Κύριλλος Λούκαρις
Σύντομος Ὁμολογία περὶ τῆς Ὀρθοδόξου Πίστεως

Κύριλλος Α´ ὁ Λούκαρις· Πατριάρχης Κωνσταντινουπόλεως (1620-38 μὲ διακοπές) ἀπὸ τὴν Κρήτη, λόγιος καὶ συγγραφέας μὲ ἔντονη ἐκκλησιαστικὴ δραστηριότητα

Κεφάλαια: 1 - 2 - 3 - 4 - 5 - 6 - 7 - 8 - 9 - 10 - 11 - 12 - 13 - 14 - 15 - 16 - 17 - 18. Ἐρωτήσεις: 1 - 2 - 3 - 4


Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.

Κύριλλος Πατριάρχης Κωνσταντινουπόλεως, τοῖς ἐρωτῶσι καὶ πυνθανομένοις περὶ τῆς πίστεως καὶ θρησκείας τῆς τῶν Γραικῶν, ἤτοι τῆς Ἀνατολικῆς Ἐκκλησίας, πῶς δηλονότι περὶ τῆς Ὀρθοδόξου πίστεως φρονεῖ, ἐν ὀνόματι κοινῶς τῶν Χριστιανῶν ἁπάντων ἐκδίδωσι σύντομον ὁμολογίαν ταύτην εἰς μαρτυρίαν πρός τε Θεοῦ πρός τε ἀνθρώπων, εἰλικρινεῖ συνειδήσει, οὐδεμιᾶς ἄνευ προσποιήσεως.

Κεφ. 1

Πιστεύομεν ἕνα Θεὸν ἀληθῆ, παντοκράτορα καὶ ἀόριστον, τρισυπόστατον, Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Πατέρα ἀγέννητον· Υἱὸν γεννητὸν ἐκ τοῦ Πατρὸς πρὸ Αἰώνων, ὁμοούσιον Αὐτῷ· Πνεῦμα Ἅγιον ἐκ τοῦ Πατρὸς δι᾿ Υἱοῦ προερχόμενον, Πατρὶ καὶ Υἱῷ ὁμοούσιον. Ταύτας τὰς τρεῖς ὑποστάσεις ἐν μιᾷ οὐσίᾳ παναγίαν Τριάδα προσαγορεύομεν, ὑπὸ πάσης κτίσεως ἀεὶ εὐλογουμένην, δοξαζομένην καὶ προσκυνουμένην.

Κεφ. 2

Πιστεύομεν τὴν ἱερὰν Γραφὴν εἶναι θεοδίδακτον, ἧς τὸ Πνεῦμα τὸ Ἅγιον δημιουργός ἐστι, καὶ οὐκ ἄλλος. Ταύτῃ ἀδιστάκτως πιστεύειν ὀφείλομεν, ὅτι γέγραπται, Ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ὢ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρὼ τόπῳ. Εἶτα τὴν τῆς Ἱερᾶς Γραφῆς μαρτυρίαν πολλῷ μᾶλλον ἀνωτέραν εἶναι τῆς ἣν κέκτηται ἡ ἐκκλησία. Οὗ γάρ ἐστιν ἴσον ὑπὸ τοῦ Παναγίου Πνεύματος ἡμᾶς διδάσκεσθαι καὶ ὑπὸ ἀνθρώπου· τὸν γὰρ ἄνθρωπον ἐξ ἀγνοίας ἐνδεχόμενον ἁμαρτήσαι καὶ ἀπατήσαι καὶ ἀπατηθῆναι. Ἡ δὲ Θεία Γραφὴ οὔτε ἀπατᾷ οὔτε ἀπατᾶται, οὐδ᾿ ὑπόκειται ἁμαρτήματι, ἀλλ᾿ ἐστὶν ἀδιάπτωτος καὶ ἀένναον τὸ κῦρος ἔχουσα.

