[p. 504Χ]
1. «καθὼς ἔφης τὸ πρότερον, ἐπιλέλησμαι κλεῖσαι τὰς θύρας. νῦν τί ἐρεῖς μὴ ὡσαύτως
ἐποίησα» ὁ δὲ ἄρα σχημειδειάσας φησί· «καὶ νῦν ἐπελάθου, ἀλλ᾿ ὅμως, ὡς οἶσθα, οὐδὲν
ἀδυνατεῖ τῷ θεῷ.» ἐγὼ δ᾿ οὐκ ὀλιγάκις, θεωρήσας τοῦτον χάριτος τοιαύτης ἀξιωθέντα,
εὐχαριστίαν καὶ δόξαν ἔπεμψα τῷ θεῷ, καὶ ἔτι περισσότερον πίστιν μεγάλην ἐκτησάμην
εἰς αὐτόν. ὅθεν μιᾷ τῶν ἡμερῶν συνομιλῶν αὐτῷ περί τινων πνευματικῶν, ὡς ἔθος ἦν,
... ἐθέμην αὐτῷ μυστήριον· ἔσχον γὰρ λογισμὸν τοῦ κόσμου παντελῶς ἀναχωρῆσαι, καὶ
προσελθὼν αὐτῷ εἶπον· «ὅσιε πάτερ
[p. 505Δ] Μαρτύριε, ὀκτὼ ἐκ χρόνων ἔχω ἐπιθυμῶν ἐπὶ τὴν ἐνδοτέραν ἔρημον πορευθῆναι
γυμνός, καὶ μηκέτι ἐνταῦθα στραφῆναι, μήτε τινὶ ἀνθρώπων ὀφθῆναι, ὅπως πόρρωθεν
ὑπάρχων τῶν ἀνθρωπίνων θορύβων, καθαρῶς λατρεύσω τῷ θεῷ, ὃν οὐ διέλειπον ἐκλιπαρών,
ἵνα φανερώσῃ μοι τὴν εὐδοκίαν αὐτοῦ· οὐ προεθανοίμην γὰρ ἄνευ θείας πληροφορείας
ἀπελθών, καὶ μέχρι τῆς δεῦρο οὐδέν μοι τούτου χάριν θεόθεν ἀπεκαλύφθη. νῦν, ἴδε,
πεπίστευκα, ὅτι διὰ σοῦ γνωρίσει μοι· οὐκοῦν, πάτερ, λάλησον ὅπερ ἂν ἐμπνεύσει σοι
ἡ χάρις τοῦ παναγίου πνεύματος καὶ θεράπευσόν μου τὴν ψυχήν.»
2. ὡς οὖν οὕτως εἶπον αὐτῷ· παραυτὰ διορατικοῖς τε καὶ προορατικοῖς ὀφθαλμοῖς σκοπήσας
τὸ συμφέρον, ἔφη· «ὁ θεὸς οὐ θέλει σε τοῖς ἀνθρώποις ἀφανῆ γενέσθαι, εἰς τὴν ἐσωτέραν
ἔρημον εἰσελθόντα· ἀλλὰ μᾶλλον διπλοῦν κομίσασθαι στέφανον τόν τε τῆς ἐρήμου, τόν
τε διὰ σοῦ σωζομένων ψυχῶν. ἀναπλήρωσον οὖν τὸν βίον σου, καθὼς ἐδιδάχθη [λεγε· ἐδιδάχθης ?] ὑπὸ τοῦ θεοῦ, τὸ ἥμισυ τοῦ χρόνου ἐν τῇ ἐρήμῳ, καὶ τὸ λοιπὸν ἐν τῷ
ἡσυχαστηρίῳ, ἵνα πολλοὺς ὁδηγήσῃς εἰς
[p. 505Ε] θεογνωσίαν καὶ ἀρετήν. διὰ τοῦτο γὰρ οὐ βούλεταί σε ὁ θεὸς ἀποστῆναι τῶν
ἀνθρώπων φιλάνθρωπος. μηκέτι τοίνυν παρακάλει αὐτὸν περὶ τούτου, ὅτι μετά σε σχεδὸν
οὐ πατηθήσεται ὑπὸ τῶν φαινομένων ἀναχωρητῶν ἡ ἔρημος.»
3. πληροφορηθέντος οὖν ἐμοῦ διὰ τοῦ στόματος τοῦ ἁγίου, ἐξετοπίσθησαν ἐκ ποδῶν οἵτινες
ἐκ πάλαι περὶ τούτου ἐκλόνουν με λογισμοί, ἐν γαλήνῃ δὲ διήρκεσα ἕως τοῦ νῦν, εὐχαριστῶν
τῷ θεῷ, καὶ τὴν τοῦ ἀββᾶ Μαρτυρίου ἐπαινῶν ἀρετήν. ταῦτα μὲν οὖν περὶ τοῦ ἀββᾶ Μαρτυρίου
διηγήσατο ὁ ὅσιος Στέφανος. οὐδὲν δὲ ὧν ἔφησεν, ἔμεινεν ἀνενέργητον. οὐ γὰρ εἴα
τὸ θεῖον τὸν Στέφανον, ψυχῶν ἰατρὸν ὄντα χρήσιμον, ἐν κρύμνοις [λεγε· κρημνοῖς]
καὶ ὄπαις καὶ ὄρεσι κρυβῆναι ἄπωθεν τῶν λογικῶν αὐτοῦ θρεμμάτων. οὐκ ἔτι γὰρ μετ᾿
αὐτόν, ὥσπερ ἡμῖν φαίνεται, ἐπατήθη ἡ γῆ ἐκείνη ὑπὸ τῶν ὁρωμένων ἀναχωρητῶν, οἷα
προείπεν ὁ θαυμάσιος Μαρτύριος, ὃς μεγάλως τῷ θεῷ εὐαρεστήσας, καὶ μεγάλων ἀξιωθεὶς
χαρισμάτων, ἀπεβίω ἐν τῷ ἑαυτοῦ ἐγκλειστηρίῳ χρόνους ἱκανοὺς διαποιήσας.
[p. 505Φ]
4. τούτου δὲ κοιμηθέντος, εἷς τῶν πατέρων, ἔχων εἰς αὐτὸν ζέουσαν πίστιν, οὐχ εὑρέθη.
ὡς οὖν, ὅθεν εἴη ἐπὶ τὴν λαύραν ἐπανίη, κατὰ τὴν ὁδὸν ἐνόησεν τὴν ἐνθένδε ἱερὰν
αὐτοῦ μετάστασιν, καὶ λύπῃ συσχεθεὶς ἀπείρῳ ἐπένθησε πένθος δακρύων πολλῶν μεστόν.
ταλανίζων δὲ τὴν λαύραν, ἔλεγεν· «ὁποία συμφορὰ συμβέβηκέ σοι, σήμερον, ὦ ἡμετέρα
λαύρα, καὶ ποία σε λύπη κατέλαβεν στυγνότητος καὶ ἀθυμίας νέφος ἐπί σε ἐπεσκίασε,
τοῦ σοῦ φωστῆρος Μαρτυρίου ὑπὸ γὴν καταδύντος. σὺ δέ, ὦ ἱερὸν τῶν τοῦ ἁγίου Σάβα
μαθητῶν ἄθροισμα, ὁποῖον ἀπώλεσας καύχημα καὶ ψυχικῶν παθῶν ἀκέστορα. ὦ ψυχή μου
νοσερὰ καὶ τάλαινα, τίνας ἄρα τοῦ λοιποῦ τεύξῃ παρηγορίας, ἢ τίς σε θεραπεύσει εἰ
γὰρ καὶ τὸν ἀββᾶ Στέφανον εὐλαβῆ καὶ ἐνάρετον ἔχομεν, ἀλλ᾿ οὐδαμῶς αὐτὸν τῷ ἀββᾷ
Μαρτυρίῳ συγκρίνομεν· ἐπειδὴ πολὺ ἀμφοτέρων τὸ διάφορον. ὥσπερ γὰρ ἀπέχουσι ἀνατολαὶ
ἀπὸ δυσμῶν, οὕτως ἀπὸ τοῦ ἀββᾶ Μαρτυρίου ὁ τοῦ ἀββᾶ Στεφάνου ἀφέστηκεν.»
5. ὡς οὖν ταῦτα καθ᾿ ἑαυτὸν ἐν τῇ ὁδῷ ὁδεύων ἐθρήνει, καὶ ἔλεγεν, ἔστῃ ἐπί τινα
ἀκρώρειαν ἄνωθεν τοῦ ἡσυχαστηρίου τοῦ γέροντος ὑπάρχουσαν. καὶ
[p. 506Α] τότε δι᾿ αὐτοῦ ἐντόνως περισκοποῦντος τὸ ἡσυχαστήριον, ἐπένευσεν ἡ ἀγαθὴ
τοῦ θεοῦ πρόνοια δεῖξαι αὐτῷ τὴν ἐμφωλεύουσαν τῷ ἁγίῳ Στεφάνῳ θείαν καὶ ἔκλαμπρον
χάριν· εἶδεν γὰρ τὸ ἡσυχαστήριον μεγάλου φωτὸς μεστόν, ἐκπέμποντος ἀπὸ τῶν θυρίδων
ἀκτῖνας τηλαυγεῖς. ἐκθαμβηθεὶς δὲ ἐλογίζετο, τί ἂν εἴη τὸ ὀφθὲν λέγων· «ἄρα μή τις
σπινθὴρ ἀπὸ δαδὸς ἢ κανδήλας ἐξέπεσε, καὶ τὴν φλόγα ταύτην ἐν τῷ κελλίῳ, τοῦ καλογήρου
καθεύδοντος, ἄνηψεν ἢ αὐτὸς ὁ καλόγηρος ἀσυνήθητον ἐποίησε πυρκαϊάν ὅπερ οὐκ οἶμαι,
οὐδὲ πιστεύω· οὐ γὰρ εἴωθε τοῦτο ποιεῖν, οὔτε μὴν οἱ κατ᾿ αὐτόν.»
6. οὕτως οὖν ἐνθυμούμενος τῷ ἑαυτοῦ κατήντησε κελλίῳ. τοῦ ἐρυθροῦ δὲ φανέντος, ἀπῆλθε
πρὸς τὸν γέροντα, νομίζων εὑρεῖν τὸ κελλίον ὅλον πυρποληθέν. ὡς δ᾿ εἶδε τὸν γέροντα
ἐν καταστάσει πολλῇ τυγχάνοντα, καὶ οὐδὲν εὗρε πυρὸς ἴχνον [λεγε· ἴχνος], οὔτε μέχρις
ὀσμῆς κάπνου, ἔγνω ὅτι τουτὶ τὸ θαῦμα γέγονε ἕνεκα τῆς ἑαυτοῦ ὀλιγοπιστίας, καὶ
ὑπέστρεψε εἰς τὸ ἴδιον κελλίον, δοξάζων τὸν θεόν, καὶ τὴν τοῦ γέροντος ὁμολογούμενος
ἐκθειάζων ἁγιότητα.
[p. 506Β]
7. τὶς μοναχὸς μέγας καὶ ὑψηλός, τῷ γένει Αἰγύπτιος, Χριστοφόρος ἐπονομαζόμενος,
ᾤκει ἐν σπηλαίῳ τῷ ἐπίκλην τοῦ ἁγίου Θεοκτίστου ἐν τοῖς ἀνατολικοῖς μέρεσι τῆς τοῦ
ἁγίου Εὐθυμίου μονῆς. ἦν δὲ θεάρεστος ὁ ἀνὴρ καὶ ἀσκητὴς ὑπὸ πολλῶν μεμαρτυρημένος
ἐπ᾿ ἀγαθοῖς. ἀγάπην δὲ ἄδολον εἶχε, τὴν μητέρα καὶ τιθήνην πασῶν τῶν ἀρετῶν. προεθυμεῖτο
δὲ καὶ αὐτὸ τὸ οἰκεῖον ἐκχέαι τὸ αἷμα ὑπὲρ τῆς θεραπείας παντὸς ἀρχομένου [λεγε·
ἐρχομένου] πρὸς αὐτόν· οὐ γὰρ μόνον πρὸς τοὺς ὁμοπίστους, ἀλλὰ καὶ πρὸς αὐτοὺς τοὺς
ἀπίστους καὶ βαρβάρους, μιμούμενος καὶ ἐν τούτῳ τὸν ἑαυτοῦ κύριον καὶ δεσπότην,
τὸν ὑπερβαλλόντως ἡμᾶς ἀγαπήσαντα, καὶ ὑπὲρ ἡμῶν ἑκουσίως ἀποθανόντα ἁμαρτωλῶν ὄντων.
8. καθ᾿ ἑκάστην δὲ ἡμέραν δισχιλίας ἐπόνει γονυκλινείας, ἡμέρας χιλίας, καὶ νυκτὸς
χιλίας σὺν παννύχισιν ἀγρυπνίαις πολλαῖς τε νηστείαις καὶ δάκρυσι πλείστοις. ἤσκει
δὲ καὶ τὸ ἐργόχειρον διὰ τὴν ἀκηδίαν. οὗτος τοίνυν παρεκάλεσε τὸν ὅσιον Στέφανον
κατὰ Σάββατον, εἰ δυνατόν, λειτουργῆσαι πρὸς αὐτόν· ἦν γὰρ τότε πρεσβυτερικὸν ἐπέχων
βαθμόν.
[p. 506Χ] οὕτινος νῦν ἐπιμνησθείς, πρὸς βραχὺ σιωπήσομαι τὴν ἐν χερσὶ διήγησιν,
ἄχρις ἂν ἐξαγορεύσω τὸ δι᾿ αὐτοῦ γενόμενον θαῦμα.
9. ἐν ταῖς ἡμέραις δὴ τῆς ὑψώσεως τοῦ τιμίου σταυροῦ ψήφῳ θεοῦ χειροτονηθεὶς πρεσβύτερος
οὗτος ὁ ἀββᾶς Στέφανος, ἐν τῷ ἑαυτοῦ ἡσυχαστηρίῳ προσήνεγκε τὴν λογικὴν καὶ ἀναίμακτον
θυσίαν μετ᾿ οὐ πολλὰς ἡμέρας· αὐτοῦ δὲ κατὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν τὴν προσφορὰν
τῆς προθέσεως ἀναφέροντος, καὶ βοῶντος, καὶ λέγοντος· «τὰ ἅγια τοῖς ἁγίοις», ἔλαμψεν
ὑπ᾿ [λεγε· ἐπ᾿ ?] αὐτοῦ ἡ χάρις τοῦ κυρίου, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐπεφοίτησεν ἐπ᾿
αὐτόν, καὶ τὸ εὐκτήριον ὅλον ἀπείρου φωτὸς ἐπλήρωσεν, αὐτὸν δὲ ὁλόφωτον κατεσκεύασεν,
ὥστε καθορῶν ἑαυτὸν πανευαγῆ καὶ πάναγνον, καὶ τὸν ἀέρα, καὶ πάντα τὸν κόσμον παραδόξως
ἡλιωμένον. μείνας οὖν ἐν τῇ τοιαύτῃ φαιδρότητι, ἀεὶ θεωρῶν ἑαυτὸν ἄλλον ἐξ ἄλλου
γινόμενον [καὶ μὴ σκοπῶν] ἴχνος ἀνθρώπινον, ὥσπερ τὸ πρότερον, ἐδειλίασε σφόδρα
δειλίαν ἀξιέπαινον, ὡς ἐγκύψας εἰς τὴν τοῦ θεοῦ δόξαν τὴν ἄρρητον, καὶ τὴν ἑαυτοῦ
καταμαθὼν ἀσθένειαν. λογισμοὶ γὰρ ἀνθρώπων δειλοί, ἐπειδὴ ἡ φύσις αὐτῶν καθέστηκεν
εὐμετάστατος.
[p. 507Δ]
10. τούτου γὰρ χάριν δείσας ὁ μακάριος ἐταπεινώθη, μνησθεὶς ἐξ οὗ πεπλαστούργηται
πήλου [λεγε· πηλοῦ]· οὕτω γὰρ Μωυσῆς ὁ θεόπτης, δοξασθεὶς καὶ θεόν, ὡς ἀνθρώπῳ ἰδεῖν
ἐφικτὸν ἀξιωθείς, καὶ εἰς τοσοῦτον ὕψος ἀρθείς, ἐφοβήθη, ἰχνόφωνον [λεγε· ἰσχνόφωνον]
ἑαυτὸν ὀνομάζων καὶ βραδύγλωσσον. καὶ Δαβὶδ ὁ θεοφάντωρ, ὡσαύτως ὑπὸ τοῦ θεοῦ ὑψωθεὶς
σκώληκα ἑαυτὸν ἀπεκάλεσε· καὶ πτοούμενος, μήπως τῆς κατὰ θεὸν ἐκπέσῃ στάσεως, ἐταπείνου
καὶ ἐσκληραγώγει ἑαυτὸν ταῖς κακοπαθείαις. καὶ πρὸς τούτοις πτοούμενος, οἶμαι, ὁ
ὅσιος, ἥτι [λεγε· εἴ τι] πάθῃ κενοδοξίας ἔπαρμα, ὑπὲρ πάντων ἀνθρώπων ἐπαινούμενος
μαλίστα· ὅπερ οὐκ εἴα παθεῖν ἡ θεία πρόνοια· ἀμεταμέλητα γὰρ τοῦ θεοῦ τὰ χαρίσματα,
ὃς τὴν προθυμίαν αὔξων, ἢ ἐκπτήσσων αὐτόν, οἷα παιδευτὴς ἄριστος, διὰ σωτηριώδους
παραχωρήσεως τὸν ἑαυτοῦ θεράποντα φοβηθῆναι ηὐδόκησεν.
11. ἐντεῦθεν τοίνυν πολλὰ δειλιάσας ὁ μακάριος, λιταῖς ἐκτενέσι τὸν θεὸν ἐξεμειλίσσετο,
λέγων· «ὁ θεός, ὁ μεγαλόδωρος δοτήρ, καὶ θησαυρὸς τῶν αἰωνίων ἀγαθῶν, ὁ πολὺς ἐν
ἐλέει καὶ οἰκτιρμοῖς, καὶ
[p. 507Ε] πάντων προνοητής, μὴ ὀργισθῇς κατ᾿ ἐμοῦ, ἄνες δὲ τὰ ὑπὲρ ἄνθρωπον τῆς
χάριτός σου κύματα· ὑπερβέβηκε γάρ μου, δέσποτα, τὴν δύναμιν· τότε δέ μοι χαρίσαι
αὐτὰ δέομαι τῆς σῆς εὐσπλαγχνίας, ὅτ᾿ ἂν αἰτήσωμαι ἕνεκεν τῆς τῶν συνδούλων ψυχωφελοῦς
οἰκοδομῆς, καὶ θεραπείας, καὶ μὴ ἀγανακτήσῃς κατ᾿ ἐμοῦ, φιλάνθρωπε, παρὰ τῆς σῆς
ὑπερθέου μεγαλειότητος, αἰτοῦντος ταῦτα· ἐπειδὴ ἀσθενής εἰμι τῇ ψυχῇ, καὶ τῇ σαρκί,
καὶ τοῖς πάθεσιν ὑποκείμενος· αἰθάλη γὰρ ὑπάρχω γεώδης, καὶ πηλὸς ἀργός, καὶ κόνις
κακότροπος. οἶδας δὲ καὶ ὅτι φύσις ἀνθρωπίνη οὐ δύναται ἀεὶ φέρειν ταῦτά σου τὰ
μεγαλόδοξα χαρίσματα, εἰ μὴ σὺ ἐνισχύσῃς αὐτήν, ὁ μόνος ἀπειροδύναμος, ὁ μόνος ἀόρατος.
σύστειλον οὖν τάδε τὰ πολλὰ πλήθη τῶν σῶν δωρεῶν, κἀκεῖ μοι δώρησαι αὐτὰ ἐν τῷ μέλλοντι
αἰῶνι τῆς μελλούσης μακαρίοτητος, ἐνταῦθα δὲ ὅτ᾿ ἂν δέοι, καὶ ἐν τῷ καιρῷ τῆς προσκομιδῆς,
ἐν αὐτῷ γὰρ αὐτῶν καταξίου με.» οὕτως οὖν αὐτοῦ προσευξαμένου καὶ δεηθέντος ὑπήκουσεν
ὁ θεός, ὁ πᾶσιν ἐγγὺς τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. ἀπὸ τότε δὴ πάνυ, ἅπερ
ἂν ᾐτεῖτο, ἐλάμβανε, μάλιστα ἐν ταῖς τελεταρχικαῖς ἀναφοραῖς καὶ μυσταγωγικαῖς παραστάσεσι,
κἄν τε μυστήριον ᾖ, κἄν τε ἐνόρμημα [λεγε· ἐνόραμα ?], κἄν τε
[p. 507Φ] ὅραμα, κἄν τε προόραμα, καὶ τότε δὴ τοῖς ἐρωτῶσιν ἀπεκάλυπτε ταῦτα, ἡνίκα
ἀκούειν ἔδει καὶ ἥρμωζεν.
[p. 508Χ]
12. ἀλλὰ τὴν προτέραν μεταχειρισόμεθα διήγησιν, ἣν μικροῦ παρεσιωπήσαμεν, περὶ τοῦ
πατέρος ἡμῶν Χριστοφόρου φαμέν, καὶ τοῦ ἁγίου Στεφάνου. οὗτος δή, ὥσπερ ἔφαμεν,
ὡς ἐπίπαν κατὰ σάββατον τὴν προσφορὰν ἐν τῷ μνημονευθέντι σπηλαίῳ ἡγίαζεν· ὅτε γὰρ
ἐν τῷ ἡσυχαστηρίῳ διῆγεν, ἀπίη πρὸς αὐτόν, καὶ πάλιν ὅτε κατὰ τὴν ἔρημον ὑπῆρχε,
τῆς τεσσαρακοστῆς πληρουμένης, πολλάκις δι᾿ αὐτοῦ τὴν ὁδὸν ἐποιεῖτο, εἰς τὴν λαύραν
ὑποστρέφων· τοῦτο δὲ ἐποίει, πολλὰ ὑπ᾿ αὐτοῦ τοῦ ἀββᾶ Χριστοφόρου παρακλητικῶς βιαζόμενος.
αὐτοῦ οὖν ἐν τῇ ἐρήμῳ διατρίβοντος κατὰ τὸν καιρὸν τῆς ἁγίας τεσσαρακοστῆς κατέλαβόν
τινες προσήλυτοι εἰς τὴν λαύραν ἀναζητοῦντες αὐτόν, καὶ παρὰ τῶν πατέρων μαθόντες,
ὅτι ἐν τῇ ἐρήμῳ διάγει, παρεκάλεσάν τινα Εὐστράτιον ὀνόματι, τοῦ γέροντος τότε μαθητὴν
τυγχάνοντα, πορευθῆναι πρὸς τὸν ἐπιστάτην, καὶ γνωρίσαι αὐτῷ τὴν ἑαυτῶν ἄφιξιν,
ἣν ἕνεκεν αὐτοῦ εἰς τὴν λαύραν ἐποιήσαντο. ὁ δὲ πεισθεὶς ἀπῆλθε σημάναι τῷ γέροντι· ὃς τὴν τῶν νεηλύδων ἀκούσας ἔφοδον, μετ᾿ ὀλίγας ἡμέρας τὴν τεσσαρακοσθήμερον νηστείαν
πληρώσας, ὑπέστρεψε εἰς τὴν λαύραν.
[p. 509Δ]
13. ἐποιήσατο δὲ τὴν πορείαν, ἔχων μετ᾿ ἑαυτοῦ τὸν ἴδιον μαθητήν, διὰ τοῦ σπηλαίου
τοῦ ἀββᾶ Χριστοφόρου, ὅπερ καταλαβόντος αὐτοῦ καὶ κατὰ τὸ σύνηθες λίθῳ μικρῷ κάτωθεν
κρούσαντος, ὁ ἀββᾶς Χριστοφόρος τὴν ἐπιμήκη ἑαυτοῦ ἄνωθεν κλίμακα τοῖς σχοινίοις
χαλάσας, καὶ ἀναβῆναι προυτρέψατο. ὁ δὲ ἀνέβη, συνανέβη δὲ μετ᾿ αὐτοῦ καὶ ὁ μαθητής.
τὴν ἠθισμένην οὖν αὐτοῖς ἐκτελέσαντες εὐχήν, καὶ ἀλλήλους ἀσπασάμενοι ἀνήγαγον τὴν
κλίμακα. ἐπὶ δύο μέντοι ξενισθέντες ἡμερῶν διάστημα, τῇ ἐπαύριον τῆς ὁδοῦ τῆς ἐπὶ
τὴν λαύραν φερούσης ἐβουλήθησαν ἔχεσθαι. ὁ δὲ ἀββᾶς Χριστοφόρος πλεῖστα τὸν πρεσβύτην
ἠξίου· «μεῖνον,» λέγων, «πρὸς ἡμᾶς ἄλλας δύο ἡμέρας, καὶ πλέον, εἰ ῥάδιον.» ὁ δὲ
γέρων εὐφυῶς ἀπολογούμενος, ἔφησεν· «εἰ καὶ διὰ παντὸς ἐπιποθοῦμεν τὴν ζήν [λεγε· σήν], πάτερ, ποιεῖν θεραπείαν καὶ ἄνεσιν· ἀλλ᾿ οὖν καὶ ἑτέρους πληροφορῆσαι πνευματικοὺς
ἀδελφοὺς καὶ διαναπαῦσαι δεόμεθα· ὑπὸ δὲ τῆς ἀγάπης σου βιαζόμενος, παρά σοι τὴν
αὔριον διατελέσω, εἴπερ ὁ θεὸς ἐπινεύσειεν· ἀλλ᾿ ἑτέραν μὴ ζήτει παρ᾿ ἐμοῦ.»
14. πολλὰ οὖν ἔτι δυσωπηθείς, ἄλλην αὐτῷ οὐκ
[p. 509Ε] εἶξε χαρίσασθαι· τῇ δὲ τρίτῃ ἡμέρᾳ ἐδήλωσεν αὐτῷ λέγων· «αὔριον ἀποβήσομαι
πάντως, τοῦ θεοῦ εὐδοκοῦντος.» ὁ δὲ ἀββᾶς Χριστοφόρος, γνοὺς ὡς ὁ γέρων οὐ πεισθήσεται
διὰ ποιήσειν [λεγε· διαποιήσειν ?] πρὸς αὐτὸν ἡμέραν ἄλλην, κατὰ τὴν νύκτα λαβὼν
τὰ σχοινία, τοῦ γέροντος ἀγνοοῦντος, κατέκρυψεν, ὃν τῆς ἡμέρας γενομένης μεῖναι
λίαν ἱκετεύσας, οὐκ ἔπεισε. τοῦτο δὲ σαφῶς θεῖον ἦν βούλημα, δοξασθῆναι τὸν μέγαν
Στέφανον, καὶ εἰς γνῶσιν πάντων ἐλθεῖν τὸν ἄνδρα, καὶ τὴν αὐτοῦ θεόσδοτον χάριν.
ἀπιὼν γὰρ ὁ ἀββᾶς Χριστοφόρος τὴν πύλην τοῦ σπηλαίου ἀσφαλῶς τῇ μανδάλιδι [λεγε· μανδαλίδι] κατέκλεισε, σφοδρῶς σαλεύσας αὐτήν, ἄχρις ἂν αἱ βάλανοι ταῖς γλυφίσιν
ἐνηρμώσθησαν, καὶ παραυτὰ στραφείς, ὑπομειδιάσας ἔφη πρὸς τὸν γέροντα· «νῦν ὄντως
καὶ ἄκοντα κατέσχον ἡμέρας, οὐχ ἡμέραν, ἕως τινὲς ἐλθόντες ἀπὸ τῆς λαύρας ἢ ἀπὸ
τῆς μονῆς τοῦ ἁγίου Εὐθυμίου, ἢ ἄλλοθεν, τὴν ἄλιδα [λεγε· μανδάλιδα?] λαβόντες ἀνοίξωσιν.
ἀλλ᾿ εἶπερ, ὥσπερ φασί τινες ὑπάρχεις μοναχὸς τέλειος καὶ ἅγιος, προσελθὼν κέλευσον
ἀνοιχθῆναι τὴν θύραν, ἵνα σε τοιοῦτον σὺν ἐκείνοις ἀκριβῶς καὶ ἐμπείρως ὁμολογήσωμέν
τε καὶ ἕξωμεν.»
15. ὁ δὲ γέρων ἀποκριθεὶς εἶπεν· «ἅγιος μὲν οὔκ
[p. 509Φ] εἰμι, ὥσπερ οἱ πολλοί φασιν, ἀλλὰ καὶ πάλιν πλημμελημάτων ἀνάμεστος· ἐμαυτὸν
γὰρ οἶδα καὶ τὰς πράξεις μου τὰς κακάς, ἃς εἴ τις ἴδει, οὐκ ἄν μοι λαλεῖν ἀνείχετο.
μέγα γάρ ἐστι τὸ πέλαγος τῆς ἐμῆς βεβηλότητος· ἀλλ᾿ ὅμως καὶ εἰ τοιοῦτος ὑπάρχω,
ἐπείπερ ᾐτήσω παρ᾿ ἐμοὶ τὴν θύραν ἀνοιχθῆναι, καὶ εἶπας, ὅτι τινές με τοιοῦτον ὄντα
καλοῦσιν ἅγιον, πίστει φερόμενοι· τοῦτο καὶ ποιήσω, οὐ θαρρῶν τῇ ἐμαυτοῦ πρὸς θεὸν
παρρησίᾳ καὶ ἀξιότητι, ἀλλὰ τῇ ἀφάτῳ αὐτοῦ εἰς ἡμᾶς φιλανθρωπίᾳ καὶ ἀγαθότητι, εἰδὼς
ὅτι καὶ ἐν μάντει καὶ ὄνῳ ἡ χάρις αὐτοῦ κατῴκησεν, οὐ διὰ τὴν ἐκείνων ἀξίαν, ἀλλὰ
διὰ τὴν ἀνθρώπων σωτηρίαν.» δὶς οὖν φωνήσας τὸν μαθητὴν αὐτοῦ· «Εὐστράτιε, Εὐστράτιε,»
εἶπεν, «ποίησον μετάνοιαν.» τοῦ δὲ μαθητοῦ κλίναντος τὰ γόνατα, εἶπεν αὐτῷ· «εὐλογητὸς
κύριος, ὅτι εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ ἀνοίξεις τὴν μανδάλιδα [λεγε· μανδαλίδα].»
ἀναστὰς οὖν ὁ μαθητὴς καὶ τῇ θύρᾳ πλησιάσας, καὶ τῆς μανδάλιδος ἄκροις δακτύλοις
ἁψάμενος, παραχρῆμα ἀνέῳξεν.
16. ὁ δὲ ἀββᾶς Χριστοφόρος θεασάμενος, ἔφριξε καὶ ἐξέστη, τὴν ἄπειρον τοῦ θεοῦ δοξάσας
δύναμιν, καὶ τὴν θεόσδοτον τοῦ ἁγίου χάριν ἀγασθείς, καὶ
[p. 5ενηανχεδ
110Α] ἀνακράξας μεγάλῃ φωνῇ· «δόξά σοι, ὁ θεός, ὁ θαυμάσια ἐργάζων μόνος ἐν τοῖς
ἁγίοις· οὐκ ἔτι γὰρ τοῦ λοιποῦ κληθήσεται οὗτος ἀββᾶς Στέφανος, ἀλλὰ ἅγιος Στέφανος,
φερωνύμως στεφανώμενος θείᾳ δυνάμει καὶ χάριτι, ἃς κεκτημένος ὁ πρωτοδιάκονος καὶ
μάρτυρ Στέφανος, ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. σύ, τοιγαροῦν, ὦ ἅγιε
Στέφανε, οὕτως εὐλογίαν τῷ μαθητῇ δέδωκας, κεκλεισμένην τὴν θύραν ἀνοῖξαι ἄνευ τῆς
ἰδίας κλειδός, καὶ ἀνέῳξεν· εἰ δι᾿ ἑαυτοῦ ἀπῆλθες, ἔπεσεν ἂν ἀθρόως ἡ θύρα σὺν τῷ
τείχει εἰς τὸν χείμαρρον ἐκ τοῦ φόβου.» ὁ δὲ γέρων ἔτι πρὸς τὸν μαθητὴν ἔφη· «Εὐστράτιε,
Εὐστράτιε, ἐλθὲ εἰς τὸν ῥύακα εἰς τὰ ἀνώγεα τοῦ σπηλαίου, καὶ εὑρήσεις ἐκεῖ τὰ
σχοινία κεκρυμμένα ἐν τῷδε τῷ τόπῳ, καὶ λαβὼν ἄγαγε μεθ᾿ ἑαυτοῦ, ἵνα ἀπέλθωμεν ἔνθεν·»
ὁ δὲ ἀββᾶς Χριστοφόρος πάλιν ἀκηκοώς, ὅτι τὸν κρύφιον ἔγνω τόπον τῷ πνεύματι, ἐδόξασε
ἔτι τὸν θεόν, καὶ τὸν ἅγιον Στέφανον πολλοῖς ἐγκωμίοις ἐπῄνεσεν. ὁ δὲ μαθητὴς τὴν
κέλευσιν εἰς πείραν ἤγαγεν. εὐχὴν οὖν ποιησάμενος ὁ γέρων, καὶ τὸν ἀββᾶν Χριστοφόρον
ἀσπασάμενος ἀπίη.
[p. 510Β]
17. μετὰ δὲ ταῦτα ὕστερον αὐτοῦ κατὰ τὴν ἔρημον ἐπιπολεύοντος, ἔδοξεν αὐτῷ δευτέραν
διὰ τοῦ μνημονευθέντος σπηλαίου ποιήσασθαι τὴν πορείαν, καὶ κατ᾿ οἰκονομίαν θεοῦ
συναντᾷ τῷ ἀββᾷ Χριστοφόρῳ, κατὰ τὴν ὁδὸν ἐπὶ τὴν μονὴν τοῦ ἁγίου Εὐθυμίου πορευομένῳ.
εὐχὴν οὖν ποιησάμενοι, καὶ ἀλλήλους ἀσπασάμενοι, καὶ περί τινων βραχέα διαλεχθέντες,
καὶ εὐχὴν ἐπὶ τῇ σωματικῇ διαστάσει ἐκτελέσαντες καὶ σφραγισάμενοι, ἕκαστος τὴν
ἰδίαν ἐβάδιζε τρίβον. πορευόμενος οὖν ὁ ἀββᾶς Χριστοφόρος ἀτενίζει καὶ θεορεῖ [λεγε· θεωρεῖ] δύο λῃστὰς ἀπὸ τῆς λαύρας ἐρχομένους, προσεγγίσαντας τῷ ἀββᾷ Στεφάνῳ, καὶ
ἐφοβήθη φόβον μέγαν σφόδρα, μήπως ἐπιχειρήσωσιν αὐτόν. καὶ ὡς ἀτενίζων ἦν, φόβῳ
συνεχόμενος, βλέπει τοὺς μιαιφόνους αὐτοῖς τοῖς ἱματίοις προσψαύσαντας τοῦ ὁσίου
καὶ προσπήξαντας αὐτοῦ ἑκατέρωθεν, τὸν μὲν ἐκ δεξιῶν, τὸν δὲ ἐξ εὐωνύμων, καὶ τὸν
ἅγιον Στέφανον διὰ μέσον αὐτῶν ἀσινῶς καὶ ἀπημάντως διαβάντά τε καὶ ἀλύξαντα, θείας
δυνάμεως τοὺς ὀφθαλμοὺς τῶν βαρβάρων ἀχλύϊ βαθυτάτῃ κατακαλυψάσης.
18. καὶ ὡς εἶδεν αὐτοὺς πρὸς αὐτὸν πλησιάσαντας Χριστοφόρος, ἠρώτησε γνωρίσας αὐτούς,
πλειστάκις ἐν τῷ ἑαυτοῦ σπηλαίῳ φιλοφρονησάμενος. «τάχα
[p. 510Χ] γνωρίζετε τὸν ἀββᾶν Στέφανον, γέροντα τῆς ἐρήμου ταύτης» οἱ δὲ ἀποκριθέντες
εἶπον· «οὐδὲ τὶς ἐστὶν ὁ ἀββᾶς Στέφανος ἠκούσαμεν.» ὁ δὲ ἔφη πρὸς αὐτούς· «οὐδὲ
νῦν τούτῳ ὑπηντήσατε, οὔτε μὴν πρὸ τῆς σήμερον ἑωράκατε» οἱ δὲ ἀπεκρίθησαν· «εἴπαμεν
ἅπαξ, ὅτι οὐδέποτε ἐθεασάμεθα τοῦτον, οὐ δὲ σήμερον ὅλως μοναχόν, πλήν σου.» τότε
τῇ χειρὶ νεύων ὁ ἀββᾶς Χριστοφόρος, τοῖς αἱμοβόροις ἐδακτυλοδείκτει τὸν γέροντα
ἐπάνω βουνοῦ ἐπηρμένου οὐκ ἕκαθεν ὄντος ἐστῶτα, καὶ ἔφη· «ἄρα τοῦτον τὸν μοναχόν,
τὸν κατέναντι ὑμῶν ὑπάρχοντα, οὐκ εἴδετε σήμερον ἀρτίως γὰρ ὄντως διὰ μέσου ὑμῶν
διέβη.» οἱ δὲ ἀγριωθέντες ἔφησαν· «ποῦ ἐστὶν οὗτος, ἵνα σκυλεύσωμεν αὐτὸν καὶ πλήξωμεν
δεινῶς» ὁ δὲ δακτυλοδεικτῶν ἔτι καὶ ἔτι ἐδείκνυεν αὐτοῖς τὸν βουνόν, ᾧ ἐφίστατο
ὁ γέρων. οἱ δὲ ὀφθαλμοὶ αὐτὸν [λεγε· αὐτῶν] ἐκρατοῦντο, τοῦ μὴ βλέπειν αὐτόν, σκοτισθέντες
ὑπὸ θείας χάριτος. ἀγανακτίζοντες οὖν κατὰ τοῦ ἀββᾶ Χριστοφόρου ἔφησεν [λεγε·ἔφησαν]·
«ἡμῖν προσπαίζεις εἰρωνευόμενος, ὡς ἐσχηκόσι τε πρός σε εἰρήνην καὶ ἀγάπην» ὁ δὲ
ἀββᾶς Χριστοφόρος ὅρκῳ πληροφορηθεὶς ὑπ᾿ αὐτῶν, ὡς τὸ πρὶν οὐχ ὡράθη αὐτοῖς, οὐ
δὲ νῦν ἐπερωτηθεῖσιν ὤφθη, ἐπορεύθη, τὸν θεὸν δοξάζων, τὸν διὰ πολλῶν χαρισμάτων
δοξάζοντα τὸν δοῦλον αὐτοῦ.
[p. 511Δ]
19. μετὰ οὖν ταῦτα ὀλίγου παρῳχηκότος καιροῦ, ηὐτομόλησεν ὁ ἀββᾶς Χριστοφόρος εἰς
τὸ ἡσυχαστήριον τοῦ ἁγίου γέροντος, καὶ πολλὰ παρεκάλει αὐτόν, ὅπως ἀμφότεροι πορευθῶσι
πρὸς τὸν πρωτοσύμβουλον τῶν Ἀράβων, διὰ τί δέ, καὶ τινὸς χάριν, συντόμως ἐρῶ. οὗτος
ὁ ὅσιος Στέφανος καὶ ὁ ἀββᾶς Χριστοφόρος ἠγαπῶντο λίαν ὑπὸ τοῦ ἐν ἁγίοις τῇ λήξει
κύρου Ἠλία πατριάρχου Ἱεροσολύμων· ἦν δὲ οὗτος ὁ μακάριος ἱεράρχης κύρις Ἠλίας ἀδίκοις
διαβολαῖς καὶ κατηγορίαις ἀλόγοις καταγορηθεὶς πρὸς τὸν πρωτοσύμβουλον, ὃς ἰταμῶς
μεταστειλάμενος αὐτόν, κατέκλεισεν ἐν Περσίδι, δεσμοῖς καὶ φυλακαῖς καθείρξας ἀνηλέως
ἐπὶ χρόνους ἱκανούς. ἐντεῦθεν οὖν τινες ἀφορμὰς λαβόντες, οὐ διὰ θεὸν συνεβουλεύσαντο
τῷ ἀββᾷ Χριστοφόρῳ ἐλθεῖν ἐπὶ τὴν Περσίδα, παρηγόρησίν τε καὶ βοήθησιν τῷ ἁγιωτάτῳ
κύρῳ Ἠλίᾳ, καὶ μηχανεύσασθαι ἕνεκεν τῆς αὐτοῦ ἀπολυτρώσεως· ἀλλὰ δι᾿ ἰδίαν αὐτῶν
χρείαν, ὅπως αὐτὴν ἐν τούτοις ἐκτελέσῃ.
20. ἀπατηθεὶς οὖν ὑπὸ τῆς τούτων δολερᾶς συμβουλῆς ἐδυσώπει τὸν γέροντα, λέγων·
«δίκαιόν ἐστι, πάτερ, ἀπελθεῖν ἡμᾶς ἀμφοτέρους ἕνεκεν τοῦ ἁγιωτάτου
[p. 511Ε] ἡμῶν πατριάρχου· οἶδας γάρ, οἶδας, οἵαν κέκτηται εἰς ἡμᾶς ἀγάπην· καὶ
ἐν ταῖς ἀνάγκαις γνωρίζονται οἱ φίλοι. καὶ δεῖ σε, ὡς τᾶς [λεγε· τῆς?] ἀγάπης ὅρους
εἰδότα καὶ φυλάττοντα, προθυμηθῆναι, καὶ μᾶλλον ἡμᾶς καὶ ἄλλους διεγεῖραι· κἂν γὰρ
μὴ δυνηθῶμεν τοῦτον τῆς φυλακῆς ἀποσπᾶσαι, ἀλλ᾿ οὖν παρηγορήσομεν πάντως.» ὁ δὲ
γέρων εἶπεν πρὸς αὐτόν· «ὡς ἀληθῶς ἄξιόν ἐστι συναλγεῖν τε καὶ συνεργεῖν τῷ πατριάρχῃ
ἡμῶν, καὶ ἀγωνίσασθαι ὑπὲρ αὐτοῦ πάσῃ ψυχῇ, καὶ παντὶ σθένει, καὶ μέχρις αἵματος· ἀλλ᾿ ὅμως ἐπὶ τὴν Περσίδα πορευθῆναι τούτου χάριν οὐ δυνάμεθα· ἐὰν γὰρ ἀπέλθωμεν
πρεσβεύοντες ὑπὲρ αὐτοῦ πρὸς τοὺς μεγιστᾶνας, οὐχ ἕξομεν παρρησίαν. διὸ τοιγαροῦν
πείσθητί μοι, καλόγηρε, καὶ δεῦρο ἐν τῇ ἐρήμῳ καὶ τοῖς μοναστηρίοις ἡμῶν ἠρεμήσωμεν,
ἀγρυπνίαις καὶ νηστείαις πρεσβευόντες ὑπὲρ αὐτοῦ πρὸς τὸν τῶν ὅλων δεσπότην καὶ
λυτρωτήν, τὸν μόνον ἔχοντα τὴν ἀδιάδοχον ἀρχὴν καὶ ἐξουσίαν Χριστόν, μετὰ τῶν ἁγίων
πατέρων, ὡς παρρησίαν πρὸς αὐτὸν κεκτημένων· ἐπεὶ πληροφοροῦμαι, ὅτι νικήσειν μέλλομαι
τοὺς θεομάχους, καὶ ὄψεσθαι τὸν πατριάρχην ἡμῶν, δεσμῶν καὶ φυλακῆς λυτρωθέντα καὶ
εὐφροσύνως καὶ ὑγιῶς ἐπανελθόντα. μὴ οὖν κόπους ἀνοήτους αὐτοῖς παράσχωμεν, ἀφέντες
[p. 511Φ] τὸν ἀγαθὸν καὶ εὐεργέτην θεὸν ἡμῶν, καὶ προσελθόντες πρὸς δυσμενεῖς καὶ
δυσσεβεῖς τυράννους, πρὸς οὓς οὐκ κτήμεθα [λεγε· οὐ κεκτήμεθα] παρρησίαν· ἐλέγξει
γὰρ ἡμᾶς ὄντως ὁ δικαιοκρίτης ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, εἰ τοῦτο ποιήσωμεν.»
21. ἀκούσας δὲ ταῦτα παρὰ τοῦ γέροντος ὁ ἀββᾶς Χριστοφόρος, εἶπεν πρὸς αὐτόν· «ὡς
ὁρῶ, οὐκ ἔχομεν ἀγάπην, ἀλλ᾿ ἐστερήθημεν αὐτῆς, καὶ πρὸς τὸν πατριάρχην ἡμῶν παντελῶς
οὐκ ἐδυνήθημεν φυλάξαι ταύτην, ἀλλ᾿ ὅμως παρακαλῶ μὲν ἐλθεῖν σε μετ᾿ ἐμοῦ· εἰ δὲ
μή, αὐτὸς μόνος πορεύομαι.» ὁ δὲ ὅσιος γέρων ἀνεξικάκως παραινέσεσι καὶ διδασκαλικαῖς
νουθεσίαις, χρήσεις τε ἀπὸ τῆς γραφῆς προσφέρων, ἐκώλυεν αὐτόν· καὶ θεωρῶν αὐτὸν
μᾶλλον ἀναινόμενον, καὶ ἀπειθοῦντα τοῖς θείοις λογίοις, ἔτι πρὸς αὐτὸν εἶπεν προσηνῶς·
«ἰδού, ἐνώπιον τοῦ θεοῦ ἐρῶ σοι, ὦ καλόγηρε, ἐὰν ἀκούσῃς μου, καθίζῃ ἐν τῷ σπηλαίῳ
σου καὶ ἡσυχάζεις, ὅτι οὐκ ἰσχύεις ὠφελῆσαι τὸν πατριάρχην, ἐπειδὴ οὐκ ἔχεις πρός
τὸν πρωτοσύμβουλον παρρησίαν, ἀλλ᾿ ὡς μοναχός, παρρησίαν ἔχων πρὸς τὸν κύριον τῶν
κυριευόντων, οὗ ἐν τῇ χειρὶ πέφυκεν ἡ καρδία τῶν ἐπιγείων βασιλέων, καθέζου ἐν τόπῳ
σου, καὶ ἀγωνίζου κατὰ δύναμιν, νύκτωρ καὶ μεθημέραν λιτανεύων αὐτόν, καὶ πρεσβεύων
ὑπὲρ τῆς λυτρώσεως τοῦ πατριάρχου, καὶ παντὸς τοῦ χριστωνύμου λαοῦ,
[p. 512Α] καὶ ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς καὶ αὐτοὺς ἀπὸ πάσης ἐναντίας ἐπιβουλῆς, καὶ
παντὸς πειρασμοῦ διαβολικοῦ τε καὶ ἀνθρωπίνου, ὅτι εὐφρανθήσῃ, καὶ εὐχαριστήσεις
τῷ θεῷ, καὶ τῇ ἡμετέρᾳ ἐπεύξῃ ταπεινώσει. γνῶθι δέ, ὅτι ἐὰν μου παρακούσῃς, ὡς καὶ
γενήσεται, βιάζομαι φανερῶσαί σοι, ὅπερ οὐκ ἤθελον.»
22. τούτου δὲ παντελῶς μὴ πεισθέντος, ἀναγκασθεὶς εἶπεν· «σὺ μὲν μετὰ τοῦ κακοῦ
συμβούλου Χαριτῶνος ἐπὶ τὴν Περσίδα πορεύσῃ, κᾀκεῖ τὸν πατριάρχην ὄψει, κᾀνταῦθα
οὐκ ἐπιστραφήσῃ. ὁ δὲ πατριάρχης πρὸς ἡμᾶς ἐπαναλύσει, καὶ τοῦ ἰδίου θρόνου κρατήσει,
καὶ ἡμᾶς διὰ τῆς αὐτοῦ παρουσίας χαροποιήσει. σὺ δὲ ἐκεῖ διαποιήσεις, καὶ ἐπὶ τὴν
Παλαιστίνην ἔτι οὐδαμῶς οὐκ ἀνακάμψεις, οὐδὲ θεωρήσεις ἡμᾶς σὺν τῷ πατριάρχῃ ἐν
τῇ ἁγίᾳ πόλει, οὔτε ἐν τοῖς περὶ αὐτὴν χώροις, οὐ δὲ ἡμεῖς ὀψόμεθά σε.» ὁ δὲ οὐ
συνιείς, ὡς ἕνεκεν τῆς ἀποβιώσεως αὐτοῦ εἶπεν, ἀλλὰ νομίσας αὐτὸν προφητεύσαντα,
ὅτι διαμενεῖ ἐν τοῖς μοναστηρίοις τῆς Περσίδος οἰκήσας, ἠνιάθη σφόδρα, καὶ μετὰ
λύπης εἶπεν· «ὦ ἅγιε Στέφανε, τί ἐρεῖς, οὐκ ἐπίσταμαι. ἄρα τοσοῦτον ἐσκανδάλισά
σε, ὥστε
[p. 512Β] λέγειν περὶ ἐμοῦ, ὅτι διαμενῶ ἐν Περσίδι ἄρα εἰς τοσαύτην ἐγώ, ὁ ταπεινὸς
καὶ ταλαίπωρος, ἐλήλακα ἀφροσύνην καὶ ἀμέλειαν, ὥστε ἀφήσειν με τὸν μονήρη βίον,
καὶ κατοικήσειν τὴν Περσίδα τί λελάληκας οὐκ οἶδα, ἀλλ᾿ ἐγὼ μὲν ἀκούων σε ὑπὸ πολλῶν
προφήτην ἅγιόν τε καὶ δίκαιον καὶ ὅσιον μαρτυρούμενον, καὶ τῇ τοῦ ἁγίου Εὐθυμίου
προηγορίᾳ [λεγε· προσηγορίᾳ ?] καλούμενον, καὶ ἴσον αὐτῷ κρινόμενον, οὐκ ἐπληροφορούμην
πιστεύειν, ὡς ἔτυχεν, ἀπὸ ψιλῆς ἀκοῆς καὶ φήμης, ἀλλ᾿ ὕστερον διὰ πολλῆς μεμαθηκὼς
αὐτόπτης πείρας, τοιοῦτόν σε ὁμολογῶ καὶ κηρύττω· πῶς δὲ περὶ ἐμοῦ ταῦτα ἀπεφήνω,
οὐκ οἶδα σαφῶς· οὐ γὰρ πιστεύω τελειωθήσεσθαί σου τὴν πρόρρησιν ταύτην ἕνεκεν ἐμοῦ· οὐδέποτε γὰρ ἔσχον τοιοῦτον λογισμὸν
ἐκστήσοντά με τοῦ σπηλαίου μου, καὶ ἀλλαχοῦ
κατοικήσειν με πείσοντα.»
23. ὁ δὲ ὅσιος γέρων πρὸς αὐτὸν ἔφη· «ἅπερ μοι θεόθεν ἀποκεκάλυπται αἰνιγματωδῶς
εἶπον· ὅτι περ, εἰσελθὼν τὴν Περσίδα, αὐτοῦ διαμενεῖς, καὶ οὐκ ἔτι πρὸς ἡμᾶς ἐπανελεύσῃ
μετὰ τοῦ πατριάρχου.» ὁ δὲ πάλιν οὐ συνῆκε τὸ αἴνιγμα· ἀλλ᾿ ὅτε δὴ ἡ τοῦ θανάτου
[p. 512Χ] ἔφθασεν ὥρα, ἐπιμνησθεὶς τῆς τοῦ ἁγίου γέροντος ἀψευδοῦς προφητείας, εἶπεν
μετὰ πολλῆς ἀνίας πρὸς τὸν συνόντα αὐτῷ ἀββᾶν Χαρίτωνα· «ὦ Χάριτων, τί μοι γέγονε
σύ, Χάριτων, ἐξηπάτησάς με· σύ με ἤγαγες ὧδε. οἴμοι↙ οἴμοι↙ ὁ ἅγιος Στέφανος περὶ
τοῦ θανάτου προέλεγέ μοι· ὅτι ἐν Περσίδι διαμενεῖς, καὶ οὐκ ἔτι εἰς τὴν ἁγίαν πόλιν
στραφήσῃ· οὐ δὲ ἡμᾶς τοῦ λοιποῦ ὄψει, κᾀγὼ οὐκ ἐνόησα ὁ ἀσύνετος, ὅτι περὶ τῆς ἐμῆς
ἀποβιώσεως προεῖπεν οὗτος ὁ προφήτης καὶ ἅγιος τοῦ θεοῦ Στέφανος.» καὶ ταῦτα καὶ
πλείονα τούτων εἰρηκώς, καὶ τὸν Χαρίτωνα αἰτιώμενος καὶ πλείοσι ὑποβάλλων μομφαῖς,
καὶ τὸν ὅσιον Στέφανον μεγαλύνων, καὶ τὴν τῶν εὐχῶν αὐτοῦ βοήθειαν αἰτούμενος, παρέδωκε
τὴν ψυχὴν αὐτοῦ τῷ κυρίῳ. καὶ τελειωθεὶς ἐν εἰρήνῃ ἐτάφῃ ἐν Περσίδι. μετὰ πολλῆς
δὲ χαρᾶς καὶ εὐφροσύνης ἀπολυθεὶς ἀπὸ Περσίδος ὁ πατριάρχης κατέλαβε τὸν ἴδιον θρόνον,
καὶ ἐπληρώθη ἡ τοῦ ἁγίου γέροντος περὶ ἀμφοτέρων πρόρρησις.
CAPUT ΙΙΙ
[p. 513Ε]
24. πάλιν, διηγήσατό μοι οὗτος ὁ ἀββᾶς Εὐστράτιος, ὅστις ποτὲ ἐν τάξει μαθητοῦ πρὸς
τὸν γέροντα ὑπῆρχεν, ἡνίκα ἐν τῇ λαύρᾳ διῆγεν, νῦν δὲ βασιλικάριος τῆς ἁγίας Χριστοῦ
τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως, ὅτι ἐν μιᾷ τῶν ἡμερῶν προσῆλθε τῷ γέροντί τις ἀνὴρ φιλόχριστος,
ἔχων θυγατέρα μικράν, δεκαέτη ποῦ χρόνον ἄγουσαν, ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένην,
ὥστε ἑαυτὴν ἐν πυρὶ καὶ ὕδασι ῥίπτειν,
καὶ ἄνωθεν ἕως κάτω ἀπὸ τειχῶν βάλλειν, καὶ ἐσθίειν κόπρον καὶ θνησιμαῖα, καὶ τὰ
πάντα παραφρόνως καὶ ἀνοήτως διαπράττεσθαι.
καὶ προσπεσὼν τῷ ἁγίῳ γέροντι, παρεκάλει καὶ ἱκέτευε, δάκρυα θερμὰ κρουνηδὸν καταχέων·
«ἐλέησόν με, δοῦλε τοῦ θεοῦ, ἐλέησόν με, τὸ θυγάτριόν μου δεινῶς βασανίζεται· δεήθητι
οὖν τοῦ θεοῦ σοῦ, φυγαδεῦσαι ἀπ᾿ αὐτοῦ τὸν ἀκάθαρτον δαίμονα.» ὁ δὲ γέρων, μικροῦ
περὶ τούτου συγχώρησιν αἰτησάμενος, καὶ μετέπειτα πλεῖστα παρακληθείς, εἶπεν τῷ
πατέρι αὐτῆς· «ἔασον τὴν
[p. 513Φ] παῖδα πρὸς τὸν μαθητὴν ἐν τῷ κελλίῳ, καὶ μεθ᾿ ἡμέρας ὀλίγας ἐλθὲ εἰς τὴν
ἡμετέραν ἐπίσκεψιν, καὶ τὸ θέλημα τοῦ θεοῦ γενέσθω.» ὁ δὲ πατὴρ ποιήσας καθὼς ἐνετείλατο
αὐτῷ ὁ γέρων, μετ᾿ οὐ πολλὰς ἀφίκετο ἡμέρας, καὶ μετακαλεσάμενός με ὁ γέρων σὺν
τῇ παιδί, εἰσήγαγεν ἡμᾶς εἰς τὸ ἡσυχαστήριον, καὶ ἐγερθεὶς ἐπὶ ἐμοῦ καὶ τοῦ πατέρος
τῆς παιδὸς ἐποίησε σύναξιν τῆς ἁγίας προσκομιδῆς, καὶ τελειώσας τὴν θείαν λειτουργίαν,
ἐχράντισε τὴν παῖδα ἐλαίῳ σὺν ἁγιαστικῷ ὕδατι, καὶ εἶπεν πρός με· «Εὐστράτιε, ἐπιδὸς
αὐτῇ φαγεῖν.» καὶ ποιήσας ὡς ἐκέλευσε, ὁρῶ αὐτὴν συνετῶς καὶ εὐτάκτως τρώγουσαν· καὶ καταπλαγεὶς ἐπὶ τούτοις, καὶ πληροφορηθῆναι θέλων περὶ τῆς εὐρωστίας αὐτῆς,
ἔλυσα τὴν ζώνην, καὶ προσεποιησάμην τύπτειν αὐτήν· παραχρῆμα ἡ συσχεθεῖσα ἔκλαυσε,
καὶ πρὸς τὸν πατέρα ἑαυτῆς ἠτένισε. πληροφορηθεὶς οὖν ὁ πατὴρ περὶ τῆς ὑγιείας τῆς
ἰδίας παιδός, ἐπορεύθη χαίρων καὶ εὐχαριστῶν τῷ θεῷ καὶ τῷ ἁγίῳ γέροντι.
25. πάλιν ὁ αὐτὸς ἀββᾶς Εὐστράτιος διηγήσατό μοι λέγων·
«προσῆλθέ μοι ποτέ τις φιλόχριστος ἀνὴρ Ἱεριχούντιος περὶ τῆς ἀδελφῆς αὐτοῦ παρακαλῶν
καὶ λέγων· Ϡἀδελφὴν ἔχω, ὀλέθριον καὶ χρόνιον μυστικὸν πάθος ἔχουσαν, καὶ δυσωπεῖ
διὰ τῆς
[p. 514Α] ἐμῆς ταπεινώσεως τὴν σὴν εὐλάβειαν, ὅπως ἂν τροπώσῃ τρόπον, ἄχρις ἂν συντύχῃ
τῷ γέροντι.Ϡ ἐγὼ δὲ σαφῶς ἐπιστάμενος, ὅτι τὸ παράπαν γυναιξὶ οὐ συνομιλεῖ ἑκουσίως,
εἶπον πρὸς αὐτόν· Ϡὁ γέρων οὐ συναναστρέφεται γυναίοις, ἀλλ᾿ εἰ κελεύεις, λέγω αὐτῷ,
καὶ εὔχεται ὑπὲρ αὐτῆς.Ϡ ὁ δὲ ὑπέμεινεν ἱκανὰ προβάλλων δυσωπήματα· Ϡδυσωπήθητι,Ϡ
λέγων, Ϡδιὰ τὴν ἀγάπην τοῦ Χριστοῦ, καὶ μηχάνησαι ποικίλως, ὅπως συνομιλήσῃ αὐτῷ,
καὶ ἀνάθηται αὐτῷ τὸ πάθος αὐτῆς· οἶδα γὰρ, ὅτι οὐ βδελύσσεται αὐτήν, τὸν ἑαυτοῦ
δεσπότην μιμούμενος, τὸν μὴ βδελυξάμενον τὴν Χαναναίαν, οὔτε τὴν αἱμορροοῦσαν, ἀλλὰ
χαρισάμενον τῇ ἁφῇ τῶν κρασπέδων τὴν ἴασιν.Ϡ δυσωπηθεὶς ὑπ᾿ αὐτοῦ καὶ σπλαγχισθεὶς
ἔφην· «σήμερον ἀμήχανόν μοι ποιῆσαι τοῦτο, ἐπειδὴ ἐν τῇ ἐρήμῳ τοῦ Καλαμῶνός ἐστιν
ὁ πρεσβύτης, ἀλλὰ θεοῦ κελεύοντος, τῆς τεσσαρακοστῆς πληρωμένης, κατὰ τὸ εἰωθὸς
εἰσελθόντος τοῦ ἁγίου γέροντος εἰς τὸν [λεγε· τὴν] μονὴν τοῦ Καλαμῶνος ἕνεκεν προσευχῆς,
ἀγωνίσομαι δι᾿ ὑμᾶς συναντῆσαι αὐτῷ, ἀλλ᾿ ὅταν δηλώσω ὑμῖν, ἀνυπερβλήτως καὶ ἀνεμποδίστως
παραγένεσθε αὐθωρὶ εἰς τὸ μοναστήριον.Ϡ
[p. 514Β]
26. παραγεγονότων οὖν, ὥσπερ ἐνετειλάμην αὐτοῖς τροπωσάμενος, ἔπεισα τοὺς πατέρας
ἀποστῆναι τοῦ μέσου πρὸς βραχεῖαν ὥραν, καὶ εὐθέως ἄφνω πρόσωπον πρὸς πρόσωπον ὑπήντησαν
τῷ ἁγίῳ γέροντι, ὡς κατὰ ἄγνοιαν ἡ ἀσθενοῦσα γυνή, καὶ παραυτὰ προσπεσοῦσα σὺν τῷ
ἀδελφῷ αὐτῆς, ἐδυσώπει ἰδιάσαι μετ᾿ αὐτῆς βραχύ. παρακληθέντος δὲ αὐτοῦ, ἀνήγγειλεν
αὐτῷ μυστικῶς τὸ κρυφίον αὐτῆς πάθος, καὶ ἱκετεύον [λεγε· ἱκέτευεν] αὐτὸν ἐλεῆσαι
αὐτήν, καὶ διὰ τῆς τοῦ θεοῦ συνεργείας ἰάσασθαι αὐτήν. ὁ δὲ γέρων εἶπεν πρὸς αὐτήν· Ϡνῦν εὐθέως τὶ ποιήσασθαί σοι οὐκ ἔχω, ἀλλ᾿ εἰ μόνον τοῦτο, δέξαι τὴν
χεῖρά μου,
καὶ ἐπίθες αὐτὴν ὅπου ἀλγεῖς, καὶ πιστεύω ἐν τῷ θεῷ μου, ὅτι κατὰ τὴν ἄφατον αὐτοῦ
φιλανθρωπίαν ἰᾶταί σε, ἐπειδὴ προσέφυγες αὐτῷ.Ϡ καὶ διαπραξαμένη οὕτως ἡ γυνὴ ἐπανέκαμψεν.
ἐγὼ δὲ μετ᾿ οὐ πολλὰς ἡμέρας ἀπαντήσας τῷ ἀδελφῷ ταύτης, ἐπυνθανόμην λεπτομερῶς
περὶ πάντων τῶν λαληθέντων τούτων, περὶ τῆς διαγωγῆς τῆς ἑαυτοῦ ἀδελφῆς καὶ τῆς
τελείας θεραπείας αὐτῆς καὶ ἰάσεως. ὁ δὲ ὅρκῳ ἐπληροφόρησέ με περὶ αὐτῆς, καὶ ὤμοσε
κατὰ θεόν, ὅτι παντελῶς ἰάθη. ἐγὼ δὲ ἀκούσας ἐδόξασα τὸν θεόν, τὸν παντοίοις χαρίσμασι
μεγαλύνοντα τὸν ἑαυτοῦ θεράποντα.»
[p. 514Χ]
27. πάλιν ὁ αὐτὸς ἀββᾶς Εὐστράτιος διηγήσατό μοι λέγων· «εἶπέν μοι ποτὲ ὁ γέρων· Ϡδεῦρο μετ᾿ ἐμοῦ, τέκνον Εὐστράτιε, ἐπειδὴ βούλομαι ἐπὶ τὴν κατωτέραν ἀπελθεῖν ἔρημον,
ἔνθα ἡ θήκη τοῦ μεγάλου Θεοκτίστου, ὅπως λάβωμεν λείψανον ἐξ αὐτοῦ, καὶ ἀσπασάμενοι
καὶ προσκυνήσαντες τὴν ἁγίαν αὐτοῦ θήκην ἁγιασθῶμεν ὑπ᾿ αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ
κειμένων ἁγίων.Ϡ πορευθέντων οὖν ἡμῶν καὶ τὸν τόπον καταντησάντων ἔφησαν ἡμῖν τινές
πλησιόχωροι Ἄραβες· Ϡοὐδεὶς δύναται εἰσελθεῖν ἔνθα ἐστὶ ἡ θήκη, ἐπειδὴ ποτὲ μὲν
ὁρῶμεν ἐκεῖ μέγα πῦρ ἀνάπτον, καὶ τὸν τόπον ἅπαντα μαρμαρυγαῖς ἐξαστράπτοντα· ποτὲ
δὲ μεγάλης ὀσφραινόμεθα εὐωδίας μύρων εὐοδμοτάτων, μόσχου καὶ νάρδου πιστικῆς, πολυτίμου,
ἀγλαϊοτέρας ἀποπνεούσης· πολλάκις γάρ, κατελθεῖν ἐκεῖ καὶ εὔξασθαι πειράσαντες ἐπτοήθημεν· ἔγνωμεν γάρ, ὅτι προφῆται μεγάλοι κεῖνται ἐκεῖ.Ϡ»
28. «ὁ δὲ γέρων ἀγρυπνήσας δι᾿ ὅλης τῆς νυκτός, ἕωθεν λαβόμενός με τῆς χειρός, κατήγαγε
σὺν αὐτῷ καὶ ἀνοίξας τὴν ἱερὰν θήκην, ἔδειξέ μοι τὰ λείψανα τοῦ ἁγίου Θεοκτίστου
καὶ τῶν σὺν αὐτῷ ἁγίων πατέρων, ἀκριβῶς μεμαθηκὼς ἑνὸς ἑκάστου τὰ ὀνόματα.
[p. 515Δ] ἔδειξε δέ μοι καί τινος ἑτέρου ἁγίου λείψανα, χωρὶς κείμενα, καὶ εἶπεν· Ϡοὗτος ὃν ὁρᾶς μέγας ὑπῆρχεν ἀναχωρήτης, καὶ τὴν ἡμέραν τῆς τελευτῆς αὐτοῦ προγνωκώς,
ἀφίκετο πρὸς τοὺς ἐνταῦθα τότε κατ<ο>ικοῦντας πατέρας, καὶ εἶπεν· ῾θέλω κατελθεῖν
εἰς τὴν θήκην τῶν πατέρων κάτω· ἀλλὰ παρακέκλησθε συγκατιέναι μοι.᾿ ἡξάντων [λεγε· εἰξάντων] οὖν αὐτῶν τῇ αὐτοῦ παρακλήσει, καὶ συγκατελθόντων αὐτῷ ἔνθα κατέκειτο
τῶν ἁγίων ἡ θήκη, ἑαυτὸν κατὰ ἀνατολὰς ὑπτίως ἐφαπλώσας, παρέδωκε τὸ πνεῦμα αὐτοῦ
τῷ κυρίῳ, τῶν τῇδε ἐκδημήσας εἰς αἰωνίου ζωῆς καὶ δόξης ἀπόλαυσιν. ταῦτα δὲ ἰδόντες
οἱ πατέρες ἀνῆλθον δοξολογοῦντες τὸν θεὸν καὶ ὑμνοῦντες.Ϡ διηγούμενος δέ μοι οὗτος
ὁ ὅσιος γέρων, ἐκτείνας τὴν χεῖρα, ἀφείλατο ἕνα τῶν ὀδόντων τοῦ ἁγίου Θεοκτίστου
μετά τινα ὀλίγα λείψανα ἐκ τῶν συγκειμένων αὐτῷ ἁγίων πατέρων, καὶ ἀνεκάμψαμεν ἐπὶ
τὴν ἰδίαν λαύραν.»
29. ἄλλός τις ἀξιόπιστος τῶν ὑψηλῶν γερόντων τῆς μεγίστης λαύρας, ὀνόματι Δαβίδ,
ἀνὴρ πανάρετος,
[515Ε] πολλοὺς ἐκπαιδεύσας τὴν μοναδικὴν πολιτείαν διηγήσατό μοι λέγων· «ἐπορεύθην
ποτὲ λίαν ἕωθεν κυκλῶσαι τὴν λαύραν εἰς τὴν ἔρημον μεθ᾿ ἑτέρου τινὸς μοναχοῦ, συλλογῆς
χορταρίων ἕνεκεν· ἐναντίον δὲ γεινάμενος τοῦ ἡσυχαστηρίου τοῦ γέροντος, τοὺς ὄφεις
ἐφοβήθημεν, καὶ διὰ τοῦτο τὴν τοῦ ἡλίου ἀνατολὴν ἀνεμείναμεν. ὡς οὖν ἐφάνη τὸ αὖγος,
ὁρῶ μὲν τὸν γέροντα ἐπάνω τοῦ ἡσυχαστηρίου ἐν τῷ ἐπιρριπταρίῳ αὐτοῦ ἐδώδιμόν τι
βαστάζοντα, καὶ δορκάδας περιχορευούσας, αὐτοῦ παραβάλλοντος αὐταῖς τὴν τροφήν,
ἣν εἶχε· μία δέ τις ἐν αὐταῖς ὑπῆρχεν ἣ ἁρπαλέως καὶ ἀτάκτως ἐσθίουσα προσήρχετο,
ζητοῦσά τι φαγεῖν περισσότερον. ὁ δὲ πλεονεκτοῦσαν αὐτὴν ἰδών, ὀνειδιστικοῖς λόγοις
ὕβρισεν, εὐφυῶς πλήττων καὶ λέγων· Ϡτί πλεονεκτεῖς, ταπεινὴ καὶ λαίμαργε ἕως τινός
οὐκ ἐᾷς τὴν σὴν ἀταξίαν ἄπιθι ἀπ᾿ ἐμοῦ, ὄντως οὐδὲν παρέξω σοι πλέον τῶν ἑταίρων
σου.Ϡ καὶ αὐτὴ ἐπέμεινε φιλονεικοῦσα. αὐτὸς δέ, πλησίον τῆς ἀνατολῆς τοῦ ἡλίου πᾶσαν
τὴν ἐδωδὴν ταῖς δορκάσι κοινῇ παραθείς, μειλιχίως ἔφη πρὸς αὐτάς· Ϡἄπιτε χαίρουσαι· ὅσα γὰρ εἶχον δεδαπάνηται.Ϡ καὶ ἀπέλυσεν αὐτάς. ἡμεῖς
δέ, ἐπὶ τούτων πάνυ θαμβούμενοι,
τὴν ὁδὸν ἡμῶν ἀπεληλύθημεν.»
[p. 515Φ]
30. ἀνήρ τις, μοναχὸς μέγας καὶ θαυμαστὸς καὶ πρακτικῇ θεωρίᾳ κεκοσμημένος, ᾧ ὄνομα
Σέργιος, ἀρχιπρεσβύτης τῆς μεγίστης ἡμῶν λαύρας, διηγήσατό μοι λέγων, «ἐν μιᾷ τῶν
ἡμερῶν ἀπίειν μετά τινῶν πατέρων πρὸς τὸν ὅσιον Στέφανον κατὰ τὴν ἔρημον, ἐν τοῖς
κατ᾿ ἀνατολὰς τῆς μονῆς τοῦ Καλαμῶνος ἄντροις τότε διάγοντα· ἐξετέλει γὰρ ἐκεῖ τὴν
μεγάλην τεσσαρακοστήν. οὗτος τοίνυν, ἐν τῇ πρὸς τῆς βαϊφόρου κυριακῇ, παρεγεγόνει
πρὸς ἡμᾶς, ὁμοθυμαδὸν συνηθροισμένους περὶ τὸν ὄρθρον, καὶ ἐπυνθάνετο ἡμᾶς περὶ
τῆς ἡμῶν παρωχημένης ἀγωγῆς· γρηγορεῖν δὲ καὶ νήφειν ἐκέλευεν, μάλιστα ἐν τῷ καιρῷ
τῆς πρὸς θεὸν ὁμιλίας· Ϡγρηγορεῖτε,Ϡ λέγων, Ϡἀγαπητοί, καὶ νήφετε· τῷ θεῷ γὰρ παρεστήκατε
προσευχόμενοι. εἰ γὰρ βασιλεῖ ἐπιγείῳ παντοδαπῶς, ἑκατέρωθεν στρατιωτικῆς παρεστηκυίας
τάξεως, τὰς τῶν ἀρχομένων φρένας ἐκδειματούσης, προσομιλοῦμεν, νήψεως ἂν πολλῆς
καὶ καταστάσεως δεόμεθα πρὸς μόνον τὸν κρατοῦντα τὰς ὄψεις τείνοντες, τρόμῳ τε καὶ
φόβῳ συνεχόμενοι· πόσῳ μᾶλλον τῷ βασιλεῖ τῶν ἁπάντων, ᾧ παρίστανται μυρίαι ἀγγέλων
καὶ ἀρχαγγέλων στρατίαι, φρίττουσαι
[p. 516Α] παρεστῶτες, ὀφείλομεν νήφειν καὶ πάσης ὑλικῆς καθαρεύειν ἐμφάσεως, καὶ
φοβεῖσθαι, καὶ τρέμειν εὔχεσθε τοίνυν· μεγάλη γὰρ σήμερον τοῖς πατράσι τῆς λαύρας
ἡμῶν ἐπῆλθε κατώδυνος συμφορὰ καὶ ἀνίας γέμουσα.Ϡ»
31. «ἣν ἡμῖν πυθομένοις ἔφη· Ϡτὴν νυκτερινὴν ψαλμωδίαν ἐκτελέσας, ἐξαίφνης ἐν ἐκστάσει
περὶ τὸ αὖγος γέγονα, καὶ ὡσεὶ ἐν τῇ λαύρᾳ βλέπω τινὰς τῶν πατέρων περιπληγότας
τὰς κορυφάς. τὸν δὲ πρεσβύτερον τῶν Σύρων δεδιχασμένον χαλεπώτερον, καὶ ὑπὲρ πάντας
ἀλγινώτερον [λεγε· ἀλγεινότερον] πεπονθότα καὶ ᾠήθην, ὅτι λοιμὸς ἐκεῖσε θανατικὸς
γενήσεται.Ϡ μετὰ τοίνυν ἡμέραν μίαν ἀφίκετό τις ἀνὴρ φιλόχριστος, ἐξαγγέλλων ἡμῖν
οὕτως· Ϡχθὲς τὴν παρωχηκυῖαν κυριακὴν ἐποιησάμην ἐν τῇ λαύρᾳ, καὶ οὐκ οἶδα τί πεπόνθασιν
οἱ πλεῖστοι τῶν πατέρων· ἑώρακα γὰρ αὐτοὺς κατηφοῦντας καὶ κεφαλαλγοῦντας, ἀλλ᾿
οὐδένα ἠρώτηκα περὶ τῆς ἑαυτοῦ κατηφείας καὶ ἀλγηδόνος.Ϡ μεθ᾿ ἡμέρας οὖν τέσσαρας
πληρωθείσης τῆς ἁγίας τεσσαρακοστῆς, ἐπανήλθομεν ἐπὶ τὴν λαύραν σὺν τῷ ἁγίῳ γέροντι,
τὴν σωσίψυχον τῶν βαΐων πανήγυριν
[p. 516Β] ἐκτελέσαντες, καὶ οὕτως τοὺς πατέρας εὑρήκαμεν,
ὥσπερ ὁ φιλόχριστος ἀνὴρ ἀνήγγειλεν· μετ᾿ οὐ πολὺ δὲ πρῶτον μὲν ἐτελεύτησεν ὁ πρεσβύτερος
τῶν Σύρων, μετ᾿ ἔπειτα δὲ ἐκ τῶν πατέρων πλῆθος, ὥστε καθ᾿ ἑκάστην ἡμέραν δύο ἢ
τρεῖς ἐκκομίζεσθαι ἀφ᾿ ὧν ὠνόμασεν ἡμῖν ὁ γέρων συνοῦσιν αὐτῷ ἐν τῇ ἐρήμῳ.»
32. ἄλλος δὲ τίς θαυμασιώτατος γηραιὸς ἐκ τῆς μεγίστης ἡμῶν λαύρας, ἐπαινετὸς καὶ
παντοίας φιλοσοφίας ἔμπλεως, ὀνόματι Λεόντιος, ἐξεῖπέν μοι τοιαύτην ἐξήγησιν· «μονασταί
τινες τῆς εὐαγοῦς ἡμῶν συνοδίας ἐν τῇ ἐρήμῳ διετέλουν περὶ τὸν ἡγιασμένον ἀββᾶν
Στέφανον ἐν ταῖς ὡρισμέναις ἡμέραις τῆς καθολικῆς νηστείας. οὗτοι τοίνυν ὡς ἦγον
ἔρεμον [λεγε· ἤρεμον] ἀγωγήν, ἐξ ἀπόπτου προσῆλθεν αὐτοῖς ἐκ τοῦ ἰδίου σπηλαίου
ὁ γέρων, καί φησιν· Ϡδεῦτε, πατέρες, ἔντευξιν ποιησόμεθα, δεῦτε.Ϡ οἱ δὲ προθυμότερον
ἀναστάντες, τὴν αὐτοῦ προσταγὴν ἐξεπλήρουν. αὐτοῦ οὖν εὐχομένου σὺν αὐτοῖς, ἀκηκόασι
αὐτοῦ τινά τῶν πατέρων τῆς λαύρας εἰς μνήμην ἀγαγόντος καὶ μακαρίσαντος. ὅτε δὲ
τὴν εὐχὴν πεπλήρωκεν, ἔφησαν πρὸς αὐτόν· Ϡκατέπληξας ἡμᾶς, ὦ πάτερ, ὁπότε ἐν τῇ
εὐχῇ μνησθείς τινος τῶν πρεσβυτέρων ἡμῶν, ὡς τόνδε τὸν βίον
[p. 516Χ] ἀπολιπόντος.Ϡ ὁ δὲ εἶπεν· Ϡκαὶ γὰρ οὗτος τῶν τῇδε πρὸς κύριον ἐξεδήμησεν· εὗροι οὖν ἄνεσιν ἐν ταῖς ἀκαταλύτοις σκήναις τῆς δόξης ἐκείνης καὶ ἀγαλλιάσεως.Ϡ
ἀγασθέντες τοίνυν τῶν εἰρημένων ὑπὸ τοῦ γέροντος, ἀκριβῶς ἐνέταξεν [λεγε· ἐνέταξαν]
πινακιδίῳ τὴν ὥραν καὶ τὴν ἡμέραν καὶ τὴν [λεγε· τὸν] μῆνα, καθ᾿ ὧν ἐγένετο ταῦτα.
