῆς κράσεως ὄνομα ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὐ κατεδέξαντο,
τὴν δὲ κατὰ σύνθεσιν ἕνωσιν ἅπαντες. Αὕτη δέ ἐστιν ἡ καθ᾿ ὑπόστασιν
ἕνωσις ἡ κατὰ σύνθεσιν. Καθ᾿ ὑπόστασιν μὲν οὖν ἐστι τὸ ἐκ διαφόρων
φύσεων ὑφεστὸς πρᾶγμα. Καὶ πάλιν καθ᾿ ὑπόστασίν ἐστι τὸ ἐκ δύο
μὲν πραγμάτων, ἐν ἑνὶ δὲ προσώπῳ. Καὶ ἔτι καθ᾿ ὑπόστασιν ἕνωσίς
ἐστιν ἡ ἑτέρᾳ ὑποστάσει προστρέχουσα φύσις.
   Κρᾶσις δέ ἐστι σωμάτων παράθεσις, ποιοτήτων ἀντέμβασις. Καὶ
πάλιν κρᾶσίς ἐστιν οὐσιῶν ἀλλήλαις ἑτεροίων συνδρομὴ καὶ τῶν περὶ αὐτὰς
ποιοτήτων ἀντεμβολή. Κρᾶσίς ἐστι σύζευξις σωμάτων ἀντικιρνώντων ἀλ-
λήλοις τὰς ἐν αὐτοῖς ποιότητας.
   Ἔστιν ἕνωσις καὶ ἡ κατὰ παράθεσιν· ἔοικε δὲ τῇ κατὰ ἁρμονίαν.
Πάλιν ἕνωσις λέγεται προσωπική, ὅταν τις τὸ τοῦ ἑτέρου ὑποδυόμενος
πρόσωπον ἀντ᾿ αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιῆται λόγους, καὶ ἕνωσις
σχετικὴ ὡς φίλου πρὸς φίλον. Ὁ δὲ Νεστόριος καὶ ἄλλας ἐπινοεῖ ἑνώ-
σεις, κατὰ τὴν ἀξίαν φημὶ καὶ ὁμοτιμίαν καὶ ταυτοβουλίαν καὶ εὐδοκίαν
καὶ ὁμωνυμίαν.
   Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τῆς καθ᾿ ὑπόστασιν ἑνώσεως τὰ νοητὰ καὶ
ἑνοῦνται τοῖς δυναμένοις αὐτὰ δέξασθαι ὡς τὰ συνεφθαρμένα καὶ ἑνού-
μενα μένει ἀσύγχυτα καὶ ἀδιάφθορα καὶ ἀναλλοίωτα ὡς τὰ παρακεί-
μενα· τοιαύτην γὰρ ἔχει φύσιν τὰ νοητά.
[66]   Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ.
[66.2]      αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἤγουν τῆς
φύσεως αὐτῶν. βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων
πραγμάτων. γʹ Φιλοσοφία ἐστὶ μελέτη θανάτου τοῦ τε προαιρετικοῦ
τοῦ τε φυσικοῦ. δʹ Φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν
ἀνθρώπῳ· ὁμοιούμεθα δὲ θεῷ κατὰ τὸ δίκαιον καὶ ὅσιον καὶ ἀγαθόν.
Δίκαιον μὲν οὖν ἐστι τὸ τοῦ ἴσου διανεμητικὸν ἤτοι μήτε ἀδικεῖν μήτε
ἀδικεῖσθαι μήτε λαμβάνειν πρόσωπον ἐν κρίσει, ἀλλ᾿ ἀποδιδόναι
ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὅσιον δὲ τὸ ὑπὲρ τὸ δίκαιον ἤτοι τὸ
ἀγαθὸν τὸ ἀδικούμενον ἀνέχεσθαι καὶ συγχωρεῖν τοῖς ἀδικοῦσι καὶ
μᾶλλον εὐεργετεῖν αὐτούς. εʹ Φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπι-
στήμη ἐπιστημῶν· ἡ γὰρ φιλοσοφία ἀρχή ἐστι πάσης τέχνης, δι᾿ αὐτῆς
γὰρ πᾶσα τέχνη εὕρηται. Ϛʹ Φιλοσοφία ἐστὶ φιλία σοφίας· σοφία δὲ
ἀληθὴς ὁ θεός ἐστιν. Ἡ οὖν ἀγάπη ἡ πρὸς τὸν θεόν, αὕτη ἐστὶν ἡ
ἀληθὴς φιλοσοφία.
