[Ἐκ τοῦ περιοδικοῦ: Ἁγιορειτικὴ Βιβλιοθήκη,
ἐκδόσεως Σωτηρίου Σχοινᾶ ἐν Βόλῳ]
Εἴδομεν ἀξιώματος ὄγκον καὶ τιμῆς ὑπερβολήν, ἡ πεπατημένη, ἡ κάτω συρομένη, ἡ αἰχμάλωτος, ἡ ἀπαλλοτριουμένη, ἡ πόρνη, ἡ ἐναγὴς ἀνθρωπίνη φύσις, εἰς ὅσον ἀνέβη ἀξίωμα! εἰς ὅσον ὕψος ἠνήχθη, ὥστε Θεῷ παρεστάναι! Ὁ μὲν γὰρ Υἱός, ἅτε ὀμότιμος Ὤν, ἐκ δεξιῶν κάθηται· Αὕτη δὲ ἔστηκεν· εἰ γὰρ καὶ Βασίλισσα ἐστίν, ἀλλὰ κτιστῆς οὐσίας ἐστί, πῶς οὖν ὁ Παῦλος φησίν; συνήγηρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ; ἀλλὰ πρόσεχε τῇ ἀκριβείᾳ· οὐχ ἁπλῶς εἶπε· συνήγειρε καὶ συνεκάθισεν· ἀλλ᾿ ἐν Χριστῷ· τοὐτέστι διὰ Χριστοῦ· ἐπειδὴ γὰρ ἡ κεφαλὴ ἡμῶν ἄνω, φησίν, ἐστίν, ἡμεῖς δὲ σῶμα, τῆς κεφαλῆς ἄνω καθημένης καὶ ἡμεῖς τῆς τιμῆς μετέχομεν, εἰ καὶ ἐστήκαμεν.
Τὰ μεγάλα καὶ λαμπρὰ καὶ χριστομίμητα κατορθώματα τῆς σῆς μεγαλοπρεπείας, ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης εἰσὶν ἐπευφημιζόμενα καὶ πᾶσιν ἀνθρώποις ἐξάκουστα γεγονότα, ἔγνωμεν καὶ ἡμεῖς σκαλεύειν τὴν φλόγα τῆς σῆς ἀγαθοσύνης ἐλέους καὶ καλοκαγαθίας· μεγάλα ὑψηλὰ καὶ ἔνδοξα· οὐ γὰρ κατὰ τὸ μέτρον τοῦ εὐεργετουμένου ἐπιδεικνύεις τὴν κηδεμονίαν, οὐδὲ κατὰ τὴν ἀξίαν μου ἀλλὰ κατὰ τὴν σὴν μεγαλοπρέπειαν καὶ τὸ μέγεθος· τὸ γὰρ ὄνομα αὐτῆς καὶ ὁ ὄγκος καὶ μέγεθος τῆς Ὑμετέρας χριστοτροπίας καὶ αὐτῆς τῆς οἰκουμένης κατέλαβεν ἐσχατιᾶς.
Μάθωμεν ἀπὸ τῶν θείων Γραφῶν, πόσων ἀγαθῶν καὶ πόσων στεφάνων καὶ ἀναῤῥήσεων ἡμῖν ἡ θλίψις προσγίνεται.
Ἀφ᾿ οὗ τῷ κάλλει τῶν ἀρετῶν σου ἑωλάκαμεν (ἑωράκαμεν;) καὶ τὸ βέλος ἐδεξάμεθα τῶν πολλῶν σου προτερημάτων καὶ τὸ τραῦμα ἐλάβομεν τῆς πνευματικῆς σου ἀγάπης, οὐ δυνάμεθα σιγὴν τὴν τοῦ ἐπαγγέλματος φέρειν ἀδελφὲ τιμιώτατε. Ὦ ἁμαρτία δειλίας μήτηρ· ἀτιμίας ἔλεγχος· σιωπῆς ὑπόθεσις· ἀλλ᾿ εἰ ἐγὼ σωθήσομαι, πολὺ μέρος τῆς οἰκουμένης σωθήσεται διὰ τοῦ ἐμοῦ ὑποδείγματος. (ὅρα συλλογισμόν).