Κεφ. 3

Πιστεύομεν τὸν ἄκρως ἀγαθὸν Θεὸν πρὸ καταβολῆς κόσμου οὖς ἐξελέξατο εἰς δόξαν προορίσαι, μηδαμῶς εἰς τὰ ἔργα ἀποβλέποντα αὐτῶν, οὔτε μὴν ἔχοντα ἑτέραν αἰτίαν εἰς τὴν ἐκλογὴν ταύτην κατεπείγουσαν, εἰμὴ τὴν εὐδοκίαν, τὸ Θεῖον ἔλεος. Ὡσαύτως πρὸ τοῦ τὸν αἰῶνα γενέσθαι ἀποβεβληκέναι, οὖς ἀποβέβληκε, τῆς δὲ ἀποβολῆς ταύτης, εἰ τὶς ἐπίδη ἐπὶ τὴν ἀπολελυμένην τοῦ Θεοῦ αὐθεντείαν καὶ κυριότητα, εὑρήσει ἀναμφιβόλως αἰτίαν εἶναι τὴν Θείαν θέλησιν· εἰ δέ τις αὖθις εἰς τοὺς τῆς εὐταξίας νόμους τε καὶ κανόνας στραφείη, ἧς ἡ ἄνω πρόνοια εἰς τὴν τῆς οἰκουμένης κέχρηται κυβέρνησιν, αἰτίαν τὴν δικαιοσύνην κατανοήσει· οἰκτιρμῶν γάρ ἐστιν ὁ Θεός, ἀλλὰ καὶ δίκαιος.

Κεφ. 4

Πιστεύομεν τὸν τρισυπόστατον Θεόν, τὸν Πατέρα, τὸν Υἱὸν καὶ τὸ Ἁγιο Πνεῦμα, ποιητὴν εἶναι τῶν ὁρατῶν καὶ ἀοράτων κτισμάτων. Καὶ ἀόρατα μὲν τὰς ἀγγελικὰς δυνάμεις, ὁρατὰ δὲ τὸν οὐρανὸν καὶ τὰ ὑπ᾿ οὐρανὸν λέγομεν. Ὅτι δὲ φύσει ἀγαθὸς ὁ Ποιητής, ἐποίησε καλὰ πάντα ὅσα ἐποίησεν, οὐδὲ δύναταί ποτε κακοῦ ποιητὴς εἶναι· εἰ δέ τι κακόν ἐστιν ἐν τῇ φύσει, ἐκεῖνο ἢ τοῦ διαβόλου ἢ τοῦ ἀνθρώπου εἶναι. Κανὼν γάρ ἐστιν ἀληθὴς καὶ ἀδιάπτωτος, κακοῦ τὸν Θεὸν μηδαμῶς εἶναι δημιουργόν, μήτε μὴν δικαίῳ λόγῳ τοῦ Θεοῦ καταψηφίζεσθαί τινα.

Κεφ. 5

Πιστεύομεν τὰ πάντα ὑπὸ τῆς τοῦ Θεοῦ κυβερνᾶσθαι προνοίας, ἥντινα ἐκθειάζειν, ἀλλ᾿ οὐκ ἐξετάζειν ὀφείλομεν, ὑπὲρ τὴν ἡμετέραν οὖσαν κατάληψιν, μὴ δυνάμενοι ἀφ᾿ ἑαυτῶν ἀκριβῶς εἰς κατάληψιν τῶν ἐκείνης λόγων ἀφικέσθαι. Διὸ περὶ τούτου ἀποφαινόμεθα ἐν ταπεινώσει μᾶλλον δεῖν ἡμᾶς σιωπὴν ἄγειν, ἢ μηδαμῶς οἰκοδομοῦντας περιττολογεῖν.

Κεφ. 6

Πιστεύομεν τὸν πρῶτον ἄνθρωπο κτισθέντα παρὰ Θεοῦ ἐν Παραδείσῳ πεπτωκέναι, ὅτε παριδὼν τὴν Θείαν ἐντολήν, τῇ τοῦ ὄφεως ἀπατηλῇ συμβουλῇ ἐπειθάρχησε. Κἀντεῦθεν ἀναβλύσαι τὴν προπατορικὴν ἁμαρτίαν τῇ διαδοχῇ· ὥστε μηδένα κατὰ σάρκα γεννᾶσθαι, ὃς τὸ φορτίον οὐκ ἐπιφέρει τοῦτο καὶ τοὺς καρποὺς αὐτῆς οὐκ αἰσθάνεται ἐν τῷ νῦν αἰῶνι.

Κεφ. 7

Πιστεύομεν τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, κένωσιν ὑποστῆναι, τοῦτ᾿ ἐστίν, ἐν τῇ ἰδίᾳ ὑποστάσει τὴν ἀνθρωπίνην σάρκα προσειληφέναι, ἐκ Πνεύματος Ἁγίου ἐν τῇ γαστρὶ τῆς Ἀειπαρθένου Μαρίας συλληφθέντα καὶ ἐνανθρωπήσαντα· γεννηθέντα, παθόντα, ταφέντα καὶ ἀναστάντα ἐν δόξῃ· σωτηρίαν πᾶσαν τοῖς πιστοῖς καὶ δόξαν προξενήσαι· ὃν καὶ προσδοκῶμεν ἐλευσόμενον κρίναι ζῶντας καὶ νεκρούς.

