Ἀνακήρυξις τοῦ Αὐτοκεφάλου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, 29 Ἰουνίου 1850

ΠΑΤΡΙΑΡΧΙΚΟΣ ΚΑΙ ΣΥΝΟΔΙΚΟΣ ΤΟΜΟΣ

Τῆς ἐν Κωνσταντινουπόλει Ἁγίας καὶ Ἱερᾶς Συνόδου,
τῆς συγκροτηθείσης ἐν ἔτει ἀπὸ Χριστοῦ Σωτῆρος χιλιοστῷ ὀκτακοσιοστῷ πεντηκοστῷ,
ἐν μηνὶ Ἰουνίῳ, Ἰνδικτιῶνος Η´, περὶ τῆς ἐν Ἑλλάδι Ὀρθοδόξου Ἐκκλησίας.

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

† Ὁ δεσπότης τῶν ἁπάντων καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῇ νυκτί, ᾗ παρεδίδοτο, διατιθέμενος τοῖς ἱεροῖς αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις τὴν κοινὴν αὐτοῦ καὶ χαρακτηριστικὴν τῶν χριστιανῶν ἐντολήν, τὴν πρὸς ἀλλήλους ἀγάπην, «οὐ δύναται», ἔφη, «τὸ κλῆμα καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ». Καὶ ἀντιλαμβανόμενος τῆς ἀνθρωπίνης ἀσθενείας, αὐτὸς πάλιν ὁ πάνσοφος διδάσκαλος ἡμῶν ἠρμήνευσε τρανῶς, ὅτι αὐτός ἐστιν ἡ ἄμπελος ἡ ἀληθινή, εἰς ἣν ἐντέλλεται ἅπαντας ἡμᾶς μένειν. «Μείνατε ἐν ἐμοί». Ἐντεύθεν ἐν τῷ χριστιανικῷ ὀρθοδόξῳ πληρώματι ἡ ὑμνουμένη ἐκείνη, καὶ τοσοῦτον φιλοτίμως σπουδαζομένη ὑπό τε τῶν θείων Ἀποστόλων καὶ τῶν σεπτῶν Οἰκουμενικῶν Συνόδων, καὶ καθ᾽ ἑκάστην ἐν ταῖς δεήσεσι τῶν πιστῶν θερμῶς ἐξαιτουμένη ἑνότης. «Μείνατε ἐν ἐμοί». Εἷς γὰρ Κύριος, ᾧ λατρεύομεν· μία πίστις, ἣν παρελάβομεν καὶ ἓν βάπτισμα, ὃ βεβαπτίσμεθα. Ταῦτα εἰσὶν αἱ συνθῆκαι τῆς μιᾶς ἀληθοῦς Ποίμνης τοῦ Ἀρχιποίμενος Χριστοῦ, ἤτοι τῆς Μίας, Ἁγίας, Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, ποιμαινομένης ὑπὸ πολυπληθῶν ὑπηρετῶν αὐτοῦ, ἀγραυλούντων καὶ φυλασσόντων φυλακὰς ἐν τῇ νυκτὶ τοῦ πλάνου τούτου βίου, ἐπὶ μιᾷ ἐλπίδι, εἰς ἣν καὶ ἐκλήθημεν ἅπαντες. Ἀλλ᾽ ἡ σοφία τοῦ Θεοῦ, ὡς ἅπασαν τὴν κτίσιν συνέχει, ἐν θαυμασίᾳ ἀλληλουχίᾳ καὶ τάξει διέπουσα, οὕτω καὶ τὴν ἁγίαν αὐτοῦ Ἐκκλησίαν, ηὐδόκησε τῇ αὐτῇ ἁρμονίᾳ οἰκονομεῖσθαι· καὶ τὸ Ἅγιον Πνεῦμα, τὸ θέμενον τοὺς μὲν Ἀποστόλους, τοὺς δὲ Προφήτας, τοὺς δὲ Ποιμένας καὶ Διδασκάλους, ὥσπερ διὰ τῆς τῶν θείων Ἀποστόλων χειροθεσίας ἀνέδειξεν ἐν τῇ διακονίᾳ τῆς πίστεως, τοὺς μὲν Ἐπισκόπους, τοὺς δὲ Πρεσβυτέρους, τοὺς δὲ Διακόνους· οὕτω τὸ αὐτὸ Πνεῦμα, καὶ διὰ τῆς ἀποφάνσεως τῶν Οἰκουμενικῶν Ἁγίων Συνόδων ἐκανόνισεν ἐν τῇ οἰκονομίᾳ τῆς ἑνότητος τοὺς μὲν Πατριάρχας, τοὺς δὲ Ἀρχιεπισκόπους καὶ Μητροπολίτας, τοὺς δὲ Ἀρχιπρεσβυτέρους καὶ Ἀρχιδιακόνους κ.