Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου
ἐπισκόπου πόλεως Κωνσταντίας, τῆς Κυπριωνήσου

[Περὶ τῶν 12 Ἀποστόλων] [Περὶ τῶν 70 Ἀποστόλων]


ΤΑ ΟΝΟΜΑΤΑ ΤΩΝ ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΩΝ ΠΟΥ ΕΚΗΡΥΞΑΝ
ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ ΧΡΙΣΤΟΥ ΚΑΙ ΠΩΣ ΕΤΕΛΕΙΩΘΗΣΑΝ

α´. Σίμων Πέτρος ὁ τῶν ἀποστόλων κορυφαῖος, ὡς διὰ τῶν ἐπιστολῶν αὐτοῦ φαίνεται δηλῶν ἐν Πόντῳ καὶ Γαλατίᾳ καὶ Καππαδοκίᾳ καὶ Βιθυνίᾳ καὶ ἐν Ἰταλίᾳ, Ἀσίᾳ καὶ ἐν τῷ Ἰλλυρικῷ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὕστερον δὲ ἐν Ῥώμῃ ἐπὶ Νέρωνος βασιλέως σταυροῦται κατὰ κεφαλῆς, αὐτοῦ οὕτως παθεῖν ἀξιώσαντος, θάπτεται δὲ ἐν αὐτῇ τῇ Ῥώμῃ πρὸ τριῶν Καλανδῶν Ἰουλίων, ὅ ἐστιν Ἐπιφί.

β´. Ἀνδρέας δὲ ὁ ἀδελφὸς αὐτοῦ, ὡς οἱ πρὸ ἡμῶν παραδεδώκασιν, ἐκήρυξε Σκύθαις καὶ Σογδιανοῖς καὶ Γορσίνοις καὶ ἐν Σεβαστοπόλει τῇ μεγάλῃ, ὅπου ἐστὶν ἡ παρεμβολὴ Ἄψαρος καὶ Ὕσσου λιμὴν καὶ Φᾶσις ποταμός, ἔνθα οἰκοῦσιν 109 Αἰθίοπες, θάπτεται δὲ ἐν Πάτραις τῆς Ἀχαΐας σταυρῷ προσδεθεὶς ὑπὸ Αἰγεάτου τοῦ ἡγεμόνος Πατρῶν.

γ´. Ἰάκωβος δὲ ὁ τοῦ Ζεβεδαίου, ἀδελφὸς δὲ Ἰωάννου τοῦ εὐαγγελιστοῦ, ταῖς δώδεκα φυλαῖς τῆς διασπορᾶς ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὑπὸ δὲ Ἡρώδου τοῦ τετράρχου τῶν Ἰουδαίων ἀνῃρέθη μαχαίρᾳ καὶ ἐκεῖ ἐτάφη ἐν τῇ Ἰουδαίᾳ.

δ´. Ἰωάννης δὲ ὁ ἀδελφὸς αὐτοῦ, ἐν μὲν τῇ Ἀσίᾳ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὑπὸ δὲ Τραιανοῦ τοῦ βασιλέως τῶν Ῥωμαίων ἐξορισθεὶς ὑπ᾿ αὐτοῦ ἐν Πάτμῳ τῇ νήσῳ διὰ τοῦ λόγου τοῦ Κυρίου, ἐκεῖ ὢν συνέγραψε τὸ εὐαγγέλιον τὸ κατὰ Ἰωάννην, καὶ ἐξέδοτο αὐτὸ διὰ Γαΐου τοῦ ξενοδόχου, μετὰ δὲ τὴν Τραιανοῦ τελευτὴν ἐπάνεισιν ἀπὸ τῆς νήσου εἰς τὴν Ἔφεσον καὶ ἐκεῖ ζῶντα ἑαυτὸν ἔθαψεν, ὢν ἐτῶν ρ´ τῇ τοῦ θεοῦ βουλήσει.

