μὲ νεοελληνικὴ ἀπόδοση
Ὁ Κανὼν τοῦ κυρίου Κοσμᾶ,
|
Ὁ Κανόνας τοῦ ἁγίου Κοσμᾶ τοῦ μελῳδοῦ,
|
ᾨδὴ α´. Ἦχος α´. Ὁ Εἱρμός. |
πρώτη ᾠδή |
Χριστὸς γεννᾶται· δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς· ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται. |
Ὁ Χριστὸς γεννιέται, δοξολογήσετε. Ο Χριστὸς ἀπὸ τὰ οὐράνια (ἔρχεται), προϋπαντῆστε τον. Ὁ Χριστὸς φάνηκε στὴ γῆ, ὑπερυψωθεῖτε. Ἂς τραγουδήσει στὸν Κύριο ὅλη ἡ γῆ[2], καὶ μὲ εὐφροσύνη ἀνυμνολογήσετε οἱ λαοί, διότι εἶναι δοξασμένος[3]. |
Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ᾿ εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἐπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός· ὅτι δεδόξασται. |
Ὅταν ὁ ἄνθρωπος, ποὺ δημιουργήθηκε κατ᾿ εἰκόνα Θεοῦ, ἐξέπεσε λόγῳ τῆς παραβάσεως, καὶ ὅλος ὑπῆρχε μέσα στὴ φθορά, στερούμενος τὴν καλύτερη θεία ζωή, ὁ σοφὸς δημιουργὸς πάλι τὸν ξαναδημιουργεῖ, διότι εἶναι δοξασμένος. |
Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσὶν ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται· τοῦτον δὲ ἐκ Παρθένου, θείας ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς· ὅτι δεδόξασται. |
Βλέποντας ὁ Κύριος ὅτι ὁ πλασμένος μὲ τὰ χέρια του ἄνθρωπος χάνεται, ἀφήνοντας τοὺς οὐρανοὺς κατέρχεται (στὴ γῆ) καὶ ἀπὸ τὴ θεία καὶ ἁγνὴ Παρθένο ἑνώνεται ἐξ ὁλοκλήρου καὶ κατ᾿ οὐσίαν μὲ αὐτόν, σαρκούμενος ἀληθῶς, γι᾿ αὐτὸ εἶναι δοξασμένος. |
Σοφία Λόγος καὶ Δύναμις, Υἱὸς ὢν τοῦ Πατρὸς καὶ ἀπαύγασμα. Χριστὸς ὁ Θεὸς δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς· ὅτι δεδόξασται. |
Ὁ Χριστὸς καὶ Θεός, ὡς σοφία, λόγος, δύναμη, ὄντας Υἱὸς τοῦ Πατρός, διαλανθάνοντας τὶς ὑπερκόσμιες καὶ ἐπίγειες δυνάμεις, ἐνανθρώπησε καὶ μᾶς ξαναέκανε δικούς του, γι᾿ αὐτὸ εἶναι δοξασμένος. |
ᾨδὴ γ´. Ὁ Εἱρμός. |
τρίτη ᾠδή |
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ᾿ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε. |
Ἂς φωνάξουμε στὸν Χριστὸ τὸν Θεό, τὸν Υἱὸ ποὺ γεννήθηκε ἀναλλοιώτως πρὸ τῶν αἰώνων ἀπὸ τὸν Πατέρα καὶ τελευταία σαρκώθηκε ἀπὸ τὴν Παρθένο χωρὶς σπορά: Ἅγιος εἶσαι Κύριε, ἐσὺ ποὺ ἐμεγάλυνες τὴν δύναμή μας[4]. |
Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν· Ὁ δι᾿ ἐμὲ κατ᾿ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε. |