Κεφ. 8

Πιστεύομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν δεξιᾷ τοῦ Πατρὸς καθεζόμενον, ἐκεῖ μεσίτην εἶναι καὶ ὑπὲρ ἡμῶν ἐντυγχάνειν, μόνον ἔργον πράτοντα ἀληθινοῦ καὶ γνησίου ἀρχιερέως καὶ μεσίτου, ὅθεν καὶ μόνος κήδεται τῶν ἰδίων καὶ προΐσταται τῆς ἐκκλησίας, αὐτὴν τῇ τῶν εὐλογιῶν ποικιλότητι καὶ κοσμῶν καὶ πλουσιωτέραν ἀποδεικνυόμενος.

Κεφ. 9

Πιστεύομεν μηδένα σῴζεσθαι ἄνευ πίστεως. Πίστιν δὲ λέγομεν τὴν ἐν Χριστῷ Ἰησοῦ δικαιούσαν, ἣν ἥ τε ζωὴ καὶ ὁ θάνατος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἡμῖν ἔτεκε καὶ τὸ Εὐαγγέλιον κηρύττει, καὶ ἧς ἄνευ τῷ Θεῷ εὐαρεστῆσαι ἀδύνατον.

Κεφ. 10

Πιστεύομεν τὴν λεγομένην καθολικὴν ἐκκλησίαν τοὺς ἐν Χριστῷ πιστοὺς καθόλου περιέχειν, εἴτε κεκοιμημένους καὶ εἰς τὴν πατρίδα ἀποκαταστάντας, εἴτε καὶ νῦν ἐν τῇ ὁδῷ παρεπιδήμους, ἧς τινος ἐκκλησίας διά τι θνητὸς ἄνθρωπος κεφαλὴ οὐδοπωσοῦν εἶναι δυναταί, αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μόνος κεφαλή ἐστιν, καὶ αὐτὸς τοὺς οἴακας ἔχων ἐν τῇ τῆς Ἐκκλησίας κυβερνήσει πηδαλιουχεῖ, διατὶ δ᾿ ὅμως ἐν τῇ παροικίᾳ αἱ κατὰ μέρος ἐκκλησίαι ὁρᾶται εἰσὶ καὶ κατὰ τάξιν ἑκάστη ἔχει τὸν προϊστάμενον, αὐτὸν μὴ καλεῖσθαι κυρίως κεφαλὴν τῆς μερικῆς ἐκείνης ἐκκλησίας, ἀλλ᾿ ἐν καταχρήσει, ὅτι ἐν αὐτῇ μέλος ἐστὶ προηγούμενον.

Κεφ. 11

Πιστεύομεν τὰ μέλη τῆς καθολικῆς Ἐκκλησίας εἶναι τοὺς ἁγίους, τοὺς εἰς τὴν αἰώνιον ζωὴν ἐκλελεγμένους, ὧν τοῦ κλήρου καὶ τῆς μετοχῆς ἀποκλείεσθαι τοὺς ὑποκριτάς· εἰ καὶ καταλαμβάνομεν καὶ ὁρῶμεν ἐν ταῖς μερικαῖς ἐκκλησίαις τὸν σῖτον τοῖς ἀχύροις συναναμιγνύμενον.

Κεφ. 12

Πιστεύομεν ἐν τῇ παροικίᾳ ὑπὸ τοῦ Παναγίου Πνεύματος ἁγιάζεσθαι καὶ διδάσκεσθαι τὴν Ἐκκλησίαν. Αὐτὸ γάρ ἐστιν ὁ ἀληθὴς Παράκλητος, ὃν πέμπει παρὰ τοῦ Πατρὸς ὁ Χριστὸς διδάξαι τὴν ἀλήθειαν καὶ τὸ σκότος ἀπὸ τῆς τῶν πιστῶν διανοίας ἀπελάσαι. Ἀληθὲς γὰρ καὶ βέβαιόν ἐστιν, ἐν τῇ ὁδῷ δύνασθαι ἁμαρτάνειν τὴν Ἐκκλησίαν καὶ ἀντὶ τῆς ἀληθείας τὸ ψεῦδος ἐκλέγεσθαι, τῆς πλάνης δὲ ταύτης καὶ τῆς ἀπάτης μόνου τοῦ Παναγίου Πνεύματος ἡ διδαχὴ καὶ τὸ φῶς ἡμᾶς ἀπαλλάττει καὶ οὐκ ἀνθρώπου θνητοῦ· εἰ καὶ δυνατὸν τοῦτο ἐνεργεῖσθαι δι᾿ ὑπηρεσίας τῶν πιστῶς διακονούντων τῇ Ἐκκλησίᾳ.