μετὰ δὲ τὴν τεσσαρακοστὴν εἰς τὴν λαύραν ἀφικόμενοι, λεπτομερέστερον περὶ τῆς τοῦ
πρεσβυτέρου τελευτῆς ἐξηρεύνησαν, καὶ πάντα καθὸ προέφησεν αὐτοῖς ὁ γέρων εὑρηκότες,
σαφέστερον ὑφηγήσαντο ἡμῖν τὸν θεὸν αἰνοῦντες, καὶ τὴν τοῦ γέροντος χάριν εὐφημοῦντες.
33. ἄλλοτε πάλιν κατὰ τὸν ἑαυτὸν [λεγε· αὐτὸν ?] καιρὸν τῆς τεσσαρακοστῆς ἐξαπίνης
ἦλθε πρὸς τοὺς συνόντας αὐτῷ πατέρας, καὶ εἶπεν· Ϡἀνάστητε, πατέρες, ὅπως εὐξώμεθα· καιρός ἐστι προσευχῆς καὶ δεήσεως.Ϡ ποιησάμενοι οὖν τὴν εὐχὴν ἠρώτησαν λεγόντες· Ϡτίς ἡ αἰτία τῆς εὐχῆς ἐν τῇ ὥρᾳ ταύτῃ, ὦ πάτερϠ ὁ δὲ ἀποκριθεὶς ἔφη· Ϡἐπειδὴ νῦν
γέγονεν ἐν τῇ λαύρᾳ ἡμῶν τάραχος καὶ θόρυβος μέγας· τινὲς γὰρ ἀρχάριοι, τῆς συνάξεως
ἐκτελεσθείσης, ὑπὸ τῶν δαιμόνων ἀπατηθέντες ἠτάκτησαν, καί τινας τῶν γερόντων ῥάβδοις
ἔτυψαν, καὐτῷ τῷ ὁσίῳ ἡμῶν ἡγουμένῳ, ἀββᾷ Στρατηγίῳ, τὰς χεῖρας κακῶς ἐπέθηκαν,
καθυβρίσαντες
[p. 517Δ] αὐτὸν καὶ ἀτιμάσαντες.Ϡ ἐκθαμβηθέντες οὖν ἐπὶ τούτοις οἱ πατέρες, ἠξίουν
αὐτὸν ἐξειπεῖν αὐτοῖς, πόθεν ἐνόησεν ταῦτα. ὁ δὲ ἀποκριθεὶς ἔφη· Ϡπρὸ ὥρας τεθέαμαι
τοὺς πάσης κακίας δημιουργοὺς καὶ τοῖς κακοῖς ἐπιχαιροῦντας, κακίστους δαίμονας,
ἐν τῷ ἀέρι φοιτῶντας, ἀγαλλομένους καὶ ὀρχουμένους καὶ ἀλλήλους προτρεπομένους εὐφραίνεσθαι,
φάσκοντας· ῾εὐφράνθητε, εὐφράνθητε· οὐ γὰρ σμικρὸν εἰργασάμεθα σήμερον ἔργον. διὸ
δεῖ ἡμᾶς σκιρτᾷν καὶ γάννυσθαι, καὶ χορεύειν εὐφρόσυνον χορείαν, ὅτι τοὺς ἁπλουστέρους
ἅμα τε καὶ ἀφρονεστέρους τῶν μοναχῶν τοῦ Σάβα πεπλανηθότες [λεγε· πεπλανηκότες]
παρωτρύναμεν ἀταξίαν οὐκ ὀλίγην ποιήσασθαι· ἀλλὰ παρεσκευάσαμεν καὐτὸν τὸν ἡγούμενον
αὐτῶν ῥοπάλοις ἀλγεινῶς πλῆξαι, καὶ καθυβρίσαι δεινῶς, καὶ φόνον ἂν οὐ μέτριον
διηγείραμεν, εἰ μὴ τούτου τοῦ κακογήρου Στεφάνου κατέφθασαν αἱ εὐχαί. ὑπ᾿ αὐτῶν
γὰρ ἀπεκρούσθημεν καὶ ἀπεδιώχθημεν.'
34. ταῦτα μέντοι παρὰ τῶν δαιμόνων ἀκήκοα· ἀλλ᾿ οὖν πιστεύσατε, τέκνα πνευματικώτατα,
[p. 517Ε] ἀληθεύοντι, ὅτι οὐ δι᾿ ἡμετέρων ἐντεύξεων ἐπεῖδεν ὁ θεὸς τοῖς πατρᾶσι,
καὶ προφθάσας ἐπεσκέψατο αὐτούς, ῥυσάμενος ἀπὸ τοῦ φόνου, οὔτε δι᾿ ἐμὲ τὸν ἀχρεῖον
ἀπεσοβήθησαν οἱ δολεροὶ καὶ κακοῦργοι δαίμονες· ἁμαρτωλὸς γάρ εἰμι καὶ πλημμελημμάτων
ἀνάπλεως· ἀλλ᾿ ὡς θέλοντες ἀνιάσαι με, ταῦτα περὶ τῶν πατέρων εἰρηκότες ἐφάνησαν,
καὶ οἰόμενοι κενοδοξίας ὀξυτάτοις βέλεσι κεντρῶσαί μου τὴν διάνοιαν, τῶν εὐχῶν μου
ἐμνήσθησαν. ἀλλ᾿ οὐδέν με τῶν ἀπατηλῶν αὐτῶν ῥημάτων τῆς πρὸς τὸ κρεῖττον νεύσεως
ἐξέστησεν, θείᾳ χάριτι κρατυνόμενον· ὅθεν οὐ δ᾿ ὅλως τούτων πεπίστευκα· ψεῦσται
γὰρ ἀεὶ καὶ πλάνοι, καὶ μισόκαλοι τυγχάνουσιν· ἀλλ᾿ ἀποτίμως [λεγε· ἀποτόμως] καὶ
αὐστηρῶς ἠμυνάμην, καὶ ἀπεσόβουν αὐτούς, καταρώμενος, καὶ ψεύστας αὐτοὺς ἀποκαλῶν
καὶ ἀπατεῶνας, διόπερ ἀποκριθέντες ἔφησάν μοι· ῾εἰ καὶ ἑκάστοτε τοιούτους ἔχεις
ἡμᾶς, καὶ ἀπιστεῖς τοῖς ψευδέσιν ἡμῶν ῥήμασιν, ἀλλὰ σήμερον πείσθητι περὶ τῶν μοναχῶν
τῆς λαύρας εἰρηκόσι τὴν ἀλήθειαν.᾿ ἐγὼ δὲ οὐκ ἐπίστευσα, ἀλλὰ μᾶλλον καὶ μᾶλλον
ἐδίωξα, ἕως θεία τις ἐπιλάμψασα δύναμις, περὶ ὧν ἀνηγγέλκασιν, ἅπασαν ἐδίδαξε τὴν
ἀκρίβειαν.Ϡ τεθαυμακότες οὖν ἐπὶ τούτοις οἱ πατέρες, αὐτὴν τὴν ὥραν καὶ τὴν ἡμέραν,
καὶ τὴν [λεγε· τὸν] μῆνα ἐσημειώσαντο, καὶ τῆς τεσσαρακοστῆς
[p. 517Φ] πληρωθείσης, ὑπέστρεψαν εἰς τὴν λαύραν μετὰ τοῦ γέροντος, καὶ ἠκριβώσαντο
παρὰ τῶν πατέρων τὸν καιρόν, καθ᾿ ὃν ἐγήγερται ταῦτα, καὶ τὴν ἀλήθειαν τῆς διοράσεως
ἔμαθον, ὑφ᾿ ὧν παραλαβόντες διηγορεύσαμεν ὑμῖν, ἵνα τὴν ἀρετὴν τοῦ ἱεροῦ πρεσβύτου
ζηλώσητε, θαυμασιολογοῦντες τὴν μεγαλόδωρον θεϊκὴν ἀγαθότητα.»
CAPUT Ιῃ
[p. 518Β]·
35. θεοφιλεῖς τρεῖς ἀδελφοὶ τῶν μεμαρτυρημένων ἐπ᾿ εὐλαβείᾳ Δαμασκόν, τὴν πανευδαίμονα
καὶ λαμπρὰν μητρόπολιν, οἰκητήριον ἔχουσι. τούτων εἷς ἀποταξάμενος, καὶ ταύτην τὴν
μεγίστην λαύραν οἰκήσας, διηγήσατό μοι, λέγων ὅτι, «τίς, Ἰωάννης ὀνόματι, σημειοφόρος
ἀνήρ, καὶ πολλὰ δείξας θαυματουργήματα, ὧν ἐν πείρᾳ γεγόνασι πολλοὶ φιλαληθέστεροι
ἄνδρες, τούτῳ τῷ μακαρίτῃ μαθητεύσας, καὶ μετ᾿ ἔπειτα ἐπίσκοπος τῆς περιφανοῦς καὶ
ἐνδόξου πόλεως Χαραχμοβῶν γενόμενος, ὑψηλὸς ὡς ἀληθῶς ἀπεφάνθη καὶ εὐδόκιμος, καὶ
διά τινας χρείας πολιτικάς τε καὶ ἐκκλησιαστικὰς πρὸς τὸν σύμβο<υ>λον Δαμασκοῦ καὶ
πρὸς τὸν κριτὴν πυκνῶς ἀφικνούμενος, οἴκοι πρὸς ἡμᾶς ἐξενίζετο. πολλὴν δὲ καὶ τῶν
λόγων αὐτοῦ καὶ τῶν διηγημάτων τὴν ὠφέλειαν καὶ ψυχικὴν εὐεργεσίαν ἐκαρπούμεθα.
μιᾷ δὲ τῶν ἡμερῶν, ἑσπέρας οὔσης βαθείας, κᾀπὶ τῆς τραπέζης τῶν τριῶν ἡμῶν ἀδελφῶν
σὺν αὐτῷ καθεζομένων, διηγήσατο ἡμῖν τὸ εἰς αὐτὸν παρὰ τοῦ ἐπιστάτου γεγενημένον
παράδοξον θαῦμα.
36. Ϡἐγένετό μοι,Ϡ φησί, Ϡποτὲ τούτῳ τῷ θεοφόρῳ μαθητεύοντι, πορευθῆναι εἰς τὸ μοναστήριον
τὸ λεγόμενον
[p. 518Χ] Χουράν. τὴν ὁδὸν ἐξανύσας κᾀκεῖσε ἐρρωμένως καὶ ἀβλαβῶς ἔφθακα, ἀσθένειά
τις μὲ κατέσχε μεγάλη καὶ ἐπικίνδυνος, ἥτις ἠνάγκασεν ἐπὶ καιρὸν αὐτόθεν μεῖναι,
μὲ [λεγε· μὴ] δυνάμενον εἰς τόπον μου ἀπὸ σωματικῆς κακώσεως καὶ ἀδυναμίας ἀποστρέψαι.
μετ᾿ οὖν χρόνον τινὰ τῆς νόσου ἀνασφήλας καὶ ἀναλαβὼν εἰχόμην τῆς ἐπὶ τὴν λαύραν
διὰ τῆς ἐρήμου ἀποφερούσης ὁδοῦ, ὀλίγους ἄρτους ξηροὺς σὺν ἐμοὶ εἰληφώς. καύσωνος
δὲ γενομένου σφοδροῦ κατὰ τὸν καιρὸν τοῦ θέρους ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος, καὶ δίψους
δεινῶς ἐτρυχόμην, πολλῷ δὲ μᾶλλον τοῦ τόνου τῆς σωματικῆς ἰσχύος διαλυόμενος ἐδαμαζόμην,
καὶ ἐν πολλῇ στενώσει καὶ ἀπορίᾳ ἐτύγχανον, καὶ τὸν θεὸν καὶ τὰς τοῦ γέροντος εὐχὰς
ἐπεκαλούμην, ἕως ἐν τούτοις μὲ ὄντα τοῖς δεινοῖς ἡ τοῦ θεοῦ εὐσπλαγχνία προφθάσασα
ὡδήγησέ τινας κατὰ τὴν ἔρημον εὑρηκέναι ποιμένας Ἀραβήτας, οἵτινές με θεασάμενοι
ἐπυνθάνοντο τί ἂν εἴην κεκτημένος. ὡς δὲ τοὺς ἄρτους αὐτοῖς ὑπέδειξα καὶ τὸ δίψος
ἀνήγγειλα, τοὺς μὲν ἄρτους πρὸς ἑαυτοὺς ἀπέφερον, ὕδωρ δὲ ἀρτίως ὧδε μὴ ἔχειν παντελῶς
ἔφησαν, ῾ἀλλ᾿ ἀποστελοῦμεν σύν σοι ὁδηγόν, ὑποδεικνύντα σοὶ τὸν τόπον τοῦ νάματος,
οὐ μακρὰν πολὺ διακείμενον.'
[p. 519Δ]
37. ἀπέστειλαν οὖν φονικὸν καὶ φοβερὸν Αἰθίοπα, γεναῖον [λεγε· γενναῖον ?] καὶ τρισάθλιον,
διαβόλου μηδὲν τῷ τρόπῳ διαφέροντα, ὡς μετὰ ταῦτα ἡ πεῖρα ἐδίδαξε. μεθ᾿ οὗ διὰ βίαν
τοῦ δίψους ἐξ ἀνάγκης ἐπορευόμην, καὶ πορευθέντες ἅμα ἱκανὸν διάστημα, ἐφίστησί
με χειμάρρου ῥαγάδι, ὕδωρ ἐχούσῃ. καί φησι· ῾πίνε, ἄνθρωπε τοῦ θεοῦ, καὶ μετὰ ἀδείας
οὕπερ ἐπιθυμεῖς καὶ χρήζεις ἐμφορήθητι.᾿ ἐγὼ δὲ ἀπὸ τοῦ πολλοῦ καμάτου τετρυχωμένος,
ὅπερ ἐφόρουν μικρὸν ἐπιρριπτάριον ἀπεθέμην, καὶ πιεῖν μετὰ ἀνέσεως ἐπειρώμην. καὶ
ὡς τῇ πηγῇ τὴν κεφαλὴν ὑπέκλινα, ἀθρόον μοι λογισμός τις ἐπεισείη, τὸν ἀλιτήριον
ἐκεῖνον Αἰθίοπα πονηρὰ κατ᾿ ἐμοῦ τυρεύειν καὶ διενθυμεῖσθαι, καὶ μικρὸν τὴν κεφαλὴν
ἀνανεύσας ὁρῶ τὸν τρισάθλιον χειροπληθῆ λίθον κατέχοντα, καὶ τοὺς ὀφθαλμοὺς βλοσυροὺς
καὶ οἱονεὶ ᾑμαγμένους, καὶ ὡς πῦρ φαίνοντας, καὶ βαλεῖν λεληθότως μέλλοντα. ἐγὼ
δὲ ἄφνω διεγερθείς, καὶ τὸ πνεῦμα τάχα καὶ παρὰ γνώμην ζωπυρῆσάν με· ῾τί τοῦτο βούλει
ποιήσειν, δείλαιε᾿ ἔφησα· ῾πείρα, εἰ ὅλως δεδύνησαι· ἐγὼ γὰρ σοῦ ρωμαλεώτερος καὶ
εἰς ἀλκὴν προθυμότερος.᾿ ὁ δὲ ἅμα τὸν λόγον ἀκούσας τῆς χειρὸς τὸν λίθον ὑποτρέμων
ἀπέρριψε. καὶ τὸ ἐπιρριπτάριον
[p. 519Ε] χαμαὶ κείμενον κλέψας, μετὰ δρόμου καὶ τρόμου πολλοῦ ᾤχετο.
38. ἐγὼ δὲ τῷ θεῷ εὐχαριστήσας, ἐδεδείην πρὸς τοὺς Ἀραβήτας, ὅθεν ἤμην ἐληλυθώς,
ὑποστρέψαι, καὶ ἐν πολλῇ δειλίᾳ καὶ σκοτώσει λογισμῶν ἐτύγχανον. τέλος ἔδοξέ μοι
διὰ τὸν φόβον αὐτῶν τὴν ἄβατον ἔρημον βάτην ποιήσασθαι, καὶ δι᾿ αὐτῆς εἰς τὴν λαύραν,
εἰ ὅλως δυνηθείην, ἀποσώζεσθαι. ὁδεύσας οὖν ἀφ᾿ οὗ ὑπῆρχον τόπου διάστημα, ἠρξάμην
περιπλανᾶσθαι ὄρος ἐξ ὄρους, καὶ χείμαρρον ἀμείβειν ἀπὸ χειμάρρου ἐν σκότῳ βαθεῖ
καὶ ἀνοδίᾳ, τοῦ ἡλίου ἤδη δύναντος, καὶ τῆς νυκτὸς ἐπελθούσης. ἐπὶ πολλὰς τοίνυν
ὥρας δαμασθείς, καὶ ἀπορίᾳ καὶ ἀθυμίᾳ συσχεθείς, θεοῦ συνεργίᾳ ἀκούω, ὡς ἀπό τινος
μακροῦ διαστήματος, φωνῆς πρὸς ἐμὲ φερομένης, καὶ ἐξ ὀνόματος καλούσης, καὶ οἱονεὶ
τὴν ὁδὸν διὰ τῆς φωνῆς ὑποδεικνυούσης, θαρρεῖν δὲ καὶ μηδὲν δεδειέναι παρεγγυώσης,
ἀλλά, ῾ἀββᾶ Ἰωάννη,᾿ λεγούσης.
[p. 519Φ]
39. καὶ μὲν πρῶτα ἐξεπλάγην, καὶ φάντασμα δαιμόνιον ἀκηκοέναι ὑπελάμβανον. εὐχὴν
οὖν κατὰ τὸ εἰκὸς πεποιηκώς, καὶ τό ῾πάτερ ἡμῶν᾿ πεπληρωκώς, οὐδὲν ἧττον ἐπέμενεν
ἡ φωνὴ γεγωνοτέρα φερομένη, καὶ ἐκ τοῦ σύνεγγυς ἐξακουομένη, καί· ῾ἀββᾶ Ἰωάννη,
ὧδε ἔρχου, καὶ μηδὲν δειλία,᾿ φθεγγομένη, ὥστε καὶ διακρίναι τὸν φθόγγον δύνασθαι,
καὶ τὸν γέροντα εἶναι τὸν καλοῦντα ὑπειληφέναι. ἄπιστον οὖν μοι καὶ ἀνακόλουθον
τὸ πράγμα ἐδόκει· ῾καὶ πῶς,᾿ ἔλεγον, ῾ἐκεῖνον ἄρτι γενέσθαι᾿ καὶ θάμβός με ταῖς
ἀληθείαις ἔσχε καὶ ἔκστασις ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος, ἕως αὐτὸν ἐν ἀληθείᾳ
τὸν θεοφόρον ἑώρακα θαρροποιοῦντα, καὶ πρὸς τὴν εὐθείαν ἐπανάγοντα, καὶ τῆς ἠθισμένης
μοναχοῖς εὐχῆς κατάρξαντα, καὶ μετὰ τὸ ἐπιφθέγξασθαι τό ῾ἀμήν,᾿ φησὶ πρός με· ῾τί
εἰ [λεγε· ἔνι], τέκνον Ἰωάννη, ἐφοβήθης τὸν δείλαιον ἐκεῖνον καὶ φονῶντα τὸν Αἰθίοπα,
διχοτομῆσαί σε βουληθέντα ὅλως δὲ ἤλγησας, ὅτι σοῦ τὸ ἐπιρριπτάριον κέκλοφεν μηδαμῶς
σοι μελέτω, πέπεισο δὲ ὅτι κατ᾿ ἐκείνην τὴν ὥραν ἐν ᾗ ὁ ἀλιτήριος ἐπιβαλεῖν σοι
τὰς χεῖρας ἤθελεν, δέησιν ὑπὲρ σοῦ τῷ σωτῆρι Χριστῷ προσεκόμισα. ἀλλὰ χάρις αὐτῷ,
πάντοτε τῷ ρυομένῳ ἡμᾶς τῶν θηρευόντων. θάρσει οὖν, καὶ μηδὲν φοβηθῇς, ἀλλὰ πορευθῶμεν
εἰς τὸ ἡσυχαστήριον.᾿ τεθηπὼς μᾶλλον ἐξεπλησσόμην, καὶ συνεπορευόμην
[p. 520Α] αὐτῷ γεγηθὼς καὶ ἀγαλλόμενος, ἕως ὅτου τὸ ἡσυχαστήριον αὐτοῦ ἐφθάσαμεν.
40. ὃ δὲ μὲ πάλιν ἀναγκαῖον εἰπεῖν, οὐ κρύψω· ἐξαγορεύσω δὲ καὶ πρὸς δόξαν θεοῦ,
καὶ ὑμετέραν ὠφέλειαν, ὡς ἐν ἐκείνῃ ᾗ ἔφην ἀσθενείᾳ ἦν γενόμενος εἰς τὸ μοναστήριον,
{τὸ λεγόμενον εἰς τὸ μοναστήριον,} τὸ λεγόμενον Χουράν, ἠσθένησα· ἐπιθυμία δέ τις
σφοδρὰ καὶ διάπυρος ἔσχέ με ἐμπλησθῆναι βρώσεως ἰχθύος ἁλμυροῦ ἐκζεομένου μετὰ σινήπεως,
καὶ πολλοῖς διεκείμην ἐμφορεῖσθαι τῆς ἐφέσεως. διὰ δὲ τὸ ἐκεῖσε μηδὲν τοιοῦτον κατ᾿
ἐκείνῳ καιρῷ γεγονέναι, ἔμεινα τὸ πάθος ἐν ἐμαυτῷ τρέφων καὶ σφοδροτέρως τῇ ἐπιθυμίᾳ
φλεγόμενος. ἐπεὶ δὲ τὸ σεβάσμιον ἐκεῖνο, ὡς ἔφην, εἰσεληλύθαμεν ἡσυχαστήριον, πρώτης
μὲν ἢ καὶ δευτέρας φυλακῆς διαδραμούσης, καὶ τὴν ὀφειλομένην εὐχήν, κατὰ πατρικὴν
καὶ ἀρχαίαν παράδοσιν, πεποιήκαμεν· ῾καθέζου, ἀββᾶ Ἰωάννη,᾿ ἔφη ὁ γέρων. ἐμοῦ δὲ
καθεσθέντος, αὐτὸς εἰσίει εἰς τὸ ἐνδότερον τοῦ ἡσυχαστηρίου σπήλαιον, ὅπερ ἐκεῖσε
ἐτύγχανε· ἀγνοοῦντι δὲ μοὶ ἐπέστη ὁ σημειοφόρος πατὴρ πίνακα ἐπιφερόμενος
[p. 520Β] ἰχθὺν τεταριχευμένον ἔχοντα, μετὰ σινήπεως, καί φησι πρὸς μέ· ῾ἰδοὺ
καὶ ἡ ἐπιθυμία σου, ἀδελφέ· ἡτοίμακα γὰρ σοὶ αὐτὴν ἕως ἀνέλθῃς· ἀλλὰ φάγε, καὶ ἐμπλήσθητι,
καὶ μηδέποτε τῆς τοῦ θεοῦ ἀπογνῷς ἐπικουρίας καὶ ἀντιλήψεως.᾿ ἐγὼ δὲ τὸ παράδοξον
κατ᾿ ἐμαυτὸν ἐνθυμούμενος, πόθεν ἐν τοιαύτῃ ὥρᾳ τοιοῦτον εὑρέθη παρ᾿ αὐτῷ προσφάγιον,
οὐδὲν ἕτερον εἶχον λογίσασθαι, ἢ ὅτι ὁ τοῖς ἁγίοις ἀποστόλοις καὶ μαθηταῖς ἑαυτὸν
ἐπὶ τῆς λίμνης μετὰ τὴν ἀνάστασιν φανερώσας Χριστός, καὶ ἀνθρακιὰν καὶ ὀψάριον ἐπικείμενον,
καὶ ἄρτον αὐτοῖς ἀληθείᾳ παρεσχηκώς, αὐτὸς καὶ τῷ θεράποντι αὐτοῦ καὶ μαθητῇ τὴν
ἐπιθυμίαν ἐξέφῃνε, καὶ τὸ ποθούμενον ἐκαρποφόρησεν. ἔφαγον οὖν, καὶ ἐκορέσθην, καὶ
τὸ πάθος παραμυθησάμενος εὐχαριστήριον αἶνον τῷ θεῷ καὶ ἐν τούτῳ ἀνέπεμψα.
41. ἄλλο γὰρ ὑμῖν ἐξηγορευκέναι θαυμάσιον οὐκ ὀκνήσω· οἶδα γὰρ τὸν φλογερὸν ὑμῶν,
ἀδελφοί, περὶ τῶν τοιούτων πνευματικῶν διηγημάτων ἔρωτα. ἐμοῦ ποτὲ συνδιατρίβοντος
τούτῳ τῷ θεοφόρῳ ἐπιστάτῃ κατὰ τὴν ἔρημον μετά τινῶν ἡσυχαζόντων σποράδην ἑνὸς ἑκάστου
ἐν ἰδίῳ σπηλαίῳ, κατὰ τὴν τοῦ ἐπιστάτου ψυχωφελῆ διδασκαλίαν καὶ παράδοσιν,
[p. 520Χ] μέγας λιμὸς συμβέβηκεν ἡμῖν, τὸν σωματικὸν κατατραύγων [λεγε· κατατρώγων]
τόνον, καὶ τὰς ζωτικὰς καὶ φυσικὰς ἅμα τε καὶ ψυχικὰς καταπονῶν δυνάμεις. ἐκβάντες
οὖν τῶν σπηλαίων, λιμαγχονούμενοι διηρχόμεθα τὴν ἔρημον, πόας καὶ θάμνους ἀναζητοῦντες
πρὸς παραμυθίαν τοῦ λιμώδους πάθους, καὶ πολλὰ κεκμηκότες τὴν ἔρημον ἐμπόνως ψυχαφῶντες
[λεγε· ψηλαφῶντες] ὑπεστρέψαμεν πρὸς τὸν καλόγηρον, τὸ παράπαν μηδὲν εὑρηκότες.
ἐπειδὴ δὲ τὴν ἐσχάτην ἡμῶν ἀπηγγείλαμεν αὐτῷ πείναν, καὶ ὃν ἄγαν ἐμογήσαμεν μόχθον,
ἀνὰ πᾶσαν τὴν ἔρημον περιφοιτῶντες, οἴκτῳ διαπύρῳ συσχεθεὶς ἔφη· ῾αὔριον, τοῦ θεοῦ
τὸ ζῆν παρέχοντος, ἐπὶ τὸν δὲ [λεγε· τόνδε] ἀπιόντες τὸν τόπον εὑρήσετε πεφιλοκαλημένον
σέλινον, ἐπιμελῶς γεωργηθέν, καὶ λαβόντες ἀπ᾿ αὐτοῦ μὴ ὑπὲρ τὴν χρείαν θεραπευθῆτε,
μηδὲν ἐκτίλλαντες καὶ ἐρημώσαντες.᾿ ἀφιγμένοι τοίνυν τὸν δηλωθέντα ἡμῖν ὑπὸ τοῦ
γέροντος χῶρον, ἀπαραλλάκτως εὑρήκαμεν καθὰ ἀπεφήνατο· καὶ τὴν χρείαν ἡμῶν παρειληφότες,
ἀνεκάμψαμεν γεγηθότες καὶ ἀγαλλόμενοι. ὑποδειξάντων οὖν ἡμῶν τῷ γέροντί τινα σέλινα
ἐξ ὧν ἐφέρομεν, εὕρηταί τις ρίζα ἀγνώστως ὑφ᾿ ἡμῶν ἐκρισθεῖσα· ἣν θεασάμενος ὁ ἐπιστάτης,
ἄγαν λελύπηται, εἰπών· ῾οὐκ ἐνετειλάμην ὑμῖν, μηδὲν ἐξαφανίσαι καὶ ἐκριζῶσαι ὄντως
λελυπήκατέ με λύπην οὐ μετρίαν, ὃ προέφθην ὑμῖν μὴ πεπραχότες.᾿ αὐτοῦ δὲ
[p. 521Δ] εἰρηκότος ταῦτα ἐγνώσαμεν, ὅτι τινὸς ἀφανοῦς ἀναχωρητοῦ ὑπῆρχε τὰ σέλινα.
42. ἄλλο τε δὲ κατ᾿ ἐκείνου καιροῦ διοδευόντων ἡμῶν τὴν ἔρημον, εἰσήγαγεν ἡμᾶς εἰς
σπήλαιον, κᾀκεῖσε τὴν συνήθη εὐχὴν ἐκτελέσαντες, εὑρίσκομεν χόρτον καὶ βοτάνας καὶ
ἀνθρώπου τινὸς ἴχνη, δι᾿ ὧν μεμαθήκαμεν ἐκεῖνον τὸν τόπον ἀναχωρητοῦ τινὸς εἶναι·
ἀλλ᾿ οὐδαμῶς ἐπυθόμεθα τὸν θεοφόρον ἐπιστάτην, οὔτε μὴν αὐτός τι ἡμῖν διὰ τούτου
ἀπέφῃνεν. ἐξελθόντες οὖν τοῦ σπηλαίου θεωροῦμεν παλαιὸν ἄγριον φοίνικα, ἀνδρικῆς
ὀργυιᾶς μῆκος ἔχοντα, κᾀκεῖσε μεμενηκό{ν}τες ἐπὶ βραχεῖαν ὥραν, οὐδένα ἐθέαμεθα,
καὐτῇ τῇ ἡμέρᾳ εἰς τὰ ἡμέτερα ὑποστρεψάντων ἡμῶν σπήλαια. μετ᾿ οὐ πολλὰς ἡμέρας
ἔδοξέ μοι μεμονωμένος διοδεῦσαι τὴν ἔρημον ἡμέρας. ὡς οὖν μόνος ἐπορευόμην, ἀκήκοά
τινος ὁμιλίας, καὶ κατ᾿ ἐμαυτὸν σκοπήσας ὑπετόπασα ὅτι δύο ἠρέμα καὶ ἀψοφητὶ ἀποφθέγγονται·
καὶ περιβλεψάμενος
[p. 521Β] τῇδε κᾀκεῖσε, οὐδένα ἑώρακα, ἀλλὰ μόνον τὸν σημειοφόρον ἐπιστάτην, καὶ
παραυτά με θάμβος κατέσχε ἄρρητον, καταστῆσαν ἄναυδον. εἶτα κελεύει μὲ ὁ ἐπιστάτης
καθίσαι, καὶ βουλόμενον καθίσαι ἐξ εὐωνύμων αὐτοῦ, λαβόμενος τοῦ κρασπέδου τῶν ἱματίων
μου, ἐκέλευσέ με ἐκ δεξιῶν καθίσαι, καὶ μετὰ μικρόν, πρὶν μὲ φθέγξασθαί τι, προεφθακὼς
ὁ ἐπιστάτης λελάληκεν· ῾ἄπελθε, τέκνον Ἰωάννη·᾿ καὶ οὐδέν πλέον ἔφη.
43. πορευθεὶς δὲ ἐγώ, κᾀκείνην τελευτήσας τὴν ἡμέραν, διενοούμην κατ᾿ ἐμαυτόν, θαυμάζων
πῶς τὸν ἐπιστάτην ἑώρακα μόνον, δυοῖν σαφῶς ἀκούσας ὁμιλούντων. πρὸς τὸν ἐπιστάτην
τοίνυν ἀπιών, ἐρωτήσων τούτου ἕνεκεν, καὶ προσελθὼν αὐτῷ κατ᾿ ἰδίαν ὑπάρχοντι ἐν
τῷ ἑαυτοῦ σπηλαίῳ, καὶ τοῖς ποσὶ αὐτοῦ προσπεσὼν ἐπυθόμην αὐτὸν πολλὰ ἐκλιπαρήσας,
καὶ εἰπών· ῾ὄντως οὐ μὴ παρεάσω σέ, οὐδ᾿ οὐ μὴ ἐξαναστῶ καταφιλῶν σοῦ τὰ ἴχνη, ἄχρις
ἂν μοὶ φανερώσῃς, τίς σοὶ συνῆν, ὅτε σοὶ ἐκεῖ ἐν τῇ ἐρήμῳ καθίζοντι, ἐκ δεξιῶν
σου
παρ᾿ ἔθος ἐκέλευσάς με καθίσαι, καί· Ϡἄπιθι, τέκνον Ἰωάννη,Ϡ ἔφης. καὶ ταῦτά με
εἰπόντα τῇ ἡγιασμένη αὐτοῦ χειρὶ ἐξαναστήσας με, μάλιστα διαπύρως μεμαθηκέναι τοῦτο
ἐπιζητοῦντα θεασάμενος, εἶπεν· Ϡθαυμαστός τις, καὶ μέγας, καὶ ἅγιος ἀναχωρητὴς ἐρημήτης,
ἀεὶ τὰς πόας βοσκόμενος ὑπάρχει, οὕτινός μου συλλαλοῦντος ἠκροάσω· καὶ οὗτος σπηλαῖον
κατέστηκεν ἐκεῖνο, ὅπερ πρώην εἰσέδυεν, ἔνθα καὶ τὸν ἄγριον φοίνικα ἑωράκαμεν· κᾀκεῖθεν
γὰρ τότε εἰσιόντων ἡμῶν καὶ ἐξιόντων, καὶ ἐπὶ ὥρας ἱκανὰς ἑστηκότων, οὐκ ἀπέστη,
ἀλλὰ τῷ φοίνικι ἀοράτως παρεκεκόλλητο, οὐδαμῶς ὑμῖν ὀπτανόμενος, ὡς οὐδέ σοι, ἡνίκα
μοι συγκαθεζόμενος συνετύγχανεν. αὕτη γάρ ἐστιν ἡ πρὸς θεὸν πρώτη τῶν ἀναχωρητῶν
αἴτησις, ἣν ἐξ ἀρχῆς ποιοῦνται εἰς τὸν θεόν, ἀπὸ τῶν μοναστηρίων ἐξερχόμενοι, καὶ
τῶν ἀδελφῶν ἐξιστάμενοι, ἵνα μηδενὶ ὁραθῶσιν, εἰ μὴ ᾧ ἂν βούλωνται.Ϡ καταπλαγεὶς
οὖν ἐπὶ τούτῳ ἐδόξασα τὸν θεόν, τὸν μεγαλύνοντα τοὺς ποιοῦντας τὸ θέλημα αὐτοῦ.»
CAPUT ῃ
[p. 522Χ]·
44. ἦν τις, Θεόδωρος ὀνόματι, θεομάχος δεινὸς καὶ κενόδοξος καὶ τρισάθλιος, ὥσπερ
ἀπέδειξεν ἡ τῶν πραγμάτων ἔκβασις· σχῆμα καὶ στολὴν μοναχικήν, οἱονεὶ δειρὰν προβάτου,
περιεβέβλητο τὴν ἐπιφάνειαν, ἔσωθεν λύκος ἅρπαξ ὑπῆρχεν, καὶ τὴν γνώμην θηριωδέστατος.
ἐκέκτητο δέ τινα φίλον, Βασίλειον ἐπωνομαζόμενον· ἄγχιστα γὰρ αὐτοῦ ἐν τῷ Σπουδαίῳ
τῆς ἁγίας Χριστοῦ, τοῦ θεοῦ ἡμῶν, Ἀναστάσεως εἶχε κελλίον. μιᾷ οὖν τῶν ἡμερῶν τούτῳ
τῷ Βασιλείῳ προσῆλθεν ὁ δυσώνυμος Θεόδωρος, ὡς πρὸς αὐτὸν ὑπερβαλλόντως ἀποσώζων
ἀγαπητικὴν διάθεσιν, καὶ ἀνακοινούμενος αὐτῷ ἑκάστοτε τὰ μυστικὰ καταθύμια, καὶ
ὃν ὑπέβαλεν αὐτῷ ὁ τῆς κενοδοξίας χαλεπώτατος δαίμων λογισμὸν ἀπέφηνε, λέγων· «οἶσθα,
γνησιώτατε, τὴν προσοῦσάν σοι παρ᾿ ἐμοῦ ἀκραιφνεστάτην ἀγάπησιν ἐξ ἀεί, καὶ ἥν σοι
φυλάττω φιλίαν· ὅθεν οὐδὲ τὸ ἐνδόμαχόν [λεγε· ἐνδόμυχόν] μου πυρωδέστατον πάθος
ἀπό σου ταμιεύσασθαι δεδύνημαι, ἀλλὰ φανερώσων ἥκω. ἐπιθυμία τις μεγάλη καὶ ἔφεσις
ἀφόρητος ἤδη κατατρύχει με δεινῶς τοῦ τῶν Ἱεροσολύμων θεαδελφικοῦ ἄρξαι θρόνου,
τὸν κύριν Ἠλίαν ἐξωθήσαντά τε καὶ διώξαντα τοῦ ἱεραρχικοῦ προτερήματος.
ἀλλ᾿ εἶθε γνοίην τὸ τούτου ἐκβησόμενον, πρὶν ἂν ἐπιλήψομαι τῆς ἐγχειρήσεως, ἵνα
πρὸς αὐτὸ διαπράξομαι· οὐ γὰρ λέληθέν σε ἡ παρρησία, ἣν κέκτημαι πρὸς τὸν σύμβο<υ>λον
Φοσάτου, καὶ ἣν ὁ ἐμὸς ἀδελφὸς κατὰ πολὺ μείζονα πρὸς αὐτὸν ἔχει· ἰατρὸς γάρ ἐστι
χρησιμώτατος, ὡς οἶσθα, τῇ γνώσει τε καὶ
[p. 523Δ] ἐνδοξότητι πολλοὺς ὑπερβαλλόμενος. παρακεκλήσθω τοίνυν ἡ σὴ πνευματικὴ
φιλότης, καὶ συνιέτω μοι ἐπὶ τὴν εὐαγῆ λαύραν τοῦ ἁγίου πατρὸς ἡμῶν Σάβα, πρὸς τὸν
ἅγιον Στέφανον, τὸν ἐρημήτην, ὅπως ἂν καταμάθωμεν παρ᾿ αὐτοῦ τοῦ ἡμέτερου σκοποῦ
τὸ ἐσόμενον τέλος.»
45. τοῦτον οὖν μεθ᾿ ἑαυτοῦ λαβὼν παρὰ προαίρεσιν τῆς ψυχῆς τοῖς παρακλητικοῖς αὐτοῦ
λόγοις ὑπήξαντα [λεγε· ὑπείξαντα], ἀφίκετο πρὸς τὸν γέροντα, ἰδίᾳ διατρίβοντα τότε
ἐν τοῖς κατωτέροις τῆς τοῦ Καλαμῶνος ἐρήμου σπηλαίοις κατὰ τὸν τῆς τεσσαρακοστῆς
καιρόν, καὶ ἀμφότεροι δυσωποῦντες ὁμοῦ πρὸς αὐτὸν ἔφησαν· «τὴν σὴν ἀντιβολοῦμεν
ἁγιότητα, πάτερ, προειπεῖν ἡμῖν διὰ ποίαν ἐνταῦθα παραγεγόναμεν αἰτίαν, καὶ τί τὸ
ἐξ αὐτῆς ἐκβησόμενον πέρας.» ὁ δὲ θεόφρων γέρων ἀποκριθεὶς εἶπεν· «πόθεν ἰσχύω ὁ
τάλας καὶ μεστὸς ἀμπλακημάτων γνῶναι τὰ ἐν τῇ καρδίᾳ, καὶ προγνῶναι τὰ μέλλοντα
μόνῳ δὲ τῷ θεῷ ἔοικε ταῦτα, καὶ τοῖς κατ᾿ ἀρετὴν διαφέρουσι, καὶ καθαροῖς, καὶ τῷ
καθαρῷ προσεγγίζουσι, καὶ παρ᾿ αὐτοῦ κομιζομένοις
[p. 523Ε] τὴν ἄφθονον αὐτοῦ δωρεάν, καὶ ἀένναον χάριν· ἐγὼ δὲ τούτων παντάπασι οὔκ
εἰμι, ἀλλὰ πάνυ πορρωτάτω καθέστηκα, καὶ εἰς τοιοῦτον βαθμὸν οὐκ ἐλήλακα. οὐκοῦν
συγχωρήσατέ μοι, ἀδελφοί, καὶ μὴ ζητεῖτε παρ᾿ ἐμοῦ τὰ ὑπέρογκα.»
46. ἐπὶ πολὺ οὖν ἀντιβολήσασιν ἔτι ὁ μετριόφρων γέρων ἔ<φ>η· «ἐπείπερ διετείνατε
τὰ ἡμέτερα ταῖς ἐκλιπαρήσεσι σπλάγχνα καταφλέγοντες, κᾄν τὴν χρείαν ἀναγγείλατε,
μόνον ἴσως ἂν δυναίμην ἐξειπεῖν ὑμῖν τὸ ἐξ αὐτῆς συμβησόμενον.» οἱ δὲ εἶπον· «οὐδὲ
σύ, οὐδὲ ἕτερός τις ταύτην παρ᾿ ἡμῶν ἀκούσει πώποτε.» ὁ δὲ ὅσιος γέρων πρὸς αὐτοὺς
πάλιν εἶπεν· «λοιπὸν προθεσμίαν τριῶν ἡμερῶν θεσπίσαντές μοι ἐπάνιτε, κᾀγὼ ὑμῖν
διὰ τῆς θείας χάριτος γνωρίσω τὰ ἐσόμενα.» τῆς προθεσμίας οὖν τελεσθείσης, καὐτῶν
παραγεγονότων, αὐστηροτάτους πρὸς αὐτοὺς αὐθεντικῶς εἶπε λόγους ὁ ἅγιος γέρων· «ὦ
ἄθλιοι καὶ ταλαίπωροι, τὴν ὑμετέραν ἀφέμενοι σωτηρίαν, ταύτην παρ᾿ ἐμοῦ τὴν χρείαν
ἐπιζητοῦντες ἀφίκεσθε σὺ δέ, ὦ πάντων ἀθλιώτατε καὶ ἀγνωμονέστατε Θεόδωρε, εἰς τοιαύτην
ἐλήλακας ἀφροσύνην καὶ ἀλαζονείαν, ὥστε σπεύδειν πατριάρχης γενέσθαι τούτου χάριν
[p. 523Φ] ἐπιδείκνυσαι ταυτηνὶ τὴν ψευδεπίπλαστον εὐλάβειαν, πεισθεὶς τῷ τῶν ζιζανίων
σπορεῖ καὶ φθορεῖ τῆς καρδίας διαβόλῳ, καὶ τῆς εὐαγγελικῆς παρακούσας φωνῆς, τῆς
λεγούσης· Ϡὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.Ϡ ἀγνοεῖς,
ὅτι οὐδὲν τοῦ τῆς ὑπερηφανείας πάθους ὀλεθριώτερον οὐκ οἶδας, ὅτι δι᾿ οὗ πὰς ἑαυτὸν
ἐπαίρειν βούλεται, δι᾿ αὐτοῦ καταισχυνθήσεται, καὶ πάντων ἀθλιώτατος ἀποδείκνυται
οὐκ ἀνέγνως, ὅσα περὶ τῆς ὑψηλοφροσύνης τοῖς διδασκάλοις εἴρηται οὐαί σοι, οὐαί
σοι, ἐλεεινότατε↙ δεῖ γὰρ μὲ καὶ πάντα χριστιανὸν ἕνεκεν σοῦ ὀλοφύρεσθαι, εἰ μὴ
ἀποστῇς τῆς τοιαύτης αἰσχρᾶς ἐνθυμήσεως.
47. ἀλλ᾿ ὅμως πέπεισμαι, εἰ καὶ κατάχρεως, ὃς ταῦτά σοι ἐρῶ· παραινεῖν γάρ σε καὶ
νουθετεῖν ὀφείλομεν, ὅτι τοῦτό σοι γεγονέναι παραχωρηθήσεται, οὐ διὰ τὴν σὴν ὄντως
πρὸς θεὸν ἀξιότητα, ἀλλὰ διὰ τὴν ὑμετέραν ἄπειρον ἀπροαξίαν [λεγε· ἀπροσεξίαν] καὶ
ἀμέλειαν καὶ πλημμέλειαν. ἐπιτεύξῃ δὲ σὺ τῆς φιλαρχικῆς ταύτης· ἀλλ᾿, ὥς μοι θεόθεν
ἀποκεκάλυπται, οὐ μὴ ἴδοις μιᾶς ἡμέρας ἀνάπαυσιν, οὐδέ σοι τὰ πράγματα ὡς ἐρᾷς κατευθηνθήσεται,
καὶ μέχρι μιᾶς ὥρας οὐ μὴ ἄρξεις τοῦ θρόνου, ὡς ἐφίεσαι, ἀλλ᾿ ἐπικρατήσας αὐτοῦ,
ἐπὶ χρόνον βραχὺν τῆς ὑμετέρας παιδείας ἕνεκεν κακῶς ἀποβληθήσῃ, καὶ τῆς ἀρχῆς στερηθήσῃ
[p. 524Α] καὶ καταισχυνθήσῃ, καὶ πᾶσιν ὕστερον μισητὸς φανήσῃ· ἐπειδὴ ὡς λύκος οὐκ
διὰ θυρίδος εἰς τὴν ἐκκλησιαστικὴν προεδρίαν εἰσελεύσῃ, καὶ οὐχ ὡς ποιμὴν ψηφισθήσῃ.
ὅθεν ἡ ἀλήθεια νικήσει, καὶ ἐν τῇ οἰκείῳ [λεγε· οἰκείᾳ] τάξει σταθήσεται ἡ σελήνη
καὶ τοὺς θεσμοὺς αὐτῆς, καὶ ὅρους οὐδαμῶς ἀθετήσει, τὴν ἁγιωτάτην φημὶ ἐκκλησίαν,
ἥτις ἐξ ἀεὶ οὐ διαλέλοιπε, πολεμουμένη καὶ νικῶσα· ὥσπερ οὐδέποτε τὴν θάλασσαν τὰ
κύματα διαλείπει, οὐδὲ τοὺς τοῦ θεοῦ ἀληθεῖς ἀρχιερεῖς πόλεμος· εἰ γὰρ καὶ παραχωρήσει
τὸ θεῖον ἔσεσθαι τοῦτο κατά τινα προνοίας ἄρρητον τρόπον, ἀλλ᾿ οὖν ἐπιστρέψει τὸ
δικαίωμα τῷ ἰδίῳ τόπῳ.»
48. ταῦτα ὁ Θεόδωρος ἀκούσας, τὴν κενοδοξίαν προκέκρικεν τῆς σωτηρίας, ὡς ἵππος
ἀγέρωχος, τῇ δόξῃ γαυρούμενος, ἀχαλινότως κατακρημνὸν ἑαυτὸν εἰσωθούμενος· οὐ γὰρ
τὴν αὐτοῦ διάνοιαν τῷ θείῳ φόβῳ κεχαλίνωκεν· ἐσκοτίσθη γὰρ ἡ ἀσύνετος αὐτοῦ καρδία,
καὶ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, καὶ τῷ πατέρι
αὐτοῦ τῷ Σατανᾷ, τῷ τῆς μεγαλαυχίας ἡττώμενος φρονήματι. ὃς τὴν κεφαλὴν βεβαρυμένος
ἐπὶ τὴν γῆν νενευκυῖαν ἔχων, τρὶς ἐπυνθάνετο, εἰ παρακεχώρηται αὐτῷ τινὰ χρὸνον
ὅλως ἐπικραθῆναι [λεγε· ἐπικρατῆσαι ?] τοῦ θεαδελφικοῦ προτερήματος. γνωρίσαντος
οὖν αὐτῷ τοῦ γέροντος, ἐπανῆλθεν ὁ πανάθλιος, καὶ τὸν σύμβουλον τοῖς δώροις θέλγειν
καὶ πείθειν αὐτίκα ἀπήρξατο, καὶ φίλους σὺν τῷ ἀδελφῷ διεγείρειν πρὸς αὐτὸν παρακλήτορας
καὶ οὐ πρότερον ἐπαύσατο, πρὶν ἂν δι᾿ ἐξουσιαστικῆς τυραννίδος τὸν θρόνον παρέλαβε,
τὸν ἁγιώτατον πατριάρχην, κύριν Ἠλίαν, ἐξορίσας ἀσεβῶς καὶ ἀθέως.
49. μετὰ οὖν τινὰ βραχύτατον χρόνον, κατὰ τὴν θεόσδοτον τοῦ ἁγίου γέροντος πρόρρησιν
πάντα πέπονθεν ὁ ἀλαζὼν καὶ αὐθάδης Θεόδωρος, ἑκουσίως ἑαυτὸν καταβαλὼν εἰς ἁμαρτιῶν
βαθύτατον βάραθρον, δικαίαις καθυποβληθεὶς κατάραις καὶ ἀναθέμασι, καὶ κακῶς ἐν
Περσίδι τὸν βίον καταλύσας. ὁ δὲ ἁγιώτατος πατριάρχης, κύρις Ἠλίας, ἐπὶ τὸν ἴδιον
θρόνον ἐπανῆλθεν ἐν χαρμοσύνῃ καὶ καλῇ ἐπαναλύσει, καὶ πολυμερῶς τῆς πατριαρχικῆς
ἀπέλαυσεν ἀξίας ἐπὶ ἐνιαυτοὺς ἱκανούς, καὶ τῶν τῇδε ὁσίως πρὸς τὸν θεὸν ἐκδημήσας,
τὸν σύγκελλον αὐτοῦ, κύριν Γεώργιον, τοῦ θεαδελφικοῦ θρόνου κατέλειψεν διάδοχον.
[p. 524Χ]
50. μιᾷ οὖν τῶν ἡμερῶν τοῦ κύρου Ἠλία ἱεραρχοῦντος, καὶ τῆς τοῦ ἁγίου γέροντος προγνώσεως
τελεσθείσης, τινὲς τῶν πατέρων προσελθόντες τῷ γέροντι ἐπηρώτων αὐτόν, λέγοντες·
«πῶς, πάτερ ἁγιώτατε, ἀπεκάλυψέ σοι ὁ θεός, ἡνίκα σοὶ ποτὲ προσῆλθε πευσόμενος ὁ
κακόμνηστος ἐκεῖνος Θεόδωρος, ὅποτε [λεγε· ὁ ποτὲ] ἀνόμως τῶν Ἱεροσολύμων ἐπισκοπήσας,
τὸ ἐκ τῆς ἀρχῆς αὐτοῦ καὶ ἐπισκοπῆς γεγενημένον, καὶ πρὶν αὐτὸν ἐκφράσαι σοὶ τὸ
ζητούμενον πρὸς οὓς τὰ πρῶτα μὲν δυσχεράνας τοιοῦτον αὐτοῖς μυστὴριον ἀποφήνασθαι,»
εἶτα δὲ πλεῖστα παρακληθεὶς ὑπ᾿ αὐτῶν, μετὰ πολλῆς μετριοφροσύνης εἶπεν· «ἐκείνου,
περὶ οὗ πυνθάνεσθε, ὦ πατέρες, πολλά με δυσωπήσαντος, ἐπείσθην, καὶ εἶπον αὐτῷ μετά
τινα προθεσμίαν ὑποστρέψαι πρός με, καὶ εὐθέως ἠρξάμην πρεσβεύειν τὸν φιλάνθρωπον
θεὸν γνωρίσαι μοὶ διὰ ποίαν ἀφίκετο χρείαν, καὶ τὸ ἐξ αὐτῆς γενησόμενον.
51. πρεσβεύσας οὖν, ὡς ἐν ἐκστάσει ἐγενόμην, καὶ θεωρῶ ἐμαυτὸν ὡς ἐπὶ κύριον τῆς
δόξης ἐν τόπῳ φωτεινῷ καὶ ὑπερενδόξῳ, οὗ τὸ σέλας ἀνεκδιήγητον καὶ τὸ κάλλος ἀμήχανον
πᾶσαν ὑπερεκπίπτον αἴσθησίν τε καὶ ἔννοιαν· ὑπῆρχε γὰρ ἐν αὐτῷ πέτρα διαυγεστέρα
[p. 525Δ] τε καὶ εὐκλεεστέρα καὶ ἐνδοξοτέρα, ἐν ᾗ χῶρος ἦν λεῖός τε καὶ ὁμαλὸς καὶ
ἐπίπεδος καὶ εὐκάθεδρος, καὶ κάτωθεν τῆς πέτρας βλέπω τὸν ψευδώνυμον Θεόδωρον, πολὺ
θορυβούμενόν τε καὶ κλονούμενον, μοχθοῦντά τε καὶ μέγαν ἀγῶνα προβαλλόμενον ἐπ᾿
αὐτὴν ἀνιέναι, καὶ μετὰ πολὺν ἀνελθόντα μόχθον, οὐ μὴν τῷ ἐπιπέδῳ τε καὶ εὐκαθέδρῳ
τῆς πέτρας τόπῳ ἐνιδρυμένον, ἀλλ᾿ ἐν κοίλῳ τε καὶ βαθεῖ καὶ εὐολίσθῳ, ἑαυτὸν κατακρημνῆσαι
πειρώμενον, καὶ παλάμαις τε καὶ χερσὶ καὶ πᾶσι τοῖς μέλεσι δράξασθαι τῆς πέτρας
μηχανώμενον, καὶ ἑαυτὸν ἀνεκπτώτως καὶ ἀνολίσθως κατορθῶσαι τροπούμενον, καὶ παντελῶς
οὐκ ἰσχύοντα πρὸς βραχυτάτης μῆκος ὥρας, ἀλλὰ διηνεκῶς ὀλισθαίνοντα, ὅθεν ἄκροις
δακτύλοις ἥπτετο, καὶ ἄνεσιν τὸ παράπαν οὐκ ἔχοντα· ὕστερον δὲ πεπτωκότα ἄνωθεν
ἕως κάτω, καὶ δεινῶς συντριβέντα.
52. θεασάμενος οὖν ταῦτα, διενοούμην συγκρίνων τὰ ὀφθέντα, καὶ παραυτὰ τῇ τοῦ θεοῦ
φωταγωγηθεὶς ἐλλάμψει ἐνόησα, ὅτι ἡ μὲν πέτρα τῶν χριστιανῶν
[p. 525Ε] ἐστὶν ἡ πίστις· ὁ δὲ ἐπίπεδος αὐτῆς καὶ εὐκάθεδρος λόφος προέδρου καθέστηκε
θῶκος· ὁ δὲ τοῦ Θεοδώρου πολὺς κόπος τε καὶ μόχθος, καὶ τὸ μέγα κλυδώνιον ἐπὶ τὴν
πέτραν καθεστῆναι σπουδάζοντος, πόθος ἦν ἆρξαι πατριαρχικοῦ θώκου, ὃν οὐ κατὰ δικαίαν
δηλαδὴ ψῆφον, οὔτε κατ᾿ ἐκλογὴν θείαν, ἀλλὰ κατὰ παραχώρησιν ἐφθακέναι ἴσχυσεν·
ἐπειδὴ οὐκ ἐν ὁμαλοῦ [λεγε· ὁμαλῷ ?] τῆς πέτρας, ἀλλ᾿ ἐν τῷ ὀλισθηρῷ καὶ κοίλῳ ἐκάθισε
τόπῳ, ᾧπερ οὐδαμῶς βεβαίως ἐπὶ πολὺ ἐφιζάνειν δεδύνηται, ἀλλ᾿ ὕψωθεν χαμαὶ κατέπεσεν,
ὅτι ἡ τοῦ θεοῦ ἐκκλησία ἀποδέξασθαι αὐτὸν οὐκ ἀνέσχηται, ἀλλ᾿ ἀπορρίψειν αὐτόν,
καὶ τὸν θειότατον ἀποκλύσειν θρόνον τῆς αὐτοῦ βεβήλου καὶ μιαρᾶς δυσωδίας.» τεθαυμακότες
οὖν ἐπὶ τούτοις οἱ πατέρες τὴν τοῦ γέροντος καθαρότητα, δόξαν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ
Χριστῷ ἀνέπεμψαν.
53. ἄλλοτε δὲ αὖθις ὁ πρὸ μικροῦ μνημονευθεὶς ἀββᾶς Βασίλειος, ὅστις ἦν ποτὲ φίλος
τοῦ ματαιόφρονος Θεοδώρου, ὕστερον δὲ εὐλόγως γεγονὼς ἀντίπαλος διὰ τὴν ἄθεον αὐτοῦ
τόλμαν [λεγε· τόλμην] καὶ θρασύτητα, αὐτοῦ τελείως ἀποκόψας καὶ ἐκστήσας ἑαυτὸν
ἐξ οὗ τε τῆς περὶ αὐτοῦ προρρήσεως παρὰ τοῦ προγνώστου γέροντος ἀκήκοεν· οὗτος τοίνυν
ὁ Βασίλειος προσῆλθεν
[p. 525Φ] τῷ θεοφόρῳ γέροντι λισσόμενος καὶ λέγων· «πάτερ ἁγιώτατε Στέφανε, ἐκλιπαρῶ
σε προφάναι, τινὸς ἕνεκεν ἐνταῦθα ἐλήλυθα χρείας, καὶ ὅτι τὸ ἐξ αὐτῆς φανησόμενον·
οἶδα γάρ, οἶδα, ὅτι πᾶν, ὃ ἂν αἰτεῖς τὸν θεόν σου, δίδοταί σοι.» καὶ πρότερον μὲν
ὁ γέρων παρῃτήσατο, ὕστερον δὲ παρακληθεὶς ὑπὸ τῆς ἀγαθῆς αὐτοῦ καὶ εὐπροαιρέτου
διαθέσεως, ᾐτήσατο παρ᾿ αὐτοῦ δυοῖν ἡμερῶν διωρίαν, ἧς πληρωθείσης, ἐπανελθόντι
φησὶν ὅσιος πρεσβύτης· «ἐπίσκοπος ἐζητήθης γενέσθαι, καὶ εἰ συμφέρει καταμαθεῖν
ζητήσων ἐλήλυθας· διὸ λέγω σοι.
54. ὅτι ἡ μὲν ἐπισκοπὴ μεγάλη καὶ ὑψηλὴ καὶ ὑπερκόσμιος καθέστηκε, ὑπερτέραις ἀμειβομένη
τοὺς τὸ ἔργον αὐτῆς εἰλικρινῶς καὶ ὁσίως μετιόντας, καὶ τὴν ἐμπεπιστευμένην ὁλκάδα
ἐπ᾿ εὔδιον λιμένα σοφῶς ἐξιθύνοντάς τε καὶ διασώζοντας, αἰωνίων ἀγαθῶν ἀντιδόσεσιν.
οὐδὲν τῶν ὄντων τῆς ἀρχιερωσύνης ἄμεινον· ἐπ᾿ αὐτὴν γὰρ τὴν τῶν ἀρετῶν ἀκρότητα
ἀνάγει τοὺς θεοφρόνως καὶ ἀνεπιλήπτως πηδαλιουχοῦντας τοὺς ἐγκεχειρισμένους ἐκκλησιαστικοὺς
οἴακας· ἀλλ᾿ εἴπερ μοι ἀκούσεις, οὐ μὴ παρέψῃ τοῖς σέ ἐπιζητοῦσιν, οὐδ᾿ οὐ μὴ ὑποκλίνῃς
τὸν σὸν αὐχένα δέξασθαι τουτονὶ τὸν ἐπαχθέστατον ζυγόν, ἀλλὰ τὸν ἐλαφρόν, ὃν περίκεισαι,
διαμένεις ἀεὶ τηρῶν· οὐ γὰρ
[p. 526Α] ἐστί σοι ἐπισκοπῆσαι συμφέρον· ἀλλ᾿ ὅμως ἐπίσταμαι, εἰ καίπερ κεκώλυκά
σε, ὅτι πάντως οὐ πεισθήσῃ, ἀλλ᾿ ἐπισκοπήσεις· οὐ γὰρ ὑπὸ ἀνάγκην ὑπάρχεις καὶ βίαιον
ὅρον, ἀλλὰ τῷ αὐτεξουσίῳ τετίμησαι.»
55. ἀγασθεὶς οὖν ἐπὶ τούτοις ὁ ἀββᾶς Βασίλειος εἶπεν· «πῶς, ἁγιώτατε πάτερ, θεόθεν
μεμαθηκὼς ὅτι πάντως ἐπίσκοπος γενήσομαι, κωλύεις με τοῦ γενέσθαι παραινῶν» πρὸς
ὃν ἀποκριθεὶς ὁ γέρων ἔφη· «ὅπερ μοι ὑπὸ τοῦ θεοῦ ἀπεφάνθη, οὐκ ἀπέκρυψά σου, εἰρηκὼς
ὅτι οὐδαμῶς ὑπὸ βίαν τε καὶ ἀνάγκην καθέστηκας, ἀλλὰ τῷ αὐτεξουσίῳ τετίμησαι, γνωρίσας
ὅτι ὁ βίος οὗτος ὃν μετέρχῃ, σοὶ μᾶλλον τῆς ἐπισκοπῆς ἐστιν συμφερώτερος.» ἀκηκοὼς
δὲ ταῦτα ὁ Βασίλειος ἠξίωσεν αὐτὸν φανερῶσαι, πῶς αὐτῷ περὶ τούτων ὑπὸ τοῦ θεοῦ
πεφανέρωται. καί φησι πρὸς αὐτὸν ὁ θεοφόρος. «γεγονὼς ἐν ἐκστάσει ἐμαυτόν τε καὶ
σέ, καὶ μοναχῶν πληθὺν ἐν ἐπηρμένῳ τε καὶ ὄχ᾿ ἐρρωμένῳ [λεγε· ὀχυρομένῳ] κάστρῳ
καθωραισμένῳ τε καὶ παντοίᾳ πεποικιλμένῳ ὡρανότητι [λεγε· ὡραιότητι], ἐκλαμπρῷ τε
καὶ ἀκαταγωνίστῳ ὁρῶ· ὡς οὖν καθήμενοι ἦμεν ἐν αὐτῷ, ἰδοὺ θύραθεν τοῦ κάστρου
ἔρχεται φωνή· Ϡδεῦρ᾿ ἴθι
[p. 526Β] πρὸς ἡμᾶς, ἀββᾶ Βασίλειε, δεῦρ᾿ ἴθι,Ϡ βοῶσα.
56. παρακεκυφότες δὲ ἄμφω ἐγώ τε καὶ σὺ ἐγνωκέναι, πόθεν γέγονεν ἡ αὐδή, θεωροῦμεν
θάλατταν σφόδρα κυμαινομένην, ἀνθρώπους τε ἐν αὐτῇ πολλοὺς νηχομένους, καὶ ὑπὸ τῶν
ταραχωδῶν κυμάτων κλυδωνιζομένους, καὶ χειμαζομένους· καὶ τούτων τινὰς μὲν καταποντιζομένους,
τινὰς δὲ κοπιῶντας, καὶ τοῦ ποθουμένου ἀστοχοῦντας· ἑτέρους δε ἐκ τῆς ἀνωφελοῦς
ἐκείνης ἐνύλου φύρσεως ἀμογητὶ τοῦ ζητουμένου μετειληφότας. ἀφ᾿ ὧν τινὸς βραχέος
ὄχλου, ἐξηχεῖτο φωνὴ κράζουσα· Ϡὀρέγου χεῖρα ἡμῖν, ἀββᾶ Βασίλειε, ὀρέγου.Ϡ τῆς φωνῆς
οὖν οὕτω δηθὰ κραυγηδὸν ἐξηχούσης, πάντες οἱ σὺν σοὶ τοῦ διαυγοῦς τε καὶ ἀσφαλοῦς
ὀχυρώματος ἔνδοθεν διατετειχισμένοι διδασκαλικαῖς παραινοῦντες εὐνοίαις ἐκωλύομέν
σε τὴν τοῦ περιφανοῦς ἐκείνου ἀκαταμαχήτου κάστρου λαμπρότητά τε καὶ γαληνότητα
μὴ καταλιπεῖν, καὶ πρὸς τὴν σαλώδη πεπορεῦσθαι θλίψιν τε καὶ πολύκλονον σύγχυσιν·
σὺ δὲ προέσχες τῆς τῶν προσκαλούντων ἀκροώμενος φωνῆς, ὀνομαστὶ φωνούσης· Ϡμὴ ἐγκαταλίπῃς
ἡμᾶς, ἀββᾶ Βασίλειε, τοὺς ποιμένα σε καὶ προστάτην ἐπιποθοῦνταςϠ, τῆς ἡμετέρας ἠμέλησας
[p. 526Χ] νουθεσίας, τῇ ποιμαντικῇ μᾶλλον ἀρχῇ ἐνηδόμενος, καὶ πρὸς αὐτοὺς ἀβιάστως
πεπόρευσαι, τὴν τοῦ κάστρου ἐάσας τερπνοτάτην ἀσφάλειαν.
57. ἐγὼ δὲ τὴν ὀπτασίαν ταύτην ἀνακρίνας, οὐδὲν κατανοῆσαι πλέον δεδύνημαι, καὶ
ὅτι τὸ μὲν πολύφωτον καὶ περιφανὲς ἀρραγέστατον κάστρον τῆς τοῦ εὐαγοῦς μονήρους
βίου ἀρίστης διαγωγῆς εἰκὼν καθέστηκεν· ἡ δὲ πολυτάραχος καὶ κυματώδης θάλασσα τοῦ
κόσμου ἴνδαλμά τε καὶ ὁμοίωμα πέφυκεν ἐξεικονίζων τὸν πολυμέριμνον τῶν ἀνθρώπων
φυρμόν, καὶ τὸν τῶν βιωτικῶν πραγμάτων ἀκατάπαυστον χειμῶνα· τὸν δὲ μέτριον ἐκεῖνον
σύλλογον, τὸν σὲ πρὸς ἑαυτὸν ἐγκαλούμενον, καὶ τὴν τῶν σῶν χειρῶν ὄρεξιν ἐξαιτούμενον,
χριστιανῶν εἶναι μέρος ὑπετόπασα. τοὺς δὲ σὺν ἐμοῦ σὲ ἀκολουθῆσαι κωλύοντας, μοναχοὺς
ὑπάρχειν ὑπέλαβον· σὲ δὲ βλέπων ταῖς κλήσεσιν ἐκείνων ἐπιγαννύμενον, λελόγισμαι,
ὅτι μᾶλλον αὐτοῖς ἠκολουθηκέναι προαιρεῖς, εἴπερ ἡμῖν τὸ σωτήριόν τε καὶ βέλτιον
φιλοστόργως συμβουλεύουσιν, ὅθεν σὲ συμπορευθῆναι κεκώλυκα, καίπερ σὲ γινώσκων ἀπειθήσειν
μέλλοντα.»
58. λίαν μέντοι ἐπὶ τούτοις ἀγασθεὶς ὁ Βασίλειος, τῷ τῶν ἀγαθῶν δοτῆρι καὶ ὑπεραίνῳ
θεῷ χαριστήριον
[p. 527Δ] ὕμνον ἀνέπεμψε, τὴν ἀξιάγαστον ἀρετὴν τοῦ γέροντος ἐγκωμιάσας· ὕστερον
γὰρ ταυτησὶ τῆς προοράσεως ἀκριβῶς τελεσθείσης, πολλοῖς αὐτὴν διηγησάμενος, τὴν
Ἱεριχὼ διοικεῖν κατήντησε χρείαν, κᾳκεῖθεν πρὸς αὐτὸν τὸν ἅγιον γέροντα παρέγενετο
τῆς φιλοχρίστου πόλεως Τιβεριάδος ὑπάρχων ἐπίσκοπος, ἐμοῦ τότε τοῦ ἀναξίου καὶ ἐλαχίστου
τοῦ θεοφόρῳ πρεσβύτῃ μαθητεύοντος, καὶ διακονοῦντος ἐν τοῖς τοῦ Δουκᾶ σπηλαίοις
διατρίβοντι· ὅν, ὡς εἰκός, ἀσπασάμενος, καὶ πολλὰ λιπαρήσας ἐβίασα μὲν διηγήσασθαι
ταύτην τὴν προγραφεῖσαν τῶν θαυμαστῶν διηγημάτων ψυχωφελῆ ξυνορίδα διὰ τῆς ἰδίας
αὐτοῦ φιλαληθοῦς καὶ ἀκιβδήλου γλώσσης πάλιν ἐπὶ ἐμοῦ τοῦ ἀχρείου καὶ τῶν παρόντων,
ἧς ἐχόντως ἀκροατὴς γεγονώς, χάριν τῷ θεῷ καὶ ἐν τούτῳ προσήνεγκα, τῷ τὴν χάριν
αὐτοῦ πλουσίως παρέχοντι τοῖς αὐτὸν ὁλοψύχως ἐν πίστει μεγαλύνουσιν.
CAPUT ῃΙ
[p. 527Ε]·
59. ἄλλοτε καὶ ἄλλός τις ἀπὸ τῆς μεγίστης μητροπόλεως Δαμασκοῦ, ἐμφανὴς τῷ γένει,
πρακτικῇ θεωρίᾳ ἐνιδρύμενος, καὶ τῆς θύραθεν οὐκ ἀμύητος παιδεύσεως, σοφώτατος ἀνὴρ
ἐπ᾿ εὐλαβείᾳ τε καὶ βελτιωτάτῃ
[p. 527Φ] μοναχικῇ πολιτείᾳ· καὶ τοιοῦτος ἦν ὑπὸ τῶν ὁσίων πατέρων κρύβδην τε καὶ
διαρρήδην μεμαρτυρμένος, τῇ προσηγορίᾳ Μαριανός, ἕνεκεν ψυχικῆς ὠφελείας τῷ θεοσόφῳ
ἀοκνοτέρως ἐσχόλασε γέροντι Στεφάνῳ, ὃν ἐν μιᾷ τῶν ἡμερῶν ἐν τῷ ἡσυχαστηρίῳ αὐτοῦ
πεφυκότα, ὡς ἔθος, περί τινος ἐρωτήσας θεωρίας, παλινοστῆσαι βεβούλευται. αὐτῶν
οὖν ἐξανισταμένων, τῶν ἱματίων αὐτοῦ λαβόμενος ὁ θεοχαριέστατος γέρων, ἀνεσείρασέ
τε καὶ ἀνεσχέτισε [λεγε· ἀνεχαίτησε] λέγων· «ὁ κύρις Πετρωνᾶς, ὁ σὸς ἀδελφός, ἕνεκεν
φοινίκων ἐμπορίας ὑπάρχων ἐν τῷ Αὐλῶνι, τῇδε τῇ ὥρᾳ σήμερον ὑπὸ ὄφεως καιρίως ἐδήχθη,
ὥστε λιποψυχήσας τελευτᾷν ἀπίει· ἀλλὰ θάρσει, ἀγαπητέ, θάρσει, ὅτι ὅποτε [λεγε·
ὁ ποτὲ] τὸν Ἰσραηλίτην λαὸν τῶν ἐχιδναίων σώσας δηγμάτων, αὐτὸς καὶ νῦν ἔσωσε τοῦτον·
καὶ ἰδοὺ ἀνεκτήσατο, καὶ μετὰ τόσον δὲ καιρὸν τῇδε ἡμέρᾳ ἐλεύσεται πρὸς σὲ ἀσινὴς
καὶ ρωμαλέος, αὐτῷ τῷ παιδεύσαντι αὐτὸν καὶ ἰασαμένῳ χαριστείους ἀποδώσων εὐχάς.
καὶ ταῦτα λαλήσας ἀπέλυσεν.
60. ὁ δὲ εἰς τὸ ἴδιον κελλίον ἀφικόμενος, αὐτὴν τὴν ὥραν καὶ ἡμέραν τοῦ διϊππεύοντος
μηνὸς ἐσημάνατο. τῆς οὖν δηλωθείσης ὑπὸ τοῦ θεοσόφου πρεσβύτου ἡμέρας γενομένης,
ὁ κύρις Πετρωνᾶς παραγέγονε
[p. 528Α] πρὸς τὸν γνήσιον αὐτοῦ ἀδελφόν, ἀββᾶν Μαριανόν, κυρίως καὶ ἀπαραλλάκτως
κατ᾿ αὐτὴν τὴν ἡμέραν ἣν προέφηνε τὸ θεόφθεγκτόν τε καὶ χαριτόπνευστον τοῦ ἁγίου
γέροντος στόμα. θεασάμενος τοίνυν τὸν ἑαυτοῦ προσφιλέστατον ἀδελφὸν ὁ ἀββᾶς Μαριανός,
καὶ πευσάμενος αὐτὸν περιχαρῶς περὶ τοῦ συμβεβηκότος αὐτῷ ὀφιώδους δήγματος, καὶ
λεπτομερῶς παρ᾿ αὐτοῦ ταῦτα πάντα μεμάθηκας, ὁμῶς σὺν αὐτῷ ἐκθαμβήσαντι δόξαν τῷ
θεῷ ἀνέπεμψεν, εὐφημῶν δὲ τὴν τοῦ θαυμαστοῦ γέροντος πανεύφημον χάριν.
61. μετὰ δὴ ταῦτα τὴν ἐπίσημον καὶ πανευδαίμονα μητρόπολιν Δαμασκόν, τὴν φίλην αὐτοῦ
πατρίδα, καταλαβὼν ὁ κύρις Πετρωνᾶς, μιᾷ τῶν ἡμερῶν τῆς ἁγίας παγκοσμίου τεσσαρακοστῆς,
πολλῶν τινῶν ἐν τῷ ἱερῷ τοῦ ἁγίου Σεργίου ναῷ, τοῦ ἐπίκλην Μαξιλλάτου, συνηγμένων,
ὡς συνήθως κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐκεῖ καθευδόντων, ὅπως εὐκαίρως ἐξαναστῶσι κατὰ
νύκτα εἰς θείους ὕμνους, καὶ δοξολογίας, συνόντος αὐτοῖς τοῦ πανευαγοῦς ναοῦ ἱερέως,
ἀρχιπρεσβύτου ὑπάρχοντος τῆς αὐτῆς τῆς Δαμασκηνῶν μεγαλοπόλεως, κύρου Γενεθλίου,
καὶ τινῶν λογάδων ἀνδρῶν ἅμα τῷ ἐμῷ πατέρι καὶ ἀδελφῷ, καὶ ἐμοὶ τῶν πάντων ἀχρειοτάτῳ
μικρῷ τε χρόνῳ πεφυκότι πάντων
[p. 528Β] οὖν ἡμῶν ὁμοῦ καθημένων, διηγήσατο ἡμῖν ὁ προηγορευμένος κύρις Πετρωνᾶς,
ὅσα πέπονθε διὰ τοῦ ὄφεως ἐν τῷ Αὐλῶνι δεινά, καὶ τὸ τοῦ διορατικοῦ προβλέμματος
τοῦ θεοφόρου γέροντος περὶ τῶν συμβεβηκότων αὐτῷ τὸ ἐξαίσιον θαῦμα, καὶ τὴν ἑαυτοῦ
προδηλωθεῖσαν ὑπὸ τοῦ γέροντος τῷ οἰκείῳ ἀδελφῷ εἰς τὴν λαύραν ἔφοδον. ἐγὼ δὲ τούτων
προσεχῶς ἀκροασάμενος, καίπερ βραχὺς τῷ χρόνῳ, λήθης βυθοῖς οὐ παρέπεμψα, ἀλλὰ πλειστάκις
περὶ αὐτῶν ἐρωτήσας τὸν κύριν Πετρωνᾶν, καὶ τὴν αὐτὴν ἀκούσας διήγησιν, τῷ κυρίῳ
ἡμῶν Ἰησοῦ Χριστῷ εὐχαριστίαν καὶ δόξαν ἀπεπέμψα.
62. ἄλλος δέ τις ἀξίοπιστος καὶ εὐλαβὴς μοναχὸς διηγήσατό μοι λέγων· «ποτὲ οὖν ἑτέρῳ
τινὶ τῶν πατέρων τούτῳ τῷ θαυματουργῷ συνηκολούθουν γέροντι εἰς τὴν τοῦ Ἰορδάνου
ἔρημον, οὕτινος ἐπὶ τὰς ὄχθας ἡμῶν γενομένων, λίαν βαθείας νυκτὸς ἀμφεπούσης, τῆς
πρώτης τυχὸν καὶ δευτέρας φυλακῆς παρῳχηκυίας, οὐ κατέδεξατο ὁ γέρων εἰς τὴν τοῦ
προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου εἰσιέναι μονήν. ἡμῶν δὲ συνεσάντων αὐτῷ, καὶ παρὰ
τὰς Ἰορδανίους ροὰς ἀνακλιθέντων, αὐτοῦ δὲ δι᾿ ἡμετέρας συνανακλιθέντος ἱκετείας,
ἐγὼ δὲ ἐμαυτὸν προσεποιησάμην καθεύδειν βαθέως, ἱμε<ι>ρόμενος ἰδεῖν αὐτὸν ἐκτελοῦντα
τὸν
[p. 528Χ] κανόνα τῆς νυκτερινῆς αὐτοῦ ψαλμωδίας, μάλιστα γαληνιῶντος τοῦ αἰθέρος
καὶ τῆς σελήνης παμφαοῦς οὔσης καὶ πληθούσης.