   Διαιρεῖται δὲ ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν· τὸ θεωρητι-
κὸν εἰς θεολογικόν, μαθηματικόν, φυσιολογικόν· τὸ μαθηματικὸν εἰς
ἀριθμητικόν, μουσικόν, γεωμετρικόν, ἀστρονομικόν· τὸ δὲ πρακτικὸν
εἰς ἠθικόν, οἰκονομικόν, πολιτικόν. Θεωρητικὸν μὲν οὖν ἐστι τὸ κατα-
νοεῖν τά τε ἀσώματα καὶ ἄυλα ἤγουν περὶ θεοῦ, ὃ πρώτως καὶ κυρίως
ἐστὶν ἀσώματον καὶ ἄυλον· ἔπειτα καὶ περὶ ἀγγέλων καὶ δαιμόνων καὶ
ψυχῶν, ἃ καὶ αὐτὰ ὅσον πρὸς τὸ σῶμα ἄυλα λέγονται, εἰ καὶ πρὸς τὸ
κυρίως ἄυλον ἤγουν τὸ θεῖον ὑλικά εἰσι. Τοῦτο τοίνυν ἐστὶ τὸ θεολογικόν.
Θεωρεῖν δέ ἐστι καὶ τὴν τῶν ὑλικῶν φύσιν ἤγουν ζῴων καὶ φυτῶν καὶ
λίθων καὶ τῶν τοιούτων, ὅπερ ἐστὶ τὸ φυσιολογικόν. Θεωρεῖν δὲ
[66.26]   καὶ τὰ μέσα τούτων, ἃ ποτὲ μὲν ἐν ὕλῃ θεωροῦνται, ποτὲ δὲ ἐκτὸς
ὕλης καὶ μέσα εἰσὶ τῶν ἀΰλων καὶ ὑλικῶν, ὅπερ ἐστὶ τὸ μαθηματικόν.
Ὁ γὰρ ἀριθμὸς ἄυλός ἐστι καθ᾿ ἑαυτόν, θεωρεῖται δὲ καὶ ἐν ὕλῃ, σίτῳ
τυχὸν ἢ οἴνῳ· λέγομεν γὰρ δέκα μοδίους σίτου καὶ δέκα ξέστας οἴνου·
ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν εἰδῶν τοῦ μαθηματικοῦ. Τὸ δὲ πρακτικὸν
ἦθος κοσμεῖ καὶ τὸ πῶς δεῖ πολιτεύεσθαι διδάσκει· καὶ εἰ μὲν ἕνα ἄνθρω-
πον παιδεύει, λέγεται ἠθικόν, εἰ δὲ οἶκον ὅλον, λέγεται οἰκονομικόν, εἰ
δὲ πόλιν ὁλόκληρον, λέγεται πολιτικόν.
   Ἰστέον, ὡς τέσσαρές εἰσιν αἱ διαλεκτικαὶ μέθοδοι ἤγουν λογικαί·
αʹ διαιρετική, ἥτις διαιρεῖ τὸ γένος εἰς εἴδη διὰ μέσων τῶν διαφορῶν·
βʹ ὁριστική, ἥτις ἀπὸ τοῦ γένους καὶ τῶν διαφορῶν, ὧν διεῖλεν ἡ
διαιρετική, ὁρίζει τὸ ὑποκείμενον· γʹ ἀναλυτικὴ ἡ τὸ συνθετικώτερον
ἀναλύουσα εἰς τὰ ἁπλούστερα, τουτέστι τὸ σῶμα εἰς τοὺς χυμούς,
τοὺς χυμοὺς εἰς τοὺς καρπούς, τοὺς καρποὺς εἰς τὰ τέσσαρα στοιχεῖα,
τὰ στοιχεῖα εἰς ὕλην καὶ εἶδος· δʹ ἀποδεικτικὴ ἡ διὰ μέσου τινὸς δει-
κνύουσα τὸ προκείμενον· οἷον πρόκειταί μοι δεῖξαι, ὅτι ἡ ψυχὴ ἀθά-
νατός ἐστι· λαμβάνω τι μέσον, τὸ ἀεικίνητον, καὶ συλλογίζομαι οὕτως·
Ἡ ψυχὴ ἀεικίνητός ἐστι· τὸ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνα-
τος.