Τρία εἰσὶ ταῦτα· Παρθενία· Γάμος· πορνεία· ὁ Γάμος μέσος· ἡ πορνεία κάτω· ἡ Παρθενία ἄνω· Παρθενία στέφανον ἔχει· ὁ Γάμος ἔπενον σύμμετρον· πορνεία κόλασιν καὶ τιμωρίαν. Μὴ θέλε ὑπὲρ τὸ μέτρον ἀναβῆναι, ἵνα μὴ ὑπὲρ τὸ μέτρον καταβῇς.
Πάντως ἀγαπητέ, τᾶ τῆς αἰσθητῆς τραπέζης τὰ περιττά τε καὶ τὰ λείψανα τῶν βρωμάτων μετὰ μίαν καὶ ἄλλην ἡμέραν ἐὰν μείνωσι, διαφθείρεται καὶ ἀπόλλυται· ἀλλὰ τὰ τῆς Πνευματικῆς τὸ ἀνάπαλιν· ἅπερ ἐστὶ ἀντὶ βρωμάτων τὰ θεῖα νοήματα, αἱ Πνευματικαὶ συντεχνίαι καὶ χάριτες· ἐὰν γὰρ ἐνιαυτοὺς παραμείνῃ τὸ ἄνθος τὸ ἑαυτῶν καὶ τὴν εὐωδίαν ἀποδίδωσι· τοῦτο καὶ ἡμεῖς ἤδη πάσχωμεν, ἀφ᾿ οὗ ἐδέχθημεν τῶν ἀγαθῶν σου ῥημάτων καὶ διδασκαλιῶν καὶ πρὸς μνήμην παντοτεινὴν ὁδηγούμεθα καὶ τὰ νοήματα τῆς πνευματικῆς εὐωδίας περιφέροντες ἐν τῇ διανοίᾳ, εἰς ἀφθαρσίαν χειραγωγούμεθα· ἤνοιξας τὸ στόμα σου καὶ σοφίαν ἐλάλησε καὶ πολλὴν ἐρεῦξαν ἀρετὴν πάνυ ἡμᾶς εὔφρανας· ὥστε καὶ ἐν σοὶ πεπλήρωται τὸ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Ἐπὶ τὸν λιμένα τοῦ ἐλέους τῆς τηθινοῦ Ἐκκλησίας καταφεύγω· βοηθείας πορισμοῦ καὶ ἐπισκέψεως ἔνεκα· μὴ δέ μοι λέγεις ὅτι οὐκ ἔξεστί σοι τοῦτο δοθῆναι· οὐ δίκαιον· ἔλεος γὰρ ζητῶ καὶ οὐκ εὐθύνας· ὅπου δὲ ἔλεος, οὐκ ἔστιν ἐξέτασις· ὅπου ἔλεος δικαστήριον οὐ κάθηται· ὅπου ἔλεος, εὐθῦναι οὐκ ἀπαιτοῦνται· ὅπου ἔλεος, ἀνεξέταστος ἡ σωτηρία· ὅπου ἔλεος, συγχωρεῖται ἡ ἀπολογία· ἐλεηθῆναι μόνον ζητῶ παρὰ σοῦ, τίνος ἔνεκεν ἀπαιτεῖς με εὐθύνας, ἅπαξ κατὰ πρώτην προσβολήν, ἔλεος ἀντίληψιν καὶ βοήθειαν ζητῶ, ἀπεριέργαστον σωτηρίας· μή μοι τὴν τιμὴν ἀπαιτήσεις· οὐδὲ εἰς ἐλεημοσύνην πιπράσκει.
_ Ἡ ἁμαρτία τὴν παιδείαν ἐφέλκεται· ἡ δὲ παιδεία τὸν θηριώδη βίον ἐλέγχει· ὁ δὲ ἔλεγχος τοῦ βίου μεταβολὴν πραγματεύεται.
_ Τέθνηκας Νικόλαε καὶ ὀλολυγμὸν ἀφόρητον καὶ καπνὸν πεπυκνωμένον ἀφῆκας τὸν Μιχαήλ. Οὐδεμία οἰκονομία συγχωρεῖ κοινωνεῖν τοῖς ἀκοινωνήτοις. Τῆς μὲν θαλάσσης ἀγριουμένης ὑπὸ τοῦ κλύδωνος, καὶ τῆς καταιγίδος, τὴν ἀγριότητα αὐτῆς γαλήνη ἐκδέχεται· ἐφ᾿ ἡμῖν δὲ ὁ κλύδων τῆς ἀσεβείας σου καὶ τῆς ἀπανθρωπίας καὶ τῆς ὠμότητος, καθ᾿ ὥραν οἴμοι ἐπαύξει· καὶ τὸ ῥαγδαῖον τῆς πονηρίας σου, τέλος οὐκ ἔχει μισόχριστε· καὶ μήπου ὁ κατοικῶν ἐν Οὐρανοῖς, ἥκων ἤξει μετὰ ὀργῆς μὲν κατὰ σοῦ καὶ σὲ ὡς Θεὸς ἐκδικήσεων ἐκγελάσηται, ἡμᾶς δὲ ἐλεήσῃ καὶ παύσῃ τὰ μέγιστα καὶ ἄῤῥητα κακά σου.