Ὁ χοϊκὸς Ἀδάμ, ποὺ δέχθηκε τὴν ἄριστη ἔμπνευση τῆς θείας πνοῆς, καὶ γλύστρησε πρὸς τὴν φθορὰ ἐξαιτίας τῆς γυναικείας ἀπάτης, βλέποντας τὸν Χριστὸ (γεννημένο) ἀπὸ γυναίκα φωνάζει: Ἅγιος εἶσαι Κύριε, ἐσὺ ποὺ ἔγινες σὰν ἐμένα γιὰ χάρη μου. |
Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκὼς καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε. |
Χριστέ, ἐσὺ ποὺ ἔγινες σύμμορφος τῆς πήλινης καὶ εὐτελοῦς διαπλάσεώς (μας), καὶ διὰ τῆς μετοχῆς σου μετέδωσες στὴν ὑποδεέστερη σάρκα θεία φύτρα, μὲ τὸ ποὺ γεννήθηκες βροτὸς μένοντας Θεός, καὶ μεγάλυνες τὴ δύναμή μας, εἶσαι ἅγιος Κύριε. |
Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ᾿ ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν. |
Εὐφραίνου Βηθλεέμ, ἡ βασίλισσα τῶν Ἰουδαίων ἡγεμόνων, διότι ὁ ποιμένας τοῦ Ἰσραήλ, αὐτὸς ποὺ ἀναπαύεται στοὺς ὤμους των Χερουβίμ, ὁ Χριστός, ποὺ φανερὰ προῆλθε ἀπὸ ἐσένα, καὶ μᾶς ἐνδυνάμωσε, ἔγινε βασιλιὰς τῶν ὅλων.τ |
ᾨδὴ δ´. Ὁ Εἱρμός. |
τετάρτη ᾠδή |
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε. |
Ἀνεβλάστησες Χριστὲ ἐκ τῆς Παρθένου ὡς ἄνθος τοῦ δέντρου τοῦ Ἰεσσαί[5]· (προ)ἦλθες, ὁ ἄξιος αἰνέσεως, ἀπὸ βουνὸ κατάφυτο πυκνό[6], ὅταν σαρκώθηκες ἀπὸ τὴν Παρθένο, ἐσὺ ὁ ἄϋλος Θεός. Δόξα στὴ δύναμή σου, Κύριε[7]. |
Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε. |
Σύ, ποὺ παλιὰ προεῖπε ὁ Ἰακὼβ ὅτι θὰ γίνεις ἀποδεκτὸς ἀπὸ τὰ ἔθνη, Χριστὲ ἀπὸ τὴ φυλὴ τοῦ Ἰούδα ἀνέτειλες[8], καὶ ἦλθες νὰ διαγουμήσεις τὴ δύναμη τῆς Δαμασκοῦ καὶ τὰ λάφυρα τῆς Σαμαρείας[9], μετατρέποντας τὴν πλάνη σὲ θεάρεστη πίστη. Δόξα στὴ δύναμή σου, Κύριε. |
Τοῦ μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους· ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας. |
Ὅταν ἀνέτειλες Δέσποτα, ὡς ἀστὴρ ἐκ τοῦ Ἰακώβ, γέμισες μὲ χαρὰ τοὺς ἀστρονόμους (μάγους), τοὺς μυημένους στὰ λόγια τοῦ παλαιοῦ μάντη Βαλαάμ[10], ποὺ ἔγιναν ἀπαρχὴ τῶν ἐθνῶν καὶ κατὰ φυσικὸ λόγο δέχτηκες δῶρα ἀποδεκτὰ ποὺ σοῦ προσκόμισαν. |
Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι· Αἰθίοπες καὶ Θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων πάσης γῆς, κρατοῦντες προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε. |
Κατέβηκες Χριστὲ στὴν παρθενικὴ μήτρα σὰν σὲ (μαλακὸ) μαλλὶ καὶ σὰν (ἤρεμες) σταγόνες ποὺ στάζουν στὴ γῆ[11]. Οἱ Αἰθίοπες καὶ οἱ Θαρσεῖς καὶ οἱ (λαοὶ) τῶν Ἀράβων, τοῦ Σαβᾶ, τῆς Μηδείας, ἂν καὶ κραταιοὶ ἐπὶ γῆς[12], σὲ προσκύνησαν Σωτήρα. Δόξα στὴ δύναμή σου, Κύριε. |