   Ἰστέον δέ, ὡς οἱ συλλογισμοὶ τῆς ἀποδεικτικῆς εἰσι. Δεῖ δὲ γινώ-
σκειν, ὅτι ἡ ἀναλυτικὴ τρισσή τίς ἐστιν· ἔστι γὰρ φυσικὴ ὡς ἡ προ-
λεχθεῖσα· ἔστι δὲ καὶ λογικὴ ἀνάλυσις, ὅταν τὸν προτεθέντα συλλο-
γισμὸν ἀναλύσωμεν εἰς τὸ οἰκεῖον σχῆμα· ἔστι δὲ καὶ μαθηματική, ὅταν
λάβωμεν τὸ ζητούμενον ὡς ὁμολογούμενον καὶ καταντήσωμεν εἴς τι
ὁμολογούμενον, ὅθεν ἀγρεύεται τὸ προκείμενον. Οἷον ἔστω τὸ ζητού-
μενον· Εἰ ἀθάνατος ἡ ψυχή. Τοῦτο τὸ ζητούμενον λαμβάνω ὡς ὁμολο-
γούμενον καὶ λέγω· Ἐπειδὴ ἀθάνατος ἡ ψυχή, εἰσὶν ἀμοιβαὶ τῶν
φαύλων καὶ ἀγαθῶν πράξεων· εἰ δέ εἰσιν ἀμοιβαί, ἔστι τὸ δικαζόμενον
καὶ δικάζον· εἰ δέ ἐστι τὸ δικαζόμενον καὶ δικάζον, ἔστι προνοητὴς καὶ
πρόνοια. Κατηντήσαμεν τοίνυν εἰς τὴν πρόνοιαν, ἥτις παρὰ πᾶσιν
ὁμολογεῖται. Ἔνθεν λοιπὸν κατὰ σύνθεσιν λέγω· Ἐπειδὴ ἔστι πρό-
νοια καὶ δικαστής, εἰσὶν ἀμοιβαί· ἐπειδὴ εἰσὶν ἀμοιβαί, ἔστι τὸ κρι-
νόμενον· εἰ δὲ ἔστι τὸ κρινόμενον, ἀθάνατος ἄρα ἡ ψυχή.
[67]   Περὶ τῆς καθ᾿ ὑπόστασιν ἑνώσεως.
[67.2]      Χρὴ γινώσκειν, ὅτι ἡ καθ᾿ ὑπόστασιν ἕνωσις μίαν ὑπόστασιν τῶν
ἑνουμένων ἀποτελεῖ σύνθετον σῴζουσα τὰς συνελθούσας πρὸς ἕνωσιν
φύσεις καὶ τὴν τούτων διαφορὰν καὶ τὰ τούτων φυσικὰ ἰδιώματα
ἀσύγχυτά τε καὶ ἄτρεπτα ἐν ἑαυτῇ. Αὕτη δὲ πρὸς ἑαυτὴν οὐδεμίαν
ὑποστατικὴν ἔχει διαφοράν· αὐτῆς γὰρ γίνονται αἱ ἑκατέρου τῶν
συνελθόντων πρὸς ἕνωσιν χαρακτηριστικαὶ διαφοραί, αἷς ἑκατέρων ἐκ
τῶν ὁμοειδῶν χωρίζονται, ὡς ἐπὶ ψυχῆς ἔχει καὶ σώματος. Μία μὲν γὰρ
ἐξ ἀμφοτέρων ἀποτελεῖται ἡ τοῦ Πέτρου τυχὸν ἢ τοῦ Παύλου ὑπό-
στασις σύνθετος, σῴζει δὲ ἐν ἑαυτῇ τὰς δύο τελείας φύσεις, τήν τε τῆς
ψυχῆς καὶ τοῦ σώματος, καὶ τὴν τούτων διαφορὰν ἀσύμφυρτον καὶ τὰ
τούτων φυσικὰ ἰδιώματα ἀσύγχυτα. Ἔχει δὲ ἐν ἑαυτῇ τὰ ἑκατέρας
χαρακτηριστικὰ ἰδιώματα τά τε τῆς ψυχῆς τὰ χωρίζοντα αὐτὴν ἐκ
τῶν λοιπῶν ψυχῶν καὶ τὰ τοῦ σώματος τὰ χωρίζοντα αὐτὸ ἐκ τῶν
λοιπῶν σωμάτων, μηδαμῶς χωρίζοντα τὴν ψυχὴν ἐκ τοῦ σώματος