«Ἔχεις με Χριστοῦ αἷμα σαρκός μου φέρον»
Εἰ φιλεῖς χρυσόν, οὐ φιλεῖς Χριστόν· εἰ δὲ Χριστὸν οὐ φιλεῖς, φιλεῖς δὲ χρυσόν, ὅρα τίνι σε ὁ τύραννος ἐξομοιοῦσθαι παρασκευάζει. Ἐκείνῳ τῷ μαθητῇ μέν, ἀλλ᾿ ἀπίστῳ φίλῳ ἀλλ᾿ ἐπιβούλῳ φανέντι, κακῶς εἰς τὸν κοινὸν Δεσπότην ἐμπαροινήσαντι, καὶ ἀθλίως ἐκπεσόντι πίστεως ἅμα καὶ τῆς πρὸς ἐκεῖνον ἀγάπης, καὶ εἰς βυθὸν ἐγκυβιστήσαντι ἀπογνώσεως· οὗ σὺ δεδιὼς τὸ ὑπόδειγμα φεῦγε χρυσόν, ἐμοὶ πειθόμενος, καὶ τὴν τούτου φιλίαν, ἵνα δυνηθῇς κερδῆσαι Χριστὸν ἐν τῷ φιλεῖν σε αὐτόν· εἰ δ᾿ οὖν, ἀλλ᾿ οἷδας τὸν τόπον τοῦ ἐκπεπτωκότος τὸν ἴδιον.
Τρεῖς οἷδεν ὁ λόγος καταστάσεις τοῦ βίου σαρκικήν, ψυχικήν, καὶ πνευματικήν. Τούτων ἑκάστη τὴν οἰκείαν ἔχει διάθεσιν τῆς ζωῆς διακεκριμένην πρὸς ἑαυτήν, καὶ τῶν ἄλλων ἀνόμοιον.
Ἡ σαρκικὴ τοῦ βίου κατάστασις ὅλη καθόλου, πρὸς ἡδονὰς καὶ ἀπολαύσεις τῆς παρούσης ζωῆς καταγίνεται· μηδέν, ἢ ἀπὸ τῆς ψυχικῆς καταστάσεως ἢ ἀπὸ τῆς πνευματικῆς πρὸς ἑαυτὴν ἔχουσα· ἢ κἂν ὅλως προσκτήσασθαι βουλομένη. Ἡ δὲ ψυχική, μεθόριός τις οὗσα κακίας καὶ ἀρετῆς, καὶ τὴν τοῦ σώματος ἐπιμέλειαν καὶ ῥῶσιν ὁρᾷ καὶ πρὸς τὸν ἔπαινον τῶν ἀνθρώπων· ἐπίσης τούς τε πόνους ἀποσειομένη τῆς ἀρετῆς, καὶ τὰς πράξεις φέρουσα τῆς σαρκός, μὴ προσκειμένη κακία ἢ ἀρετὴ διὰ τὰς ἐν αὐταῖς ἀντιθέτους αἰτίας· ἀρετῇ μὲν διὰ τὸ τραχὺ ταύτης ὁμοῦ καὶ ἐπίπονον· κακίᾳ δὲ διὰ τὸ μὴ προσαπολέσαι τοὺς τῶν ἀνθρώπων ἐπαίνους.
Ἡ δὲ πνευματικὴ τοῦ βίου κατάστασις, τούτων μὲν οὐδὲν ἔχειν αἱρεῖται, οὔτε πρὸς οὕτω κακὰ καταγίνεσθαι τὰ ἀμφότερα· ἀλλ᾿ ὅλη δι᾿ ὅλου ἐλεύθερός ἐστι ταύτης κᾀκείνης πτέρυξι περιηργυρωμέναις ἀγάπης καὶ ἀπαθείας ὑπεριπταμένη τῶν ἀμφοτέρων, μήτε πράττουσά τι τῶν ἀπηγορευμένων, καὶ τὴν ἀργίαν φεύγουσα τῶν καλῶν.