λ.π. Οὕτοι δὲ πάντες, εἴτε ὁμότιμοι ἐν ἀδελφικῇ ὑπαλληλίᾳ, εἴτε ὑποτασσόμενοι ἀλλήλοις ὡς «ἡγουμένοις», κατὰ τὴν διακονίαν, ἣν ἕκαστος ἔλαχεν, ἔχοντες τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ τὴν αὐτὴν ἀποστολικὴν κατὰ τοὺς κανόνας χειροτονίαν, ὡς μέλη ὑπουργικὰ συναρμολογούμενοι εἰς ἓν σῶμα Χριστοῦ, ὅπου γῆς ἂν ὦσιν, ἕνα Ναὸν Ἅγιον καταρτίζουσι, καὶ συνδεόμενοι τῷ συνδέσμῳ τῆς ἀγάπης, κἂν κεχωρισμένοι καὶ ἀφεστηκότες δοκῶσι κατὰ τὰς τοῦ κοινωνικοῦ βίου χρείας τε καὶ περιπετείας τῶν πολιτευμάτων, ἀδιάστατοι καὶ ἀχώριστοι εἰσὶν ἐν τῇ τῆς Ἐκκλησίας ἑνότητι. Ἐπὶ ταύτῃ τῇ βάσει ἀνέκαθεν ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἤτοι αἱ σεπταὶ Οἰκουμενικαὶ Σύνοδοι, ὤς γε πρὸς τὴν τοῦ βιωτικοῦ πολιτεύματος καιρικὴν χρείαν ἀφορῶσαι, ἤ ἐχώρισαν ἤ συνήψαν ἐπαρχίας ἐκκλησιαστικάς, καὶ ἤ ἄλλοις ὑπέταξαν ἤ αὐτοκεφάλους ἀνέδειξαν αὐτὰς τῆς ἐν τῇ πίστει καὶ ἐν τῇ ἐκκλησιαστικῇ κανινικῇ τάξει ἑνότητος ἀλωβήτου διαμενούσης. Ἐπεὶ τοίνυν καί τινες τῶν ὑπὸ τὴν ἐκκλησιαστικὴν κυριαρχίαν τοῦ Πατριαρχικοῦ, Ἀποστολικοῦ, Οἰκουμενικοῦ Θρόνου τῆς Κωνσταντινουπόλεως ἁγιώταται Μητροπόλεις, καὶ Ἀρχιεπισκοπαὶ καὶ Ἐπισκοπαί, αἱ ἀπαρτίζουσαι σήμερον τὸ θεόσωστον καὶ θεοστήρικτον Βασίλειον τῆς Ἑλλάδος, διὰ καιρικὰς περιπετείας, καίπερ διατηροῦσαι τῇ τοῦ Θεοῦ χάριτι τὴν τῆς πίστεως ἑνότητα, ἀπελείφθησαν ὅμως ἐπί τινα καιρὸν τῆς ἐκκλησιαστικῆς καὶ κανονικῆς σχέσεώς τε καὶ συναφείας πρός τε τὴν Ὀρθόδοξον αὐτῶν Μητέρα, τὴν ἐν Κωνσταντινουπόλει Μεγάλην Ἐκκλησίαν, ἐξ ἧς ἤρτηντο, καὶ δὴ πρὸς πάσας τὰς λοιπὰς Ὀρθοδόξους τοῦ Χριστοῦ Ἐκκλησίας· ἡμεῖς οἱ διὰ τῆς χάριτος τοῦ Παναγίου Πνεύματος συνελθόντες ἐν πλήρει Συνόδῳ πρὸς καταρτισμὸν τῆς κανονικῆς ἑνότητος τῆς ἐν Ἑλλάδι Ἐκκλησίας μετὰ τῶν λοιπῶν Ὀρθοδόξων Ἐκκλησιῶν, ἀκούσαντες διὰ τῶν ἐπισήμων