ε´. Φίλιππος δὲ ὁ ἀπόστολος· οὗτος ἦν ἀπὸ Βηθσαιδᾶ ἐκ τῆς κώμης Πέτρου καὶ Ἀνδρέου, ἐν δὲ τῇ ἄνω Φρυγίᾳ ἐκήρυξε τὸ εὐαγγέλιον, θνήσκει δὲ ἐν Ἱεραπόλει καὶ ἐκεῖ θάπτεται ἐνδόξως μετὰ τῶν αὐτοῦ.

ς´. Βαρθολομαῖος δὲ ὁ ἀπόστολος Ἰνδοῖς τοῖς καλουμένοις Εὐδαίμοσιν ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ τὸ κατὰ Ματθαῖον ἅγιον εὐαγγέλιον αὐτοῖς τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν συγγράψας ἐκοιμήθη δὲ ἐν Ἀλβανίᾳ πόλει τῆς μεγάλης Ἀρμενίας καὶ ἐκεῖ ἐτάφη.

ζ´. Θωμᾶς δὲ ὁ ἀπόστολος, καθὼς ἡ παράδοσις περιέχει, ἦν μὲν ἀπὸ τῆς Πανιάδος πόλεως τῆς Γαλιλαίας, Πάρθοις δὲ καὶ Μήδοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου, καὶ Πέρσαις δὲ καὶ Γερμανοῖς καὶ Ὑρκανοῖς καὶ Ἰνδοῖς καὶ Βάκτροις καὶ Μάγοις, ἐκοιμήθη ἐν πόλει Καλαμηνῇ τῆς Ἰνδικῆς.

η´. Ματθαῖος δὲ ὁ εὐαγγελιστὴς ἦν ἀπὸ Ἱερουσαλὴμ καὶ ἐκεῖ συνέγραψε τὸ εὐαγγέλιον τοῦ Κυρίου τῇ ἑβραίδι διαλέκτῳ, καὶ ἐξέδωκεν αὐτὸ τοῖς ἁγίοις ἀποστόλοις καὶ ἑρμηνεύων αὐτὸ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ Κυρίου, ἐκοιμήθη δὲ ἐν Ἱεραπόλει τῆς Παρθίας καὶ θάπτεται ἐκεῖ.

θ´. Ἰάκωβος ὁ ἐπικληθεὶς Θαδδαῖος, ἀδελφὸς τοῦ Κυρίου γενόμενος τὸ κατὰ σάρκα, ὃς καὶ πρῶτος ἐν Ἱεροσολύμοις κατεστάθη ἐπίσκοπος ὑπὸ τῶν ἀποστόλων· προφάσεως δὲ γενομένης ζητημάτων τοῖς Ἰουδαίοις λίθοις ὑπ᾿ αὐτῶν βληθεὶς ἐκοιμήθη ἐν Ἱερουσαλὴμ καὶ ἐκεῖ ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως.

ι´. Σίμων ὁ ζηλωτὴς πᾶσαν τὴν Μαυριτανίαν καὶ τὴν τῶν Ἀφρῶν χώραν διελθὼν καὶ κηρύξας τὸν Χριστόν, ὕστερον δὲ ἐν Βρεττανίᾳ ὑπ᾿ αὐτῶν σταυρωθεὶς καὶ τελειωθεὶς θάπτεται ἐκεῖ.

ια´. Θαδδαῖος δὲ ὁ καὶ Λεββαῖος, ὁ ἀδελφὸς αὐτοῦ, ὁ ἐπικληθεὶς Ἰούδας Ἰακώβου Ἐδεσσηνοῖς καὶ πάσῃ τῇ Μεσοποταμείᾳ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου καὶ ἐπὶ Αὐγάρου τοῦ βασιλέως Ἐδεσσηνῶν, ἐτελεύτησε δὲ ἐν Βηρυτῷ καὶ ἐκεῖ ἐτάφη ἐνδόξως.