Κεφ. 13

Πιστεύομεν πίστει δικαιοῦσθαι τὸν ἄνθρωπον, οὐκ ἐξ ἔργων. Πίστιν δ᾿ ὅταν λέγωμεν, τὸ πίστεως νοοῦμεν ἀναφορικόν, ὅπερ ἐστὶν ἡ δικαιοσύνη τοῦ Χριστοῦ, ἧς ἡ πίστις, χειρὸς ἔργον πληροῦσα, δραξαμένη αὐτήν, ἡμῖν εἰς σωτηρίαν προσοικειοί, ὅπερ ἐπὶ συστάσει καὶ οὐκ ἐπὶ ζημίᾳ τῶν ἔργων ἀποφαινόμεθα· ἐπεὶ καὶ τὰ ἔργα μὴ δεῖν ἀμελεῖσθαι, ὡς μέσα ὄντα ἀναγκαῖα ἐπὶ μαρτυρίᾳ τῆς πίστεως, πρὸς βεβαίωσιν τῆς ἡμῶν κλήσεως, διδάσκει ἡμᾶς αὐτὴ ἡ ἀλήθεια. Ἅμα δὲ ἐξ ἑαυτῶν μηδαμῶς ἀρκετὰ εἶναι ἐν τῷ τοῦ Χριστοῦ βήματι παρρησιάσαι καὶ ἐπάξιον αἰτήσασθαι τὴν ἀντιμισθίαν καὶ σῶσαι τὸν κτησάμενον· τοῦθ᾿ οὕτως ἔχειν μαρτυρεῖ ἡ ἀνθρωπίνη ἀσθένεια· ἡ δὲ τοῦ Χριστοῦ δικαιοσύνη, τοῖς μετανοοῦσι προσαχθεῖσα καὶ προσωκειωθεῖσα, μόνη δικαιοῖ καὶ σῴζει τὸν πιστόν.

Κεφ. 14

Πιστεύομεν ἐν τοῖς οὐκ ἀναγεννηθεῖσι τὸ αὐτεξούσιον νεκρὸν εἶναι, μηδαμῶς ἐκείνων ἰσχυόντων ποιήσαι τὸ ἀγαθόν, καὶ ὅ,τι ποιήσαιεν ἁμαρτίαν εἶναι· ἐν δὲ τοῖς ἀναγεννηθεῖσι διὰ τῆς τοῦ Παναγίου Πνεύματος χάριτος ζωογονεῖσθαι, τὸ αὐτεξούσιον· καὶ ἐνεργεῖν μέν, οὐκ ἄνευ βοηθείας δὲ τῆς χάριτος. Ὁ ἄνθρωπος τοιγαροῦν ἀναγεννηθείς, ἵνα ποιεῖ τὸ ἀγαθόν, ἀνάγκη προηγεῖσθαι καὶ προφθάνειν τὴν χάριν, ἧς ἄνευ τραυματίας ἐστὶ καὶ τοσαύτας ἔχει πληγάς, ὅσας παρὰ τῶν λῃστῶν λαβὼν ὁ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβαίνων, ὥστε μηδὲν ἐξ ἑαυτοῦ ἢ δύνασθαι ἢ ἐργάζεσθαι.

Κεφ. 15

Πιστεύομεν τὰ εὐαγγελικὰ μυστήρια ἐν τῇ ἐκκλησίᾳ εἶναι ἅπερ ὁ Κύριος παρέδωκεν ἐν τῷ Εὐαγγελίῳ, κἀκεῖνα δύο εἶναι, τοσαῦτα γὰρ ἡμῖν παρεδόθη καὶ ὁ νομοθετήσας οὐ πλείω παρέδωκε. Ταῦτα δὲ συνίστασθαι ἐκ ῥήματος καὶ στοιχείου, εἶναι δὲ σφραγῖδας τῶν τοῦ Θεοῦ ἐπαγγελιῶν καὶ χάριτος πρόξενα, κατέχομεν ἀσφαλῶς.

Ἵνα δὲ τέλειον ᾖ τὸ μυστήριον καὶ ὁλόκληρον, δέον συντρέχειν τήν τε χοϊκὴν ὕλην καὶ τὴν ἐξωτέραν πρᾶξιν μετὰ τῆς τοῦ χοϊκοῦ πράγματος ἐκείνου χρήσεως, τῆς νομοθετηθείσης παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡνωμένης μετὰ πίστεως εἰλικρινοῦς· ὅτι ἠλαττωμένης τῆς πίστεως τοῖς μεταλαμβάνουσιν ἡ ὁλοκληρία τοῦ μυστηρίου οὗ σῴζεται.