63. βραχείας τοιγαροῦν ὥρας παρελθούσης, ἀνανεύσας ἠρέμα θεωρῶ τὸν ἅγιον πρεσβύτην
τοῖς Ἰορδανίοις ἐμβεβηκότα ρείθροις, καὶ ἐπὶ τῶν ὑδάτων πεζῶς ὁδεύοντα κατὰ πλάτος
ἀπ᾿ ἄκρων τοῦ ποταμοῦ ἕως ἄκρων· κᾀκεῖσε ἀντικρὺ ἐφθακότα τὰς ἡγιασμένας αὐτοῦ ἐξαπλωκότα
παλάμας κᾄκ τούτων ὡς δάδας ἐξαπτομένας, τηλαυγεστάτην ἐξαστραπτούσας αἴγλην· αὐτοῦ
τοίνυν μέχρι τοῦ σημαντῆρος ἐκτείναντος τὴν καθαρὰν πρὸς θεὸν ὁμιλίαν, ἣν τελέσας
καὶ αὖθις πρὸς ἡμᾶς ὑποστρέψας, προσεποιήσατο ἑαυτὸν καθευδῆσαι, καὶ μετ᾿ οὐ πολὺ
τοῦ ὕπνου ἡμᾶς ἐξαναστῆσαι ἕνεκεν τῆς συνήθους νυκτερινῆς δοξολογίας. οὗτος δὲ ἑωρακὼς
τὸ μέγα τοῦτο θαυματούργημα, πολλοῖς τῶν πατέρων ἀνήγγειλεν, ὑφ᾿ ὧν αὐτὸ τοῦτο τὸ
παράδοξον διδαχθέντες, πρεπόντως τοῖς παροῦσι συνετάξαμεν θαύμασιν εἰς δόξαν θαυματοποιοῦ
θεοῦ ἡμῶν, καὶ εἰς πολλῶν ψυχῶν σωτηρίαν· ἥστινος χάριν ἄλλην συνθήσομαι θαυμαστὴν
διήγησιν, τὸν τῆς ὑπακοῆς κάρπον κυδαίνουσάν τε καὶ ἐξαίρουσαν.
64. ἦν τις τῶν γερόντων ἔνδοξος ἀνήρ, ἀββᾶς
[p. 529Δ] Κοσμᾶς καλούμενος, κατὰ τὸν καιρὸν τῆς τεσσαρακοστῆς ἅμα τῷ θεοφόρῳ Στεφάνῳ,
καί τις τῶν πατέρων ἐν τοῖς σπηλαίοις τῆς ἐρήμου διατρίβων, ἔχων ἐν τῇ μεγίστῃ λαύρᾳ
τινὰ μαθητὴν ὑπήκοόν τε καὶ εὐλαβῆ. μιᾷ οὖν τῶν ἡμερῶν ἐργαζόμενος τὰ κανίσκια,
φεύγων τὴν ἀργίαν, τὴν πάσης κακίας ρίζαν οὖσαν, καὶ τὸν δεινὸν τῆς ἀκηδίας δαίμονα
τοῖς ἐργοχείροις ἀμυνόμενος, ἐδεήθη βαΐων τε καὶ χορταρίων· καὶ παραυτὰ δηλοῖ τῷ
ὑπηκόῳ αὐτοῦ μαθητῆ· «διὰ τινός,» λέγων, «θέλησον, ὦ ἄριστον τῆς ὑπακοῆς τέκνον,
σύν σοι πᾶσαν τοῦ ἐργοχείρου χρείαν κομίσασθαι.» ὁ δὲ μηδὲν μελλήσας εὐθέως εἴχετο
τῆς ὁδοῦ, καὶ τῇ τοῦ ἐπιστάτου κελεύσει πᾶσαν τὴν χρείαν ἀποφερόμενος, ἑαυτῷ βαρὺ
φορτίον ἐπιθέμενος ἀπό τε χορταρίων καὶ τῶν ἄλλων. θέλων τοίνυν ὁ θεός, ὁ τῶν ἀρετῶν
αἴτιος, καὶ ταῖς ἀρεταῖς θεραπευόμενος, ἔτι καὶ ἔτι ριζῶσαι αὐτὸν τῷ τῆς ὑπακοῆς
θεμελίῳ, ὡς προξένῳ τῆς ἄνω ζωῆς καὶ ἀρρήτου δόξης ὄντι, ἐπένευσε τὸν ὅσιον Στέφανον
ἐπιστῆναί τινι περιοπῇ ἄνωθεν τοῦ ἑαυτοῦ σπηλαίου, ὃς περιβλεψάμενος θεωρεῖ τὸν
πειθήνιόν τε καὶ ὑπήκοον μαθητὴν τοῦ ἀββᾶ Κοσμᾶ, καὶ ἄγγελον συνοδοιπόρον λευχειμονοῦντα
κάλλος τε καὶ λαμπρότητα μεγίστην ἔχοντα, ἐπιλαβόμενον αὐτοῦ
[p. 529Ε] καὶ ἐπικουροῦντα.
65. τοῦτον οὖν πρὸς τὸν ἑαυτοῦ ἐπιστάτην καταντήσαντα, καὶ ἑαυτὸν ἀποφορτώσαντα
θεασάμενος ὁ ὅσιος Στέφανος, ἐπυνθάνετο, εἴ τις αὐτῷ κατὰ τὴν ὁδὸν συνεπορεύετο,
καὶ εἴπερ πεφορτωμένος λίαν ἤχθετο. ὁ δέ, «δι᾿ ὑμετέρων οὐρανοδρόμων ἐντεύξεων οὐδὲν
πέπονθα δεινόν,» ἔφη πρὸς τὸν γέροντα, «ἀλλὰ πίστευε, πάτερ ἅγιε, ὅτι τὸ παράπαν
βάρος οὐκ ᾐσθόμην, καίπερ βεβαστακὼς φορτίον ἐφόλκιον κατὰ μέσον τῆς ὁδοῦ γενόμενος,
εἰ καὶ πρὶν περὶ τὴν ἀρχὴν μικρὸν βαβάρυμαι· ἀλλ᾿ ἐν καθαρᾷ καὶ σώφρονι πολλῇ λογισμῶν
γαλήνῃ διεκείμην· οὐ δὲ γὰρ τοσοῦτον οἶμαί ποτε τῶν νεφῶν ὑπορραγέντων, καὶ νηνεμίας
παντελοῦς ἀμφεπούσης ἐγαληνίασεν ὁ ἀήρ, ὅσον ἀπὸ παντὸς λογισμοῦ ταραχώδους ὁ νοῦς
ὁ ἐμός. ὅθεν ᾐσθανόμην τοιαύτης πνευματικῆς γλυκύτητος ἐκ τῆς ὑπακοῆς ἀποβλυζούσης,
οἵαν οὐδέποτε μέλιτος φύσις τῷ ἐμῷ ἐμπεποίηκε φάρυγγι, ὥστε μὲ ἐμφύεσθαι ἐν τοιαύτῃ
ὑποταγῇ καὶ καμάτων ὑπομονῇ διαρκέσαι μέχρις ἐσχάτης ἀναπνοῆς.» ἐπευφρανθεὶς οὖν
ταῖς ἀγαθαῖς ἀδελφικαῖς προκοπαῖς καὶ ἀναβάσεσιν, ὁ ἀεὶ τοῖς καλοῖς ἐπιγαννύμενος,
θεόφρων γέρων, ἀνήγγειλε τὴν ἀγγελικὴν ὀπτασίαν τῷ ἐπιστάτῃ αὐτοῦ, καὶ
[p. 529Φ] τοῖς συμπαροῦσιν αὐτῷ, τὴν τοῦ ἀδελφοῦ ἐκθειάζων προκοπὴν καὶ ἀνάβασιν,
δόξαν τε καὶ εὐχαριστίαν ἀνέπεμπον τῷ θεῷ, τῷ τοῖς εἰλικρινῶς αὐτῷ λατρεύουσιν ἐξαποστέλλοντι
ἀγγέλους ἀγαθοὺς συνοδεύοντας, καὶ τοὺς τῆς ὑπακοῆς υἱοὺς δοξάζοντι.
66. ἄλλος δέ τις, ὑπὸ πολλῶν μάλιστα καὶ ὑφ᾿ ἡμῶν τῇ ἀξιοπιστείᾳ μεμαρτυρημένος,
ἀπὸ Μοαβήτιδος χώρας ὁρμώμενος ὑπάρχων, συνήθης καὶ φίλος γνήσιος τοῦ οὐρανόφρονος
γέροντος, φημὶ δή, τοῦ ἁγίου Στέφανου, διηγήσατό μοι λέγων ὅτι, «διαφόροις θλίψεσι
καὶ κινδύνοις δυσφορήτοις καὶ ζημίαις φορολογιῶν περιπεσὼν ἐν τῇ ἰδίᾳ πατρίδι, καὶ
μόλις δυνηθεὶς διαδρᾶναι σὺν τοῖς ἐμοῖς ἰδίοις τὴν ἁγίαν πόλιν κατήντησα, πάσης
τε τῆς ἐμῆς περιουσίας καταφρονήσας, καὶ τῶν ἀνδραπόδων καὶ τῶν λοιπῶν κτημάτων,
καὶ μόνης τῆς ἐμῆς τε καὶ τῶν ἐμῶν σωτηρίας φροντίζων, πάντα καταλιπών, τὰς χεῖρας
τῶν ἀνόμων ἐξέφυγον. τῶν δὲ ἐμῶν ἀνδραπόδων κατόπιν ὑστερησάντων, καὶ ὑπὸ τῶν δεινῶν
φορολόγων συσχεθέντων, καὶ ἐν φυλακῇ κατακλεισθέντων, ἐδυσφόρουν καὶ ἠγωνίων, ἀπορῶν
τί δράσαιμι, καὶ φοβούμενος, μήπως
[p. 530Α] αὐτοὺς ἄρδην ἀπεμπωλήσωσιν. ταῖς οὖν τοιαύταις ψυχοβαρέσι φροντίσι κατατρυχόμενος,
πίστιν διάπυρόν τε καὶ ἀδίστακτον εἰς τὸν ἅγιον γέροντα κεκτημένος, ὥρμησα πρὸς
αὐτόν, ὡς πρὸς σωτήριον λιμένα καθορμίσας, αὐτῷ τε προσφυγών, καὶ πᾶσαν τὴν συμβᾶσαν
περιφορὰν διηγησάμενος ἐδυσώπουν τῆς αὐτοῦ θείας τυχεῖν ἀντιλήψεως.
67. ὅστις θεοφόρος καὶ ὄντως συμπαθέστατος γέρων ταῖς ἐμαῖς πολλαῖς παρακλήσεσι
δυσωπηθείς, καὶ τὴν ἐμὴν εἰς αὐτὸν πίστιν ἐγνωκώς, καὶ τὴν εἰλικρινῆ τε καὶ γνησίαν
διάθεσιν αἰδεσθείς, μᾶλλον δὲ τῇ ἐμῇ συμπαθείᾳ ἐπικαμπτόμενος, καὶ τῇ φιλανθρωπίᾳ
νικώμενος, ὑπέσχετο ταῖς αὐτοῦ θείαις προσευχαῖς καὶ λιπαρήσεσι τὸν φιλάνθρωπον
καὶ ἐλεήμονα ἐξευμενίσασθαι δεσπότην. καὶ δὴ τὴν ἱερὰν καὶ ἀναίμακτον θυσίαν ἐπιτελέσας,
καὶ δι᾿ αὐτῆς τῶν ἀπορρήτων τὴν γνῶσιν μυηθείς, ὡς εἰς τὰ ἄδυτα χωρήσας πρόσεισί
μοι φαιδρὸς καὶ γεγαννυμένος, ὑπέρλαμπρον ἔχων τὸ πρόσωπον, θαρσεῖν τε καὶ χαίρειν
παρακελευόμενος, ὡς παρὰ τοῦ ἐλεήμονος καὶ φιλανθρώπου θεοῦ τὴν αἴτησιν κομισάμενος,
οὑτωσὶ λέγων· Ϡπᾶσαν ἀθυμίαν
[p. 530Β] τε καὶ κατήφειαν ἀποβαλὼν τῷ θεῷ τὴν πρέπουσαν ἀπόδος εὐχαριστίαν, προσφιλέστατον
τέκνον· ἰδοὺ γὰρ διὰ τὴν εἰς ἡμᾶς τοὺς ταπεινοὺς σὴν πίστιν ἡμῖν ὁ θεὸς ἀπεκάλυψε,
καὶ γὰρ μετὰ δύο ἡμέρας τῇ τρίτῃ ἡμέρᾳ τῷ πρωΐ τοὺς σοὺς παῖδας πρός σε ὁ θεὸς ἀποκαταστήσει
ταῖς τοῦ ὁσίου πατρὸς ἡμῶν Νικολάου δεήσεσιν· ἀλλὰ δράμε τοῖς σοῖς ἰδίοις τὴν τῶν
δούλων ἔλευσιν εὐαγγελισόμενος, καὶ χάριν καὶ ἀνθομολόγησιν τῷ θεῷ ἀποδοῦναι σπούδασον.Ϡ
68. πεισθεὶς οὖν τοῖς λόγοις τοῦ μεγάλου γέροντος, καὶ τὰς εὐχὰς ἐφοδιασθεὶς ἐξῆλθον,
τήν τε χάριν καὶ εὐκλεῆ παρρησίαν θαυμάζων ἅμα καὶ ἐνθειάζων [λεγε· ἐκθειάζων] τοῦ
γέροντος, εὐαγγελισάμενος δὲ τῷ ἐμῷ πατέρι καὶ τοῖς λοιποῖς ἰδίοις τὴν τοῦ θαυμασίου
γέροντος περὶ τῆς τῶν οἰκογενῶν ἀφίξεως πρόρρησιν, πίστει βεβαίᾳ φερόμενος, τῇ προορισθείσῃ
ὥρᾳ ὑπὸ τοῦ γέροντος ὁμοῦ εἰς συνάντησιν αὐτῶν ὡρμήσαμεν, καὶ τῆς πόλεως θύραθεν
γενόμενος τούτους ἀσινεῖς καὶ ἀπημάντους ἐδεξάμεθα, παραδόξως τῆς τε φυλακῆς καὶ
τῶν δεσμῶν λυτρωθέντας· λίαν δὲ αὐτοῖς ἐπευφρανθέντες τῷ θεῷ χαριστηρίους ὕμνους
ἀνεπέμψαμεν, καὶ πᾶσι τὸ ἐξαίσιον θαῦμα διηγούμενοι, τὴν δὲ τοῦ ἁγίου γέροντος διορατικὴν
ἀρετὴν μεγαλύνοντες ἐθαυμάζομεν· οὐ μὴν ἀλλὰ καὶ εὐγνωμόνως κινούμενοι,
[530Χ] πρὸς τὸν γέροντα Στέφανον ὑπεστράφημεν, τὴν προρρηθεῖσαν αὐτοῦ πρόρρησιν
ἐξαγγέλλοντες πᾶσι τοῖς τῆς εὐαγοῦς λαύρας πατράσι, καὐτῷ τε τὴν πιστὴν ἀνθομολόγησιν
κομιζόμενοι, καὶ τὸν θεὸν δοξάζοντες, τὸν τοὺς ποιοῦντας τὸ θέλημα αὐτοῦ παντοίοις
μεγίστοις θαύμασι κοσμίζοντα. αὐτῷ ἡ δόξα εἰς τὸν αἰῶνα.»
69. ὅτι μὲν ὁ θεῖος οὗτος πρεσβύτης, μεθ᾿ ὧν ἐκέκτητο πλεονεκτημάτων, λέγω δὲ φυσικῶν
προτερημάτων καὶ ψυχικῶν ἀριστευμάτων καὶ πνευματικῶν χαρισμάτων, ἠξίωτο καὶ τοῦ
προορατικοῦ χαρίσματος, ἐκ τῶν προλεχθέντων διηγημάτων ἔξεστι μαθεῖν. ὅτι δὲ καὶ
τοῦ διορατικοῦ χαρίσματος ἠξιωμένος ὑπῆρχε, μαρτυρεῖ νῦν λεχθησομένη διήγησις ὑπὸ
τοῦ προλεχθέντος ἀξιοπίστου ἀνδρός. οὗτος γάρ μοι διηγήσατο λέγων ὅτι, «πολλὴν πίστιν
εἰς τὸν ὅσιον γέροντα κεκτημένος συχνοτέρως πρὸς αὐτὸν ἐσχόλαζον, ὡς ἐκ τῶν θείων
αὐτοῦ διηγημάτων πολλὴν κατάνυξίν τε καὶ ψυχικὴν ὠφέλειαν καρπούμενος. ἰδὼν δέ με
ὁ μέγας ὄντως, καὶ τοῦ θεοῦ ἀληθῶς γνήσιος δοῦλος, θερμὸν ὄντα περὶ τὴν πίστιν τὴν
εἰς αὐτόν, καὶ πρόθυμον εἰς τὴν τῶν θείων αὐτοῦ λογίων ἀκρόασιν, ὄμματι προορατικῷ
τε καὶ διορατικῷ προγνοὺς τὰ κατ᾿ ἐμέ, ἤρξατο παραινεῖν καὶ συμβουλεύειν
[531Δ] μοι τοῖς κοσμικοῖς πράγμασιν, ὡς τοῖς πολλοῖς ἀπωλείας αἰτίοις οὖσιν, ἀποταξάμενον,
τὸν ἰσάγγελον καὶ σωσίψυχον μονήρη βίον διέρχεσθαί τε καὶ αἱρετήσασθαι.
70. ταῦτα δὲ βουλευσαμένῳ τῷ θεοφόρῳ γέροντι ἔφην· Ϡὑπολαμβάνω, πάτερ, ὅτι δυνατόν
ἐστι τοῖς ἀνθρώποις ἐν τῷ κόσμῳ τῷ θεῷ εὐαριστῆσαι σήμερον, ἢ ἐν τῇ ἐρήμῳ, καὶ ὅτι
αἱρετώτερόν μοι φαίνεται συγκακοπαθῆναι τῷ λαῷ τοῦ θεοῦ ἐν πολλῇ θλίψει καὶ στενοχωρίᾳ
ὑπάρχοντι, ἐπικουρῆσαί τε τοῖς δεομένοις, καὶ χηρῶν καὶ ὀρφάνων προῒστασθαι φιλοξενῆσαί
τε καὶ τοὺς ἐν ὀδύναις καὶ σωματικαῖς ἀσθενείαις ἐπισκέπτεσθαι, τὴν ἰατρικὴν τέχνην
μάλιστα μετιόντι, καὶ αὖθις ταῖς λοιπαῖς ἀρεταῖς ταῖς δυναμέναις ἐν κόσμῳ κατορθωθῆναι
ἐμφιλοχωρεῖν, ἢ ἑαυτῷ προσέχειν ἐν ἡσυχίᾳ καὶ μηδενὶ βοηθῆσαι.Ϡ ἔτι δὲ καὶ συλλογισμὸν
ἔλεγον ὅτι, Ϡκαθὸ ὁ κύριος ἀπεφήνατο, στενή τε καὶ τεθλιμμένη καθέστηκεν ἡ ὁδός,
ἡ ἀπάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· νῦν δὲ στενωτέρα καὶ θλιβερωτέρα ἡ ἐν
κόσμῳ διαγωγή, ὡς πάντες μαρτυροῦσι· πολλῆς γὰρ ἀνέσεως
[531Ε] εὐμοιροῦντας καὶ ἀμεριμνίας ἀπολαύοντας τοὺς μοναχοὺς καθορῶμεν, τοὺς δὲ
ἐν κόσμῳ διατρίβοντας ἐν πολλῆ κακουχίᾳ καὶ ταλαιπωρίᾳ καὶ ἐνδείᾳ, καὶ ἐν ἀλλεπαλλήλοις
ἀνάγκαις καὶ λύπαις διάγοντας. πρὸς πίστωσιν δὲ τῶν ἡμετέρων λόγων τεκμήριον ἐναργέστατον,
τὸ μὴ εἶναι ἐν τῇ γενεᾷ ταύτῃ τινὰ τῶν μοναχῶν σημειοφόρον, ἢ προορατικόν, ἢ περιβοητόν,
καὶ ταῖς θείαις μαρμαρυγαῖς περιλάμποντα, εἰ μὴ μόνην τὴν σὴν ἁγιωσύνην.Ϡ
71. ταῦτα οὖν ἀκούσας, καὶ τῇ ἐμῇ ἀπειρίᾳ συγγνούς, εἶπεν· Ϡὦ τέκνον, θεόθεν κινούμενος,
καὶ τῆς σῆς σωτηρίας ἐρώμενος, ἀποτάξασθαι τῷ βίῳ συνεβουλευσάμην, καί, εἰ βούλει,
ἀποδείκνυμί σοι ἀμφοτέρων τὸ διάστημα, γάμου τε καὶ ἀγαμίας, οὐ μόνον ταῖς τῶν πατέρων
χρήσεσι, ἀλλὰ καὶ τοῖς φαινομένοις πράγμασι καταχρώμενος·Ϡ καὶ ταῦτα εἰπών, τῶν
δύο βίων τὸ διάφορον δεῖξαι ἐγχειρήσαμενος, ἔδειξε σαφῶς τὸν μονήρη βίον ὑψηλότερον
καὶ φαιδρότερον, πολλῶν θεοπνεύστων καὶ θεοσόφων διδασκάλων τὰς χρήσεις προφερόμενος,
καὶ σχεδὸν εἰπεῖν, παραυτίκα
[531Φ] ἡμᾶς ἀνεπτέρωσε, καὶ πάντων καταφρονεῖν ἐποίησε μόνου τοῦ ἰσαγγέλου μονήρους
βίου ἐρωμένους, καὶ τὴν ἐν κόσμῳ δικαιοσύνην, ὡς φάσμα ἀδρανὲς λογιζομένους, καὶ
παραχρῆμα ἡμᾶς πέπεικε τὸ τοῦ Χριστοῦ ἐλαφρότατον φορτίον, καὶ τὸν χρηστότατον ζυγὸν
ἐπ᾿ ὤμων ἀραμένους, τῷ κόσμῳ καὶ ὡραιότητι τοῦ ἰσαγγέλου βίου τῆς ταπεινώσεως ἐγκαλλωπίζεσθαι
πεισθέντων ἡμῶν, καὶ ἡττηθέντων τὴν καλὴν ἧτταν.
72. εὐφρανθεὶς ὁ ὅσιος Στέφανος ἔφη· Ϡἔγνως τῇ πείρᾳ ἀμφοτέρων τὸ διαφέρονϠ καὶ
αὐτῷ· Ϡναί, πάτερ,Ϡ ἔφην, Ϡσαφῶς ἔγνωκα, καὶ τῆς ὑμῶν οὐρανίου πολιτείας τὸ ὑπερβάλλον.
ἀλλ᾿ ἔστι δέ μοι μικρὸν αἴτημα τὴν σὴν ἁγιωσύνην ἐξαιτήσασθαι, ἀλλὰ συγγνοὺς τῇ
ἐμῇ προπετείᾳ, ἐμοὶ τὸ ἐπιθύμημα καὶ αἴτημα πληρῶσαι παρακλήθητι, τιμιώτατε πάτερ,
καὶ συγκαταβὰς τῇ ἐμῇ ἀσθενείᾳ, γνώρισαι τὴν παρὰ τοῦ θεοῦ σοι ἐγκεχειρισμένην χάριν,
καὶ εἴπερ ἠξίωσαι τοῦ διορατικοῦ χαρίσματος, ὅπως τοῦ πνευματοβλύστου καὶ χαριτοπνεύστου
στόματος ἀκούσω, καὶ τὸν θεὸν δοξάσας, ὑπόπτερος τῇ ἐπιθυμίᾳ γένομαι, καὶ τῶν θείων
χαρισμάτων τὸ παμμέγεθες ζηλώσας, τὸν ὑμέτερον βίον πάσῃ προθυμία μεταχειρήσομαι.Ϡ
ἐμοὶ δὲ ταῦτα εἰπόντι ἐξ
[532Α] οἰκείας ἀγαθότῃτος παρακληθεὶς ἔφη· Ϡμέτρα μὲν τελειότητος οὔπω ἔφθασα· ἀνδράσι
δὲ πεπειραμένοις καὶ παντοίοις χαρίσμασι κατηγλαϊσμένοις συνωμίλησα, καὶ ὄμμασιν
αὐτοὺς ἐθεασάμην· πρὸς δὲ πληροφορίαν τῆς ὑμῶν ἀγάπης καὶ τοῦτό φημι, ὅτι τοῦ διορατικοῦ
χαρίσματος θεόθεν ἠξίωμαι, καὶ πάντων τῶν ὀπτανομένων ἡμῖν, ἢ προβαλλόντων, ἢ ἐντυγχανόντων
τούς τε λογισμούς, καὶ τῆς ψυχῆς κρύφια πάθη ἐκ μόνης θεωρίας καὶ ὄψεως καταλαμβάνομαι,
καὶ πάντων τὰ ψυχικὰ καὶ πνευματικὰ ὑστερήματα ἐπιγινώσκω, καὶ ταῦτα, καθὼς προεῖπον,
πρὸς σὴν πληροφορίαν ἀπεκάλυψα. ἀλλ᾿ ἄγε δή, τῷ κόσμῳ καὶ τοῖς αὐτοῦ πράγμασιν ἀποταξάμενος,
τῷ κυρίῳ προσελθέ, καὶ ἕξεις ἡμᾶς εἰς πάντα συνεργούς, καὶ ἐν πᾶσι ἀντιλήπτορας.Ϡ
καὶ μετ᾿ οὐ πολὺ ἀποθριξάμενος τῷ θεῷ ηὐχαρίστουν, καὶ τῷ ἁγίῳ γέροντι, ὅτι τῇ αὐτοῦ
παραινέσει συναρίθμιος μοναχοῖς γενέσθαι ἠξιώθην, τῇ χάριτι τοῦ κύριου ἡμῶν, Ἰησοῦ
Χριστοῦ, ᾧ δόξα εἰς τοὺς αἰῶνας.»
[532Β]
73. ἄλλος δέ τις ἀδελφός, τῆς τούτου τοῦ ὁσίου γέροντος διορατικῆς τε καὶ προορατικῆς
ἀρετῆς, ὑπὸ πολλῶν ἐπαινουμένης, πειράζων, προσῆλθεν αὐτῷ λέγων· «ἐπειδή τινες οὐκ
ὀλίγοι διαβεβαιοῦνται μαρτυροῦντες θεόσδοτον ἐκτῆσθαί σε χάριν διορατικήν, διὰ τοῦτο
ἀφικόμην, ὅσιε πάτερ, πληροφορίας τυχεῖν βουλόμενος. οὐκοῦν παρακλήθητι, καὶ πληροφόρησόν
με ἐκ [λεγε· ἐν] τούτῳ τῷ μέρει, ἃς διεπραξάμην γνωρίσας ἁμαρτίας, εἴπερ δύνασαι.»
ὁ δὲ γέρων ἀποκριθεὶς εἶπεν· «μηδαμῶς πείραζε, τέκνον, τῆς ἐμῆς πενιχρότητος, τῆς
πολλῶν γεμούσης ἁμαρτημάτων.» ἐπὶ πολὺ δὲ θεασάμενος τὸν ἀδελφὸν παρακαλοῦντα τούτου
χάριν, ἔτι πρὸς αὐτὸν ἔφη· «ἐπείπερ διὰ τοῦτο παραγέγονας, ὡς ἔφης, καὶ εἰ ράδιόν
μοι, παρακέκληκας πληροφορῆσαί σε περὶ ἐμοῦ τοῦ ἀναξίου δούλου τοῦ θεοῦ, ἐρῶ σοι
οὐκ ἐκ τῆς ἐμῆς δυνάμεως ἀλλ᾿ ἐκ τῆς θείας χάριτος, καὶ οὐ μὴ σὲ κενὸν ἀποστρέψω,
ἀμοιρήσαντα τῆς σῆς ἐφέσεως· ἀλλὰ μόνον εἰπὲ πόθεν ἄρξεσθαι κελεύεις. ἐξ ἁπαλῶν
σῶν ὀνύχων, ἢ ἐκ τῶν μέσων, ἢ ἐκ τῶν τελευταίων» ὁ δέ, «ὅθεν θέλεις,» ἔφη, «μόνον
εἰπέ.»
[532Χ]
74. ἀνοίξας δὲ τὸ θεόπνευστον αὐτοῦ στόμα ὁ θεοφόρος γέρων, κατέλεξε καθέπος [λέγε·
καθ᾿ ἔπος] πάντα αὐτοῦ τὰ ἁμαρτήματα, σημείοις τε καὶ τεκμηρίοις ἓν ἕκαστον αὐτῶν
διορίζων, προσεχῶς ἀκροώμενος, ἐπὶ ὥραν ἱκανήν. πλείστης οὖν πληροφορίας ὁ ἀδελφὸς
οὗτος ἀπολαύσας, κλίνας τε τὰ γονάτα, ἐδυσώπει τὸν γέροντα, βοῶν· «εἴα, ἀρκεῖ, ἀρκεῖ,
ὦ πάτερ· πεπληροφόρημαι, ὅτι βρύεις θείοις χαρίσμασι.» καὶ ταῦτα φθεγξάμενος ἀνεχώρησε,
ὑμνῶν τὸν θεόν, καὶ ὁμολογῶν τὴν τοῦ γέροντος διορατικὴν χάριν, καὶ τὴν πολλὴν ἁγιότητα.
τούτου δὲ πορευθέντος, ἐκπλαγεὶς ἐπὶ τῇ αὐτοῦ ἀναισθησίᾳ τε καὶ ἀνοίᾳ ὁ θεοφόρος
γέρων εἶπεν· «ἄρα τί ὠφέληται οὗτος, καὶ ποίας ἔτυχε ψυχικῆς ὀνήσεως γνοὺς δὲ ὁμολογήσας
τὰς ἑαυτοῦ πλημμελείας, ἀναίσθητος ἔμεινε, καὶ τὴν καρδίαν ἀκαταπόνητος, εὐχὴν ἢ
σύναξιν μηδαμῶς αἰτησάμενος. φεῦ τῆς ἀσθενείας ταυτησὶ τῆς ἡμετέρας γενεᾶς· φεῦ
τῆς ἡμῶν ἀπροαξίας [λεγε· ἀπροσεξίας ?]· φεῦ τῆς ἡμῶν ἀπονοίας. λίαν ἀσθενὴς καὶ
ἐλεεινὸς καθέστηκεν οὗτος· τὸν τοιοῦτον γὰρ δεῖ ταλανίζειν καὶ ὀλοφύρεσθαι. ἀλλ᾿
αὐτὸς ὁ θεός, ὁ ὑπὲρ τῆς πάντων ζωῆς τὸν διὰ σταυροῦ θάνατον κατὰ ἀνδρικὴν φύσιν
ὑποστὰς καὶ τοῦ προτέρου ἡμᾶς ἐλευθερώσας, καὶ κλέους ὑπερτέρου καταξιώσας, σώσειεν
αὐτόν, καὶ
[533Δ] δοίη αὐτῷ, ὡς φιλάνθρωπος, τὴν τῶν πταισμάτων ἄφεσιν.»
CAPUT ῃΙΙ
[533Ε]·
75. οὗτος δὲ ὁ ὅσιος Στέφανος, ὡς περὶ ἄλλου διηγούμενος, ἔφη μοι τάδε, ἃ νῦν ὑμῖν
ἐξαγορεύσω· κᾀγὼ πέπεισμαι, ὅτι περὶ αὐτοῦ ἦν ἡ διήγησις, ἀλλὰ τὴν
[533Φ] μετριοφροσύνην ἀσπαζόμενος, ἑαυτὸν οὐκ ὠνόμασεν· ἀλλ᾿ ὅμως κἄνθ᾿ ἑαυτοῦ,
κἄνθ᾿ ἑτέρου τυγχάνει, τὸ παράδοξον τοῦ θαύματος ἐξειπεῖν οὐ παραιτήσομαι πρὸς ὠφέλειαν
τῶν ἐντυγχανόντων, μάλιστα παρὰ τῆς ἀψευδοῦς καὶ ἀξιοπίστου τοῦ γέροντος ἀκούσας
φωνῆς, ἧς ἀκροατὴς ἐγενόμην, οὕτως λεγούσης ὅτι, «γέρων τις ἦν κατὰ τὸν αἰγιαλὸν
τῆς νεκρᾶς θαλάττης τὴν τεσσαρακοστὴν ἐκτελῶν, ᾥ τινι δύο προσεληλύθασιν ἐρημῖται,
τὰς βοτάνας βοσκόμενοι, τὸν θεὸν ἱκετεύσαντες μηδαμῶς ἀπ᾿ αὐτῶν τὴν τοῦ γέροντος
ἀποκρύψαι ἀρετήν. τὴν συνήθη οὖν εὐχὴν ποιησάμενοι, καὶ πνευματικάς τινας ὁμιλίας
διεξελθόντες, τὸν γέροντα ἐκεῖνον συμπεριπατῆσαι ἠξίουν οἱ δύο ἐρημῖται, ἕως τοῦ
αἰγιαλοῦ τῆς νεκρᾶς θαλάσσης. ἔνθα παραγεγονότων αὐτῶν, ὁμοῦ λέγουσιν οἱ δύο ἐκεῖνοι
τῷ γέροντι· Ϡβουλόμεθα τοίνυν, ὦ πάτερ, τήνδε τὴν νεκρὰν ἐκπεράσαι θάλατταν ἐντεῦθεν
ἕως τοῦ ἑτέρου μέρους. ἀλλὰ παρακλήθητι διὰ τὴν ἀγάπην συνοδεῦσαι ἡμῖν.Ϡ ὁ δέ· Ϡσύγγνωτε
τῇ ἐμῇ ἀσθενείᾳ, ὦ πατέρες,Ϡ ἔφη, Ϡὑμέτερον γάρ ἐστι, καὶ τῶν καθ᾿ ὑμᾶς τελείων,
τουτὶ τὸ ἀξίωμα.Ϡ
76. τοῦτον οὖν οὕτως εἰπόντα ἐκ δευτέρου
[534Α] παρακαλοῦντες ἔπεισαν· πεισθέντα δὲ μικρὸν προλαβεῖν ἐκέλευσαν. σταυρὸν τοίνυν
χαράξας, οἷον νομοθέτης Μωσῆς, ἐπὶ τῶν ὑδάτων ἐβάδισεν, τοὺς τάρσους μόνον ἐκ [λεγε·
ἐν] τοιαύτῃ πολυβάθει θαλάττῃ βόλους χαλκέους ἔχων. ὡσεὶ οὖν σαγιτοβόλον, ἢ ὀλίγον
πλέον, ἐπὶ τῶν ὑδάτων βαδίζοντα θεασάμενοι ἐκεῖνοι, ἐφώνησαν αὐτῷ ὀνομαστὶ λέγοντες·
Ϡστραφοῦ, πάτερ, πρὸς ἡμᾶς, στραφοῦ.Ϡ αὐτῷ δὲ στραφέντι πάλιν ἐπὶ τῶν ὑδάτων πεζεύοντί
φησιν ἡ σελασφόρος τῶν ἀναχωρητῶν δυάς· Ϡπεπληροφόρηκεν ἡμᾶς ἡ ἄφατος τοῦ θεοῦ ἀγαθότης
περὶ σοῦ, πάτερ ἅγιε, ἀλλ᾿ ἄγε, εὐχὴν ποιησώμεθα, καὶ παράθες ἡμᾶς τῷ κύριῳ.Ϡ τὴν
εὐχὴν οὖν τοῦ Ϡπάτερ ἡμῶνϠ ἐκτελεκότων, καὶ ἀλλήλους ἀσπαστικῶς περιφύντων, ἡ μὲν
σημειοφόρος τῶν ἀναχωρητῶν ζυγὴ τῶν θαλαττίων ὑδάτων ἐπέβη, τὸν σταυρὸν τυπώσασα.
ὁ δὲ γέρων ἑωρακὼς ταῦτα, τὴν ἀπειροδύναμιν τοῦ θεοῦ ἐδόξασε μεγαλειότητα, καὶ ἐπὶ
τὸ ἀνέκαμψε σπήλαιον [λεγε· ἐπὶ τὸ σπὴλαιον ἀνέκαμψε], τὴν τῶν δύο ἀναχωρητῶν θαυμάζων
ἁγιότητα. καὶ ταῦτα μὲν ὁ παθοκτόνος καὶ ἰαματοφόρος, ὡς περὶ ἄλλου, εἰς δόξαν τοῦ
ὑπερενδόξου θεοῦ διηγήσατο.»
[534Β]
77. ὅπερ δὲ πᾶσι γνωστόν, καὶ ὑπό πολλῶν μαρτυρούμενον πεποίηκε θαῦμα, ἐρῶ. τίς
ποτε τῶν πολιταρχῶν καὶ ἐμφανῶν τῆς φιλοχρίστου πόλεως Γάζης ἀρξάμενος λωβοῦσθαι,
καὶ ὑπὸ τῆς ἱερᾶς νόσου διεφθάρθαι, προσέφυγε τούτῳ τῷ θεοφόρῳ γέροντι, ἐν τῇ μεγίστῃ
λαύρᾳ τότε διάγοντι· καὶ προσπεσὼν τοῖς ποσὶν αὐτοῦ, δεήσεις ἱκανὰς προσεβάλλετο,
λέγων· «ἐλέησόν με, δοῦλε τοῦ θεοῦ, ἐλέησόν με, καὶ εὖξαι τῷ θεῷ σου, τῷ τῶν ἀμηχάνων
νόσων ἰατρῷ, ἰάσασθαί με ἐκ τῆς ἱερᾶς ταύτης νόσου· πλείστοις γὰρ προσέφυγον ἰατροῖς,
καὶ οὐδείς με τούτων ἰάσασθαι τῆς λωβότητος ἐξίσχυσεν· ἀλλὰ πάντες τὴν ἐμὴν θεραπείαν
ἀπέγνωσαν· ὅθεν καταλείψας αὐτούς, πρός τινας ὀνομαστοὺς μοναχοὺς πεπόρευμαι, τῆς
αὐτῶν δεόμενος βοηθείας· ἀλλ᾿ οὐδέν μοι μᾶλλον ἐκείνων τῶν ἰατρῶν ἔφησαν· ἀλλὰ πάντες
τὴν ἐμὴν ἀπηγόρευσαν ἴασιν, λόγοις μόνον τὴν σαρκικὴν τηκεδόνα τήν τε ψυχικὴν ἀλγηδόνα
παραμυθούμενοι. διὸ τοιγαροῦν ἐγὼ ἀπαραμύθητος καὶ κατώδυνος μόνῳ τῷ θεῷ, καὶ σοὶ
προσέφυγον, πεπιστευκώς, ὅτιπερ ὃ ἂν θελήσης ἐκ τοῦ θεοῦ σου, γενήσεταί σοι. οὐκοῦν
ἐλέησόν με καὶ τὴν ἐμὴν ὀδύνην, ἣν ἰατρικὴ τέχνη καὶ πᾶσα ἀνθρωπεία μηχανὴ ἀπεῖπε,
τὸν θεόν σου
[534Χ] θεραπευθῆναι δυσώπησον· εἰ γὰρ καὶ ταύτην πατρόθεν κεκληρονόμηκα, καὶ πολλοὶ
τῶν ἀγχιστέων ἐσχήκασι, καὶ οὕτως, ὡς ὁρᾶς, ἅγιε, τοὺς ἄκρους τῶν ποδῶν δακτύλους
ἠφάνισμαι, καὶ τῶν τριχῶν τῶν ὀφρύων καὶ βλεφάρων καὶ τοῦ ἀνθερεῶνος ἐστέρημαι,
καὶ πᾶσαν τὴν ὄψιν λελώβημαί τε καὶ βέβρωμαι, ἀλλ᾿ ἀδυνατεῖ τῷ θεῷ οὐδέν.»
78. ὁ δὲ γέρων ἀποκριθείς· «καὶ ἀληθῶς οὐδὲν ἀδυνατεῖ τῷ θεῷ,» φησὶ πρὸς αὐτόν,
«ἀλλὰ τὰ πάντα ὑποτάσσεται τῇ παντοκρατορικῇ αὐτοῦ βουλήσει, καὶ τὴν θέλησιν τῶν
φοβουμένων αὐτὸν καὶ πίστει δεομένων αὐτοῦ πληροῖ. διὸ θάρσει, ἄνθρωπε, θάρσει·
ἰαθήσῃ γὰρ καὶ σωθήσῃ, καὶ τῆσδε τῆς φαινομένης τοῖς ἀνθρώποις ἀνιάτου περιεχούσης
σε νόσου μετ᾿ οὐ πολλὰς ἡμέρας διὰ πολλοῦ τοῦ τάχου [λεγε· τάχους] καθαρισθήσῃ.
καρτέρησον τοίνυν, καὶ τοῖς ἡμετέροις παράμεινον μαθηταῖς ἐν τῷ κελλίῳ, καὶ πρὸς
τὴν ἡμετέραν σχόλασον πενιχρότητα καθ᾿ ἡμέραν ἐν τῷ ἡσυχαστηρίῳ.» ταῦτα μέν, ἐμπλησθεὶς
προβλεπτικοῦ χαρίσματος ὁ θεοφόρος γέρων, ἔφη. ὁ δὲ φιλόχριστος ἀνὴρ κατὰ τὴν ἐπιταγὴν
αὐτοῦ πεποίηκε, καθ᾿ ἑκάστην ἡμέραν πυκνοτέρως σχολάζων αὐτῷ, τῷ τῶν ὅλων εὐεργέτῃ
καὶ μόνῳ σωμάτων τε καὶ πνευμάτων ἰατρῷ. Ἰησοῦ Χριστοῦ τῷ ἀληθινῷ θεῷ, ἐκτενεστέρας
ὑπὲρ τῆς
[535Δ] τελείας ἰάσεως αὐτοῦ καὶ σωτηρίας προσάγοντι δεήσεις, καὶ πᾶν τὸ σῶμα αὐτοῦ
χρίοντι ἐλαίῳ σὺν ὕδατι ἀπ᾿ ἄκρων τριχῶν ἕως τοῦ πέλματος τῶν ποδῶν, ἕως ὅτου οὐρανόθεν
ὁ θεὸς μετ᾿ ὀλίγας ἡμέρας, διὰ τῆς τοῦ θεοφόρου γέροντος πρεσβείας ἐπισκεψάμενος
αὐτόν, τὰ ἐπίδηλα ὑγιεινὰ τεκμήρια ἐνεδείξατο, γνωρίσας τῷ γνησίῳ δούλῳ καὶ θεραπευτῇ
περὶ τῆς τελείας αὐτοῦ θεραπείας.
79. ὅντινα μετ᾿ ἔπειτα προσκαλεσάμενος ὁ θαυμασιώτατος γέρων, τῷ θεῷ προσενέγκας
ὑπὲρ αὐτοῦ τὴν ὑπερφυῆ καὶ ζωοτόκον, θείαν καὶ ἀναίμακτον θυσίαν, κάτωθεν τοῦ θυσιαστηρίου
βήσσας μεστώσας ὕδατος καὶ ἐλαίου, οἷς ὅλον αὐτὸν ἀλείψας ταῖς ἑαυτοῦ ἁγναῖς παλάμαις,
σῶον καὶ ὑγιῆ καὶ κεκαθαρμένον ἀπὸ τοῦ πάθους, πλήν τινων οἰδημάτων ἐν τοῖς μηροῖς
καὶ ταῖς κνήμαις λελημμένων, ἀπέλυσεν, ἐκ τοῦ ἁγιαστικοῦ ἐλαίου βραχύ τι ἐφοδιάσας
αὐτόν, καὶ εἰπών· «πορευθῇς ἐν εἰρήνῃ καὶ χαίρων, ὅταν κατὰ τὴν ὁδὸν τόνδε τὸν τόπον
καταντήσῃς, τῷ ὑποζυγίῳ [λεγε· τοῦ ὑποζυγίου] καταβὰς ἄλειψον ἐν τούτῳ τοὺς μηροὺς
καὶ τὰς κνήμας, ὅτι δὴ ἐκεῖθεν ἐλθόντος σοῦ ἐπὶ τόνδε τὸν τόπον, ἀπορραγήσονται
ἐξαιφνῆς ὃσα ἔχεις οἰδήματα καὶ ἀφανῆ γενήσονται· καὶ ὄψει τὴν ἀνέκφραστον
[535Ε] τοῦ θεοῦ δεσποτείαν, καὶ τὴν περί σε γενομένην ἄφατον ἀγαθότητα· τελείως
γὰρ θεραπευθήσῃ, καὶ καθαρισθήσῃ, καὶ σώοις ποσὶ βαδίσεις.» ταύτην οὖν τὴν ἐντολὴν
τοῦ θεοφόρου γέροντος φυλάξας ὁ φιλόχριστος ἀνήρ, ἔχρισε τοὺς ἑαυτοῦ μηροὺς καὶ
τὰς κνήμας, καταλαβὼν τὸν ὁρισθέντα χῶρον, καὶ μετ᾿ ἔπειτα ἐκεῖθεν ἀπάραντος αὐτοῦ
καὶ τὸν ἐφθακότος προδηλωθέντα τόπον, κατὰ τὴν τοῦ θεσπεσίου γέροντος πρόρρησιν
διηνοίχθησαν πάντα τὰ τραύματα, καὶ ὑγιεῖς κατεστάθησαν οἱ μηροὶ καὶ αἱ κνῆμαι,
καὶ ποσὶν ἐρρωμένοις ἐβάδιζεν.
80. ὦ τῆς παραδόξου ἀθρόας μεταβολῆς↙ πολλάκις γάρ, δύο ἀνδρῶν ἑκατέρωθεν ἐρειδόντων
καὶ στηριζόντων αὐτόν, τοῖς ποσὶ μόγις τὴν γῆν πατῶν ἐπέζευε· διὰ δὲ τῆς τοῦ μεγάλου
γέροντος ἱκετείας ποσὶν ἀτρόμοις καὶ ἰσχυροῖς ὥδευε. καὶ τί δεῖ μὲ τὰ πολλὰ λέγειν
ὅλος καθαρός, ὅλος ὑγιής, ὅλος ὡραῖος ἀπεδείχθη, μηδενὸς ἴχνους, μηδὲ βραχυτάτης
οὐλῆς ἑλκούσης ἀπολειφθείσης, εἰς τὰ ἴδια ἀποκατεστάθη γεγηθῶς. τοῦτον ἰδόντες οἱ
οἰκεῖοι, καὶ οἱ συγγενεῖς, καὶ οἱ φίλοι καὶ συμπολῖται Γαζαῖοι, πάντες ἠγάσθησαν
ἐκθαμβηθέντες περὶ τῷ ξένῳ καὶ παραδόξῳ
[535Φ] τοῦ θαύματος· καὶ ἰδοὺ μέχρι τῆς δεῦρο ἡμέρας τῇ τοῦ θεοῦ χάριτι ζῆ, λίαν
ὑπάρχων φιλομόναχος, ὅπερ οὐκ ἦν τὸ πρῶτον, ἀλλὰ μᾶλλον μισομόναχος, διὰ παντὸς
κατακρίνων τοὺς μοναχούς, καὶ κατηγορίαις καθυποβάλλων αὐτοὺς ἀλόγοις. ἔστι δὲ φιλόπτωχος
ἅμα καὶ φιλόξενος, ἅπαντας ἐκπλήττων οὐ μόνον τοῖς ἀθρόοις αὐτοῦ βελτίστοις τρόποις,
ἀλλὰ καὶ πάσαις ταῖς σωματικαῖς ἀρεταῖς, κάλλει τε καὶ ὑγείᾳ, ρώμῃ τε καὶ ὡραιότητι,
ὁμολογῶν τὴν τοῦ θεοῦ χάριν, καὶ κηρύττων τὸ ἔλεος· τήν τε τοῦ ἁγίου γέροντος οὐ
κρύπτων εὐεργεσίαν, ἀλλὰ δὴ καὶ διὰ παντὸς εὐφημῶν αὐτήν, καὶ τὴν ἀρετὴν ἐκθειάζων·
ὅθεν καθ᾿ ἕκαστον ἔτος οὐκ ἔληξεν ἔρχεσθαι πρὸς αὐτόν, τῷ θεῷ τε καὶ αὐτῷ τὴν εὐχαριστίαν
ἀπονέμων, καὶ τὴν ὀφείλουσαν αὐτῷ παρ᾿ ἑαυτοῦ τιμὴν ἐπιγινώσκων, καὶ εὐλογίαν τινα
τῷ θεῷ τε καὶ αὐτῷ καρποφορῶν πάσας τὰς ἡμέρας τῆς ἐν σαρκὶ ζωῆς τοῦ ἁγίου γέροντος
Στεφάνου, ὃν ὁ θεὸς ἐδόξασε, καὶ διαφόροις κατεκόσμησε χαρίσμασιν.
81. οὗτος γάρ ποτε ὁ θαυμαστὸς καὶ μέγας γέρων εἶχε τινὰ μαθητὴν Σῦρον, ἀββᾶν Σάβαν
καλούμενον, πρεσβυτερίου βαθμὸν ἐπέχοντα, χήραν κεκτημένον μητέρα, ἀπ᾿ αὐτοῦ τριῶν
ἡμερῶν ὁδὸν ἀπέχουσαν,
[536Α] ἥτις αὐτῷ πολλάκις ἐδήλου, ποτὲ μὲν εὐεκτοῦσα, ποτὲ δὲ σωματικοῖς συνεχομένη
νοσήμασιν, εἰς ἐπίσκεψιν αὐτῆς παραγενέσθαι. βουλόμενος δὲ τὴν μητρικὴν ἐκτελέσαι
μήνυσιν, ἐκωλύετο ὑπὸ τῆς ἀριστῆς τοῦ θεοφόρου ἐπιστάτου βουλῆς. μετὰ οὖν τινὰ χρόνον
τῆς μητρὸς αὐτοῦ ἀρρωστίᾳ περικειμένης, καὐτῷ πρὸς ἑαυτὴν ἐλθεῖν συνήθως μηνυσάσης,
πορευθεὶς πρὸς τὸν θεοφόρον ἐπιστάτην, εἶπεν· «πανάγιε πάτερ, δεδήλωκέ με ἡ κυρία
μου ἡ μεγάλη ἀπιέναι πρὸς αὐτήν, ἐπειδὴ νόσῳ συνέχεται, ἀλλ᾿ εἰ κελεύει ἡ ὑμετέρα
ἐπιστατικὴ ἁγιωσύνη, ἐπινευσάτω, ὅπως ἀπέλθω ἐπισκεψόμενος αὐτήν.» πρὸς τοῦτον δὲ
ἀποκριθεὶς ὁ θαυμάσιος γέρων ἔφη, «ναί, τέκνον, πορεύου, καὶ τὴν σὴν εὔφρανον γεννήτριαν.»
82. ὁ δὲ μαθητὴς ἐπὶ τῇ ταχίστῃ ἐπινεύσει τοῦ ἐπιστάτου θαυμάσας ἔφη· «διὰ τί, πάτερ,
διαφόρως αὐτῆς μηνυσάσης παραγενέσθαι, καὶ ἡμῶν αἰτησαμένων τὴν σὴν παρὰ τοῦτο κέλευσιν,
οὐκ εἴας ἡμᾶς, λέγων τὴν μὲν ὁδὸν ἀσύμφορον εἶναι, καὶ τὴν ἐπίσκεψιν οὐκ ἀναγκαίαν·
τὴν δὲ μητέρα μηδὲν δεινὸν πεπονθέναι, ἀλλ᾿ εὖ ἔχειν, εἰ καὶ ἐνίοτε ἐν ἀρρωστείαις
διέκειτο, ἠρεμεῖν δὲ ἐν τῇ μεγίστῃ λαύρα συνεβούλευες ἡμῖν, καὶ τοὺς τοιούτους κατευνάζειν
[536Β] λογισμούς· νῦν δὲ ἀπελθεῖν καὶ εὐφράναι αὐτὴν προθύμως ἐκέλευσας» ὁ δὲ γέρων
ἀποκριθεὶς ἔφη πρὸς αὐτόν· «διὰ τοῦτο προφρόνως ἐκέλευσά σε, ἐπειδὴ βεβαρυμένη λίαν
ἐστὶ τοῖς νοσήμασι. οὐκοῦν πρόφθασον αὐτὴν τάχιστα· μέλλει γὰρ ἐν ᾗ καταλαβεῖς ἡμέρᾳ
γνωρίζειν σε, καί τινα διαθήκην ποιήσασθαι πρός σε. ἀλλ᾿ ὅσα ἂν ἐπηρωτῆσαι βούλει,
εὐθέως ἐκτὸς πάσης ὑπερθέσεως λεπτομερῶς αὐτὴν ἐπηρώτησον· ἐπειδὴ τῇ ἐπαύριον ἡμέρᾳ
οὐκ ἔτι σε γνωρίσει, οὔτε μὴν παντελῶς σοὶ λαλήσει.» πορευθεὶς οὖν οὗτος ὁ ἀββᾶς
Σάβας, ὁ τοῦ θεοφόρου γέροντος μαθητής, εὗρε τὴν μητέρα αὐτοῦ νοσοῦσαν δεινῶς· ἥτις
εὐθέως μὲν κατιδοῦσα, χαρμοσύνης ἐπληρώθη, ἐχεφρόνως αὐτὸν γνωρίσασα, καὶ διατιθεμένη
αὐτῷ τὰ καταθύμια. τῇ δὲ ἐπαύριον κατὰ τὴν τοῦ γέροντος πρόγνωσιν, πάντας ἀγνοήσασα,
μετέστη πρὸς τὸν κύριον, τὸν ζωῆς καὶ θανάτου δεσπόζοντα, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.
83. ἄλλος δέ τις μοναχός, εὐλαβὴς καὶ τῶν ἐν ἀξιοπιστίᾳ μεμαρτυρημένων, διηγούμενός
μοι ἔφη οὕτως· «τὸν μονήρη βίον ὁ τάλας ἐγὼ ἐν τῇ εὐαγεῖ μονῇ τοῦ Καστελλίου μετηρχόμην,
καί τις συνυπῆρχεν ἀδελφὸς οὐ προσέχων τῇ αὐτοῦ σωτηρίᾳ, καὶ τῆς μοναχικῆς ἀμελῶν
πολιτείας, καὶ τῆς τῶν
[536Χ] πατέρων καταφρονήσας ἀγγελικῆς εὐταξίας, ὥστε ἐξώκειλεν εἰς αἰσχροτάτην ἀπόγνωσιν,
καὶ τὸ μοναχικὸν παντάπασιν ἀποδύσασθαι σχῆμα ἠθέλησεν· πορευθεὶς γὰρ εἰς τὴν ἁγίαν
πόλιν ἠβουλήθη πορευθῆναι ἐπὶ τὴν ἰδίαν πατρίδα, κᾀκεῖσε τὸ κοσμικὸν περιβάλλεσθαι
ἔνδυμα. ὡς οὖν ἐνόησε περὶ τῆς τούτου ἀπὸ τῆς μονῆς ἀναχωρήσεως ὁ συμπαθέστατος
γέρων Στέφανος, διάγων τότε κατὰ τὸν καιρὸν τῆς τεσσαρακοστῆς ἐν τοῖς τοῦ Καστελλίου
σπηλαίοις, καὶ μετακαλεσάμενός με ἔφη· Ϡπροθυμήμητι, ἀδελφέ, καὶ ἄπιθι, καὶ ἄγαγέ
μοι τὸν ἀναχωρήσαντα πνευματικὸν ἀδελφόν σου ἀπὸ τῆς ἁγίας πόλεως· οἶδα γὰρ ὅτι
πεισθήσεταί σοι.Ϡ ἀπελθὼν οὖν κατὰ τὴν τοῦ γέροντος προσταγὴν ἤνεγκα πρὸς αὐτὸν
τὸν τῆς μονῆς ἀποδράντα ἀδελφόν. τούτῳ δὲ παραγεγονότι φησὶν ὁ θεοφόρος γέρων· Ϡδιὰ
τί, ὦ τέκνον, τῆς σαυτοῦ καταφρονεῖς σωτηρίας, καὶ ταυτησὶ τῆς ἀγγελικῆς ἀποφεύγεις
πολιτείας, καὶ ἐπὶ τὸν πρότερον ἔμετον παλινοστῆσαι θέλεις, καὶ τοῖς κοσμικοῖς ἐγκυλινδεῖσθαι
βορβόροις οὐκ οἶδας, ὅσοι γεγόνασιν ἀπὸ τοῦ μοναχικοῦ τάγματος τῆς ἐκκλησίας φωστῆρες
καὶ θαυματουργοί, καὶ θαυμαστοί, καὶ μεγάλοι, καὶ ἀρχιποιμένεςϠ
84. τοιούτοις οὖν διδάγμασι καὶ γραφικαῖς νουθεσίαις τοῦτον θεασάμενος μὴ πειθόμενον,
ἀλλ᾿ ἔτι τῇ πρὸς τὸν κόσμον ροπῇ νεύοντά τε καὶ ἐγκύπτοντα,
[537Δ] τοῖς σατανικοῖς ἡττημένον ἐνθυμήμασιν, ἔλαβεν σανίδα μικράν, σπιθαμῆς καὶ
ἡμίσεως μῆκος τε καὶ πλάτος ἐσχηκυῖαν, καὶ ἀμφοῖν ἡμῶν θεωρούντων, τίθησιν αὐτὴν
ἐπὶ πετρώδους τινὸς τόπου τοῦ ἰδίου σπηλαίου, πάνυ κατωφεροῦς καὶ ὀλισθηροῦ πεφυκότος,
ὅπη μονονουχὶ οὔτε χνοῦς οὔτ᾿ ἔτι κάρφος ἐπισταίη ἄν, κᾀκεῖ στήσας αὐτὴν ὀρθήν,
καὶ οὐδαμῶς κεκυφυῖαν, φησὶ πρὸς αὐτὴν οὕτως· Ϡεὐλογητὸς κύριος, στῆθι·Ϡ καὶ παραυτὰ
παραδόξως, οἷα ψυχῆς τελοῦσα λόγῳ τε καὶ αἰσθήσει τετιμημένης, ἡ ἄψυχος ἅμα καὶ
ἀναίσθητος σανὶς ἔστη τῷ λόγῳ τοῦ ἁγίου γέροντος, ὃς ἅλας κομίσας ἐπέθηκεν αὐτῇ,
καὶ οὕτως ἠρτημένη τριῶν ἐπέμεινεν ἡμερῶν. ἀγασθεὶς τοίνυν ἐπὶ τούτῳ τῷ ξένῳ θαύματι
καὶ ἔκθαμβος γενάμενος ὁ ἀδελφός, κλίνας τὰ γόνατα, παρὰ τοῦ γέροντος ᾐτήσατο συγχώρησιν,
καὶ ἕνεκεν τῆς αὐτοῦ ὑπομονῆς ἐπικουρίαν καὶ ἔντευξιν. ἐπευξάμενος οὖν αὐτῷ ἅμα
καὶ εὐλογήσας, καὶ σωτηρίοις περιθωρακήσας παραινέσεσιν, ἑδραῖον αὐτὸν καὶ τῇ μοναχικῇ
πολιτείᾳ πάγιον ἀπέλυσεν, καὶ νῦν χάριτι θεοῦ καὶ εὐχαῖς τοῦ ὁσίου γέροντος ζῆ καὶ
ἐν πολλῇ καταστάσει, καὶ καλῇ πολιτείᾳ διάγει, καλῶς προσέχων ἑαυτῷ καὶ τῇ σωτηρίᾳ
ἑαυτοῦ ἐπιμελούμενος.»
85. «ἄλλο δὲ σοὶ μέγα διηγήσομαι θαῦμα· ἀπῆλθον γὰρ ποτὲ σὺν τούτῳ τῷ θαυμασίῳ γέροντι
ἐπὶ τὸν Ἰορδάνην ποταμὸν σὺν ἑτέροις τισὶ τῶν μοναχῶν, κᾀκεῖσε παραγεγονότες ἐπεθυμήσαμεν
ἐν τῷ ναῷ τοῦ σωτηριώδους βαπτίσματος προσεύξασθαι, ἔνθα ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς
πᾶσαν τὴν βρότειον οὐσίαν ρύπου παντὸς ἐγκαθάρας, τὰς τοῖς ὕδασιν ἐμφωλευούσας κατέθλασε
δρακοντείας κάρας, καὶ τούτου χάριν παρακεκληκότες τὸν γέροντα πεπείκαμεν. ὡς οὖν
προσηγγίσαμεν, ἔφημεν αὐτῷ· Ϡεἰ κελεύει ἡ σὴ ἁγιότης, πορευέσθω εἷς ἐξ ἡμῶν ἐπὶ
τὴν ἄνω κειμένην τοῦ προδρόμου μονήν, τὴν τοῦ ναοῦ ἐνέγκαι κλεῖδα, καὐτὸν τὸν παραμονάριον·
εἰ μὴ γὰρ ἐκεῖνος ἔλθῃ, τῆς κλειδὸς ἀχθείσης, οὐδὲν ἀνύσομεν· δυσκόλως γὰρ καὶ μόλις
ἀνοίγεται ἡ μανδαλίς, οὐχ ἅπαξ γὰρ ἐπειράθημεν αὐτῆς.Ϡ ὁ δὲ σημειοφόρος γέρων πρὸς
ἡμᾶς ἔφη· Ϡοὐκ ἀνάγκη ἡμᾶς, ἀγαπητὰ τέκνα, σκυλθῆναι ἐκεῖ· ἀλλὰ δεῦτε μόνον, καὶ
εἴη τὸ θέλημα τοῦ θεοῦ. ταῦτα οὖν εἰπόντος αὐτοῦ, ἐπορεύθημεν, καὶ παρὰ τὴν θύραν
στάντων ἡμῶν, εὐχὴν πεποιηκώς, καὶ τρὶς τὰ γόνατα κεκλικώς, καὶ τὴν πύλην σταυροτύπῳ
σημείῳ ἐσφραγικώς, καὶ τὴν μανδαλίδα ἄκροις δακτύλοις ἁψάμενος, παραχρῆμα τὴν θύραν
ἀνέῳξεν.
[537Φ]
86. εἰσβάντες οὖν, καὶ εὐξάμενοι, ἀνεκάμψαμεν, χαριστηρίους τῷ θεῷ ἀναπέμποντες
ὕμνους, καὶ τὴν τοῦ γέροντος ἐκθειάζοντες χάριν, δι᾿ ἧς πλειστάκις τὰς τοῦδε τοῦ
ναοῦ πύλας ἀνέῳξεν, ὥς τινες πιστότατοι διηγήσαντο ἡμῖν· ἀεὶ δέ, τῆς τεσσαρακοστῆς
πληρουμένης, δι᾿ αὐτοῦ τὴν ἐπάνοδον ἀπὸ τῆς ἐρήμου νυκτὸς ἐποιεῖτο ἕνεκεν εὐχῆς·
ὅθεν οἱ κατ᾿ ἐκεῖνον τὸν καιρὸν τοῦ θεοσεβοῦς ναοῦ παραμονάριοι πεφυκότες, πλειστάκις
αὐτὸν θεασάμενοι αὐτομάτως εἰσελθόντα νυκτός, ᾠήθησαν αὐτὸν εἶναι τὸν ἅγιον Ἰωάννην
τὸν πρόδρομον, ἄχρις ἄν τις ἔνδοθεν τοῦ ἀξιοσέπτου ναοῦ κατὰ τὴν θύραν ὑπνώσας τούτου
τοῦ ἁγίου γέροντος κατὰ μέσον νύκτα ἀνοίγοντός ποτε τὰς πύλας, ἐξανέστη ἔκθαμβος
γενόμενος, καὶ οἰόμενος τὸν ἅγιον Ἰωάννην αὐτῷ φανῆναι, καὶ εὐλογηθῆναι παρ᾿ αὐτοῦ
ἐδυσώπει, καὶ περιφὺς τὰ ἴχνη αὐτοῦ ἐγνώρισε τὴν θεοειδῆ αὐτοῦ μορφὴν καὶ εἰδέαν
καὶ τὴν φωνήν, καὶ τεθαυμακὼς ἐπὶ τούτοις, καὶ πληροφορηθεὶς εἶναι αὐτὸν ὅσιον Στέφανον,
ἐπὶ τοῦτο τῷ θεῷ δόξαν ἀνέπεμψεν τῷ καταξιώσαντι αὐτῷ τῆς τοῦ γέροντος τυχεῖν εὐλογίας.»
CAPUT ῃΙΙΙ
[538Χ]
87. ἄλλος δέ τις ἀδελφὸς ἐξαίσιον διηγήσατό μοι θαῦμα ἐν αὐτῷ γεγονὸς ὑπὸ τούτου
τοῦ θαυμασίου γέροντος, λέγων οὕτως· «ἀδελφὲ πνευματικέ, βούλομαί σοι τινὰ διήγησιν
ἐξειπεῖν, τὴν ἐμὴν μὲν καταισχύνουσαν κορυφήν, τὴν δὲ τοῦ θαυμασιωτάτου Στεφάνου
ἀγλαῒζουσαν ἀρετήν· μιᾷ γὰρ τῶν ἡμερῶν ἐν τῇ κώμῃ τῇ ἐμῇ ἅμα συγκωμήτιδι διάγων
τινί, ὑπὸ σατανικῆς ἐβλήθην προσβολῆς ἐρωτικῇ μανίᾳ χαλεπῇ, καὶ τοῖς ἀσελγέσι λογισμοῖς.
ὁ ἀδρανὴς ἐγὼ νῶτα δεδωκώς, καὶ ὑπὸ τοῦ πορνικοῦ δαίμονος ἡττηθεὶς ὡσεὶ φλογεροῖς
τρωθεὶς πτερόεσσιν ὀϊστοῖς περιπέπτωκα τῇ γυναικί, πᾶν ἀνθρώπινον ὄμμα λεληθώς,
καὶ τοῦ θείου κατατετολμηκὼς ἀκοιμήτου ὀφθαλμοῦ, καὶ τὸ διορατικὸν τοῦ χαριτοπνεύστου
Στεφάνου βλέμμα λαθεῖν ἠλπικώς, τὴν ἐμὴν ἀσχημοσύνην ὁ ἄφρων ἐγὼ καλύψας βαθείᾳ
νυκτὶ καὶ κρυφίοις οἴκων μυχοῖς· ἀλλ᾿ ὄντως εἰ καὶ τοὺς πάντας ἔλαθον, ἀλλ᾿ αὐτὸς
τῷ πνεύματι ἰδών, οὐκ ἠγνόησε· τὴν μεγάλην γὰρ καὶ αἰσχρὰν ἁμαρτίαν πεποιηκώς, πρὸς
τοῦτον τὸν ὅσιον Στέφανον πεπόρευμαι, ἐν τοῖς περὶ τὴν ἡμετέραν χώραν τότε διατρίβοντα
μέρεσι· συχνοτέρως γὰρ ἐσχόλαζον
[539Α] αὐτῷ ἐκεῖσε· ἐπειδὴ συνήθης αὐτῷ ἤδη ἐκ πάλαι τῶν χρόνων ὑπῆρχον φίλος γνήσιος,
ταῖς πυκνοτέραις αὐτοῦ νουθετούμενος πνευματικαῖς διδασκαλίαις, ὧν ἐν ἐμαυτῷ τὸν
κάρπον οὐκ ἐβλάστησα ὁ ἁμαρτωλὸς καὶ πανάθλιος· ἀλλὰ τὸ ἀθέμιτον πράξας ἁμάρτημα,
ἀνερυθριάστως πρὸς αὐτὸν παραγέγονα, νομίζων ὑποκλέψαι τὴν ἐμὴν βεβηλότητα.
88. ἀλλὰ τῆς ἐλπίδος ἐξέπεσον· ἤλεγξε γάρ με τῶν νοερῶν αὐτοῦ ὀφθαλμῶν ὁ ἀψευδέστατος
ἔλεγχος. φεῦ τῆς ἐμῆς τότε πικρᾶς αἰσχύνης↙ ἡνίκα γὰρ τοῦτον τὸν θεοφόρον Στέφανον,
ὡς ἔθος, ἠσπασάμην, καὶ λαβεῖν παρ᾿ αὐτοῦ εὐχὰς ᾐτησάμην, εὐθέως τοῖς ζωοσόφοις
καὶ φωτοβλύστοις αὐτοῦ λογίοις φωταγωγεῖν μέ προσκατήρξατο λέγων· Ϡοὐαὶ τοῖς
ἀμελεστέροις οὖσι περὶ τὴν ἑαυτῶν σωτηρίαν↙ οὐαὶ τοῖς μὴ τηροῦσιν τὰς θείας
ἐντολάς↙ οὐαὶ τοῖς μὴ προσέχουσι ταῖς ἐκκλησιαστικαῖς νουθεσίαις↙ οὐαὶ τοῖς μὴ
ἔχουσι πρὸ ὀφθαλμῶν τὴν ἀποκειμένην τοῖς ἁμαρτάνουσιν ἄσβεστον γεένναν↙ πολλάκις
γὰρ σὲ νενουθέτηκα, τέκνον, καὶ κεκώλυκα τοῦ προσκολλᾶσθαι κακοῖς·
[539Ε] εἶδον γάρ, ὅτι φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
σὺ δὲ τὰς ἐμὰς παραινέσεις ἀκάρπους πεποίηκας. οὕτως ἔχρην σὲ διαπράξασθαι σήμερον,
καὶ βεβηλῶσαι τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ τοῦτο τὸ ἱερώτατον σχῆμα τῶν ὁμοίων σοῦ
ὑπάρχει τοῦτο τῶν αἰσχροτάτων πάθοςϠ
89. τοιούτοις οὖν αὐτοῦ μακρόθεν προσηνῶς παραινετικοῖς ἐλέγξαντός με ρήμασιν, ἐνόμισα
συνήθως αὐτὸν παραινοῦντα, τὴν ἡμετέραν δὲ ἀγνοήσαντα πλημμέλειαν, καὶ εἶπον πρὸς
αὐτόν· Ϡποῖον, πάτερ, πάθος ᾐνίξωϠ ὁ δέ· Ϡτὸ πορνικόν,Ϡ ἔφη· κἀγὼ μὲν ἀναιδῶς ἀπαρνούμενος·
Ϡμὴ εἴην, μὲ τίδε [λεγε· τόδε ?] πεπραχέναι,Ϡ ἔφην· Ϡοὐ πεπόρνευκα, πάτερ.Ϡ αὐτὸς
δὲ πρᾴως εἶπε πρός με· Ϡτί ἐρεῖς, τέκνον οὐ πεπόρνευκας σὺ καὶ ἡ δεῖνα, σήμερον,
ἐκείνῃ τῇ ὥρᾳ, ἐν τοιῷδε τόπῳ, μεταξὺ τῶνδε καὶ τῶνδε πραγμάτωνϠ εἰρηκότος οὖν ἀπαραλλάκτως
ἅπαντα τὰ σημεῖα τῆς ἐμῆς ἀσχημοσύνης, ἔμφοβος γενόμενος, αἰδοῖ κατεσχέθην δαμαστικῇ,
μηδὲν ἀντερεῖν ἐξισχυκώς, ἀλλὰ κατὰ τῆς γῆς τὴν κάραν κεκυφώς, ἀνίας ἀφωνίαν ἐμποιούσης,
πυρσῷ κατεστησάμην.
90. ἑωρακὼς δέ με ὁ συμπαθὴς πατὴρ οὕτω λυπηρῶς ἐπὶ πολὺ διακείμενον, τοιούτοις
παρηγορῶν με λόγοις, ἔφη· Ϡμὴ λυποῦ, ἀδελφέ· κᾀγὼ γὰρ ἀνθρωπός εἰμι ὁμοιοπαθής,
τῆς ἴσης τέλων [λεγε· πέλων ? τελῶν ?] φύσεως· μόνον μὴ ἀπογνῶς· οὐδένα γὰρ ὁ θεὸς
ἀπωθεῖται μετανοοῦντα· ἀλλὰ φιλανθρώπως ἀποδέχεται πάντας· καὶ πειθέτω σε περὶ τούτου
ἥ τε τοῦ τὴν πατρικὴν περιουσίαν μετὰ πορνῶν διεσκεδακότος ἀσώτου παραβολή, καὶ
ἡ τοῦ τελώνου· οὐ γὰρ ἀπώσατο πόρνην τῶν πταισμάτων αἰτουμένην τὴν ἄφεσιν, οὔτε
τελώνην εὐαγγελιστὴν εἶναι παρῃτήσατο, καὶ διώκτην ἀπόστολον, καὶ πλείονας ἄν σοι
ἔν τε τῇ παλαιᾷ καὶ τῇ νέᾳ διαθήκῃ τοιούτοις ἐμπεσόντας πάθεσι, καὶ θεόθεν ἰαθέντας
διὰ τῆς μετανοίας δέξοιμι, εἴγε βουλοίμην πλατύτερον ποιεῖσθαι λόγον. ἀλλ᾿ ἱκανούσθω
σοι ταῦτα, τέκνον. οὐδὲ γὰρ ἐλέγξαί σε παντελῶς ἠβουλόμην, ἵνα μή σε πτύρω, καὶ
τῆς ἐμῆς ὁμιλίας ἀποφυγεῖν παρασκευάσω. ἀλλ᾿ εἶδόν σε μηδαμῶς συνίεντα ἐμοῦ τὸ σὸν
ἕλκος ἀνευστυπτικῶν [λεγε· ἄνευ στυπτικῶν ?] τε καὶ ἀδριμυτάτων ἐμπλάστρων πνευματικαῖς
ἐπαοιδαῖς καὶ γριφώδεσι γοητείαις θεραπεῦσαι μηχανουμένου, ἐβιάσθην ἀποκαλύψαι τοῦ
πάθους τὸ αἴτιον ὑπὸ πολλῆς διαπύρου κινηθεὶς συμπαθείας, ἵνα τὴν εὐάρμωστον περιποιήσωμεν
θεραπείαν· καὶ γὰρ οἱ τῶν σωματικῶν νόσων ἰατροὶ οὐ πρότερον ἀθεωρήτως παρέχουσι
τὰς ἀντιδότους τοῖς κάμνουσι, πρὶν ἂν ἐξείπωσι τῆς νόσου τὸ αἴτιον· ἐλεγχομένων
γὰρ τῶν ἁμαρτόντων, καταργεῖται τῆς ἁμαρτίας
[540Α] ἡ δύναμις, μὴ ἐλεγχομένων δέ, ὥσπερ γάγγραινα νομὴν λαβοῦσα, ὅλον ἀφανίζει
τὸ σῶμα, οὕτως καὶ ἡ ἁμαρτία λαθοῦσα σὺν τῇ σαρκὶ καὶ τὴν ψυχὴν διαφθείρει. λοιπὸν
μὴ ἀθύμει, τέκνον, μή τε τοσοῦτον αἰσχύνου, ἀλλ᾿ αἴτησαι παρὰ τοῦ θεοῦ τὴν συγχώρησιν·
οὐκ ἐν σοὶ γὰρ μόνῳ τοῦτο πεποίκε, ἀλλὰ καὶ ἐν ἄλλοις διαφόροις.Ϡ
91. ταῦτα οὖν λαλήσαντος τοῦ χαριτοπνεύστου γέροντος, καὶ τὴν ἐμὴν ἐπιστηρίξαντος
ἀσθένειαν, ἐπορεύθην, τὴν αὐτοῦ θαυμάζων διόρασίν τε καὶ συμπάθειαν, καὶ παντάπασιν
ἐμαυτὸν ἀπέκοψα τῆς ἀδελφῆς ἐκείνης, μεθ᾿ ἧς τὴν ἁμαρτίαν ἐποίησα, καὶ μετέπειτα
αἰδοῖ φερόμενος, οὐκ ἐσύχναζον τῷ γέροντι ὥσπερ εἴωθα. αὐτὸς δὲ κατὰ συγκυρίαν αἰφνήδιον
ἀπαντήσας μοι· Ϡδιὰ τί οὐ σχολάζεις, τέκνον, τῇ ἐμῇ ταπεινώσειϠ ἔφη. ἐμοὶ δὲ εἰρηκότι·
Ϡὑπ᾿ οὐδενὸς κωλύομαι, ἀλλ᾿ ὑπὸ τῆς ἀσχολίας, ἣν περίκειμαι·Ϡ καὶ εὐχὴν παρ᾿ αὐτοῦ
λαβεῖν καὶ συγχώρησιν αἰτησάμενος, ἔφη· Ϡἐγὼ μὲν συγχωρῶ καὶ ἐπεύχομαί
[540Β] σοι. ὅπερ δὲ σὲ τῆς ἡμετέρας ἐξιστᾶ μετριότητος, πέφυκε τόδε καὶ τόδε, ὡς
οὐχὶ ὑπὸ τῶνδε καὶ τῶνδε λογισμῶν κωλύῃ πρὸς ἡμᾶς ἐληλυθέναι μὴ ψεύδου, τὰ σαφῆ
ἐπιστάμενος φράσαι.Ϡ ἐγνωκὼς οὖν τὰ ἡμέτερα μελεδήματά τε καὶ ἐνθυμήματα, ἔφην·
Ϡναί, ναὶ ἀληθῶς, πάτερ ἅγιε, ἔφης· τούτου γὰρ χάριν τῆς συνήθους ὠφελείας ἀπέχομαι,
ἀλλὰ ἀεὶ εὔχου ὑπὲρ τῆς ἐμῆς ἀσθενείας, καὶ θολερᾶς διανοίας, καὶ ὅπως ἐκ ποδῶν
ἐκβληθῶσιν ἀπ᾿ ἐμοῦ πάντες οἱ τῆς σωτηρίας ἀντιπάλοι λογισμοί.Ϡ τὴν εὐχὴν οὖν αὐτοῦ
καὶ τὴν εὐλογίαν λαβών, εἰχόμην τῆς ὁδοῦ. καὶ ὁσάκις ἠλέγχθην, ἀγαπητέ, περὶ τῶν
ἐνοικούντων μοι ἐναντίων λογισμῶν ὑπὸ τούτου τοῦ σημειοφόρου γέροντος, ἐξειπεῖν
ἀμηχανῶ· οὐ πρότερον γὰρ ἐλέγχειν μέ πέπαυται, ἕως ἄν με πρὸς ἑαυτὸν καθέλκυσε,
καὶ τοῦ ὀλεθρίου θηρὸς ἐξέσπασε, καὶ τῷ θεῷ προσήγωχεν.»