ιβ´. Ἰούδας ὁ ἀδελφὸς τοῦ Κυρίου μετὰ Ἰάκωβον τὸν ἑαυτοῦ ἀδελφὸν καὶ Συμεὼν ἐξάδελφον τοῦ Κυρίου, λιπὼν δὲ αὐτὸν ἐπίσκοπον ἐν Ἱεροσολύμοις ἔτη λ´, ἐκήρυξε δὲ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, ἐποίησε δὲ καὶ καθολικὴν ἐπιστολήν, καὶ πρώην ἔσχε δύο υἱοὺς Ἰάκωβον καὶ Ζωκήρ, ἀπέθανε δὲ ἐν Ἱερουσαλὴμ ἐνδόξως.

ιγ´. Σίμων ὁ ἐπικληθεὶς Ἰούδας, ὁ καὶ ἐπίσκοπος γενόμενος μετὰ τελευτὴν Ἰακώβου ἐν Ἱερουσαλὴμ ἐπὶ Τραιανοῦ τοῦ βασιλέως σταυρῷ προσδεθεὶς ἐτελειώθη ἐν Ὀστρακίνῃ τῆς Αἰγύπτου ζήσας ἔτη ρ´.

ιδ´. Σίμων ὁ Καναναῖος ὁ τοῦ Κλωπᾶ, ὁ καὶ Ἰούδας μετὰ Ἰάκωβον τὸν δίκαιον ἐπίσκοπος γέγονεν ἐν Ἱεροσολύμοις καὶ ζήσας ρ´ ἔτη σταυρῷ παραδοθεὶς ἐμαρτύρησεν ἐπὶ Τραιανοῦ βασιλέως.

ιε´. Ματθίας δὲ εἷς ὢν τῶν ό μαθητῶν ὃν ἀνέδειξεν ὁ Κύριος ἡμῶν μετὰ τὴν ἀνάδειξιν τὴν ἐκ νεκρῶν, ὃς καὶ συγκατεριτμήθη μετὰ τῶν ἕνδεκα ἀποστόλων ἀντὶ Ἰούδα τοῦ Ἰσκαριώτου, ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν ἐν τῇ ἔξω Αἰθιοπίᾳ καὶ ἐκεῖ ἐμαρτύρησεν ὑπὸ τῶν Αἰθιόπων ἐπὶ Ὕσσου λιμένα.

ις´. Παῦλος δὲ ὁ ἀπόστολος μετὰ τὴν εἰς οὐρανοὺς τοῦ Κυρίου ἀνάληψιν ἤρξατο κηρύσσειν τὸ εὐαγγέλιον τοῦ Κυρίου ἀρξάμενος ἀπὸ Ἱεροσολύμων προῆλθεν ἕως τοῦ Ἰλλυρικοῦ καὶ τῆς Ἰταλίας καὶ Ἱσπανίας, οὗ καὶ ἐπιστολαὶ μετὰ σοφίας παρ᾿ ἡμῖν φέρονται. Ἐπὶ δὲ Νέρωνος υἱοῦ Κλαυδίου βασιλέως ἐν πόλει Ῥώμῃ τὴν κεφαλὴν ἀπετμήθη, ἐμαρτύρησεν ἐπὶ Ἐπιφί, πρὸ Καλανδῶν Ἰουλίων· καὶ ἐκεῖ ἐτάφη πλησίον τοῦ ἁγίου ἀποστόλου Πέτρου, ἐκεῖ εἰσιν ἕως σήμερον ἐν Χριστῷ.
Μαρτύριον Παύλου τοῦ ἀποστόλου.
Ἒπὶ Νέρωνος τοῦ Καίσαρος Ῥωμαίων ἐμαρτύρησεν αὐτόθι Παῦλος ὁ ἀποστόλος ἔτει τοῦ σωτηρίου πάθους, τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος ἐν Ῥώμῃ πέμπτῃ ἡμέρᾳ κατὰ Συρομακεδόνας Πανέμου μηνός, ὅστις λέγεται παρ᾿ Αἰγυπτίοις Ἐπιφί, παρὰ δὲ Ῥωμαίοις πρὸ τριῶν Καλανδῶν Ἰουλίων μηνὶ Ἰουνίῳ, καθ᾿ ἣν ἐτελειώθη ὁ ἅγιος ἀπόστολος τῷ κατ᾿ αὐτὸν μαρτυρίῳ ἑξηκοστῷ καὶ ἐννάτῳ ἔτει τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας. Ἐστὶν οὖν ὁ πᾶς χρόνος, ἐξ οὗ ἐμαρτύρησε τριακόσια τριάκοντα ἔτη μέχρι τῆς παρούσης ταύτης ὑπατίας, τετάρτης μὲν Ἀρκαδίου, τρίτης δὲ Ὁνωρίου τῶν δύο ἀδελφῶν αὐτοκρατόρων Αὐγούστων, ἐννάτης ἰνδικτίωνος τῆς πεντεκαιδεκαετηρικῆς περιόδου μηνὸς Ἰουνίου εἰκοστῆς ἐννάτης ἡμέρας.