Κεφ. 16

Πιστεύομεν τὸ βάπτισμα εἶναι μυστήριον παρὰ τοῦ Κυρίου νενομοθετημένον, ὅπερ εἰ μή τις λαβῃ οὐ κοινωνίαν ἔχει μετὰ τοῦ Χριστοῦ, οὗτινος ἐκ τοῦ θανάτου, τῆς ταφῆς καὶ τῆς ἐνδόξου ἀναστάσεως ἀναβλύζει πᾶσα ἡ δύναμις καὶ ἡ ἐνέργεια τοῦ βαπτίσματος. Διὸ τοῖς οὕτω βαπτισθείσιν, ὡς ἐντέταλται ἐν τῷ Εὐαγγελίῳ, οὐκ ἀμφιβάλλομεν ἀφεῖσθαι τὰς ἁμαρτίας, τήν τε προπατορικὴν καὶ ὅσας ἄλλας ἦν πεπραχὼς ὁ βαπτισθείς· ὥστε τοὺς λελουμένους ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος ἀναγεγεννημένους εἷναι, κεκαθαρμένους καὶ δεδικαιωμένους. Περὶ δὲ τοῦ ἐκ δευτέρου βαπτίζεσθαί τινα ἐντολὴν οὐκ ἔχομεν ἀναδιπλάζεσθαι τὸ βάπτισμα. Διὰ τοῦτο ἀπέχειν ὀφείλομεν ἀπὸ τοῦ τοιούτου ἀτοπήματος.

Κεφ. 17

Πιστεύομεν τὸ ἕτερον μυστήριον, τὸ παρὰ τοῦ Κυρίου νενομοθετημένον, ἐκεῖνο εἶναι ὅπερ εὐχαριστίαν λέγομεν. Τῇ νυκτὶ γάρ, ἢ παρεδίδου ἑαυτὸν ὁ Κύριος, λαβὼν ἄρτον καὶ εὐλόγησας ἔλεγε τοῖς ἀποστόλοις, Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν τὸ ποτήριον εὐχαριστίας ἔλεγε, Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον, τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Καὶ προστίθησιν ὁ Παῦλος, ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τὸν Κυρίου καταγγέλετε. Αὕτη ἐστὶν ἡ ἁπλῶς ἀληθὴς καὶ γνησία τοῦ θαυμαστοῦ μυστηρίου παράδοσις, οὗτινος ἐν τῇ ἐγχειρίσει καὶ διακονία τὴν ἀληθῆ καὶ βεβαίαν παρουσίαν τοῦ Χριστοῦ ὁμολογοῦμεν καὶ πιστεύομεν· πλὴν ἢν ἡ πίστις ἡμῖν παρίστησι καὶ προσφέρει, οὐχ ἢν ἡ ἐφευρεθεῖσα εἴκῃ διδάσκει μετουσίωσις. Πιστεύομεν γὰρ τοὺς πιστοὺς μεταλαμβάνοντας ἐν τῷ δείπνῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐσθίειν, οὐκ αἰσθητῶς τοῖς ὀδοῦσι τρύχοντας καὶ ἀναλύοντας τὴν μετάληψιν, ἀλλὰ τῇ τῆς ψυχῆς αἰσθήσει κοινωνοῦντας· τὸ γὰρ σῶμα τοῦ Κυρίου οὔκ ἐστιν ὅπερ ἐν τῷ μυστηρίῳ τοῖς ὀφθαλμοῖς ὁρᾶταί τι καὶ λαμβάνεται, ἀλλ᾿ ὅπερ πνευματικῶς ἡ πίστις λαβοῦσα ἡμῖν παριστάνει τε καὶ χαρίζεται. Ὅθεν ἀληθές ἐστιν ἐσθίειν ἡμᾶς καὶ μετέχειν καὶ κοινωνοὺς εἶναι, ἐὰν πιστεύομεν· ἐάν οὐ πιστεύοιμεν, παντὸς ἡμᾶς τοῦ μυστηρίου ἀφίστασθαι· ἀκολούθως τὸ ποτήριον πίνειν ἐν τῷ μυστηρίῳ εἶναι τὸ αἷμα πίνειν ἀληθῶς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃν τρόπον καὶ περὶ τοῦ σώματος εἴρηται. Ὁ γὰρ νομοθέτης ὡς περὶ τοῦ σώματος τοῦ ἰδίου, οὕτω καὶ περὶ τοῦ ἰδίου αἵματος ἐνετείλατο, ἣν ἐντολὴν οὐ δεῖ κατὰ τὸ δοκοῦν ἑκάστῳ κολοβοῦσθαι, ἀλλὰ σώαν τηρεῖσθαι τὴν νομοθετηθεῖσαν παράδοσιν. Ὅταν οὖν ἀξίως μεθέξωμεν καὶ ὁλοκλήρως κοινωνήσωμεν ἐν τῷ μυστηρίῳ τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἶναι ἡμᾶς ἤδη ὁμολογοῦμεν διηλλαγμένους τῇ κεφαλῇ ἡμῶν καὶ ἡνωμένους καὶ συσσώμους μετὰ βεβαίας ἐλπίδος καὶ συγκληρονόμους ἔσεσθαι ἐν τῇ βασιλείᾳ.