92. ἄλλος δέ τις θεοφιλέστατος ὑπάρχων πρεσβύτερος ἐκ τῆς ἱερᾶς μοναχικῆς ἀγέλης
διηγήσατό μοι, λέγων οὕτως· «μιᾷ τῶν ἡμερῶν ἐγώ τε καὶ ἄλλος τις γέρων ἡγιασμένος
μοναχὸς Σύρος ἀπεληλύθαμεν πρὸς τὸν θεοφόρον Στέφανον, διάγοντα τότε ἐν τοῖς τοῦ
Δουκᾶ σπηλαίοις, αὐτόν τε κατασπασόμενοι καὶ ἑαυτοῖς καρπωσόμενοι τὴν ὠφέλειαν·
ἐγγισάντων οὖν ἡμῶν, τοῦ ἰδίου σπηλαίου ἀσυνήθως ἐξέδραμεν εἰς τὴν ἡμετέραν ἀπάντησιν,
καὶ τὴν τοῦ συνοδεύοντός μοι κεφαλὴν καταφιλήσας, ἑλληνιστὶ προσεφθέγξατο οὕτως·
Ϡτελειῶσαι [βούλεται ὁ] κύριος τὸν ἱερόν σου δρόμον, καὶ τὸν ἀρετόπλεκτόν σου στέφανον,
ᾧ φαιδρῶς ἐστεφάνωσαι, καὶ ἐπομβρῆσαί σοι τὴν χάριν αὐτοῦ καὶ ἄφθονον.Ϡ καὶ ταῦτα
εἰπών, εἰσελθόντων ἡμῶν τὸ σπήλαιον, καὶ εὐχὴν ποιησαμένων, καὶ περὶ τινῶν διαλεχθέντων
πνευματικῶν λογίων, λαβόμενός μου τῆς χειρὸς ἔφη μυστικῶς· Ϡσπεῦσον, ἀγαπητὸν τέκνον,
τὸν γέροντα τοῦτον διαναπαῦσαι, καὶ ἀγώνισαι παντὶ σθένει εἰς πᾶσαν θεραπείαν αὐτοῦ
καὶ ἄνεσιν, ἵνα σχῇς μετ᾿ αὐτοῦ κλῆρον καὶ μερίδα τῶν οὐρανοδρόμων αὐτοῦ ἐντεύξεων·
πίστευε δέ, τέκνον, τ᾿ ἀληθὲς ἐροῦντι, ὅτι ἐμοὶ ὑμῶν προσιόντων, παρακύψας θεωρῶ
αὐτόν, τὴν κεφαλὴν ἐστεμμένον λίαν ἐκλάμπρῳ ἀστεροπλέκτῳ διαδήματι, ὅθεν εἰς τὴν
ὑμετέραν ἀπάντησιν ἐξέδραμον, καὶ τὴν ἱερὰν αὐτοῦ κορυφὴν ἠσπασάμην. τεθαυμακὼς
οὖν ἐπὶ τούτοις, δοξολογίαν καὶ ἐν τῷδε τῷ θεῷ ἀνέπεμψα,
[541Δ] τῷ παντοίοις στεφανοῦντι τοὺς δούλους αὐτοῦ ἀστερομόρφοις, χαριτοβλύστοις
στεφανώμασιν.»
93. ἄλλος δέ τις εὐλαβὴς μοναχὸς διηγήσατό μοι, λέγων οὕτως· «ἔστι μοί τις ἀνεψιός,
ὀνόματι Πατρίκιος, θεοσεβέστατος. οὗτος μιᾷ τῶν ἡμερῶν τοῦ σωτηριώδους πάσχα ἐκ
τῆς ἡμετέρας ἀφικόμενος Μοαβήτιδος χώρας, ἐπεθύμησε ἐν τῇ μεγάλῃ λαύρᾳ ἡμῶν προσεύξασθαι·
οὐκ ἦν γάρ ποτε αὐτῇ τοὺς ἑαυτοῦ ἐπιθέμενος πόδας. καταλαβὼν γὰρ ταύτην σὺν τοῖς
ὄχλοις ἐν τῇ ἁγίᾳ Πέμπτῃ, καὶ προσευξάμενος, ἐπορεύθη πρὸς τὸν θεοφόρον Στέφανον·
τοῦτον δὲ εἰσεληλυθότα, ἀπείρων λαῶν καθημένων, καὶ τῆς φωτιστικῆς διδασκαλίας ἀκροωμένων.
ἑωρακὼς ὁ φωστὴρ οὗτος Στέφανος, ὀνομαστὶ φωτοφρόνως ἀποδεξάμενος πρὸς αὐτὸν ἔφη·
Ϡεὖ ἥκεις, ἀγαπητέ, εὖ ἥκεις. οὐχὶ σὺ εἶ ὁ κύρις Πατρίκιος εὖ ἷκται ὁ κύρις Πατρίκιος,
καὶ καλὸς χριστιανός.Ϡ τρὶς οὖν εἰπόντος αὐτοῦ οὕτως, καὶ ὀνομάσαντος, ὃν νοεροῖς
μέν, οὐ σωματικοῖς ὀφθαλμοῖς ἑώρακε πώποτε, οὔτε μὴν αὐτὴν τὴν προσηγορίαν μεμάθηκε,
καταπλαγέντες
[541Ε] τὴν θεόσδοτον αὐτοῦ χάριν ἐπῃνήσαμεν, δόξαν τῷ θεῷ καὶ ἐν τούτοις ἀναπέμψαντες.»
94. ἄλλος δέ τις, ὀνόματι Θεοδήγητος, πρεσβύτερος τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν
ἀναστάσεως, ἐκ τῆς ἱεροτάτης μοναχικῆς ἀγέλης ὑπάρχων, παραδοξότατον διήγησατό μοι
θαῦμα λέγων· «μιᾷ τῶν ἡμερῶν ἐγώ τε καί τις ἕτερος προτεθυμήμεθα τὸν θεοφόρον κατασπάσασθαι
Στέφανον, διατρίβοντα τότε ἐν ταῖς ὑψηλαῖς τῶν κατὰ Κουτηλᾶν ὀρέων κορυφαῖς· πρὸς
ἃς βάδην ἡμῶν περιπατούντων, ὤφθησαν δύο νεανίδες τὸ μοναχικὸν ἐνδεδυμέναι σχῆμα,
καὶ τὸν ἐρημικὸν διώκουσαι βίον, ἕως τῶν γονάτων φοροῦσαι σάκκους, καὶ μέχρι ποδῶν
τὰς τρίχας κομῶσαι, φρικώδεις καὶ καταπληκτικαί, τῷ εἴδει ὁμοίαν ἔχουσαι, ποιμένος
δίκην ἀκόλουθον, σημειοφόρον μητέρα. ταύτας οὖν Ἀραβῆται τινὲς αἰγονόμοι τοῖς ὄρεσι
περιθέουσας ἰδόντες, κατέδραμον οἷα κύνες λυττώδεις καὶ ἄγριοι θῆρας διώκοντες,
ἀπειλητικοῖς λόγοις ἐκφοβοῦντες τὰς τοῦ Χριστοῦ λογικὰς ἀμνάδας, ἵνα τῷ φόβῳ τε
καὶ τρόμῳ κρατηθεῖσαι, τοῦ δρόμου ἀπόσχωνται, καὶ ταῖς ἀνόμοις αὐτῶν ἐμπέσωσι παλάμαις,
[541Φ] ἀλλ᾿ ὄντως ἡ τοῦ θεοῦ ἄρρητος προνοητικὴ δύναμις ὑπερνενίκησε, φρικτὴν καὶ
παράδοξον ἐν αὐτοῖς ἐργασάμενος τιμωρίαν· τὰς μὲν γὰρ κόρας ἀνέδειξεν ὑπὲρ ταχείας
ἐλάφους, καὶ πηδητικὰς δορκάδας προτρέχουσάς τε καὶ προθρώκουσας· τὴν δὲ γεραιὰν
καὶ αἰδέσιμον μητέρα κατά τινα προνοίας ἐξαίσιον τρόπον ἐξολισθῆσαι παραχωρήσασα,
φοβερὰν ἐκδίκησιν ἐν τοῖς ἀθέοις πεποίηκεν.
95. ὦ τοῦ μεγάλου θαύματος↙ ὦ τῆς ξένης ἐκπλήξεως↙ φρίττω καὶ τρέμω, μεμνημένος,
ἀγαπητέ, τοῦ τότε ὀφθέντος θεάματος τὸ μυστήριον· τὴν γὰρ ἁγίαν γραῦν ἐκείνην ἐξολισθῆσαι
παραχωρήσασα ἡ ἄφατος πρόνοια του θεοῦ, εἷς τῶν ἀνόμων Ἀραβητῶν κατεφθακώς, τῆς
ἱερᾶς κόμης ἐλάβετο, τὸ ἁγνόν αὐτῆς καταχρᾶναι σῶμα μανικῶς βουλόμενος. ὡς οὖν,
κυνὸς δίκην λυττῶντος, εἷλκε καὶ ἀνθείλκετο, τὸ ὅσιον αὐτῆς στόμα φλογώδους ἀέρος
πληρώσασα, τῷ θηριώδει αὐτοῦ προσώπῳ ἐπεφύσησε, καὶ τὰς ὄψεις ἐτύφλωσε καὶ πηρὸν
ὅλον καὶ ἀκίνητον καὶ ἀποπληκτικὸν κατέστησε, καὶ τὴν σωματικὴν ἀποτιναξαμένη ἀσθένειαν,
γενναίῳ δρόμῳ ταῖς φίλαις θυγατράσι εἵπετο, τὰς μιαρὰς τοῦ ἀσεβοῦς φυγοῦσα χεῖρας.
καὶ
[542Α] τότε οὐκ ἂν ἴδοις τὸν συμπαθῆ Στέφανον νυστάζοντα, καὶ τῆς πρὸς τὴν φίλην
τοῦ Χριστοῦ ἀμνάδα τοῦ νοητοῦ Ἀμαλὴκ μάχης ἀμελοῦντα, ἀλλὰ γενναίως πάνυ ἀντιπαρατασσόμενόν
τε καὶ ἀντιστρατευόμενον, καὶ τῇ πρὸς τὸν ἄνακτα Χριστὸν τῶν χειρῶν ἐκτάσει τοὺς
ἐχθροὺς ἀποτρέποντα, πρὸς ὃν ἐκθαμβούμενος [λεγε· ἐκθαμβούμενοι] ἐπὶ τῷ παραδόξῳ
θαύματι κατελάβομεν, καὐτὸν ἀσπασάμενοι, προκατηρξάμεθα ἐπερωτῶντες περὶ τοῦ ξένου
θεάματος, καὶ λέγοντες· Ϡἴσως εἶδες, ἅγιε πάτερ, ὅπερ ἑωράκαμεν ἐξαίσιον θαῦμαϠ
ὁ δέ· Ϡναί, ἀγαπητοί, ἐθεασάμην,Ϡ ἔφη, Ϡκαὶ λίαν ηὐφράνθην ἐπὶ τῇ νίκῃ καὶ θαυματουργίᾳ
τῆς ἁγνῆς τοῦ Χριστοῦ ἀμνάδος, ὅν, αὐτῆς πολεμουμένης, ᾐτούμην τοῖς δυσμενέσι μὴ
παραδοῦναι χερσί, ἀλλ᾿ ἀναδεῖξαι γενναίαν αὐτὴν τροπαιοῦχον κατὰ τοῦ χαλεποῦ πολεμήτορος·
οὐ γὰρ καταισχύνει τοὺς πρόσφυγας αὐτοῦ, ἀλλὰ ρύεται αὐτοὺς πάσης σατανικῆς προσβολῆς.
εὐχαριστοῦμεν οὖν αὐτῷ διὰ παντὸς τῷ τοὺς δούλους αὐτοῦ παντοίοις μεγαλύναντι θαυμασίοις.Ϡ
[542Β]
96. ἡμεῖς δὲ ταῦτα ἀκούσαντες, ἐπιπλεῖον τεθαυμάκαμεν, καὶ αὐτὸν ἠρωτήσαμεν, εἴπερ
εἴη ἐπιστάμενος αὐτάς. αὐτὸς δὲ ἔφη πρὸς ἡμᾶς· Ϡἐπείπερ ὁ θεὸς ὑμᾶς τὰς ἁγίας ταύτας
ἰδεῖν κατηξίωσε, καὶ μάρτυρας πεποίηκε τοῦ δι᾿ αὐτῶν ἀποτελεσθέντος φρικωδεστάτου
θαύματος, μὴ θέλων τοιαύτην ἀρετὴν κατακαλύψαι, ἀλλὰ δι᾿ ὑμῶν στηλιτεῦσαι, καὶ πᾶσι
γνωστὸν ποιήσασθαι, διὰ τούτου ὑμῖν ἐπερωτήσασι τὸ γένος αὐτῶν ἐξαγορεύσω, ἵνα μᾶλλον
καὶ μᾶλλον καταμάθητε τῆς σφῶν αὐτῶν ἀρετῆς τὸ μέγεθος. αὗται τῷ γένει μέν εἰσι
Ῥωμαῖαι, εὐγενῶν καὶ πλουσίων καὶ ἀρχόντων ὁρμούμεναι· τοῦ δὲ πατρὸς τελευτήσαντος,
ἐνδόξου καὶ μεγιστάνου ἀνδρὸς ὑπάρχοντος, τὰς δύο ταύτας θυγατέρας καταλείψαντος
ἐπὶ πολλοῖς καὶ ἀναριθμήτοις κτήμασι, καταφρονήσασα πάντων ἡ μήτηρ, θεόφρων οὖσα
γυνή, τοῖς βιοτικοῖς ἀποταξαμένη μετὰ τούτων τῶν ἑαυτῆς θυγατέρων γυμνὴ καὶ ἀκτήμων
τὸν μονήρη μετῆλθε βίον, καί, πόθεν οὐκ οἶδα, περὶ τῆς ἡμῶν ἐλαχιστίας ἀκούσασα,
παραγέγονεν ἐνταῦθα καὶ συνέτυχέ μοι, καὶ ταῦτά μοι διηγήσατο· καὶ ἰδοὺ τριάκοντα
ἔτη χρόνον ἔχει ἐν τῇ ἐρήμῳ ταύτῃ ἀγγελικῶς τῷ θεῷ λατρεύουσα σὺν ταῖς ἑαυτῆς ἁγνῶς
παρθενευούσαις θυγατρᾶσι.Ϡ
97. τούτων δὲ σὺν προσοχῇ ἡμῶν ἀκροωμένων παρὰ τοῦ θεοφόρου γέροντος, ἀθρόως ἀφίκοντο
οἱ Ἀραβῆται, ὑποζυγίῳ ἐπιβιβάσαντες τὸν πηρωθέντα τε καὶ ξηρανθέντα τρισάθλιον ἐκεῖνον,
καὶ πολλὰ παρεκάλουν τὸν γέροντα περὶ τῆς θεραπείας αὐτοῦ καὶ ρώσεως, λέγοντες·
Ϡπρόφθασον ἡμᾶς, ἅγιε Στέφανε, τοῖς ἴχνεσί σου προσπίπτοντας· πεπόνθαμεν γὰρ σήμερον
δυσφόρητον ὑπὸ τινῶν παραδραμούσων μοναστριῶν· μία γὰρ αὐτῶν τοῦτον, ὡς ὁρᾷς, ὡς
λίθον ἀναίσθητον, αὖον καὶ ἄναυδον κατέστησεν, ἀτάκτως αὐτὴν ἐπηρεάσαι θελήσαντα.
ἐλέησον οὖν αὐτόν, καὶ πάντας ἡμᾶς, εὐλογημένε, τοὺς σοὺς γείτονας· οἴδαμεν γάρ,
ὅτι οὐ παρακούει σου ὁ θεός σου εἰς ὅ,τι ἂν αἰτήσεις αὐτόν.Ϡ ὁ δὲ ἀποκριθεὶς ἔφη
πρὸς αὐτούς· Ϡτοῦτον οὐκ ἰᾶται ὁ θεὸς εἰς τὸν αἰῶνα, ἐπειδὴ τῆς γνησίας αὐτοῦ δούλης
κατεθρασύνθη, καὶ μιᾶναι ἤλπικεν. ὅθεν ἔπληξεν αὐτὸν πληγὴν ἀνίατον, καὶ οὐ δύναμαι
τὸν θεὸν περὶ τούτου δυσωπῆσαι· οὐχ ἕξει γάρ ποτε θεραπείαν. λοιπὸν πορευθέντες
παιδεύθητε, ἀφ᾿ ὧν ἐπάθετε, μηκέτι ἅπτεσθαι τῶν χριστῶν κυρίου, μήτε ἐν τοῖς ἁγίοις
αὐτοῦ πονηρεύεσθαι· σκεπαστὴς γὰρ αὐτῶν ὑπάρχει, καὶ συνοδίτης, καὶ ὑπέρμαχος. ταῦτα
οὖν αὐτοῦ εἰρηκότος, αὐτοὶ μὲν
[543Δ] τεθλιμμένοι καὶ κατῃσχυμμένοι ἀνεχώρησαν· ἡμεῖς δέ, γεγηθότες ἅμα καὶ τεθηπότες
ἐπὶ τῷ ξένῳ θαύματι, ἀνεκάμψαμεν, τὰς ἁγίας τοῦ γέροντος ἐφοδιασθέντες ὁμιλήσεις
τε καὶ εὐχάς· καὶ μετ᾿ οὐ πολὺ ἀκηκόαμεν, ὅτι τριῶν μόνον ἐπέζησεν ἡμερῶν ὁ παράνομος
ἐκεῖνος, καὶ τὰς πύλας τοῦ ᾅδου ἐπέρασεν εἰς ἄληκτον καὶ αἰώνιον κόλασιν τιμωρεῖσθαι,
εἰς σωφρονισμὸν πολλῶν ἐνταῦθα ὑπὸ τῆς τοῦ κυρίου δικαίας κρίσεως, ᾧ δόξα εἰς τοὺς
αἰῶνας.»
98. ἄλλος δέ τις εὐλαβὴς μοναχὸς διηγήσατό μοι λέγων ὅτι «ποτέ, τοῦ ὁσίου γέροντος
τὴν ἔρημον περιπολοῦντος, Ἄραβες ἐφιβόλοι [λεγε· ἐπίβολοι ?] ἄνδρες κατ᾿ ἐκείνην
τὴν ἔρημον, ὅπου τότε διέτριβεν, ἐδίωκον ἔλαφον· ἥτις ἀτονήσασα καὶ ἀποκαμοῦσα ἀπὸ
τῶν θηρευτῶν διωκομένη, τοῖς κόλποις τοῦ ἁγίου γέροντος προσέφυγεν, οἷά τις λογικὴ
τὰ ἴχνη αὐτοῦ καταφιλοῦσά τε καὶ ἐκλιπαροῦσα τῶν τῶν θηρευτῶν ἐλευθερῶσαι δεσμῶν.
πρὸς οὓς ὁ συμπαθέστατος γέρων ὀνομαστὶ ἔφη παρακαλῶν· Ϡχαρίσασθέ μοι ταύτην, ὦ
θηρευταί,
[543Ε] ἐπειδή μοι προσέφυγε, καὶ τῆς ἐμῆς ἐδεήθη πρὸς ὑμᾶς συνεργίας.Ϡ οἱ δὲ τὴν
ἔλαφον θεασάμενοι τῷ γέροντι παρισταμένην, καὶ τὴν ἑαυτῆς κεφαλὴν τοῖς κόλποις αὐτοῦ
ἐντεθηκυῖαν, πάνυ κατεπλάγησαν, καὶ αὐτὴν τῷ γέροντι χαρισάμενοι ὑπέστρεψαν, τὴν
τῶν Χριστιανῶν πίστιν ἐπαινέσαντες. ἐγὼ δὲ παρά τινος μαθητεύσαντος τῷ ἁγίῳ γέροντι,
ἀξιοπίστου πεφυκότος, ταῦτα ἀκούσας, ὕμνον τῷ θεῷ ἀνέπεμψα.»
CAPUT ΙΞ
[543Φ]
99. ἄλλος δέ τις εὐλαβὴς μοναχός, ὀνόματι Μάρκος, πρεσβύτερος καὶ αὐτὸς ὑπάρχων
τῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως, καὶ ματρωνικάριος, τὸ γένος δὲ Ἀλεξανδρεύς,
διηγήσατό μοι παράδοξον διήγημα, λέγων οὕτως· «ἀνὴρ θεοσεβὴς Αἰγύπτιος παρὰ τοῦ
θαυματουργοῦ Στεφάνου ποτὲ τυχὼν εὐεργεσίας, φησίν· Ϡἤμην χαλεπῷ περιπεσὼν οἴκοι
χρονίῳ νοσήματι, ὑφ᾿ οὗ τὴν σάρκα τακείς, ᾠήθην τοῦτον τὸν βίον ἐπεξελθεῖν, παντελῶς
τὴν ὑγείαν καὶ ἀνάπαυσιν ἀπηλπικώς. ἰδὼν οὖν ἐμαυτὸν σχεδὸν ταῖς τοῦ ᾅδου πύλαις
ἐπιστάντα, τὴν πορείαν ἐποιησάμην ἐπὶ τὴν ἁγίαν Ἱερουσαλήμ, ἐπιθυμήσας ἐν αὐτῇ θανεῖν.
συνηκολούθησέ μοι Μαγαρίτης τις, υἱὸς Μαγαρίτου τῶν αὐτοχθόνων, εἰς τὴν ἄθεον αὐτοῦ
θρησκείαν μανίαν ἔχων πολλὴν καὶ δεισιδαίμονα ζῆλον, θερμότερος
[544Α] πυρὸς τὸν ἐν Ἱεροσολύμοις τῶν Ἀράβων σηκὸν προσκυνῆσαι βουλόμενος. ἡνίκα
τοίνυν ἅμα τούτῳ τὴν καὶ ἁγίαν καὶ σεβάσμιον κατήντησα πόλιν, ὑπὸ τῆς συνεχούσης
με νόσου δεινῶς σμυχόμενος, τοῦ σωματικοῦ διαλυθέντος τόνου, συνεβουλεύετό μοι ἀδελφός
τις ἐμὸς πρὸς τὸν ἰαματοφόρον πορευθῆναι Στέφανον, καὶ τῶν ἰαματικῶν αὐτοῦ δεηθῆναι
οὐρανοφοίτων ἐντεύξεων.
100. εἴξας οὖν τῇ τοῦ ἀδελφοῦ φιλοστοργικῇ συμβουλίᾳ συνεπορεύσθην αὐτῷ ἐπὶ τὴν
λαύραν τοῦ ἁγίου Σάβα, ἐπὶ ὑποζυγίου βεβασταγμένος. συνωδοιπόρησε δὲ ἡμῖν κᾀκεῖσε
ὁ Μαγαρίτης μετεωρισμοῦ καὶ θέας τῆς ἐρήμου ἕνεκεν. τοῦτο δὲ τῆς θείας ἦν προνοίας,
μηχανωμένης αὐτοῦ τὴν σωτηρίαν. ἐλθόντων οὖν ἡμῶν εἰς τὸ ἡσυχαστήριον τοῦ γέροντος,
λαβὼν μήνυσιν ὁ ἀδελφός, εἰσήγαγέ με πρὸς αὐτόν, θύραθεν ἐάσας τὸν Μαγαρίτην. ἐμοῦ
οὖν ἀσπασαμένου τὸν γέροντα, καὶ τὴν εὐχὴν αὐτοῦ ὑπὲρ τῆς συνεχούσης με νόσου παρακλητικῶς
αἰτησαμένου, παραυτὰ πεποίηκεν ἔντευξιν, τὴν ἀναίμακτον προσενέγκας θυσίαν. ὦ τοῦ
παραδόξου θαύματος↙ μέμνημαι,
[544Β] πάτερ, τῆς τότε γενομένης ἀθρόας μεταβολῆς καὶ ξένης ἰάσεως, καὶ καθίσταμαι
ἐνεός, καὶ ἄλλος ἐξ ἄλλου γίγνομαι. μάρτυς κύριος, ὁ τότε με διὰ τῶν τοῦ γέροντος
πρεσβειῶν ἐν ἰάσει ἐπισκεψάμενος, ὅτι παραχρῆμα, ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ ἰάθην, καὶ
ὑγιὴς γέγονα, τὴν εὐεξίαν τεκμηριώσαντος ἐν ἐμοὶ τοῦ αἵματος, δίκην ῥεύματος, ἐκ
τῆς καρδίας ἀναβλύσαντος, καὶ τὰς ἀρτηρίας καὶ φλέβας ἐμπλήσαντος, καὶ τὸ πρόσωπον
καὶ τὴν σάρκα ὑγιεινῷ καταχρώσαντος ἐρυθρῷ· ἰσχύος δὲ καὶ δυνάμεως ᾐσθάνθην ἐν ἐμαυτῷ,
οἵαν ἔσχον οὐδέποτε.
101. τοῦτο δὲ τὸ ἐξαίσιον θαῦμα οὐ μόνον ἐμὲ κατέπληξεν, ἀλλὰ καὶ τὴν ἀπιστίαν τοῦ
Μαγαρίτου εἰς πίστιν μετέβαλεν· ἰδὼν γάρ με ἀθρόως τοιαύτης μεστωθέντα εὐρωστίας,
κατεπλάγη λίαν, καὶ προσελθὼν τῷ γέροντι εἶπεν· ῾ἀπὸ τοῦ νῦν Χριστιανός εἰμι, καὶ
πιστεύω εἰς τὸν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, τὸν αἴροντα τὴν ἁμαρτίαν
τοῦ κόσμου· καὶ ἀποτάσσομαι τῷ σατανᾷ, καὶ πᾶσι τοῖς ἀγγέλοις αὐτοῦ, καὶ πάσῃ τῇ
πόμπῃ αὐτοῦ, καὶ τῇ ματαίᾳ τῶν Ἀράβων θρησκείᾳ. εἷς θεὸς ὁ τῶν Χριστιανῶν, ὁ θαυμάσια
ποιῶν· ἀλλὰ ἐλέησόν με, ἅγιε Στέφανε,
[544Χ] καὶ εὖξαι δοθῆναί μοι δύναμιν καὶ νίκην κατὰ τῶν τυράννων· οἶδα γάρ, οἶδα,
ὅτι ἀπὸ τῆς σήμερον ἀντιπαρατάσσεταί μοι ὁ ἐχθρὸς διὰ τὴν ἐμὴν σωτηρίαν τὴν μιαρὰν
αὐτοῦ διαδράντι στρατείαν καὶ συνταξαμένῳ τῷ Χριστῷ, καὶ ἐφοδίασόν με τὰς εὐχάς
σου, ὡς ὅπλον ἀήττητον, καὶ δός μοι παρά σου εὐλογίαν τινά.᾿ ὁ δὲ ἅγιος γέρων εὐξάμενος
ὑπὲρ αὐτοῦ, καὶ εὐλογήσας αὐτόν, καὶ τοῖς ἑαυτοῦ θεοδιδάκτοις φωτίσας ῥήμασι, δέδωκεν
αὐτῷ ληκύθιον μεστὸν ἁγιαστικοῦ ἐλαίου, εἰπών· ῾εἰς οἵαν ἂν εἰσέλθῃς πόλιν ἢ κώμην
ἢ χώραν, ἐπιθὲς ἐκ τοῦ ἐλαίου τούτου τῷ μετώπῳ σου, τῷ σημείῳ τοῦ σταυροῦ, καὶ οὐ
προσελεύσεται πρός σε κακά, καὶ μάστιξ οὐκ ἀλγιεῖ τῷ σκηνώματί σου, ἀλλ᾿ ἐπὶ ἀσπίδα
καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα, κᾄν μυρίοις παραστῆς
τυράννοις, κᾄν ἀναστήσωνται τοσοῦτοι μάρτυρες ἄδικοι κατά σου.'
102. ἀναχωρησάντων ἡμῶν, ὁ μὲν τὴν τοῦ γέροντος φυλάξας ἐντολήν, εἰς ὅσους εἰσίη
τόπους ἑαυτὸν ἐσφαγίζετο, καὶ πρὸς τυράννους ἄρμενος, μαρτύρων δήμου μαρτυρούντων
καὶ ἐλεγχόντων αὐτὸν Μαγαρίτην εἶναι, υἱὸν Μαγαρίτου, ἐκ βρέφους ἐν τῇ βαρβαρικῇ
ἀνατραφέντα θρησκείᾳ, παραδόξως τῶν ἀνόμων
[545Δ] αὐτῶν χειρῶν ἐρρύετο, καὶ ἀβλαβῶς καὶ ἀβασανίστως ἀπελύετο, ἕως πρὸς κύριον
τῶν τῇδε ἐξεδήμησεν, τὴν ὁμολογίαν τηρήσας τῆς πίστεως ὀρθοδόξως, δοξάζων τὸν θεόν,
καὶ εὐχαριστηρίους ὕμνους ἀναπέμπων αὐτῷ, καὶ τὴν τοῦ γέροντος ἐκθειάζων ἀρετήν.
ἐγὼ δὲ ἐξ ἐκείνου τὸν μονήρη ποθήσας βίον, σὺν τῇ γαμετῇ καὶ τοῖς τέκνοις ἀπεταξάμην
τῷ κόσμῳ, ὡς οὐδέ σε διέλαθεν, εὐχαριστῶν τῷ θεῷ, καὶ τῷ ἁγίῳ γέροντι.Ϡ»
103. ἄλλος δέ τις τῶν μαθητευσάντων τῷ θεοσόφῳ γέροντι, διηγούμενός μοί τι, τῶν
θαυμάτων τοῦ νομοθέτου Μωϋσέως οὖχ ἧττον, φησί· «φοβεροῦ ποτε καύματος θερινοῦ καιροῦ
διϊππεύοντος, μετά τινων τῶν πατέρων σὺν τῷ θαυμασίῳ ἐπιστάτῃ ἐπὶ τὴν ἔρημον ἐπορεύθημεν
ἀναφορέας [λεγε· ἀμφορέας ?] πλήρεις ὑδάτων βαστάζοντες, ὧν δαπανηθέντων, εἰς ἔσχατον
ἐληλύθαμεν δίψος, ὑφ᾿ οὗ πάνυ καταπονηθέντες, καὶ σχεδὸν λιποθυμήσαντες, τοῦ ὑδατώδους
τόπου σφόδρα πορρωτάτω ὑπάρχοντος, ἠβουλήθημεν ὀξυτάτῳ χρήσασθαι δρόμῳ, ἴσως ἂν
ὀψὲ φθάσαντες ἐμφορηθῶμεν τοῦ νάματος, καὶ τὴν ἀλγεινῶς συνέχουσαν ἡμᾶς δίψαν ἰασάμενοι·
ἀλλ᾿ οὐ δ᾿ ἂν ἐκείνῃ τῇ ἡμέρᾳ
[545Ε] κατηντήκαμεν τὰ ὕδατα, εἰ καὶ μόνον οὐχὶ γεγόναμεν ὀρνέων ταχύτεροι. διὸ
θεασάμενος ἡμᾶς ὁ φιλόστοργος ἐπιστάτης, καὶ ὑπὸ τοιούτου δεδαμασμένους καὶ τετηκότας
ἀγῶνος, τὴν μὲν φλόγα τῆς δίψης ἀπαύστως ἰσχνοτάταις αἰτουμένους αὐδαῖς καὶ προσεπικλήσεσιν
εὐσπλαγχνίσθη, καὶ ᾤκτειρε, καὶ εἶπε· Ϡμὴ ἀθυμήσετε, πνευματικὰ τέκνα, ὅτι ὁ πάλαι
τῷ Ἰσραηλίτι λαῷ διψῶντι διὰ τῆς Μωσαϊκῆς ῥάβδου πηγάσας ἐκ τῆς πέτρας ὕδωρ, αὐτὸς
καὶ νῦν ὑμῖν πηγάσει,
καὶ διψῶντας ποτίσει ὑμᾶς, καὶ θεραπεύσει ἐκ τῶν πηγῶν τῆς αὐτοῦ φιλανθρωπίας.Ϡ
104. καὶ ταῦτα λαλήσας ἔστη, καὶ καθ᾿ ἑαυτὸν ηὔξατο, καὶ τῷ ἄκρῳ τῆς ῥάβδου αὐτοῦ
τὴν γῆν πατάξας, ἐκέλευσεν ἡμῖν ξύσαι. ἡμῶν οὖν παραδραμόντων, καὶ μικρὸν ταῖς τῶν
ὀνύχων ἀκώκαις ξυσάντων, ἔβλυσε νάμα τηλαυγὲς καὶ πότιμον, ἐξ οὗ πεπωκότες, καὶ
τὴν δίψαν ἀφέντες, τῇ ἐφεξῆς ἡμέρᾳ ἀνεκομίσαμεν, ἐκεῖθεν νέαν πηγὴν ναίουσαν ἐάσαντες.
μετ᾿ οὐ πολλὰς δὲ ἡμέρας τις τῆς ἐρήμου συνήθης ἡμῶν, ἐν τῇ λαύρᾳ ὄντων, ἀφίκετο,
ἀγγέλλων καὶ λέγων· διὰ τόπον παρῆλθον, ὃν πλειστάκις κατάξηρον ὄντα πεπάτηκα, νυνὶ
δὲ ξένην ἐν αὐτῷ πηγὴν [545Φ] εὕρηκα, τερπνὸν ῥέουσαν ὕδωρ, καὶ ἐξέστην ἐπὶ τῷ
παραδόξῳ ῥεύματι· ἄλλο δὲ οὐδὲν ὑποτοπάσαι δεδύναμαι ἢ ὅτι τινὸς τῶν ἁγίων διψήσαντος
καὶ εὐξαμένου, ἐξέβλυσε, καὶ ἐδόξασα τὸν θεόν· ᾧ καὶ ἡμεῖς οἱ τοῦ θαύματος τρυφηταὶ
καὶ ἐπόπται καὶ ἵστορες χάριν καὶ δοξολογίαν ἀνεπέμψαμεν, τῷ τοὺς ἁγίους αὐτοῦ θαυματουργοὺς
ἀποτελοῦντι.
105. ἀνὴρ Ἱεροσολυμίτης, ἐλλογικὸς [λεγε· ἐλλόγιμος] τῶν ἐμφανῶν καὶ ἐντίμων γερόντων,
ἀρχιδιάκονος ὑπάρχων τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως, καὶ δευτεράριος
τοῦ ζωοποιοῦ Κρανίου, διηγήσατό μοι τινὰ διηγήματα, ἅπερ αὐτὸς ἰδίοις ἱστόρησεν
ὀφθαλμοῖς· φίλος γὰρ συνήθης ὑπῆρχε τοῦ θαυμασίου γέροντος. καί φησι ὅτι, «τις τῶν
ἡμετέρων συγκληρικῶν ἀρχιπρεσβύτερος, Γεώργιος ὄνομα αὐτῷ, ἔσχε πατέρα πολυκτήμονα,
χρυσὸν πλουτοῦντα πολύν. οὗτος δέ ποτε ἐπὶ τὰ μέρη Δαμασκοῦ ἀποδημήσας τοῦ βίου
πρὸς κύριον ἐξεδήμησε, μηδὲν διαθέμενος· ἦν δὲ πᾶν τὸ χρυσίον αὐτοῦ ὑπὸ τὴν γῆν
κεχωσμένον ἐν διαφόροις ἀποκρύφοις κευθμῶσιν, οὓς οὐκ ἐγίνωσκεν ἄλλος, εἰ μὴ μόνος
ὁ κρυφίων γνώστης θεός. τούτου δὲ τὴν τελευτὴν ἀκούσας ὁ υἱὸς ἀγωνίᾳ καὶ λύπῃ συνείχετο,
[546Α] καὶ οὐ μόνον τὴν πατρικὴν ἀπεκλαύσατο καὶ ἐπένθυνε [λεγε· ἐπένθησε ?] στέρησιν,
καὶ τὴν ἑαυτοῦ ὀδυνηρὰν ὀρφανίαν, ἀλλὰ καὶ τὴν τῶν χρημάτων ἀπώλειαν· εἰς οἵαν λογιζόμενος
ἔμελλε λήξιν πενίαν τε καὶ ταλαιπωρίαν. πολλῶν μὲν οὖν παρηγορούντων αὐτῷ, οὐ παρηγορεῖτο·
μεῖζον γὰρ τῆς παρηγορίας ἀμφοτέροθεν εἴχετο κατώδυνον σύμβαμα.
106. ὕστερον δὲ ἀρίστῃ φιλικῇ παραινέσει καὶ εὐνοίᾳ πεισθέντι συνεπορεύθην αὐτῷ
πρὸς τὸν χαριτόπνευστον γέροντα, ὃς φιλοφρόνως ἡμᾶς ὑποδεξάμενος, ἐπυνθάνετο, τί
ἂν εἴη τοῦ σκυλμοῦ τὸ αἴτιον. ὁ δὲ θεοφιλὴς Γεώργιος ἐλεεινῶς ὀδυρόμενος, τὴν δίπλην
αὐτοῦ πικροτάτην συμφορὰν κατέλεξεν, ἀξιῶν αὐτὸν διδάξαι διὰ τῆς οἰκείας θεοσδότου
χάριτος, ποῦ τὸ πατρῶον χρυσίον κεκρυμμένον κατάκειται. ὁ δὲ γέρων, Ϡἀγαπητέ, μὴ
κλαῖε,Ϡ φησί, Ϡτοῦ πατρός σου τὸν θάνατον· κοινὸν γὰρ τοῦ θανάτου τὸ ποτήριον, καὶ
ἡ ὁδὸς ἀπαραίτητος· περὶ δὲ τῶν χρημάτων, εἰ βεβαίας ἕξεις ἐλπίδας εἰς τὸν θεόν,
τὸν τῆς ζωῆς χωρηγόν, καὶ τροφέα, οὐκ ἐλαττωθήσῃ παντὸς ἀγαθοῦ. ὁμῶς [λεγε· ὅμως
?] δὲ πόσα προθυμῇ διδόναι τῷ θεῷ, εἰ εὕροις τοὺς πατρικοὺς θησαυρούςϠ Ϡὅσα κελεύεις,Ϡ
ἔφη, Ϡκαὶ
[546Β] προθυμοῦμαι δοῦναι τὸ ἥμισυ.Ϡ ὁ δὲ γέρων· Ϡμὴ τὸ ἥμισυ, ἀλλὰ μόνον πέντε
χρυσίνους ὅρισον τοῖς πτωχοῖς.Ϡ τούτους τοίνυν αὐτοῦ τοῖς πένησι ὁρίσαντος, εἶπεν
αὐτῷ ὁ καλόγηρος, ποιήσας σύναξιν κᾀκεῖθεν μυηθεὶς γνωστικῆς ἐλλάμψεως· Ϡβαθμίδας
ἔχετε ἐν τῇ ὑμετέρᾳ αὐλῇ κατὰ τοιόνδε τὸ μέρος ἀνάγουσας· ψηλαφήσας οὖν περὶ τὰς
ἄκρας αὐτῶν, ἐκεῖ ἐν τῷδε τῷ τόπῳ εὑρήσεις τινὰ ἱκανά. λαβὼν δὲ εὐχαρίστει τῷ θεῷ,
καὶ ἀπόδος ἃ διέστειλαν τὰ χείλη σου.Ϡ
107. ἡμῶν οὖν μετὰ χαρᾶς ἐπανελθόντων, ὁ Γέωργιος οἴκαδε πορευθεὶς καὶ ἀναζητήσας
εὕρεν οὕτως, ὥσπερ ὁ γέρων εἶπεν. μετ᾿ ὀλίγον δὲ καιρὸν ταῦτα δαπανήσας πλεῖστα
λίαν ὑπάρχοντα, μηδαμῶς τελέσας τὴν ὑπόσχεσιν, πάλιν ἀφίκετο πρὸς τὸν γέροντα, ἐμοῦ
συνοδοιποροῦντος αὐτῷ. εὐμενῶς οὖν ἡμᾶς ὁ γέρων προσηκάμενος, ἐπύθετο τὴν χρείαν
ἥτις ἡμᾶς τότε εἰς τὴν λαύραν ἐλθεῖν κατήπειξεν. ὁ δὲ Γεώργιος· Ϡἅγιε πάτερ, ἃ τὸ
θεῖον διὰ τῆς σῆς ἁγιότητος ἡμῖν ἀπεκάλυψεν, αἱ πυκνῶς ἐπισυμβαίνουσαι βιωτικαὶ
δαπάναι ἀφανῆ κατεσκεύασαν· ἀλλὰ δυσωπῶ τὴν σὴν εὐμένειάν τε καὶ ἐπιείκειαν γνωρίσαι
[546Χ] ἡμῖν, ποῦ κεῖνται τὰ λοιπά.Ϡ ὁ δὲ μειδιάσας ἠρώτα· Ϡἀπέδωκας τῷ θεῷ τὰς εὐχάς
σουϠ ὁ δέ· Ϡοὐχί, πάτερ, ἀλλὰ ἀποδώσω.Ϡ καὶ ὁ πρεσβύτης, ὑπὸ τῆς ἐνοικούσης αὐτῷ
πολλῆς εὐσπλαγχνίας κινηθείς, καὶ τὴν θεϊκὴν ἐκτελέσας λειτουργίαν, καὶ θείᾳ φωταγωγηθεὶς
χάριτι, πρὸς αὐτὸν εἶπεν· Ϡεἰς τὸ ὑμέτερον εἰσελθὼν ἐργαστήριον, ἆρον τὴν θυμιάματος
θυῖαν· εὑρήσεις δὲ ἐκεῖ θησαυρὸν πολὺν κατακείμενον. εἰληφὼς τοίνυν εὐχαριστίαν
ἀνάπεμψον τῷ θεῷ, καὶ πλήρωσον, ἅπερ ἐπηγγείλω.Ϡ ὁ δὲ κατὰ τὴν θεοδώρητον τοῦ γέροντος
διόρασιν εὑρηκὼς νομίσματα πάμπολλα, μετὰ βραχύν τινα χρόνον δεδαπάνηκεν αὐτά, μηδὲν
διανείμας πτωχοῖς, ὡς ὑπέσχετο.
108. ἐν ἀπορίᾳ δὲ καὶ τῶν ἀναγκαίων γεγονώς, προσέφυγεν ἔτι τῷ μακαρίῳ γέροντι,
παρακαλῶν αὐτὸν φανερῶσαι, εἴ τι τῶν πατρώων κειμηλίων κρυπτὸν ὑπολέλειπται. ὁ δὲ
γέρων ἔφη πρὸς αὐτόν· Ϡδέδωκας τοῖς πτωχοῖς, ἅπερ ὑπέσχουϠ ὁ δὲ εἶπεν· Ϡσυγχώρησον,
πάτερ, ἐπειδὴ οὐκ ἐποίησα.Ϡ ὁ δὲ γέρων, θαυμαστῶς ἔχων, ἀπεκρίνατο· Ϡἄγαμαί σε τῆς
ἀναισθησίας, Γεώργιε. πῶς οὐ δέδεικας τοῦ τε Ἀνανίου καὶ τῆς Σαπφείρας τὸ ὑπόδειγμα,
τῶν κακῷ τιμωρηθέντων θανάτῳ, ὡς ψευσαμένων τῷ
[547Δ] πνεύματι τῷ ἁγίῳ καίτοι γε ἐκείνων τὰ πλεῖστα μὲν προσενηνοχότων, μέρος δέ
τι ἐλάχιστον ἀποκρυψαμένων· σὺ δὲ τὸ πᾶν ἀπεκράτησας. ὕπαγε τοῦ λοιποῦ, ὕπαγε· οὐκ
ἠθέλησε γάρ σε τὸ θεῖον πλούτου περιουσίᾳ κομᾷν.Ϡ ἀλλὰ δὲ πολλὰ θαύματος ἄξια παρὰ
τοῦ θαυμασίου γέροντος τεθέαμαι, ἅπερ διηγησάμην ἂν εἰ μὴ τὸ μῆκος ἐδεδείην τῆς
λέξεως· κόρος γὰρ λόγου πολέμιος ἀκοαῖς· ὅμως δὲ τῶν πλειόνων ἔτι με βιάζετε τὴν
πολυλογίαν φυγόντα πάλιν λαλεῖν.
109. ἀπειλῆς ποτὲ διαγράφου τυραννικῶς ἡμῖν ἐπικειμένης, ὁ τηνικαῦτα κρατῶν ἠνάγκασέ
με τοὺς φόρους ἀπαιτῆσαι· ἦν δέ τις τῶν ἀδελφῶν ὑπηρέτης καὶ ἀποκρισιάριος τῆς πολιτικῆς
κοινότητος. φόβῳ καὶ τρόμῳ συνέχομαι διεξιὼν ἅμα καὶ ἐννοῶν τὸ ἀγνώστως διὰ τούτου
προσγέγονός μοι παράπτωμα· ἀλλ᾿ ἵλεως εἴη μοι ἡ θεαρχικωτάτη δίκη, τῇ ἀγνοίᾳ μου
χαρισομένη τὴν ἄφεσιν. τοῦτον τὸν ἀποκρισιάριον τῆς ἐν χερσὶν ὑπηρεσίας περιφρονήσαντα,
καὶ εἰς πολλὰς ἐξοκέλλοντα ἀταξίας, ἠβουλήθην ἐκφοβῆσαι ἕνεκεν τῆς ἑαυτοῦ σωτηρίας,
φίλος γὰρ ἦν μοι, καὶ
[547Ε] ἐκέλευσα ἁπλωθῆναι αὐτόν, καὶ λάθρα νενευκὼς μίαν πληγὴν δαρῆναι, ἐχρησάμην
πρὸς αὐτὸν ἀπειλητικῇ φωνῇ ἐπαγγελλόμενος τὸν οἰκεῖον αὐτοῦ ἐξαποτετικέναι διάγραφον.
ὁ δὲ παραυτὰ δραμών, τῆς ἐν Χριστῷ ὁμολογίας ἀποστάτης ἐγένετο τῇ ἓξ καὶ δεκάτῃ
τοῦ Φεβρουαρίου μηνός· τῆς ἐπελθούσης μοι τότε λυπηρᾶς ἀθυμίας, καὶ λυπηρῶς μένω,
μὴ ἐσχηκέναι ἐντεῦθεν ἁμάρτημα.
110. μετ᾿ οὐ πολὺν οὖν καιρὸν ὁ διορατικὸς γέρων ἐπιστέλλει πρὸς τὴν ἐμὴν οὐθενότητα,
λέγων· Ϡπαρακεκλήσθω ἡ ὑμῶν θεοσέβεια ἕως ἡμῶν γενέσθαι· ἔχομεν γὰρ ἀναγκαῖά τινα
ἀνατεθηκέναι αὐτῇ, ἅπερ διὰ συλλαβῶν δεδηλωκέναι ἀμήχανον· τῇ ἓξ καὶ δεκάτῃ γὰρ
τοῦ Φεβρουαρίου μηνὸς ἁμαρτίαν μεγάλην ἡμάρτηκας τῷ κυρίῳ, ὃς ἵλεως γένηται καὶ
σοὶ καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως.Ϡ δεδεγμένος οὖν τὰ
ἱερὰ τοῦ γέροντος γράμματα, ἐπὶ τοῖς εἰρημένοις καταπλαγείς, εὐθέως ἀντέγραψα· Ϡκατέπληξάς
με, θαυμαστὲ πάτερ, ἐφ᾿ οἷς ἐχάραξας· ἐμαυτὸν γὰρ οὐκ οἶδα τὴν καινοτέραν ταύτην
δεδρακότα πλημμέλειαν. εἰ καὶ ταῖς ἀμπλακίαις
[547Φ] ἐξ ἀεὶ βεβυθισμένος καθέστηκα, καὶ ταῖς ἀνομίαις δεδουλωμένος, ἀλλ᾿ οὐκ ἂν
νῦν μὴ ἐρχόμενος πρός σε μεμένηκα, εἰ μὴ ταῖς πολυπλόκοις συραῖς [λεγε· σειραῖς]
τῶν καιρίων καὶ χρειωδῶν πραγμάτων πεπέδημαι· ἀλλὰ μᾶλλον ἡ σὴ ὑψηλὴ συγκατάβασις,
τὸν ἑαυτῆς μιμουμένη δεσπότην, τὸν ἁμαρτωλοὺς ἐληλυθότα ἀνασώσασθαι, δυσωπηθήτω
σκυλῆναι πρὸς ἡμᾶς, τοὺς τῷ βορβόρῳ τοῦ βίου ἰλυσπωμένους, καὶ τῇ ὕλῃ τῶν κοσμικῶν
φροντίδων βεβαρυμένους, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἠμαυρωμένους, κᾀκεῖθεν ἑαυτοὺς
τυχὸν ἀγνοῆσαι τοὺς τουτονὶ πεποιηκότας τὸ πλημμέλημα, οὓς οὖν ταχὺ κατέλαβε, καὶ
σῶσον τὴν ἐμὴν ἐλεεινίαν. ἔρρωσο.Ϡ
111. ὁ δὲ τοιούτοις ἀντιγράφοις ἠμείβετο, καί φησι· Ϡτὴν συνέχουσάν με τοῦ γήρως
ἐποίκτιστον ἀδυναμίαν οὐκ ἀγνοεῖς, θεοφιλέστατε. ὅμως δὲ εἰ καὶ τῷ γήρᾳ συνέχομαι,
ἀλλά γε τάχιον οὐκ ὀκνήσω ἐλθεῖν τῇ τοῦ θεοῦ βοηθείᾳ νευρούμενος.Ϡ μετ᾿ ὀλίγας οὖν
ἡμέρας παραγενόμενος, ἰδίᾳ καὶ χωρὶς εἶπε πρός με· Ϡτῶν θείων γραφῶν καὶ διδασκαλικῶν
παραινέσεων ἐπί σου καθ᾿ ἑκάστην ἡμέραν ἀναγινωσκομένων, ὡς τῆς ἐκκλησίας γνησίου
τέκνου τυγχάνοντος, καὶ τῶν συνοδικῶν κανόνων κωλυόντων πάντα κληρικὸν τοὺς ἐξουσιαστικοὺς
μετέρχεσθαι νομούς (οὐ γὰρ δεῖ
[548Α] τὰ θεῖα τοῖς ἀνθρωπίνοις καταμίγνυσθαι, καὶ τὰ οὐράνια τοῖς γηῒνοις συμφύρεσθαι,
καὶ τὰ πνευματικὰ τοῖς σαρκικοῖς, καὶ τὰ ἱερατικὰ τοῖς κοσμικοῖς συγχέεσθαι), ὤφειλες
ποιῆσαι ὅπερ πεποίηκας ἁμαρτίαν γὰρ μεγάλην ἐνώπιον κυρίου ἥμαρτες, ἐκείνῳ τῷ ποτε
ἀδελφῷ δοὺς ἀφορμὴν τῆς χριστιανότητος ἀφίστασθαι, καὶ τὴν ἰδίαν ψυχὴν ἀπολέσαι,
ὑπὲρ ἧς ὁ Χριστὸς ἀπέθανε.
112. λέγω δή σοί τι παράδοξον, ἵνα γνοὺς τοῦ τραύματός σου τὸ μέγεθος τὴν ἁρμόζουσαν
ἐπιζητήσεις θεραπείαν· ὥσπερ γὰρ τῶν σωματικῶν παθημάτων πολλαὶ διαφοραὶ διαφόροις
θεραπείαις καὶ φαρμακοποσίαις περιποιούμεναι, οὕτω καὶ τῶν ψυχικῶν νοσημάτων ὑπάρχουσιν
ἄλλοις ἄλλως νοητοῖς φαρμάκοις θεραπευόμεναι. πρὸ ὀλίγου διαφανούσης τῆς ἁγίας Κυριακῆς
ἐγενόμην ὡς ἐν ἐκστάσει, καὶ θεωρῶ ἐμαυτὸν ἐν τῇ ἁγίᾳ Ἀναστάσει. ἐκεῖ οὖν εἰσελθών,
καὶ τὸ ζωοδῶρον τοῦ θεοῦ λόγου προσκυνήσας σημεῖον, ἐπορεύθην κατὰ τὸν τύπον εἰς
τὸ ἅγιον Κρανίον, καὶ βλέπω τὸν θεοφόρον
[548Β] μητροπολίτην τῆς πανευδαίμονος Ἐμέσης λευχειμόνως ἑστῶτα, καὶ δύο ἀγγέλους
ἀσπροφοροῦντας ἑκατέρωθεν· σὲ δὲ παντελῶς μὴ ἰδών, πρὸς αὐτοὺς εἶπον· ῾ποῦ ἐστιν
ὁ ἐμὸς φίλος δευτεράριος· οἱ δὲ ἱταμῶς καὶ ὀργίλως ἀπεκρίθησαν· ῾ἐκεῖνον ἀπολεῖ
κύριος καὶ πάντα τὸν οἶκον αὐτοῦ, ἐπειδὴ τῇ ἓξ καὶ δεκάτῃ τοῦ Φεβρουαρίου μηνὸς
διὰ τῶν χειρῶν αὐτοῦ ψυχὴ χριστιανὴ ἀπώλετο, τὴν πίστιν ἡμῶν ἀθετήσασα.'
113. ἐγὼ δέ· ῾μή, κύριοι,᾿ ἔφην, ῾μὴ ἔστω τοῦτο· ἀλλὰ πρεσβεύσατε τὸν ἐπὶ ταύτῃ
τῇ ζωοποιῷ πέτρᾳ τῷ σταυρῷ προσηλωθέντα, καὶ λύτρον ἑαυτὸν δόντα τῷ θανάτῳ ὑπὲρ
τῆς ἡμῶν ἀπολυτρώσεως, καὶ πᾶσαν τὴν γῆν τῷ τῆς θεαρχικῆς αὐτοῦ πλευρᾶς ἐκρεύσαντι
θείῳ αἵματι ἐκπλύναντα, ἵλαον αὐτὸν γενέσθαι, καὶ τὴν ψυχὴν αὐτοῦ σῶσαι.᾿
καὶ ἄρας τοὺς ὀφθαλμούς μου πρὸς κύριον, ἔντευξιν καὶ ἱλασμὸν ὑπέρ σου πεποίηκα,
εἰπών· ῾φιλάνθρωπε καὶ πολυέλεε κύριε, ὁ μὴ θέλων τὴν ἀπώλειαν τῶν ἀνθρώπων, ἀλλὰ
τὴν ἐπιστροφὴν καὶ τὴν ζωήν· ὁ τῶν Νινευϊτῶν δεξάμενος τὴν μετάνοιαν, καὶ τοῦ Ἐζεκίου
τὸν κλαυθμόν, καὶ τοῦ Μανασσῆ τὸν στεναγμόν, καὶ Δαβὶδ τὴν ἐξομολογίαν, καὶ Πέτρου
τὰ δάκρυα, καὶ τὸν ἐπὶ σταυροῦ
[548Χ] ληστὴν διὰ πιστοῦ ῥήματος σώσας, καὶ αὐτῷ τὴν εἴσοδον τοῦ παραδείσου δωρησάμενος,
πρόσδεξαί μου ταύτην τὴν αἴτησιν ὑπὲρ τοῦ δευτεραρίου, καὶ χάρισαί μοι αὐτόν, εἰ
καὶ ἀνάξιός εἰμι χάριτος· ἀλλ᾿ οὖν διὰ τὸ ἀδιήγητον τῶν οἰκτιρμῶν σου βάθος, καὶ
τὸ τῆς σῆς εὐσπλαγχνίας ἄφατον πέλαγος, καὶ τῇ τῶν παρόντων ἁγίων ἀγγέλων καὶ τούτου
τοῦ σοῦ πανευαγοῦς ἀρχιερέως πρεσβείᾳ, σῶσον αὐτόν, καὶ σαγήνευσον πρὸς ἑαυτόν,
καὶ ἄξιον ταύτης τῆς ἱερᾶς ἀπέργασαι στάσεως, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα
ἀνθρώπων εἰς μετάνοιαν· καὶ πρέπει σοι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.'
114. καὶ ταύτην τὴν αἴτησιν ἐμοῦ περί σου πεποιηκότος, καί, ῾ἰδού, ἐχαρίσατό σοι
αὐτόν,᾿ οἱ ἅγιοι ἔφησαν ἄγγελοι· ἀλλ᾿, ὦ ἀγαπητὲ δευτεράριε, μετανόησον, καὶ τὴν
καρδίαν σου τοῖς δάκρυσι ἀπόπλυνον· οὐ γὰρ διὰ τὴν ἀξίαν μου ὁ θεὸς ἐφανέρωσέ μοι
ταῦτα· ἀλλὰ διὰ τὴν σὴν σωτηρίαν. οὐκοῦν κλαῦσον καὶ ἐξευμένισαι τὸ θεῖον, καὶ καρποφόρησον
καρποὺς ἀξίους τῆς σῆς λειτουργίας, καὶ ἅγνισόν σου τὴν καρδίαν· ἐὰν γὰρ μὴ οὕτω
ποιήσῃς, ἔτι παροργίσεις τὸν θεόν.Ϡ ἐγὼ δὲ λίαν ἐπὶ τῇ τοῦ γέροντος παραινέσει κατανυγεὶς
καὶ κλαύσας πικρῶς, εἶπον· Ϡεὔχου, ὦ πάτερ, εὔχου, καὶ ἐκτενέστερον ὑπὲρ τῆς
[549Δ] ἐμῆς ἀθλιότητος εὔχου, ἵνα τύχω παρὰ κυρίου τῆς τῶν ἡμῶν ἁμαρτημάτων τε καὶ
ἀγνοημάτων ἀφέσεως.Ϡ» οὕτω δὲ καὶ τὰ τοιαῦτα σαφῶς ἰδών, καθ᾿ ὧν ὁ ἀρχιδιάκονος
καὶ δευτεράριος ἐξηγήσατο, κᾀγὼ ἀκριβῶς συνεγραψάμην.
CAPUT Ξ
[549Χ]
115. ταῦτα μὲν δὴ ἅπαντα παρὰ πολλῶν συλλεξάμενος ἀξιοπίστων ἀνδρῶν, συνεγραψάμην
ὁ πενιχρὸς ἐγὼ καὶ χαμαίζηλος Λεόντιος· ἃ δὲ ἱστορικῶς τεθέαμαι καὶ ὧν αὐτήκοος
ἐγενόμην, συγγραψόμενος ἥκω. ἐσχάτως γὰρ τούτῳ τῷ γέροντι πρὸ τῆς ἐνθένδε ἱερᾶς
αὐτοῦ μεταστάσεως τετραέτη χρόνον ἐμαθήτευσα· πῶς δὲ καὶ ποίῳ τρόπῳ, συντετμημένως
ἐρῶ.
[550Α]
116. τὴν πατρώαν καταλιπὼν πόλιν, τὴν πανευδαίμονα Δαμασκόν, τὴν ἁγίαν Ἱερουσαλὴμ
κατήντησα κατὰ τὸν καιρὸν τοῦ σωτηριώδους πάσχα. λυθείσης οὖν τῆς πανηγύρεως, τὴν
μεγίστην λαύραν τοῦ ὁσίου πατρὸς ἡμῶν Σάβα κατέλαβον, κᾀκεῖσε τὴν κεφαλὴν ἀποκειράμενος,
παραδέδωμαί τινι τῶν πατέρων τῆς αὐτῆς λαύρας ὑπὸ τοῦ ἡγουμένου διακόνῳ ὑπάρχοντι,
ὅπως ἐκδιδάξῃ με μοναχικὴν πολιτείαν. παραμείναντος οὖν μου ἐπὶ μίαν ἑβδομάδα, ἢ
καὶ σμικρῷ πλεῖον, ἰδιώτου καὶ λίαν τῶν θείων γραφῶν ἀπείρου τυγχάνοντος, αὐτίκα
προκατήρξατο τιτρώσκειν με τοῖς κακίστοις αὐτοῦ βέλεσιν ὁ τῆς βλασφημίας ὀλέθριος
δαίμων· ὑφ᾿ οὗ νοερῶς καὶ ἀοράτως τιτρωσκόμενος ὠδυνόμην, ὀδυρόμενος, ὡς τοὺς ἀσελγεῖς
λογισμοὺς καὶ αἰσχρὰς ἐπιθυμήσεις ἐκ τῆς ἑαυτοῦ ψυχῆς ἀναφύεσθαι μόνης οἰόμενος.
ὁπηνίκα δέ με ἀγωνιῶντα καὶ λυπούμενον ἴδεν [λεγε· εἴδεν] ὁ δεινὸς πολεμήτωρ, πολὺ
μειζόνως ἔσπευδε τὰ τῆς θλίψεως καὶ ἀγωνίας κατ᾿ ἐμοῦ διεγείρειν ἀλλεπάλληλα κύματα,
μάλιστα γνοὺς τῆς πρὸς αὐτὸν πάλης τε καὶ μάχης οὔπω μεμυημένον ὑπάρχοντα· οὐ γὰρ
ἔφερέ με, τῆς αὐτοῦ στρατείας καὶ ὑπηρεσίας ἀποδράντα, καὶ κατ᾿ αὐτοῦ στρατεύεσθαι
ἐπιχειρισάμενον· ἀλλὰ
[550Β] παντελῶς οὐκ ἀφών με μιᾶς ὥρας ἔχειν ἡσυχίαν καὶ ἄνεσιν, ὥστε με ἐπέλασε,
καὶ ἐπὶ τὴν τῆς ἐμαυτοῦ σωτηρίας ἀπόγνωσιν φυσικοὺς ὑποβάλλων λογισμούς, ἐμαυτὸν
ἀποκτεῖναι παροτρύνων.
117. ὅθεν ἐπένθουν, καὶ πολλὴν κατέχεον δακρύων ῥοήν, τὴν ἐμὴν ταλανίζων ἀπόνοιαν·
ἧς ἐκτραπῆναι βουλόμενος, νηστείᾳ καὶ δίψῃ, ἀγρυπνίᾳ τε καὶ χαμευνίᾳ λίαν ἐμαυτὸν
ἐδάμαζον, εὐχόμενος ῥυσθῆναι τούτων τῶν χαλεπῶν ἐνθυμήσεων· ἄμεινον ᾠήθην ἐγκρατείᾳ
τήξει σωματικῇ χρᾶσται [λεγε· χρᾶσθαι], ἢ βλασφημεῖσθαι ὑπ᾿ ἐμοῦ τὸ τοῦ θεοῦ πανάγιον
ὄνομα. ἀλλ᾿ οὐδὲν ἐντεῦθεν τάλας ἐγὼ ἐξήνεγκα κέρδος, ἐκτήξας μου τὴν σάρκα πᾶσαν,
τοῖς ἀνέμοις συμφερόμενος ὡσεὶ καλάμη κατάξηρος· ἀλλὰ μᾶλλον καὶ μᾶλλον ἐπολεμούμην
ὑπὸ τοῦ παγκάκου δαίμονος, καὶ πλειοτέραις ἐνέπιπτον ἀνίαις καὶ θλίψεσι, μόναις
ταῖς τῶν δακρύων ῥοαῖς παρηγορῶν μου τὰ πολύκλονα τῆς ψυχῆς πάθη καὶ βαθέα τραύματα.
οὔτε γὰρ τοσοῦτον ἐκεῖνος ὁ τοῖς λῃσταῖς περιπεσὼν τετραυμάτισται, ὅσον ἐτραυματιζόμην
ταῖς δαιμονικαῖς προσβολαῖς, καὶ ταῖς τῶν ἁμαρτημάτων τε καὶ
[550Χ] τῶν βλασφημιῶν πυκναῖς ἀκίσιν, ὑφ᾿ ὧν πολλάκις νυττόμενος κατὰ τὸν συνήθη
τῆς ψαλμωδίας καιρόν, μεμονωμένος στιβαρῶς καὶ ἀφειδῶς ἐπάτασσον τῇ γῇ τὴν κάραν,
εἴ πως ἀλγήσας, διὰ τοῦ ἄλγους βραχείας μετάσχω γαλήνης λογισμῶν, καὶ ἀτάραχόν μου
τὴν εὐχὴν ἐκτελέσω.
118. ἀλλ᾿ ἐξεπίπτον τῆς ἐλπίδος, καὶ ἀνηνύτως ἐκοπίων· καὶ πεισάτω πάντας ὑμᾶς ἡ
ἀλήθεια, ὅτι πλειστάκις ἐν κρημνώδεσιν ἐμβεβηκὼς χώραις ἐσκεπτόμην ἐμαυτὸν ὕψωθεν
χαμαὶ κατὰ κορυφὴν ἀπορρίψαι, προῃρούμην γὰρ φόνῳ τοῦ βίου κακῶς ὑπεξελθεῖν ἢ ζῆν
τῆς θεοσεβείας καὶ ἀρίστης πολιτείας ἐκτός· τὸ αὐτὸ δὲ καὶ λάκκῳ παρεστηκὼς ἐφρόνουν
ποιεῖν· ἀλλὰ καὶ μάχαιραν κατέχων, ἐμαυτὸν κατὰ γαστέρα ἐκκενθῆσαι [λεγε· ἐκκεντῆσαι]
προεθυμήθην. διενοούμην γὰρ τὰ βέβηλα καὶ ἄπιστα τῶν ἀθέων πάθη, καὶ τὸν τῶν αἱμοβόρων
λῃστῶν καὶ φιλοπόρνων καὶ πάντων κακίας ἐχομένων ὅμιλον ὑπὲρ ἐμὲ διάγειν, καὶ βιοῦν
καλῶς, ὥστε καὶ τοὺς τοιούτους ἐμακάριζον, ἀφρόνως ἐρῶν ὅτι εἰ καὶ τοιοῦτοι τυγχάνουσιν,
ἀλλά μου πρὸς θεὸν διαφέρουσιν, ὑπὲρ τὸν ἄζωτον [λεγε· ἄσωτον] ἐκεῖνον ἀζώτως [λεγε·
ἀσώτως] λογιζομένου καὶ βιοῦντος, καὶ ταῖς ἀκαθάρτοις ἐνθυμήσεσι τὴν θείαν ἐν ἐμοὶ
ἀχρειοῦντος εἰκόνα· αὐτῷ γὰρ τῷ βλασφήμῳ Σατανᾷ ἐξισώθην, ὅθεν καὶ τὴν
[551Δ] ἀποκειμένην αὐτῷ καὶ τοῖς ὑπηρέταις αὐτοῦ ἀπεξεδεχόμην αἰώνιον κόλασιν· ἧς
γένοιτο πάντας ἡμᾶς ῥυσθῆναι↙ καὶ οὕτως διέμεινα διετῆ χρόνον, παρὰ τρεῖς ἢ τέσσαρας
μῆνας, ἕως τῆς ἐμῆς καρδίας ὁ τόνος ἐξέλιπε, καὶ μέρος τῆς ὄψεως ὑπὸ τῆς τῶν πολλῶν
δακρύων θερμότητος ἐξεκάη.
119. τότε τοιγαροῦν τῆς συνεχούσης με τῶν ἐναντίων λογισμῶν ἀπαλλαγῆναι καμίνου
σφοδρῶς ἐπιθυμῶν, ἄλλον ἐκομισάμην ἐπιστάτην, τὸν κατὰ καιρὸν ἐγκαταλείψας, καίπερ
ἐκάστοτε νουθετούμενος ὑπ᾿ αὐτοῦ καὶ πνευματικῶς διδασκόμενος. μιᾷ δὲ τῶν ἡμερῶν
τοῖς ψυχωφελέσι πατερικοῖς ἐντυγχάνων βιβλίοις, εὗρον περιοχὴν τοῦ ἀββᾶ Ζήνωνος,
περί τινος ἐξαγγελοῦσαν ἀδελφοῦ, ὅτι τι τῶν τοιούτων καὶ αὐτὸς πεπονθώς, ἐπορεύθη
πρός τινα ἅγιον γέροντα, καὶ τὸ ἴδιον ἐξαγορεύσας πάθος, ὑπὸ τοῦ θεοῦ τῶν ψυχῶν
καὶ σωμάτων ἰατροῦ παραυτὰ αὐτοῦ τελείας ἐπέτυχε θεραπείας, ἧς κᾀγὼ τυχεῖν ἐφιέμενος,
πρὸς τὸν ἅγιον Στέφανον ἐπορεύθην, ἐξ ἀκοῆς οὐκ ἐξ αὐτοπτικῆς πείρας εἰς αὐτὸν πίστιν
κεκτημένος, λαβὼν
[551Ε] παρὰ τοῦ ἐμοῦ ἐπιστάτου μήνυσιν. ἐλθὼν οὖν πρὸς αὐτὸν τὸν ἅγιον Στέφανον,
καὶ τῆς τῶν κατ᾿ ἐμὲ διηγήσεως ἀρχὴν ποιησάμενος, εὐθέως ὑπὸ σατανικῆς ὑποβολῆς
αἰδοῖ κατεσχέθην, σιωπῇ τὸ ἐμὸν ἐμφραττούσῃ στόμα, καὶ φραγμὸν αὐτῷ δραστικότατον
ἐμβαλούσῃ. τοῦτο γὰρ ὁ δολομήχανος ἐχθρὸς ἐμηχανήσατο, ἵνα παρὰ τοῦ φωστῆρος Στεφάνου
κενὸς φωταγωγίας καὶ σωτηρίας ὑποστρέψω.
120. ἀλλ᾿ ὄντως οὐ παρεχώρησεν ἡ θεία χάρις, ἀλλὰ διὰ τῆς τοῦ σοφοῦ γέροντος κηδεμονίας
προέφθασεν· αὐτίκα γάρ με φιλοφρόνως ὑποδεξάμενος πρὸς ἐμὲ μὲν φησίν· «ὧδε κάθου,
τέκνον·» πρὸς δὲ τοὺς τότε παρακαθημένους αὐτῷ μαθητὰς δακτυλοδεικτῶν, ἔλεγεν· «καλῶς
κεῖται οὗτος ὁ ἀδελφός, ἀλλ᾿ ἀγνοεῖ.» ἀναχωρησάντων δὲ τούτων, ἰδιαζόντως ἐπυνθάνετο,
«διὰ ποίαν αἰτίαν ἐλήλυθας ὧδε» λέγων, πρὸς ὃν ἐγὼ ἔφην· «ὦ πάτερ, διὰ τί σοι πάντα
τὰ κατ᾿ ἐμὲ σαφῶς εἰδότι ἐξαγορεύσω» ὁ δέ· «κἄν, ὡς ἔφης, γινώσκω,» φησίν, «ἀλλ᾿
ὑμέτερον καθέστηκε, τέκνον, τοῦ δημοσιεῦσαι τὰ αἴσχιστα τῶν δαιμόνων μυστήρια καὶ
πονηρὰ σπέρματα καὶ φθαρτητὰ ζιζάνια, ἵνα τὴν σὴν κατιδὼν μετριοφροσύνην καὶ βελτιωτάτην
ἀναιδείαν ὁ καρδιογνώστης καὶ τὸν
[551Φ] νοῦν ἀνθρώπων ἐπιστάμενος καὶ πάντα γινώσκων πρὸ γενέσεως αὐτῶν θεός, δωρήσηταί
σοι τὴν ἴασιν·» ἀλλ᾿ ἐγὼ οὐκ ἐπειθόμην, τοῖς τῆς αἰδοῦς κεκρατημένος δεσμοῖς· ὕστερον
δὲ βιασθεὶς ἄκρως ἀπὸ τοῦ γέροντος, μετρίας αἰνιγματικῆς ἐπελαβόμην ἀρχῆς.
121. ἰδὼν δέ με ἔτι τὴν γλώτταν τῷ τῆς αἰσχύνης φόβῳ δεδεμένον, τρανοτέρως τε καὶ
λευκοτέρως τὰ κατ᾿ ἐμὲ σαφηνίζων, παραδόξως διηγήσατο, ὡς εἰς τὰ βαθέα τῆς ἐμῆς
ψυχῆς τε καὶ καρδίας ταμιεῖα εἰσδύς, καὶ τὰ ἐκεῖ λεπτομερῶς ἐξερευνήσας. καὶ τοιαύταις
με ὑποστηρίζων διδασκαλίαις ἔλεγεν, σοφῶς νουθετῶν· «τέκνον, οὐ δεῖ σε αἰδεῖσθαι
τοὺς δαιμονιώδεις ἐκφάναι λογισμούς· τούτους γὰρ εἰ ἀπὸ σεαυτοῦ ἐξέφανας, ἄμεινον
ἦν· πάντως γὰρ καὶ διὰ τῆς ἐξαγορεύσεως ταχείας ἔμελλες ἐπιτεύξασθαι θεραπείας·
εἴπερ γὰρ καὶ ἐξ ἀρχῆς εἰπεῖν αὐτοὺς ἠβουλήθην, οὐκ ἂν διὰ τῆς τοῦ θεοῦ συνεργίας
καὶ χάριτος ἐξηπόρησα· ἀλλὰ τὸ συμφέρον σοι σκοπῶν, ἐπειθόμην αὐτομάτως ἐξομολογήσασθαι
τὰ ἐγκάρδια· θεασάμενος δέ σε ἀκαίρως ἐρυθριῶντα, καὶ σιωπῇ κατασχεθέντα, βραχέως
ἐξαγγεῖλαι ἐβιάσθην, ἵνα, τὰ τῆς γλώσσης δεσμὰ λύσας, εὐπόρευτον ἀπεργάσομαί σοι
τὴν ἐξομολόγησιν· θάρσει τοίνυν, ὦ τέκνον· οὐ γὰρ σὺ μόνος τοῦτο πέπονθας· τοιαῦτα
δὴ πάσχειν
[552Α] εἰώθασιν οἱ τῆς σατανικῆς αὐλῆς ἀποικιζόμενοι· οὐ δὲ γὰρ τῆς τούτων πείρας
ἄπειρος γέγονα. λοιπὸν τοὺς ἐμφωλεύοντάς σοι ἐξαγγεῖλαι λογισμούς, καὶ μὴ αἰδοῦ
τὴν ἐμὴν ἀχρειότητα· αἰδοῦ δὲ μᾶλλον, αὐτοὺς ἀποκρύπτων, ἐκεῖνον τὸν παντεπόπτην
ὀφθαλμόν, ᾧ πάντες γυμνοὶ καὶ τετραχηλισμένοι παραστήσθαι [λεγε· παρίστασθαι, παραστήσεσθαι
?] μέλλομεν.
122. ταῦτα προσεχῶς ἀκούσας τοὺς ἐμοὺς βλασφήμους ἐξαγορεύειν λογισμοὺς ἀπηρξάμην,
πᾶσαν ἀποσεισάμενος τὴν βλαβερὰν ἀλαλείαν· ἐξαγορεύοντα δέ με τὰ συνεχόμενά με ἕλκη
ὁ συμπαθὴς γέρων γραφικοῖς τε καὶ διδασκαλικοῖς θεραπεύειν ἐμηχανᾶτο ποικίλοις φαρμάκοις·
ἀλλὰ τὴν τῶν πνευματικῶν λόγων πειθανότητα ὑπερέβη μου τὸ πάθος, ὡς μέγα τε καὶ
μείζονος θεραπείας δεόμενον. ὅπερ γνοὺς ὁ συμπαθὴς γέρων, τὴν τῶν σοφῶν αὐτοῦ λόγων
κατευνάσας ὁρμήν, ἔφη πρός με· «πορεύθητι, τέκνον, ὅτι τῇ νυκτὶ ταύτῃ ὑπέρ σου πάννυχον
ἀγρυπνίαν ἐκτελέσω, καὶ τὸ θέλημα τοῦ θεοῦ γενέσθω.» αὐθωρεὶ οὖν περὶ τὴν τοῦ ἡλίου
δύσιν ἀναχωρήσας καὶ κοιμηθείς, περὶ τὸ αὖγος ἀνείην, τὴν βελτίω ἀμοιωθεὶς [λεγε·
ἀλλοιωθεὶς ?]
[552Β] ἀλλοίωσιν, ἀνεκλαλήτου χαρμονῆς ἀνάμεστος, καὶ καθαρὸς τὴν διάνοιαν ἀπὸ πάσης
μιαρᾶς ἐνθυμήσεως· ὅσης δὲ ᾐσθανόμην λαμπρότητος, ἐξειπεῖν ἀμήχανον· μαρτυρεῖ ἡ
ὄντως ἀλήθεια· βεβαίᾳ ἐρριζώθην πίστει εἰς τὸν θεὸν καὶ ἀγάπῃ πολλῇ.
123. πρὸ τούτου δὲ οὐ προσιέμην τοῖς ἀχράντοις μυστηρίοις, οὔτε τὰς θείας καθορᾷν
εἰκόνας προεθυμούμην, ἀλλ᾿ ἢ βεβιασμένος. ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἐφιέμην ἑκάστοτε
τῆς ζωοτόκου καὶ ὑπερφεροῦς θείας μεταλαμβάνειν δωρεᾶς, καὶ τὰς ἁγίας ἐν εἰλικρινείᾳ
περιπτύσσεσθαι εἰκόνας. σωματικὴν δὲ ἀνελαβόμην δύναμιν ὑγιῆ καὶ ῥωμαλέαν· ὅθεν
ἐμαυτὸν τοιοῦτον καὶ ἐν τοιαύταις ἰδὼν ἀνελπίστοις καὶ παραδόξοις ἀθρόοις μεταβολαῖς,
ψηλαφᾷν ἐκείνους τοὺς βλασφήμους λογισμοὺς ἐπειρώμην, καὶ πάντας ἐκ ποδῶν τῆς ἐμῆς
ἀποβληθέντας ψυχῆς εὕρηκα, καὶ μάρτυς ὁ θεός, ὅτι παντὶ σθένει ἠγωνιζόμην, τινὰ
τῶν προτέρων κατὰ νοῦν λογίσασθαι ἐνθυμήσεων, καὶ οὐδαμῶς ἠδυνάμην εὑρεῖν παντάπασιν·
ὡς εἴ τις μονονουχὶ ἀπαθὴς καὶ ἄσαρκος, θείῳ τε καταυγάσματι περιλαμφθείς, καὶ ἀποπλασθεὶς
νεύματι. καὶ παραυτά, κατ᾿ οὐδὲν παραβαλλόμενος, ἀφικόμην πρὸς τὸν
[552Χ] γέροντα, εὐχαριστῶν τῷ θεῷ, καὶ τὴν εὐεργεσίαν αὐτοῦ ὁμολογῶν. θεασάμενος
οὖν με οὗτος ὁ πραΰς, μειλιχίως μειδιῶν καὶ σοφῶς διαχεόμενος, ἔφη πρός με· «τί
ἔνι, τέκνον ἀνέσφηλας ὑγιὴς γέγονας οὐκοῦν ἀνάπεμψον τῷ θεῷ χαριστήριον ὕμνον, καὶ
λάτρευσον αὐτῷ πιστῶς καὶ σωφρόνως.» καὶ πλείοσιν ὑποστηρίξας διδασκαλικαῖς παραινέσεσι
καὶ σωτηρίοις ἐντάλμασι, ἀπέλυσέ με γηθόμενον.