Ἐμάκρυνας φυγαδεύων, καὶ ἀφῆκας ἡμᾶς ὀρφανούς, ὥστε ἐκκαῆναι τῷ δίψει τῆς γλυκυτάτης σου θέας, καὶ τὴν ψυχὴν ἀναφλεχθῆναι τῷ πόθῳ τῆς ὄψεως· πότε ἆρά γε ἐμφανίσῃς ἑαυτὸν τοῖς ποθοῦσί σε; πότε ἆρά γε ὁ ποθούμενος τὸν ποθοῦντα καταλήψεται, καὶ τὸ ἐμὸν παραμυθήσεται δίψος; μὴ οὖν ἐπιλάθου τῆς μετανοίας σου, καὶ τῆς ἀγαθῆς κλίσεως· μὴ χρονίσῃς εἰς τὰ αὐτόθι, ἵνα μὴ προλάβῃ τῆς καλῆς ἐργασίας ὁ θάνατος· ἄδηλος γάρ ἐστιν ἡ τοῦ βίου ἔκβασις ἡμῶν· οὐ καιρὸν δεχομένη, οὐ χρόνῳ τεταμένη ὑφ᾿ ἡμῶν ἀλλ᾿ ἡνίκα δ᾿ ἂν κελεύσῃ ὁ δεδωκὼς πᾶσι πνοήν, τότε ἡ ψυχὴ ἀποπτάσα ἀπὸ τοῦ σώματος καταλιμνάνει αὐτὸ ἔρημον. Εἰδὼς τοίνυν, ἀδελφέ, τῆς ἐξόδου τὸ ἄδηλον, περιμένωμεν τὸν νυμφίον Χριστόν, πότε ἐπανέλθῃ ἀπὸ τῶν πνευματικῶν γάμων, καὶ κρούσαντος αὐτοῦ τὴν θύραν ἀνάψωμεν αὐτῷ τῶν ἀρετῶν τὰς λαμπάδας καὶ συνεισέλθωμεν τῷ νυμφίω· μήποτε καὶ ἡμεῖς μετὰ τῶν πέντε μωρῶν ἔξω εὑρεθῶμεν τοῦ ἀφθάρτου νυμφῶνος.
Πάλιν τῇ τῆς ἀγάπης σειρᾷ σφίγξωμεν ἑαυτοὺς καὶ τὸν ζυγὸν τῆς ὑπακοῆς τῆς ἐντολῆς τοῦ Κυρίου της, ἵν᾿ ἀγαπῶμεν ἀλλήλους βαστάσωμεν· καὶ εὐλόγησον ἡμᾶς, καὶ ἐν ταῖς θείαις σου εὐχαῖς παράθου καὶ ἡμᾶς τῷ Κυρίῳ καθάρσιον τὰς θεοπειθεῖς αὐτῆς εὐχὰς τῶν ἐν ἡμῖν πεπραγμένων κακῶν πορήσας παναγιώτατε Πάτερ καὶ Δέσποτα.
Μικρὸν καὶ λυθήσεται τῆς ζωῆς ἡμῶν ἡ πανήγυρις· αὔριον παρελεύσεται τοῦ βίου τὸ θέατρον· μὴ παραβλέψωμεν οὗν τὸν καιρὸν τῶν συναλλαγμάτων, καὶ τὴν ἐπίδειξιν τῶν ζητουμένων ἔργων προθεωρήσωμεν τὸν κίνδυνον τῆς ἐν κόσμῳ περιφορᾶς καὶ τοῦ παρόντος αἰῶνος· φροντίσωμεν τῆς φρικτῆς ἀπαντήσεως· σπεύσωμεν πρὸ τοῦ κλεισθῆναι τὰς θύρας, καὶ προαποθέσωμεν τὸ ἔλαιον τῆς μετανοίας· ἵνα οὕτω ἕξωμεν τὴν ἀσφάλειαν καὶ τὸ φῶς τῆς μετανοίας διαμένει ἄσβεστον μέχρι τῆς ἡμέρας ἐκείνης τῆς ἐπιφανοῦς τοῦ Κυρίου.