Κεφ. 18

Πιστεύομεν τὰς τῶν κεκοιμημένων ψυχὰς εἶναι ἢ ἐν μακαριότητι ἢ ἐν κατακρίσει, καθότι ἕκαστος ἔπραξεν. Ἐκδημοῦντας γὰρ ἀπὸ τῶν σωμάτων παραυτίκα ἢ πρὸς Χριστὸν ἢ πρὸς κατάκρισιν ἐκδημείν. Οἷος γάρ τις εὑρίσκεται ἀποθνῄσκων, παρόμοιον ἀπολαμβάνει τὸ τάλαντον, μὴ οὔσης μετὰ θάνατον μετανοίας. Καιρὸς γὰρ χάριτος ὁ πάρων αἰῶν· διὰ τοῦτο οἱ ἐνταῦθα δεδικαιωμένοι οὐδαμῶς μετὰ ταῦτα ὑποκείσονται κατακρίσει· ὅσοι δὲ πάλιν οὐκ ἐδικαιώθησαν κοιμηθέντες, εἰς αἰώνιον ἀποκληροῦνται κατάκρισιν· ἐξ οὗ δῆλον τὸν περὶ καθαρτηρίου μῦθον μὴ δεῖν ἡμᾶς προσίεσθαι, ἀλλ᾿ ἐν ἀληθείᾳ ἀποφαίνεσθαι δεῖν ἕκαστον ἐν τῷ νῦν μετανοεῖν καὶ ἄφεσιν ἁμαρτιῶν διὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἐξαιτεῖν, εἰ σωθῆναι θελήσεις. Καὶ ταῦτα μὲν οὕτω.

Τὴν σύντομον ταύτην ὁμολογίαν ἡμῶν εἰς σημεῖον ἔσεσθαι ἀντιλεγόμενον τεκμαιρόμεθα, οἷς ἐραστὸν ἀδίκως ἡμᾶς διασύρειν καὶ τῶν ἡμετέρων καταψηφίζεσθαι.

Ἀλλ᾿ ἡμεῖς θαρροῦντες εἰς τὸν Κύριον βεβαιούμεθα ὅτι οὐ παρόψεται τοὺς ἰδίους, οὐδ᾿ αὐτοὺς ἐγκαταλείψει, οὔτε πάντως ἀφήσει τὴν ῥάβδον τῶν πονηρευομένων ἐπὶ τὸν κλῆρον τῶν δικαίων.

Τὴν ἄνωθι ὁμολογίαν Λατινιστὶ πρῶτον συγγράψαντες, τό γε νῦν εἰς τὴν ἡμετέραν φράσιν μετεγλωττίσαμεν κατὰ λέξιν, ὡς κεῖται ἐν τῷ λατινικῷ πρωτοτύπω, ἐν ᾧ συντομὴ χρησάμενοι οὐκ εὐρύχωρον τὴν πραγματείαν παρεστήσαμεν, ὡς ὁ καιρὸς ἐν χρείᾳ ἴσως ἀπῄτει. Ἀλλὰ ταῦτα μὲν τεταμιεύσθω· μετ᾿ οὗ πολὺ γὰρ σὺν Θεῷ φροντίσωμεν, ἵνα ἕκαστος γνῷ ὅτι ἡ πίστις ἡμῶν ἐκείνη ἐστίν, ἣν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρέδωκε καὶ οἱ Ἀπόστολοι ἐκήρυξαν καὶ ἐδίδαξεν ἡ Ὀρθοδοξία. Διά τι δὲ τό γε νῦν τινες Ὀρθόδοξοι ἠρώτησαν ἡμᾶς ὡς φρονοῦμεν περὶ μερικῶν ἄρθρων καὶ ᾐτήσαντο ἐκδοῦναι ἡμᾶς τὴν ἡμετέραν γνώμην· διὰ τοῦτο τοῦθ᾿ ὅπερ ἕπεται τοῖς ἀνωτέροις προυτιθέμεθα, ὡς ὁρᾶτε.