ἀλλ᾿ ἑνοῦντα καὶ συνάπτοντα, ἅμα δὲ τὴν ἐξ αὐτῶν συντεθειμένην μίαν
ὑπόστασιν χωρίζοντα τῶν λοιπῶν ὁμοειδῶν ὑποστάσεων. Ἐπειδὰν
δὲ ἅπαξ αἱ φύσεις τὴν πρὸς ἄλληλα καθ᾿ ὑπόστασιν δέξωνται ἕνωσιν,
ἀδιαίρετοι μένουσιν εἰς τὸ παντελές. Εἰ γὰρ καὶ χωρίζεται ἡ ψυχὴ τοῦ
σώματος ἐν τῷ θανάτῳ, ἀλλ᾿ ἡ ὑπόστασις ἀμφοτέρων μία καὶ ἡ αὐτή
ἐστιν· ὑπόστασις γάρ ἐστιν ἡ ἐν τῇ ἀρχῇ τῆς ἑκάστου ὑπάρξεως κατ᾿
αὐτὸ σύμπηξις. Μένει οὖν τό τε σῶμα καὶ ἡ ψυχή, ἀεὶ μίαν τὴν ἀρχὴν
τῆς ἑαυτῶν ἔχοντα ὑπάρξεώς τε καὶ ὑποστάσεως, εἰ καὶ χωρισθῶσιν
ἀλλήλων.
   Δεῖ δὲ γινώσκειν, ὅτι φύσεις μὲν ἑνωθῆναι ἀλλήλαις καθ᾿ ὑπόστασιν
ἐνδέχεται ὡς ἐπὶ τοῦ ἀνθρώπου καὶ φύσιν προσληφθῆναι ὑπὸ ὑποστά-
σεως καὶ ἐν αὑτῇ ὑποστῆναι δυνατόν, ἅπερ ἀμφότερα ἐπὶ τοῦ Χριστοῦ
θεωροῦνται-καὶ γὰρ ἐν αὐτῷ καὶ αἱ φύσεις, ἡ θεία τε καὶ ἡ ἀνθρωπίνη,
ἡνώθησαν, καὶ ἐν τῇ προϋπαρχούσῃ τοῦ θεοῦ λόγου ὑποστάσει ὑπέστη
ἡ ἔμψυχος αὐτοῦ σὰρξ καὶ αὐτὴν ἔσχεν ὑπόστασιν, -ἐκ δύο δὲ φύσεων
ἀποτελεσθῆναι μίαν φύσιν σύνθετον ἢ ἐκ δύο ὑποστάσεων μίαν ὑπό-
στασιν παντελῶς ἀδύνατον· διότι ἀδύνατον τὰς ἐναντίας οὐσιώδεις
διαφορὰς ἐν μιᾷ φύσει συνυπάρξαι ἀλλήλαις· τούτων γὰρ ἔργον ἐστὶν
ἀποδιιστᾶν ἀλλήλων τὰς φύσεις, ἐν αἷς ὑπάρξουσι. Καὶ πάλιν ἀδύνατον
τὰ ἅπαξ καθ᾿ ἑαυτὰ ὑποστάντα ἑτέραν ἀρχὴν ὑποστάσεως σχεῖν·
ἡ γὰρ ὑπόστασις ἡ καθ᾿ ἑαυτό ἐστιν ὕπαρξις. Ἰστέον δέ, ὡς ἐπὶ τῆς
ἁγίας τριάδος ὑπόστασίς ἐστιν ὁ ἄναρχος τρόπος τῆς ἑκάστου ἀιδίου
ὑπάρξεως.
   Χρὴ δὲ εἰδέναι, ὅτι, ἡνίκα σύνθετος γένηται φύσις, δεῖ ὁμόχρονα τὰ
μέρη εἶναι καὶ ἐξ ἑτέρων ἕτερον ἀποτελεῖται μὴ φυλάττον ἀλλὰ τρέπον
καὶ ἀλλοιοῦν τὰ ἐξ ὧν συνετέθη, ὡς ἐκ τῶν τεσσάρων στοιχείων ἀποτε-
λουμένου τοῦ σώματος ἄλλο ἐξ ἄλλων γέγονε καὶ οὔτε πῦρ τέλειον
οὔτε τι τῶν ἄλλων ἐστὶν ἢ λέγεται, καὶ ὡς ἐξ ἵππου καὶ ὄνου ἡμίονος·
οὔτε γὰρ ἵππος οὔτε ὄνος ἐστὶν ἢ λέγεται ἀλλ᾿ ἐξ ἑτέρων ἕτερον, μηδ᾿
ὁπότερον τῶν, ἐξ ὧν συνετέθη, φυλάττον ἀσύγχυτόν τε καὶ ἄτρεπτον.