Πολλάς σοι ὁμολογοῦμεν τὰς χάριτας ὅτι τοῦ κλαυθμυρισμοῦ με κατέπαυσας, καὶ τὸ λογικὸν γάλα τοῦ λόγου τοῖς ἀπεδεχομένοις ἡμῖν καὶ τὴν θηλὴν τῆς σῆς σοφίας ἐχάλασας καὶ ἔθρεψας ἡμᾶς, τοὺς ἀπόρους καὶ πένητας τῷ λόγῳ καὶ τῇ ἀρετῇ καὶ τὸν πόθον σὺν τῷ καύσωνι ἔπαυσας.
Καθὼς ἐξ ἀρχῆς οὕτω καὶ εἰς τὸ ἑξῆς οἰκτείρησον καὶ ἐλέησον τοὺς πτωχοὺς καὶ ἀπόρους τούτους μοναχούς, ἵνα διὰ πολλῶν καὶ ποικίλων εὐχῶν τὴν ἐπωφελῆ καὶ πᾶσι χρήσιμόν σου ζωὴν ἄσειστον καὶ γαληνιῶσαν διατηρήσοι ὁ Κύριος.
_Τί ἐστι νέος; ὁ τὴν γνώμην ἄστατον κεκτημένος, καὶ ταῖς αὔραις τῆς νεότητος ῥιπιζόμενος· ἡ μὲν φύσις Πατέρα γνωρίζει τὸν πλάσαντα, ἡ δὲ προαίρεσις οὐ τιμᾷ τὸν ποιήσαντα.
Ὁ εἰδὼς τοὺς ἐκ βάθους καρδίας ἱκετεύοντας, ὁ βλέπων πλημμελοῦντας καὶ παραβλέπων ἁμαρτάνοντας, καὶ περιμένων αὐτῶν τὴν μετάνοιαν, συγχωρήσοι ὡς ἐζήτησας.
Προσαγόρευσις
Ἀπλήστως σὲ καταφιλῶ τὸν πάλαι καὶ νῦν μοι ποθούμενον, καὶ συμβουλεύω σοι, ἵνα δώσῃς
τὴν ἀγάπην τοῖς πλεῖστά σοι ἀδικήσασι, καὶ καταλλαγῇς τοῖς μετανοοῦσι πρὸς σέ, τὸν
εὐκατάλλακτον Θεὸν ἐκμιμούμενος. Ἀσπάζομαί σε μετὰ τοῦ πρέποντος σχήματος καὶ παρακαλῶ
ἵνα συγχωρήσεως τεύξομαι παρὰ τῆς σῆς ἀδελφότητος καὶ ἀνεξικάκου ψυχῆς, ἐν οἷς σοι
προσέκρουσα κατὰ περίστασιν ἀνθρώπινον· ἰδοὺ αὐτὸς ἐμαυτὸν ἀνακηρύττω, ἐμαυτὸν κατακρίνω,
κατ᾿ ἐμαυτοῦ ἀποφαίνομαι.
Πάνυ ὀδυνῶμαι καὶ ἱδρῶτι περιρρέομαι, ἔχων μὲν τὴν προαίρεσιν πολλὴν πρὸς μικρὰν ἀμοιβὴν τῶν πρὸς ἐμὲ δωρημάτων σου καὶ ἡπλωμένην, τὴν δύναμιν δὲ ὁρῶν ἀσθενῆ καὶ κωλυομένην ὑπὸ τῆς τῶν προσηκόντων ἐλλείψεως.
Πανταχοῦ ὁ Θεὸς οὐ τόποις προσέχων ἀλλὰ γνώμαις εὐσεβῶν, καὶ ἐν κώμῃ καὶ ἐν πόλει καὶ ἐν ὄρεσιν οἰκεῖ, πάντα ἐφορᾷ.
Ὥσπερ κεραμέως παρόντος, δυνατόν ἐστι τὸ διαπεσὸν σκεῦος πάλιν ἀναπλασθῆναι, ὁ ἐκ τῆς Παναγίας Παρθένου δι᾿ ἣν βουληθεὶς προελθῆναι εἰς τὸν κόσμον διὰ φιλανθρωπίαν ὡς ἄνθρωπος, καὶ ἐν τῇ παρθενικῇ νηδύϊ τὸ γένος τῶν ἀνθρώπων ἀνανεώσας καὶ συγκαταβατικῶς ἣν ἔπλασεν ἀναχωνεύσας εἰκόνα καὶ καινῇ πλάσει θελήσας θεραπεῦσαι τὴν ἀρχαίαν διάπλασιν.