ᾨδὴ ε´. Ὁ Εἱρμός. |
πέμπτη ᾠδή |
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε. |
Ὄντας Θεὸς εἰρήνης, Πατέρας οἰκτιρμῶν, μᾶς ἀπέστειλες τῆς μεγάλης βουλῆς σου τὸν ἄγγελο[13], ὁ ὁποῖος παρέχει εἰρήνη· γι᾿ αὐτὸ ἐπειδὴ στῆς θεογνωσίας τὸ φῶς ὁδηγηθήκαμε, ἤδη ἀπὸ τὸ βαθὺ χάραμα[14] σὲ δοξολογοῦμε φιλάνθρωπε. |
Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ· ὅλον τὸ καθ᾿ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκὸν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας. |
Ἀπογράφηκες, (Ἰησοῦ), ὡς ὑπήκοος, πειθαρχώντας στὸ διάταγμα τοῦ Καίσαρα, καὶ ἐμᾶς ποὺ εἴχαμε ὑποδουλωθεῖ στὸν ἐχθρὸ (διάβολο) καὶ τὴν ἁμαρτία, μᾶς ἐλευθέρωσες Χριστέ· μὲ τὴν πτώχευσή σου δέ, ἐμᾶς τοὺς χοϊκοὺς θεοποίησες καθ᾿ ὁλοκληρίαν, μὲ τὸ ποὺ ἑνώθηκες μαζί μας καὶ μᾶς ἔκανες κοινωνούς σου. |
Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι᾿ ἧς καταλλαγέντες, Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν. |
Ἰδοὺ ἡ Παρθένος, κατὰ τὴν παλαιὰ προφητεία[15], συνέλαβε καὶ γέννησε ἐνανθρωπήσαντα Θεόν, μένοντας παρθένος· μέσῳ αὐτῆς συμφιλιωθήκαμε οἱ ἁμαρτωλοὶ μὲ τὸν Θεό, γι᾿ αὐτὸ καὶ μὲ πίστη τὴν ἀνυμνοῦμε ὡς Θεοτόκο κατ᾿ ἐξοχὴν ὑπάρχουσαν. |
ᾨδὴ Ϛ´. Ὁ Εἱρμός. |
ἕκτη ᾠδή |
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε, φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον. |
Τὸ θαλάσσιο θηρίο ξέρασε ἀπὸ τὰ σπλάχνα του τὸν (προφήτη) Ἰωνᾶ σὰν ἔμβρυο, ὅπως τὸν εἶχε καταπιεῖ[16]. Τὴν δὲ Παρθένο, ἀφοῦ ἐνοίκησε σ᾿ αὐτὴν ὁ Λόγος καὶ ἐξ αὐτῆς ἔλαβε σάρκα, διαλανθάνοντας φύλαξε χωρὶς φθορά. Καὶ ἐπειδὴ ἀκριβῶς δὲν ὑπέστη ἀλλοίωση, αὐτὴν ποὺ κυοφόρησε (τὸν Λόγο) τὴν ἄφησε ἀδιάφθορη. |
Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ· τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ, τῶν ἀλόγων ἀνακλίνεται· ῥάκει, σπαργανοῦται λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων. |
Ὁ Χριστὸς Θεός μας, τὸν ὁποῖο πρὶν ἀπὸ τοὺς αἰῶνες γεννάει ὁ Πατήρ, σαρκώθηκε[17]. Καὶ αὐτὸς ποὺ ἐξουσιάζει τῶν ἀχράντων (πνευματικῶν) Δυνάμεων, ἀνακλίνεται στὴ φάτνη τῶν ἀλόγων καὶ σπαργανώνεται μὲ εὐτελῆ ροῦχα, λύνοντας πολύπλοκες σειρὲς παραπτώσεων[18]. |
Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος, ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται· τοῦ δὲ μέλλοντος οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται, τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος, ἰσχυρὸς Θεός ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως. |
Ὁ Υἱὸς γεννήθηκε ὡς νέο παιδίο ἀπὸ τὸ φύραμα (τὴ φύση) τοῦ Ἀδάμ, καὶ χαρίστηκε στοὺς πιστούς[19]. Καὶ εἶναι ὁ Πατὴρ καὶ ἄρχοντας τοῦ μέλλοντος αἰῶνος, καὶ ἀποκαλεῖται Ἄγγελος τῆς μεγάλης βουλῆς. Αὐτὸς εἶναι ἰσχυρὸς Θεός, καὶ ἐξουσιάζει διὰ τῆς δυνάμεώς του τὴν κτίση. |
ᾨδὴ ζ´. Ὁ Εἱρμός. |
ἑβδόμη ᾠδή |
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ᾿ ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. |
Οἱ (τρεῖς) Παῖδες, ἔχοντας ἀνατραφεῖ ἀπὸ κοινοῦ μὲ εὐσέβεια, ἀφοῦ καταφρόνησαν τὸ βλάσφημο πρόσταγμα, δὲν πτοήθηκαν ἀπὸ τὴν ἀπειλὴ τῆς φωτιᾶς. Ἀλλὰ ἱστάμενοι στὸ μέσο τῆς φλόγας, ἔψαλλαν: εὐλογημένος εἶσαι ὁ Θεὸς τῶν πατέρων μας[20]. |
Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς φωτοφανείας ἔτυχον· δὸξα Κυρίου γὰρ αὐτοὺς περιέλαμψε καὶ Ἄγγελος, Ἀνυμνήσατε βοῶν, ὅτι ἐτέχθη Χριστός· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. |
Οἱ ποιμένες, ἐνῶ ἀγραυλοῦσαν, δέχτηκαν τὴν ἔκπαγλη φωτοχυσία. Γιατί τοὺς περιέλ, οὐσε δόξα Κυρίου καὶ ἄγγελος (φανερώθηκε), χαλώντας τους νὰ ἀνομνήσουν, διότι γεννήθηκε ὁ Χριστός, ὁ Θεὸς τῶν πατέρων, ποὺ εἶναι εὐλογητός. |
Ἐξαίφνης σὺν τῷ λόγῳ τοῦ Ἀγγέλου, οὐρανῶν στρατεύματα, Δόξα ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, Χριστὸς ἔλαμψεν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. |
Καὶ ξαφνικά, μαζὶ μὲ τὸν χαιρετισμὸ τοῦ ἀγγέλου, πλῆθος οὐρανίων στρατευμάτων ἐκραύγαζαν: Δόξα στὸν ὕψιστο Θεό, εἰρήνη στὴ γῆ, χαρὰ ἀνάμεσα στοὺς ἀνθρώπους, διότι ἔλαμψε ὁ Χριστός. Εὐλογημένος εἶσαι ὁ Θεὸς τῶν Πατέρων μας. |
Ῥῆμα τί τοῦτο; εἶπον οἱ Ποιμένες· διελθόντες ἴδωμεν τὸ γεγονός, θεῖον Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ τεκούσῃ προσεκύνουν ἀναμέλποντες· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. |
Τί σημαίνει αὐτὸς ὁ λόγος; ἀναρωτήθηκαν οἱ ποιμένες. Ἂς πᾶμε νὰ δοῦμε τὸ γεγονός, τὸν θεῖο Χριστό. Καὶ φτάνοντας στὴ Βηθλεέμ, Τὸν προσκυνοῦσαν μαζὶ καὶ τὴν μητέρα, ἀνυμνώντας: Εὐλογημένος εἶσαι ὁ Θεὸς τῶν πατέρων μας. |
ᾨδὴ η´. Ὁ Εἱρμός. |
ᾠδή |