γραμμάτων, τῶν ἐπισταλέντων ἡμῖν παρὰ τοῦ εὐσεβοῦς Ὑπουργείου τοῦ Θεοσώστου Κράτους τῆς Ἑλλάδος τήν τε περὶ τούτου αἴτησιν τοῦ ἐκεῖ σύμπαντος εὐλαβεστάτου Κλήρου, καὶ τὴν συντρέχουσαν ἐπιθυμίαν παντὸς τοῦ Ὀρθοδόξου Ἑλληνικοῦ Λαοῦ, τῶν ἐν Ἁγίῳ Πνεύματι τέκνων ἡμῶν ἀγαπητῶν καὶ περιποθήτων, συνιδόντες δὲ καὶ τὴν χρείαν τῆς κατ᾽ ἐκείνῳ τὸ νεοσύστατον Κράτος διακονίας τῆς πίστεως, καὶ τῆς ἐκκλησιαστικῆς οἰκονομίας τῆς ἑνότητος, καὶ συσκεψάμενοι, ὅπως ἥ τε ἁγία ἡμῶν Πίστις διατηρηθῇ ἐσαεὶ ἀλώβητος, καὶ οἱ κανόνες τῶν θείων Πατέρων ἀπαραβίαστοι καὶ ἀπαρασάλευτοι, ὥστε εἶναι πάντας ἡμᾶς, ὡς ἐν τῇ αὐτῇ πίστει, οὕτω καὶ ἐν τῇ αὐτῇ οἰκονομίᾳ τῆς ἑνότητος, καὶ κλήματα ἀδιάσπαστα τῆς θείας ἀμπέλου, ὠρίσαμεν τῇ δυνάμει τοῦ Παναγίου καὶ Τελεταρχικοῦ Πνεύματος, διὰ τοῦ παρόντος ΣΥΝΟΔΙΚΟΥ ΤΟΜΟΥ, ἵνα ἡ ἐν τῷ Βασιλείῳ τῆς Ἑλλάδος Ὀρθόδοξος Ἐκκλησία, Ἀρχηγὸν ἔχουσα καὶ κεφαλήν, ὡς καὶ πᾶσα ἡ Καθολικὴ καὶ Ὀρθόδοξος Ἐκκλησία, τὸν Κύριον καὶ Θεὸν καὶ Σωτῆρα ἡμῶν Ἰησοῦν Χριστόν, ὑπάρχῃ τοῦ λοιποῦ κανονικῶς αὐτοκέφαλος, ὑπερτάτην ἐκκλησιαστικὴν ἀρχὴν γνωρίζουσα Σύνοδον διαρκή, συνισταμένην ἐξ Ἀρχιερέων, προσκαλουμένων ἀλληλοδιαδόχως κατὰ τὰ πρεσβεία τῆς χειροτονίας, Πρόεδρον ἔχουσα τὸν κατὰ καιρὸν Ἱερώτατον Μητροπολίτην Ἀθηνῶν, καὶ διοικοῦσαν τὰ τῆς Ἐκκλησίας κατὰ τοὺς θείους καὶ ἱεροὺς κανόνας ἐλευθέρως καὶ ἀκωλύτως ἀπὸ πάσης κοσμικῆς ἐπεμβάσεως. Οὕτω δὴ καὶ ἐπὶ τούτοις καθισταμένην διὰ τοῦ παρόντος Συνοδικοῦ Τόμου τὴν Ἱερὰν ἐν Ἑλλάδι Σύνοδον, ἐπιγιγνώσκομεν αὐτήν, καὶ ἀνακηρύττομεν πνευματικὴν ἡμῶν ἀδελφήν, καὶ πάσι τοῖς ἁπανταχοῦ εὐσεβέσι καὶ ὀρθοδόξοις τέκνοις τῆς Μίας, Ἁγίας, Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας ἐπισυνιστῶμεν ὡς τοιαύτην τοῦ λοιποῦ ἀναγνωρίζεσθαι καὶ μνημονεύεσθαι τῷ ὀνόματι «Ἱερὰ Σύνοδος τῆς Ἐκκλησίας τῆς Ἑλλάδος»· δαψιλεύομεν δὲ αὐτῇ καὶ πάσας τὰς προνομίας καὶ πάντα τὰ κυριαρχικὰ δικαιώματα τὰ τῇ ἀνωτάτῃ ἐκκλησιατικῇ ἀρχῇ παρομαρτοῦντα, ἵνα τοῦ λοιποῦ μνημονεύηται ὑπὸ τῶν ἐν Ἑλλάδι Ἀρχιερέων ἐν ταῖς ἰδίαις ἐπαρχίαις ἱερουργούντων, τοῦ Προέδρου αὐτῆς