[68]   <Ὅροι διάφοροι>
[68.2]      Ἀνάγκη ἐστὶ βίας αἰτία. -Στοιχεῖόν ἐστι κοινῶς μέν,
ἐξ οὗ τι γίνεται πρώτου, καὶ εἰς αὐτὸ ἐπ᾿ ἐσχάτου ἀνα-
λύεται· ἰδίως δὲ στοιχεῖόν ἐστιν, ἐξ οὗ γίνεται σῶμα καὶ
εἰς αὐτὸ ἀναλύεται, οἷον πῦρ, ὕδωρ, ἀήρ, γῆ. Πῦρ ἐστι
σῶμα λεπτομερέστατον καὶ θερμότατον καὶ ξηρότατον·
γῆ ἐστι σῶμα ξηρότατον καὶ βαρύτατον· ὕδωρ ἐστὶ
σῶμα ὑγρὸν καὶ ψυχρότατον· ἀήρ ἐστι σῶμα ὑγρότατον
καὶ μαλακόν.
   Γένεσίς ἐστι κίνησις κατ᾿ οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς
τὸ εἶναι· φθορά ἐστι κίνησις ἐκ τοῦ ὄντος εἰς τὸ μὴ εἶναι.
Αὔξησίς ἐστι κίνησις ἐν τῷ ποσῷ κατὰ μέγεθος· φθίσις
ἐστὶ κίνησις ἐν τῷ ποσῷ κατὰ μείωσίν τε καὶ ἐλάττωσιν.
Ἀλλοίωσίς ἐστι κίνησις ἐν τῷ ποιῷ κατὰ μεταβολήν.
Φορά ἐστι κίνησις ἐκ τόπου εἰς τόπον· περιφορά ἐστι
κίνησις ἐν τῷ αὐτῷ τόπῳ. Αὐτοκινησία ἐστὶν ἡ τῆς
ψυχῆς ἐν τοῖς ζῴοις κίνησις.
   Χρόνος ἐστὶ μέτρον κινήσεως καὶ ἀριθμὸς τοῦ ἐν κινήσει
προτέρου καὶ ὑστέρου. Ἡμέρα ἐστὶν ἡλίου ὑπὲρ γῆς
φορὰ ἢ χρόνος, ἐν ᾧ ὁ ἥλιος ὑπὲρ γῆς φέρεται· νύξ ἐστι
σώματος τῆς γῆς σκιὰ ἢ χρόνος, ἐν ᾧ ὁ ἥλιος ὑπὸ γῆν
φέρεται. Νυχθήμερόν ἐστι κόσμου περιστροφή. Μήν ἐστι
χρόνος ἀπὸ συνόδου σελήνης πρὸς ἥλιον ἐπὶ τὴν ἑξῆς
σύνοδον. Ἐνιαυτός ἐστι χρόνος, ἐν ᾧ ὁ ἥλιος τὸν ζωδιακὸν
διέξεισι κύκλον. Καιρός ἐστι χρόνος κατορθώματος· ἀκαι-
ρία ἐστὶ λεῖψις καιροῦ κατὰ ἐπιτυχίαν προθυμίας τοῦ
ζητουμένου. Ὥρα ἐστὶ μέρος ἐνιαυτοῦ τὸ τέταρτον ἢ
τῆς ἡμέρας τὸ δωδέκατον ἢ ἀκμὴ ψυχῆς ἢ σώματος
ἄνθος ἢ νεότητος κάλλος. Ἔαρ ἐστὶ χρόνος, ἐν ᾧ τὸ
ὑγρὸν ἐπικρατεῖ· θέρος ἐστὶ χρόνος, ἐν ᾧ τὸ θερμὸν
ἐπικρατεῖ· φθινόπωρόν ἐστι χρόνος, ἐν ᾧ τὸ ξηρὸν
ἐπικρατεῖ· χειμών ἐστι χρόνος, ἐν ᾧ τὸ ψυχρὸν ἐπικρατεῖ.