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. |
Φανέρωσε τὸν τύπο τοῦ ὑπερφυοῦς θαύματος (τῆς γεννήσεως τοῦ Χριστοῦ) τὸ καμίνι ποὺ δροσοβολοῦσε· διότι δὲν δέχτηκε νὰ κάψει (τοὺς) νέους, ὅπως δὲν ἔκαψε ἡ φωτιὰ τῆς θεότητας τὴ κοιλιὰ τῆς Παρθένου ὅταν εἰσῆλθε σ᾿ αὐτήν. Γι᾿ αὐτό, ἀνυμνώντας ἂς τραγουδήσουμε: Ἂς εὐλογεῖ ὅλη ἡ κτίση τὸν Κύριο καὶ ἂς τὸν ἀνυψώνει σὲ ὅλους τοὺς αἰῶνες[21]. |
Ἕλκει Βαβυλῶνος ἡ Θυγάτηρ παῖδας, δορυκτήτους Δαυῒδ ἐκ Σιών· ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ Δαυῒδ θεοδόχον Θυγατέρα λιτανεύσοντας· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. |
Σύρει ἡ θυγατέρα Βαβυλώνα ὡς αἰχμαλώτους πολέμου τὰ παιδιὰ τοῦ Δαβίδ ἀπὸ τὴν Σιών. Ἡ ἴδια (Βαβυλώνα) τώρα στέλνει μὲ δῶρα (δικά της) παιδιά, τοὺς μάγους, νὰ προσκυνήσουν τὴ θεοδόχο κόρη τοῦ Δαβίδ. Γι᾿ αὐτὸ ἀνυμνώντας ἂς τραγουδήσουμε: Ἂς εὐλογεῖ ὅλη ἡ κτίση τὸν Κύριο καὶ ἂς τὸν ἀνυψώνει σὲ ὅλους τοὺς αἰῶνες. |
Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς· οὐ γὰρ ᾖδον ἐν νόθοις οἱ παῖδες Σιών. Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. |
Ὁ πόνος σίγησε τὰ (μουσικὰ) ὄργανα τῶν ὕμνων· διότι δὲν τραγουδοῦσαν στὰ ξένα οἱ παῖδες τῆς Σιών[22]. Διαλύει ὅμως ὅλη τὴν πλάνη τῆς Βαβυλώνας καὶ τὴν ἁρμονία τῶν μουσικῶν της ὁ Χριστός, ποὺ ἀνέτειλε στὴν Βηθλεέμ. Γι᾿ αὐτὸ ἀνυμνώντας ἂς τραγουδήσουμε: Ἂς εὐλογεῖ ὅλη ἡ κτίση τὸν Κύριο καὶ ἂς τὸν ἀνυψώνει σὲ ὅλους τοὺς αἰῶνες. |
Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών, καὶ δορύκτητον ὄλβον ἐδέξατο· θησαυροὺς Χριστὸς ἐν Σιὼν δὲ ταύτης, καὶ βασιλεῖς σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. |
Ἡ Βαβυλώνα δέχτηκε τὰ λάφυρα τῆς βασιλικῆς Σιὼν καὶ τὸν λεηλατημένο πλοῦτο της. Ὁ Χριστὸς ὅμως ξαναφέρνει τοὺς θησαυρούς της μαζὶ μὲ βασιλεῖς ποὺ προσελκύει ἀστέρι. Γι᾿ αὐτὸ ἀνυμνώντας ἂς τραγουδήσουμε: Ἂς εὐλογεῖ ὅλη ἡ κτίση τὸν Κύριο καὶ ἂς τὸν ἀνυψώνει σὲ ὅλους τοὺς αἰῶνες. |
ᾨδὴ θ´. Ὁ Εἱρμός. |
ᾠδή |
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν. |
Βλέπω ἕνα παράξενο καὶ παράδοξο μυστήριο! Τὸ σπήλαιο οὐρανό, τὴν Παρθένο θρόνο τῶν χερουβίμ, τὴ φάτνη τόπο στὸν ὁποῖο ἀπαπαύθηκε ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ποὺ τὸν μεγαλύνουμε ὑμνολογώντας τον[23]. |
Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν. |