ιζ´. Μάρκος ὁ εὐαγγελιστὴς ἦν μὲν Κυρηναῖος τῆς Λιβύης, ἐκήρυξε δὲ τὸ εὐαγγέλιον Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ περιχώρῳ αὐτῶν ἕως Πενταπόλεως καὶ ἐν πάσῃ τῇ Αἰγύπτῳ ἐκδοθὲν ὑπὸ Πέτρου τοῦ ἀποστόλου μετέδωκε τὸ τῆς εὐσεβείας μυστήριον ἐν τῇ μεγαλοπόλει Ἀλεξανδρείᾳ συρθεὶς ἐν σχοινίοις ἐτελεύτησε καὶ τεφρωθεὶς ὑπὸ τῶν εἰδωλομανῶν Ἑλλήνων ἐν τοῖς Βουκόλου τόποις κατετέθη καί ἐστιν ἕως σήμερον, ἐστὶ δὲ ἡ ἡμέρα τῆς κοινήσεως αὐτοῦ Φαρμουθὶ κύριε, ὅ ἐστιν Ἀπρίλλιος. Μάρκος ὁ εὐαγγελιστὴς καὶ πρῶτος Ἀλεξανδρείας ἐπίσκοπος Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ περιχώρᾳ αὐτῆς ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου, ἀπὸ Αἰγύπτου καὶ μέχρι Πενταπόλεως· ἐπὶ δὲ τῆς βασιλείας Τραϊανοῦ ἐν Ἀλεξανδρείᾳ, Βουκόλων λαβὼν κατὰ τοῦ τραχήλου καὶ συρεὶς ἀπὸ τῶν καλουμένων Βουκόλου τόπων ἕως τῶν καλουμένων Ἀγγέλων, ἐκεῖ ἐκάη πυρὶ ἀπὸ τῶν εἰδωλομανῶν μηνὶ Φαρμουθὶ καὶ ἐκεῖ ἐτάφη ἐν τοῖς Βουκόλου. Μάρκος ὁ εὐαγγελιστὴς Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ περιχώρῳ αὐτῆς ἕως τῆς Πενταπόλεως κηρύξας τὸ εὐαγγέλιον τοῦ Κυρίου, θάπτεται ἐν Ἀλεξανδρείᾳ ἐν τοῖς Βουκόλων μετὰ Ἴκταρος τοῦ ἐν τῇ Λύκῳ πρωτομάρτυρος, ὃν Ἀλέξανδρος κατήνεγκε καὶ ἔθηκεν, ἔνθα πάντες οἱ ἐπίσκοποι κεῖνται.