124. μετ᾿ οὐ πολλὰς ἡμέρας πάλιν ὀϊστεύειν με τῆς βλασφημίας ὀλεθρίοις βέλεσιν ὁ
χαλεπὸς πολεμήτωρ ἀπήρξατο, οὐκ εἰς τὸν δεσπότην θεόν, ἀλλ᾿ εἰς τὴν δέσποιναν τὴν
θεομήτορα παρθένον· αὐτίκα δὲ δρομαίως ἐπὶ τὴν ἰαματικὴν ἐξέδραμον πηγήν, καὶ τὸ
νέον πάθος ἐξηγόρευσα. ὁ δὲ θεόσοφος γὲρων διδασκαλικοὺς τρόπους παρέδωκέ μοι, λέγων·
«οὐκ ἔστιν ἄλλως τοὺς τοιούτους ἀποδιώκειν λογισμούς, ἀλλ᾿ ἢ τῇ αὐτῶν καταφρονήσει
καὶ ταῖς ἐκτενέσι προσευχαῖς, ἀλλ᾿ ἐπειδὴ ὁρῶ σε πρὸς τοιοῦτον ἀδυνατοῦντα πόλεμον
ἐγερθεὶς ἐπιθὲς τὴν χεῖρά σου τῷ ἐμῷ τραχήλῳ.» ἀναστάντος οὖν μου, τοῦ ἀσθενοῦς
καὶ πένητος, καὶ τὴν παλάμην μου τῷ ἡγιασμένῳ αὐτοῦ αὐχένι ἐπιθέντος, ἔφη πρός με·
«ὁ θεὸς ἐξ ἐμοῦ ἀπαιτήσει ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως τὴν ἁμαρτίαν ταύτην,
ἣν ἐντεῦθεν προσκτήσασθαι νομίζεις, ἐπεὶ ἄκοντός σου καὶ ἀγωνιῶντος οἱ τοιοῦτοι
[553Δ] δαιμονιώδεις λογισμοὶ ταῖς σαῖς ἐπισπείρονται διανοίαις. λοιπὸν μηκέτι περὶ
τούτων λόγον ποιοῦ ἢ φροντίδα·» καὶ οὕτω τρὶς εἰπών, ἐκέλευσέ με καθεσθῆσαι, καί
φησιν· «ἐπειδήπερ, τέκνον, ἡ ψυχή σου ἐπὶ τοῖς τοιούτοις λογισμοῖς ἀγωνιᾷ καὶ ἄχθεται,
οὐκ ἔχεις ἁμαρτίαν.»
125. ἀποκριθεὶς δὲ πρὸς αὐτὸν ἔφην· «πάτερ, οὐκ οἶδεν ὁ δαίμων, ὅτι οὐ προσάπτεταί
μοι ἁμαρτία ἐκ τῶν τοιούτων ἐπιθυμήσεων, ἐπειδὴ ἀσχάλλω καὶ λυποῦμαι» ὁ δὲ θεοφόρος
γέρων·«ναί,» φησίν, «σαφῶς οἶδεν ὁ δαίμων.» πρὸς ὃν εἶπον· «καὶ τί κερδῆσαι προσδοκᾷ
ταῦτα ποιῶν, καὶ τίνος ἕνεκεν διαμένει καθ᾿ ἡμῶν ἐν τοῖς τοιούτοις ποιούμενος πόλεμον»
ὁ δὲ γέρων ἀποκριθεὶς ἔφη· «ἐάν σοι ἐκφράσω τινὸς χάριν κατά σου τὴν τοιαύτην διεγείρει
μάχην ὁ δαίμων, καὶ τί κερδῆσαι προσδοκᾷ ταῦτα ποιῶν, ὃ καὶ σὲ παθεῖν οὐκ ἀμφιβάλλω,
ὁμολογεῖς τὴν ἀλήθειαν» κᾀγὼ δέ· «ναὶ, πάτερ,» ἔφην, «ὁμολογῶ.» ἔλαβον γὰρ κατ᾿
αὐτὸν πνευματικὴν ἀναίδειαν τοῦ μηκέτι βραχύ τι παρ᾿ αὐτῶν ἀποκρύψαι. ὁ δὲ ἔφη·
«ταῦτα διαπράττεται ὁ κάκιστος δαίμων, σπεύδων τὸν ἄνθρωπον ἀγαγεῖν εἰς ἀπόγνωσιν
τῆς ἑαυτοῦ σωτηρίας. εἰπέ μοι, οὐ πολλάκις, βαστάζων μάχαιραν, ἑαυτὸν
[553Ε] τρῶσαι ἠθέλησας οὐ πολλάκις, ἀκρωρείᾳ κρυμνώδει [λεγε· κρημνώδει] ἐφεστηκώς,
ἢ λάκκῳ βαθυτάτῳ, ἔλεγες, Ϡἐμαυτὸν ἀπορρίψω, καὶ κακῷ τελευτήσω θανάτῳ, καὶ μηκέτι
ζήσω τοιαύτας εἰς τὸν θεὸν λογιζόμενος βλασφημίαςϠ; οὐ πολλάκις, Ϡεἴθε ὤφειλον ἐν
τῷ κόσμῳ εἶναι, καὶ τοῖς κοσμικοῖς ἐγκυλινδεῖσθαι πράγμασι, καὶ τῷ θεοσεβεῖ λαῷ
κακουμένῳ συγκακουχεῖσθαι καὶ μὴ μονάσαι καὶ τῷ Χριστῷ ζῆν εὐσεβῶς συντάξασθαι,
καὶ τῆς συνταγῆς ψεύστης γενέσθαι ἢ βλάσφημος φανῆναι,Ϡ ἔλεγες Ϡὑποστρέψω οὖν εἰς
τὸν κόσμον, καὶ τουτὶ τὸ μοναχικὸν ἀποδύσομαι σχῆμα, καὶ ἔσομαι ὡς εἷς τῶν ἁπάντων,
καὶ μὴ βιῶν οὕτως διαμείνω· οὐ γάρ μοι γέγονεν ὄφελος, ἀλλὰ μᾶλλον ζημία καὶ ὄλεθρος·Ϡ
ἀλλὰ τάδε τῶν κατά σε ἁπλουστέρων τε καὶ ἀδρανεστέρων, εἴπερ γὰρ ἄν τις εὐτελῆ τινα
δύναμιν κεκτημένος εἴη, οὐ δώσων ὦτα τοῖς δαίμοσιν, ἡττηθεὶς ὑπὸ τοιούτων ἀραχναίων
λογισμῶν καὶ ἐνθυμήσεων, εἰ καὶ ἀνιᾶται καὶ βαρεῖται δεινῶς ὑπὸ τῆς τηλικαύτης ἐναντίας
προσβολῆς, καὶ ταράττεται κατὰ τὸν τῆς προσευχῆς καιρόν.»
126. ἐγὼ δὲ ἀποκριθεὶς ἔφην· «ναί, πάτερ ἅγιε,
[553Φ] ὡς εἴρηκας, οὕτως ἔπαθον. ἀλλ᾿ ὑπερεύχου τῆς ἐμῆς μετριότητος, {ὅπως ?} καὶ
τούτων λυτρωθῶ, ὅπως καὶ τῶν προτέρων λελύτρωμαι.» ὁ δὲ ὑπομειδιάσας, ἔφη· «καὶ
ἑτέραν ὑπέρ σου ποιήσω ἀγρυπνίαν, καὶ ἐπεὶ πέποιθα τῷ θεῷ, ὅτι καὶ τούτων ῥύσεταί
σε.» ὡς καὶ ἐγένετο· ἐνώπιον γὰρ κυρίου τῆς δόξης ἐρῶ τὴν ἀλήθειαν, ὅτι διὰ τῆς
τοῦ γέροντος θεοπειθοῦς πρεσβείας τῇ τοῦ Χριστοῦ συνεργίᾳ καὶ χάριτι οὐκ ἔτι μέχρι
τῆς ἐνεστώσης ὥρας ἔκτοτε ὑπὸ τῶν τοιούτων λογισμῶν ἐνωχλήθην. τῆς οὖν τοιαύτης
ἐλευθερωθεὶς ὀχλήσεως, καὶ ἀνέσεως τυχὼν ὑπὸ τοῦ θεοῦ διὰ τοῦ γέροντος, πρὸς αὐτὸν
φοιτᾷν ἐπεθύμησα, καὶ πολλὰ δι᾿ ἐμαυτοῦ τε καί τινων τῶν τῆς λαύρας αἰδεσίμων γερόντων
παρακαλέσας αὐτὸν μετὰ πέντε μηνῶν διάστημα σὺν θεῷ δέξασθαί με μαθητὴν παρεσκεύασα,
ἔχοντα τότε μαθητὰς ἐν τῇ λαύρᾳ, καὶ κελλίον ἄποθεν τοῦ ἡσυχαστηρίου αὐτοῦ πρὸς
ὑποδοχὴν τῶν πάντοθεν ἐρχομένων ξένων.
127. εἰσῆλθον δὲ πρὸς αὐτὸν τριταίῳ δαμαζόμενος πυρετῷ ἀπὸ ἡμερῶν πεντήκοντα· περὶ
οὖν τῇ πρώτῃ εἰσβολῇ ἐνοχλῆσαι αὐτῷ, αἴδους ἄξιον ἡγησάμην. τῇ δὲ ἐπαύριον, ἥτις
ἡ πυρεκτικὴ περίοδος, τὸν παροξυσμὸν
[554Α] πτοηθεὶς τοῦ πυρετοῦ καὶ τὴν φλογερὰν αὐτοῦ βάσανον, ἄκων ἀπεκδυσάμην τὴν
αἰδῶ, καὶ ἀνερυθριάστως προσῆλθον τῷ γέροντι, ἀξιῶν αὐτὸν ἔντευξιν ὑπὲρ ἐμοῦ ποιήσασθαι,
ἐν πίστει λέγων· «πάτερ ἅγιε, ἐλέησόν με· δεινῶς γὰρ ὑπὸ τοῦ πυρετοῦ κολάζομαι,
καὶ αἴτησαι τὸν θεὸν δωρήσασθαί μοι τὴν ἴασιν· πιστεύω γὰρ ὅτι, εἰ μόνον θελήσεις
ὑπερεύξασθαί μου, ἰαθήσομαι· θέλημα γὰρ τῶν φοβουμένων αὐτὸν ποιήσει κύριος.» παρακληθεὶς
οὖν ἔφη· «ἐγὼ μέν, ὦ τέκνον, ὑπέρ σου ἀγρυπνίαν καὶ δέησιν ἐκτελέσαι οὐ παραιτήσομαι·
ὁ δὲ παντοδύναμος θεὸς ἰάσεταί σε.» ὥσπερ καὶ ἐγένετο, αὐτοῦ τὴν ὑπόσχεσιν ἐκπληρώσαντος·
τῇ γὰρ ἐφεξῆς ἡμέρᾳ ἐρρωμένος ἀνέστην, πολλὴν κεκτημένος ῥώμην καὶ ἀπὸ τῆς πυρεκτικῆς
φλογὸς σεσωσμένος· καὶ οὕτως διὰ τῶν τοῦ γέροντος ἐντεύξεων τῇ τοῦ θεοῦ χάριτι ἐπὶ
χρόνον πολὺν δυνατὸς τῷ σώματι καὶ ὑγιὴς ἄνευ πυρεκτικῆς καὶ παντοίας νοσώδους ὀχλήσεως
διήρκεσα, εὐχαριστῶν τῷ θεῷ καὶ τῷ γέροντι.
128. τούτῳ μιᾷ τῶν ἡμερῶν ἐπὶ τὰ σπήλαια τοῦ Καλαμῶνος πορευθέντι κατὰ τὸ σύνηθες
ἐκτελέσαι τεσσαρακοστὴν παρηψάμην ἕνεκεν ὑπηρεσίας· ὕδωρ
[554Β] γὰρ ἐκόμιζον αὐτῷ, καὶ κυάμους ὀλίγους ἐξέζεον, καὶ τὴν ἔφοδον τῶν προσηλύτων
ἐμήνυον. ὕστερον οὖν μιᾷ τῶν ἡμερῶν ἐκείνων περὶ τὴν τοῦ ἡλίου δύσιν ἐξίη εἰς τὴν
ἔρημον, καταλιπών με μόνον ἐν τῷ σπηλαίῳ, ἔχοντα ὀλίγους κυάμους καὶ ὀλίγους φοίνικας
καὶ ὕδωρ, τοὺς ἑσπερινοὺς ψάλμους ἐκτελέσαντα. μονωθεὶς οὖν τῆς τοῦ διδασκάλου κηδεμονικῆς
προστασίας, ὡς ἀπροσαξίας [λεγε· ἀπροσεξίας] γέμων καὶ πολλῆς ἀμελείας περὶ τὴν
ἐμαυτοῦ σωτηρίαν, ὑπὸ γαστριμαργικῆς ἐκρατήθην μανίας καὶ σατανικῆς ὑποβολῆς καὶ
ἐνεργείας, καὶ ἀναστὰς τὴν δυσκάθεκτον καὶ ἀναιδῆ γαστέρα τῆς αὐτοσχεδίου τροφῆς
ἐνέπλησα· καὶ ταύτην ἐμπλήσας, περὶ ἐγκρατείας ἠρξάμην φιλοσοφεῖν, ὑπὸ τοῦ συνειδότος
κατακρινόμενός τε καὶ ἐλεγχόμενος, ὡς κλεψιμαίῳ τρόπῳ παρὰ γνώμην τοῦ ἐπιστάτου
βεβρωκώς, καὶ τῆς μοναχικῆς ἱερᾶς εὐταξίας ἐκπεπτωκώς· οὔτε ποτε γὰρ ᾔδειν τοιούτῳ
γαστριμαργίας πτώματι περιπεσών, ὅπερ τοὺς αὐτῷ περιπίπτοντας τῆς ἐπουρανίου δόξης
καὶ βασιλείας ἀποστερεῖ, ὡς καὶ τὸν διαβάντα τὸν θαλάττιον σάλον Ἰσραηλίτην λαὸν
τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσόδου ἀπεστέρησεν. ὅθεν μετανοήσας, κατὰ νοῦν ἐσκεψάμην
προσπεσεῖν τῷ γέροντι, καὶ παρ᾿ αὐτοῦ αἰτῆσαι συγχώρησιν· ὃ καὶ πεποίηκα. καταλαβόντος
[554Χ] γὰρ αὐτοῦ ἐκ τῆς ἐρήμου, δραμών, καὶ τὸ πρόσωπόν μου τοῖς ἴχνεσι αὐτοῦ ἐπιθείς,
ἅπαξ μόνον πρὸς αὐτόν· «ἥμαρτον, συγχώρησόν μοι, πάτερ,» ἔφην. ὁ δὲ καλὸς παιδευτής,
τῷ πνεύματι διαγνοὺς τὴν ἐμὴν ἁμαρτίαν, ἔφη πρός με· «τί ἔνι, τέκνον κλέπτης ἐγένου
οὕτως ἔχρην σε κεκλοφέναι καὶ φαγεῖν ἀμηνυτί εἰς τοῦτο ἐξελήλυθας μετ᾿ ἐμοῦ ἀγνοεῖς,
ὅτι κλέπτης ἐστὶν ὁ τρώγων λάθρα τοῦ ἑαυτοῦ ἐπιστάτου οὐκ οἶδας, ὅτι παρὰ τοῦ θεοῦ
μεγάλη ἁμαρτία καθέστηκε τοῦτο ἀλλ᾿ αὐτὸς συγχωρήσει σοι, ὁ μόνος ἔχων τὴν ἐξουσίαν
ἀφιέναι ἁμαρτίας· καὶ τοῦ λοιποῦ, τέκνον, ὅτ᾿ ἂν θέλεις, εἰπέ μοι μόνον, καὶ ἐμπαραθέτως
ἔσθιε χαίρων.» καὶ ἀναστήσας με καὶ σοφῶς παραινέσας καὶ εὐλογήσας, ἀπέλυσεν.
129. μετὰ ταῦτα οὖν ἄλλοτε πυρεκτικῇ περιπεπτωκὼς νόσῳ, προσφυγὼν τῷ γέροντι, ἠξίωσα
αὐτὸν ὑπὲρ ἐμοῦ ἀγρυπνίαν ἢ σύναξιν ἐκτελέσαι. αὐτὸς δέ· «καλόν σοι παιδευθῆναι
μικρόν,» εἶπεν, «καὶ ταῖς τῆς ὑπομονῆς χώναις δοκιμασθῆναι· ἀλλ᾿ ὑπόμεινον, ὅμως
δὲ ὑπέρ σου ποιῆσαι ἔντευξιν οὐ παρήσω.» καὶ ταῦτα μὲν ἔφη· οὐκ οἶδα δὲ ταῖς ἀληθείαις,
εἰ πεποίηκεν, εἰ οὐ· ἐπειδή με χρονίως ἐδάμασε ἡ πυρεκτικὴ νόσος, ἕως ὅτου διέλυσέ
μου τῆς σαρκὸς τὸν τόνον, καὶ ὅλον με εἰς ἀδυναμίας βόθρον κατήγαγε,
[555Δ] καὶ τότε διὰ τῆς τοῦ γέροντος πρεσβείας ἡ ἄφατος τοῦ θεοῦ φιλανθρωπία προέφθασε,
καὶ χεῖρα θεραπείας τε καὶ βοηθείας ἐκτείνασα, εἰς ἄκραν εὐεξίαν ἤγαγεν, καί με
ξενισμοῦ καὶ ἐκπλήξεως παραδόξου ἐμπλήρωσε, καὶ ἀναστὰς εὐθέως ῥώσεως καὶ προθυμίας
γέμων, ἔξω μικρὸν μετεωρίσθην· καὶ μετ᾿ ἔπειτα βιβλίον λαβών, ἐκαθέσθην ἀναγνῶναι,
ὅπερ ἦν μοι τὸ πρὶν ἀδύνατον. ἀδελφοὶ δέ τινες αὐτῇ τῇ ὥρᾳ, ἐμοῦ ἀναγινώσκοντος,
ἐκ τοῦ ἡσυχαστηρίου παραγεγόνασι, συγχαίροντές μοι καὶ εὐαγγελιζόμενοι λέγοντες·
«νῦν ὁ ἐπιστάτης ὑπέρ σου πεποίηκε σύναξιν. καὶ παραυτὰ ἔγνωκα, ὅτι δι᾿ αὐτῆς τελείας
ἔτυχον ἰάσεως, καὶ τῷ θεῷ ηὐχαρίστησα, καὶ ἐξεθείασα τὴν {παρρησίαν} τοῦ γέροντος
παρρησίαν.
CAPUT ΞΙ.
[555Φ]
130. μετὰ οὖν ταῦτα, τοῦ ἡλίου δύνοντος, ὑπὸ [λεγε· ἀπὸ ?] τοῦ κελλίου ἐπὶ τὸ ἡσυχαστήριον
τοῦ γέροντος πορευόμενος, ἐν ἡμέρᾳ σαββάτου τοῦ Ἰουλίου μηνὸς διϊππεύοντος ἐν θεριναῖς
ὥραις κατὰ τὴν ὁδὸν ἀκούω βροντῶν καταρρηγνυμένων, καὶ ἀστραπὰς ἐξαστραπτούσας ὁρῶ,
μικρᾶς νεφέλης κατὰ τὴν ἔρημον τῆς νεκρᾶς θαλάσσης διαπετασθείσης. καὶ τεθηπὼς λίαν
ἐπὶ τοῦ παραδόξου τοῦ τε ἀκούσματος τοῦ τε θεάματος, τὸ ἡσυχαστήριον τοῦ γέροντος
κατέλαβον, καὶ πατάξαντός μου λίθῳ τὴν θύραν, ἀνέῳξέ μοι ὁ ἅγιος γέρων, ἔκλαμπρον
ἔχων τὸ πρόσωπον καὶ ἀγαλλιώμενον, καί φησι πρός με· «ἔγνως, ὦ τέκνον, διὰ τί γέγονεν
ἡ βροντὴ αὕτη» ἐμοῦ δὲ εἰπόντος, «οὐχί, πάτερ», ἀποκριθεὶς ἔτι πρός μέ φησι· «πληροφορήθητι,
τέκνον, ὅτι ἀναχωρητής τις καὶ ἐρημοπολίτης, πλησίον τῆς νεκρᾶς θαλάσσης περιπολεύων,
διψήσας ἐζήτησεν ὕδωρ, καὶ μὴ εὑρηκὼς ἠνιάθη καὶ ἔκλαυσε, καὶ δέησιν πεποιηκότος
αὐτοῦ πρὸς τὸν θεόν, κατὰ τὴν ἀνέκφραστον αὐτοῦ ἀγαθότητα ἐκέλευσεν, καὶ ἦλθεν ἡ
νεφέλη, καὶ τὸν ἑαυτοῦ θεράποντα κυδαίνων ἐβρόντησε, καὶ τὸν ὑετὸν ἐξαποστείλας,
τὴν δίψαν τοῦ δούλου αὐτοῦ ἰάσατο.» πολὺ δὲ θεωρῶν με ἐπὶ τούτοις ἐκπλαγέντα, ἐδευτέρωσε
τὸν λόγον καὶ ἐτρίτωσε, διαβεβαιούμενός μοι τὸ θαῦμα. καὶ μεθ᾿ ἡμέρας πέντε μετὰ
τῶν συμμαθητῶν ἐπὶ τὴν νεκρὰν ἐπορεύθην θάλατταν ἕνεκα συλλογῆς καλάμων,
[556Α] προσταχθεὶς ὑπ᾿ αὐτοῦ τὰ ὀμβρικὰ σημειώσασθαι ἴχνη, ὅπως ἀδιστάκτου τύχοιμεν
πληροφορίας. ἐλθόντες οὖν εἰς τὸν σημανθέντα τόπον ὑπὸ τοῦ γέροντος καὶ εὑρόντες
οὕτω ὥσπερ εἶπεν ἡμῖν, ὑπεστρέψαμεν, χάριν τῷ θεῷ ἐξομολογοῦντες, καὶ τοῦ θαυμασίου
γέροντος τὴν διόρασιν ἐκθείαζοντες.
131. καὶ ἄλλοτε διορατικῷ λαμπόμενος ὄμματι ἐξαίσιον ἡμῖν εἶπεν πρᾶγμα, διατρίβων
τότε ἐν τοῖς τοῦ Καστελλίου σπηλαίοις κατὰ τὸν καιρὸν τῆς τοῦ ἁγίου πατρὸς ἡμῶν
Σάβα μνήμης, παρόντος τοῦ ἐλλογιμωτάτου καὶ ἐναρέτου ἀββᾶ Εὐσταθίου, τοῦ νυνὶ ἐπισκόπου
ὑπάρχοντος τῆς φιλοχρίστου πόλεως Λύδδης, εἰς ἐπίσκεψιν ἐληλυθότος. ἡμῶν οὖν περὶ
τὴν ἑσπέραν ὀλίγην ἐσθιόντων ὀπώραν, ἐξαίφνης ἡ τοῦ γέροντος ὄψις ἐφάνη, δίκην ἡλίου
καταλάμποντος ἐρυθραίνουσα. ἡμῶν ἀτενιζόντων αὐτῷ, ἔφη πρὸς ἡμᾶς· «ὑμῖν ἐρῶ, ὅτι
κεῖται ἐνταῦθα παρὰ τῇ θύρᾳ τοῦ σπηλαίου κάλπη κεκρυμμένη χαμαί· καὶ εἰ βούλεσθε
πληροφορηθῆναι, σκάψατε, καὶ εὑρήσετε αὐτήν.» παραυτὰ δὲ ὁ ἀββᾶς Εὐστάθιος ἀναστάς,
ἄνευ σμινύης ταῖς χερσὶν ὀρύττειν ἀπήρξατο. ἀτονήσαντος δὲ αὐτῷ [λεγε· αὐτοῦ ?]
ταχέως, λέγει πρὸς ἡμᾶς ὁ θεσπέσιος γέρων· «οὔτε πίστιν, οὔτε ὑπομονὴν ἔχετε, ταπεινοί.»
εὐθέως
[556Β] οὖν συνορύττειν αὐτῷ ἐπελαβόμην. σκάψαντες οὖν ὁμοῦ καὶ βαθύναντες τὸν τόπον
καὶ μηδὲν εὑρηκότες, δυσπιστίᾳ συνεσχέθημεν, καὶ παύσασθαι τοῦ σκάπτειν ἠβουλήθημεν.
ὅθεν ταρασσομένους ἡμᾶς θεασάμενος ὁ πρεσβύτης, διαχυθεὶς μικρὸν καὶ ὑπομειδιάσας
ἔφη· «στίξατε ὀλίγον ἔτι, ὀλιγόπιστοι.» μικρὸν οὖν κατὰ τὴν προσταγὴν τοῦ γέροντος
σκάψαντες, εὕρομεν κάλπην παλαιάν, ἐσχηκυῖαν μηδέν. εὑρεθείσης δὲ αὐτῆς ὑπεισῆλθεν
ἡμῖν δυσπιστίας λογισμός, ὑποπτεύοντες τὸν γέροντα κατακρύψαντα αὐτήν, καὶ [λεγε·
ἢ ?] ἕτερόν τινα, καὶ γνωρίσαντα αὐτῷ· ἄχρις ἂν ἠρώτησα αὐτόν, καὶ πληροφορίας τυχεῖν
ἠξίωσέ με, λέγων· «μάρτυς ἡ ὄντως ἀλήθεια, ὅτι οὔτε ἔκρυψα αὐτήν, οὔτε ποτέ τις
ἀνήγγειλέ μοι περὶ αὐτῆς, οὔτε μὴ τὸ παράπαν ἐνόησα ὅτι κεῖται ἐκεῖ ἕως αὐτῆς τῆς
ὥρας, ἐν ᾗ ἔφην ὑμῖν.» τότε δέ, τότε κατενόησα σαφῶς ὅτι διορατικῷ διωραϊσμένος
καὶ καταυγασμένος ὄμματι, τοῦτο ἐγνώρισε· καὶ ἐδόξασα τὸν θεόν, τὸν δοξάζοντα τοὺς
δούλους αὐτοῦ.
132. οὗτος ὁ θεοφόρος γέρων ἐληλύθει τότε πρὸς ἡμᾶς τοὺς ἑαυτοῦ φοιτητὰς ἐπισκεψόμενος
ἐν τῷ
[556Χ] κελλίῳ. βουληθέντος δὲ αὐτοῦ ἐπὶ τὸ ἴδιον ἐπαναδύσαι ἡσυχαστήριον, συνεπορεύθην
αὐτῷ. καταντήσαντες οὖν τὸ ἡσυχαστήριον, τὴν συνήθη πεποιήκαμεν εὐχήν, καὶ μετέπειτα
καθεσθέντων ἡμῶν ἐν τῷ ἐνδοτέρῳ τοῦ γέροντος κελλίῳ ἤτοι σπηλαίῳ ἐπὶ βραχυτάτην
ὥραν, αἰφνήδιον ἤρξατο ἀναπέμπειν τῷ θεῷ δοξολογίαν καὶ ὕμνον, λέγων· «πρός με,
ἰδού, δὴ ἀγγελικὴ παρουσία ἐν ταύτῃ τῇ ὥρᾳ ἐπεδήμησε.» πρὸς ὃν καταπλαγείς· «πόθεν
δῆλον, ὦ πάτερ» ἔφην. ὁ δὲ πρός με· «ὦ ὀλιγόπιστε, οὔτε τὸν ἄγγελον ὁρᾷς, κᾄν τῆς
εὐωδίας οὐκ ὀσφραίνῃ» ἐγὼ δέ, «οὐδαμῶς, ὦ πάτερ,» ἔφην. ὁ δέ με διαλογιζόμενον καὶ
δυσπιστοῦντα εἰς τὴν ἀγγελικὴν ὀπτασίαν ἰδών, τὴν ὀφθεῖσαν αὐτῷ, σχετλιαστικῶς ἐταλάνισε
λέγων· «ἀβάλαι σοι, ταπεινέ, ἀβάλαι, καὶ τρὶς ἀβάλαι. ἕως τίνος οὕτως διαμένεις
παχὺς καὶ ἁδρὸς καὶ ἄπιστος ἕως οὕτως» ταῦτα ἀπεφθέγξατο πρός με· ἐξαίφνης ὠσφράνθην
εὐωδίας, οἵας ὠσφράνθην οὐδέποτε, μόσχου καὶ νάρδου καὶ μύρου παντὸς εὐοδμοτέρας
καὶ προσηνεστέρας καὶ ἀσμενεστέρας. ταύτης οὖν ἐκβλυσάσης, ἐκ δευτέρου πάλιν ὁ καλόγηρος
λέγει· «καὶ νῦν ἄρα τῆς ἁγίας ἀγγελικῆς οὐκ ὠσφράνθης εὐωδίας, οὐδὲ πληροφορίας
ἔτυχες» ἐγὼ δὲ πρὸς αὐτὸν ἔφην· «ναί, πάτερ, ὠσφράνθην, καὶ ἐπίστευσα.»
[557Δ] ὁ δὲ πρός με φησί· «γίνου λοιπὸν πιστὸς καὶ μὴ ἄπιστος.» ὡς οὖν τότε δεινότατος
ὑπάρχων καὶ πονηρότατος, βουληθεὶς περὶ ταύτης τῆς ξένης εὐωδίας πολυπραγμονῆσαι,
καὶ σαφῶς ἀκριβεύσασθαι, προσεποιησάμην ἐκτὸς τοῦ ἡσυχαστηρίου πορεύεσθαι καὶ ἰδεῖν,
μὴ καὶ τάχα ἀπὸ τῆς λαύρας ἐλήλυθε τῆς εὐωδίας ἐκείνης ἡ ἡδυτάτη πνοὴ ἀπὸ μοσχάτου
θυμιάματος καπνισθεῖσα· εἰ καὶ ἀνόμοιος ἦν, ἀλλ᾿ ὅμως ἕνεκα πληροφορίας μείζονος,
τάδε περιείργασμαι· ἀλλ᾿ οὐδενὸς ὄντως εἰς τὰς ἐμὰς ῥίνας ἦλθεν ὀσμή· οὔτε γὰρ
παντάπασιν ὥρα θυμιάσεως ἦν· ὅθεν ἐπὶ τούτοις λίαν τεθαυμακὼς δόξαν ἀνέπεμψα τῷ
θεῷ.
133. τιτθίδα πατράδελφον εὐλαβῆ καὶ φιλόθεον ἔχω· αὕτη δέ ποτε, ὥσπερ καὶ δρᾷν πολλάκις
εἴωθε, τὴν ἁγίαν Ἱερουσαλὴμ εὐχῆς ἕνεκεν κατέλαβε σύν τινι θεραπαίνῃ, ἣν καὶ τοῦ
δουλικοῦ ζύγου θεόφρων οὖσα τυχεῖν ἐλευθερίας ἠξίωσεν. ἀμφοτέραι οὖν ἐν Ἱεροσολύμοις
τὴν ἁγίαν τοῦ σωτηριώδους πάθους πανήγυριν ἐκτελέσασαι, κᾀκεῖθεν ἐπὶ τὸ Σιναῖον
πορευθεῖσαι ἅγιον ὄρος, ὡς ἠθισμέναι ἦσαν, καὶ τὰ ἐκεῖ θεῖα τε καὶ σεβάσμια ἀσπασάμεναι,
ὑπέστρεψαν εἰς τὴν ἁγίαν πόλιν. κατὰ δὲ τὴν ὁδὸν ἡ ἐμὴ θεία
[557Ε] νόσῳ περιπέπτωκε. καταλαβοῦσαι δὲ τὴν ἁγίαν πόλιν, καί τινας ἡμέρας ἐκεῖ
διαρκέσασαι, τὴν παρὰ τοῦ θεοῦ σωτηρίαν τε καὶ ἴασιν ἀπεκδεχόμεναι, οὐδὲν μᾶλλον
ἤνυσαν, τῆς νόσου μηκυνομένης, καὶ ἐπὶ τὸ χεῖρον ἀεὶ τρεπομένης, τῆς θεϊκῆς δηλαδὴ
προνοίας τοῦτο συμφερόντως βραβευούσης. ἑαυτὴν τοίνυν ἰδοῦσα ἡ ἐμὴ θεία ἡμέρᾳ τῇ
ἡμέρᾳ βαρυνομένην τε καὶ τρυχομένην, καὶ τὴν νόσον ἀκμάζουσαν, καὶ ταῖς τοῦ θανάτου
θύραις ἐγγίζουσαν, ὡς ᾤετο, μεταπέμπεταί με μετά τινος τῶν πατέρων.
134. ἐγὼ δὲ μαθών, παραυτὰ παρὰ τοῦ ἐπιστάτου λαβὼν παράθεσιν, κατέλαβον πρὸς αὐτήν.
ἡ δέ με κατιδοῦσα ἔφη· «πίστευέ μοι, τέκνον, οὐχ ἁπλῶς, οὐδ᾿ ὡς ἔτυχε, σκυλῆναι
σε ἐνταῦθα προτεθύμημαι· ἀλλὰ διὰ θεόν, καὶ καλὸν καὶ σωτήριον ἔργον· μὴ ἀνιῶ λοιπόν,
τὴν σὴν πρὸς μικρὸν ἐάσας λαύραν, καὶ σκυλμὸν ὑπομείνας· ἀλλὰ σκοποῦ πρὸς τὸ σύμφορον
τοῦ πράγματος πέρας. ἀκούω γάρ, ὅτι ἡ τῶν ὧδε ἐπικρατοῦσα ἐξουσία τυραννεῖ καὶ δυσπραγεῖ
καὶ ἀδίκως διοικεῖ καὶ τὰ τῶν ἀνθρώπων ἐκπορθεῖ καὶ ἐξαρπάζει, μάλιστα τῶν ἀσθενῶν
καὶ παροίκων καὶ ξένων ὑπαρχόντων, καὶ παρ᾿ οἷς ἀφορμήν τινα εὕροι· πρὸ ἡμερῶν γὰρ
ξένος τις προσήλυτος, ὥσπερ ἤκουσταί μοι, ἐν αὐλῇ τινος τῶν ἐνταῦθα Χριστιανῶν ἐτελεύτησε,
πολλοὺς ἐγκαταλείψας κληρονόμους τῆς
[557Φ] αὐτοῦ περιουσίας, καὶ τούτων τηνικαῦτα τινὸς μὴ παρευρεθέντος, ἀφορμὴν εὑρὼν
ὁ τυραννῶν, ὅσα ἐγκατέλειπε ἐξέσπασε χρήματα, καὶ οὐ ταύτῃ μόνον τῇ κακίᾳ ἠρκέσθη,
οὐδὲ ἕως ὧδε ἔστησε τὴν ἑαυτοῦ ἀκόρεστον πλεονεξίαν, ἀλλ᾿ ὀφθαλμοφανῶς ἄνευ δέους
καὶ συστολῆς καὶ τὰ τῶν φιλοχρίστων ἐξήρπασε χρήματα, παρ᾿ οἷς διῆγεν ὁ τελευτήσας
ξένος, φιλοφρόνως ξενισθείς· πρὸς δὲ τούτοις ἔθετο αὐτοὺς καὶ ἐν φυλακῇ, σιδηρᾶς
τοῖς ποσὶν αὐτῶν ἐπιβαλὼν πέδας. κᾀγὼ τοίνυν ἐνταῦθα τῶν ἐμῶν συγγενῶν μεμονωμένη,
τινὰ ἐγκαταλείψω κληρονόμον, εἴπερ ὁ θεὸς ἐπινεύσειε τῇ νόσῳ ταύτῃ παραλαβεῖν τὴν
τάλαιναν καὶ ἀθλίαν ψυχήν μου οὐδενὸς γὰρ ἕνεκεν ὅμως λυποῦμαι, ἀλλ᾿ ὑπὲρ ταύτης
τῆς ταπεινῆς κόρης· φοβοῦμαι γάρ, μήπως ἀδίκως ληφθῇ χάριν τῆς ἐμῆς ὑπηρεσίας συνακολουθήσασά
μοι, καὶ περὶ τούτων πάλιν τῶν φιλοχρίστων παρ᾿ οἷς ἐξενίσθην. διὸ δυσωπήθητι, τέκνον,
καὶ ἄγαγέ μοι Ἄραβας λογάδας ἄνδρας καὶ ἀξιοπίστους, ἵνα μαρτυρῶμαι αὐτοὺς ὅτι οὐδὲν
ἐνταῦθα τὸ παράπαν κέκτημαι, καὶ ὅτι ἡ κόρη αὕτη ἐλευθέρα καὶ ἀδέσποτος ὑπάρχει,
καὶ παράμεινον ἡμῖν, ἄχρις ἂν ἴδῃς τὸ ἐκβησόμενον τοῦ νοσήματος τούτου, τοῦ δεινῶς
καὶ σφοδρῶς
[558Α] κατέχοντος, καὶ γνωρισθῇς ὅτι υἱὸς εἶ τοῦ ἐμοῦ ἀδελφοῦ.»
135. ἀκούσας ἂν ταῦτα παρὰ τῆς ἐμῆς θείας, συμφέρον εἶναι ἐσκόπησα παραμεῖναι αὐτῇ·
καὶ διαποιήσας ἡμέρας ἱκανὰς ἠδημόνησα, καὶ τῆς πόλεως ἐξελθεῖν ἐπεθύμησα, καὶ ἐπὶ
τὴν λαύραν ὑποστρέψαι· ἀλλ᾿ ἐμαυτὸν κατακρίνας κατέσχον, καὶ παρέμεινα ἔτι καὶ χρονίσας
ἠκηδίασα αὖθις καὶ ἐραθύμησα, καὶ ἀναχωρῆσαι ἠθέλησα· ἀλλ᾿ ὑπὸ τοῦ ἐμοῦ συνειδότος
ἐκωλύθην πάλιν, καὶ τοῦτο δὶς καὶ τρὶς πέπονθα ἐπὶ τῶν λογισμῶν ἀγχόμενος καὶ πολεμούμενος.
τελευταῖον δὲ ἀδημονήσας συνεῖδον πρὸς τὸν ἐμὸν ἐπιστάτην ἀπελθεῖν καὶ ἐπερωτῆσαι
αὐτόν, εἰς τί μέλλει λήξειν τὸ πρᾶγμα, εἴτε εἰς ὑγείαν, εἴτε εἰς θάνατον. ἀλλ᾿ εἴθε
ὄφελόν [λεγε· ὤφειλόν ?] γε τοῦτο ἐξ ἀρχῆς ποιήσασθαι, καὶ μὴ οὕτως ἐν μέσῳ κοσμικῶν
ἐν ἀμελείᾳ καὶ ἀπροσεξίᾳ βιῶσαι ἐπὶ τοσοῦτον καιρόν.
136. ἦν τότε ὁ νυνὶ τοῦ θεαδέλφου θώκου ἐπιλημμένος τοὺς οἴακας, κύρις Θωμᾶς, ἐν
τῇ πόλει τῶν νοσούντων ἐπιμελούμενος, ὡς χρησιμώτατος ὢν ἰατρός, λόγῳ τε καὶ πείρᾳ
κεκοσμημένος, καὶ κατὰ
[558Β] θεὸν βιοτεύων τὴν τῶν ἁγίων Κοσμᾶ τε καὶ Δαμιανοῦ πολιτείαν ἐκμιμούμενος,
διάκονος ὑπάρχων. τούτῳ οὖν τῷ μακαριωτάτῳ καὶ θαυμασιωτάτῳ ἀνδρὶ θαρρήσας, οὓς
εἶχον λογισμοὺς ἀνεθέμην, καὶ τὴν ἐμὴν θείαν ἐν ἐσχάτοις ἐάσας κινδύνοις, ἐπὶ τὴν
λαύραν νυκτὸς ἐπανῆλθον. ἐκεῖσε οὖν περὶ τὴν δευτέραν ὥραν τῆς ἡμέρας ἐφθακώς, ὠρθοδρόμησα
πρὸς τὸν ἐμὸν ἐπιστάτην, λίαν ἐσπευσμένος διὰ τὴν ἐμὴν θείαν. τὸ ἡσυχαστήριον δὴ
καταντήσαντός μου, καὶ κατὰ τὸ σύνηθες τρὶς μηνύσαντός μου διὰ μικροῦ λίθου, ἀνέωξέ
μοι ὁ γέρων καὶ πρίν τι τὸ σύνολον φθέγξομαι, ἔφη πρός με, τὴν θύραν τῇ χειρὶ κατέχων·
«εὖ ἥκεις, ὦ ἐμὸν τέκνον, εὖ ἥκεις· μὴ ἀθύμει· οὐκ ἀποθνήσκει γὰρ ἡ θεία σου ἐν
τῇ ἀρρωστίᾳ ταύτῃ.» ἐγὼ δὲ πρὸς αὐτὸν εἶπον· «τοῦτο καταμαθεῖν παρά σου ἦλθον, ὦ
πάτερ.» ὁ δὲ ἀποκριθεὶς ἔφη· «ναὶ οἶδα, οἶδα, ὅτι τούτου χάριν ἐλήλυθας. οὐκοῦν
πεπληροφορημένος ἔσο, τέκνον, ὅτι ἐν τῇ νόσῳ ταύτῃ οὐ τελευτήσει. μὴ οὖν ἀθυμήσῃς,
μηδὲ λυπηθῇς, μηδὲ σαυτὸν ταῖς φροντίσι καταπονήσῃς καὶ ματαίαις ἀθυμίαις.» καὶ
ταῦτα τρὶς εἰπών, πρὶν ἤ με τὸ παράπαν λαλῆσαι πρὸς αὐτόν, ἤρξατο λέγειν τό Ϡπάτερ
ἡμῶν,Ϡ καὶ πληρώσας τὴν εὐχήν, εὐμενῶς καὶ φιλοφρόνως ἀπεδέξατο.
[558Χ]
137. ἡμῶν οὖν καθεσθέντων, ἠρώτησα αὐτὸν πάλιν, πολυπραγμονῶν καὶ ἀκριβευόμενος
σαφῶς εἰδέναι εἰς τί ἂν λήξει τῆς ἐμῆς θείας τὸ νόσημα, ἐπειδὴ ἡ καρδία μου λίαν
ἦν καιομένη ἦν [λεγε· ἐν ?] ἐμοί· οὐ γὰρ ᾤμην, ὅτι καταλαμβάνω τὴν λαύραν, ἄχρις
ἂν τελευτήσῃ· ὅθεν τρὶς ἀκούσας παρὰ τοῦ γέροντος ὅτι οὐκ ἀποθνήσκει, οὐκ ἐπαυσάμην,
ἀλλ᾿ ἠρώτησα αὐτὸν ἔτι, λέγων ἄκρας καὶ βεβαίας τυχεῖν πληροφορίας· «ἀξίωσόν με,
πάτερ, ὅτι οὐκ ἀποθνήσκει ἡ θεία μου ἐν τῇ νόσῳ ταύτῃ· ἐγὼ γὰρ αὐτὴν οὐ μόνον ἀπειπάμην
καὶ ἀπήλπισα, ἀλλὰ καὶ ἄλλοι πολλοί.» ὁ δὲ ἔφη πρός με· «ἔτι ἐρωτᾷς περὶ τούτου,
ὀλιγόπιστε οὐκ ἐπιστοφόρησά σε οὐ πολλάκις εἶπόν σοι, διδασκαλικοὺς ὑποθέμενος τρόπους,
μάλιστα περὶ τῆς ἀπιστίας ἥτις ἐκ δύο τινῶν συμβαίνει, ἔκ τε τῆς τῶν πραγμάτων ἀπειρίας
καὶ ἐκ τῆς ἀπροσεξίας, τοῦ κακοῦ πολεμήτορος διὰ παντὸς ὑποβάλλοντος ἐνθυμήσεις,
καὶ ἐν τῷ καθαρῷ σίτῳ ζιζάνια ῥυπαρὰ ἐπισπείροντος διὸ τοιγαροῦν πρὸς θεραπείαν
τῆς σῆς ὀλιγοπιστίας πορεύθητι πρὸς τὸν ἀρτοκόπον, καὶ αἴτησαι παρ᾿ αὐτοῦ μίαν προσφορὰν
ποιήσασθαί σοι· οὐ γὰρ ἔχει σήμερον ἐν ἑτοίμῳ, ἐπειδὴ τετάρτη τῆς ἑβδομάδος ἐστιν
ἡ παροῦσα ἡμέρα.»
[559Δ]
138. ἀπελθόντος οὖν μου, καὶ ἀπειληφότος τὴν προσφορὰν αὐθωρόν, ὁ θεοφόρος γέρων
προσήνεγκεν αὐτήν, καὶ πᾶσαν τελέσας τὴν μυσταγωγικὴν λειτουργίαν προσῆλθε γεγανυμένην
ἔχων θέαν καὶ χάριτος πεπληρωμένην καὶ ἔκλαμπρον, λάμποντι πυρὶ παραπλήσιον, καὶ
εἶπε πρός με· «οὐκ εἶπόν σοι, ὀλιγόπιστε, ὅτι οὐκ ἀποθνήσκει ἡ θεία σου ἐν τῇ ἀρρωστίᾳ
ταύτῃ ἀποσόβησον ἀπό σου πᾶσαν δυσπιστίαν, καὶ κακόβουλον γνώμην τε καὶ διάθεσιν,
καὶ μηκέτι προσθεὶς ἐπερωτῆσαί με περὶ τούτου τοῦ πράγματος.» πεπιστευκὼς τοίνυν
τοῖς χαριτοπνεύστοις αὐτοῦ λόγοις, τοὺς πόδας αὐτοῦ κατεφίλησα καὶ τὰς παλάμας,
μεγάλως εὐχαριστῶν τῷ θεῷ ὑπέρ τούτου, καὶ αὐτῷ θεοφόρῳ γέροντι. διαποιήσας δὲ ἀκαταπύκτως
καὶ ἀταράχως τὸ ὑπόλοιπον τῆς ἡμέρας ἐκείνης, τῇ ἑξῆς ἐπορεύθην τὴν θεόθεν διὰ τοῦ
σοφοβλύστου στόματος γνωρισθεῖσαν τοῦ γέροντος τῇ προσφιλεστάτῃ μου θείᾳ εὐαγγελισόμενος
αὐτῇ, καὶ καταλαβὼν αὐτὴν ἐν τοῖς τελευταίοις κινδύνοις οὐκ ἐδυσφόρησα, ἀλλ᾿ αὐτὴν
παρηγορήσας, μεθ᾿ ἡμέραν, ἢ τάχα καὶ δύο, εἰς τὴν λαύραν ὑπέστρεψα τῇ καλῇ ἐλπίδι
τῶν θεορήμων [λεγε· θεορρήτων ?] λόγων τοῦ γέροντος τρέφων τε καὶ καταρρυθμίζων
τὴν διάνοιαν. ἡ δὲ θεία μου μετ᾿ οὐ πολλὰς ἡμέρας ἀνακτισαμένη [λεγε· ἀνακτησαμένη],
ἐπὶ τὴν ἰδίαν ἦλθε πόλιν, καὶ χάριτι
[559Ε] Χριστοῦ ἄχρι τῆς σήμερον ἐν εὐρωστίᾳ καὶ ῥώμῃ διηνεκεῖ, τῷ Θεῷ χαριστήριον
ἀναπέμπουσα ὕμνον.
139. ἠκολούθησά ποτε τούτῳ τῷ γέροντι ἐπὶ τὰ σπήλαια τοῦ Δουκᾶ σὺν ἑτέροις τισὶ
τῶν πατέρων τῆς τε μεγίστης ἡμῶν λαύρας καὶ τῆς τοῦ Σουκᾶ κατὰ τὸν καιρὸν τῆς τεσσαρακοστῆς
τοῦ ὁσίου πατρὸς ἡμῶν Σάβα. ἔσχον δὲ πλησίον τοῦ σπηλαίου τοῦ γέροντος μικρὸν σπήλαιον,
ἐν ᾧ διάγων, ἑώρων καθ᾿ ἑκάστην ἡμέραν τὸν γέροντα τοῦ ἰδίου σπηλαίου ἐκβαίνοντα,
καὶ ἐπὶ τὴν ἀκρορίαν [λεγε· ἀκρώρειαν] τοῦ ὄρους βλέποντα, καὶ βυσσόθεν τῆς καρδίας
κατανυκτικῶς στενάζοντα, καὶ ἁπάντως τὸν θεὸν δοξολογοῦντα. οὐδὲν ἕνεκα τούτου πρὸς
αὐτὸν ἐποιησάμην ῥῆμα. τῆς τεσσαρακοστῆς οὖν πληρωθείσης, δυσωπηθεὶς ὁ γέρων, ἡνίκα
ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους ἀνελθεῖν ἠβουλήθη, παρέλαβεν τοὺς πατέρας, ἐάσας με σὺν
ἄλλῳ τινὶ τῶν πατέρων ἐν τοῖς σπηλαίοις κάτω. ὡς οὖν ἐγύρευον ὁμοῦ, εὗρον σπήλαιον,
ἔχον ξηρὸν χόρτον καὶ τόπον εὐκάθεδρον καὶ ἴχνη τινὸς ἀνθρώπου, ὃν ἀνιχνεύοντες
οἱ πατέρες περιεφοίτων οὐκ ἄνευ τοῦ γέροντος, καὶ
[559Ε] πολλὰ ἐζητηκότες, οὐδένα εὑρεῖν ἐξίσχυσαν. ὁ δὲ ἐπιστάτης προσεποιήσατο ἑαυτὸν
ἐπί τινα χρείαν ἰδιαζόντως πορεύεσθαι, εἰπὼν αὐτοῖς· «προλάβετε μικρόν, ὦ πατέρες·
ἰδοὺ γὰρ φθάνω ὑμᾶς.»
140. οἱ δὲ προπορευθέντες, ἐφ᾿ ἱκανὴν ὥραν ἐξεδέξαντο αὐτόν, καὶ βραδύναντα ᾠήθησαν
τῷ ἀναχωρητῇ προσωμιληκέναι· διὸ ἀναζητοῦντες αὐτὸν ὑπέστρεψαν ὀνομαστὶ καλοῦντες,
τοῦ ἀναχωρητοῦ τυχεῖν παραδοκοῦντες [λεγε· προσδοκοῦντες ?]. τῶν δὲ φωνῶν αὐτῶν
καὶ τῶν κραυγῶν ἀκούσας ὁ ἐπιστάτης, ἀνέδραμεν εἰς ἀπάντησιν αὐτῶν, φοβηθεὶς μήπως
μάθωσι τὸ αὐτοῦ μυστήριον. οἱ δὲ ἰδόντες αὐτόν, παρεκάλουν λέγοντες· «διὰ ποίαν
αἰτίαν ἐβράδυνας, πάτερ τάχα τῷ ἀναχωρητῇ συνέτυχες εἰπὲ ἡμῖν.» ὁ δὲ πρὸς αὐτοὺς
ἔφη· «σύγγνωτέ μοι, πατέρες, καὶ λοιπὸν μὴ ποιήσητε πρός με περὶ τούτου πεῦσιν.»
οἱ δὲ φιλοσοφήσαντες τὸ σιγηλὸν ἤσκησαν, εἰκάσαντες ὅτι προσετάχθη ὑπὸ τοῦ ἀναχωρητοῦ
μὴ φανερῶσαι αὐτοῖς τὰ περὶ αὐτοῦ.
141. καταβάντες δ᾿ οὖν ἐκ τοῦ ὄρους, ἠξίωσαν τὴν ἡμετέραν ταπείνωσιν περὶ τούτου
ἐρωτῆσαι τὸν γέροντα. ἐγὼ δὲ πεισθεὶς ἠρώτησα αὐτόν, πολλὰ
[560Α] γονυπετήσας τε καὶ ἀντιβολήσας. ὁ δὲ ἔφη πρός με· «τέκνον, ἐπειδή σε πόθον
ἔχοντα διάπυρόν τε καὶ θερμὸν ὁρῶ, καὶ συχνῶς ἐνοχλοῦντά μου περὶ τούτου μαθεῖν,
ἄκουσον· πολὺν διετέλεσα καιρὸν ὑπὸ λογισμῶν ἀκοιμήτων ἐνδιαθέτως σφυζόμενος, κελευόντων
με καὶ λεγόντων ὅτι Ϡἀναχωρητής τις ἐν ταῖς τοῦ ὄρους κορυφαῖς σπήλαιον οἰκεῖ, γνήσιος
τοῦ θεοῦ λάτρης καὶ ἅγιος· ἀλλ᾿ ἀνάβηθι εἰς τὸ ὄρος, καὶ ζήτησον, ὅτι εὐφρανθήσεσθαι
μέλλεις συνομιλήσας αὐτῷ.Ϡ ἐντεῦθεν γὰρ ἐν τῇ τεσσαρακοστῇ, ὅτε ἐν τοῖς τοῦ ὄρους
ἀκρωτηρίοις ἱστάμην, πολλὰ ἀνεστέναζον κάτωθεν ἐκ τῆς καρδίας εὐχόμενος τυχεῖν τῆς
τοῦ ἀναχωρητοῦ πνευματικῆς ὁμιλίας.
142. καὶ τῆς τεσσαρακοστῆς πληρωθείσης, ἠβουλήθην σὺν δυσὶν καὶ τρισὶν τῶν πατέρων
μόνον ἀνελθεῖν ἐπὶ τὸ ὄρος ἄνω, καὶ τὴν ἔφεσίν μου ἐν τῷ ἀναχωρητῇ ἀποπληρῶσαι.
ἀλλ᾿ ἰδὼν τοὺς πατέρας ἅπαντας ἠδέως ἔχοντας συμπορευθῆναι ἡμῖν, συμπαρέλαβον αὐτούς,
καὶ ἀναβάντες ἐψηλαφήσαμεν τὸ ὄρος, καὶ εὑρηκότες σπήλαιον καὶ ἴχνη τινὸς ἀνδρός,
ἐξεδράμομεν ἀκολουθοῦντες τοῖς ἴχνεσι, καὶ πολλὰ
[560Β] ἀνιχνεύσαντες ἅμα, οὐδενὸς ἐπετύχομεν. τότε δὴ προσεποιησάμην ἐμαυτὸν ἀπιέναι
χρείας ἕνεκεν ἀναγκαίας, καὶ παραυτὰ σμικρὸν ἰδιαζόντως ἀναζητήσας τὸν ἀναχωρητήν,
εὗρον αὐτὸν καὶ ἔγνων εὐθέως, ὅτι μὴ βουλόμενος ὁ ἅγιος ὀφθῆναι πολλοῖς, καὶ ὑπ᾿
αὐτῶν ὀχληθῆναι, οὐκ εὐφράνῃ με τὸ πρότερον σὺν τοῖς πατράσιν ὑπάρχοντα, καὶ μετὰ
τὴν εὐχὴν ἀσπασάμενος αὐτὸν καὶ συνομιλήσας αὐτῷ, λίαν ἐπετέρφθην καὶ ἠγαλλιάσθην
ἐπὶ ταῖς οὐρανοφρόσιν αὐτοῦ πνευματικαῖς διαλέξεσι.» πάλιν δὲ ἐγὼ ὁ μέτριος τὸν
ἐπιστάτην ἠρώτησα, λέγων· «καὶ ποδαπὸς τυγχάνει, ὦ πάτερ, ὁ ἀναχωρητὴς οὗτος τῷ
τε εἴδει καὶ μεγέθει καὶ ἡλικίᾳ» ὁ δὲ ἔφη· «μεσοπόλιος ὑπάρχει, οὐ πολὺ ἀσθενής,
εἰ καὶ ὑπὸ τῆς πολλῆς ἀσκήσεως ἡ σὰρξ ἐξέλειπεν· ὀστέα γὰρ ἔχει χονδρὰ καὶ μεγάλα·
ἔστι δὲ καὶ λίαν εὐμεγέθης καὶ εὐειδής, γυμνός, μόνην τὴν τοῦ σώματος αἰδῶ περιεζωσμένος
δερματινῷ λεντίῳ· λαχνηεὶς δέ, τριχώδης ἀνὴρ καὶ δασύς· ἔχει δὲ καὶ τριάκοντα χρόνους
ἀναχωρήσας. καταπλαγεὶς οὖν ἐπὶ τούτοις, καὶ πολὺ θαυμάσας, χαριστήριον ὕμνον θεῷ
ἀνέπεμψα.
[561Ε]
CAPUT ΞΙΙ.
143. ἄλλην δὲ διηγήσομαι ὑμῖν διήγησιν οὐκ ἄκοσμον, ἀλλὰ καὶ πάνυ τὴν οὐρανόφρονα
καὶ πνευματικὴν γνώμην τε καὶ διάθεσιν τοῦ γέροντος τούτου, καὶ τὴν μεγάλην ἀρετήν,
καὶ θεόσδοτον χάριν ἀποδεικνῦσαν καὶ παρεστῶσαν· ἀεὶ γὰρ συμπαρῆν τοῖς ἑαυτοῦ φοιτηταῖς,
τῷ πνεύματι ζέουσαν περὶ αὐτῶν ποιούμενος φροντίδα, τῆς σφῶν αὐτῶν προνοούμενος
σωτηρίας, καὶ ἐκτενεῖς ἐντεύξεις ὑπὲρ αὐτῶν ποιούμενος, καὶ σωματικῶς ἀπών, τὸν
βίον αὐτῶν ἐπίστατο· καὶ
[561Φ] τοῦτο οὐχ ἁπλῶς μαρτυρῶ, ἀλλ᾿ ἐξ ἐμαυτοῦ ἀσφαλεστάτῃ πείρᾳ μαθών. ἐμοῦ γάρ
ποτε μαθητεύοντος τῷ μακαρίῳ τούτῳ ἅμα τισὶν ἑτέροις, ἐπῆλθέ μοι σωματικὴ ἀσθένεια
πολλή, πόρρωθεν τοῦ ἡσυχαστηρίου τοῦ γέροντος ἐν τῷ κελλίῳ διάγοντι, ὥστε με μὴ
ἐκτελέσαι ἐπὶ πλείστας ἡμέρας τὸν νυκτερινὸν κανόνα μετὰ τῶν ἐμῶν συμμαθητῶν, ἀλλ᾿
ἡμερικῶς τὸ ἥμισυ αὐτοῦ, ἢ καὶ τάχα τὸ δίμοιρον. πολλὴν γὰρ ἐκ τῆς ἀδυναμίας προσεκτησάμην
ἀμέλειαν καὶ ῥαθυμίαν, ὑφ᾿ ἧς πολλάκις ἡττώμενος ἀπέρριπτον ἐμαυτὸν χαμαί, οὐχ
ὑπνῶσαι βουλόμενος, ἀλλὰ τυχεῖν βραχείας ἀναψυχῆς καὶ ἀνέσεως. λεληθότως δὲ ὑπὸ
τοῦ ὕπνου κλεπτόμενός τε καὶ ἁρπαζόμενος ἐκοιμώμην, ἄχρις ἂν οἱ ἀδελφοὶ ἐξύπνιζόν
με τὸ αὖγος, τοῦ καιροῦ τῆς πρωϊνῆς πρώτης ὥρας ἐπιστάντος. ἐνίοτε δὲ κᾀγὼ αὐτὸς
ἐξεγειρόμην, τοῦ ἐνδομυχοῦντος εὐκτικοῦ λογισμοῦ παροτρύνοντος, καὶ τὴν συνέχουσάν
με ἀδυναμίαν καὶ ἀνωμαλίαν ἐκτινάσσοντος· ἐφ᾿ αἷς ἠγωνίων πολὺ καὶ ἠνιώμην, μάλιστα
κρατούμενος ὑπὸ τῆς ἀμελείας τε καὶ χαυνώσεως, καὶ ἀπλήρωτόν τε καὶ ἀτέλεστον τὴν
νυκτερινὴν ψαλμωδίαν ἀπεργαζόμενος, ὡς εἷς τῶν εὐπλουστέρων [λεγε· ἁπλουστέρων]
τε καὶ ῥαθυμωτέρων
[562Α] ἀρχαρίων, εὖ εἰδὼς ὅτι εἰς ἐσχάτην ψυχῆς ἀπώλειάν τε καὶ ὄλεθρον ἀπελαύνει
τῆς ψυχῆς ἡ ἀμέλεια καὶ τοῦ σώματος ἡ ἄνεσις.
144. μιᾷ οὖν τῶν ἡμερῶν ἐκείνων, τῆς θερινῆς ὥρας διϊππευούσῃς, ἐν αἰθρίῳ τόπῳ καθεύδων,
ἐπὶ τὴν ἐμὴν πενιχρὰν κοίτην μετὰ τῶν ἀδελφῶν τὸ δίμοιρον τοῦ κανόνος πεποιηκώς,
καὶ ὑπὸ τῶν λογισμῶν ἐξεγειρόμενος ἀναπληρῶσαι τὸ ὑπόλοιπον, καὶ πάλιν ὑπὸ τῆς χαυνώσεως
νικώμενος, ὑπὸ βαθέως ἡρπάγην ὕπνου, ὥσπερ εἴωθα. ὡς οὖν ὕπνωσα ἐπὶ μίαν ὥραν ἢ
καὶ μικρῷ πλεῖον, θεωρῶ τινα φρικώδη λίαν καὶ φοβερὸν καὶ καταπληκτικὸν εἰσελθόντα
διὰ τῆς τοῦ κελλίου σμικροτάτης θύρας, ἀντικρύ μου οὔσης, καὶ ἐπ᾿ ἐμὲ ἐρχόμενον.
ὡς δὲ εἶδον αὐτόν, ἄγαν ἔξυπνος ἐγενόμην, τοὺς ὀφθαλμοὺς ἀποκαλύψας καὶ παραυτὰ
τὸν φίλον ἐπιστάτην ἔγνων, τὸν ὡς ἀληθῶς ἅγιόν τε καὶ φιλάνθρωπον· παρέστη γὰρ τοῖς
ποσί μου, τὸ σταυρόμορφον αὐτοῦ ἱερὸν βαστάζων σκῆπτρον, καὶ τὸ μικρὸν ἐπιρριπτάριον
ἐπὶ τῶν ὤμων ἔχων, κᾀμοὶ προσεχῶς ἀτενίζων, καὶ μονονουχὶ τῷ σχήματι
[562Β] ἐξυπνίζων με καὶ κελεύων μὴ πάννυχον ἀπανθίζειν ὕπνον, καὶ ὀργίλως μοι φαινόμενος
διὰ τὴν ἐπικρατήσασάν μου ἀπροσεξίαν τε καὶ ἀμέλειαν. οὐ μέντοι γε τὸ παράπαν ἐλάλησέ
μοι, ἀλλ᾿ ἵστατο σιωπῶν, καὶ κατηφὲς ἐνδεικνύμενος ἦθος, ὡσαύτως οὐδὲ ἐγὼ πρὸς αὐτὸν
ἀπεφθεγξάμην, ὡς οἰόμενος αὐτὸν ἀπὸ τοῦ κελλίου ἐληλυθότα τὴν ἐμὴν ἐξυπνίσαι καὶ
διαναστῆσαι νωθρότητα, οὔτε δὴ κατὰ τὸ σύνηθες ἔκλινα αὐτῷ γόνυ, μεγάλῃ κεκρατημένος
ἐρυθριάσει τε καὶ αἰδοῖ.
145. ἀλλ᾿ οὖν ὅμως ἐγερθεὶς παραχρῆμα μικρὸν ἄποθεν τῆς κλίνης μου ἔστην κατὰ ἀνατολάς,
καὶ τῆς δοξολογίας ἀπηρξάμην τοῦ κανόνος κατὰ τὴν σχηματισθεῖσάν μοι τοῦ γέροντος
ἔφεσίν τε καὶ κέλευσιν, καὶ τῆς ἐμῆς περὶ τούτου φροντίδος ἀπαλλαγὴν σπουδάζων ποιήσασθαι,
μάλιστα τοῦ ὄρθρου φανέντος, καὶ τὴν τοῦ ἡλίου μηνύοντος ἀνατολήν. ἐδεδίειν γάρ,
μήπως οἱ ἀδελφοὶ ἐξαναστάντες προτρέψωνταί με τὴν πρώτην εὐχὴν τῆς ἡμέρας συνεκτελέσαι
αὐτοῖς. θεασάμενός με τοίνυν ὁ ἅγιος γέρων λίαν προθυμούμενον, πᾶσαν τὴν τῆς νυκτερινῆς
ψαλμωδίας ἀκολουθίαν
[562Χ] ἀποπληρῶσαι ἅμα ταῖς συνήθεσι γονυκλισίαις, πλησιάσας ἔστη ἐκ δεξιῶν μου,
τῇ ἱερωτάτῃ αὐτοῦ ὑπερειδόμενος βακτηρίᾳ, τὴν κατήφειαν ἐκείνην μεταβαλὼν εἰς εὐφροσύνην
καὶ χαρμονὴν καὶ διάχυσιν, καὶ ἐθάρσησέ με καὶ ἐσπευσμένον κατήπειγε, τὴν προθυμίαν
μου προθυμοτέραν ἀποτελῶν τοῖς σχήμασι. μετὰ τοιαύτης οὖν ζεούσης σπουδῆς καὶ ἀγῶνος
πολλοῦ νηφόντως τε καὶ τλημόνως ψάλλων τε καὶ εὐχόμενος καὶ κατανεύων τε καὶ ἀνανεύων,
ἔχων τὰς ὄψεις πρὸς τὸν ἐπιστάτην, ἐκ δεξιῶν μοι τοῖς ἱματίοις προσθήγοντα, τέλειόν
μου τὸν κανόνα πεποίηκα πρὶν ἀνατεῖλαι τὸν ἥλιον, ἅμα τῷ τρισαγίῳ ὕμνῳ καὶ τῇ αὐτοῦ
εὐχῇ.
146. κατὰ τὸ ἔθος δὲ τῆς τελευταίας εὐχῆς τοῦ κανόνος ἐπιλαμβανόμενόν με θεασάμενος
ὁ ἐπιστάτης πάνυ γεγηθὼς ἐπανῆλθε, διὰ τῆς τοῦ κελλίου θύρας τὴν ἐπάνοδον ποιούμενος.
πρὸς αὐτὸν νουνεχῶς ἀτενίζων, ἧς ἐπελαβόμην εὐχῆς ἠβουλήθην παρεάσαι, συντυχεῖν
αὐτῷ ἐφιέμενος· ἀλλ᾿ ὡς κατὰ τῆς θύρας ἔνδοθεν καταλαβεῖν αὐτὸν ἐλπίσας, ἀνεσχετίσθην
[λεγε· ἀναχαιτίσθην ?], ἄχρις ἂν τὴν μετὰ χεῖρας εὐχὴν ἐκτελέσω· ἧς ἐκτελεσθείσης,
ἔδραμον κατόπισθεν αὐτοῦ, μεταμέλῳ πυρποληθεὶς ἀπείρῳ, αἰδούμενος ἅμα τὸν θεὸν καὶ
τὸν
[563Δ] ἐπιστάτην, ὅτι με βαθεῖ κατακυλισθέντα ὕπνῳ διεγείρων ἐληλύθει, καὶ οὐδ᾿
ὅλως ἠσπασάμην αὐτόν, προσπεσὼν κατὰ τὸ ἔθος τοῖς ἴχνεσιν αὐτοῦ, ἀγνώμων φανείς,
καὶ παχύτητα διανοίας περικείμενος. ὅθεν τῆς μεταμελείας τὴν φλόγα σβέσαι βουλόμενος,
ἅπαν ἐμπόνως ἐψηλάφηκα τὸ κελλίον, καὶ εὑρηκὼς μηδένα ἐπὶ τὰς πύλας ἔδραμον. ὦ τῆς
ἀτυχίας↙ εὗρον γὰρ αὐτὰς ἀραρότως ἀποκεκλεισμένας. ἐν ἀπορίᾳ δὲ κατασταθείς, ἐξύπνισα
τοὺς ἀδελφούς, ἕνα ἕκαστον πυνθανόμενος, εἴπερ εἴη θεασάμενος τὸν ἐπιστάτην, καὶ
μηδὲν πλέον ἀκούσας παρ᾿ αὐτῶν ἀλλ᾿ ἢ τό· «οὔτε ἀπὸ ἡμερῶν ἱκανῶν ὤφθη ἐνταῦθα ὁ
ἐπιστάτης, οὔτε ὅλως εἰ παραγέγονεν οἴδαμεν· ἐν τῷ ἡσυχαστηρίῳ αὐτοῦ πέφυκεν, ὡς
οἶσθα καὶ σύ. ἐξένισας ἡμᾶς, ἀδελφέ, καὶ κατέπληξας ἀθρόως οὕτως ἀναζητήσας τὸν
ἡμέτερον ἐπιστάτην.»
147. πολὺ πλέον δὲ ἐγὼ ἐπὶ τούτοις τεθηπώς, οὐδενὶ παρ᾿ αὐτῶν ἀπεκάλυψα τὸ μυστήριον
τῆς ὀπτασίας, ἀλλὰ σὺν αὐτοῖς τὴν πρώτην εὐχὴν τῆς ἡμέρας τετελεκώς, εὐθέως καὶ
παραυτὰ πρὸ πάντων πρὸς τὸν ἐπιστάτην ᾠχόμην εἰς τὸ ἡσυχαστήριον. μηνύσαντος
[563Ε] δέ μου κατὰ τὸ σύνηθες, ἀνέῳξε τὴν θύραν, καὶ τὴν εὐχὴν τοῦ Ϡπάτερ ἡμῶνϠ
ἀποπληρώσας, καθίσας ἐκέλευσέ με καθισθῆναι, μειδιῶν καὶ λέγων πρός με· «διὰ τί,
τέκνον, ἐνταῦθα ἐλήλυθας ἄρτι» πρὸς ὅν, μικρὸν παρασιωπήσας, ἔφην· «πότε σὺ παραγέγονας
ἐν τῷ κελλίῳ, πάτερ, καὶ πότε ὑπέστρεψας» ὁ δὲ πάλιν διαχεόμενος ἔφη· «πίστευέ μοι,
πνευματικώτατον τέκνον, ὅτι τοῦ ἡσυχαστηρίου σωματικῶς οὐκ ἀπέστην, εἰ καὶ πνευματικῶς
συμπαρήμην σοι, ὥσπερ ἑώρακας. μὴ ἀμέλει λοιπὸν τῆς σαυτοῦ σωτηρίας, μὴ ἀμέλει,
τέκνον, οἰόμενος τὴν ἐμὴν ταπείνωσιν ἀγνοεῖν τὰ κατά σε· εἰ γὰρ καὶ τὰ κρύφια μόνῃ
τῇ ὄντως ἀληθείᾳ γνωστὰ τυγχάνει· ἀλλ᾿ οὖν καὶ ἡμῖν δίδωσι κατὰ χάριν εἰδέναι, οὐ
διὰ τὴν ἡμῶν ἀξιότητα, ἀλλὰ διὰ τὴν ὑμῶν σωτηρίαν. ὅθεν οὐδὲν διαλάθει με παντελῶς
τῆς ὑμῶν διαγωγῆς· ἀλλὰ καὶ εἴπερ ἤθελον καταλέξαι πάντα τὰ ὑμῶν μυστήρια, δυναίμην
ἂν διὰ τῆς τοῦ θεοῦ συνεργίας. ἀλλ᾿ ὡς μὴ βουλόμενος ἐλέγξαι ὑμᾶς, καὶ εἰς αἰσχύνην
ἀγαγεῖν, οὐ δημοσιεύω τὰ καθ᾿ ὑμᾶς, διότι καὶ αὐτὸς ἄνθρωπός εἰμι ὁμοιοπαθὴς ὑμῖν,
καὶ τῆς αὐτῆς τελὼν ἀσθενείας.
148. ἄλλο δέ σοι ἐρῶ, ἐπειδὴ μαθητὴς καθέστηκας,
[563Φ] καὶ δεῖ τινα δι᾿ οἰκονομίαν θάρρειν μαθηταῖς. ἐπέρχεταί μοι ὥρα πολλάκις,
ἐν ᾗ καὶ τὴν μυστικὴν τελῶν θυσίαν, πλείονων τῶν ἐν τῇ λαύρᾳ πατέρων διαγόντων μαθησαίμην
ἂν καὶ εἴποιμι καὶ λεπτομερῶς καταλέξαιμι τὰ αὐτῶν, εἴπερ βουληθείην. οὐκοῦν ἄπιθι,
καὶ τοῖς σοῖς συμφοιτηταῖς εὐάγγειλον, μηδὲν ἀποκρύπτων, ἀλλὰ φανεροποιῶν, πῶς με
κατίδες· ἐπειδήπερ εἰσὶ καὶ αὐτοὶ δυσπιστίαν νοσοῦντες, κατὰ σέ. τὸ δὲ γνῶσον σαφῶς,
ὅτι ταῦτά σοι λαλεῖν ἀνάγκην ἔχω· ἐπειδὴ λόγον ὑπέρ σου τε καὶ ὑπὲρ αὐτῶν ἀπαιτοῦμαι
ἐν τῇ φρικώδει ἡμέρᾳ τῆς κρίσεως, ὅταν ὁ κύριος τῆς δόξης ἔλθῃ κρίναι ζῶντας καὶ
νεκρούς, καὶ ἀποδοῦναι ἑκάστων τῶν βεβιωμένων τὰς ἀμοιβάς, ὃς καὶ πάντων τῶν αἰτουμένων
αὐτὸν ἐν ἀληθείᾳ ποιεῖ τὸ θέλημα, οἰκονομῶν ἑκάστῳ τὰ κάλλιστά τε καὶ συμφερώτατα·
πολλάκις γὰρ αἰτηθεὶς ὑπό τινος, ἢ αὐτὸς πρὸς κύριον οἰκεῖαν βουληθεὶς ποιήσασθαι
δέησιν ἕνεκεν ἀποκαλύψεως μυστικῶν πραγμάτων διὰ τῆς ἀναιμάκτου μυσταγωγικῆς ἱερουργίας,
οὐκ ἀπεστράφην ἄγνωστος τῆς ζητήσεως, καθαραῖς αὐτὸν δυσωπήσας ἐντεύξεσι, καὶ εἰπών·
Ϡκύριε καρδιογνῶστα, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, ὁ πάντα γινώσκων πρὶν
γενέσεως αὐτῶν, εἰ ἄρεστόν σοι ἐστὶ
[564Α] καὶ καλὸν ἐνώπιόν σου, φανεροποίησόν μοι, ὅπερ αἰτοῦμαι παρά σου, ὅτι τὰ
ἅπαντα δύνασαι καὶ ἀδυνατεῖ σοι οὐδέν.Ϡ πίστευέ μοι, τέκνον πιστότατον, ὅτι παραυτὰ
πᾶν ὅπερ ἂν συμφέρον εἴη καὶ σωτήριον, ἐκομισάμην παρ᾿ αὐτοῦ, ὡς οὐδέ σε διέλαθεν,
ὅτε πρὸ ὀλίγων μηνῶν περὶ τῆς σῆς θείας ᾐτήσω, οὐδὲ πολλοὺς ἑτέρους.»
149. μεγάλως δὲ τεθαυμακὼς ἐπὶ τούτοις καὶ κατανυγεὶς ἠρξάμην ἐξυφαίνειν ἐγκωμίων
πλοκὰς καὶ ἐπαινετικοὺς στεφάνους τῇ ἱερᾷ τοῦ γέροντος περιτίθεσθαι κορυφῇ, δοξολογίας
καὶ χαριστηρίους ὕμνους ἀναπέμπων τῷ θεῷ. ὁ δὲ πραείᾳ τῇ φωνῇ καὶ μετρίῳ φρονήματι
ἔφη· «τί με θέλεις οὐ δικαίως ἐπαινέσαι, τέκνον οὐκ ἐμὸς ὁ ἔπαινος, ἀλλὰ τοῦ πάντα
ἐν πᾶσιν ἐνεργοῦντος θεοῦ, τοῦ πατρὸς τῶν φώτων, καὶ δωτῆρος τῶν ἀγαθῶν· ὅπερ γὰρ
ἔφην πλειστάκις, τὸ αὐτὸ λέγω καὶ νῦν, καὶ λέγων οὐ παύομαι· ὅτι μόνῳ τῷ θεῷ πρέπει
ὁ ὕμνος καὶ ὁ ἔπαινος καὶ τὰ θαύματα, καὶ πᾶσα δόξα καὶ τιμή, τῷ ποιοῦντι μεγάλα
καὶ θαυμάσια, οὗ τῆς μεγαλειότητος οὐ μόνον
[564Β] αἱ λόγου μετέχουσαι φύσεις ὑπάρχουσι διαπρύσιοι κήρυκες καὶ ἐπαινέται, ἀλλὰ
καὶ αἱ ἄλογοι καὶ ἀναίσθητοι, αἵ τε παρ᾿ αὐτοῦ λαβοῦσαι τὸ εἶναί τε καὶ γενέσθαι.
ὥσπερ γὰρ οὐ τῆς κιθάρας, ἀλλὰ τοῦ κιθαριστοῦ τυγχάνει τὸ ἐγκώμιον, ὡς ἐξ ἀναισθήτου
τε καὶ νεκρᾶς οὐσίας εὐφυεστάτοις δακτύλοις τεχναζομένου τε καὶ ἀποτελοῦντος εὔλυρον
μουσικὴν συμφωνίαν τε καὶ ἁρμονίαν, καὶ διὰ τῆς ἡδυτάτης φωνῆς τέρποντος τοὺς ἀκούοντας,
οὔτε μὴν κιννύρα, χορδαί τε καὶ κόλλοπες καὶ ζυγὸς καὶ πλήκτρον τοὺς μισθοὺς κομίζονται,
ἀλλ᾿ ὁ ἐπιστημόνως κεχρημένος αὐτοῖς, καὶ δι᾿ αὐτῶν τέρπνον ἐργασάμενος μελῳδίαν·
ἐπειδὴ καὶ ἄνευ μουσικῶν ὀργάνων ὁ ἀοιδὸς εὔμουσον ἰσχύει ἀποτελεῖν λύραν, καὶ εὔφωνον
τραγῳδίαν· οὕτως μόνου τοῦ θεοῦ καθέστηκεν ὁ αἶνός τε καὶ ἔπαινος, καὶ οὐκ ἐμοῦ,
τοῦ ξηροῦ καὶ νεκροῦ καὶ ἀκάρπου ξύλου, τοῦ πικρίας γέμοντος.