Βλέποντας οἱ μάγοι ἐξαίσιο δρόμο μέσω ἀσυνήθιστου καινούργιου καινοφανοῦς καὶ ὑπέρλαμπρου ἀστέρα, βεβαιώθηκαν περὶ τοῦ βασιλέως Χριστοῦ, ποὺ γεννήθηκε στὴ Βηθλεέμ, γιὰ τὴ σωτηρία μας. |
Νεηγενές, Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστιν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος. |
Ἐρωτοῦσαν οἱ μάγοι, ποῦ εἶναι τὸ νεογέννητο παιδὶ βασιλιάς, ποὺ τὸ ἀστέρι του φάνηκε; διότι φτάσαμε ἐδῶ γιὰ νὰ τὸ προσκυνήσουμε. Καὶ ὁ Ἡρώδης ταρασσόταν ἀπὸ μανία, ἐπαιρόμενος ὁ θεομάχος νὰ σκοτώσει τὸν Χριστό. |
Ἠκρίβωσε χρόνον, Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ᾿ οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον. |
Ὁ Ἡρώδης ἐξακρίβωσε τὸν χρόνο τῆς ἐμφανίσεως τοῦ ἀστέρα, μὲ τοῦ ὁποίου τὴν καθοδήγηση οἱ μάγοι προσκυνοῦν τὸν Χριστὸ στὴ Βηθλεέμ, προσφέροντάς του δῶρα. Καὶ καθοδηγούμενοι ἀπὸ αὐτὸν (τὸν Χριστὸ) γιὰ τὴν πατρίδα τους, ἐγκατέλειψαν τὸν ἐλεεινὸ παιδοκτόνο νὰ ἐμπαίζεται. |
[1] Φιλιπ. β´ 6-7: «ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἠγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος». Βλ. ἐπίσης Γρηγορίου Θεολόγου: «..ὁ Υἱὸς τοῦ Θεοῦ δέχεται καὶ υἱὸς ἀνθρώπου γενέσθαι τε καὶ κληθῆναι, οὐχ ὃ ἦν μεταβαλών (ἄτρεπτος γάρ), ἀλλ᾿ οὐκ ἦν προσλαβών (φιλάνθρωπος γὰρ)» (Εἰς τὰ Φῶτα, PG 36, 349Α).
[2] Η φράση «Χριστὸς γεννᾶται [...] πᾶσα ἡ γῆ» εἶναι αὐτολεξεὶ δανεισμένη ἀπὸ τὴν ἀρχὴ τοῦ Λόγου εἰς τὰ Φῶτα τοῦ Γρηγορίου Θεολόγου. Βλ. καὶ Ψαλμ. 95, 1: ᾄσατε τῷ Κυρίῳ ᾄσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πάσα ἡ γῆ».
[3] Ὁ εἱρμὸς τῆς α´ ᾠδῆς τοῦ Κανόνα βασίζεται καὶ παραπέμπει στὴν ᾠδὴ τοῦ Μωυσέως: «ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται», ὅπως φαίνεται ἀπὸ τὶς λέξεις «ᾄσατε τῷ Κυρίῳ» καὶ «δεδόξασται».
[4] Ὁ εἱρμὸς τῆς γ´ ᾠδῆς τοῦ Κανόνα βασίζεται καὶ παραπέμπει στὴν ᾠδὴ τῆς προφήτιδας Ἄννας: «ὑψώθη κέρας μου ἐν Θεῷ μου [...] οὐκ ἔστιν ἅγιος ὡς Κύριος», ὅπως φαίνεται ἀπὸ τὶς λέξεις «Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».
[5] Ἡσ. 11, 7: «Καὶ ἐξελεύσεται ράβδος ἐκ τῆς ρίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται».
[6] Ὁ εἱρμὸς τῆς δ´ ᾠδῆς τοῦ Κανόνα βασίζεται καὶ παραπέμπει στὴν ᾠδὴ τοῦ προφήτη Ἀββακούμ: «Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος», ὅπως φαίνεται ἀπὸ τὶς λέξεις «ἐξ ὄρους κατασκίου δασέος».