μνημονεύοντος πάσης Ἐπισκοπής Ὀρθοδόξων, καὶ χορηγῇ τὰς πρὸς χειροτονίαν Ἀρχιερέων ἀπαιτουμένας κονονικὰς ἐκδόσεις. Ἵνα δὲ ἡ κανονικὴ ἑνότης πρός τε τὴν ἐν Κωνσταντινουπόλει Μεγάλην Ἐκκλησίαν, καὶ πρὸς τὰς λοιπὰς Ὀρθοδόξους τοῦ Χριστοῦ Ἐκκλησίας διατηρήται κατὰ τοὺς θείους καὶ ἱεροὺς κανόνας καὶ τὰ πατροπαράδοτα ἔθιμα τῆς Καθολικῆς Ὀρθοδόξου Ἐκκλησίας, ὀφείλει ἡ Ἱερὰ Σύνοδος τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, μνημονεύειν ἐν τοῖς ἱεροῖς Διπτύχοις τοῦ τε κατὰ καιρὸν Οἰκουμενικοῦ Πατριάρχου καὶ τῶν λοιπῶν Πατριαρχῶν κατὰ τάξιν, καθὼς καὶ πάσης Ἐπισκοπῆς Ὀρθοδόξων· λαμβάνειν δέ, ὁσάκις ἂν χρήζῃ, καὶ το ἅγιον μύρον παρὰ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας. Κατὰ δὲ τὰς κανονικὰς καὶ πατροπαραδότους διατυπώσεις, ὁ Πρόεδρος τῆς Ἱερᾶς Συνόδου ἀναγορευόμενος ὀφείλει ἐπιστέλλειν τὰ ἀναγκαία συνοδικὰ γράμματα πρός τε τὸν Οἰκουμενικὸν καὶ πρὸς τοὺς λοιποὺς Πατριάρχας, καθὼς καὶ οὗτοι ἀναγορευόμενοι τὸ αὐτὸ ποιήσουσιν. Οὐ μὴν ἀλλὰ καὶ ἐν τοῖς συμπίπτουσιν ἐκκλησιαστικοῖς πράγμασι, τοῖς δεομένοις συσκέψεως καὶ συμπράξεως πρὸς κρείττονα οἰκονομίαν καὶ στηριγμὸν τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἤρεσεν, ἵνα ἡ μὲν ἐν Ἑλλάδι Ἱερὰ Σύνοδος ἀναφέρηται πρὸς τὸν Οἰκουμενικὸν Πατριάρχην καὶ τὴν περὶ αὐτὸν Ἱερὰν Σύνοδον· ὁ δὲ Οἰκουμενικὸς Πατριάρχης μετὰ τῆς περὶ αὐτὸν Ἁγίας καὶ Ἱερᾶς Συνόδου παρέχει προθύμως τὴν ἑαυτοῦ σύμπραξιν, ἀνακοινῶν τὰ δέοντα πρὸς τὴν Ἱερὰν Σύνοδον τῆς Ἐκκλησίας τῆς Ἑλλάδος. Τὰ δὲ πρὸς τὴν ἐσωτερικὴν ἐκκλησιατικὴν διοίκησιν ἀφορῶντα, οἷα φερ᾽ εἰπεῖν τὰ περὶ ἐκλογῆς καὶ χειροτονίας Ἀρχιερέων, περὶ ἀριθμοῦ αὐτῶν καὶ ὀνομασίας τοῦ θρόνου αὐτῶν, περὶ χειροτονίας ἱερέων καὶ ἱεροδιακόνων, περὶ γάμου καὶ διαζυγίου, περὶ διοικήσεως Μοναστηρίων, περὶ εὐταξίας καὶ ἐκπαιδεύσεως τοῦ ἱεροῦ Κλήρου, περὶ τοῦ κηρύγματος τοῦ θείου λόγου, περὶ ἀποδοκιμασίας ἀντιθρησκευτικῶν βιβλίων, ταῦτα πάντα καὶ τὰ τοιαύτα κανονισθήσονται παρὰ τῆς Ἱερᾶς Συνόδου διὰ συνοδικῆς πράξεως, μὴ ἀντιβαινούσης τὸ παράπαν τοῖς ἱεροῖς κανόσι τῶν ἁγίων καὶ ἱερῶν