   Πωγωνίας ἐστὶν ἀστροειδὲς πυρὸς ἄθροισμα ἔμπρο-
[68.34]   σθεν ἔχον τὰς ἀκτῖνας. Κομήτης ἐστὶ πυροειδὲς ἄστρων
ἄθροισμα κόμης κεφαλῆς δίκην κύκλωθεν ἐκπέμπων
ἀκτῖνας. Δοκίας ἐστὶν ἀστροειδὴς κοντὸς ἤγουν δοκὸς
τὴν πυρώδη ἐπὶ τὰ ἄνω ἐκπέμπων ἀκτῖνα. Λαμπάς
ἐστιν ἄναψις καὶ ἄθροισμα πυρός. Ἶρίς ἐστιν ἔμφασις
ἡλίου σεμνοειδὴς ἐν νέφει κοίλῳ καὶ δροσώδει ἐν κύκλου
τάξει φαινομένη περιφερὴς ὡς ἐν κατόπτρῳ πρὸς αἴσθη-
σιν ἢ ἔμφασιν ἄστρου διὰ πύκνωσιν ἀέρος γινομένη.
Παρήλιός ἐστι νέφος περιφερές, πυκνόν, ὅμοιον ἡλίῳ,
ἢ ἔμφασις ἡλίου ἐν νέφει πυκνῷ καὶ λείῳ. Κεραυνός
ἐστιν ἑλικοειδὲς πνεῦμα κίνησιν ποιοῦν διάπυρον καὶ
ἄνωθεν κάτω διὰ πυρὸς φλογώδους φερόμενον καὶ ἐμπυ-
ρίζον κύκλῳ. Τυφώς ἐστι ἑλικοειδὴ κίνησις ἀέρος ζοφώ-
δους ἄνωθεν ἐπὶ γῆς τεταμένη. Πρηστήρ ἐστιν ἑλικοειδὴς
κίνησις διαυγοῦς ἀέρος ἄνωθεν κάτω φερομένη. Σκηπτός
ἐστι κεραυνὸς ἄνευ νεφῶν.
   Χάλαζά ἐστιν ὁλοπαγὲς ὕδωρ ὑπὲρ γῆς πεπηγυῖα·
κρύσταλλός ἐστιν ὁλοπαγὲς ὕδωρ ἐπὶ γῆς· χιών ἐστιν
ἡμιπαγὲς ὕδωρ διὰ νεφῶν ἐπὶ γῆν καταβαίνουσα· πάχνη
ἐστὶν ὁλοπαγὲς ὕδωρ δι᾿ ἄλλης ὑγρᾶς ὕλης ἐπὶ γῆς
πεπηγυῖα. Ὄμβρος ἐστὶν ἀθρόον ὕδωρ ἐκ νεφῶν ἐκκρι-
νόμενον· ὑετός ἐστι ψεκάδων ἄθροισμα· ψεκάς ἐστι
νοτὶς ἀθρόα σταγόνων. Ὀμίχλη ἐστὶ σύστασις πρὸ
νέφους· ἀτμός ἐστι πλῆθος ἀναθυμιάσεων ἐπὶ γῆς.
   Λίμνη ἐστὶν ὕδωρ πολύ, γλυκὺ καὶ ἄθρουν διὰ κοίλου
καὶ κατάντους χωροῦν ἐν συστάσει. Θάλασσά ἐστιν
ὕδωρ ἁλμυρὸν καὶ πικρὸν τὰ κοῖλα τῶν κόλπων πλη-
ροῦν τῆς κατωτάτης γῆς. Κρήνη ἐστὶν ἀπόῤῥυτος πηγῆς
ἀρχὴ ἢ ὕδωρ ἐκ μεταβολῆς τῆς γῆς γεννώμενον καὶ ἐκκρι-
νόμενον.
   Σεισμός ἐστι κίνησις πνεύματος ἀθρόα ὑπὸ γῆν εἰσ-
δύνουσα καὶ ταύτην κλονεῖσθαι ἀναγκάζουσα. Πυρο-
κρατήρ ἐστι στόμιον πυρὸς ἐγγαίου ἔξω ῥέοντος καὶ
ἀναπνοή. Λύρα ἐστὶν ἱστὸς διὰ νεύρων ἐσκευασμένη.
Τέλος τῶν φιλοσόφων.