ιη´. Λουκᾶς δὲ ὁ εὐαγγελιστής, ἰατρὸς μὲν τὴν τέχνην, αὐτὸς δὲ συνέγραψε τὸ κατὰ Λουκᾶν εὐαγγέλιον, κατ᾿ ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου. Ἐκηρύχθη δὲ ἐν Ἑλλάδι καὶ ἐν Ῥώμῃ καὶ ἐν Ἰταλίᾳ, ἔγραψε δὲ καὶ τὰς πράξεις τῶν ἀποστόλων κατ᾿ ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου, συναπεδήμει 117ῄ γὰρ τοῖς ἀποστόλοις, μάλιστα τῷ ἁγίῳ Παύλῳ, ὃς καὶ μνημονεύων ὁ μακάριος Παῦλος ἐν ἐπιστολαῖς γράφει· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ἐν Κυρίῳ, ἐπίσκοπος Θηβῶν ἐκεῖ ἀπέθανεν καὶ ἐτάφη. Λουκᾶς ὁ εὐαγγελιστὴς Ἀντιοχεὺς μὲν τὸ γένος ἦν, ἰατρὸς δὲ τὴν τέχνην, συνεγράψατο δὲ τὸ μὲν εὐαγγέλιον κατ᾿ ἐπιτροπὴν Πέτρου τοῦ ἀποστόλου, τὰς δὲ πράξεις τῶν ἀποστόλων κατ᾿ ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου· συναπεδήμησε γὰρ τοῖς ἀποστόλοις καὶ μάλιστα τῷ Παύλῳ, οὗ καὶ μνημονεύσας ὁ Παῦλος ἔγραψεν ἐν ἐπιστολῇ· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς ἐν κυρίῳ. Ἀπέθανε δὲ ἐν Ἐφέσῳ καὶ ἐτάφη ἐκεῖ, μετετέθη δὲ ὕστερον ἐν Κωνσταντινουπόλει μετὰ καὶ Ἀνδρέου καὶ Τιμοθέου τῶν ἀποστόλων· κατὰ τοὺς καιροὺς Κωνσταντίου τοῦ βασιλέως υἱοῦ Κωνσταντίνου τοῦ μεγάλου. Ἔστιν ὁ διηγούμενος τὰς πράξεις τῶν ἀποστόλων Λουκᾶς ὁ εὐαγγελιστής. Ἀντιοχεὺς γὰρ οὗτος ὑπάρχων τὸ γένος, ἰατρὸς δὲ τὴν ἐπιστήμην, συναπεδήμει τοῖς ἀποστόλοις καὶ μάλιστα τῷ Παύλῳ, καὶ εἰδὼς ἀκριβῶς γράφει· διηγεῖται δέ· ὡς ἀγγέλων ὑπολαβόντων ἀνελήφθη ὁ Κύριος καὶ τὴν τοῦ Ἁγίου Πνεύματος ἔκχυσιν γενομένην ἐν τῇ πεντηκοστῇ ἐπί τε τοῖς ἀποστόλοις καὶ πάντας τοὺς τότε παρόντας, τήν τε κατάστασιν τοῦ Ματθία ἀντὶ Ἰούδα τοῦ προδότου καὶ τὴν κατάστασιν τῶν ἑπτὰ διακόνων καὶ τὴν ἐκλογὴν τοῦ Παύλου καὶ ὅσα ἔπαθεν, καὶ ὅσα οἱ ἀπόστολοι διὰ προσευχῆς καὶ τῆς εἰς αὐτὸν τὸν Χριστὸν πίστεως ἐθαυματούργησαν.


Περὶ τῶν ο´ ἀποστόλων.

α´. Ἰάκωβος ὁ ἀδελφὸς τοῦ Κυρίου τὸ κατὰ σάρκα, ὁ καὶ ἐπικληθεὶς δίκαιος καὶ πρῶτος ἐπίσκοπος Ἱεροσολύμων χειροτονηθείς, λίθοις βληθεὶς ὑπὸ τῶν Ἰουδαίων ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ ἐκοιμήθη καὶ ἐκεῖ ἐτάφη ἐν τῷ ναῷ πλησίον τῶν ἱερέων.

β´. Τιμόθεος ὁ ὑπὸ Παύλου ἐπίσκοπος γενόμενος Ἐφέσου ἐν τῷ Ἰλλυρικῷ καὶ ἐν ἁπάσῃ τῇ Ἑλλάδι ἀρξάμενος ἀπὸ Ἐφέσου, ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ· ἐκεῖ οὖν ἀπέθανε καὶ ἐκεῖ ἐτάφη ἐνδόξως.

γ´. Τίτος ὁ ἐπίσκοπος Κρήτης αὐτῇ τῇ Κρήτῃ, ταῖς τε πέριξ νήσοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, κἀκεῖσε ἀποθανὼν ἐτάφη ἐνδόξως.