Ἐρώτησις 1η

Εἰ δεῖ τὴν Ἱερὰν Γραφὴν κοινῶς παρὰ πάντων τῶν Χριστιανῶν ἀναγινώσκεσθαι;

Ἀπόκρισις

Ὀφείλουσιν οἱ πιστοὶ πάντες Χριστιανοὶ τὰ τῆς Ἱερᾶς Γραφῆς, εἰ μὴ πάντα, ἀλλὰ γοῦν τὰ ἀναγκαία οὐκ ἀγνοεῖν καὶ πιστεύειν καὶ ὁμολογεῖν καὶ ἀπαγγέλεσθαι τὰ ἐν αὐτῇ· οὐδὲ γὰρ ἄλλοθεν ἢ παρὰ τῆς Ἱερᾶς Γραφῆς μανθάνομεν, ἢ αὐτὴν ἀναγινώσκοντες ἢ τὰ ἐν αὐτῇ παρὰ πιστῶν ἀνθρώπων ἀπαρερμηνεύτως ἀκούοντες. Ὡς γὰρ τὸ ἀκούειν τὰ τῆς Ἱερᾶς Γραφῆς οὐδενὶ τῶν Χριστιανῶν ἀπηγορεύται, οὕτως οὐδὲ τὸ ἀναγινώσκειν. Ἐγγὺς γὰρ αὐτῶν ἐστι τὸ ῥῆμα καὶ ἐν τῷ στόματι καὶ τῇ καρδίᾳ. Διὰ τοῦτο ὁ πιστὸς Χριστιανὸς ἐν ὁποίᾳ οὖν τάξει ἀδικηθείη προφανῶς, ὑστερούμενος καὶ κωλυόμενος ἢ τῆς ἀκροάσεως τῆς Ἱερᾶς Γραφῆς ἢ τῆς ἀναγνώσεως. Ἴσον γάρ ἐστιν ὑστερεῖν καὶ ἅπτεσθαι κωλύειν τροφῆς πνευματικῆς τὴν πεινῶσαν ψυχήν.

Ἐρώτησις 2η

Εἰ σαφής ἐστιν ἡ Γραφὴ τοῖς ἀναγινώσκουσι Χριστιανοῖς;

Ἀπόκρισις

Τὴν Ἱερὰν Γραφὴν ἱκανὰς μὲν ἔχειν πολλαχοῦ τὰς δυσκολίας καὶ ἐν τῷ γράμματι καὶ ἐν ταῖς λέξεσι, βέβαιόν ἐστι· τὰ δ᾿ ἐν αὐτῇ τῆς πίστεως δόγματα λαμπρὰ καὶ σαφῆ τοῖς ἀναγεννηθεῖσι καὶ φωτισθεῖσιν ὑπὸ τοῦ Ἁγίου Πνεύματος. Ἐξ οὗ δῆλον τὸν ἀναγινώσκοντα δύνασθαι μὲν πολλάκις εἰς δυσκολίαν ἥντινα οὖν ἐμπεσεῖν, ἀλλὰ τῇ τοῦ Παναγίου Πνεύματος χάριτι φωτισθέντα παρ᾿ αὐτῆς τῆς Γραφῆς ἀναλόγως τὰς λέξεις καὶ τὸ γράμμα συγκρούοντα τήν τε λύσιν ἀναλαμβάνειν καὶ σὺν αὐτῇ ὀρθὴν τὴν διάνοιαν· διο ὡς λύχνος καὶ φῶς ἡ Γραφή, φωτίζουσα τὴν διάνοιαν τῶν πιστῶν καὶ ἀπελαύνουσα τὸ σκότος.

Ἐρώτησις 3η

Ἱερὰν Γραφὴν ποῖα βιβλία καλεῖς;