Συνόδων, καὶ τοῖς πατροπαραδότοις ἐθίμοις, καὶ ταῖς διατυπώσεσι τῆς Ὀρθοδόξου Ἀνατολικῆς Ἐκκλησίας. Ἐπ᾽ αὐτοῖς οὖν τοῖς ὅροις, αὕτη ἡ ἀρχήθεν καλλιγόνος Μήτηρ, ἡ ὡς ἄμπελος εὐθυνοῦσα ἐν τοῖς κλίτεσι τοῦ οἴκου Κυρίου, ἡ ἐν Κωνσταντινουπόλει Μεγάλη τοῦ Χριστοῦ Ἐκκλησία, ἐν Ἁγίῳ Πνεύματι συνοδικῶς ἀποφαινομένη, ἀναγορεύει καὶ κηρύττει τὴν ἐν Ἑλλάδι Ἐκκλησίαν αὐτοκέφαλον, καὶ τὴν ἐν αὐτῇ Σύνοδον ἀδελφὴν ἐν Πνεύματι ἑαυτῆς τε καὶ πάσης ἄλλης ἀνὰ μέρος Ὀρθοδόξου Ἐκκλησίας· ἔτι ἀναγνωρίζει πλήρη καὶ κυρίαν καὶ Ἀποστολικὴν τὴν ψήφῳ καὶ δοκιμασίᾳ τῶν ἐν Ἑλλάδι ἱερωτάτων Μητροπολιτῶν καὶ Ἀρχιεπισκόπων καὶ Ἐπισκόπων γινομένην χειροτονίαν, ἣν ἔλαβον ἐντεύθεν ἀπὸ τοῦ Ἀποστολικοῦ Οἰκουμενικοῦ τούτου Θρόνου ἤ καὶ ἀφ᾽ ἑτέρου Ἀποστολικοῦ Θρόνου ἢ καὶ Συνόδων αὐτοκεφάλων, τῶν ἐν τῷ Ὀρθοδόξῳ πληρώματι· ἔτι δὲ κατέχει πλήρη, κυρίαν καὶ ἀποστολικὴν πᾶσαν χειροθεσίαν αὐτῶν, καὶ πᾶσαν ἱερὰν τελετὴν νομίμως τελουμένην, καὶ τοιαύτην ἀξιοῖ κατέχεσθαι καὶ παρὰ πάντων τῶν Ὀρθοδόξων. Ταῦτα ὥρισεν ἐν Ἁγίῳ Πνεύματι ἡ ἐν Κωνσταντινουπόλει Ὀρθόδοξος Ἱερὰ Σύνοδος, εὐχομένη ἀπλέτῳ πόθῳ, καὶ διαπύρῳ ἀγάπῃ τῇ φίλῃ αὐτῆς ἐν Χριστῷ ἀδελφῇ, στηριγμὸν ἐν τῇ πίστει καὶ ἐν τῇ ἑνότητι, προκοπὴν ἐν τοῖς παραγγέλμασι τοῦ Κυρίου, καὶ ἄγρυπνον προσοχὴν εἰς τὴν Ὀρθόδοξον διδασκαλίαν τοῦ Ποιμνίου, εἰς ὃ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπέστησε ποιμαίνειν, ὅπως ἂν εἴπωσι καὶ οἱ ἀντικείμενοι τῇ εὐσεβείᾳ «Τὶς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, θάμβος ὡς τεταγμέναι»· ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότειχον τοῦ φραγμοῦ λύσας, δῴη ἡμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις πάντοτε, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Πρώτου καὶ Μεγάλου καὶ Ἄκρου Ἀρχιερέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς Παναχράντου αὐτοῦ Μητρός, τῆς ἀειπαρθένου καὶ Θεοτόκου Μαρίας, τοῦ τιμίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων Πανευφήμων Θεοκηρύκων καὶ Πνευματοφόρων Ἀποστόλων, τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.