δ´. Βαρνάβας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας πρῶτος ἐν Ῥώμῃ τὸν Χριστὸν ἐκήρυξε· μετέπειτα δὲ Μεδιολάνων ἐπίσκοπος ἐγένετο.

ε´. Ἀνανίας ὁ βαπτίσας τὸν ἅγιον Παῦλον Δαμασκοῦ ἐπίσκοπος ἐγένετο.

ς´. Στέφανος ὁ πρωτομάρτυς, ὁ εἷς τῶν ἑπτὰ διακόνων, λιθοβληθεὶς ἐτελειώθη ὑπὸ τῶν Ἰουδαίων ἐν Ἱερουσαλήμ, ὡς Λουκᾶς μαρτυρεῖ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων.

ζ´. Φίλιππος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, ὁ καὶ Σίμωνα καὶ τὸν εὐνοῦχον βαπτίσας ἐν Τράλλεσι τῆς Ἀσίας ἐπίσκοπος γέγονεν.

η´. Πρόχωρος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, Νικομηδείας τῆς κατὰ Βιθυνίαν ἐπίσκοπος γέγονεν.

θ´. Νικάνωρ ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, κατ᾿ αὐτὴν τὴν ἡμέραν καὶ αὐτὸς τὸν βίον ἐξετέλεσε, καθ᾿ ἣν καὶ ὁ συνδιάκονος αὐτοῦ καὶ πρωτομάρτυς Στέφανος σὺν δισχιλίοις ἄλλοις τῶν ἠλπικότων εἰς Χριστόν.

ι´. Σίμων ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, ὁ καὶ ἐπίσκοπος Βόστρων Ἀράβων γενόμενος· ἐκαύθη ὑπὸ τῶν Ἑλλήνων.

ια´. Παρμενᾶς ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, οὗτος ἐπ᾿ ὄψεσι τῶν ἀποστόλων ἀπέθανεν ἐν τῇ διακονίᾳ αὐτοῦ.

ιβ´. Νικόλαος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, οὗτος γέγονε μὲν Σαμαρείας ἐπίσκοπος· ἑτεροδοξήσας δὲ ἅμα τῷ Σίμωνι ἀπέστη.

ιγ´. Κλεόπας ὁ καὶ Συμεὼν ὁ ἀνέψιος τοῦ Κυρίου, ὃς καὶ εἶδεν αὐτὸν καὶ ὡμίλησεν ἅμα καὶ τῷ Λουκᾷ συνοδεύσας μετὰ τὸ ἀναστῆναι τοῦτον ἐκ τῶν νεκρῶν, ὡς ἐν τῷ εὐαγγελίῳ γέγραπται· οὗτος ἐπίσκοπος Ἱεροσολύμων ἐγένετο δεύτερος.

ιδ´. Σίλας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας ἐν Κορίνθῳ ἐπίσκοπος γέγονεν.

ιε´. Κρήσκης, οὗ μέμνηται ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ ἐπιστολῇ, ὁ καὶ ἐπίσκοπος Χαλκηδόνος τῶν ἐν Γαλλίαις γενόμενος ἐκεῖ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· ἐπὶ δὲ Τραιανοῦ βασιλέως καὶ ἐμαρτύρησε καὶ ἐτάφη ἐκεῖ.

ις´. Ἐπαινετός, οὗ ὁ ἀπόστολος μέμνηται ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἐπίσκοπος Καρθαγένης ἐγένετο.

ιζ´. Ἀνδρόνικος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ μέμνηται, ἐπίσκοπος Παννονίας ἐγένετο.ιη´. Ἀμπλίας, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἐπίσκοπος Ὀδυσσοῦ ἐγένετο.

ιθ´. Οὐρβανός, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἐπίσκοπος Μακεδονίας ἐγένετο.

κ´. Στάχυς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ μέμνηται ὁ Παῦλος, ἐπίσκοπος πρῶτος Βυζαντίου κατέστη ὑπὸ Ἀνδρέου τοῦ ἀποστόλου ἐν Ἀργυροπόλει τῆς Θρᾴκης.