150. ἔστω τις βασιλεὺς πάντα τὸν στρατιωτικὸν αὐτοῦ συναθροίσας ὅμιλον καὶ τὸν λεπτὸν
δῆμον, βουλόμενος ῥογεῦσαι χρήματα, καὶ πάντας τοὺς ὑπὸ χεῖρα φιλοτιμήσασθαι·
ἐπὶ τοῦ βασιλικοῦ προκαθεσθεὶς θρόνου, κελεύσει τὰς σακελλὰς πετασθῆναι, καί
[564Χ] τινας τῆς παρεστώσης ἀπείρου τε καὶ ἀμυθήτου πληθύος, πρὸς αὐτὸν μόνον τὸ
ὄμμα φερούσης, προσκαλεσάμενος, διανομέας καταστήσει. τίνι ἄν, εἰπέ μοι, προσαφθήσεται
εὐχαριστία τε καὶ ὁ ἔπαινος τοῖς κατὰ χάριν τὴν νομικὴν ἐμπιστευθεῖσιν, ἢ τῷ πάντων
κυρίῳ καὶ βασιλεῖ, τῷ τὰ πάντα χαρισαμένῳ καὐτοὺς οἰκονομικῶς ἐμπιστεύσαντος τί
τούτων πάντως φήσεις ὑπάρχειν τὴν [λεγε· τὸν] ἔπαινον εἰ γὰρ καὶ κατὰ χάριν εὐφημοῦνται,
ἀλλὰ τοῦ βασιλέως ὑπάρχει ἡ εὐφημία, τοῦ φύσει γὰρ ἐνδόξου πέφυκε τῶν κατὰ χάριν
δοξαζομένων τὸ κλέος· ἡ γὰρ θεόθεν ποριζομένη μοι χάρις, αὕτη οὐκ ἐμοὶ δέδωται,
τῷ ἁμαρτωλῷ καὶ γυμνῷ παντοίας ἀρετῆς καὶ βίου σεμνότητος, ἀλλὰ τῇ θεοσεβεῖ καὶ
πιστῇ συνειδήσει τῶν εἰς ἐμέ τε πιστευόντων, καὶ εἰς τουτὶ τὸ ἅγιον σχῆμα, ὅπερ
ταῖς ἐμαῖς ἠχρείωσα κακίαις. ἔστι γάρ, ἔστιν, ὅτε καὶ ἐν ἀναξίοις ἐνεργεῖ καὶ πνεῖ
ἡ θεία χάρις, οὐ δι᾿ αὐτούς, ἀλλὰ διὰ τὴν τῶν προσιεμένων ὠφέλειαν· ὥστε ὁ ἐμὲ τὸν
ἀνάξιον ἐν τοῖς τοιούτοις ἐγκωμιάζων, ἐκπίπτει τοῦ δέοντος. ὁ δοξάζων τοίνυν, τὸν
θεὸν δοξαζέτω· καὶ ὁ ἐπαινῶν, αὐτὸν ἐπαινείτω, καὶ ὁ εὐχαριστῶν, αὐτῷ εὐχαριστείτω,
ᾧ πρέπει δόξα, μεγαλοπρέπεια καὶ εὐχαριστία εἰς τοὺς αἰῶνας. ἀμήν.»
[565Δ]
150. θαυμάσας οὖν καὶ ἐν τούτοις τὴν πολλὴν ταπείνωσιν αὐτοῦ καὶ εὐλάβειαν, καὶ
τοὺς ἀξιογράφους λόγους ἐν ἐμαυτῷ φυλάξας, ἀνεχώρησα δοξάζων τὸν θεόν, καὶ τὴν θεόπνευστον
αὐτοῦ ἐκθειάζων διδασκαλίαν καὶ χάριν, ἧς οὐδὲν ἀπέκρυπτε τὸ θεῖον τῆς ἡμῶν τῶν
μαθητῶν λατραίας διαγωγῆς. φανερὸν δὲ τοῦτο ἔκ τε τῆς εἰρημένης καὶ τῆς νυνὶ λεχθησομένης
διηγήσεως.
151. ἐφιλονεικήσαμέν ποτε ἐγὼ καὶ ἄλλος μαθητής, καὶ ὀνειδιστικοῖς λόγοις ἀλλήλους
καθυβρίσαμεν, ὥς τινες ἀσθενεῖς τυγχάνοντες· ἀλλ᾿ ὅμως πρὸς βραχεῖαν ὥραν ἡ φιλονεικία
διέμεινε· φλὸξ γὰρ ἦν καὶ ἐσβέσθη, καὶ βράσμα βραχὺ καὶ κατέπαυσεν ὑπὸ τῆς πνευματικῆς
δρόσου τῆς φιλαδελφικῆς εὐμενείας διὰ τῶν θεοπειθῶντος ἐπιστάτου εὐχῶν καὶ ἐντεύξεων,
πρὸς ὃν καταλλαγέντες, καὶ μετ᾿ ἀλλήλων εἰρηνεύσαντες, ἅμα τοῖς λοιποῖς συμφοιτηταῖς
ἐπορεύθημεν τῶν ψυχωφελῶν αὐτοῦ ἀκοῦσαι παραινέσεων ὀψὲ
[565Ε] σαββάτου, καὶ βουλόμενοι μετὰ τῶν πατέρων τὴν παννυχίδα τῆς ἁγίας κυριακῆς
ἐκτελέσαι· καὶ ἐλθόντων ἡμῶν πρὸς αὐτόν, καὶ εἰς ἀκρόασιν τῶν ἱερῶν αὐτοῦ διδαγμάτων
καθεσθέντων, ἤρξατο διδάσκειν καὶ νουθετεῖν ἡμᾶς περὶ ἀγάπης. ἰδὼν δὲ ἡμᾶς ἀμελῶς
τοῖς σοφοῖς αὐτοῦ προσέχοντας λόγοις, ἠγανάκτησε καὶ εἶπεν· «μέχρι τίνος, ὦ ταπεινοὶ
καὶ πάντων ἐλεεινότατοι, ἐπ᾿ ἀμφοτέραις σχολανεῖτε [λεγε· σχολάζητε ?] ταῖς ἀγνοίαις,
καταφρονοῦντες τῆς ὑμέτερας ζωῆς καὶ σωτηρίας, δοκοῦντες ὅτι διαλανθάνει με ὁ ὑμέτερος
βίος εἰ βούλεσθε, κᾀγὼ θριαμβεύσω τὰ μυστήρια ὑμῶν πάντα, ὧν τὸ πλῆθος παραιτησάμενος
εἰπεῖν ἵνα μὴ καταισχύνω ὑμᾶς, μέρος τι λέγω διὰ τὴν ὑμετέραν ὠφέλειαν.»
152. καὶ οὕτως εἰπών, δακτυλοδεικτῶν με, τοῖς λοιποῖς συμφοιτηταῖς φησιν· «ὁ ἐλεεινὸς
οὗτος καὶ πανάθλιος ἐφιλονείκησε σήμερον μετ᾿ ἐκείνου τοῦ ὄντος αὐτῷ παραπλησίου
ἐλεεινοῦ καὶ παναθλίου, καὶ κακῶς ἀλλήλους ἐσφενδόνησαν μωραῖς ὕβρεσιν καὶ ὀνείδεσιν·
ἐκεῖνος γὰρ ὑπὸ τοῦδε πολεμεῖται, καὶ οὗτος ἐπὶ τοῦδε καὶ τοῦδε ἡττᾶται, καὶ ὁ ἄλλος
τοιόνδε καὶ τοῖον λογισμὸν ἔχει·» καὶ ἁπλῶς ἕνα
[565Φ] ἕκαστον δεικνύων εἴλεγχε [λεγε· ἤλεγχε] κατὰ πρόσωπον πάντων. ἀλλὰ δὲ καὶ
πολλὰ λέγειν ἠπείλει τῷ σχήματι, ἀλλὰ ὑπὸ τῆς συμπαθείας κεκρατημένος ἐφαίνετο,
λέγων· «ὑπὲρ ὑμῶν, τῶν ἀγαπητῶν τέκνων, δέομαι τοῦ σωτῆρος, τοῦ ὑπὲρ τῆς τοῦ κόσμου
ζωῆς καὶ σωτηρίας σταυρόν τε καὶ θάνατον ὑπομείναντος, ἵνα τὰς ἡμῶν ψυχὰς σώσῃ ἀπὸ
πάσης σατανικῆς ἐπιβουλῆς καὶ ἐνεργείας.» καὶ οὕτως εἰπών, τὰς χεῖρας εἰς τὸν οὐρανὸν
ἀνέσχεν, καὶ εὐλογήσας ἡμᾶς καὶ τὴν σφραγίδα τοῦ τιμίου σταυροῦ ἐφοδιάσας, εἰς τὴν
ἐκκλησίαν ἀπέλυσεν. ἡμεῖς δὲ πορευθέντες, μετὰ πολλῆς κατανύξεως τὴν ἀγρυπνίαν μετὰ
τῶν πατέρων ἐξετελέσαμεν, τὸν θεὸν δοξολογοῦντες, καὶ τὴν τοῦ γέροντος ἀρετὴν ἐκθειάζοντες.
153. ἄλλοτε ἐγὼ καὶ ἄλλοι δύο τῶν μαθητῶν ἀπελθόντες πρὸς τὸν ἐπιστάτην εἰς τὸ ἡσυχαστήριον,
ἐκαθέσθημεν συνήθως ἀκροώμενοι τῶν φωτιστικῶν αὐτοῦ διδασκαλιῶν, καὶ ὡς ἀτενίζοντες
ἦμεν πρὸς αὐτόν, φησὶ πρός τινα τῶν σὺν ἡμῖν· «διὰ τί δεινῶς ὑπὸ σατανικῶν ἐνοχλούμενος
λογισμῶν, τέκνον, οὐκ ἐγνώρισάς με ἕως τοῦ νῦν» ὁ δὲ μετὰ ὥραν· «συγχώρησον, ὦ πάτερ,»
ἔφη, «καὶ εὐξαι [λεγε· εὖξαι] ὑπὲρ ἐμοῦ.» ὁ δὲ γέρων εἶπεν· «δημοσίευσον οὓς ἔχεις
λογισμούς, ἵνα
[566Α] σὺν θεῷ θεραπεύσω αὐτούς· μετὰ γὰρ τὸν κανόνα τῆς νυκτερινῆς ψαλμῳδίας ὁρῶ
κατ᾿ ὄναρ μέγαν δράκοντα καὶ ἐρεμνόν, φρικώδεις ἔχοντα φοινικοέντας καὶ δαφοινοὺς
ὀφθαλμούς, κατατρέχοντά σε καὶ κεχηνότα, καὶ καταπιεῖν ἀπειλοῦντα σὲ δὲ δακνόμενον
καὶ φεύγοντα, καὶ πρότερον μὲν τῆς βοηθείας μου μὴ δεόμενον, ἐγγὺς ὑπάρχοντος, ὕστερον
δὲ φοβηθέντα, καὶ πρὸς τὸ θανατωθῆναι ὑπ᾿ αὐτοῦ, ἤδη κατεχομένου, ἐλεεινὰς δεητικῶς
ἀφιέντα φωνάς, καὶ λέγοντα· Ϡὄρεγέ μοι χεῖρα, ἐπιστάτα, ὄρεγε χεῖρα καὶ φθάσον με
πρὶν θάνω καὶ ἔκσπασόν με τοῦ καταδιώκοντός με καὶ χαλεπωτάτου θηρός.Ϡ ἐγὼ δὲ τῆς
δεήσεώς σου ἀκηκοώς, τῷ τῆς συμπαθείας κέντρῳ νυγείς, ἀνέστην, καὶ λαβὼν ὃ πρόχειρον
εὑρέθη ἐπιτηδειότατον ὄργανον, καιρίως αὐτὸν ἐτραυμάτισα, ὅμως δὲ θανατηφόρον πληγὴν
οὐ δέδωκα, οὐχ ἑκὼν ἀλλ᾿ ἐπειδὴ τετραυματισμένος φυγών με δρομαίως ἥρπυσεν ἐπὶ τὸ
ἑαυτοῦ φωλεὸν καὶ ἄφαντος γέγονε, λύπην ἐγκαταλιπών μοι δεινὴν τὴν κακίστην αὐτοῦ
μὴ καταθλάσαντι κεφαλήν· ὅθεν φοβοῦμαι, ὅτι φονεῦσαι αὐτὸν βουληθείς, ἀγριώτερον
[566Β] μᾶλλον ἀπειργασάμην κατά σου· ὥσπερ γάρ τις λέων ἐπὶ ποίμνην προβάτων ἐπελθών,
ὑπὸ τοῦ ποιμένος δεινῶς ἀπελασθείς, θηριωδέστερος γίνεται καὶ μανικῶς ὡρμώμενος
ἁρπάζει τὰ πρόβατα, οὕτω καὶ ὁ νοητὸς θήρ, ὅταν μὴ συντριβῇ τὴν κάραν ὅταν μάχηται,
ἐπὶ πλέον λυττᾷ, καὶ μαίνεται.»
154. ταῦτα οὖν ἀκούσας ὁ ἀδελφὸς ἔφριξεν, καὶ τὸ πρόσωπον αὐτοῦ τοῖς ἴχνεσιν ἐπιθεὶς
τοῦ ἐπιστάτου ἔφη· «συγχώρησόν μοι, ὦ πάτερ, τῶν παρῳχηκότων μου πταισμάτων τὸ πέλαγος,
καὶ περιτείχισόν με ταῖς σαῖς πρὸς τὸ θεῖον προσευχαῖς, ἐπαγγελλόμενον ἀπὸ τοῦ νῦν
ποιήσασθαι διορθώσεως ἀπαρχήν. ἕνεκεν γὰρ τούτου παρεγενόμην πρὸς σέ, ἵνα τοὺς ἐμοὺς
ἀποκαλύψω σοι λογισμούς, οὓς οὐκ ἀπέκρυψεν ἀπό σου ὁ τῶν κρυφίων ἐταστὴς θεός. παρακαλῶ
τοίνυν μικρὸν ἰδιάσαι σὺν ἐμοί, ἵνα σὺν θεῷ καὶ πάλιν ἀπ᾿ ἐμοῦ μαθών, ἀποδιώξεις
αὐτούς.» ὁ δὲ μετ᾿ αὐτοῦ ἰδιάσας, καὶ γνοὺς ὃν ἔσχεν ὁ μαθητὴς σατανικὸν πόλεμον,
καὶ τὰς ἐνθυμήσεις τὰς πονηράς, ὡς σοφὸς ἐθεράπευσεν ἰατρὸς ταῖς ἑαυτοῦ εὐχαῖς τε
καὶ
[566Χ] πνευματικαῖς βοηθείαις, καὶ μεθ᾿ ἡμῶν εἰς τὸ κελλίον ἀπέλυσεν αὐτόν, σῶον
καὶ ὑγιῆ. τὴν τελείαν δὲ αὐτοῦ θεραπείαν ἀνήγγειλεν ἡμῖν ὁ ἀδελφός, καθομολογῶν
τῷ θεῷ χάριν καὶ τῷ ὑμετέρῳ [λεγε· ἡμετέρῳ ?] ἐπιστάτῃ. ὕστερον δὲ μεθ᾿ ἡμέρας ὀλίγας
λαβὼν μήνυσιν παρὰ τοῦ ἐπιστάτου, ἐπὶ τὴν ἁγίαν ἀνεχώρησε πόλιν. ἐν αὐτῇ δὲ μικρὸν
αὐτοῦ διαποιήσαντος χρόνον, ὡς ἔφη ἡμῖν ὁ ἐπιστάτης, συνηγμένοις παρ᾿ αὐτῷ· «εἶδον
ἔτι τὸν σκοτεινὸν δράκοντα ἐκεῖνον, τρέχοντα κατόπισθεν ἐκείνου τοῦ ταπεινοῦ ἀδελφοῦ,
καὐτὸν ἐφθακότα καὶ ἀλγεινῶς τετρωκότα· εὗρε γὰρ αὐτὸν μονωθέντα τῆς ποιμενικῆς
προστασίας, ὡς λύκος πρόβατον ἐν ἐρήμῳ πλανώμενον.» ταῦτα οὖν τοῦ γέροντος εἰπόντος,
μετ᾿ οὐ πολλὰς ἡμέρας ὁ ἀδελφὸς ἐκεῖνος εἴχετο πορρωτάτης ὁδοῦ, ἣν πρώην ἔσχε κατὰ
νοῦν, κᾀκεῖσε χρονίως διέμεινεν, ἕως τῆς τῶν τῇδε τοῦ γέροντος μεταστάσεως, μεθ᾿
ἣν παρεγένετο, πῶς καὶ ποίαν πολιτείαν οὐκ οἶδα· ὁ θεὸς οἶδεν, ὁ ἐμβατεύων καρδίας
καὶ νεφρούς, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
155. φύματα ἐν τοῖς ὤμοις καὶ ἐν τῷ αὐχένι τοῦδε τοῦ ἁγίου γέροντος ἐφύησάν ποτε
οὐ μεγάλα, καὶ τούτων κατεφρόνει σεμνυνόμενος, ἐφ᾿ οἷς ἡ σάρξ ἐδαμάζετο.
[567Δ] ἰδόντες δὲ αὐτὸν οἱ πατέρες διακείμενον οὕτως, ἱκανὰ προβάλλοντες δυσωπήματα
ἔπεισαν αὐτὸν περιποιήσασθαι αὐτά. πεισθέντος δὲ αὐτοῦ, καὶ τοῖς τῆς ὑπακοῆς ὑπείξαντος
θεσμοῖς, ἐσχόλαζεν αὐτῷ τις τῶν πατέρων Σύρος ἔμπειρος, δὶς τῆς ἑβδομάδος ἢ τάχα
καὶ τρὶς χρίων φαρμάκοις δριμυτάτοις τὰ φύματα. ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἐκείνων τούτου
περιποιουμένου τὸν γέροντα, ἐμοῦ παρόντος, εἰσέρχεταί τις μοναχικὸν περιβεβλημένος
σχῆμα· ἦν γάρ ποτε καθίσας ἐν τῇ μεγίστῃ ἡμῶν λαύρᾳ, καὶ ἐσχολακὼς οὐχ ἅπαξ τῷ γέροντι·
ὃν θεασάμενος, κλίνας τὴν κεφαλὴν κατεφίλησε τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ. ἀντασπασάμενος
δὲ αὐτὸν ὁ γέρων, ἐπυνθάνετο λέγων· «ποῦ τὸν τοσοῦτον καιρὸν διῆγες οὐ γὰρ ὤφειλες
ἐν τῷ κόσμῳ χρονίσαι μοναστηρίου ἐκτός, ἐπειδὴ καθάπερ ὁ ἰχθὺς ἔξωθεν τοῦ ὕδατος
χρονίζων τελευτᾷ, οὕτω καὶ ὁ μοναχὸς ἐν τῷ κόσμῳ βραδύνων νοητὸν ἀποθνήσκει θάνατον,
οὐχ ἥττονα τοῦ φυσικοῦ· ὃν καὶ σὺ πέπονθας ἐν τῷ κόσμῳ περιπεσὼν ἁμαρτίαις, καὶ
βραδέως τραυματισθεὶς καὶ ἡμιθανής, μᾶλλον γὰρ ὁλοθανὴς γεγονώς. μαρτυρῶ γὰρ ἐνώπιον
[567Ε] τοῦ κυρίου καὶ πάσης τῆς κτίσεως, ὅτι κακῶς ἐβίωσω τὸν καιρὸν τοῦτον ἔνθα
ἦς.»
156. ὁ δὲ ἀδελφὸς ἀρνούμενος, ἔφη· «τὸν καιρὸν τοῦτον παρῆλθον οὐ κακῶς· οὐδὲ γὰρ
ἐβλάβην, καίπερ χρονίσας τῆς λαύρας ἐκτός.» ὁ δὲ γέρων, πνεύματος ἁγίου ἐμπλησθείς,
ἔφη πρὸς αὐτὸν ἑλληνιστί, τὴν ὄψιν ἔχων ἴσην ταῖς τοῦ ἡλίου μαρμαρυγαῖς· «τί ἔνι,
ταπεινὲ καὶ τρισάθλιε οὐκ ἤρκησέν σοι τῶν φορτικῶν σου πλημμελημάτων ἡ πληθύς, ἀλλὰ
θέλεις ἐπεισάξαι βάρει βάρος ἕτερον, μὴ ἐξομολογούμενος τὰς ἁμαρτίας σου, μηδὲ εἰς
μετάνοιαν ἐρχόμενος τί πεποίηκας, εἰπέ μοι, ἐν τῇ πόλει τῇδε καὶ τί πέπρακας ἐν
τῷ χωρίῳ τῷδε καὶ τίνα τὰ πεπραγμένα σοι ἐν τῇ κώμῃ τῇδε τὰ σαπρὰ ὄντως ἐπήγγειλα
ἂν ὅσα εἰργάσω φαῦλα· εἰ μὲν καλῶς οἶδα τὴν ἀσθένειαν, ἣν ὁμοίως περίκειμαι κᾀγώ,
ὥσπερ καὶ τὰ ὀνόματα τῶν τε πόλεων καὶ τῶν χωρίων.» ὁ δὲ ἀδελφός, λίαν αἰδεσθείς,
ἐκπλήξει τε καὶ φόβῳ συσχεσθείς, ἐγονυπέτησε, τῶν πταισμάτων αὐτοῦ ποιούμενος τὴν
ἐξομολόγησιν, καὶ τὴν τῶν εὐχῶν τοῦ γέροντος
[567Φ] χορηγίαν αἰτούμενος, καὶ σωφρονεῖν τὸ λοιπὸν παρεγγυώμενος. ὁ δὲ γέρων πολλὰ
παραινέσας αὐτὸν καὶ εὐλογήσας, ἀπέλυσε δοξάζοντα τὸν θεόν, καὶ τὴν αὐτοῦ θεάρεστον
ἀρετήν.
CAPUT ΞΙΙΙ.
[568Β]
157. ἄλλοτέ τινων ἐκ τῶν πατέραν [λεγε· πατέρων] ἐν σαββάτῳ περὶ τρίτην ἢ τετάρτην
ὥραν τῷ θεοφόρῳ γέροντι παρακαθημένων, καὶ τῶν ψυχωφελῶν αὐτοῦ ῥημάτων ἀκροωμένων,
ὀλίγον συνακούσας, τινὰ χρείαν ἐν τῷ σπηλαίῳ ποιῆσαι ἀνέστην· ἐν τοῖς σπηλαίοις
γὰρ τοῦ Καλαμῶνος διετρίβομεν, τεσσαρακοστῆς τότε οὔσης. ὡς οὖν ἐνήργουν, θεοπνεύστου
χάριτος αἰσθανθεὶς ὁ γέρων ἐν ἑαυτῷ πνευούσης καὶ λαλούσης, ἐφώνησέ με λέγων· «Λεόντιε
ταπεινέ, δευρ᾿ ἴθι, καὶ κάθισον παρ᾿ ἐμοί.» ἐγὼ δέ, «ναί, πάτερ, ἰδοὺ ἔρχομαι,»
ἔφην. ὁ δὲ πάλιν μετ᾿ ὀλίγον ἐφώνησεν· «ἐλθὲ ἐκεῖθεν, Λεόντιε ταπεινέ.» καὶ τὸ αὐτὸ
τρίτον ἔφη· «ὡς λέγω σοι,
[568Χ] ἐλθὲ ἐκεῖθεν, Λεόντιε ταπεινὲ καὶ ἐλεεινέ, καὶ ἃ μετὰ χεῖρας ἔχεις ἀνόητα,
ἄφες ἄρτι· οὐ γὰρ ἃ δύναμαι λαλεῖν, ἐπέρχεταί μοι καὶ πάντοτε· οὐ γὰρ ἐγώ εἰμι ὁ
λαλῶν.» εὐθέως δὲ καὶ παραχρῆμα ὅσα εἶχον μετὰ χεῖρας ἀφιέμενος, ἀπῆλθον πρὸς αὐτόν,
καὶ θεωρῶ τὴν ὄψιν αὐτοῦ κατανύξεως καὶ ἀγαλλιάσεως μεστήν, καὶ οὐκ ἐοικυῖαν πυρί,
οἵαν πλειστάκις εἶδον αὐτὴν ἐν τῇ ἐπιφοιτήσει τῆς θείας χάριτος ἐν αὐτῷ· εὐλαβείᾳ
γὰρ τότε πολλῇ, καὶ φαιδροτάτῃ πραῢτητι καθαγλαϊσμένη [λεγε· κατηγλαϊσμένη] ἐφάνη
μοι· ὅθεν νιφάδων ἀνετώτεραι, καὶ δροσερῶν ψεκάδων ἠρεμώτεραι, καὶ μαργαριτῶν λαμπρότεραι,
καὶ παντὸς γλυκέος καρποῦ προσηνέστεραι ἀπὸ τοῦ γλυκεροῦ τούτου στόματος αὐτοῦ προΐεσαν
αἱ θεοδίδακτοι παραινέσεις, καὶ διδαχαὶ τὸ βάθος αὐτῷ τῶν φρενῶν κιχάνουσαι, ἐξ
ὧν ἠδυνήθην, καίπερ οὐ δοχεῖον διανοίας κεκτημένος καθαρόν, μέρος τι καρπώσασθαι
κατανύξεως, νύττον με ἐφ᾿ ἡμέρας ἱκανὰς σεμνῶς πολιτεύεσθαι, καὶ τὰς ἐμὰς ἁμαρτίας
ὀδύρεσθαι, καὶ τῷ θεῷ χαριστηρίους ἀναπέμπειν ᾠδάς.
[569Δ]
158. καὶ ἄλλοτε ἐν ἑτέρᾳ τεσσαρακοστῇ ἐν τοῖς Καστελλικοῖς σπηλαίοις ἐμοῦ συνόντος,
ἔδοξέ μοι περὶ τὸ μεσονύκτιον ἀπὸ τοῦ σπηλαίου μου πορευθῆναι πρὸς αὐτόν. ὁ δέ με
κατὰ τὴν ὁδὸν τῷ σπηλαίῳ αὐτοῦ πλησιάσαντα κατανοήσας, ὀξέως, οὐκ οἶδα πῶς, ἀποπέμπεται
πρός με φωνήν, λέγουσαν· «Λεόντιε, μὴ ἔρχου ἐπ᾿ ἐμέ, μὴ ἔρχου, οὐκ ἄγω σοι ἀρτίως
σχολήν·» ταύτης οὖν τῆς φωνῆς ἀκούσας, ᾠήθην ὅτι βλέπων ὀπτασίαν τινὰ ἢ ἐν θεωρίᾳ
ὢν ἐκώλυσέ με ἐλθεῖν πρὸς αὐτόν, ὅπερ οὐ πεποίηκέ ποτε· καὶ ἐπὶ τὸ ἰδίον ἀνέκαμψα
σπήλαιον, δοξάζων τὸν θεόν.
159. ὁ θεοφόρος οὗτος γέρων, ἀεὶ νουθετῶν τοὺς ἑαυτοῦ φοιτητάς, τοῦ λέγειν οὐκ ἠτόνει·
μιᾷ γὰρ τῶν ἡμερῶν ἐν ᾗ προσεληλυθότος αὐτῷ, ἤρξατο ἱερῶν διδαγμάτων βρύειν πηγάς,
λέγων· «πρόσεχε ἑαυτῷ, τέκνον, πρόσεχε ἑαυτῷ, καὶ τῆς αὐτοῦ μὴ ἀμέλει σωτηρίας,
οὐκ ἔστιν γάρ, οὐκ ἔστιν ὁδὸς μείζων τοῦ προσέχειν ἑαυτῷ καὶ καθαρῶς λατρεύειν θεῷ
ἐν σχήματι
[569Ε] μοναχικῷ καὶ λογισμῶν γαληνότητι, καὶ ἀψευδεῖ ταπεινώσει, καὶ εὐλαβείᾳ ἀνυποκρίτῳ
καὶ τὴν ἀγάπην εἰλικρινῆ πρὸς πάντας φυλάττειν, καὶ σπλάγχνα συμπαθείας ἔχειν. οὐ
γὰρ δεῖ μόνον βλέπειν πρὸς ταύτην τὴν ἐπιφάνειαν (πολλάκις γὰρ ὑποκρίνεται, ἄσκησιν
δὲ ψευδῆ ἐπιδείκνυται, ἐντεῦθεν ἀνθρωπίνην θηρωμένη δόξαν καὶ ἔπαινον), ἀλλὰ πρὸς
τὰς ψυχικὰς κινήσεις τε καὶ διαθέσεις, πρὸς τὰς ἐν κρυπτῷ τελουμένας ἀρετάς, πρὸς
εὐαρέστησιν τῆς θείας ἀγαθότητος· ὅταν γὰρ ταῦτα φυλάξει ὁ μοναχός, τότε πληρωθήσεται
δηλαδὴ ἐν αὐτῷ ὁ τοῦ μακαρίου Συμεῶνος μακαρισμός.
160. αὐτοῖς τοίνυν τοῖς πράγμασι σπεῦδε, τέκνον, προσπελάζειν τῷ θεῷ· μὴ μόνον τοῖς
λόγοις ἐν ταῖς προσευχαῖς βαττολόγει, μὴ δὲ ψάλλων πρόσεχε τῷ πλήθει τῶν ψαλμῶν,
ἀλλὰ τῇ σωφροσύνῃ τῶν λογισμῶν καὶ τῇ νήψει τοῦ νοῦ· οὐ γὰρ τῷ ἀριθμῷ τῶν ψαλλομένων,
ἀλλὰ τῇ τοῦ ψάλλοντος συνειδήσει προσέχει ὁ κριτής. ὅταν τοίνυν παραστῇς προσευχόμενος,
μὴ λογίζου ἑαυτὸν εἶναι ἐν τῇ γῇ, ἀλλὰ πτέρωσον
[569Φ] τὸ σῶμα σὺν τῇ ψυχῇ καὶ πετάσθητι καὶ ὑπέρβηθι τὸν ἀέρα, τὸν αἰθέρα, τοὺς
οὐρανούς, τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, θρόνους, καὶ κυριότητας, ἀρχάς τε καὶ
ἐξουσίας, καὶ τὰς δυνάμεις ἐκείνας τὰς φοβεράς, κατενώπιον δὲ τοῦ θρόνου τῆς δόξης
αὐτοῦ δοξολόγει αὐτὸν ἐν καθαροῖς ὕμνοις μετὰ φόβου καὶ τρόμου, ὅσον χωρεῖ ὁ σὸς
νοῦς· εἰ μὴ γὰρ οὕτω ποιήσεις, οὐχ ἵλεον αὐτὸν καταστήσεις, ἀλλὰ μᾶλλον αὐτὸν παροργίσεις,
καὶ τὸν προφητικὸν ἐκεῖνον θρῆνον ἀκούσεις· Ϡοὐαὶ τῷ ποιοῦντι τὸ ἔργον τοῦ θεοῦ
ἀμελῶς↙Ϡ ἅμα τῷ εὐαγγελίῳ λέγοντι· Ϡοὐαὶ ὑμῖν, φαρισαῖοι, ὑποκριταί↙Ϡ
161. ἔχε τοίνυν τὸν νοῦν σου, τέκνον, ὅλον γρηγοροῦντα καὶ νήφοντα· ἀντιποιοῦ δὲ
τῆς ἀρετῆς, καὶ μὴ δῷς ἧτταν τοῖς πάθεσιν· εἰ γὰρ καὶ μὴ τοιοῦτοι πεφύκαμεν, καὶ
οὔπω χάριν τοιαύτην εἰλήφαμεν, ὥστε ἔχειν ἡμᾶς ἀεὶ κεκαθαρμένην τὴν διάνοιαν, διὰ
τὴν ἐπικρατήσασαν ἡμῶν ἀπροσεξίαν τε καὶ ἀμέλειαν, ἀλλὰ μὴ ἐμμείνωμεν, ἀγαπητέ,
μὴ ἐμμείνωμεν, ἀλλ᾿ ὑπὲρ τῆς τῶν παρελθουσῶν ἀμελειῶν ἀφέσεως τοῦ ἀγαθοῦ δεηθῶμεν
θεοῦ, καὶ πήξωμεν ἐναρέτου βίου ἀρχήν, καὶ ἀντιστρατευσώμεθα τοῖς τοῦ διαβόλου πονηροῖς
ὑπουργοῖς, ἤτοι λογισμοῖς, καὶ ὀργισθῶμεν
[570Α] αὐτοῖς. τούτου γὰρ χάριν δέδωται ἡμῖν τὸ θυμικόν· καλῶς λοιπὸν χρησώμεθα
αὐτῷ· Ϡὀργίζεσθε,Ϡ φησί, Ϡκαὶ μὴ ἁμαρτάνετε,Ϡ ὁ θεοφάντωρ Δαβίδ. ὀργίλως οὖν ἀντιστῶμεν,
καὶ μὴ ὑποχωρήσωμεν τοῖς νοητοῖς ἡμῶν ἐχθροῖς, οἵτινές εἰσιν οἱ ἀπὸ τῆς διανοίας
γεννώμενοι πονηροὶ λογισμοί· Ϡοἱ γὰρ οἰκειακοὶ τοῦ ἀνθρώπου εἰσὶν οἱ ἐχθροὶ αὐτοῦ,Ϡ
ὡς ὁ δεσπότης φησίν· οὕς, εἰ θελήσομεν, ἐκ ριζῶν ἀποσπάσομεν, τὰ ἐναντία τοῖς ἐναντίοις
ἐκτίλλοντες. ὥσπερ γὰρ ὁ μύλος ἀλήθει πᾶν τὸ ἐν αὐτῷ βαλλόμενον, σῖτον, κριθὴν ἢ
ὀρόβους, ἤ τι τῶν λοιπῶν χειρόνων καὶ βελτιόνων, οὕτως ἐστὶ καὶ ὁ νοῦς μύλος ἀεικίνητος·
ἐὰν γὰρ προφθάσας ἐμβάλῃς αὐτῷ καρποὺς ἀγαθούς, ἤτοι λογισμούς, ποιήσεις ἄλευρον
καθαρόν· ἐὰν δὲ καρποὺς πονηρούς, βρῶσιν συνάξεις φθορᾶς. οὐκοῦν ἀεὶ νίκα τῷ ἀγαθῷ
τὸ κακόν, ὅπως ἰδών σε ὁ θεὸς κατὰ τῶν ἰδίων ἀγωνισόμενον λογισμῶν, ἐξαποστελεῖ
ἐπί σε τὴν χάριν αὐτοῦ καὶ τὴν δωρεάν, καὶ ἀνακαινίσει σε καὶ ὅλον ἐκτελέσει καθαρόν,
καὶ ἄρχοντά σε καταστήσει τῶν οἰκείων σου λογισμῶν. κατὰ γὰρ τὴν ἀναλογίαν τοῦ πόθου
σου καὶ τοῦ πόνου, καὶ τῆς σπουδῆς ἐπιφοιτᾷ
[570Β] ἐπί σε. διὸ ἀγωνίζου καὶ σπεῦδε, ἵνα τελείαν κτήσῃ αὐτήν.
162. τῶν δεδηλωμένων δὲ τῆς ψαλμῳδίας ὡρῶν μηδαμῶς ἀμέλει, μηδὲ τῶν ἀγρυπνιῶν, μάλιστα
ἐπὶ τῶν πατέρων, τῆς ἁγίας κυριακῆς ἐπιφωσκούσης, ἐφεστάναι, τῆς ἐκκλησίας μὴ ἐξιὼν
χρείας ἀναγκαίας ἐκτός· ἐκεῖ γὰρ κομίζεται ὁ μοναχὸς κατὰ τὴν ἀναλογίαν τῆς καρτερικῆς
αὐτοῦ σπουδῆς πάσης τῆς ἑβδομάδος τὸ βραβεῖον, καὶ τὸν ἀντάξιον στέφανον. τινὲς
γὰρ τῶν προλαβόντων πατέρων ἅγιοι καὶ ἀξιόπιστοι μεμαρτυρήκασι, λέγοντες, ὅτι μεγάλαις
ἐπαναβαίνει προκοπαῖς καὶ ὑψηλαῖς ἀναβάσεσι ὁ τλημόνως ἐνιστάμενος ταῖς ἀγρυπνίαις
τῆς ἁγίας κυριακῆς· καὶ τούτων τις μαρτυρίαν θαυμαστὴν καὶ ἔνδοξον ἐμαρτύρησε, λέγων·
Ϡἐν τῇ καρτερικῇ βάσει τῆς ἁγίας κυριακῆς ἱστάμενος μετὰ τῶν πατέρων, ποτὲ πρὸ τῶν
ᾠδῶν ἐν ταῖς ὥραις τῶν ἐπακουστῶν τοῦ ἁγίου εὐαγγελίου ἐν ἐκστάσει γίνομαι, καὶ
θεωρῶ δύο ἀγγέλους λευχειμονοῦντας τοῦ ἱερατείου ἐξιόντας, καὶ τοὺς ἑστῶτας ἐν τῇ
ἐκκλησίᾳ πατέρας περιϊόντας, κατὰ τάξιν ἀκολούθως ἕνα ἕκαστον ἀσπαζομένους, καὶ
εὐλογίας αὐτοῖς διανέμοντας· οἱ πάντα τὸν ναὸν ἐφεξῆς
[570Χ] κυκλώσαντες, πάλιν εἰς τὸ ἱερατεῖον ἀνέκαμψαν, ὅθεν ἐξέβησαν, καὶ γεγόνασιν
ἀφανεῖς·Ϡ καὶ ἕτερος τῶν συγκαθημένων ταυτηνὶ διαβεβαιούμενος τὴν ὀπτασίαν, ἴσην
ἡμῖν διηγήσατο, λέγων ὅτι, Ϡκᾀγὼ ἐν τοῖς αὐτοῖς καιροῖς, καθὼς οἶδεν οὗτος ὁ ὅσιος
πατήρ, ἐν ἐκστάσει γεγονώς, ἴδον πολιοὺς ἄνδρας ἱεροπρεπεῖς ἐκ τοῦ ἱερατείου προμολοῦντας,
οἱ [λεγε· οἳ] στεφάνους ἐν τοῖς κόλποις ἔχοντες, καθεξῆς τῶν εὑρεθέντων ἐν τῇ ἐκκλησίᾳ
τότε πατέρων ἑνὸς ἑκάστου τὴν ἱερὰν κορυφὴν ἐστεφάνωσαν, καὶ οὕτω πᾶσαν διελθόντες
τὴν ἐκκλησίαν ἐπὶ τὸ ἱερατεῖον ἐπανῆλθον καὶ ἀφανεῖς ἐγένοντο.Ϡ
163. ἄλλος δέ τις μοναχὸς ξένος ὑπὸ [λεγε· ἀπὸ] μακρᾶς παραγεγονὼς γῆς, ᾤκησεν ἐν
τῇ λαύρᾳ ἡμῶν ταύτῃ, καὶ σχολάζων τῇ ἐκκλησίᾳ καὶ ταῖς ἀγρυπνίαις σὺν τοῖς πατράσι
καθ᾿ ἑκάστην κυριακὴν ἐδίσταζεν εἰς αὐτούς, καὶ κατέκρινε βλέπων αὐτοὺς ἐν ταῖς
προειρημέναις ἀγρυπνίαις ὑπὸ τοῦ νυσταγμοῦ νικωμένους καὶ ἐπὶ τὴν γῆν κατακύπτοντας
καὶ παρὰ βραχὺ καταπίπτοντας λέγων· Ϡἐπειδὰν οὕτως ἀγρυπνοῦσιν οὗτοι, οὐκ ὤφειλον
[571Δ] ἀγρυπνεῖν· οὐκ ἔστι γαρ χρεία τῆς ἀγρυπνίας ταύτης.Ϡ οὗτος διηγήσατο ἡμῖν
λέγων· Ϡἱστάμην ποτὲ ἐν τῇ ἀγρυπνίᾳ τῆς ἁγίας κυριακῆς δισταγμὸν ἔχων εἰς αὐτήν.
ὡς οὖν οὕτως ἤμην, ὑπὸ τοῦ ὕπνου ἁρπαγείς, ὁρῶ πολιόν τινα μοναχὸν ἱεροπρεπῆ, καὶ
λίαν εὐειδῆ θύραθεν εἰς τὴν ἐκκλησίαν εἰσιόντα, καὶ ἑνὶ ἑκάστῳ τῶν πατέρων παριστάμενον,
καὐτὸν πραέσι λόγοις ἐξυπνίζοντα, ὃς παραστάς μοι τῷ δυσπίστῳ τρυχομένῳ βαρεῖ νυσταγμῷ,
ἔφη· ῾ἀνάστα, ἄθλησον καὶ σὺ μετὰ τούτων τῶν ἀθλητῶν.᾿ καὶ οὕτως εἰπόντος αὐτοῦ,
ἐγὼ μὲν ἐξυπνίσθην, αὐτὸς δὲ γέγονε ἀφανής.Ϡ»
164. καὶ ταύτας μὲν ὁ ἅγιος γέρων Στέφανος τὰς πατρικὰς ἐξηγούμενος ὀπτασίας, τὴν
ἡμετέραν ἐνουθέτει ἀχρειότητα. ἑτέραν δὲ μαρτυρίαν παρ᾿ ἑτέρου τινὸς ἀξιοπίστου
ἀκούσας περὶ τῆς αὐτῆς ἀγρυπνίας, οὐκ ἀπρεπὲς ἡγησάμην ἀκολούθως καὶ αὐτὴν ἀναγράψασθαι.
«ἦν τις πρὸς ἡμᾶς μοναχός, μέγας ἡσυχαστής, ὀνόματι Ἰωσήφ, τὸ γένος Ἐμεσινός. ἐγένετο
δὲ οὗτος ἐπίσκοπος θεάρεστος· ἔσχεν δὲ ἀδελφὸν ὀνόματι
[571Ε] Θεόδουλον, περὶ τὴν μοναχικὴν πολιτείαν ἀμελῆ· οὐκ ἐκαρτέρει γὰρ τὸ παράπαν
ἐν μοναστηρίῳ, ἀλλὰ χώραν ἐν [λεγε· ἐκ] χώρας ἤμειβε, καὶ περιεπλανᾶτο· ἐπεσκέπτετο
δὲ πολλάκις τὸν ἑαυτοῦ ἀδελφόν, ἡνίκα δὲ διῆγεν ᾧδε, πρὶν ἢ ἐμπιστευθῆναι τὴν ἐπισκοπήν,
καί τινας ἡμέρας ὀλίγας πρὸς αὐτὸν πονήσας, σχολάζων τῇ ἐκκλησίᾳ, πάλιν ἐπανίει.
οὗτος οὖν ἐπισκεψάμενος ποτὲ τὸν ἴδιον ἀδελφόν, τὸν ἀββᾶν Ἰωσήφ, κατὰ τὸ σύνηθες
ἐσχόλαζε τῇ ἐκκλησίᾳ, καὶ ἅμα τοῖς πατράσιν ἐξετέλει τὴν ἀγρυπνίαν. ὡς οὖν ἵστατο,
διανοούμενος καὶ λέγων πρὸς ἑαυτόν· Ϡφεῦ, φεῦ τῆς ἐμῆς ματαιότητος↙ ὅλον μου τὸν
βίον ἀσώτως καὶ ἀτάκτως βιῶ, οἱονεί τις ἀγύρτης καὶ πλανήτης ἐκ τόπου τόπον ἀμείβων,
καὶ μονῆς ἀνταλλάσσων μονήν, καὶ ἀλόγως ζῶ, τὸν ἐμὸν ἀποκτηνώσας νοῦν, ἀπαραλλάκτῳ
τῇ κτηνώδει ὡμοιώθην ζωῇ· ἀλλ᾿ ὅμως ἐσθ᾿ ὅτε καὶ τὰ κτήνη ἔχειν στάσιν καὶ τοπικὴν
σχέσιν· ἐγὼ οὐ μόνον τῆς θεοείδους ἀκτῖνος ἐμαυτὸν ξένον κατέστησα, ἀλλὰ καὶ τὰς
ἀλόγους φύσεις ὑπερβάς, οὐκ ἔχω βίου στάσιν, ἀχρειώσας τὸ μοναδικὸν σχῆμα. καὶ ὤφειλον
τέως τὸν βραχὺν καιρόν, ὃν τῷ ἀδελφῷ μου παραμένω, νηφόντως τῆς
[571Φ] ἐμαυτοῦ σωτηρίας ἐπιμελεῖσθαι, μάλιστα παραινούμενος, καὶ ταῖς ἀδελφικαῖς
μου φωταγωγούμενος εἰσηγήσεσι καὶ νουθεσίαις· καρτερήσω κᾄν ἐν τῇ ἀγρυπνίᾳ ταύτῃ,
καὶ μὴ ἀποστῶ τῆς ἐκκλησίας, ἕως ἂν ἀπολύσῃ.Ϡ
165. Ϡκαὶ οὕτως δρᾷν ὑπεσχημένος,Ϡ φησί, Ϡπολλάκις ἐπολεμήθην τῆς ἐκκλησίας ἐξελθεῖν
ἀναγκαίας ἄνευ σωματικῆς χρείας· ἀλλ᾿ οὐκ εἴξα τῷ δεινῷ πολεμήτορι, ἀλλὰ γενναίως
ἀντέστη [λεγε· ἀντέστην] αὐτῷ ἐκ [λεγε· ἐν] τῇ θεοπρεπεῖ ἀγρυπνίᾳ ἐκείνῃ· ἐπιδραμούσης
δὲ τῆς δυσμαχήτου ὥρας ἐκείνης τῶν ἐπακουστικῶν ὕμνων τοῦ ἁγίου εὐαγγελίου καὶ τῶν
ἐφεξῆς, ὑπὸ γλυκέος ἡρπάγην ὕπνου, καὶ βλέπω δύο τινὰς ἀσπροφοροῦντας καὶ τοῦ ἱερατείου
ἐκδραμόντας, ὧν ὁ μὲν εἶχε πρόχοον λευκὴν ὡσεὶ χιόνα, καὶ χειρόμακτρον ὑπὲρ τὸ γάλα
λευκαῖνον· ὁ δὲ λεβήτιον ὑπέφερεν ἀργύρεον, ἐκλάμπρους ἀπαστράπτοντα μαρμαρυγάς,
ἀμφότεροι δὲ κατὰ τάξιν ὀρδίνως τοὺς εὑρεθέντας ἐν τῇ ἐκκλησίᾳ πατέρας προετρέποντο
νίψασθαι, εἷς μὲν ὑποκρατῶν τὸ λεβήτιον,
[572Α] ὁ δὲ ἄλλος ἐπιδιδοὺς ἀγλαώτατον χιοναῖον ὕδωρ, φωτὸς ἀποπέμπων αὐγάς, καὶ
μετέπειτα τὸ χειρόμακτρον ἀπομάξασθαι. τῶν δὲ πατέρων νιπτομένων, ἀπὸ μὲν τοῦ [λεγε·
ἀπὸ τοῦ μὲν ?] σπῖλος καὶ κηλὶς ὁλίγη λίαν ἀπεκλύζετο, ἀπὸ δὲ τοῦ [λεγε· ἀπὸ τοῦ
δὲ ?] σμικρῷ πλεῖον· τὸ δὲ χειρόμακτρον δι᾿ ὅλων ἦλθεν ἄρρυπον τὰς χεῖρας αὐτῶν
ἀπομάξαν. ὅτε, διερχόμενοι τῆς ἱερᾶς τῶν ἀγρυπνούντων πληθύος, ἔφθασαν ἕως ἐμοῦ,
τοῦ τάλανος καὶ ῥυπαροῦ, στυγνῇ καὶ πάνυ μετρίᾳ τῇ φωνῇ ἐφθέγξαντο πρός με λέγοντες·
῾καὶ σὺ νίψαι καὶ καθαρίσθητι,᾿ προτρεπόμενοι. ἐγὼ δὲ τὰς ἐμὰς μιαρὰς ἐξαπλώσας
παλάμας, τῷ καθαρῷ ἐκείνῳ ἀπενιψάμην ὕδατι. ῥύπος δὲ πολὺς καὶ ἄμετρος καὶ δυσωδία
λίαν ἀφόρητος ἀπεπτύσθη ἀπ᾿ ἐμοῦ, ἣν οὐκ ἐξίσχυσα φέρειν ἀμογητί· ἐξεφαίνετο γάρ
μοι ἅπας ὁ ναὸς ἐσκοτωμένος, καὶ δυσωδίας ἀνάμεστος. ἐπὶ τούτοις οὖν ἐξυπνισθείς,
ἄγαν ἔκθαμβος ἐγενόμην καὶ ἔντρομος, δοξάζων τὸν θεόν, τὸν μόνον ἔχοντα ἐξουσίαν
ἀφιέναι ἁμαρτίας.Ϡ» ταῦτα μὲν οὖν οὗτος ὁ ἀββᾶς Θεόδουλος ἡμῖν διηγήσατο. ἀλλ᾿ ἐπὶ
τὸ προκείμενον ἐπανέλθωμεν, πρὸς τὸ πέρας τὸν σκοπὸν ἐλαύνοντες.
CAPUT ΞΙῃ
[573Β]
166. ὁ ἅγιος Στέφανος, οὗ ἕνεκεν ἡμῖν ὁ λόγος, ἡμᾶς οὐ μόνον τοὺς μαθητὰς
ἐνουθέτει, ἀλλὰ καὶ τοὺς προσερχομένους αὐτῷ ἔκ τε τῆς μεγίστης ἡμῶν λαύρας, καὶ
πάντοθεν τῆς γῆς μοναχῶν τε καὶ λαϊκῶν προσερχομένων·
[573Ε] ἐδίδασκε γὰρ ἐκ τῆς θεοσδότου αὐτοῦ σοφίας καὶ γνώσεως, χρήσεις προσφέρων
γραφικάς τε καὶ διδασκαλικάς· ἐπὶ μνήμης γὰρ ἐφύλαττεν τὰ πλεῖστα ἐκ τῆς γραφῆς
εἰ καί τις ἄλλος. ἐθεράπευε γὰρ πάντας καὶ ἰάσατο οὐ μόνον ἀπὸ ψυχικῶν παθῶν, ἀλλὰ
καὶ σαρκικῶν· χάριν γὰρ ἔσχεν ἡ σεβασμία αὐτοῦ θέα καὶ κατάνυξιν πολλήν, καὶ
πραῢς ἦν ὁ λόγος αὐτοῦ τοὺς ἐναντίους εὐφυῶς ἀποδιώκων λογισμούς. ἐμοῦ ποτε συγκαθεζομένου
τινὶ τῶν πατέρων παρ᾿ αὐτῷ, τὸ χαριτόπνευστον αὐτοῦ καὶ σοφόβλυστον ἀνοίξας στόμα,
τὸ λαλήσαν δικαιοσύνην, καὶ τὰ λόγια τοῦ θεοῦ μελετήσαν, ἤρξατο κρουνηδὸν προσφέρειν
ἱερὰς πανσόφους διδαχάς. ἐμοῦ δὲ πολλῷ κινηθέντος πόθῳ, καὶ λαβόντος χάρτην καὶ
κάλαμον, ἰδιαζόντως τοὺς σοφοὺς αὐτοῦ ἐντάξαι λόγους, ἐτράπη εἰς ἑτέρας χρήσεις
προβαλλόμενος πατέρων ἁγίων, καὶ λέγων οὕτως.
[573Φ]
167. «ὁ πενθῶν ἑαυτόν, ἀκηδίαν οὐκ οἶδεν· ἐν καιρῷ γὰρ ἀκηδίας οἱ βιασταὶ στεφανωθήσονται·
οὐδὲν γὰρ οὕτως στεφάνους προξενεῖ, ὡς ἀκηδία μοναχῷ ἑαυτὸν βιαζομένῳ. ὁ μεριμνήσας
ἔξοδον ψυχῆς τῆς ἑαυτοῦ, μυσάττεται κόσμον, καὶ ὡς σκύβαλα ἡγεῖται αὐτόν. μακάριος
μοναχός, ὡς πάσης ἀτιμίας καὶ ἐξουδενώσεως ἑαυτὸν ἄξιον λογίζεται. μακάριοι οἱ πεινῶντες
θλίψεις, καὶ διψῶντες ἀτιμίας, ὅτι κορεσθήσονται τρυφῆς ἀκορέστου. ἀνὴρ σιωπητικὸς
φιλοσοφίας υἱός· ὁ δὲ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. ὁ ἐπιγνοὺς παραπτώματα,
ἐκράτησε γλώσσης· ὁ δὲ πολύλογος οὐκ ἐκφεύξεται ἁμαρτίας. ἀκούσατέ μου, ἀκούσατε,
πάντες οἱ κακοί, οἱ τὰ ἀλλότρια λογοθετοῦντες πλημμελήματα. εἰ ἀληθές, ὡς καὶ ἀληθές,
ὅτι ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν· ὡς γὰρ ἐλεοῦμεν, ἐλεηθησόμεθα, καὶ
ἐν ᾧ κρίματι κρίνετε, κριθήσεσθε· πάντως ἐν οἷς ἂν μεμψώμεθα τὸν πλησίον, ἐν αὐτοῖς
περιπεσούμεθα, καὶ ἄλλως οὐκ ἔστιν, εἴτε σωματικοῖς, εἴτε ψυχικοῖς· αὐτὸ γὰρ τὸ
πάθος πάσχουσιν, ἐν ᾧ τὸν πλησίον καταψέγουσι.
[574Α]
168. κόρος βρωμάτων πορνείας μήτηρ, ἐγκράτεια δὲ κοιλίας, ἁγνείας μήτηρ. ὁ μετὰ
γαστριμαργίας καὶ κόρου τὸν τῆς πορνείας δαίμονα νικῆσαι φιλονεικῶν, ὅμοιός ἐστι
τῷ μετὰ ἐλαίῳ σβεννύοντι ἐμπυρισμόν. φεύγει ἰχθὺς ἄγκιστρον, καὶ φιλήδονος ψυχὴ
ἀποστρέφεται ἡσυχίαν· μὴ παρόντος φωτός, τὰ πάντα σκοτώδη, καὶ μὴ παρούσης ταπεινοφρόσυνης
τῷ μοναχῷ, τούτου ἡ ἄσκησις ματαιότης γίνεται. ὁ τὰ ἔσω τεταπεινωκώς, ὑπὸ χειλέων
οὐ κλέπτεται· ὃ γὰρ οὐκ ἔχει ὁ θησαυρός, οὐ προφέρει ἡ θύρα. ἐφ᾿ ὅσον ἡ ὀζωδία τῆς
ἀκολασίας ἐστὶ φιλικῶς ἐμφωλεύουσα ἐν καρδίᾳ μοναχοῦ, ὀσμὴ μύρου ἁγνείας οὐκ εὐωδιάζεται.
τί ἐστὶ γαστριμαργία πορνείας μήτηρ, ὕλη διανοίας, ῥύπος σώματος. τί ἐγκράτεια
γαστρὸς χαλινός, ψυχῆς ἀνάψυξις, ἁγιασμοῦ πολίτευμα. τί πορνεία λαιμαργίας κύημα,
ἀναίσθητος λογισμός, ἀπογνώσεως ὁδηγός, καὶ καταγνώσεως χειραγωγός. τί ἐστὶ σωφροσύνη
ἀνδρείας στήλη, αἰσχρῶν λογισμῶν περιτομή, ἔργων ἐνεργός, καὶ ἐγκρατείας συνεργὸς
καὶ ἀκόρεστος προσευχή. τί φιλαργυρία εἰδώλων φιλία, ἀκόρεστος μανία, πολυμέριμνος
κακία.
[574Β]
169. τί ἀκτημοσύνη φιλαργυρίας ἐκρίζωμα, ἀνεπίφθονος θησαυρός, ὀξύδρομος ἀγωνιστής,
ἀμέριμνος βίος. τί ἐστὶ λύπη ἀκηδίας σύμφυτος, αἰσχρῶν λογισμῶν κρατήρ, σκώληξ σαρκός.
τί χαρά λύπης ὀλεθρία, ἱλαρότητος εὐφρασία, ψαλμῳδίας ἀγαλλίωμα. τί ἐστὶν ὀργή νόσος
γλώττης, πυρετὸς βράσσων, ὕβρεων δοχεῖον, μήτηρ θηρίων ἰοβόλων. τί πάλιν ἀκηδία
ἀτονία νοός, ψαλμῳδίας μίσος, τόπων ἐκ τόπου μετάβασις. τί ὑπομονή ἀκηδίας διακοπή,
θανάτου μέριμνα, σταυροῦ μελέτημα, καθηλωμένος [λεγε· καθηλωμένου] πόθος, τυπτόμενος
χρυσός. τί κενοδοξία συντυχίας φαντασία, ἐπαίνων δουλεία, πολυσχημάτιστος βασκανία.
τί μακροθυμία φρονήσεως ὅπλον, σαγήνη ἀχείμαστος, λιμὴν σωτηρίας, ἐλπιζομένων ἔσοπτρον,
κακουχουμένων βραβεῖον. τί πάλιν ἡ περιφάνεια πολύμορφος φαντασία, ἅλυσις τῶν κακῶν,
τὸ τριφάρμακον κέρας τῶν παθῶν, κοταλαλιᾶς ῥίζα. τί ἐστὶ πλεονεξία ἄγγος φιλονεικίας,
ἀληθείας ἐναντία, ἀγάπης ἐχθρά, πολυπραγμοσύνης ἀπληστία, ἀλαζονεία ψυχῆς.
[574Χ]
170. ἀγαθὸς ὁ πλοῦτος τῶν ἀρετῶν, ἀδελφοί, σφαλερὰ δὲ ἡ ἁμαρτία, καὶ ἄλλως οὐκ ἔστιν.
ἀειθαλὴς ὁ βίος τῶν ἀσωμάτων. πραῢς καὶ ἀνεξίκακος μοναχὸς ἐπιτεύξεται τῶν ἀκηράτων·
ἀὴρ μὲν σώματα τρέφει, συνετοὺς δὲ ἡ ἀρετή. ἀρχὴ πράξεως ἀγαθῆς, τὸ γνῶναι τὸν κύριον.
αὔλιζε ἐν τῇ γνώσει, καὶ πλησιάσεις θεῷ. ἀρετὴ ἔμφρονος συνίσταται, ἄφρονος δὲ καταλύεται.
βέβαιον οὐδὲν ἐν βίῳ, εἰ μὴ τὸ τῆς ψυχῆς κέρδος. κέρδος μὲν ψυχῆς εὐσέβεια εἰς θεόν.
βῆμα δικαστῶν ἐτάζει τοὺς ἄφρονας, συνετοὺς δὲ καὶ ἀπόντας δοξάζει. βίος ἀνθρώπου
ἐν τελευτῇ αὐτοῦ δείκνυται, πρὸ μὲν τελευτῆς οὐδὲν σταθερὸν ἐν βίῳ. βουλεύου εἰρηνικά,
καὶ σβέσεις τὰ πολεμικά. γέλως ἀνθρώπῳ ἐν [λεγε· ἐκ] μεταφορᾶς πένθεος· ἐν γέλωτι
δὲ ἀσυνέτων μέμικται παρανομία. γενοῦ φίλος διαπαντός, καὶ φεύξῃ κατηγορίαν. γενοῦ
δὲ ἀκριβὴς ἐν γλώσσῃ σου, καὶ οὐ δῷς τὸν βίον σου εἰς ὑστεροβουλίαν. γένος ἐλευθέρων
ἡσυχίαν ἀσπάζεται· βάλλει γὰρ πράγμασιν ἀνὴρ ἀπειράγαθος. δίκας φεῦγε, κᾄν τὸ δίκαιον
ἕξης· οὐ γὰρ τόσον τὸ κέρδος, ὅσον ἡ ζημία.
[575Δ] δόξα φιλοσοφούντων, ἡ τῶν καθυβριζόντων πέφυκεν ἀπαιδευσία. οἱ μαθητευόμενοι
τῇ βασιλείᾳ τῶν οὐρανῶν, πάντοτε χρήσουσιν ὀλίγων τῶν προωδευκότων, ἕως ἂν ριζωθῶσιν
εἰς τὸν φόβον τοῦ θεοῦ.»
171. ταῦτα δὲ καὶ πλείονα τούτων προσέφερε ὁ ἅγιος Στέφανος, ὑποδεικνύων βίους πατέρων
ἀξιομιμήτους, ἐγκελευόμενος ἡμῖν, καὶ λέγων· «ζηλωταὶ ἀεὶ γίνεσθε, ἀγαπητὰ τέκνα,
τῶν ἐναρέτων ἀνδρῶν· ἄνδρας γὰρ οὐρανόφρονας ἐθεασάμην, μεθ᾿ ὧν ὑμῖν ἅμα σχοίην
μερίδα καὶ κλῆρον ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. μέμνημαι γὰρ τῆς ἐνθέου ἐκείνων πολιτείας,
καὶ σεμνότητος, ἤθους τε πρᾳέος, καὶ ἀκτήμονος καὶ ταπεινόφρονος· καὶ οὕτω σώφρονί
τινι μανίᾳ πρὸς ἔρωτα τῆς μιμήσεως τοῦ βίου αὐτῶν ἐλαυνόμενος φέρομαι, καὶ σὺν ἐμοὶ
σπεύδω τοὺς ἐμοὺς πρὸς αὐτὸν ἐφελκύσασθαι. μεγάλοι γὰρ ἦσαν ἐρημίται, καὶ ἀσκηταί,
καὶ ἄνθρωποι τοῦ θεοῦ. καὶ ἐν τοῖς μοναστηρίοις ἄλλους εἶδον τούτων οὐκ ἐλάττονας
τὴν πολιτείαν· τοὺς πλείονας δὲ ἐν τῇ μεγίστῃ ἡμῶν λαύρᾳ, ἐν οἷς δύο τινες ἦσαν
θαυμαστοὶ καὶ ἔνδοξοι, ὧν ὁ
[575Ε] μὲν ἐκ μόνης τῆς θέας ὄμματι διορατικῷ τὸν βίον τοῦ ἀνθρώπου καὶ τὴν πολιτείαν
ἐπίστατο· πολλάκις γὰρ ὑπὸ τῶν πατέρων τῆς λαύρας ἀσπαζόμενος, ὡς αἰδεσιμότητι κεκοσμημένος,
οὓς μὲν τοῖς νοεροῖς ὀφθαλμοῖς ἐθεώρει τῆς ἑαυτῶν σωτηρίας ἀμελοῦντας καὶ κακῶς
διάγοντας, αὐστηρῶς καὶ ἰταμῶς ἀπεστρέφετο καὶ εὐχὴν ἀπαιτούμενος, ἔλεγε πρὸς αὐτούς·
Ϡαἱ πράξεις ὑμῶν εὔχωνται ὑπὲρ ὑμῶν· ἐναντιουμένων γὰρ τῶν ἔργων ὑμῶν, αἱ εὐχαί
μου οὐδὲν ὠφελήσουσιν ὑμᾶς· ἐπιμελεῖσθε λοιπὸν ἑαυτῶν·Ϡ οὓς δ᾿ αὖ κατὰ θεὸν βιοτεύοντας
ἐν σώφρονι βίῳ καὶ θεαρέσταις διαγωγαῖς ἐθεώρει, τούτους εὐμενῶς ἀντασπαζόμενος
ἐπεθάρσυνε, λέγων· Ϡκαλῶς, καλῶς ἵστασθε· λοιπὸν σκοπεῖτε, μὴ πέσητε· ὑπομείνατε
ἕως τέλους ἵνα σωθῆτε· ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. ὁ δὲ θεὸς τῶν
ἁπάντων στηρίξαι ὑμᾶς, καὶ δοίη ὑμῖν χάριν καὶ ὑπομονὴν εἰς πᾶν ἔργον ἀγαθόν.Ϡ
172. ὁ δὲ ἄλλος γέρων ἦν ὑψηλὸς καὶ θαυμάσιος·
[575Φ] οὗτος γὰρ προγνοὺς τὴν ἐνθένδε μετάστασιν αὐτοῦ, πρὸ τριῶν ἡμερῶν τῆς ἑαυτοῦ
τελευτῆς, καταβὰς ἐν τῇ ἐκκλησίᾳ, καὶ εἰς πάντα τὰ ἐν τῇ λαύρᾳ ἡμῶν κελλία εἰσεληλυθώς,
τοὺς πατέρας ἠσπάσατο, λέγων ἑκάστῳ· Ϡβούλομαι ἐπὶ τὴν νεκρὰν θάλασσαν ἀπελθεῖν,
καὶ μετὰ τριῶν ἡμερῶν διάστημα θεωρεῖτέ με.Ϡ οἱ δὲ νομίσαντες αὐτὸν ἀληθεύοντα περὶ
αἰσθητῆς λέγειν θαλάσσης, ἐξενίζετο [λεγε· ἐξενίζοντο] δ᾿ ὅμως ἐπί τῷ ἀσυνήθει αὐτοῦ
ἀσπασμῷ καὶ ἐπισκέψει ἑνὸς ἑκάστου κελλίου. ὅλους οὖν τοὺς πατέρας ἀσπασάμενος,
ἐπὶ τὸ κελλίον αὐτοῦ ἀνέκαμψε, καὶ ἔφη τῷ μαθητῇ αὐτοῦ· Ϡβούλομαι, τέκνον, ἕνεκέν
τινος ἀναγκαίας χρείας ἐπὶ τρεῖς ἡμέρας ἰδιάσαι ἄποθεν ἀνθρώπου παντός, μηδενὶ συνομιλῶν,
μή τέ σοι, μή τέ τινι ἄλλῳ· ἀλλ᾿ ὁπότ᾿ ἂν ἡ τρίτη ἡμέρα ἐπέλθῃ, εἴσιθι εἰς τὸν ἐνδότερον
δόμον τοῦ κελλίου· ἐκεῖ γὰρ ἐγκλείω ἐμαυτόν.Ϡ ὁ δὲ μαθητῆς ἔφη· Ϡὡς κελεύεις, πάτερ.Ϡ
ὅπερ δὲ ἐποίει, ἑαυτὸν ἐγκλείσας μέχρι τῆς τρίτης ἡμέρας, μόνος ἐπίσταται ὁ τῶν
κρυφίων ἐταστὴς θεός. ἐλθούσης οὖν τῆς προθεσμίας, εἰσέβη πρὸς αὐτὸν ὁ μαθητής,
καὶ εὗρεν αὐτὸν κατὰ ἀνατολὰς ἡπλωμένον, καὶ τὸ πνεῦμα αὐτοῦ τῷ κυρίῳ παραδεδωκότα·
καὶ
[576Α] παραυτὰ τοῖς πατράσιν ἐγνώρισεν τὸ ξένον μυστήριον. οἱ δὲ καταπλαγέντες ἐπὶ
τῷ ἀκούσματι, κατὰ τὴν ἐπικρατήσασαν συνήθειαν συνηθροίσθησαν, καὶ τὸν ἅγιον γερόντα
κηδεύσαντες ἐν ὁσίων θήκαις κατέθηκαν, δόξαν καὶ εὐχαριστίαν τῷ θεῷ ἀναπέμποντες,
τῷ ζωῆς καὶ θανάτου δεσπόζοντι.
173. οὐ τοῖς δυσὶ δὲ μόνοις τούτοις συνέτυχον, ἀλλὰ καὶ διαφόροις ἔν τε τῇ ἡμετέρᾳ
λαύρᾳ, καὶ ἐν τοῖς ἐρήμοις καὶ μοναῖς, οὓς ὁ οὐρανὸς ἐδέξατο, καὶ τοῖς Ἀβραμίοις
κόλποις ἐνανέπαυσεν ἐν χώρᾳ ζώντων, καὶ ἐν παραδείσῳ τρυφῆς, ἔνθα καταλάμπει τὸ
ἀνέσπερον φῶς διαπαντός, ἔνθα καὶ ὑμεῖς σπεύσατε κατοικῆσαι, μιμησάμενοι τοὺς καλοὺς
ἀγῶνας τῶν θεαρέστως βεβιωκότων ἀνδρῶν, καὶ τῶν νῦν βιούντων· πέπεισμαι γὰρ ὅτι
καί εἰσί τινες σήμερον ὁσίως καὶ εἰλικρινῶς πολιτευόμενοι· οὐ γὰρ διέλειπεν ὁ θεὸς
ἔχων γνησίους δούλους κατὰ γενεὰν καὶ γενεάν, εἰ καὶ πάνυ ἐν τούτοις τοῖς ἐνεστῶσι
καιροῖς ἠλαττώθη ἡ μοναχικὴ πολιτεία μετὰ δέκα ἔτη ἀπὸ
[576Β] τοῦ μέγαλου σεισμοῦ, καὶ ἔτι κατὰ βραχὺ καὶ βραχὺ ὀλιγωτήσεται [λεγε· ὀλιγωθήσεται],
διὰ τὸ πληθυνθῆναι τὴν ῥαθυμίαν καὶ ἀμέλειαν. ἀλλὰ ἀγωνίσασθε τοῖς ὀλίγοις συναριθμηθῆναι·
ἐπειδὴ τὸ τίμιον πανταχοῦ ὀλιγώτερον πέφυκε· μολύβδου γὰρ πολυταλάντου κρείσσων
ὀλίγος χρυσός, καὶ γνόφου βαθυτάτου σμικροτάτη φωτὸς ἀκτίς, καὶ δυσωδείας πολλῆς,
εὐωδίας βραχεῖα πνοή.»
174. ἀεὶ δὲ νουθετῶν καὶ διδάσκων ὁ γέρων σφραγίδα ἱερῶν αὐτοῦ λόγων ἐποιεῖτο τὴν
περὶ συμπάθειαν ἐντολήν· συμπαθὴς γὰρ ἦν, ὡς οὐδεὶς ἄλλος τῶν βροτῶν φημι· καὶ τὴν
συμπάθειαν αὐτοῦ εἴδειεν ἂν οἱ πείραν εἰληφότες αὐτῆς οὐ μόνον ἀπὸ ἀνθρώπων, ἀλλὰ
καὶ πετεινῶν καὶ τετραπόδων· ἰδίαις γὰρ χερσὶ παρέβαλε τὴν τροφὴν τοῖς ψάροις, καὶ
τοῖς κόραξι, καὶ ταῖς περιστεραῖς, καὶ ταῖς δορκάσιν. ἐν αὐτοῖς πολλάκις τοῖς κόλποις
αὐτοῦ, ἤρχοντο γὰρ οἱ ψάροι καὶ ἐπὶ τοὺς ὤμους αὐτοῦ, καὶ ἐπὶ τὴν κεφαλήν, καὶ τὰ
γόνατα αὐτοῦ. ἐφιλονείκουν δὲ καὶ ἐπολέμουν ἀλλήλους, παρατιθέντος αὐτοῦ τὴν ἐδωδήν,
ἧς ἐμφορηθέντες, καὶ ὕδατος κορεσθέντες, πάλιν ἀγαλλόμενοι ἐπέτοντο ἠρέμα, τοῦ γέροντος,
ὡσεὶ μαθηταῖς,
[576Χ] κελεύοντος.
175. τοῖς μύρμηξι δὲ καὶ τοῖς μικροῖς ζωυφίοις σεμίδαλιν καὶ σισάμιν καὶ ἄλφιτα
παρετίθη· συνεπάθη δὲ περισσότερον τοῖς ἐν τῇ ἐρήμῳ μαύροις ἀκάκοις σκώληξιν· οὐδὲν
γὰρ μονονουχὶ ἔλιπεν αὐτῷ ἀπὸ παντὸς ἀγαθοῦ, τοῦ ὄντος ἐπὶ τῆς γῆς, καίπερ περὶ
ταῦτα φροντίδα καὶ σπουδὴν μὴ ἔχοντα παντελῶς· ἤδει γὰρ τὴν ἀψευδῆ ὑπόσχεσιν τοῦ
δεσπότου εἰπόντος· Ϡζητεῖτε πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πάντα ταῦτα προστεθήσονται
ὑμῖν.Ϡ ἐμάχετο δὲ ἡμῖν πολλάκις, τοῖς μαθηταῖς αὐτοῦ, περὶ τῶν μαύρων σκωλήκων παραγγέλλων,
μὴ φονεύειν αὐτούς, καίτοι γε ἐκτὸς τοῦ ἡσυχαστηρίου νυκτὸς καταπατοῦσιν αὐτοὺς
ἀκουσίως· καὶ ὠνείδιζεν ἡμᾶς ἕνεκεν τούτου, εἰδὼς ἅπερ ἀγνοοῦντες ἐποιοῦμεν. «οὐκ
ἔχετε,» λέγων, «συμπάθειαν, ἐλεεινοί. ἀγνοεῖτε δέ, ὅτι ὁ μὴ ἔχων συμπάθειαν σχετικὴν
περὶ τὴν κτηνώδη φύσιν, οὔτε εἰς ἄνθρωπον κέκτηται οἶδεν ἡ ἀλήθεια, ὅτι πλειστάκις
ἐν καιρῷ ἀκρίδος ἐπὶ τὴν ἔρημον ἀπερχόμενος νυκτός, καὶ περὶ τὸν ὄρθρον εἰς τὸ ἡσυχαστήριον
ἐλθεῖν βουλόμενος, ἡνίκα κατὰ τὴν ὁδὸν ᾐσθόμην ἀκρίδων κρυμωθεισῶν ὑπὸ τοῦ ψύχους,
ἐκαθεξάμην
[λεγε· ἐκαθεζόμην ?]
[577Δ] φειδοῖ αὐτῶν, ἐκδεχόμενος τὰς τοῦ ἡλίου αὐγάς. ἐπτοούμην γάρ, μήπως ἄκων
ἀδικήσω αὐτάς· εἶθ᾿ οὕτω δὲ χαίρων εἰχόμην τῆς ὁδοῦ.» ὡς οὖν ἀληθῶς ὑπὸ τοῦ θεοφόρου
ἡμῶν ἐπιστάτου φωταγωγούμενοι ἐδιδασκόμεθα.
CAPUT Ξῃ
[577Χ]
176. ἐν τοσούτῳ ἐπέστη ἡ τεσσαρακονθήμερος νηστεία, τὴν σωσίψυχον τοῦ πάσχα προαγγέλλουσα
πανήγυριν· ἦν γάρ τις τῶν συμμαθητῶν εὐλαβής, ὀνόματι Θεόκτιστος, ὃν καὶ ἠγάπα λίαν
ὁ ἐπιστάτης διά τε τὴν πρᾳότητα αὐτοῦ, καὶ τὴν τοῦ βίου καθαρότητα· ἦν γὰρ τὸ γένος
Γαζαῖος, ἀγάπην τε καὶ ταπείνωσιν πολλὴν ἔσχεν· ὅθεν τοῖς μάρτυσι συναρίθμιος ὤφθη,
καὶ τῶν ἀκηράτων ἠξίωται στεφάνων. τοῦτον οὖν λαβὼν μεθ᾿ ἑαυτόν [λεγε· ἑαυτοῦ],
ὡς καὶ διαπαντὸς μετὰ τὸ γηράσαι αὐτὸν εἰώθει ποιεῖν, ἐξέβη εἰς τὸν χείμαρρον τῆς
ἀνατολικῆς ἐρήμου τῆς τοῦ ἁγίου Εὐθυμίου μονῆς· ἐκεῖσε δὴ τότε τὴν τεσσαρακοστὴν
ἐκτελῶν, εἶδεν ὀπτασίαν περὶ τοῦ συνόντος αὐτῷ μαθητοῦ Θεοκτίστου, ἣν αὐτῷ τε
καὶ ἄλλοις μαθηταῖς ἐξηγόρευσε, λέγων·
[578Α] «τὸν κανόνα τῆς νυκτερινῆς ψαλμῳδίας ἐκτελέσας, ἐγενόμην ἐν ἐκστάσει, καὶ
θεωρῶ περικαλλῆ, παμμεγέθη ναόν, ἐκλάμπροις ἐξαστράπτοντα φρυκτωρίαις, καὶ δὴ νώτοις
ὡραιοτάτοις ὀρόφοις, καὶ ποικίλαις μουσικαῖς ψηφίσι, καὶ στιλβούσαις μαρμαρικαῖς
λεπτουργίαις, καὶ στύλοις χρυσοκεφάλοις, καὶ παντὶ θεοπρεπεῖ κόσμῳ κεκαλλωπισμένον·
ἦν γὰρ ἐν αὐτῷ ἀγαλλίασις ἀνέκφραστος, καὶ τερπνότης ἀμήχανος, καὶ λαμπρότης ἐκδιήγητος
[λεγε· ἀνεκδιήγητος?].
177. ὡς οὖν ἱστάμην ἐν αὐτῷ, τοῖς εὐφροσύνοις ἐκείνοις ἀμαρύγμασιν ἐπιγαννύμενος,
βλέπω τουτονὶ ἐμὸν φίλον μαθητήν, ἀββᾶν Θεόκτιστον, εἰσερχόμενον ἐν ἀγαλλιάσει καὶ
δοξολογίαις καὶ θεοπρεπέσιν ὕμνοις, πρὸς ὃν καὶ ἔφην γεγηθώς· Ϡκαὶ σύ, τέκνον γλυκύτατον,
εἰσελήλυθας ὧδε εὖ καὶ καλῶς ἥκεις.Ϡ ὁ δὲ ἔφη· Ϡναί, πάτερ, ἠξίωσέ με ἡ ἄπειρος
τοῦ θεοῦ εὐσπλαγχνία τῆς ὑπερενδόξου εἰσόδου ταύτης·Ϡ
[578Β] ταύτην γὰρ τὴν ξένην ὅρασιν ἐν ὑμῖν ἐξηγήσομαι σὺν θεῷ· τὸν ναὸν καὶ τὴν
ἐν αὐτῷ φαιδρότητα, τὴν ἐπουράνιον βασιλείαν καὶ τὴν ἐν αὐτῇ διαιωνίζουσαν χαρμονὴν
πάντος οἴεσθε, ἧς ἀξιωθήσεται οὗτος ὁ κάλλιστος καὶ θεάρεστος μαθητὴς Θεόκτιστος
χάριτος τοῦ ὑπεραγάθου θεοῦ.» οὕτω μὲν ὁ θεόσοφος πρεσβύτης, τὴν μακαρίαν τοῦ ἰδίου
μαθητοῦ λῆξιν ἀξιωθεὶς ἰδεῖν, εἶπε. τοῦτο δὲ καὶ μαρτυρεῖτε ἅπαντες, ἀληθῆ γεγονέναι
τὴν ὀπτασίαν, οὐ διὰ τὴν ἀρίδηλον αὐτοῦ ἁγνὴν πολιτείαν μόνον, ἀλλ᾿ ὅτι καὶ τῷ τελευταίῳ
κατῄρθη [λεγε· καθῃρέθη? κατῄχθη?] μαρτυρικῷ βαπτίσματι, ὃ δευτέροις οὐ προσομιλεῖ
ῥύποις· ἔστι γὰρ τοῦ ἀριθμοῦ τῶν πατέρων, τῶν ἀναιρεθέντων ὑπὸ τῶν βαρβάρων ἐν
τῇ μεγίστῃ λαύρᾳ τοῦ ἁγίου πατρὸς ἡμῶν Σάβα, ὧν τὴν διήγησιν ἀνεγράψατο ὁ πανάρετος
ἀββᾶς Στέφανος, τῆς ἡμῶν λαύρας τὸ καύχημα.