[7] «Δόξα τὴ δυνάμει σου Κύριε»: ἐπωδὸς τῆς δ´ ᾠδῆς, ποὺ προέρχεται ἀπὸ τὴν ᾠδὴ Ἀββακούμ: «Κύριος ὁ Θεὸς δύναμίς μου».
[8] Γεν. 49, 10: «Οὐκ ἐκλείψει ἀρχῶν ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἐὰν ἔλθη τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν».
[9] Ἡσ. 8, 4: «Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἡ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων».
[10] Ἀριθ. 24, 17: «Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ καὶ προνομεύσει πάντας υἱοὺς Σήθ».
[11] Ψαλμ. 71, 6-7: «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης» (πόκος = μαλλὶ προβάτου).
[12] Ψαλμ. 71, 9-11: «Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσὶς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσι. Καὶ προσκυνήσουσιν αὐτῶ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τα ἔθνη δουλεύσουσιν αὐτῷ» (Ἐκπρόσωποι τῶν λαῶν αὐτῶν θεωροῦνται οἱ Μάγοι.)
[13] Ἡσ. 9, 6: «Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος».
[14] Ὁ εἱρμὸς τῆς ε´ ᾠδῆς τοῦ Κανόνα βασίζεται καὶ παραπέμπει στὴν ᾠδὴ τοῦ προφήτη Ἡσαΐα: «Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα μου πρὸς σέ, ὁ Θεός».
[15] Βλ. Ἡσ. 7, 14: «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἔξει, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ».
[16] Μὲ τὴν ἀναφορὰ στὸ ἐπεισόδιο τῆς καταπόσεως τοῦ Ἰωνᾶ ἀπὸ τὸ κῆτος, δηλώνεται ἡ στ´ ᾠδὴ τοῦ προφήτου Ἰωνᾶ ὅταν γλίτωσε ἀπὸ τὴν κοιλιὰ τοῦ κήτους.
[17] Βλ. Ψαλμ. 109, 4: «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε».
[18] Βλ. Παροιμ. 5, 22: «Παρονομίαι ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται».
[19] Βλ. Ἡσ. 9, 6: «Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος».
[20] Ὁ εἱρμὸς τῆς ζ´ ᾠδῆς τοῦ Κανόνα βασίζεται καὶ παραπέμπει στὴν ᾠδὴ τῆς Π.Δ. ποὺ τὴν γνωρίζουμε ὡς «προσευχὴ τῶν Τριῶν Παίδων», μὲ χαρακτηριστικὴ ἀναφορὰ στὸν στίχο: «Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετός, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας» (Δανιὴλ 3α, 2).
[21] Ὁ εἱρμὸς τῆς η´ ᾠδῆς τοῦ Κανόνα βασίζεται καὶ παραπέμπει στὴν ᾠδὴ τῆς Π.Δ. ποὺ τὴν γνωρίζουμε ὡς «Ὕμνο τῶν Τριῶν Παίδων», μὲ χαρακτηριστικὴ ἀναφορὰ ἀπὸ τὸν στίχο: «Εὐλογεῖτε, πάντα τα ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας» (Δανιὴλ 3α, 34).
[22] Βλ. Ψαλμ. 136, 1-4: «Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. Ἐπὶ ταῖς ἰτέαις ἐν μέσω αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν· ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών. Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;».
[23] Ὁ εἱρμὸς τῆς θ´ ᾠδῆς τοῦ Κανόνα βασίζεται καὶ παραπέμπει στὴν ᾠδὴ τῆς Κ.Δ. ποὺ τὴν γνωρίζουμε ὡς «ᾠδὴ τῆς Θεοτόκου», μὲ χαρακτηριστικὴ ἀναφορὰ ἀπὸ τὸν στίχο: «Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου» (Λουκ. 1, 47).