Ἀπόκρισις

Ἱερὰν Γραφὴν πάντα τὰ κανονικὰ βιβλία λέγομεν, ἅπερ ὡς κανόνα τῆς πίστεως ἡμῶν καὶ τῆς σωτηρίας παρελάβομεν καὶ κρατοῦμεν. Μάλισθ᾿ ὅτι θεόπνευστον ἡμῖν προβάλλουσι τὴν διδασκαλίαν καὶ αὐτάρκη κατηχῆσαι, φωτίσαι καὶ τελειῶσαι τὸν τῇ πίστει προσερχόμενον. Ταῦτα δὲ τὰ κανονικὰ βιβλία τοσαῦτα τὸν ἀριθμὸν εἶναι πιστεύομεν, ὅσα ἡ ἐν Λαοδικείᾳ σύνοδος ἀπεφήνατο καὶ ἡ τοῦ Χριστοῦ καθολικὴ καὶ ὀρθόδοξος Ἐκκλησία ὑπὸ τοῦ Παναγίου Πνεύματος φωτισθεῖσα μέχρι τοῦ παρόντος ὑπαγορεύει. Ἅπερ δὲ Ἀπόκρυφα λέγομεν, διὰ τοῦτο τὸ ἐπώνυμον οὕτως ἔχουσιν, ὅτι τὸ κῦρος παρὰ τοῦ Παναγίου Πνεύματος οὐκ ἔχουσιν ὡς τὰ κυρίως καὶ ἀναμφιβόλως κανονικὰ βιβλία, ἐν οἷς ἡ τοῦ Μωυσέως Πεντάτευχος καὶ τὰ Ἁγιόγραφα καὶ οἱ Προφῆται, ἅτινα ὥρισεν ἀναγινώσκεσθαι ἡ ἐν Λαοδικείᾳ σύνοδος, ἀπὸ τῆς Παλαιᾶς Διαθήκης βιβλία εἴκοσι δύο· ἀπὸ δὲ τῆς Νέας πλουτοῦμεν τοὺς τέσσαρας Εὐαγγελιστάς, τὰς Πράξεις, τὰς Ἐπιστολὰς μακαρίου Παύλου καὶ τὰς Καθολικάς, αἷς συνάπτομεν καὶ τὴν Ἀποκάλυψιν τοῦ ἠγαπημένου. Καὶ ταῦτα μὲν εἶναι τὰ κανονικὰ βιβλία, ἅπερ κρατοῦμεν, καὶ ταῦτα Ἱερὰν Γραφὴν λέγεσθαι ὁμολογοῦμεν.

Ἐρώτησις 4η

Περὶ τῶν εἰκόνων πῶς ὀφείλομεν φρονεῖν;

Ἀπόκρισις

Ὡς παρὰ τῆς θείας καὶ Ἱερὰς Γραφῆς διδασκόμεθα, λεγούσης τρανῶς, «οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω· οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσεις αὐτοῖς», ὀφειλόντων ἡμῶν οὐ τῇ κτίσει, ἀλλὰ μόνῳ τῷ Κτίστῃ καὶ Ποιητῇ τοῦ οὐρανοῦ καὶ τῆς γῆς λατρεύειν κἀκεῖνον μόνον προσκυνεῖν. Ἐξ οὗ δῆλον ὅτι τὴν ἱστορίαν, ἐπίσημον τέχνην οὖσαν, οὐκ ἀποβάλλομεν, ἀλλὰ καὶ εἰκόνας ἔχειν καὶ τοῦ Χριστοῦ καὶ τῶν ἁγίων τῶν βουλομένων παρέχομεν· τὴν δὲ λατρείαν καὶ θρησκείαν αὐτῶν, ὡς ἀπηγορευμένων παρὰ τοῦ Ἁγίου Πνεύματος ἐν τῇ Ἱερᾷ Γραφῇ ἐξουδενοῦμεν, ἵνα μὴ λάθωμεν ἀντὶ τοῦ Κτίστου καὶ Ποιητοῦ χρώματα καὶ τέχνην καὶ κτίσματα προσκυνεῖν. Καὶ τὸν ἄλλως φρονοῦντα ἄθλιον ἡγούμεθα, ὡς δεινὸν ἔχοντα σκότος ἐν ταῖς φρεσὶ καὶ πεπωρωμένην τὴν καρδίαν. Καὶ ἢν ἂν κρεῖσσον τοῦ Θεοῦ ἐντολὴ ὑποτάσσεσθαι ἢ ἀνθρώπων πείθεσθαι ματαιολογίαις. Ὅπερ ἐν φόβῳ Θεοῦ καὶ ἀγαθῇ συνειδήσει ἐκτιθέμεθα, εἰ καὶ στῆσαι τὴν φορὰν κρεῖσσον ἢ καθ᾿ ἡμᾶς εἶναι ὁμολογοῦμεν.

Οὕτω μὲν ἐγγράφως τοῖς ἐρωτήσασιν ἡμᾶς ἀποκρινάμενοι ἀπεπεράναμεν καὶ τὰς ἀποκρίσεις τῇ ἡμετέρᾳ ὁμολογίᾳ συνήψαμεν. Δώῃ δὲ ὁ Κύριος τοῖς πᾶσιν ἐν πᾶσιν ὀρθῶς φρονεῖν καὶ συνείδησιν εἰλικρινῆ.

Ἐδόθη ἐν Κωνσταντινουπόλει μηνὶ Ἰανουαρίῳ ͵αχλα´.

Κύριλλος, Πατριάρχης Κωνσταντινουπόλεως