178. μετὰ δὲ τὴν ὀπτασίαν ταύτην ἄλλοτε κατὰ τὸν καιρὸν τῆς ἁγίας τεσσαρακοστῆς
ἔχων μεθ᾿ ἑαυτοῦ τὸν μνημονευθέντα θεῖον μάρτυρα, ἐπορεύθη ἐπὶ τὴν ἔρημον τοῦ Καλαμῶνος
ἅμα τισὶ τῶν πατέρων.
[578Χ] τούτων δὲ διαγόντων ἐκεῖ, δύο τινὲς ἀδελφοὶ πνευματικοί, ἐρημικὰς πόας καὶ
βοτάνας καὶ φάρμακα κακὰ βεβρωκότες, ὁ μὲν ἔλαττον, ὁ δὲ πλεῖον, κατοξέλει [λεγε·
κατόξει? κάτοξυ?] δυσεντερικῷ κατεσχέθησαν πάθει, ὥστε αὐτὰ σχεδὸν τὸν πολλὰ φαγόντα,
καὶ πλείω κεκινδυνευκότα τὰ ἔγκατα προχωρῆσαι ἐν μιᾷ νυκτί, καὶ ἀπελπισθῆναι ὑπὸ
τῶν περὶ αὐτόν. εὐχὴν οὖν ποιησάμενος ὁ γέρων, καὶ λαβόμενος αὐτὸν τῆς χειρός, ἔφη·
«ἀνάστα, τέκνον, ὅτι ὁ τὴν θυγατέρα τοῦ ἑκατοντάρχου καὶ τὸν Λάζαρον ἐκ τῶν τοῦ
ᾅδου στυγνῶν δόμων ἀναγαγών, τῷ λόγῳ ζωοποιήσας αὐτούς, λιταῖς τῆς ἀφράστως τεκούσης
αὐτὸν ἠλέησέν σε, καὶ ὡς ἐξ ᾅδου ἀνήνεγκεν.» ὁ δὲ παραχρῆμα ἠγέρθη ὑγιής, εὐχαριστῶν
τῷ θεῷ καὶ ταῖς τοῦ γέροντος εὐχαῖς. ζῇ δὲ καὶ οὗτος χάριτι Χριστοῦ, ταῦτα μεγαλοφώνως
ὁμολογῶν.
179. ἦν δέ τις, ὀνόματι Κοσμᾶς, τῶν τοῦ γέροντος μαθητῶν· οὗτος πρὸ ὀλίγων ἡμερῶν
τοῦ τέλους τῆς αὐτῆς τεσσαρακοστῆς ἦλθεν ἐπισκεπτόμενος τὸν ἐπιστάτην, καὶ τρεῖς
ἡμέρας συμπαραμείνας αὐτῷ, συνέτριψεν, ἀναγγέλλων ἡμῖν, τοῖς συμμαθηταῖς, ἑωρακέναι
φρικτὸν ἐνύπνιον· «ἐν ᾧ πολλούς,» φησίν, «εἶδον
[579Δ] οὐρανομήκεις ναούς, λίαν ἐκτρεπεῖς [λεγε· εὐπρεπεῖς?] κίοσι θεοφεγγέσιν ἐνιδρυμένους,
καὶ παντοίοις ἀγλαοῖς ποικίλμασι πεποικιλμένους, καὶ τούτων ἄνωθεν ἐπὶ τὰς ὑψηλὰς
κορυφὰς οἰκοδόμους τινὰς δραστικῶς οἰκοδομοῦντας ἐν κάστρῳ εὐτειχίστῳ ᾠκοδομημένον
ἀσφαλῶς, ἐφ᾿ οἷς λίαν ἐμοὶ καταπλαγέντι καὶ ἐκθαμβηκότι οἱ ἐργάται φησίν [λεγε·
φασίν ?]· Ϡτί ἕστηκας, ἄνθρωπε, τεθηπώςϠ πρὸς οὓς ἔφην· Ϡδικαίως τέθηπα καὶ ἐκπέπληγμαι·
ἐπειδὴ κάστρον εἶδον τοιοῦτον, οἷον οὐκ ὤφθη πώποτε.Ϡ οἱ δὲ εἶπον· Ϡκαὶ ἀγνοεῖς
τίνος ἐστίν τοῦ σοῦ γὰρ ἐπιστάτου, ἀββᾶ Στεφάνου, καθέστηκεν· ἀλλ᾿ ἔτι ὀλίγαι ἡμέραι
παρελεύσονται, καὶ ἡ μετὰ χεῖρας γωνία, ἣν ὁρᾶς, εἰς ἄκρον ὑψωθήσεται· ὅλον γὰρ
τὸ τεῖχος ἀπήρτισται παρὲξ αὐτῆς.Ϡ καὶ ταῦτα ἰδὼν καὶ ἀκούσας, ἔξυπνος ἐγενόμην.»
180. μετ᾿ οὐ πολλὰς δὲ ἡμέρας τοῦ συμμαθητοῦ, ταῦτα θεασαμένου, ἐξειπόντος ἡμῖν,
παρεγένετο ὁ ἅγιος γέρων μετὰ τοῦ μαθητοῦ, ἀββᾶ Θεοκτίστου,
[579Ε] τῆς τεσσαρκοστῆς πληρωθείσης, ἐν τῇ ἡμέρᾳ τῆς ὑπερθέσεως, καὶ τὴν ἁγίαν ἑβδόμαδα
πᾶσαν, καὶ τὴν ἀναστάσιμον ἡμέραν ἐτέλεσε πάνυ ὑγιαίνων καὶ εὐεκτῶν. πρὸ τοίνυν
τριῶν ἡμερῶν τῆς νέας κυριακῆς ἦλθέ τις ἀδελφός, αἰτούμενος παρ᾿ αὐτοῦ ὑπὲρ ἑαυτοῦ
ποιήσασθαι σύναξιν. ὁ δὲ ταύτην ὁλοψύχως ἐκτελέσας, κατανυκτικῇ καὶ πρᾳείᾳ φωνῇ
πρὸς τὸν αἰτησάμενον ἔφη· «ὄντως, ἀδελφέ, ὡς νομίζω, οὐκ ἔτι ὁ Στέφανος μετὰ ταύτην
τὴν σύναξιν ἑτέραν ἐκτελεῖ.» καὶ τοῦτο εἰπὼν ἀπέλυσεν αὐτόν. τῇ δὲ ἐπαύριον, ἥτις
ἦν πέμπτη πρὸ δύο ἡμερῶν τῆς νέας κυριακῆς, ἤρξατο νοσεῖν· ἔπειτα δὲ ἀφίκετο πρὸς
ἡμᾶς. ἡμῶν οὖν τῶν μαθητῶν παρὰ τὸ μεσονύκτιον ἀποτελούντων τὸν νυκτερινὸν κανόνα
τῆς δευτέρας, ἦλθεν ὁ πρὸ μικροῦ μνημονευθεὶς ἀββᾶς Κοσμᾶς καὶ κατεπείγων ἡμᾶς,
εἶπεν· «δεῦτε, δεῦτε, ὦ φίλοι συμμαθηταί, προφθάσατε τὰς τελευταίας τοῦ γέροντος
λαβεῖν εὐχάς· ἰδοὺ γάρ, παραδίδωσι τὸ πνεῦμα αὐτοῦ τῷ κυρίῳ.»
181. ἐπὶ ταύτῃ δὲ ταραχθέντες οἱ μαθηταὶ τῇ ἀγγελίᾳ· «καὶ πόθεν δῆλον, εἰπέ,» πρὸς
αὐτὸν ἔφημεν. ὁ δὲ εἶπεν· «γρηγορῶν μόνος ἐν τῷ μυχοτάτῳ κελλίῳ,
[579Φ] ἀκήκοα τοῦ ἐπιστάτου ἠρεμαίᾳ φωνῇ τισιν ὁμιλοῦντος, καὶ ἐγκελευομένου τῇ
ἐμῇ ταπεινώσει, καὶ λέγοντος· Ϡδεῦρο ἐκεῖθεν, ἀββᾶ Κοσμᾶ, δεῦρο τιμίας εὐτρέπισον
καθέδρας, καὶ φιλοφρόνως ὑποδέξαι τούτους τοὺς κοσμιωτάτους ἄνδρας.Ϡ πρὸς ὃν κλονηθεὶς
ἔφην· Ϡτίνες εἰσὶν οἱ ἄνδρες οὗτοι, πάτερϠ ὁ δὲ εἶπεν· Ϡτοὺς λευχείμονας τούτους,
φημί.Ϡ ἀναστὰς οὖν παραυτὰ τὸ κελλίον ὅλον ἐψηλάφησα νυκτομαχῶν· ἦν γὰρ βαθεῖα νὺξ
καὶ σκοτία, τῆς κανδήλης ἀποσβεσθείσης, καὶ μηδένα εὑρηκώς, πάλιν ἠρώτησα αὐτόν·
Ϡποίους ἄνδρας ἐρεῖς, οὐκ οἶδα, πάτερ.Ϡ ὁ δὲ εἶπεν· Ϡοἷς προσωμίλουν πρὸ ὥρας.Ϡ
ἐπὶ τούτοις δὲ τοῖς λόγοις ταραχθεὶς ἐγὼ ὁ πανάθλιος, ᾠήθην αὐτοὺς ἀγγέλους εἶναι,
ἐλθόντας ἀφελέσθαι τὴν ἡγιασμένην αὐτοῦ ψυχήν, καὶ μετὰ τιμῆς καὶ δόξης πρὸς τὸν
αὐτῆς δημιουργὸν ἀγαγεῖν.»
182. ὁρμήσαντες δὲ ταχέως, καὶ τὴν κανδήλαν ἅψαντες, ἔμφρονα θεωροῦμεν καὶ νήφοντα
λίαν τὸν γέροντα, ὅθεν οὐκ ἀπείπαμεν αὐτόν, ἀλλὰ καὶ ζῆν αὐτὸν ἠλπίσαμεν ἔτι. ὡς
οὖν ἐν τούτοις ἦμεν, ὀλίγον πρὸς τὸν ἐπιστάτην ἰδιάσας προσῆλθον αὐτῷ, καὶ
[580Α] εἶπον· «πληροφόρησόν με, πάτερ, εἰ πορεύεις πρὸς ὃν ἠγάπησας Χριστὸν ἐν τῇ
ἀρρωστίᾳ ταύτῃ.» ὁ δὲ καθ᾿ ἑαυτὸν καθεζόμενος ἔφη· «ναί, ναί, πορεύομαι πρὸς τὸν
κύριον, τέκνον.» ἔπειτα δὲ τὴν ἑαυτοῦ κέκυφεν ἱερὰν κεφαλὴν ἐπὶ τὴν κλίνην, τὸ θεῖον
καθ᾿ ἑαυτὸν δοξολογῶν, καὶ ὑπὲρ ἡμῶν εὐχόμενος. εὐθέως δὲ παρ᾿ αὐτοῦ πληροφορίαν
εἰληφὼς περὶ τῆς ἀποβιώσεως αὐτοῦ, ἔδραμον, ἀπαγγέλλων τοῖς ἐμοῖς πνευματικοῖς ἀδελφοῖς.
οἱ δὲ τοὺς πατέρας συνήθροισαν αὐθωρεῖ· τούτων δὲ ὁμοῦ συναχθέντων, οἱ μὲν καρπούμενοι
τὰς ἁγίας αὐτοῦ ἐντεύξεις ἀνεχώρουν, οἱ δὲ τὴν ὥραν τῆς θεοτιμήτου αὐτοῦ ἐξόδου
ἀπεκδέχοντο μένοντες. ὁ δὲ τοὺς μὲν ἀμειβόμενος εὐλογίαις καὶ εὐχαῖς, τοὺς δὲ λόγοις
βιαίοις καὶ ἰταμοῖς, «οὐ καλῶς καθέξῃ,» λέγων, «καίπερ μὴ οὕτους [λεγε· οὕτως] δοκῶν»,
ἀπέλυε· τοῖς δὲ παραμένουσιν αὐτῷ ἐνετέλλετο, λέγων· «νουνεχῶς προσέχετε ἑαυτοῖς.»
183. εἶτα οὖν ἀπὸ τῆς πρωϊνῆς ὥρας μέχρι τῆς ὀγδόης ποτὲ μὲν ἀνακλινόμενος, καὶ
καθ᾿ ἑαυτὸν
[580Β] εὐχόμενος, ποτὲ δὲ καθεζόμενος, προσεῖχεν ἑκάστῳ τῶν παρακαθημένων αὐτῷ·
καὶ πάλιν ἐκλίνετο, καὶ αὖθις ἀντεκλίνετο, λυπηρὰς ἐκ βάθους τῆς καρδίας ἀναπέμπων
στοναχάς, ἐρρωμένον καὶ σταθερὸν κτήμενος τὸν νοῦν, καὶ παντελῶς ἀνύποστον. ἐν ὅσῳ
δὲ οὕτω διέκειτο, ἐν τοσούτῳ συνῆλθεν τῶν πατέρων ἡ πληθύς, πρὸς οὓς ἐνοχλούμενος·
«ἔξιτε, ὦ πατέρες,» ἔλεγε, «καὶ ἄφετέ με μικρὸν ἰδιάσαι.» οἱ δὲ μὴ πειθόμενοι τὸ
παράπαν οὐκ ἐχωρίζοντο, ἐφιέμενοι καὶ μέχρις ἐσχάτης ἀναπνοῆς ἀπολαῦσαι τῆς μακαρίας
αὐτοῦ ψυχῆς. δύνοντος δὲ τοῦ ἡλίου, ἡ ἄδολος αὐτοῦ γλῶσσα κατεσχέθη· κινήσει δὲ
χειλέων μόνῃ καὶ διανοίᾳ ἐδόξαζε τὸν θεόν, ὥσπερ ὁ φιλαλήθης ἡσυχαστής, ἀββᾶς Ἰωσήφ,
ὁ γεγονὼς ἐπίσκοπος (πάνυ γὰρ ἦν πλησίον τοῦ γέροντος) μεμαρτύρηκε, καί φησιν· «ἐτεκμηράμην
σαφῶς τὸν γέροντα λέγοντα τὴν εὐχὴν τῆς ἀναφορᾶς, καὶ προσεφωνήσατο, Ϡἀμήν,Ϡ εἰπόντος
αὐτοῦ τὸ πέρας αὐτῆς.» καὶ ταῦτα μὲν ὁ ἀββᾶς Ἰωσήφ. ὁ δὲ γέρων τὸ ἁγνὸν αὐτοῦ τρίτον
ἀνοίξας στόμα, παρέδωκε τῷ κυρίῳ τὸ πνεῦμα αὐτοῦ τὸ ἡγιασμένον, καὶ ἐν εἰρήνῃ ἐπὶ
τὸ ταὐτὸ [λέγε· αὐτὸ ?] ἐκοιμήθη, καὶ ὕπνωσε χαίρων καὶ ἀγαλλόμενος τῇ ἐφεξῆς ἡμέρᾳ
τῆς νέας κυριακῆς κατὰ τὴν
[580Χ] α´ ὥραν τῆς νυκτός. ἐτάφη δὲ ἀπριλίου μηνὸς δευτέρᾳ, ἡμέρᾳ τρίτῃ, ἔτους ἀπὸ
κτίσεως κόσμου ͵ςσπϚ´, τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ἡγουμένου Βασιλείου καὶ πάντων τῶν
τῆς λαύρας μοναχῶν συνηγμένων, ἐν ταῖς θήκαις τῶν ὁσίων πατέρων ἡμῶν καὶ ἡγουμένων,
ἔνθα κατάκειται τὰ ἀξιόσεπτα λείψανα τοῦ ἁγίου Ἰωάννου τοῦ ἐπισκόπου καὶ ἡσυχαστοῦ.
184. ἐξεδήμησε δὲ πρὸς κύριον πολυετοῦς ἀπολαύσας θεαρέστου ζωῆς· ἔζησε γὰρ ἑξήκοντα
ἐννέα καλὰς ἐτῶν περιόδους, ἀφ᾿ ὧν ἐννέα μὲν ἐν τῇ φιλοχρίστῳ αὐτοῦ κώμῃ οἴκοι διήρκεσε·
δεκαετὴς δὲ παρεγένετο εἰς τὴν μεγίστην ἡμῶν λαύραν σὺν τῷ αὐτοῦ πατραδέλφῳ μεθ᾿
οὗ δεκαπέντε ἐνιαυτοὺς ἐν πάσῃ ὑπακοῇ καὶ ὑποταγῇ διῆξε. ἐν ὀκτὼ δὲ ἔτη διαφόρους
διακονίας ἐποίησε, ὧν τέσσαρες μὲν ἐμπεπίστευται τὴν κανοναρχικὴν λειτουργίαν, δύο
δὲ τὴν ἀρτοκοπικήν, καὶ χρόνους μὲν ἕνα τε καὶ ἕνα τήν τε ἡγουμεναρχικὴν καὶ τὴν
ξενοδοχικήν. ἔπειτα δὲ πέντε ἔτη Χριστῷ ἡσύχασεν ἐν τῷ κελλίῳ μὴ προϊὼν παντάπασιν,
ἀλλ᾿ ἢ τοῖς σάββασι καὶ ταῖς κυριακαῖς,
[581Δ] ἐπιγράψας τῷ τηνικάδε τῇ φλιᾷ τῆς κέλλης οὕτως· «διὰ τὸν κύριον συγχωρήσατέ
μοι, κύριοι πατέρες, καὶ μή τίς με ἐνοχλείτω παρεκτὸς σαββάτου καὶ κυριακῆς ἐν τῷ
ἡσυχαστηρίῳ·» τριακοστὸν ἕβδομον ἄγων ἔτος, τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς αὐτοῦ
ἐν ὁσιότητι τῷ θεῷ προσομιλῶν ἐξήνυεν, καὶ μονώτατος μὲν πέντε καὶ δέκα ἐνιαυτοὺς
διεποίησε, ἐκτελῶν τὰς τρεῖς τεσσαρακοστὰς ἐν τῇ ἐρήμῳ, ἐνδεδυμένος τὰ τρίχινα,
ὡς ἀνωτέρω γέγραπται, κύκλῳ τῆς νεκρᾶς θαλάσσης περιφοιτῶν, τῶν καλάμων καὶ τῶν
ἀγρίων φοινίκων ἐσθίων τοὺς ἀκρέμονας, ἐνίοτε δὲ καὶ κυάμους ὀλίγους ἔτρωγεν. ὕστερον
δὲ ἐδέξατο μαθητὰς τῆς αὐτῶν σὺν θεῷ προνοούμενος σωτηρίας, δεδωκὼς αὐτοῖς κελλίον
εὐάρμοστον τοῦ ἡσυχαστήριου αὐτοῦ πάνυ μακρὰν ὄντος. τοὺς δὲ λοιποὺς ἕπτα καὶ δέκα
χρόνους μετά τινων τῶν τῆς λαύρας προκρίτων γερόντων τὰς αὐτὰς ἐτησίους τρεῖς τεσσαρακοστὰς
ἐξετέλει, συμπαραλαμβάνων τινὰ τῶν μαθητῶν. τότε δὲ τὰ τρίχινα οὐκ ἐνεδεδύσκετο
διά τε τοὺς σὺν αὐτῷ πατέρας, καὶ τοὺς πολλαχόθεν παρ᾿ αὐτῷ παραγινομένους, ἵνα
μὴ τοιοῦτο περιβεβλημένος σχῆμα φανῇ. κύαμοι δὲ καὶ
[581Ε] φοίνικες ὀλιγώτατοι κατ᾿ ἐκείνους τοὺς καιροὺς ἦν ἡ ἀποτροφὴ αὐτοῦ· οὐδαμῶς
γὰρ σίτου καὶ οἴνου καὶ ἐλαίου ἀπεγεύετο, οὔ τί τινος τῶν λοιπῶν βρωμάτων.
ΕΠΙΛΟΓΥ
Σ[583Δ]
185. οὗτος ὁ βίος τοῦ θεοσόφου Στέφανου, ὃν κατ᾿ ἀξίαν ἐπαινεῖν οὐκ ἔχω, θεωρίαν
ἐπαρκῆ καὶ γλῶτταν ἱκανὴν
[583Ε] μηδαμῶς κεκτημένος· ἀπ᾿ αὐτῶν γὰρ τῶν μητρικῶν μαστῶν ἁγνὴν παρθενίαν ἐτήρησε,
μηδέποτε προσομιλήσας γάμοις. ἀνὴρ θαυμαστός, λίαν ταπεινόφρων γεγονώς, καὶ διαπαντὸς
καθαροῖς δάκρυσιν ἀποπλύνων καὶ θεοειδεστέραν τὴν ψυχὴν ἀπεργαζόμενος· πρᾷος δ᾿
ἦν καὶ μειλίχιος, μηδένα μισῶν, μηδένα ἀποστρεφόμενος· εὔσπλαγχνος, φιλόπτωχος,
φιλέντολος, φιλόξενος, ἐγκρατής, ἀβάσκανος, δίκαιος, ἀνδρεῖος, ἄκακος, εἰρηνοποιός,
σοφός, τὸ σῶμα καὶ τὴν ψυχὴν ὅλως καθαρός, παντοίαις ἀρεταῖς ἐκεκόσμητο. τῇ ἀγάπῃ
ἔζεεν, τὴν εἰρήνην ἠσπάζετο, ἔριδα καὶ φθόνον καὶ βασκανίαν ἀπεβάλλετο. πᾶσαν φληναφίαν
ἄκαιρον, καὶ λόγον ἀργὸν ἀπεκρούετο· πλεονεξίαν οὐκ εἶχε, τὴν ῥίζαν τῶν κακῶν,
φιλαργυρίαν κατεπάτει, τὸν λογισμὸν καλῶς ἐκυβέρνα, τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν
ἐχαλίνου· ἀπάθειαν γὰρ σαρκὸς καὶ ψυχῆς θεόθεν δι᾿ ἀσκήσεως ἐκομίσατο· τὸ σιγηλὸν
ἤσκει, τὴν ἐγκράτειαν ἐπόθει, τὴν ἡσυχίαν ἐδίωκεν· ἐν τῇ θεογνωσίᾳ διαπαντὸς ἀνεπόλει,
τὴν νέκρωσιν τῶν παθῶν ἐμελέτα, μόνου τοῦ θεοῦ ἐμερίμνα· αὐτὸν ἐδόξαζεν ᾠδαῖς ἀσιγήτοις,
καὶ ὕμνοις καὶ ψαλμοῖς ἐκτενέσι· καὶ οὕτως ἀγγελικῶς βιοτεύων
[583Φ] ὑπερηφανίας ἐκρατήσεν, καὶ ταπείνωσιν ἄκραν ἐκτήσατο. πᾶν δὲ ἀγαθὸν ἐποίει,
καὶ πᾶσι τοῖς καλοῖς ἐπετέρπετο.
186. τῇ συμπαθείᾳ δὲ μᾶλλον τῶν ἄλλων διέπρεπέ τε καὶ διέλαμπεν. ἀεὶ δὲ ταῖς ἀλλοτρίαις
συμφοραῖς κατετρύχετο, τοῖς ἀσθενοῦσι συνησθένει, τοῖς ἀλγοῦσι συνήλγει, τοῖς πενομένοις
συνεπένετο, τοῖς λυπουμένοις συνελυπεῖτο, μετὰ κλαιόντων ἔκλαιεν, μετὰ πενθούντων
ἐπένθει. διὸ πάντας καθ᾿ ὅλου τοὺς προσιόντας αὐτῷ φιλοφρόνως ὑπεδέχετο, τοὺς νοσοῦντας
ἰᾶτο, τοὺς ὀδυνωμένους καὶ κακῶς πάσχοντας παρεμυθεῖτο τοῖς ἑαυτοῦ ψυχωφελέσι καὶ
ἱεροῖς λογίοις, τὴν ἀνίαν τῶν ἀνιωμένων ἀπέτεμε τῇ πνευματικῇ μαχαίρᾳ, καὶ τὰς καρδίας
αὐτῶν εὐφροσύνης ἐνεπίπλα· τοὺς ἀδικουμένους παρηγορῶν τε καὶ παραινῶν, ἀγαπᾷν τοὺς
ἀδικοῦντας παρεσκεύαζεν, τοὺς ἀλλήλων μακρὰν
[584Α] διεστῶτας εἰρηνικῶς συνῆπτεν· τοὺς ἐμπίπτοντας πειρασμοῖς ὑπομένειν ἐδίδασκε,
καὶ εὐλογεῖν πάντων τῶν συμβαινόντων ἕνεκεν· πάσας τὰς σωματικάς τε καὶ πνευματικὰς
αἰτήσεις τῶν αἰτούντων ἐξετέλει· οὐδενὸς κατεφρόνει, πάντας ἐπίσης συμπαθῶς ὑπεδέχετο
καὶ ἐτίμα, τοὺς χριστιανοὺς οὐ μόνον ἀλλὰ καὶ Ἀγαρηνούς· βρώματα δὲ αὐτοῖς δαψιλῆ
τε καὶ ποικίλα παρετίθη.
187. πάντων γὰρ ἀπορῶν, οὐδενὸς ὑστερεῖτο, καὶ ἀκτημοσύνην ἐσχάτην ἔχων, τὸ πᾶν
ἐκέκτητο, ὑπὸ πάντων ἀποστολικῶς διακονούμενος. ὅθεν τοῖς πρὸς αὐτὸν ἐρχομένοις
θαρσικῶς, καὶ τῇ πλουσιοδώρῳ τοῦ θεοῦ ἀγαθότητι πεποιθώς, ἔλεγεν· «κέκτημαι δένδρον
ἀειθαλές, καὶ τοῖς καρποῖς ἀείκομον, καὶ πάντος ἀγαθοῦ χορηγόν, σκέπον καὶ τρέφον,
καὶ εὐφραῖνον πάντα παραγενόμενον πρὸς τὴν ἐμὴν ταπείνωσιν.» τί δέ ἐστι τὸ δένδρον,
ἐρωτώμενος, πρὸς τὸν οὐρανὸν τὴν χεῖρα ἐκτείνων, ἔλεγεν· «ὁ βρέξας τῷ μάννᾳ τῷ Ἰσραὴλ
ἐν τῇ ἐρήμῳ, ὁ ἐκ πέτρας ἀκροτόμου διψῶντι λαῷ πηγάσας ὕδωρ, ὁ θρέψας Ἠλιοὺ διὰ
κόρακος, ὁ τροφεὺς
[584Β] καὶ χορηγὸς τῆς ζωῆς ἡμῶν, ὁ πολὺς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ἡ ὄντως πηγὴ
τῶν αἰωνίων ἀγαθῶν.»
188. διὸ τοίνυν, ὦ μακάριε Στέφανε, τὰς σὰς ἀναμέρος οὐκ ἄν ποτε δυνηθείην ἐξειπεῖν
ἀρετάς· πᾶσαν γὰρ ἐν ἑαυτῷ συλλαβὼν φέρεις τὴν ἀρετήν, δι᾿ ἧς οὐρανοπολίτης ἀπεφάνθης,
τῶν αἰωνίων ἀπολαύων ἀγαθῶν, ἔνθα πάντων τῶν εὐφραινομένων ἡ κατοικία καὶ φωνὴ ἑορταζόντων,
καὶ ἦχος ἀγαλλιάσεως, ἧς καὶ ἡμᾶς καταξιωθῆναι, μηδαμῶς λίποις. ἅγιε, τὸν σὸν πρεσβεύων
θεόν, τοῖς ἡμετέροις πλημμελήμασιν ἵλεων καταστήσας αὐτόν, τὸν μόνον ἀγαθὸν καὶ
φιλάνθρωπον κύριον Ἰησοῦν Χριστόν, ᾧ πρέπει δόξα, τιμή, καὶ προσκύνησις ἅμα τῷ πατέρι,
καὶ τῷ παναγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν.
*************************************************************
[p. 504Χ]
1. «καθὼς ἔφης τὸ πρότερον, ἐπιλέλησμαι κλεῖσαι τὰς θύρας. νῦν τί ἐρεῖς μὴ ὡσαύτως
ἐποίησα» ὁ δὲ ἄρα σχημειδειάσας φησί· «καὶ νῦν ἐπελάθου, ἀλλ᾿ ὅμως, ὡς οἶσθα, οὐδὲν
ἀδυνατεῖ τῷ θεῷ.» ἐγὼ δ᾿ οὐκ ὀλιγάκις, θεωρήσας τοῦτον χάριτος τοιαύτης ἀξιωθέντα,
εὐχαριστίαν καὶ δόξαν ἔπεμψα τῷ θεῷ, καὶ ἔτι περισσότερον πίστιν μεγάλην ἐκτησάμην
εἰς αὐτόν. ὅθεν μιᾷ τῶν ἡμερῶν συνομιλῶν αὐτῷ περί τινων πνευματικῶν, ὡς ἔθος ἦν,
... ἐθέμην αὐτῷ μυστήριον· ἔσχον γὰρ λογισμὸν τοῦ κόσμου παντελῶς ἀναχωρῆσαι, καὶ
προσελθὼν αὐτῷ εἶπον· «ὅσιε πάτερ
[p. 505Δ] Μαρτύριε, ὀκτὼ ἐκ χρόνων ἔχω ἐπιθυμῶν ἐπὶ τὴν ἐνδοτέραν ἔρημον πορευθῆναι
γυμνός, καὶ μηκέτι ἐνταῦθα στραφῆναι, μήτε τινὶ ἀνθρώπων ὀφθῆναι, ὅπως πόρρωθεν
ὑπάρχων τῶν ἀνθρωπίνων θορύβων, καθαρῶς λατρεύσω τῷ θεῷ, ὃν οὐ διέλειπον ἐκλιπαρών,
ἵνα φανερώσῃ μοι τὴν εὐδοκίαν αὐτοῦ· οὐ προεθανοίμην γὰρ ἄνευ θείας πληροφορείας
ἀπελθών, καὶ μέχρι τῆς δεῦρο οὐδέν μοι τούτου χάριν θεόθεν ἀπεκαλύφθη. νῦν, ἴδε,
πεπίστευκα, ὅτι διὰ σοῦ γνωρίσει μοι· οὐκοῦν, πάτερ, λάλησον ὅπερ ἂν ἐμπνεύσει σοι
ἡ χάρις τοῦ παναγίου πνεύματος καὶ θεράπευσόν μου τὴν ψυχήν.»
2. ὡς οὖν οὕτως εἶπον αὐτῷ· παραυτὰ διορατικοῖς τε καὶ προορατικοῖς ὀφθαλμοῖς σκοπήσας
τὸ συμφέρον, ἔφη· «ὁ θεὸς οὐ θέλει σε τοῖς ἀνθρώποις ἀφανῆ γενέσθαι, εἰς τὴν ἐσωτέραν
ἔρημον εἰσελθόντα· ἀλλὰ μᾶλλον διπλοῦν κομίσασθαι στέφανον τόν τε τῆς ἐρήμου, τόν
τε διὰ σοῦ σωζομένων ψυχῶν. ἀναπλήρωσον οὖν τὸν βίον σου, καθὼς ἐδιδάχθη [λεγε·
ἐδιδάχθης ?] ὑπὸ τοῦ θεοῦ, τὸ ἥμισυ τοῦ χρόνου ἐν τῇ ἐρήμῳ, καὶ τὸ λοιπὸν ἐν τῷ
ἡσυχαστηρίῳ, ἵνα πολλοὺς ὁδηγήσῃς εἰς
[p. 505Ε] θεογνωσίαν καὶ ἀρετήν. διὰ τοῦτο γὰρ οὐ βούλεταί σε ὁ θεὸς ἀποστῆναι τῶν
ἀνθρώπων φιλάνθρωπος. μηκέτι τοίνυν παρακάλει αὐτὸν περὶ τούτου, ὅτι μετά σε σχεδὸν
οὐ πατηθήσεται ὑπὸ τῶν φαινομένων ἀναχωρητῶν ἡ ἔρημος.»
3. πληροφορηθέντος οὖν ἐμοῦ διὰ τοῦ στόματος τοῦ ἁγίου, ἐξετοπίσθησαν ἐκ ποδῶν οἵτινες
ἐκ πάλαι περὶ τούτου ἐκλόνουν με λογισμοί, ἐν γαλήνῃ δὲ διήρκεσα ἕως τοῦ νῦν, εὐχαριστῶν
τῷ θεῷ, καὶ τὴν τοῦ ἀββᾶ Μαρτυρίου ἐπαινῶν ἀρετήν. ταῦτα μὲν οὖν περὶ τοῦ ἀββᾶ Μαρτυρίου
διηγήσατο ὁ ὅσιος Στέφανος. οὐδὲν δὲ ὧν ἔφησεν, ἔμεινεν ἀνενέργητον. οὐ γὰρ εἴα
τὸ θεῖον τὸν Στέφανον, ψυχῶν ἰατρὸν ὄντα χρήσιμον, ἐν κρύμνοις [λεγε· κρημνοῖς]
καὶ ὄπαις καὶ ὄρεσι κρυβῆναι ἄπωθεν τῶν λογικῶν αὐτοῦ θρεμμάτων. οὐκ ἔτι γὰρ μετ᾿
αὐτόν, ὥσπερ ἡμῖν φαίνεται, ἐπατήθη ἡ γῆ ἐκείνη ὑπὸ τῶν ὁρωμένων ἀναχωρητῶν, οἷα
προείπεν ὁ θαυμάσιος Μαρτύριος, ὃς μεγάλως τῷ θεῷ εὐαρεστήσας, καὶ μεγάλων ἀξιωθεὶς
χαρισμάτων, ἀπεβίω ἐν τῷ ἑαυτοῦ ἐγκλειστηρίῳ χρόνους ἱκανοὺς διαποιήσας.
[p. 505Φ]
4. τούτου δὲ κοιμηθέντος, εἷς τῶν πατέρων, ἔχων εἰς αὐτὸν ζέουσαν πίστιν, οὐχ εὑρέθη.
ὡς οὖν, ὅθεν εἴη ἐπὶ τὴν λαύραν ἐπανίη, κατὰ τὴν ὁδὸν ἐνόησεν τὴν ἐνθένδε ἱερὰν
αὐτοῦ μετάστασιν, καὶ λύπῃ συσχεθεὶς ἀπείρῳ ἐπένθησε πένθος δακρύων πολλῶν μεστόν.
ταλανίζων δὲ τὴν λαύραν, ἔλεγεν· «ὁποία συμφορὰ συμβέβηκέ σοι, σήμερον, ὦ ἡμετέρα
λαύρα, καὶ ποία σε λύπη κατέλαβεν στυγνότητος καὶ ἀθυμίας νέφος ἐπί σε ἐπεσκίασε,
τοῦ σοῦ φωστῆρος Μαρτυρίου ὑπὸ γὴν καταδύντος. σὺ δέ, ὦ ἱερὸν τῶν τοῦ ἁγίου Σάβα
μαθητῶν ἄθροισμα, ὁποῖον ἀπώλεσας καύχημα καὶ ψυχικῶν παθῶν ἀκέστορα. ὦ ψυχή μου
νοσερὰ καὶ τάλαινα, τίνας ἄρα τοῦ λοιποῦ τεύξῃ παρηγορίας, ἢ τίς σε θεραπεύσει εἰ
γὰρ καὶ τὸν ἀββᾶ Στέφανον εὐλαβῆ καὶ ἐνάρετον ἔχομεν, ἀλλ᾿ οὐδαμῶς αὐτὸν τῷ ἀββᾷ
Μαρτυρίῳ συγκρίνομεν· ἐπειδὴ πολὺ ἀμφοτέρων τὸ διάφορον. ὥσπερ γὰρ ἀπέχουσι ἀνατολαὶ
ἀπὸ δυσμῶν, οὕτως ἀπὸ τοῦ ἀββᾶ Μαρτυρίου ὁ τοῦ ἀββᾶ Στεφάνου ἀφέστηκεν.»
5. ὡς οὖν ταῦτα καθ᾿ ἑαυτὸν ἐν τῇ ὁδῷ ὁδεύων ἐθρήνει, καὶ ἔλεγεν, ἔστῃ ἐπί τινα
ἀκρώρειαν ἄνωθεν τοῦ ἡσυχαστηρίου τοῦ γέροντος ὑπάρχουσαν. καὶ
[p. 506Α] τότε δι᾿ αὐτοῦ ἐντόνως περισκοποῦντος τὸ ἡσυχαστήριον, ἐπένευσεν ἡ ἀγαθὴ
τοῦ θεοῦ πρόνοια δεῖξαι αὐτῷ τὴν ἐμφωλεύουσαν τῷ ἁγίῳ Στεφάνῳ θείαν καὶ ἔκλαμπρον
χάριν· εἶδεν γὰρ τὸ ἡσυχαστήριον μεγάλου φωτὸς μεστόν, ἐκπέμποντος ἀπὸ τῶν θυρίδων
ἀκτῖνας τηλαυγεῖς. ἐκθαμβηθεὶς δὲ ἐλογίζετο, τί ἂν εἴη τὸ ὀφθὲν λέγων· «ἄρα μή τις
σπινθὴρ ἀπὸ δαδὸς ἢ κανδήλας ἐξέπεσε, καὶ τὴν φλόγα ταύτην ἐν τῷ κελλίῳ, τοῦ καλογήρου
καθεύδοντος, ἄνηψεν ἢ αὐτὸς ὁ καλόγηρος ἀσυνήθητον ἐποίησε πυρκαϊάν ὅπερ οὐκ οἶμαι,
οὐδὲ πιστεύω· οὐ γὰρ εἴωθε τοῦτο ποιεῖν, οὔτε μὴν οἱ κατ᾿ αὐτόν.»
6. οὕτως οὖν ἐνθυμούμενος τῷ ἑαυτοῦ κατήντησε κελλίῳ. τοῦ ἐρυθροῦ δὲ φανέντος, ἀπῆλθε
πρὸς τὸν γέροντα, νομίζων εὑρεῖν τὸ κελλίον ὅλον πυρποληθέν. ὡς δ᾿ εἶδε τὸν γέροντα
ἐν καταστάσει πολλῇ τυγχάνοντα, καὶ οὐδὲν εὗρε πυρὸς ἴχνον [λεγε· ἴχνος], οὔτε μέχρις
ὀσμῆς κάπνου, ἔγνω ὅτι τουτὶ τὸ θαῦμα γέγονε ἕνεκα τῆς ἑαυτοῦ ὀλιγοπιστίας, καὶ
ὑπέστρεψε εἰς τὸ ἴδιον κελλίον, δοξάζων τὸν θεόν, καὶ τὴν τοῦ γέροντος ὁμολογούμενος
ἐκθειάζων ἁγιότητα.
[p. 506Β]
7. τὶς μοναχὸς μέγας καὶ ὑψηλός, τῷ γένει Αἰγύπτιος, Χριστοφόρος ἐπονομαζόμενος,
ᾤκει ἐν σπηλαίῳ τῷ ἐπίκλην τοῦ ἁγίου Θεοκτίστου ἐν τοῖς ἀνατολικοῖς μέρεσι τῆς τοῦ
ἁγίου Εὐθυμίου μονῆς. ἦν δὲ θεάρεστος ὁ ἀνὴρ καὶ ἀσκητὴς ὑπὸ πολλῶν μεμαρτυρημένος
ἐπ᾿ ἀγαθοῖς. ἀγάπην δὲ ἄδολον εἶχε, τὴν μητέρα καὶ τιθήνην πασῶν τῶν ἀρετῶν. προεθυμεῖτο
δὲ καὶ αὐτὸ τὸ οἰκεῖον ἐκχέαι τὸ αἷμα ὑπὲρ τῆς θεραπείας παντὸς ἀρχομένου [λεγε·
ἐρχομένου] πρὸς αὐτόν· οὐ γὰρ μόνον πρὸς τοὺς ὁμοπίστους, ἀλλὰ καὶ πρὸς αὐτοὺς τοὺς
ἀπίστους καὶ βαρβάρους, μιμούμενος καὶ ἐν τούτῳ τὸν ἑαυτοῦ κύριον καὶ δεσπότην,
τὸν ὑπερβαλλόντως ἡμᾶς ἀγαπήσαντα, καὶ ὑπὲρ ἡμῶν ἑκουσίως ἀποθανόντα ἁμαρτωλῶν ὄντων.
8. καθ᾿ ἑκάστην δὲ ἡμέραν δισχιλίας ἐπόνει γονυκλινείας, ἡμέρας χιλίας, καὶ νυκτὸς
χιλίας σὺν παννύχισιν ἀγρυπνίαις πολλαῖς τε νηστείαις καὶ δάκρυσι πλείστοις. ἤσκει
δὲ καὶ τὸ ἐργόχειρον διὰ τὴν ἀκηδίαν. οὗτος τοίνυν παρεκάλεσε τὸν ὅσιον Στέφανον
κατὰ Σάββατον, εἰ δυνατόν, λειτουργῆσαι πρὸς αὐτόν· ἦν γὰρ τότε πρεσβυτερικὸν ἐπέχων
βαθμόν.
[p. 506Χ] οὕτινος νῦν ἐπιμνησθείς, πρὸς βραχὺ σιωπήσομαι τὴν ἐν χερσὶ διήγησιν,
ἄχρις ἂν ἐξαγορεύσω τὸ δι᾿ αὐτοῦ γενόμενον θαῦμα.
9. ἐν ταῖς ἡμέραις δὴ τῆς ὑψώσεως τοῦ τιμίου σταυροῦ ψήφῳ θεοῦ χειροτονηθεὶς πρεσβύτερος
οὗτος ὁ ἀββᾶς Στέφανος, ἐν τῷ ἑαυτοῦ ἡσυχαστηρίῳ προσήνεγκε τὴν λογικὴν καὶ ἀναίμακτον
θυσίαν μετ᾿ οὐ πολλὰς ἡμέρας· αὐτοῦ δὲ κατὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν τὴν προσφορὰν
τῆς προθέσεως ἀναφέροντος, καὶ βοῶντος, καὶ λέγοντος· «τὰ ἅγια τοῖς ἁγίοις», ἔλαμψεν
ὑπ᾿ [λεγε· ἐπ᾿ ?] αὐτοῦ ἡ χάρις τοῦ κυρίου, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐπεφοίτησεν ἐπ᾿
αὐτόν, καὶ τὸ εὐκτήριον ὅλον ἀπείρου φωτὸς ἐπλήρωσεν, αὐτὸν δὲ ὁλόφωτον κατεσκεύασεν,
ὥστε καθορῶν ἑαυτὸν πανευαγῆ καὶ πάναγνον, καὶ τὸν ἀέρα, καὶ πάντα τὸν κόσμον παραδόξως
ἡλιωμένον. μείνας οὖν ἐν τῇ τοιαύτῃ φαιδρότητι, ἀεὶ θεωρῶν ἑαυτὸν ἄλλον ἐξ ἄλλου
γινόμενον [καὶ μὴ σκοπῶν] ἴχνος ἀνθρώπινον, ὥσπερ τὸ πρότερον, ἐδειλίασε σφόδρα
δειλίαν ἀξιέπαινον, ὡς ἐγκύψας εἰς τὴν τοῦ θεοῦ δόξαν τὴν ἄρρητον, καὶ τὴν ἑαυτοῦ
καταμαθὼν ἀσθένειαν. λογισμοὶ γὰρ ἀνθρώπων δειλοί, ἐπειδὴ ἡ φύσις αὐτῶν καθέστηκεν
εὐμετάστατος.
[p. 507Δ]
10. τούτου γὰρ χάριν δείσας ὁ μακάριος ἐταπεινώθη, μνησθεὶς ἐξ οὗ πεπλαστούργηται
πήλου [λεγε· πηλοῦ]· οὕτω γὰρ Μωυσῆς ὁ θεόπτης, δοξασθεὶς καὶ θεόν, ὡς ἀνθρώπῳ ἰδεῖν
ἐφικτὸν ἀξιωθείς, καὶ εἰς τοσοῦτον ὕψος ἀρθείς, ἐφοβήθη, ἰχνόφωνον [λεγε· ἰσχνόφωνον]
ἑαυτὸν ὀνομάζων καὶ βραδύγλωσσον. καὶ Δαβὶδ ὁ θεοφάντωρ, ὡσαύτως ὑπὸ τοῦ θεοῦ ὑψωθεὶς
σκώληκα ἑαυτὸν ἀπεκάλεσε· καὶ πτοούμενος, μήπως τῆς κατὰ θεὸν ἐκπέσῃ στάσεως, ἐταπείνου
καὶ ἐσκληραγώγει ἑαυτὸν ταῖς κακοπαθείαις. καὶ πρὸς τούτοις πτοούμενος, οἶμαι, ὁ
ὅσιος, ἥτι [λεγε· εἴ τι] πάθῃ κενοδοξίας ἔπαρμα, ὑπὲρ πάντων ἀνθρώπων ἐπαινούμενος
μαλίστα· ὅπερ οὐκ εἴα παθεῖν ἡ θεία πρόνοια· ἀμεταμέλητα γὰρ τοῦ θεοῦ τὰ χαρίσματα,
ὃς τὴν προθυμίαν αὔξων, ἢ ἐκπτήσσων αὐτόν, οἷα παιδευτὴς ἄριστος, διὰ σωτηριώδους
παραχωρήσεως τὸν ἑαυτοῦ θεράποντα φοβηθῆναι ηὐδόκησεν.
11. ἐντεῦθεν τοίνυν πολλὰ δειλιάσας ὁ μακάριος, λιταῖς ἐκτενέσι τὸν θεὸν ἐξεμειλίσσετο,
λέγων· «ὁ θεός, ὁ μεγαλόδωρος δοτήρ, καὶ θησαυρὸς τῶν αἰωνίων ἀγαθῶν, ὁ πολὺς ἐν
ἐλέει καὶ οἰκτιρμοῖς, καὶ
[p. 507Ε] πάντων προνοητής, μὴ ὀργισθῇς κατ᾿ ἐμοῦ, ἄνες δὲ τὰ ὑπὲρ ἄνθρωπον τῆς
χάριτός σου κύματα· ὑπερβέβηκε γάρ μου, δέσποτα, τὴν δύναμιν· τότε δέ μοι χαρίσαι
αὐτὰ δέομαι τῆς σῆς εὐσπλαγχνίας, ὅτ᾿ ἂν αἰτήσωμαι ἕνεκεν τῆς τῶν συνδούλων ψυχωφελοῦς
οἰκοδομῆς, καὶ θεραπείας, καὶ μὴ ἀγανακτήσῃς κατ᾿ ἐμοῦ, φιλάνθρωπε, παρὰ τῆς σῆς
ὑπερθέου μεγαλειότητος, αἰτοῦντος ταῦτα· ἐπειδὴ ἀσθενής εἰμι τῇ ψυχῇ, καὶ τῇ σαρκί,
καὶ τοῖς πάθεσιν ὑποκείμενος· αἰθάλη γὰρ ὑπάρχω γεώδης, καὶ πηλὸς ἀργός, καὶ κόνις
κακότροπος. οἶδας δὲ καὶ ὅτι φύσις ἀνθρωπίνη οὐ δύναται ἀεὶ φέρειν ταῦτά σου τὰ
μεγαλόδοξα χαρίσματα, εἰ μὴ σὺ ἐνισχύσῃς αὐτήν, ὁ μόνος ἀπειροδύναμος, ὁ μόνος ἀόρατος.
σύστειλον οὖν τάδε τὰ πολλὰ πλήθη τῶν σῶν δωρεῶν, κἀκεῖ μοι δώρησαι αὐτὰ ἐν τῷ μέλλοντι
αἰῶνι τῆς μελλούσης μακαρίοτητος, ἐνταῦθα δὲ ὅτ᾿ ἂν δέοι, καὶ ἐν τῷ καιρῷ τῆς προσκομιδῆς,
ἐν αὐτῷ γὰρ αὐτῶν καταξίου με.» οὕτως οὖν αὐτοῦ προσευξαμένου καὶ δεηθέντος ὑπήκουσεν
ὁ θεός, ὁ πᾶσιν ἐγγὺς τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. ἀπὸ τότε δὴ πάνυ, ἅπερ
ἂν ᾐτεῖτο, ἐλάμβανε, μάλιστα ἐν ταῖς τελεταρχικαῖς ἀναφοραῖς καὶ μυσταγωγικαῖς παραστάσεσι,
κἄν τε μυστήριον ᾖ, κἄν τε ἐνόρμημα [λεγε· ἐνόραμα ?], κἄν τε
[p. 507Φ] ὅραμα, κἄν τε προόραμα, καὶ τότε δὴ τοῖς ἐρωτῶσιν ἀπεκάλυπτε ταῦτα, ἡνίκα
ἀκούειν ἔδει καὶ ἥρμωζεν.
CAPUT ΙΙ
[p. 508Χ]
12. ἀλλὰ τὴν προτέραν μεταχειρισόμεθα διήγησιν, ἣν μικροῦ παρεσιωπήσαμεν, περὶ τοῦ
πατέρος ἡμῶν Χριστοφόρου φαμέν, καὶ τοῦ ἁγίου Στεφάνου. οὗτος δή, ὥσπερ ἔφαμεν,
ὡς ἐπίπαν κατὰ σάββατον τὴν προσφορὰν ἐν τῷ μνημονευθέντι σπηλαίῳ ἡγίαζεν· ὅτε γὰρ
ἐν τῷ ἡσυχαστηρίῳ διῆγεν, ἀπίη πρὸς αὐτόν, καὶ πάλιν ὅτε κατὰ τὴν ἔρημον ὑπῆρχε,
τῆς τεσσαρακοστῆς πληρουμένης, πολλάκις δι᾿ αὐτοῦ τὴν ὁδὸν ἐποιεῖτο, εἰς τὴν λαύραν
ὑποστρέφων· τοῦτο δὲ ἐποίει, πολλὰ ὑπ᾿ αὐτοῦ τοῦ ἀββᾶ Χριστοφόρου παρακλητικῶς βιαζόμενος.
αὐτοῦ οὖν ἐν τῇ ἐρήμῳ διατρίβοντος κατὰ τὸν καιρὸν τῆς ἁγίας τεσσαρακοστῆς κατέλαβόν
τινες προσήλυτοι εἰς τὴν λαύραν ἀναζητοῦντες αὐτόν, καὶ παρὰ τῶν πατέρων μαθόντες,
ὅτι ἐν τῇ ἐρήμῳ διάγει, παρεκάλεσάν τινα Εὐστράτιον ὀνόματι, τοῦ γέροντος τότε μαθητὴν
τυγχάνοντα, πορευθῆναι πρὸς τὸν ἐπιστάτην, καὶ γνωρίσαι αὐτῷ τὴν ἑαυτῶν ἄφιξιν,
ἣν ἕνεκεν αὐτοῦ εἰς τὴν λαύραν ἐποιήσαντο. ὁ δὲ πεισθεὶς ἀπῆλθε σημάναι τῷ γέροντι·
ὃς τὴν τῶν νεηλύδων ἀκούσας ἔφοδον, μετ᾿ ὀλίγας ἡμέρας τὴν τεσσαρακοσθήμερον νηστείαν
πληρώσας, ὑπέστρεψε εἰς τὴν λαύραν.
[p. 509Δ]
13. ἐποιήσατο δὲ τὴν πορείαν, ἔχων μετ᾿ ἑαυτοῦ τὸν ἴδιον μαθητήν, διὰ τοῦ σπηλαίου
τοῦ ἀββᾶ Χριστοφόρου, ὅπερ καταλαβόντος αὐτοῦ καὶ κατὰ τὸ σύνηθες λίθῳ μικρῷ κάτωθεν
κρούσαντος, ὁ ἀββᾶς Χριστοφόρος τὴν ἐπιμήκη ἑαυτοῦ ἄνωθεν κλίμακα τοῖς σχοινίοις
χαλάσας, καὶ ἀναβῆναι προυτρέψατο. ὁ δὲ ἀνέβη, συνανέβη δὲ μετ᾿ αὐτοῦ καὶ ὁ μαθητής.
τὴν ἠθισμένην οὖν αὐτοῖς ἐκτελέσαντες εὐχήν, καὶ ἀλλήλους ἀσπασάμενοι ἀνήγαγον τὴν
κλίμακα. ἐπὶ δύο μέντοι ξενισθέντες ἡμερῶν διάστημα, τῇ ἐπαύριον τῆς ὁδοῦ τῆς ἐπὶ
τὴν λαύραν φερούσης ἐβουλήθησαν ἔχεσθαι. ὁ δὲ ἀββᾶς Χριστοφόρος πλεῖστα τὸν πρεσβύτην
ἠξίου· «μεῖνον,» λέγων, «πρὸς ἡμᾶς ἄλλας δύο ἡμέρας, καὶ πλέον, εἰ ῥάδιον.» ὁ δὲ
γέρων εὐφυῶς ἀπολογούμενος, ἔφησεν· «εἰ καὶ διὰ παντὸς ἐπιποθοῦμεν τὴν ζήν [λεγε·
σήν], πάτερ, ποιεῖν θεραπείαν καὶ ἄνεσιν· ἀλλ᾿ οὖν καὶ ἑτέρους πληροφορῆσαι πνευματικοὺς
ἀδελφοὺς καὶ διαναπαῦσαι δεόμεθα· ὑπὸ δὲ τῆς ἀγάπης σου βιαζόμενος, παρά σοι τὴν
αὔριον διατελέσω, εἴπερ ὁ θεὸς ἐπινεύσειεν· ἀλλ᾿ ἑτέραν μὴ ζήτει παρ᾿ ἐμοῦ.»
14. πολλὰ οὖν ἔτι δυσωπηθείς, ἄλλην αὐτῷ οὐκ
[p. 509Ε] εἶξε χαρίσασθαι· τῇ δὲ τρίτῃ ἡμέρᾳ ἐδήλωσεν αὐτῷ λέγων· «αὔριον ἀποβήσομαι
πάντως, τοῦ θεοῦ εὐδοκοῦντος.» ὁ δὲ ἀββᾶς Χριστοφόρος, γνοὺς ὡς ὁ γέρων οὐ πεισθήσεται
διὰ ποιήσειν [λεγε· διαποιήσειν ?] πρὸς αὐτὸν ἡμέραν ἄλλην, κατὰ τὴν νύκτα λαβὼν
τὰ σχοινία, τοῦ γέροντος ἀγνοοῦντος, κατέκρυψεν, ὃν τῆς ἡμέρας γενομένης μεῖναι
λίαν ἱκετεύσας, οὐκ ἔπεισε. τοῦτο δὲ σαφῶς θεῖον ἦν βούλημα, δοξασθῆναι τὸν μέγαν
Στέφανον, καὶ εἰς γνῶσιν πάντων ἐλθεῖν τὸν ἄνδρα, καὶ τὴν αὐτοῦ θεόσδοτον χάριν.
ἀπιὼν γὰρ ὁ ἀββᾶς Χριστοφόρος τὴν πύλην τοῦ σπηλαίου ἀσφαλῶς τῇ μανδάλιδι [λεγε·
μανδαλίδι] κατέκλεισε, σφοδρῶς σαλεύσας αὐτήν, ἄχρις ἂν αἱ βάλανοι ταῖς γλυφίσιν
ἐνηρμώσθησαν, καὶ παραυτὰ στραφείς, ὑπομειδιάσας ἔφη πρὸς τὸν γέροντα· «νῦν ὄντως
καὶ ἄκοντα κατέσχον ἡμέρας, οὐχ ἡμέραν, ἕως τινὲς ἐλθόντες ἀπὸ τῆς λαύρας ἢ ἀπὸ
τῆς μονῆς τοῦ ἁγίου Εὐθυμίου, ἢ ἄλλοθεν, τὴν ἄλιδα [λεγε· μανδάλιδα?] λαβόντες ἀνοίξωσιν.
ἀλλ᾿ εἶπερ, ὥσπερ φασί τινες ὑπάρχεις μοναχὸς τέλειος καὶ ἅγιος, προσελθὼν κέλευσον
ἀνοιχθῆναι τὴν θύραν, ἵνα σε τοιοῦτον σὺν ἐκείνοις ἀκριβῶς καὶ ἐμπείρως ὁμολογήσωμέν
τε καὶ ἕξωμεν.»
15. ὁ δὲ γέρων ἀποκριθεὶς εἶπεν· «ἅγιος μὲν οὔκ
[p. 509Φ] εἰμι, ὥσπερ οἱ πολλοί φασιν, ἀλλὰ καὶ πάλιν πλημμελημάτων ἀνάμεστος· ἐμαυτὸν
γὰρ οἶδα καὶ τὰς πράξεις μου τὰς κακάς, ἃς εἴ τις ἴδει, οὐκ ἄν μοι λαλεῖν ἀνείχετο.
μέγα γάρ ἐστι τὸ πέλαγος τῆς ἐμῆς βεβηλότητος· ἀλλ᾿ ὅμως καὶ εἰ τοιοῦτος ὑπάρχω,
ἐπείπερ ᾐτήσω παρ᾿ ἐμοὶ τὴν θύραν ἀνοιχθῆναι, καὶ εἶπας, ὅτι τινές με τοιοῦτον ὄντα
καλοῦσιν ἅγιον, πίστει φερόμενοι· τοῦτο καὶ ποιήσω, οὐ θαρρῶν τῇ ἐμαυτοῦ πρὸς θεὸν
παρρησίᾳ καὶ ἀξιότητι, ἀλλὰ τῇ ἀφάτῳ αὐτοῦ εἰς ἡμᾶς φιλανθρωπίᾳ καὶ ἀγαθότητι, εἰδὼς
ὅτι καὶ ἐν μάντει καὶ ὄνῳ ἡ χάρις αὐτοῦ κατῴκησεν, οὐ διὰ τὴν ἐκείνων ἀξίαν, ἀλλὰ
διὰ τὴν ἀνθρώπων σωτηρίαν.» δὶς οὖν φωνήσας τὸν μαθητὴν αὐτοῦ· «Εὐστράτιε, Εὐστράτιε,»
εἶπεν, «ποίησον μετάνοιαν.» τοῦ δὲ μαθητοῦ κλίναντος τὰ γόνατα, εἶπεν αὐτῷ· «εὐλογητὸς
κύριος, ὅτι εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ ἀνοίξεις τὴν μανδάλιδα [λεγε· μανδαλίδα].»
ἀναστὰς οὖν ὁ μαθητὴς καὶ τῇ θύρᾳ πλησιάσας, καὶ τῆς μανδάλιδος ἄκροις δακτύλοις
ἁψάμενος, παραχρῆμα ἀνέῳξεν.
16. ὁ δὲ ἀββᾶς Χριστοφόρος θεασάμενος, ἔφριξε καὶ ἐξέστη, τὴν ἄπειρον τοῦ θεοῦ δοξάσας
δύναμιν, καὶ τὴν θεόσδοτον τοῦ ἁγίου χάριν ἀγασθείς, καὶ
[p. 5ενηανχεδ
110Α] ἀνακράξας μεγάλῃ φωνῇ· «δόξά σοι, ὁ θεός, ὁ θαυμάσια ἐργάζων μόνος ἐν τοῖς
ἁγίοις· οὐκ ἔτι γὰρ τοῦ λοιποῦ κληθήσεται οὗτος ἀββᾶς Στέφανος, ἀλλὰ ἅγιος Στέφανος,
φερωνύμως στεφανώμενος θείᾳ δυνάμει καὶ χάριτι, ἃς κεκτημένος ὁ πρωτοδιάκονος καὶ
μάρτυρ Στέφανος, ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. σύ, τοιγαροῦν, ὦ ἅγιε
Στέφανε, οὕτως εὐλογίαν τῷ μαθητῇ δέδωκας, κεκλεισμένην τὴν θύραν ἀνοῖξαι ἄνευ τῆς
ἰδίας κλειδός, καὶ ἀνέῳξεν· εἰ δι᾿ ἑαυτοῦ ἀπῆλθες, ἔπεσεν ἂν ἀθρόως ἡ θύρα σὺν τῷ
τείχει εἰς τὸν χείμαρρον ἐκ τοῦ φόβου.» ὁ δὲ γέρων ἔτι πρὸς τὸν μαθητὴν ἔφη· «Εὐστράτιε,
Εὐστράτιε, ἐλθὲ εἰς τὸν ῥύακα εἰς τὰ ἀνώγεα τοῦ σπηλαίου, καὶ εὑρήσεις ἐκεῖ τὰ
σχοινία κεκρυμμένα ἐν τῷδε τῷ τόπῳ, καὶ λαβὼν ἄγαγε μεθ᾿ ἑαυτοῦ, ἵνα ἀπέλθωμεν ἔνθεν·»
ὁ δὲ ἀββᾶς Χριστοφόρος πάλιν ἀκηκοώς, ὅτι τὸν κρύφιον ἔγνω τόπον τῷ πνεύματι, ἐδόξασε
ἔτι τὸν θεόν, καὶ τὸν ἅγιον Στέφανον πολλοῖς ἐγκωμίοις ἐπῄνεσεν. ὁ δὲ μαθητὴς τὴν
κέλευσιν εἰς πείραν ἤγαγεν. εὐχὴν οὖν ποιησάμενος ὁ γέρων, καὶ τὸν ἀββᾶν Χριστοφόρον
ἀσπασάμενος ἀπίη.
[p. 510Β]
17. μετὰ δὲ ταῦτα ὕστερον αὐτοῦ κατὰ τὴν ἔρημον ἐπιπολεύοντος, ἔδοξεν αὐτῷ δευτέραν
διὰ τοῦ μνημονευθέντος σπηλαίου ποιήσασθαι τὴν πορείαν, καὶ κατ᾿ οἰκονομίαν θεοῦ
συναντᾷ τῷ ἀββᾷ Χριστοφόρῳ, κατὰ τὴν ὁδὸν ἐπὶ τὴν μονὴν τοῦ ἁγίου Εὐθυμίου πορευομένῳ.
εὐχὴν οὖν ποιησάμενοι, καὶ ἀλλήλους ἀσπασάμενοι, καὶ περί τινων βραχέα διαλεχθέντες,
καὶ εὐχὴν ἐπὶ τῇ σωματικῇ διαστάσει ἐκτελέσαντες καὶ σφραγισάμενοι, ἕκαστος τὴν
ἰδίαν ἐβάδιζε τρίβον. πορευόμενος οὖν ὁ ἀββᾶς Χριστοφόρος ἀτενίζει καὶ θεορεῖ [λεγε·
θεωρεῖ] δύο λῃστὰς ἀπὸ τῆς λαύρας ἐρχομένους, προσεγγίσαντας τῷ ἀββᾷ Στεφάνῳ, καὶ
ἐφοβήθη φόβον μέγαν σφόδρα, μήπως ἐπιχειρήσωσιν αὐτόν. καὶ ὡς ἀτενίζων ἦν, φόβῳ
συνεχόμενος, βλέπει τοὺς μιαιφόνους αὐτοῖς τοῖς ἱματίοις προσψαύσαντας τοῦ ὁσίου
καὶ προσπήξαντας αὐτοῦ ἑκατέρωθεν, τὸν μὲν ἐκ δεξιῶν, τὸν δὲ ἐξ εὐωνύμων, καὶ τὸν
ἅγιον Στέφανον διὰ μέσον αὐτῶν ἀσινῶς καὶ ἀπημάντως διαβάντά τε καὶ ἀλύξαντα, θείας
δυνάμεως τοὺς ὀφθαλμοὺς τῶν βαρβάρων ἀχλύϊ βαθυτάτῃ κατακαλυψάσης.
18. καὶ ὡς εἶδεν αὐτοὺς πρὸς αὐτὸν πλησιάσαντας Χριστοφόρος, ἠρώτησε γνωρίσας αὐτούς,
πλειστάκις ἐν τῷ ἑαυτοῦ σπηλαίῳ φιλοφρονησάμενος. «τάχα
[p. 510Χ] γνωρίζετε τὸν ἀββᾶν Στέφανον, γέροντα τῆς ἐρήμου ταύτης» οἱ δὲ ἀποκριθέντες
εἶπον· «οὐδὲ τὶς ἐστὶν ὁ ἀββᾶς Στέφανος ἠκούσαμεν.» ὁ δὲ ἔφη πρὸς αὐτούς· «οὐδὲ
νῦν τούτῳ ὑπηντήσατε, οὔτε μὴν πρὸ τῆς σήμερον ἑωράκατε» οἱ δὲ ἀπεκρίθησαν· «εἴπαμεν
ἅπαξ, ὅτι οὐδέποτε ἐθεασάμεθα τοῦτον, οὐ δὲ σήμερον ὅλως μοναχόν, πλήν σου.» τότε
τῇ χειρὶ νεύων ὁ ἀββᾶς Χριστοφόρος, τοῖς αἱμοβόροις ἐδακτυλοδείκτει τὸν γέροντα
ἐπάνω βουνοῦ ἐπηρμένου οὐκ ἕκαθεν ὄντος ἐστῶτα, καὶ ἔφη· «ἄρα τοῦτον τὸν μοναχόν,
τὸν κατέναντι ὑμῶν ὑπάρχοντα, οὐκ εἴδετε σήμερον ἀρτίως γὰρ ὄντως διὰ μέσου ὑμῶν
διέβη.» οἱ δὲ ἀγριωθέντες ἔφησαν· «ποῦ ἐστὶν οὗτος, ἵνα σκυλεύσωμεν αὐτὸν καὶ πλήξωμεν
δεινῶς» ὁ δὲ δακτυλοδεικτῶν ἔτι καὶ ἔτι ἐδείκνυεν αὐτοῖς τὸν βουνόν, ᾧ ἐφίστατο
ὁ γέρων. οἱ δὲ ὀφθαλμοὶ αὐτὸν [λεγε· αὐτῶν] ἐκρατοῦντο, τοῦ μὴ βλέπειν αὐτόν, σκοτισθέντες
ὑπὸ θείας χάριτος. ἀγανακτίζοντες οὖν κατὰ τοῦ ἀββᾶ Χριστοφόρου ἔφησεν [λεγε·ἔφησαν]·
«ἡμῖν προσπαίζεις εἰρωνευόμενος, ὡς ἐσχηκόσι τε πρός σε εἰρήνην καὶ ἀγάπην» ὁ δὲ
ἀββᾶς Χριστοφόρος ὅρκῳ πληροφορηθεὶς ὑπ᾿ αὐτῶν, ὡς τὸ πρὶν οὐχ ὡράθη αὐτοῖς, οὐ
δὲ νῦν ἐπερωτηθεῖσιν ὤφθη, ἐπορεύθη, τὸν θεὸν δοξάζων, τὸν διὰ πολλῶν χαρισμάτων
δοξάζοντα τὸν δοῦλον αὐτοῦ.
[p. 511Δ]
19. μετὰ οὖν ταῦτα ὀλίγου παρῳχηκότος καιροῦ, ηὐτομόλησεν ὁ ἀββᾶς Χριστοφόρος εἰς
τὸ ἡσυχαστήριον τοῦ ἁγίου γέροντος, καὶ πολλὰ παρεκάλει αὐτόν, ὅπως ἀμφότεροι πορευθῶσι
πρὸς τὸν πρωτοσύμβουλον τῶν Ἀράβων, διὰ τί δέ, καὶ τινὸς χάριν, συντόμως ἐρῶ. οὗτος
ὁ ὅσιος Στέφανος καὶ ὁ ἀββᾶς Χριστοφόρος ἠγαπῶντο λίαν ὑπὸ τοῦ ἐν ἁγίοις τῇ λήξει
κύρου Ἠλία πατριάρχου Ἱεροσολύμων· ἦν δὲ οὗτος ὁ μακάριος ἱεράρχης κύρις Ἠλίας ἀδίκοις
διαβολαῖς καὶ κατηγορίαις ἀλόγοις καταγορηθεὶς πρὸς τὸν πρωτοσύμβουλον, ὃς ἰταμῶς
μεταστειλάμενος αὐτόν, κατέκλεισεν ἐν Περσίδι, δεσμοῖς καὶ φυλακαῖς καθείρξας ἀνηλέως
ἐπὶ χρόνους ἱκανούς. ἐντεῦθεν οὖν τινες ἀφορμὰς λαβόντες, οὐ διὰ θεὸν συνεβουλεύσαντο
τῷ ἀββᾷ Χριστοφόρῳ ἐλθεῖν ἐπὶ τὴν Περσίδα, παρηγόρησίν τε καὶ βοήθησιν τῷ ἁγιωτάτῳ
κύρῳ Ἠλίᾳ, καὶ μηχανεύσασθαι ἕνεκεν τῆς αὐτοῦ ἀπολυτρώσεως· ἀλλὰ δι᾿ ἰδίαν αὐτῶν
χρείαν, ὅπως αὐτὴν ἐν τούτοις ἐκτελέσῃ.
20. ἀπατηθεὶς οὖν ὑπὸ τῆς τούτων δολερᾶς συμβουλῆς ἐδυσώπει τὸν γέροντα, λέγων·
«δίκαιόν ἐστι, πάτερ, ἀπελθεῖν ἡμᾶς ἀμφοτέρους ἕνεκεν τοῦ ἁγιωτάτου
[p. 511Ε] ἡμῶν πατριάρχου· οἶδας γάρ, οἶδας, οἵαν κέκτηται εἰς ἡμᾶς ἀγάπην· καὶ
ἐν ταῖς ἀνάγκαις γνωρίζονται οἱ φίλοι. καὶ δεῖ σε, ὡς τᾶς [λεγε· τῆς?] ἀγάπης ὅρους
εἰδότα καὶ φυλάττοντα, προθυμηθῆναι, καὶ μᾶλλον ἡμᾶς καὶ ἄλλους διεγεῖραι· κἂν γὰρ
μὴ δυνηθῶμεν τοῦτον τῆς φυλακῆς ἀποσπᾶσαι, ἀλλ᾿ οὖν παρηγορήσομεν πάντως.» ὁ δὲ
γέρων εἶπεν πρὸς αὐτόν· «ὡς ἀληθῶς ἄξιόν ἐστι συναλγεῖν τε καὶ συνεργεῖν τῷ πατριάρχῃ
ἡμῶν, καὶ ἀγωνίσασθαι ὑπὲρ αὐτοῦ πάσῃ ψυχῇ, καὶ παντὶ σθένει, καὶ μέχρις αἵματος·
ἀλλ᾿ ὅμως ἐπὶ τὴν Περσίδα πορευθῆναι τούτου χάριν οὐ δυνάμεθα· ἐὰν γὰρ ἀπέλθωμεν
πρεσβεύοντες ὑπὲρ αὐτοῦ πρὸς τοὺς μεγιστᾶνας, οὐχ ἕξομεν παρρησίαν. διὸ τοιγαροῦν
πείσθητί μοι, καλόγηρε, καὶ δεῦρο ἐν τῇ ἐρήμῳ καὶ τοῖς μοναστηρίοις ἡμῶν ἠρεμήσωμεν,
ἀγρυπνίαις καὶ νηστείαις πρεσβευόντες ὑπὲρ αὐτοῦ πρὸς τὸν τῶν ὅλων δεσπότην καὶ
λυτρωτήν, τὸν μόνον ἔχοντα τὴν ἀδιάδοχον ἀρχὴν καὶ ἐξουσίαν Χριστόν, μετὰ τῶν ἁγίων
πατέρων, ὡς παρρησίαν πρὸς αὐτὸν κεκτημένων· ἐπεὶ πληροφοροῦμαι, ὅτι νικήσειν μέλλομαι
τοὺς θεομάχους, καὶ ὄψεσθαι τὸν πατριάρχην ἡμῶν, δεσμῶν καὶ φυλακῆς λυτρωθέντα καὶ
εὐφροσύνως καὶ ὑγιῶς ἐπανελθόντα. μὴ οὖν κόπους ἀνοήτους αὐτοῖς παράσχωμεν, ἀφέντες
[p. 511Φ] τὸν ἀγαθὸν καὶ εὐεργέτην θεὸν ἡμῶν, καὶ προσελθόντες πρὸς δυσμενεῖς καὶ
δυσσεβεῖς τυράννους, πρὸς οὓς οὐκ κτήμεθα [λεγε· οὐ κεκτήμεθα] παρρησίαν· ἐλέγξει
γὰρ ἡμᾶς ὄντως ὁ δικαιοκρίτης ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, εἰ τοῦτο ποιήσωμεν.»
21. ἀκούσας δὲ ταῦτα παρὰ τοῦ γέροντος ὁ ἀββᾶς Χριστοφόρος, εἶπεν πρὸς αὐτόν· «ὡς
ὁρῶ, οὐκ ἔχομεν ἀγάπην, ἀλλ᾿ ἐστερήθημεν αὐτῆς, καὶ πρὸς τὸν πατριάρχην ἡμῶν παντελῶς
οὐκ ἐδυνήθημεν φυλάξαι ταύτην, ἀλλ᾿ ὅμως παρακαλῶ μὲν ἐλθεῖν σε μετ᾿ ἐμοῦ· εἰ δὲ
μή, αὐτὸς μόνος πορεύομαι.» ὁ δὲ ὅσιος γέρων ἀνεξικάκως παραινέσεσι καὶ διδασκαλικαῖς
νουθεσίαις, χρήσεις τε ἀπὸ τῆς γραφῆς προσφέρων, ἐκώλυεν αὐτόν· καὶ θεωρῶν αὐτὸν
μᾶλλον ἀναινόμενον, καὶ ἀπειθοῦντα τοῖς θείοις λογίοις, ἔτι πρὸς αὐτὸν εἶπεν προσηνῶς·
«ἰδού, ἐνώπιον τοῦ θεοῦ ἐρῶ σοι, ὦ καλόγηρε, ἐὰν ἀκούσῃς μου, καθίζῃ ἐν τῷ σπηλαίῳ
σου καὶ ἡσυχάζεις, ὅτι οὐκ ἰσχύεις ὠφελῆσαι τὸν πατριάρχην, ἐπειδὴ οὐκ ἔχεις πρός
τὸν πρωτοσύμβουλον παρρησίαν, ἀλλ᾿ ὡς μοναχός, παρρησίαν ἔχων πρὸς τὸν κύριον τῶν
κυριευόντων, οὗ ἐν τῇ χειρὶ πέφυκεν ἡ καρδία τῶν ἐπιγείων βασιλέων, καθέζου ἐν τόπῳ
σου, καὶ ἀγωνίζου κατὰ δύναμιν, νύκτωρ καὶ μεθημέραν λιτανεύων αὐτόν, καὶ πρεσβεύων
ὑπὲρ τῆς λυτρώσεως τοῦ πατριάρχου, καὶ παντὸς τοῦ χριστωνύμου λαοῦ,
[p. 512Α] καὶ ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς καὶ αὐτοὺς ἀπὸ πάσης ἐναντίας ἐπιβουλῆς, καὶ
παντὸς πειρασμοῦ διαβολικοῦ τε καὶ ἀνθρωπίνου, ὅτι εὐφρανθήσῃ, καὶ εὐχαριστήσεις
τῷ θεῷ, καὶ τῇ ἡμετέρᾳ ἐπεύξῃ ταπεινώσει. γνῶθι δέ, ὅτι ἐὰν μου παρακούσῃς, ὡς καὶ
γενήσεται, βιάζομαι φανερῶσαί σοι, ὅπερ οὐκ ἤθελον.»
22. τούτου δὲ παντελῶς μὴ πεισθέντος, ἀναγκασθεὶς εἶπεν· «σὺ μὲν μετὰ τοῦ κακοῦ
συμβούλου Χαριτῶνος ἐπὶ τὴν Περσίδα πορεύσῃ, κᾀκεῖ τὸν πατριάρχην ὄψει, κᾀνταῦθα
οὐκ ἐπιστραφήσῃ. ὁ δὲ πατριάρχης πρὸς ἡμᾶς ἐπαναλύσει, καὶ τοῦ ἰδίου θρόνου κρατήσει,
καὶ ἡμᾶς διὰ τῆς αὐτοῦ παρουσίας χαροποιήσει. σὺ δὲ ἐκεῖ διαποιήσεις, καὶ ἐπὶ τὴν
Παλαιστίνην ἔτι οὐδαμῶς οὐκ ἀνακάμψεις, οὐδὲ θεωρήσεις ἡμᾶς σὺν τῷ πατριάρχῃ ἐν
τῇ ἁγίᾳ πόλει, οὔτε ἐν τοῖς περὶ αὐτὴν χώροις, οὐ δὲ ἡμεῖς ὀψόμεθά σε.» ὁ δὲ οὐ
συνιείς, ὡς ἕνεκεν τῆς ἀποβιώσεως αὐτοῦ εἶπεν, ἀλλὰ νομίσας αὐτὸν προφητεύσαντα,
ὅτι διαμενεῖ ἐν τοῖς μοναστηρίοις τῆς Περσίδος οἰκήσας, ἠνιάθη σφόδρα, καὶ μετὰ
λύπης εἶπεν· «ὦ ἅγιε Στέφανε, τί ἐρεῖς, οὐκ ἐπίσταμαι. ἄρα τοσοῦτον ἐσκανδάλισά
σε, ὥστε
[p. 512Β] λέγειν περὶ ἐμοῦ, ὅτι διαμενῶ ἐν Περσίδι ἄρα εἰς τοσαύτην ἐγώ, ὁ ταπεινὸς
καὶ ταλαίπωρος, ἐλήλακα ἀφροσύνην καὶ ἀμέλειαν, ὥστε ἀφήσειν με τὸν μονήρη βίον,
καὶ κατοικήσειν τὴν Περσίδα τί λελάληκας οὐκ οἶδα, ἀλλ᾿ ἐγὼ μὲν ἀκούων σε ὑπὸ πολλῶν
προφήτην ἅγιόν τε καὶ δίκαιον καὶ ὅσιον μαρτυρούμενον, καὶ τῇ τοῦ ἁγίου Εὐθυμίου
προηγορίᾳ [λεγε· προσηγορίᾳ ?] καλούμενον, καὶ ἴσον αὐτῷ κρινόμενον, οὐκ ἐπληροφορούμην
πιστεύειν, ὡς ἔτυχεν, ἀπὸ ψιλῆς ἀκοῆς καὶ φήμης, ἀλλ᾿ ὕστερον διὰ πολλῆς μεμαθηκὼς
αὐτόπτης πείρας, τοιοῦτόν σε ὁμολογῶ καὶ κηρύττω· πῶς δὲ περὶ ἐμοῦ ταῦτα ἀπεφήνω,
οὐκ οἶδα σαφῶς· οὐ γὰρ πιστεύω τελειωθήσεσθαί σου τὴν πρόρρησιν ταύτην ἕνεκεν ἐμοῦ·
οὐδέποτε γὰρ ἔσχον τοιοῦτον λογισμὸν ἐκστήσοντά με τοῦ σπηλαίου μου, καὶ ἀλλαχοῦ
κατοικήσειν με πείσοντα.»
