ΠΕΡΙ ΤΟΥ ΓΑΜΟΥ

(Ἐκ τῆς Ἀκολουθίας τοῦ Γάμου παλαιοτέρου Εὐχολογίου, Κώδικας 958 τοῦ Σινᾶ, ι´ αἰ.)

Ὅτε παρεγένετο Κύριος ὁ Θεὸς ἡμῶν ἐν Κανᾷ τῆς Γαλιλαίας, τότε Μιχαὴλ τὰ νυμφικὰ ηὐτρέπιζεν, ὁ δὲ Γαβριὴλ ταῖς συζυγίαις στέφανα ἔπλεκεν, οἱ ἄγγελοι ἔχαιρον, στρατιαὶ τῶν ἀγγέλων πρὸς εὐφημίαν συνέτρεχον, ὁ ἥλιος καὶ ἡ σελήνη ἀκτινοφόροι παρίσταντο, χοροὶ τῶν ἀγγέλων λαμπαδηφόροι παρίσταντο, ὁ ἀὴρ ἐστιλβοῦτο ἐπὶ τῇ εὐτρεπίσει τοῦ γάμου, τότε τὰ πετεινὰ χαρμονῇ ἐκελάδουν, τὰ ζῷα εἰς συνάντησιν τοῦ γάμου συνέτρεχον, τὰ δένδρα λυγιζόμενα τοὺς κλάδους κατέσειον, ἡ θάλασσα καὶ πᾶσα κτίσις ἐφαιδρύνετο, τὸ Πνεῦμα τὸ ἅγιον ἐνυμφαγώγει, ὁ Πατὴρ τῶν ἁπάντων ἐπευλόγει.