κα´. Ἀπελλῆς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Σμύρνης ἐγένετο πρὸ τοῦ ἁγίου Πολυκάρπου.

κβ´. Ἀριστόβουλος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βρεττανίας ἐγένετο.

κγ´. Νάρκισσος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Ἀθηνῶν ἐγένετο.

κδ´. Ἡρωδίων, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Πατρῶν ἐγένετο.

κε´. Ῥοῦφος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Θηβῶν ἐγένετο.

κς´. Ἀσύγκριτος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Ὑρκανίας γέγονεν.

κζ´. Φλέγων, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Μαραθῶνος γέγονεν.

κη´. Ἑρμῆς, οὗ καὶ αὑτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται ἀπόστολος, ἐπίσκοπος Δαλματίας ἐγένετο.

κθ´. Ἑρμᾶς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται ἀπόστολος, ἐπίσκοπος Φιλίππων πόλεως ἐγένετο.

λ´. Πατρόβας, οὗ καὶ αὐτοῦ ὁ αὐτὸς ἀπόστολος Παῦλος μέμνηται, ἐπίσκοπος ἐν Νεποτιόλοις ἐγένετο.

λα´. Ἄγαβος, ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων μνημονευόμενος, οὗτος καὶ προφητικοῦ ἠξιώθη χαρίσματος.

λβ´. Λῖνος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται, πρῶτος ἐπίσκοπος Ῥώμης μετὰ Πέτρον τὸν κορυφαῖον ἐγένετο.

λγ´. Γάϊος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται, ἐπίσκοπος Ἐφέσου μετὰ Τιμόθεον γέγονεν.

λδ´. Φιλόλογος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Σινώπης ὑπὸ Ἀνδρέου ἐγένετο.

λε´. Ὀλυμπᾶς, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, οὗτος ἐν Ῥώμῃ ἅμα Πέτρῳ τῷ κορυφαίῳ ἐμαρτύρησε τὴν κεφαλὴν ἀποτμηθείς.

λς´. Ῥωδίων, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, καὶ αὐτὸς ὁμοίως ἐν Ῥώμῃ μετὰ Πέτρου καὶ Ὀλυμπᾶ τῷ μαρτυρίῳ ἐτελειώθη τὴν κεφαλὴν καὶ αὐτὸς ἀποτμηθείς.

λζ´. Ἰάσων, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ταρσοῦ ἐγένετο.

λη´. Σωσίπατρος, οὗ καὶ αὐτοῦ ὁμοίως ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἰκονίου ἐγένετο.

λθ´. Λούκιος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος ἐν Λαοδικείᾳ τῆς Συρίας ἐγένετο.

μ´. Τέρτιος ὁ κατ᾿ αὐτὴν τὴν πρὸς Ῥωμαίους ἐπιστολὴν τοῦ Παύλου γράψας ἐπίσκοπος δεύτερος Ἰκονίου ἐγένετο.

μα´. Ἔραστος, οὗ καὶ αὐτοῦ μέμνηται Παῦλος ἐν τῇ αὐτῇ ἐπιστολῇ, οἰκονόμος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐγένετο, ἔπειτα ἐπίσκοπος Πανεάδος ἐγένετο.

μβ´. Φύγελος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται ὡς ἑτεροδοξήσαντος καὶ τὰ Σίμωνος φρονήσαντος, ἐπίσκοπος Ἐφέσου γέγονεν.

μγ´. Ἑρμογένης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος ὁμοίως ὡς ἑτεροδοξήσαντος μέμνηται, ἐπίσκοπος ἐν Μεγάροις ἐγένετο.

μδ´. Δημᾶς, οὗ καὶ αὐτοῦ ὁμοίως ὁ ἀπόστολος Παῦλος μέμνηται ὡς ἀποστήσαντος· δηλοῖ γὰρ περὶ τῶν τριῶν ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ αὐτοῦ ἐπιστολῇ, ὅτι ἑτεροδοξήσαντες Φύγελος καὶ Ἑρμογένης ἀντέστησαν τῇ διδασκαλίᾳ αὐτοῦ. Ὁ δὲ Δημᾶς ἀγαπήσας τὸν νῦν αἰῶνα κατέλιπε τὸν εὐαγγελικὸν λόγον, καὶ ἐν Θεσσαλονίκῃ ἱερεὺς τῶν εἰδώλων ἐγένετο. Περὶ τούτων καὶ Ἰωάννης ὁ ἀπόστολος ἔγραψεν· ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ᾿ οὐκ ἦσαν ἐξ ἡμῶν.