Ἐν ἔτει σωτηρίῳ ‚αων‘ Ἰουνίου κθ‘

†Ἄνθιμος ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως Νέας Ρώμης καὶ Οἰκουμενικὸς Πατριάρχης ἐν Χριστῷ τῷ Θεῷ ἀποφαίνεται.

† Ὁ πρῴην Κωνσταντινουπόλεως Κωνστάντιος ὁ Α´ ἐν Χριστῷ τῷ Θεῷ συναποφαίνεται.

† Ὁ πρῴην Κωνσταντινουπόλεως Κωνστάντιος ὁ Β´ ἐν Χριστῷ τῷ Θεῷ συναποφαίνεται.

† Ὁ πρῴην Κωνσταντινουπόλεως Γρηγόριος ἐν Χριστῷ τῷ Θεῷ συναποφαίνεται.

† Ὁ πρῴην Κωνσταντινουπόλεως Γερμανὸς ἐν Χριστῷ τῷ Θεῷ συναποφαίνεται.

† Ὁ πρῴην Κωνσταντινουπόλεως Ἄνθιμος ἐν Χριστῷ τῷ Θεῷ συναποφαίνεται.

† Κύριλλος ἐλέῳ Θεοῦ Πατριάρχης τῆς Ἁγίας πόλεως Ἱερουσαλὴμ ἐν Χριστῷ τῷ Θεῷ συναποφαίνεται.

† Ὁ Καισαρείας Παΐσιος.

† Ὁ Ἐφέσου Ἄνθιμος.

† Ὁ Ἡρακλείας Πανάρετος.

† Ὁ Νικομηδείας Διονύσιος, ἔχων καὶ τὴν γνώμην τοῦ σεβ. γέροντος Χαλκηδόνος Κυρίου Ἱεροθέου.

† Ὁ Δέρκων Νεόφυτος.

† Ὁ Πρόεδρος Διδυμοτείχου Μελέτιος.

† Ὁ Νεοκαισαρείας Λεόντιος.

† Ὁ Κρήτης Χρύσανθος.

† Ὁ Σερρῶν Ἰάκωβος.

† Ὁ Βιζύης Γρηγόριος.

† Ὁ Σωζοαγαθουπόλεως Προκόπιος.

† Ὁ πρῴην Μεσημβρίας Σαμουήλ.

† Ὁ Σταυρουπόλεως Κωνσταντῖνος.