με´. Κούαρτος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βηρυτοῦ ἐγένετο.

μς´. Ἀπολλώς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Καισαρείας ἐγένετο.

μζ´. Κηφᾶς, ὃν ὁ ἀπόστολος Παῦλος ἐν Ἀντιοχείᾳ ἤλεγξε διαλεχθεὶς ὁμωνυμοῦντα τῷ Πέτρῳ, ἐπίσκοπος Κονίας ἐγένετο.

μη´. Σωσθένης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Κολοφονιάδος ἐγένετο.

μθ´. Ἐπαφρόδιτος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἀδριακῆς ἐγένετο.

ν´. Καῖσαρ, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Δυῤῥαχίου ἐγένετο.

να´. Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα, οὗ καὶ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἀπολλωνιάδος ἐγένετο.

νβ´. Ἰωσὴφ ὁ λεγόμενος καὶ Ἰοῦστος καὶ Βαρσαββᾶς, οὗ μέμνηται Λουκᾶς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ὡς συγκληρωθέντος τῷ Ματθίᾳ, ἐπίσκοπος Ἐλευθεροπόλεως γέγονε.

νγ´. Ἀρτεμᾶς, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος ἐν Λύστρᾳ ἐγένετο.

νδ´. Κλήμης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, λέγων· μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεγρῶν μου, ὃς καὶ πρῶτος ἐξ ἐθνῶν καὶ Ἑλλήνων ἐπίστευσεν εἰς Χριστόν, ἐπίσκοπος Σαρδικῆς ἐγένετο.

νε´. Ὀνησίφορος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Κορωνείας ἐγένετο.

ν´. Τυχικός, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος, πρῶτος ἐπίσκοπος Χαλκηδόνος τῆς ἐν Βιθυνίᾳ ἐγένετο.

νζ´. Κάρπος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βεῤῥοίας τῆς Θρᾴκης ἐγένετο.

νη´. Εὔοδος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, πρῶτος ἐπίσκοπος Ἀντιοχείας μετὰ Πέτρον τὸν κορυφαῖον ἐγένετο.

νθ´. Φιλήμων, πρὸς ὃν ἐπιστολὴν ἰδίαν ὁ Παῦλος ἔγραψεν, ἐπίσκοπος Γάζης ἐγένετο.

ξ´. Ζηνᾶς ὁ νομικός, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Διοσπόλεως γέγονεν.

ξα´. Ἀκύλας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἡρακλείας ἐγένετο.

ξβ´. Πρίσκας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Κολοφῶνος ἐγένετο.

ξγ´. Ἰουνίας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἀπαμείας τῆς Συρίας ἐγένετο.

ξδ´. Μάρκος ὁ καὶ Ἰωάννης καλούμενος, οὗ μέμνηται ὁ Λουκᾶς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ἐπίσκοπος Βίβλου ἐγένετο.

ξε´. Ἀρίσταρχος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται.

ξς´. Πούδης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται.

ξζ´. Τρόφιμος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται. Οὗτοι οἱ τρεῖς ἐν πᾶσι τοῖς διωγμοῖς τοῦ ἀποστόλου Παύλου συγκακοπαθήσαντες αὐτῷ, τελευταῖοι καὶ διὰ μαρτυρίου σὺν ἐκείνῳ ἐτελειώθησαν ὑπὸ Νέρωνος τὰς κεφαλὰς σὺν ἐκείνῳ ἀποτμηθέντες.

Τούτοις συναριθμουμένων καὶ Μάρκου καὶ Λουκᾶ τοῦ εὐαγγελιστοῦ ὁμοῦ ο´.