23. ὁ δὲ ὅσιος γέρων πρὸς αὐτὸν ἔφη· «ἅπερ μοι θεόθεν ἀποκεκάλυπται αἰνιγματωδῶς
εἶπον· ὅτι περ, εἰσελθὼν τὴν Περσίδα, αὐτοῦ διαμενεῖς, καὶ οὐκ ἔτι πρὸς ἡμᾶς ἐπανελεύσῃ
μετὰ τοῦ πατριάρχου.» ὁ δὲ πάλιν οὐ συνῆκε τὸ αἴνιγμα· ἀλλ᾿ ὅτε δὴ ἡ τοῦ θανάτου
[p. 512Χ] ἔφθασεν ὥρα, ἐπιμνησθεὶς τῆς τοῦ ἁγίου γέροντος ἀψευδοῦς προφητείας, εἶπεν
μετὰ πολλῆς ἀνίας πρὸς τὸν συνόντα αὐτῷ ἀββᾶν Χαρίτωνα· «ὦ Χάριτων, τί μοι γέγονε
σύ, Χάριτων, ἐξηπάτησάς με· σύ με ἤγαγες ὧδε. οἴμοι↙ οἴμοι↙ ὁ ἅγιος Στέφανος περὶ
τοῦ θανάτου προέλεγέ μοι· ὅτι ἐν Περσίδι διαμενεῖς, καὶ οὐκ ἔτι εἰς τὴν ἁγίαν πόλιν
στραφήσῃ· οὐ δὲ ἡμᾶς τοῦ λοιποῦ ὄψει, κᾀγὼ οὐκ ἐνόησα ὁ ἀσύνετος, ὅτι περὶ τῆς ἐμῆς
ἀποβιώσεως προεῖπεν οὗτος ὁ προφήτης καὶ ἅγιος τοῦ θεοῦ Στέφανος.» καὶ ταῦτα καὶ
πλείονα τούτων εἰρηκώς, καὶ τὸν Χαρίτωνα αἰτιώμενος καὶ πλείοσι ὑποβάλλων μομφαῖς,
καὶ τὸν ὅσιον Στέφανον μεγαλύνων, καὶ τὴν τῶν εὐχῶν αὐτοῦ βοήθειαν αἰτούμενος, παρέδωκε
τὴν ψυχὴν αὐτοῦ τῷ κυρίῳ. καὶ τελειωθεὶς ἐν εἰρήνῃ ἐτάφῃ ἐν Περσίδι. μετὰ πολλῆς
δὲ χαρᾶς καὶ εὐφροσύνης ἀπολυθεὶς ἀπὸ Περσίδος ὁ πατριάρχης κατέλαβε τὸν ἴδιον θρόνον,
καὶ ἐπληρώθη ἡ τοῦ ἁγίου γέροντος περὶ ἀμφοτέρων πρόρρησις.
CAPUT ΙΙΙ
[p. 513Ε]
24. πάλιν, διηγήσατό μοι οὗτος ὁ ἀββᾶς Εὐστράτιος, ὅστις ποτὲ ἐν τάξει μαθητοῦ πρὸς
τὸν γέροντα ὑπῆρχεν, ἡνίκα ἐν τῇ λαύρᾳ διῆγεν, νῦν δὲ βασιλικάριος τῆς ἁγίας Χριστοῦ
τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως, ὅτι ἐν μιᾷ τῶν ἡμερῶν προσῆλθε τῷ γέροντί τις ἀνὴρ φιλόχριστος,
ἔχων θυγατέρα μικράν, δεκαέτη ποῦ χρόνον ἄγουσαν, ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένην,
ὥστε ἑαυτὴν ἐν πυρὶ καὶ ὕδασι ῥίπτειν,
καὶ ἄνωθεν ἕως κάτω ἀπὸ τειχῶν βάλλειν, καὶ ἐσθίειν κόπρον καὶ θνησιμαῖα, καὶ τὰ
πάντα παραφρόνως καὶ ἀνοήτως διαπράττεσθαι.
καὶ προσπεσὼν τῷ ἁγίῳ γέροντι, παρεκάλει καὶ ἱκέτευε, δάκρυα θερμὰ κρουνηδὸν καταχέων·
«ἐλέησόν με, δοῦλε τοῦ θεοῦ, ἐλέησόν με, τὸ θυγάτριόν μου δεινῶς βασανίζεται· δεήθητι
οὖν τοῦ θεοῦ σοῦ, φυγαδεῦσαι ἀπ᾿ αὐτοῦ τὸν ἀκάθαρτον δαίμονα.» ὁ δὲ γέρων, μικροῦ
περὶ τούτου συγχώρησιν αἰτησάμενος, καὶ μετέπειτα πλεῖστα παρακληθείς, εἶπεν τῷ
πατέρι αὐτῆς· «ἔασον τὴν
[p. 513Φ] παῖδα πρὸς τὸν μαθητὴν ἐν τῷ κελλίῳ, καὶ μεθ᾿ ἡμέρας ὀλίγας ἐλθὲ εἰς τὴν
ἡμετέραν ἐπίσκεψιν, καὶ τὸ θέλημα τοῦ θεοῦ γενέσθω.» ὁ δὲ πατὴρ ποιήσας καθὼς ἐνετείλατο
αὐτῷ ὁ γέρων, μετ᾿ οὐ πολλὰς ἀφίκετο ἡμέρας, καὶ μετακαλεσάμενός με ὁ γέρων σὺν
τῇ παιδί, εἰσήγαγεν ἡμᾶς εἰς τὸ ἡσυχαστήριον, καὶ ἐγερθεὶς ἐπὶ ἐμοῦ καὶ τοῦ πατέρος
τῆς παιδὸς ἐποίησε σύναξιν τῆς ἁγίας προσκομιδῆς, καὶ τελειώσας τὴν θείαν λειτουργίαν,
ἐχράντισε τὴν παῖδα ἐλαίῳ σὺν ἁγιαστικῷ ὕδατι, καὶ εἶπεν πρός με· «Εὐστράτιε, ἐπιδὸς
αὐτῇ φαγεῖν.» καὶ ποιήσας ὡς ἐκέλευσε, ὁρῶ αὐτὴν συνετῶς καὶ εὐτάκτως τρώγουσαν·
καὶ καταπλαγεὶς ἐπὶ τούτοις, καὶ πληροφορηθῆναι θέλων περὶ τῆς εὐρωστίας αὐτῆς,
ἔλυσα τὴν ζώνην, καὶ προσεποιησάμην τύπτειν αὐτήν· παραχρῆμα ἡ συσχεθεῖσα ἔκλαυσε,
καὶ πρὸς τὸν πατέρα ἑαυτῆς ἠτένισε. πληροφορηθεὶς οὖν ὁ πατὴρ περὶ τῆς ὑγιείας τῆς
ἰδίας παιδός, ἐπορεύθη χαίρων καὶ εὐχαριστῶν τῷ θεῷ καὶ τῷ ἁγίῳ γέροντι.
25. πάλιν ὁ αὐτὸς ἀββᾶς Εὐστράτιος διηγήσατό μοι λέγων·
«προσῆλθέ μοι ποτέ τις φιλόχριστος ἀνὴρ Ἱεριχούντιος περὶ τῆς ἀδελφῆς αὐτοῦ παρακαλῶν
καὶ λέγων· Ϡἀδελφὴν ἔχω, ὀλέθριον καὶ χρόνιον μυστικὸν πάθος ἔχουσαν, καὶ δυσωπεῖ
διὰ τῆς
[p. 514Α] ἐμῆς ταπεινώσεως τὴν σὴν εὐλάβειαν, ὅπως ἂν τροπώσῃ τρόπον, ἄχρις ἂν συντύχῃ
τῷ γέροντι.Ϡ ἐγὼ δὲ σαφῶς ἐπιστάμενος, ὅτι τὸ παράπαν γυναιξὶ οὐ συνομιλεῖ ἑκουσίως,
εἶπον πρὸς αὐτόν· Ϡὁ γέρων οὐ συναναστρέφεται γυναίοις, ἀλλ᾿ εἰ κελεύεις, λέγω αὐτῷ,
καὶ εὔχεται ὑπὲρ αὐτῆς.Ϡ ὁ δὲ ὑπέμεινεν ἱκανὰ προβάλλων δυσωπήματα· Ϡδυσωπήθητι,Ϡ
λέγων, Ϡδιὰ τὴν ἀγάπην τοῦ Χριστοῦ, καὶ μηχάνησαι ποικίλως, ὅπως συνομιλήσῃ αὐτῷ,
καὶ ἀνάθηται αὐτῷ τὸ πάθος αὐτῆς· οἶδα γὰρ, ὅτι οὐ βδελύσσεται αὐτήν, τὸν ἑαυτοῦ
δεσπότην μιμούμενος, τὸν μὴ βδελυξάμενον τὴν Χαναναίαν, οὔτε τὴν αἱμορροοῦσαν, ἀλλὰ
χαρισάμενον τῇ ἁφῇ τῶν κρασπέδων τὴν ἴασιν.Ϡ δυσωπηθεὶς ὑπ᾿ αὐτοῦ καὶ σπλαγχισθεὶς
ἔφην· «σήμερον ἀμήχανόν μοι ποιῆσαι τοῦτο, ἐπειδὴ ἐν τῇ ἐρήμῳ τοῦ Καλαμῶνός ἐστιν
ὁ πρεσβύτης, ἀλλὰ θεοῦ κελεύοντος, τῆς τεσσαρακοστῆς πληρωμένης, κατὰ τὸ εἰωθὸς
εἰσελθόντος τοῦ ἁγίου γέροντος εἰς τὸν [λεγε· τὴν] μονὴν τοῦ Καλαμῶνος ἕνεκεν προσευχῆς,
ἀγωνίσομαι δι᾿ ὑμᾶς συναντῆσαι αὐτῷ, ἀλλ᾿ ὅταν δηλώσω ὑμῖν, ἀνυπερβλήτως καὶ ἀνεμποδίστως
παραγένεσθε αὐθωρὶ εἰς τὸ μοναστήριον.Ϡ
[p. 514Β]
26. παραγεγονότων οὖν, ὥσπερ ἐνετειλάμην αὐτοῖς τροπωσάμενος, ἔπεισα τοὺς πατέρας
ἀποστῆναι τοῦ μέσου πρὸς βραχεῖαν ὥραν, καὶ εὐθέως ἄφνω πρόσωπον πρὸς πρόσωπον ὑπήντησαν
τῷ ἁγίῳ γέροντι, ὡς κατὰ ἄγνοιαν ἡ ἀσθενοῦσα γυνή, καὶ παραυτὰ προσπεσοῦσα σὺν τῷ
ἀδελφῷ αὐτῆς, ἐδυσώπει ἰδιάσαι μετ᾿ αὐτῆς βραχύ. παρακληθέντος δὲ αὐτοῦ, ἀνήγγειλεν
αὐτῷ μυστικῶς τὸ κρυφίον αὐτῆς πάθος, καὶ ἱκετεύον [λεγε· ἱκέτευεν] αὐτὸν ἐλεῆσαι
αὐτήν, καὶ διὰ τῆς τοῦ θεοῦ συνεργείας ἰάσασθαι αὐτήν. ὁ δὲ γέρων εἶπεν πρὸς αὐτήν·
Ϡνῦν εὐθέως τὶ ποιήσασθαί σοι οὐκ ἔχω, ἀλλ᾿ εἰ μόνον τοῦτο, δέξαι τὴν χεῖρά μου,
καὶ ἐπίθες αὐτὴν ὅπου ἀλγεῖς, καὶ πιστεύω ἐν τῷ θεῷ μου, ὅτι κατὰ τὴν ἄφατον αὐτοῦ
φιλανθρωπίαν ἰᾶταί σε, ἐπειδὴ προσέφυγες αὐτῷ.Ϡ καὶ διαπραξαμένη οὕτως ἡ γυνὴ ἐπανέκαμψεν.
ἐγὼ δὲ μετ᾿ οὐ πολλὰς ἡμέρας ἀπαντήσας τῷ ἀδελφῷ ταύτης, ἐπυνθανόμην λεπτομερῶς
περὶ πάντων τῶν λαληθέντων τούτων, περὶ τῆς διαγωγῆς τῆς ἑαυτοῦ ἀδελφῆς καὶ τῆς
τελείας θεραπείας αὐτῆς καὶ ἰάσεως. ὁ δὲ ὅρκῳ ἐπληροφόρησέ με περὶ αὐτῆς, καὶ ὤμοσε
κατὰ θεόν, ὅτι παντελῶς ἰάθη. ἐγὼ δὲ ἀκούσας ἐδόξασα τὸν θεόν, τὸν παντοίοις χαρίσμασι
μεγαλύνοντα τὸν ἑαυτοῦ θεράποντα.»
[p. 514Χ]
27. πάλιν ὁ αὐτὸς ἀββᾶς Εὐστράτιος διηγήσατό μοι λέγων· «εἶπέν μοι ποτὲ ὁ γέρων·
Ϡδεῦρο μετ᾿ ἐμοῦ, τέκνον Εὐστράτιε, ἐπειδὴ βούλομαι ἐπὶ τὴν κατωτέραν ἀπελθεῖν ἔρημον,
ἔνθα ἡ θήκη τοῦ μεγάλου Θεοκτίστου, ὅπως λάβωμεν λείψανον ἐξ αὐτοῦ, καὶ ἀσπασάμενοι
καὶ προσκυνήσαντες τὴν ἁγίαν αὐτοῦ θήκην ἁγιασθῶμεν ὑπ᾿ αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ
κειμένων ἁγίων.Ϡ πορευθέντων οὖν ἡμῶν καὶ τὸν τόπον καταντησάντων ἔφησαν ἡμῖν τινές
πλησιόχωροι Ἄραβες· Ϡοὐδεὶς δύναται εἰσελθεῖν ἔνθα ἐστὶ ἡ θήκη, ἐπειδὴ ποτὲ μὲν
ὁρῶμεν ἐκεῖ μέγα πῦρ ἀνάπτον, καὶ τὸν τόπον ἅπαντα μαρμαρυγαῖς ἐξαστράπτοντα· ποτὲ
δὲ μεγάλης ὀσφραινόμεθα εὐωδίας μύρων εὐοδμοτάτων, μόσχου καὶ νάρδου πιστικῆς, πολυτίμου,
ἀγλαϊοτέρας ἀποπνεούσης· πολλάκις γάρ, κατελθεῖν ἐκεῖ καὶ εὔξασθαι πειράσαντες ἐπτοήθημεν·
ἔγνωμεν γάρ, ὅτι προφῆται μεγάλοι κεῖνται ἐκεῖ.Ϡ»
28. «ὁ δὲ γέρων ἀγρυπνήσας δι᾿ ὅλης τῆς νυκτός, ἕωθεν λαβόμενός με τῆς χειρός, κατήγαγε
σὺν αὐτῷ καὶ ἀνοίξας τὴν ἱερὰν θήκην, ἔδειξέ μοι τὰ λείψανα τοῦ ἁγίου Θεοκτίστου
καὶ τῶν σὺν αὐτῷ ἁγίων πατέρων, ἀκριβῶς μεμαθηκὼς ἑνὸς ἑκάστου τὰ ὀνόματα.
[p. 515Δ] ἔδειξε δέ μοι καί τινος ἑτέρου ἁγίου λείψανα, χωρὶς κείμενα, καὶ εἶπεν·
Ϡοὗτος ὃν ὁρᾶς μέγας ὑπῆρχεν ἀναχωρήτης, καὶ τὴν ἡμέραν τῆς τελευτῆς αὐτοῦ προγνωκώς,
ἀφίκετο πρὸς τοὺς ἐνταῦθα τότε κατ<ο>ικοῦντας πατέρας, καὶ εἶπεν· ῾θέλω κατελθεῖν
εἰς τὴν θήκην τῶν πατέρων κάτω· ἀλλὰ παρακέκλησθε συγκατιέναι μοι.᾿ ἡξάντων [λεγε·
εἰξάντων] οὖν αὐτῶν τῇ αὐτοῦ παρακλήσει, καὶ συγκατελθόντων αὐτῷ ἔνθα κατέκειτο
τῶν ἁγίων ἡ θήκη, ἑαυτὸν κατὰ ἀνατολὰς ὑπτίως ἐφαπλώσας, παρέδωκε τὸ πνεῦμα αὐτοῦ
τῷ κυρίῳ, τῶν τῇδε ἐκδημήσας εἰς αἰωνίου ζωῆς καὶ δόξης ἀπόλαυσιν. ταῦτα δὲ ἰδόντες
οἱ πατέρες ἀνῆλθον δοξολογοῦντες τὸν θεὸν καὶ ὑμνοῦντες.Ϡ διηγούμενος δέ μοι οὗτος
ὁ ὅσιος γέρων, ἐκτείνας τὴν χεῖρα, ἀφείλατο ἕνα τῶν ὀδόντων τοῦ ἁγίου Θεοκτίστου
μετά τινα ὀλίγα λείψανα ἐκ τῶν συγκειμένων αὐτῷ ἁγίων πατέρων, καὶ ἀνεκάμψαμεν ἐπὶ
τὴν ἰδίαν λαύραν.»
29. ἄλλός τις ἀξιόπιστος τῶν ὑψηλῶν γερόντων τῆς μεγίστης λαύρας, ὀνόματι Δαβίδ,
ἀνὴρ πανάρετος,
[515Ε] πολλοὺς ἐκπαιδεύσας τὴν μοναδικὴν πολιτείαν διηγήσατό μοι λέγων· «ἐπορεύθην
ποτὲ λίαν ἕωθεν κυκλῶσαι τὴν λαύραν εἰς τὴν ἔρημον μεθ᾿ ἑτέρου τινὸς μοναχοῦ, συλλογῆς
χορταρίων ἕνεκεν· ἐναντίον δὲ γεινάμενος τοῦ ἡσυχαστηρίου τοῦ γέροντος, τοὺς ὄφεις
ἐφοβήθημεν, καὶ διὰ τοῦτο τὴν τοῦ ἡλίου ἀνατολὴν ἀνεμείναμεν. ὡς οὖν ἐφάνη τὸ αὖγος,
ὁρῶ μὲν τὸν γέροντα ἐπάνω τοῦ ἡσυχαστηρίου ἐν τῷ ἐπιρριπταρίῳ αὐτοῦ ἐδώδιμόν τι
βαστάζοντα, καὶ δορκάδας περιχορευούσας, αὐτοῦ παραβάλλοντος αὐταῖς τὴν τροφήν,
ἣν εἶχε· μία δέ τις ἐν αὐταῖς ὑπῆρχεν ἣ ἁρπαλέως καὶ ἀτάκτως ἐσθίουσα προσήρχετο,
ζητοῦσά τι φαγεῖν περισσότερον. ὁ δὲ πλεονεκτοῦσαν αὐτὴν ἰδών, ὀνειδιστικοῖς λόγοις
ὕβρισεν, εὐφυῶς πλήττων καὶ λέγων· Ϡτί πλεονεκτεῖς, ταπεινὴ καὶ λαίμαργε ἕως τινός
οὐκ ἐᾷς τὴν σὴν ἀταξίαν ἄπιθι ἀπ᾿ ἐμοῦ, ὄντως οὐδὲν παρέξω σοι πλέον τῶν ἑταίρων
σου.Ϡ καὶ αὐτὴ ἐπέμεινε φιλονεικοῦσα. αὐτὸς δέ, πλησίον τῆς ἀνατολῆς τοῦ ἡλίου πᾶσαν
τὴν ἐδωδὴν ταῖς δορκάσι κοινῇ παραθείς, μειλιχίως ἔφη πρὸς αὐτάς· Ϡἄπιτε χαίρουσαι·
ὅσα γὰρ εἶχον δεδαπάνηται.Ϡ καὶ ἀπέλυσεν αὐτάς. ἡμεῖς δέ, ἐπὶ τούτων πάνυ θαμβούμενοι,
τὴν ὁδὸν ἡμῶν ἀπεληλύθημεν.»
[p. 515Φ]
30. ἀνήρ τις, μοναχὸς μέγας καὶ θαυμαστὸς καὶ πρακτικῇ θεωρίᾳ κεκοσμημένος, ᾧ ὄνομα
Σέργιος, ἀρχιπρεσβύτης τῆς μεγίστης ἡμῶν λαύρας, διηγήσατό μοι λέγων, «ἐν μιᾷ τῶν
ἡμερῶν ἀπίειν μετά τινῶν πατέρων πρὸς τὸν ὅσιον Στέφανον κατὰ τὴν ἔρημον, ἐν τοῖς
κατ᾿ ἀνατολὰς τῆς μονῆς τοῦ Καλαμῶνος ἄντροις τότε διάγοντα· ἐξετέλει γὰρ ἐκεῖ τὴν
μεγάλην τεσσαρακοστήν. οὗτος τοίνυν, ἐν τῇ πρὸς τῆς βαϊφόρου κυριακῇ, παρεγεγόνει
πρὸς ἡμᾶς, ὁμοθυμαδὸν συνηθροισμένους περὶ τὸν ὄρθρον, καὶ ἐπυνθάνετο ἡμᾶς περὶ
τῆς ἡμῶν παρωχημένης ἀγωγῆς· γρηγορεῖν δὲ καὶ νήφειν ἐκέλευεν, μάλιστα ἐν τῷ καιρῷ
τῆς πρὸς θεὸν ὁμιλίας· Ϡγρηγορεῖτε,Ϡ λέγων, Ϡἀγαπητοί, καὶ νήφετε· τῷ θεῷ γὰρ παρεστήκατε
προσευχόμενοι. εἰ γὰρ βασιλεῖ ἐπιγείῳ παντοδαπῶς, ἑκατέρωθεν στρατιωτικῆς παρεστηκυίας
τάξεως, τὰς τῶν ἀρχομένων φρένας ἐκδειματούσης, προσομιλοῦμεν, νήψεως ἂν πολλῆς
καὶ καταστάσεως δεόμεθα πρὸς μόνον τὸν κρατοῦντα τὰς ὄψεις τείνοντες, τρόμῳ τε καὶ
φόβῳ συνεχόμενοι· πόσῳ μᾶλλον τῷ βασιλεῖ τῶν ἁπάντων, ᾧ παρίστανται μυρίαι ἀγγέλων
καὶ ἀρχαγγέλων στρατίαι, φρίττουσαι
[p. 516Α] παρεστῶτες, ὀφείλομεν νήφειν καὶ πάσης ὑλικῆς καθαρεύειν ἐμφάσεως, καὶ
φοβεῖσθαι, καὶ τρέμειν εὔχεσθε τοίνυν· μεγάλη γὰρ σήμερον τοῖς πατράσι τῆς λαύρας
ἡμῶν ἐπῆλθε κατώδυνος συμφορὰ καὶ ἀνίας γέμουσα.Ϡ»
31. «ἣν ἡμῖν πυθομένοις ἔφη· Ϡτὴν νυκτερινὴν ψαλμωδίαν ἐκτελέσας, ἐξαίφνης ἐν ἐκστάσει
περὶ τὸ αὖγος γέγονα, καὶ ὡσεὶ ἐν τῇ λαύρᾳ βλέπω τινὰς τῶν πατέρων περιπληγότας
τὰς κορυφάς. τὸν δὲ πρεσβύτερον τῶν Σύρων δεδιχασμένον χαλεπώτερον, καὶ ὑπὲρ πάντας
ἀλγινώτερον [λεγε· ἀλγεινότερον] πεπονθότα καὶ ᾠήθην, ὅτι λοιμὸς ἐκεῖσε θανατικὸς
γενήσεται.Ϡ μετὰ τοίνυν ἡμέραν μίαν ἀφίκετό τις ἀνὴρ φιλόχριστος, ἐξαγγέλλων ἡμῖν
οὕτως· Ϡχθὲς τὴν παρωχηκυῖαν κυριακὴν ἐποιησάμην ἐν τῇ λαύρᾳ, καὶ οὐκ οἶδα τί πεπόνθασιν
οἱ πλεῖστοι τῶν πατέρων· ἑώρακα γὰρ αὐτοὺς κατηφοῦντας καὶ κεφαλαλγοῦντας, ἀλλ᾿
οὐδένα ἠρώτηκα περὶ τῆς ἑαυτοῦ κατηφείας καὶ ἀλγηδόνος.Ϡ μεθ᾿ ἡμέρας οὖν τέσσαρας
πληρωθείσης τῆς ἁγίας τεσσαρακοστῆς, ἐπανήλθομεν ἐπὶ τὴν λαύραν σὺν τῷ ἁγίῳ γέροντι,
τὴν σωσίψυχον τῶν βαΐων πανήγυριν
[p. 516Β] ἐκτελέσαντες, καὶ οὕτως τοὺς πατέρας εὑρήκαμεν,
ὥσπερ ὁ φιλόχριστος ἀνὴρ ἀνήγγειλεν· μετ᾿ οὐ πολὺ δὲ πρῶτον μὲν ἐτελεύτησεν ὁ πρεσβύτερος
τῶν Σύρων, μετ᾿ ἔπειτα δὲ ἐκ τῶν πατέρων πλῆθος, ὥστε καθ᾿ ἑκάστην ἡμέραν δύο ἢ
τρεῖς ἐκκομίζεσθαι ἀφ᾿ ὧν ὠνόμασεν ἡμῖν ὁ γέρων συνοῦσιν αὐτῷ ἐν τῇ ἐρήμῳ.»
32. ἄλλος δὲ τίς θαυμασιώτατος γηραιὸς ἐκ τῆς μεγίστης ἡμῶν λαύρας, ἐπαινετὸς καὶ
παντοίας φιλοσοφίας ἔμπλεως, ὀνόματι Λεόντιος, ἐξεῖπέν μοι τοιαύτην ἐξήγησιν· «μονασταί
τινες τῆς εὐαγοῦς ἡμῶν συνοδίας ἐν τῇ ἐρήμῳ διετέλουν περὶ τὸν ἡγιασμένον ἀββᾶν
Στέφανον ἐν ταῖς ὡρισμέναις ἡμέραις τῆς καθολικῆς νηστείας. οὗτοι τοίνυν ὡς ἦγον
ἔρεμον [λεγε· ἤρεμον] ἀγωγήν, ἐξ ἀπόπτου προσῆλθεν αὐτοῖς ἐκ τοῦ ἰδίου σπηλαίου
ὁ γέρων, καί φησιν· Ϡδεῦτε, πατέρες, ἔντευξιν ποιησόμεθα, δεῦτε.Ϡ οἱ δὲ προθυμότερον
ἀναστάντες, τὴν αὐτοῦ προσταγὴν ἐξεπλήρουν. αὐτοῦ οὖν εὐχομένου σὺν αὐτοῖς, ἀκηκόασι
αὐτοῦ τινά τῶν πατέρων τῆς λαύρας εἰς μνήμην ἀγαγόντος καὶ μακαρίσαντος. ὅτε δὲ
τὴν εὐχὴν πεπλήρωκεν, ἔφησαν πρὸς αὐτόν· Ϡκατέπληξας ἡμᾶς, ὦ πάτερ, ὁπότε ἐν τῇ
εὐχῇ μνησθείς τινος τῶν πρεσβυτέρων ἡμῶν, ὡς τόνδε τὸν βίον
[p. 516Χ] ἀπολιπόντος.Ϡ ὁ δὲ εἶπεν· Ϡκαὶ γὰρ οὗτος τῶν τῇδε πρὸς κύριον ἐξεδήμησεν·
εὗροι οὖν ἄνεσιν ἐν ταῖς ἀκαταλύτοις σκήναις τῆς δόξης ἐκείνης καὶ ἀγαλλιάσεως.Ϡ
ἀγασθέντες τοίνυν τῶν εἰρημένων ὑπὸ τοῦ γέροντος, ἀκριβῶς ἐνέταξεν [λεγε· ἐνέταξαν]
πινακιδίῳ τὴν ὥραν καὶ τὴν ἡμέραν καὶ τὴν [λεγε· τὸν] μῆνα, καθ᾿ ὧν ἐγένετο ταῦτα.
μετὰ δὲ τὴν τεσσαρακοστὴν εἰς τὴν λαύραν ἀφικόμενοι, λεπτομερέστερον περὶ τῆς τοῦ
πρεσβυτέρου τελευτῆς ἐξηρεύνησαν, καὶ πάντα καθὸ προέφησεν αὐτοῖς ὁ γέρων εὑρηκότες,
σαφέστερον ὑφηγήσαντο ἡμῖν τὸν θεὸν αἰνοῦντες, καὶ τὴν τοῦ γέροντος χάριν εὐφημοῦντες.
33. ἄλλοτε πάλιν κατὰ τὸν ἑαυτὸν [λεγε· αὐτὸν ?] καιρὸν τῆς τεσσαρακοστῆς ἐξαπίνης
ἦλθε πρὸς τοὺς συνόντας αὐτῷ πατέρας, καὶ εἶπεν· Ϡἀνάστητε, πατέρες, ὅπως εὐξώμεθα·
καιρός ἐστι προσευχῆς καὶ δεήσεως.Ϡ ποιησάμενοι οὖν τὴν εὐχὴν ἠρώτησαν λεγόντες·
Ϡτίς ἡ αἰτία τῆς εὐχῆς ἐν τῇ ὥρᾳ ταύτῃ, ὦ πάτερϠ ὁ δὲ ἀποκριθεὶς ἔφη· Ϡἐπειδὴ νῦν
γέγονεν ἐν τῇ λαύρᾳ ἡμῶν τάραχος καὶ θόρυβος μέγας· τινὲς γὰρ ἀρχάριοι, τῆς συνάξεως
ἐκτελεσθείσης, ὑπὸ τῶν δαιμόνων ἀπατηθέντες ἠτάκτησαν, καί τινας τῶν γερόντων ῥάβδοις
ἔτυψαν, καὐτῷ τῷ ὁσίῳ ἡμῶν ἡγουμένῳ, ἀββᾷ Στρατηγίῳ, τὰς χεῖρας κακῶς ἐπέθηκαν,
καθυβρίσαντες
[p. 517Δ] αὐτὸν καὶ ἀτιμάσαντες.Ϡ ἐκθαμβηθέντες οὖν ἐπὶ τούτοις οἱ πατέρες, ἠξίουν
αὐτὸν ἐξειπεῖν αὐτοῖς, πόθεν ἐνόησεν ταῦτα. ὁ δὲ ἀποκριθεὶς ἔφη· Ϡπρὸ ὥρας τεθέαμαι
τοὺς πάσης κακίας δημιουργοὺς καὶ τοῖς κακοῖς ἐπιχαιροῦντας, κακίστους δαίμονας,
ἐν τῷ ἀέρι φοιτῶντας, ἀγαλλομένους καὶ ὀρχουμένους καὶ ἀλλήλους προτρεπομένους εὐφραίνεσθαι,
φάσκοντας· ῾εὐφράνθητε, εὐφράνθητε· οὐ γὰρ σμικρὸν εἰργασάμεθα σήμερον ἔργον. διὸ
δεῖ ἡμᾶς σκιρτᾷν καὶ γάννυσθαι, καὶ χορεύειν εὐφρόσυνον χορείαν, ὅτι τοὺς ἁπλουστέρους
ἅμα τε καὶ ἀφρονεστέρους τῶν μοναχῶν τοῦ Σάβα πεπλανηθότες [λεγε· πεπλανηκότες]
παρωτρύναμεν ἀταξίαν οὐκ ὀλίγην ποιήσασθαι· ἀλλὰ παρεσκευάσαμεν καὐτὸν τὸν ἡγούμενον
αὐτῶν ῥοπάλοις ἀλγεινῶς πλῆξαι, καὶ καθυβρίσαι δεινῶς, καὶ φόνον ἂν οὐ μέτριον
διηγείραμεν, εἰ μὴ τούτου τοῦ κακογήρου Στεφάνου κατέφθασαν αἱ εὐχαί. ὑπ᾿ αὐτῶν
γὰρ ἀπεκρούσθημεν καὶ ἀπεδιώχθημεν.'
34. ταῦτα μέντοι παρὰ τῶν δαιμόνων ἀκήκοα· ἀλλ᾿ οὖν πιστεύσατε, τέκνα πνευματικώτατα,
[p. 517Ε] ἀληθεύοντι, ὅτι οὐ δι᾿ ἡμετέρων ἐντεύξεων ἐπεῖδεν ὁ θεὸς τοῖς πατρᾶσι,
καὶ προφθάσας ἐπεσκέψατο αὐτούς, ῥυσάμενος ἀπὸ τοῦ φόνου, οὔτε δι᾿ ἐμὲ τὸν ἀχρεῖον
ἀπεσοβήθησαν οἱ δολεροὶ καὶ κακοῦργοι δαίμονες· ἁμαρτωλὸς γάρ εἰμι καὶ πλημμελημμάτων
ἀνάπλεως· ἀλλ᾿ ὡς θέλοντες ἀνιάσαι με, ταῦτα περὶ τῶν πατέρων εἰρηκότες ἐφάνησαν,
καὶ οἰόμενοι κενοδοξίας ὀξυτάτοις βέλεσι κεντρῶσαί μου τὴν διάνοιαν, τῶν εὐχῶν μου
ἐμνήσθησαν. ἀλλ᾿ οὐδέν με τῶν ἀπατηλῶν αὐτῶν ῥημάτων τῆς πρὸς τὸ κρεῖττον νεύσεως
ἐξέστησεν, θείᾳ χάριτι κρατυνόμενον· ὅθεν οὐ δ᾿ ὅλως τούτων πεπίστευκα· ψεῦσται
γὰρ ἀεὶ καὶ πλάνοι, καὶ μισόκαλοι τυγχάνουσιν· ἀλλ᾿ ἀποτίμως [λεγε· ἀποτόμως] καὶ
αὐστηρῶς ἠμυνάμην, καὶ ἀπεσόβουν αὐτούς, καταρώμενος, καὶ ψεύστας αὐτοὺς ἀποκαλῶν
καὶ ἀπατεῶνας, διόπερ ἀποκριθέντες ἔφησάν μοι· ῾εἰ καὶ ἑκάστοτε τοιούτους ἔχεις
ἡμᾶς, καὶ ἀπιστεῖς τοῖς ψευδέσιν ἡμῶν ῥήμασιν, ἀλλὰ σήμερον πείσθητι περὶ τῶν μοναχῶν
τῆς λαύρας εἰρηκόσι τὴν ἀλήθειαν.᾿ ἐγὼ δὲ οὐκ ἐπίστευσα, ἀλλὰ μᾶλλον καὶ μᾶλλον
ἐδίωξα, ἕως θεία τις ἐπιλάμψασα δύναμις, περὶ ὧν ἀνηγγέλκασιν, ἅπασαν ἐδίδαξε τὴν
ἀκρίβειαν.Ϡ τεθαυμακότες οὖν ἐπὶ τούτοις οἱ πατέρες, αὐτὴν τὴν ὥραν καὶ τὴν ἡμέραν,
καὶ τὴν [λεγε· τὸν] μῆνα ἐσημειώσαντο, καὶ τῆς τεσσαρακοστῆς
[p. 517Φ] πληρωθείσης, ὑπέστρεψαν εἰς τὴν λαύραν μετὰ τοῦ γέροντος, καὶ ἠκριβώσαντο
παρὰ τῶν πατέρων τὸν καιρόν, καθ᾿ ὃν ἐγήγερται ταῦτα, καὶ τὴν ἀλήθειαν τῆς διοράσεως
ἔμαθον, ὑφ᾿ ὧν παραλαβόντες διηγορεύσαμεν ὑμῖν, ἵνα τὴν ἀρετὴν τοῦ ἱεροῦ πρεσβύτου
ζηλώσητε, θαυμασιολογοῦντες τὴν μεγαλόδωρον θεϊκὴν ἀγαθότητα.»
CAPUT Ιῃ
[p. 518Β]·
35. θεοφιλεῖς τρεῖς ἀδελφοὶ τῶν μεμαρτυρημένων ἐπ᾿ εὐλαβείᾳ Δαμασκόν, τὴν πανευδαίμονα
καὶ λαμπρὰν μητρόπολιν, οἰκητήριον ἔχουσι. τούτων εἷς ἀποταξάμενος, καὶ ταύτην τὴν
μεγίστην λαύραν οἰκήσας, διηγήσατό μοι, λέγων ὅτι, «τίς, Ἰωάννης ὀνόματι, σημειοφόρος
ἀνήρ, καὶ πολλὰ δείξας θαυματουργήματα, ὧν ἐν πείρᾳ γεγόνασι πολλοὶ φιλαληθέστεροι
ἄνδρες, τούτῳ τῷ μακαρίτῃ μαθητεύσας, καὶ μετ᾿ ἔπειτα ἐπίσκοπος τῆς περιφανοῦς καὶ
ἐνδόξου πόλεως Χαραχμοβῶν γενόμενος, ὑψηλὸς ὡς ἀληθῶς ἀπεφάνθη καὶ εὐδόκιμος, καὶ
διά τινας χρείας πολιτικάς τε καὶ ἐκκλησιαστικὰς πρὸς τὸν σύμβο<υ>λον Δαμασκοῦ καὶ
πρὸς τὸν κριτὴν πυκνῶς ἀφικνούμενος, οἴκοι πρὸς ἡμᾶς ἐξενίζετο. πολλὴν δὲ καὶ τῶν
λόγων αὐτοῦ καὶ τῶν διηγημάτων τὴν ὠφέλειαν καὶ ψυχικὴν εὐεργεσίαν ἐκαρπούμεθα.
μιᾷ δὲ τῶν ἡμερῶν, ἑσπέρας οὔσης βαθείας, κᾀπὶ τῆς τραπέζης τῶν τριῶν ἡμῶν ἀδελφῶν
σὺν αὐτῷ καθεζομένων, διηγήσατο ἡμῖν τὸ εἰς αὐτὸν παρὰ τοῦ ἐπιστάτου γεγενημένον
παράδοξον θαῦμα.
36. Ϡἐγένετό μοι,Ϡ φησί, Ϡποτὲ τούτῳ τῷ θεοφόρῳ μαθητεύοντι, πορευθῆναι εἰς τὸ μοναστήριον
τὸ λεγόμενον
[p. 518Χ] Χουράν. τὴν ὁδὸν ἐξανύσας κᾀκεῖσε ἐρρωμένως καὶ ἀβλαβῶς ἔφθακα, ἀσθένειά
τις μὲ κατέσχε μεγάλη καὶ ἐπικίνδυνος, ἥτις ἠνάγκασεν ἐπὶ καιρὸν αὐτόθεν μεῖναι,
μὲ [λεγε· μὴ] δυνάμενον εἰς τόπον μου ἀπὸ σωματικῆς κακώσεως καὶ ἀδυναμίας ἀποστρέψαι.
μετ᾿ οὖν χρόνον τινὰ τῆς νόσου ἀνασφήλας καὶ ἀναλαβὼν εἰχόμην τῆς ἐπὶ τὴν λαύραν
διὰ τῆς ἐρήμου ἀποφερούσης ὁδοῦ, ὀλίγους ἄρτους ξηροὺς σὺν ἐμοὶ εἰληφώς. καύσωνος
δὲ γενομένου σφοδροῦ κατὰ τὸν καιρὸν τοῦ θέρους ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος, καὶ δίψους
δεινῶς ἐτρυχόμην, πολλῷ δὲ μᾶλλον τοῦ τόνου τῆς σωματικῆς ἰσχύος διαλυόμενος ἐδαμαζόμην,
καὶ ἐν πολλῇ στενώσει καὶ ἀπορίᾳ ἐτύγχανον, καὶ τὸν θεὸν καὶ τὰς τοῦ γέροντος εὐχὰς
ἐπεκαλούμην, ἕως ἐν τούτοις μὲ ὄντα τοῖς δεινοῖς ἡ τοῦ θεοῦ εὐσπλαγχνία προφθάσασα
ὡδήγησέ τινας κατὰ τὴν ἔρημον εὑρηκέναι ποιμένας Ἀραβήτας, οἵτινές με θεασάμενοι
ἐπυνθάνοντο τί ἄν εἴην κεκτημένος. ὡς δὲ τοὺς ἄρτους αὐτοῖς ὑπέδειξα καὶ τὸ δίψος
ἀνήγγειλα, τοὺς μὲν ἄρτους πρὸς ἑαυτοὺς ἀπέφερον, ὕδωρ δὲ ἀρτίως ὧδε μὴ ἔχειν παντελῶς
ἔφησαν, ῾ἀλλ᾿ ἀποστελοῦμεν σύν σοι ὁδηγόν, ὑποδεικνύντα σοὶ τὸν τόπον τοῦ νάματος,
οὐ μακρὰν πολὺ διακείμενον.'
[p. 519Δ]
37. ἀπέστειλαν οὖν φονικὸν καὶ φοβερὸν Αἰθίοπα, γεναῖον [λεγε· γενναῖον ?] καὶ τρισάθλιον,
διαβόλου μηδὲν τῷ τρόπῳ διαφέροντα, ὡς μετὰ ταῦτα ἡ πεῖρα ἐδίδαξε. μεθ᾿ οὗ διὰ βίαν
τοῦ δίψους ἐξ ἀνάγκης ἐπορευόμην, καὶ πορευθέντες ἅμα ἱκανὸν διάστημα, ἐφίστησί
με χειμάρρου ῥαγάδι, ὕδωρ ἐχούσῃ. καί φησι· ῾πίνε, ἄνθρωπε τοῦ θεοῦ, καὶ μετὰ ἀδείας
οὕπερ ἐπιθυμεῖς καὶ χρήζεις ἐμφορήθητι.᾿ ἐγὼ δὲ ἀπὸ τοῦ πολλοῦ καμάτου τετρυχωμένος,
ὅπερ ἐφόρουν μικρὸν ἐπιρριπτάριον ἀπεθέμην, καὶ πιεῖν μετὰ ἀνέσεως ἐπειρώμην. καὶ
ὡς τῇ πηγῇ τὴν κεφαλὴν ὑπέκλινα, ἀθρόον μοι λογισμός τις ἐπεισείη, τὸν ἀλιτήριον
ἐκεῖνον Αἰθίοπα πονηρὰ κατ᾿ ἐμοῦ τυρεύειν καὶ διενθυμεῖσθαι, καὶ μικρὸν τὴν κεφαλὴν
ἀνανεύσας ὁρῶ τὸν τρισάθλιον χειροπληθῆ λίθον κατέχοντα, καὶ τοὺς ὀφθαλμοὺς βλοσυροὺς
καὶ οἱονεὶ ᾑμαγμένους, καὶ ὡς πῦρ φαίνοντας, καὶ βαλεῖν λεληθότως μέλλοντα. ἐγὼ
δὲ ἄφνω διεγερθείς, καὶ τὸ πνεῦμα τάχα καὶ παρὰ γνώμην ζωπυρῆσάν με· ῾τί τοῦτο βούλει
ποιήσειν, δείλαιε᾿ ἔφησα· ῾πείρα, εἰ ὅλως δεδύνησαι· ἐγὼ γὰρ σοῦ ρωμαλεώτερος καὶ
εἰς ἀλκὴν προθυμότερος.᾿ ὁ δὲ ἅμα τὸν λόγον ἀκούσας τῆς χειρὸς τὸν λίθον ὑποτρέμων
ἀπέρριψε. καὶ τὸ ἐπιρριπτάριον
[p. 519Ε] χαμαὶ κείμενον κλέψας, μετὰ δρόμου καὶ τρόμου πολλοῦ ᾤχετο.
38. ἐγὼ δὲ τῷ θεῷ εὐχαριστήσας, ἐδεδείην πρὸς τοὺς Ἀραβήτας, ὅθεν ἤμην ἐληλυθώς,
ὑποστρέψαι, καὶ ἐν πολλῇ δειλίᾳ καὶ σκοτώσει λογισμῶν ἐτύγχανον. τέλος ἔδοξέ μοι
διὰ τὸν φόβον αὐτῶν τὴν ἄβατον ἔρημον βάτην ποιήσασθαι, καὶ δι᾿ αὐτῆς εἰς τὴν λαύραν,
εἰ ὅλως δυνηθείην, ἀποσώζεσθαι. ὁδεύσας οὖν ἀφ᾿ οὗ ὑπῆρχον τόπου διάστημα, ἠρξάμην
περιπλανᾶσθαι ὄρος ἐξ ὄρους, καὶ χείμαρρον ἀμείβειν ἀπὸ χειμάρρου ἐν σκότῳ βαθεῖ
καὶ ἀνοδίᾳ, τοῦ ἡλίου ἤδη δύναντος, καὶ τῆς νυκτὸς ἐπελθούσης. ἐπὶ πολλὰς τοίνυν
ὥρας δαμασθείς, καὶ ἀπορίᾳ καὶ ἀθυμίᾳ συσχεθείς, θεοῦ συνεργίᾳ ἀκούω, ὡς ἀπό τινος
μακροῦ διαστήματος, φωνῆς πρὸς ἐμὲ φερομένης, καὶ ἐξ ὀνόματος καλούσης, καὶ οἱονεὶ
τὴν ὁδὸν διὰ τῆς φωνῆς ὑποδεικνυούσης, θαρρεῖν δὲ καὶ μηδὲν δεδειέναι παρεγγυώσης,
ἀλλά, ῾ἀββᾶ Ἰωάννη,᾿ λεγούσης.
[p. 519Φ]
39. καὶ μὲν πρῶτα ἐξεπλάγην, καὶ φάντασμα δαιμόνιον ἀκηκοέναι ὑπελάμβανον. εὐχὴν
οὖν κατὰ τὸ εἰκὸς πεποιηκώς, καὶ τό ῾πάτερ ἡμῶν᾿ πεπληρωκώς, οὐδὲν ἧττον ἐπέμενεν
ἡ φωνὴ γεγωνοτέρα φερομένη, καὶ ἐκ τοῦ σύνεγγυς ἐξακουομένη, καί· ῾ἀββᾶ Ἰωάννη,
ὧδε ἔρχου, καὶ μηδὲν δειλία,᾿ φθεγγομένη, ὥστε καὶ διακρίναι τὸν φθόγγον δύνασθαι,
καὶ τὸν γέροντα εἶναι τὸν καλοῦντα ὑπειληφέναι. ἄπιστον οὖν μοι καὶ ἀνακόλουθον
τὸ πράγμα ἐδόκει· ῾καὶ πῶς,᾿ ἔλεγον, ῾ἐκεῖνον ἄρτι γενέσθαι᾿ καὶ θάμβός με ταῖς
ἀληθείαις ἔσχε καὶ ἔκστασις ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος, ἕως αὐτὸν ἐν ἀληθείᾳ
τὸν θεοφόρον ἑώρακα θαρροποιοῦντα, καὶ πρὸς τὴν εὐθείαν ἐπανάγοντα, καὶ τῆς ἠθισμένης
μοναχοῖς εὐχῆς κατάρξαντα, καὶ μετὰ τὸ ἐπιφθέγξασθαι τό ῾ἀμήν,᾿ φησὶ πρός με· ῾τί
εἰ [λεγε· ἔνι], τέκνον Ἰωάννη, ἐφοβήθης τὸν δείλαιον ἐκεῖνον καὶ φονῶντα τὸν Αἰθίοπα,
διχοτομῆσαί σε βουληθέντα ὅλως δὲ ἤλγησας, ὅτι σοῦ τὸ ἐπιρριπτάριον κέκλοφεν μηδαμῶς
σοι μελέτω, πέπεισο δὲ ὅτι κατ᾿ ἐκείνην τὴν ὥραν ἐν ᾗ ὁ ἀλιτήριος ἐπιβαλεῖν σοι
τὰς χεῖρας ἤθελεν, δέησιν ὑπὲρ σοῦ τῷ σωτῆρι Χριστῷ προσεκόμισα. ἀλλὰ χάρις αὐτῷ,
πάντοτε τῷ ρυομένῳ ἡμᾶς τῶν θηρευόντων. θάρσει οὖν, καὶ μηδὲν φοβηθῇς, ἀλλὰ πορευθῶμεν
εἰς τὸ ἡσυχαστήριον.᾿ τεθηπὼς μᾶλλον ἐξεπλησσόμην, καὶ συνεπορευόμην
[p. 520Α] αὐτῷ γεγηθὼς καὶ ἀγαλλόμενος, ἕως ὅτου τὸ ἡσυχαστήριον αὐτοῦ ἐφθάσαμεν.
40. ὃ δὲ μὲ πάλιν ἀναγκαῖον εἰπεῖν, οὐ κρύψω· ἐξαγορεύσω δὲ καὶ πρὸς δόξαν θεοῦ,
καὶ ὑμετέραν ὠφέλειαν, ὡς ἐν ἐκείνῃ ᾗ ἔφην ἀσθενείᾳ ἦν γενόμενος εἰς τὸ μοναστήριον,
{τὸ λεγόμενον εἰς τὸ μοναστήριον,} τὸ λεγόμενον Χουράν, ἠσθένησα· ἐπιθυμία δέ τις
σφοδρὰ καὶ διάπυρος ἔσχέ με ἐμπλησθῆναι βρώσεως ἰχθύος ἁλμυροῦ ἐκζεομένου μετὰ σινήπεως,
καὶ πολλοῖς διεκείμην ἐμφορεῖσθαι τῆς ἐφέσεως. διὰ δὲ τὸ ἐκεῖσε μηδὲν τοιοῦτον κατ᾿
ἐκείνῳ καιρῷ γεγονέναι, ἔμεινα τὸ πάθος ἐν ἐμαυτῷ τρέφων καὶ σφοδροτέρως τῇ ἐπιθυμίᾳ
φλεγόμενος. ἐπεὶ δὲ τὸ σεβάσμιον ἐκεῖνο, ὡς ἔφην, εἰσεληλύθαμεν ἡσυχαστήριον, πρώτης
μὲν ἢ καὶ δευτέρας φυλακῆς διαδραμούσης, καὶ τὴν ὀφειλομένην εὐχήν, κατὰ πατρικὴν
καὶ ἀρχαίαν παράδοσιν, πεποιήκαμεν· ῾καθέζου, ἀββᾶ Ἰωάννη,᾿ ἔφη ὁ γέρων. ἐμοῦ δὲ
καθεσθέντος, αὐτὸς εἰσίει εἰς τὸ ἐνδότερον τοῦ ἡσυχαστηρίου σπήλαιον, ὅπερ ἐκεῖσε
ἐτύγχανε· ἀγνοοῦντι δὲ μοὶ ἐπέστη ὁ σημειοφόρος πατὴρ πίνακα ἐπιφερόμενος
[p. 520Β] ἰχθὺν τεταριχευμένον ἔχοντα, μετὰ σινήπεως, καί φησι πρὸς μέ· ῾ἰδοὺ
καὶ ἡ ἐπιθυμία σου, ἀδελφέ· ἡτοίμακα γὰρ σοὶ αὐτὴν ἕως ἀνέλθῃς· ἀλλὰ φάγε, καὶ ἐμπλήσθητι,
καὶ μηδέποτε τῆς τοῦ θεοῦ ἀπογνῷς ἐπικουρίας καὶ ἀντιλήψεως.᾿ ἐγὼ δὲ τὸ παράδοξον
κατ᾿ ἐμαυτὸν ἐνθυμούμενος, πόθεν ἐν τοιαύτῃ ὥρᾳ τοιοῦτον εὑρέθη παρ᾿ αὐτῷ προσφάγιον,
οὐδὲν ἕτερον εἶχον λογίσασθαι, ἢ ὅτι ὁ τοῖς ἁγίοις ἀποστόλοις καὶ μαθηταῖς ἑαυτὸν
ἐπὶ τῆς λίμνης μετὰ τὴν ἀνάστασιν φανερώσας Χριστός, καὶ ἀνθρακιὰν καὶ ὀψάριον ἐπικείμενον,
καὶ ἄρτον αὐτοῖς ἀληθείᾳ παρεσχηκώς, αὐτὸς καὶ τῷ θεράποντι αὐτοῦ καὶ μαθητῇ τὴν
ἐπιθυμίαν ἐξέφῃνε, καὶ τὸ ποθούμενον ἐκαρποφόρησεν. ἔφαγον οὖν, καὶ ἐκορέσθην, καὶ
τὸ πάθος παραμυθησάμενος εὐχαριστήριον αἶνον τῷ θεῷ καὶ ἐν τούτῳ ἀνέπεμψα.
41. ἄλλο γὰρ ὑμῖν ἐξηγορευκέναι θαυμάσιον οὐκ ὀκνήσω· οἶδα γὰρ τὸν φλογερὸν ὑμῶν,
ἀδελφοί, περὶ τῶν τοιούτων πνευματικῶν διηγημάτων ἔρωτα. ἐμοῦ ποτὲ συνδιατρίβοντος
τούτῳ τῷ θεοφόρῳ ἐπιστάτῃ κατὰ τὴν ἔρημον μετά τινῶν ἡσυχαζόντων σποράδην ἑνὸς ἑκάστου
ἐν ἰδίῳ σπηλαίῳ, κατὰ τὴν τοῦ ἐπιστάτου ψυχωφελῆ διδασκαλίαν καὶ παράδοσιν,
[p. 520Χ] μέγας λιμὸς συμβέβηκεν ἡμῖν, τὸν σωματικὸν κατατραύγων [λεγε· κατατρώγων]
τόνον, καὶ τὰς ζωτικὰς καὶ φυσικὰς ἅμα τε καὶ ψυχικὰς καταπονῶν δυνάμεις. ἐκβάντες
οὖν τῶν σπηλαίων, λιμαγχονούμενοι διηρχόμεθα τὴν ἔρημον, πόας καὶ θάμνους ἀναζητοῦντες
πρὸς παραμυθίαν τοῦ λιμώδους πάθους, καὶ πολλὰ κεκμηκότες τὴν ἔρημον ἐμπόνως ψυχαφῶντες
[λεγε· ψηλαφῶντες] ὑπεστρέψαμεν πρὸς τὸν καλόγηρον, τὸ παράπαν μηδὲν εὑρηκότες.
ἐπειδὴ δὲ τὴν ἐσχάτην ἡμῶν ἀπηγγείλαμεν αὐτῷ πείναν, καὶ ὃν ἄγαν ἐμογήσαμεν μόχθον,
ἀνὰ πᾶσαν τὴν ἔρημον περιφοιτῶντες, οἴκτῳ διαπύρῳ συσχεθεὶς ἔφη· ῾αὔριον, τοῦ θεοῦ
τὸ ζῆν παρέχοντος, ἐπὶ τὸν δὲ [λεγε· τόνδε] ἀπιόντες τὸν τόπον εὑρήσετε πεφιλοκαλημένον
σέλινον, ἐπιμελῶς γεωργηθέν, καὶ λαβόντες ἀπ᾿ αὐτοῦ μὴ ὑπὲρ τὴν χρείαν θεραπευθῆτε,
μηδὲν ἐκτίλλαντες καὶ ἐρημώσαντες.᾿ ἀφιγμένοι τοίνυν τὸν δηλωθέντα ἡμῖν ὑπὸ τοῦ
γέροντος χῶρον, ἀπαραλλάκτως εὑρήκαμεν καθὰ ἀπεφήνατο· καὶ τὴν χρείαν ἡμῶν παρειληφότες,
ἀνεκάμψαμεν γεγηθότες καὶ ἀγαλλόμενοι. ὑποδειξάντων οὖν ἡμῶν τῷ γέροντί τινα σέλινα
ἐξ ὧν ἐφέρομεν, εὕρηταί τις ρίζα ἀγνώστως ὑφ᾿ ἡμῶν ἐκρισθεῖσα· ἣν θεασάμενος ὁ ἐπιστάτης,
ἄγαν λελύπηται, εἰπών· ῾οὐκ ἐνετειλάμην ὑμῖν, μηδὲν ἐξαφανίσαι καὶ ἐκριζῶσαι ὄντως
λελυπήκατέ με λύπην οὐ μετρίαν, ὃ προέφθην ὑμῖν μὴ πεπραχότες.᾿ αὐτοῦ δὲ
[p. 521Δ] εἰρηκότος ταῦτα ἐγνώσαμεν, ὅτι τινὸς ἀφανοῦς ἀναχωρητοῦ ὑπῆρχε τὰ σέλινα.
42. ἄλλο τε δὲ κατ᾿ ἐκείνου καιροῦ διοδευόντων ἡμῶν τὴν ἔρημον, εἰσήγαγεν ἡμᾶς εἰς
σπήλαιον, κᾀκεῖσε τὴν συνήθη εὐχὴν ἐκτελέσαντες, εὑρίσκομεν χόρτον καὶ βοτάνας καὶ
ἀνθρώπου τινὸς ἴχνη, δι᾿ ὧν μεμαθήκαμεν ἐκεῖνον τὸν τόπον ἀναχωρητοῦ τινὸς εἶναι·
ἀλλ᾿ οὐδαμῶς ἐπυθόμεθα τὸν θεοφόρον ἐπιστάτην, οὔτε μὴν αὐτός τι ἡμῖν διὰ τούτου
ἀπέφῃνεν. ἐξελθόντες οὖν τοῦ σπηλαίου θεωροῦμεν παλαιὸν ἄγριον φοίνικα, ἀνδρικῆς
ὀργυιᾶς μῆκος ἔχοντα, κᾀκεῖσε μεμενηκό{ν}τες ἐπὶ βραχεῖαν ὥραν, οὐδένα ἐθέαμεθα,
καὐτῇ τῇ ἡμέρᾳ εἰς τὰ ἡμέτερα ὑποστρεψάντων ἡμῶν σπήλαια. μετ᾿ οὐ πολλὰς ἡμέρας
ἔδοξέ μοι μεμονωμένος διοδεῦσαι τὴν ἔρημον ἡμέρας. ὡς οὖν μόνος ἐπορευόμην, ἀκήκοά
τινος ὁμιλίας, καὶ κατ᾿ ἐμαυτὸν σκοπήσας ὑπετόπασα ὅτι δύο ἠρέμα καὶ ἀψοφητὶ ἀποφθέγγονται·
καὶ περιβλεψάμενος
[p. 521Β] τῇδε κᾀκεῖσε, οὐδένα ἑώρακα, ἀλλὰ μόνον τὸν σημειοφόρον ἐπιστάτην, καὶ
παραυτά με θάμβος κατέσχε ἄρρητον, καταστῆσαν ἄναυδον. εἶτα κελεύει μὲ ὁ ἐπιστάτης
καθίσαι, καὶ βουλόμενον καθίσαι ἐξ εὐωνύμων αὐτοῦ, λαβόμενος τοῦ κρασπέδου τῶν ἱματίων
μου, ἐκέλευσέ με ἐκ δεξιῶν καθίσαι, καὶ μετὰ μικρόν, πρὶν μὲ φθέγξασθαί τι, προεφθακὼς
ὁ ἐπιστάτης λελάληκεν· ῾ἄπελθε, τέκνον Ἰωάννη·᾿ καὶ οὐδέν πλέον ἔφη.
43. πορευθεὶς δὲ ἐγώ, κᾀκείνην τελευτήσας τὴν ἡμέραν, διενοούμην κατ᾿ ἐμαυτόν, θαυμάζων
πῶς τὸν ἐπιστάτην ἑώρακα μόνον, δυοῖν σαφῶς ἀκούσας ὁμιλούντων. πρὸς τὸν ἐπιστάτην
τοίνυν ἀπιών, ἐρωτήσων τούτου ἕνεκεν, καὶ προσελθὼν αὐτῷ κατ᾿ ἰδίαν ὑπάρχοντι ἐν
τῷ ἑαυτοῦ σπηλαίῳ, καὶ τοῖς ποσὶ αὐτοῦ προσπεσὼν ἐπυθόμην αὐτὸν πολλὰ ἐκλιπαρήσας,
καὶ εἰπών· ῾ὄντως οὐ μὴ παρεάσω σέ, οὐδ᾿ οὐ μὴ ἐξαναστῶ καταφιλῶν σοῦ τὰ ἴχνη, ἄχρις
ἂν μοὶ φανερώσῃς, τίς σοὶ συνῆν, ὅτε σοὶ ἐκεῖ ἐν τῇ ἐρήμῳ καθίζοντι, ἐκ δεξιῶν
σου
παρ᾿ ἔθος ἐκέλευσάς με καθίσαι, καί· Ϡἄπιθι, τέκνον Ἰωάννη,Ϡ ἔφης. καὶ ταῦτά με
εἰπόντα τῇ ἡγιασμένη αὐτοῦ χειρὶ ἐξαναστήσας με, μάλιστα διαπύρως μεμαθηκέναι τοῦτο
ἐπιζητοῦντα θεασάμενος, εἶπεν· Ϡθαυμαστός τις, καὶ μέγας, καὶ ἅγιος ἀναχωρητὴς ἐρημήτης,
ἀεὶ τὰς πόας βοσκόμενος ὑπάρχει, οὕτινός μου συλλαλοῦντος ἠκροάσω· καὶ οὗτος σπηλαῖον
κατέστηκεν ἐκεῖνο, ὅπερ πρώην εἰσέδυεν, ἔνθα καὶ τὸν ἄγριον φοίνικα ἑωράκαμεν· κᾀκεῖθεν
γὰρ τότε εἰσιόντων ἡμῶν καὶ ἐξιόντων, καὶ ἐπὶ ὥρας ἱκανὰς ἑστηκότων, οὐκ ἀπέστη,
ἀλλὰ τῷ φοίνικι ἀοράτως παρεκεκόλλητο, οὐδαμῶς ὑμῖν ὀπτανόμενος, ὡς οὐδέ σοι, ἡνίκα
μοι συγκαθεζόμενος συνετύγχανεν. αὕτη γάρ ἐστιν ἡ πρὸς θεὸν πρώτη τῶν ἀναχωρητῶν
αἴτησις, ἣν ἐξ ἀρχῆς ποιοῦνται εἰς τὸν θεόν, ἀπὸ τῶν μοναστηρίων ἐξερχόμενοι, καὶ
τῶν ἀδελφῶν ἐξιστάμενοι, ἵνα μηδενὶ ὁραθῶσιν, εἰ μὴ ᾧ ἂν βούλωνται.Ϡ καταπλαγεὶς
οὖν ἐπὶ τούτῳ ἐδόξασα τὸν θεόν, τὸν μεγαλύνοντα τοὺς ποιοῦντας τὸ θέλημα αὐτοῦ.»
CAPUT ῃ
[p. 522Χ]·
44. ἦν τις, Θεόδωρος ὀνόματι, θεομάχος δεινὸς καὶ κενόδοξος καὶ τρισάθλιος, ὥσπερ
ἀπέδειξεν ἡ τῶν πραγμάτων ἔκβασις· σχῆμα καὶ στολὴν μοναχικήν, οἱονεὶ δειρὰν προβάτου,
περιεβέβλητο τὴν ἐπιφάνειαν, ἔσωθεν λύκος ἅρπαξ ὑπῆρχεν, καὶ τὴν γνώμην θηριωδέστατος.
ἐκέκτητο δέ τινα φίλον, Βασίλειον ἐπωνομαζόμενον· ἄγχιστα γὰρ αὐτοῦ ἐν τῷ Σπουδαίῳ
τῆς ἁγίας Χριστοῦ, τοῦ θεοῦ ἡμῶν, Ἀναστάσεως εἶχε κελλίον. μιᾷ οὖν τῶν ἡμερῶν τούτῳ
τῷ Βασιλείῳ προσῆλθεν ὁ δυσώνυμος Θεόδωρος, ὡς πρὸς αὐτὸν ὑπερβαλλόντως ἀποσώζων
ἀγαπητικὴν διάθεσιν, καὶ ἀνακοινούμενος αὐτῷ ἑκάστοτε τὰ μυστικὰ καταθύμια, καὶ
ὃν ὑπέβαλεν αὐτῷ ὁ τῆς κενοδοξίας χαλεπώτατος δαίμων λογισμὸν ἀπέφηνε, λέγων· «οἶσθα,
γνησιώτατε, τὴν προσοῦσάν σοι παρ᾿ ἐμοῦ ἀκραιφνεστάτην ἀγάπησιν ἐξ ἀεί, καὶ ἥν σοι
φυλάττω φιλίαν· ὅθεν οὐδὲ τὸ ἐνδόμαχόν [λεγε· ἐνδόμυχόν] μου πυρωδέστατον πάθος
ἀπό σου ταμιεύσασθαι δεδύνημαι, ἀλλὰ φανερώσων ἥκω. ἐπιθυμία τις μεγάλη καὶ ἔφεσις
ἀφόρητος ἤδη κατατρύχει με δεινῶς τοῦ τῶν Ἱεροσολύμων θεαδελφικοῦ ἄρξαι θρόνου,
τὸν κύριν Ἠλίαν ἐξωθήσαντά τε καὶ διώξαντα τοῦ ἱεραρχικοῦ προτερήματος.
ἀλλ᾿ εἶθε γνοίην τὸ τούτου ἐκβησόμενον, πρὶν ἂν ἐπιλήψομαι τῆς ἐγχειρήσεως, ἵνα
πρὸς αὐτὸ διαπράξομαι· οὐ γὰρ λέληθέν σε ἡ παρρησία, ἣν κέκτημαι πρὸς τὸν σύμβο<υ>λον
Φοσάτου, καὶ ἣν ὁ ἐμὸς ἀδελφὸς κατὰ πολὺ μείζονα πρὸς αὐτὸν ἔχει· ἰατρὸς γάρ ἐστι
χρησιμώτατος, ὡς οἶσθα, τῇ γνώσει τε καὶ
[p. 523Δ] ἐνδοξότητι πολλοὺς ὑπερβαλλόμενος. παρακεκλήσθω τοίνυν ἡ σὴ πνευματικὴ
φιλότης, καὶ συνιέτω μοι ἐπὶ τὴν εὐαγῆ λαύραν τοῦ ἁγίου πατρὸς ἡμῶν Σάβα, πρὸς τὸν
ἅγιον Στέφανον, τὸν ἐρημήτην, ὅπως ἂν καταμάθωμεν παρ᾿ αὐτοῦ τοῦ ἡμέτερου σκοποῦ
τὸ ἐσόμενον τέλος.»
45. τοῦτον οὖν μεθ᾿ ἑαυτοῦ λαβὼν παρὰ προαίρεσιν τῆς ψυχῆς τοῖς παρακλητικοῖς αὐτοῦ
λόγοις ὑπήξαντα [λεγε· ὑπείξαντα], ἀφίκετο πρὸς τὸν γέροντα, ἰδίᾳ διατρίβοντα τότε
ἐν τοῖς κατωτέροις τῆς τοῦ Καλαμῶνος ἐρήμου σπηλαίοις κατὰ τὸν τῆς τεσσαρακοστῆς
καιρόν, καὶ ἀμφότεροι δυσωποῦντες ὁμοῦ πρὸς αὐτὸν ἔφησαν· «τὴν σὴν ἀντιβολοῦμεν
ἁγιότητα, πάτερ, προειπεῖν ἡμῖν διὰ ποίαν ἐνταῦθα παραγεγόναμεν αἰτίαν, καὶ τί τὸ
ἐξ αὐτῆς ἐκβησόμενον πέρας.» ὁ δὲ θεόφρων γέρων ἀποκριθεὶς εἶπεν· «πόθεν ἰσχύω ὁ
τάλας καὶ μεστὸς ἀμπλακημάτων γνῶναι τὰ ἐν τῇ καρδίᾳ, καὶ προγνῶναι τὰ μέλλοντα
μόνῳ δὲ τῷ θεῷ ἔοικε ταῦτα, καὶ τοῖς κατ᾿ ἀρετὴν διαφέρουσι, καὶ καθαροῖς, καὶ τῷ
καθαρῷ προσεγγίζουσι, καὶ παρ᾿ αὐτοῦ κομιζομένοις
[p. 523Ε] τὴν ἄφθονον αὐτοῦ δωρεάν, καὶ ἀένναον χάριν· ἐγὼ δὲ τούτων παντάπασι οὔκ
εἰμι, ἀλλὰ πάνυ πορρωτάτω καθέστηκα, καὶ εἰς τοιοῦτον βαθμὸν οὐκ ἐλήλακα. οὐκοῦν
συγχωρήσατέ μοι, ἀδελφοί, καὶ μὴ ζητεῖτε παρ᾿ ἐμοῦ τὰ ὑπέρογκα.»
46. ἐπὶ πολὺ οὖν ἀντιβολήσασιν ἔτι ὁ μετριόφρων γέρων ἔ<φ>η· «ἐπείπερ διετείνατε
τὰ ἡμέτερα ταῖς ἐκλιπαρήσεσι σπλάγχνα καταφλέγοντες, κᾄν τὴν χρείαν ἀναγγείλατε,
μόνον ἴσως ἂν δυναίμην ἐξειπεῖν ὑμῖν τὸ ἐξ αὐτῆς συμβησόμενον.» οἱ δὲ εἶπον· «οὐδὲ
σύ, οὐδὲ ἕτερός τις ταύτην παρ᾿ ἡμῶν ἀκούσει πώποτε.» ὁ δὲ ὅσιος γέρων πρὸς αὐτοὺς
πάλιν εἶπεν· «λοιπὸν προθεσμίαν τριῶν ἡμερῶν θεσπίσαντές μοι ἐπάνιτε, κᾀγὼ ὑμῖν
διὰ τῆς θείας χάριτος γνωρίσω τὰ ἐσόμενα.» τῆς προθεσμίας οὖν τελεσθείσης, καὐτῶν
παραγεγονότων, αὐστηροτάτους πρὸς αὐτοὺς αὐθεντικῶς εἶπε λόγους ὁ ἅγιος γέρων· «ὦ
ἄθλιοι καὶ ταλαίπωροι, τὴν ὑμετέραν ἀφέμενοι σωτηρίαν, ταύτην παρ᾿ ἐμοῦ τὴν χρείαν
ἐπιζητοῦντες ἀφίκεσθε σὺ δέ, ὦ πάντων ἀθλιώτατε καὶ ἀγνωμονέστατε Θεόδωρε, εἰς τοιαύτην
ἐλήλακας ἀφροσύνην καὶ ἀλαζονείαν, ὥστε σπεύδειν πατριάρχης γενέσθαι τούτου χάριν
[p. 523Φ] ἐπιδείκνυσαι ταυτηνὶ τὴν ψευδεπίπλαστον εὐλάβειαν, πεισθεὶς τῷ τῶν ζιζανίων
σπορεῖ καὶ φθορεῖ τῆς καρδίας διαβόλῳ, καὶ τῆς εὐαγγελικῆς παρακούσας φωνῆς, τῆς
λεγούσης· Ϡὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.Ϡ ἀγνοεῖς,
ὅτι οὐδὲν τοῦ τῆς ὑπερηφανείας πάθους ὀλεθριώτερον οὐκ οἶδας, ὅτι δι᾿ οὗ πὰς ἑαυτὸν
ἐπαίρειν βούλεται, δι᾿ αὐτοῦ καταισχυνθήσεται, καὶ πάντων ἀθλιώτατος ἀποδείκνυται
οὐκ ἀνέγνως, ὅσα περὶ τῆς ὑψηλοφροσύνης τοῖς διδασκάλοις εἴρηται οὐαί σοι, οὐαί
σοι, ἐλεεινότατε↙ δεῖ γὰρ μὲ καὶ πάντα χριστιανὸν ἕνεκεν σοῦ ὀλοφύρεσθαι, εἰ μὴ
ἀποστῇς τῆς τοιαύτης αἰσχρᾶς ἐνθυμήσεως.
47. ἀλλ᾿ ὅμως πέπεισμαι, εἰ καὶ κατάχρεως, ὃς ταῦτά σοι ἐρῶ· παραινεῖν γάρ σε καὶ
νουθετεῖν ὀφείλομεν, ὅτι τοῦτό σοι γεγονέναι παραχωρηθήσεται, οὐ διὰ τὴν σὴν ὄντως
πρὸς θεὸν ἀξιότητα, ἀλλὰ διὰ τὴν ὑμετέραν ἄπειρον ἀπροαξίαν [λεγε· ἀπροσεξίαν] καὶ
ἀμέλειαν καὶ πλημμέλειαν. ἐπιτεύξῃ δὲ σὺ τῆς φιλαρχικῆς ταύτης· ἀλλ᾿, ὥς μοι θεόθεν
ἀποκεκάλυπται, οὐ μὴ ἴδοις μιᾶς ἡμέρας ἀνάπαυσιν, οὐδέ σοι τὰ πράγματα ὡς ἐρᾷς κατευθηνθήσεται,
καὶ μέχρι μιᾶς ὥρας οὐ μὴ ἄρξεις τοῦ θρόνου, ὡς ἐφίεσαι, ἀλλ᾿ ἐπικρατήσας αὐτοῦ,
ἐπὶ χρόνον βραχὺν τῆς ὑμετέρας παιδείας ἕνεκεν κακῶς ἀποβληθήσῃ, καὶ τῆς ἀρχῆς στερηθήσῃ
[p. 524Α] καὶ καταισχυνθήσῃ, καὶ πᾶσιν ὕστερον μισητὸς φανήσῃ· ἐπειδὴ ὡς λύκος οὐκ
διὰ θυρίδος εἰς τὴν ἐκκλησιαστικὴν προεδρίαν εἰσελεύσῃ, καὶ οὐχ ὡς ποιμὴν ψηφισθήσῃ.
ὅθεν ἡ ἀλήθεια νικήσει, καὶ ἐν τῇ οἰκείῳ [λεγε· οἰκείᾳ] τάξει σταθήσεται ἡ σελήνη
καὶ τοὺς θεσμοὺς αὐτῆς, καὶ ὅρους οὐδαμῶς ἀθετήσει, τὴν ἁγιωτάτην φημὶ ἐκκλησίαν,
ἥτις ἐξ ἀεὶ οὐ διαλέλοιπε, πολεμουμένη καὶ νικῶσα· ὥσπερ οὐδέποτε τὴν θάλασσαν τὰ
κύματα διαλείπει, οὐδὲ τοὺς τοῦ θεοῦ ἀληθεῖς ἀρχιερεῖς πόλεμος· εἰ γὰρ καὶ παραχωρήσει
τὸ θεῖον ἔσεσθαι τοῦτο κατά τινα προνοίας ἄρρητον τρόπον, ἀλλ᾿ οὖν ἐπιστρέψει τὸ
δικαίωμα τῷ ἰδίῳ τόπῳ.»
48. ταῦτα ὁ Θεόδωρος ἀκούσας, τὴν κενοδοξίαν προκέκρικεν τῆς σωτηρίας, ὡς ἵππος
ἀγέρωχος, τῇ δόξῃ γαυρούμενος, ἀχαλινότως κατακρημνὸν ἑαυτὸν εἰσωθούμενος· οὐ γὰρ
τὴν αὐτοῦ διάνοιαν τῷ θείῳ φόβῳ κεχαλίνωκεν· ἐσκοτίσθη γὰρ ἡ ἀσύνετος αὐτοῦ καρδία,
καὶ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, καὶ τῷ πατέρι
αὐτοῦ τῷ Σατανᾷ, τῷ τῆς μεγαλαυχίας ἡττώμενος φρονήματι. ὃς τὴν κεφαλὴν βεβαρυμένος
ἐπὶ τὴν γῆν νενευκυῖαν ἔχων, τρὶς ἐπυνθάνετο, εἰ παρακεχώρηται αὐτῷ τινὰ χρὸνον
ὅλως ἐπικραθῆναι [λεγε· ἐπικρατῆσαι ?] τοῦ θεαδελφικοῦ προτερήματος. γνωρίσαντος
οὖν αὐτῷ τοῦ γέροντος, ἐπανῆλθεν ὁ πανάθλιος, καὶ τὸν σύμβουλον τοῖς δώροις θέλγειν
καὶ πείθειν αὐτίκα ἀπήρξατο, καὶ φίλους σὺν τῷ ἀδελφῷ διεγείρειν πρὸς αὐτὸν παρακλήτορας
καὶ οὐ πρότερον ἐπαύσατο, πρὶν ἂν δι᾿ ἐξουσιαστικῆς τυραννίδος τὸν θρόνον παρέλαβε,
τὸν ἁγιώτατον πατριάρχην, κύριν Ἠλίαν, ἐξορίσας ἀσεβῶς καὶ ἀθέως.
49. μετὰ οὖν τινὰ βραχύτατον χρόνον, κατὰ τὴν θεόσδοτον τοῦ ἁγίου γέροντος πρόρρησιν
πάντα πέπονθεν ὁ ἀλαζὼν καὶ αὐθάδης Θεόδωρος, ἑκουσίως ἑαυτὸν καταβαλὼν εἰς ἁμαρτιῶν
βαθύτατον βάραθρον, δικαίαις καθυποβληθεὶς κατάραις καὶ ἀναθέμασι, καὶ κακῶς ἐν
Περσίδι τὸν βίον καταλύσας. ὁ δὲ ἁγιώτατος πατριάρχης, κύρις Ἠλίας, ἐπὶ τὸν ἴδιον
θρόνον ἐπανῆλθεν ἐν χαρμοσύνῃ καὶ καλῇ ἐπαναλύσει, καὶ πολυμερῶς τῆς πατριαρχικῆς
ἀπέλαυσεν ἀξίας ἐπὶ ἐνιαυτοὺς ἱκανούς, καὶ τῶν τῇδε ὁσίως πρὸς τὸν θεὸν ἐκδημήσας,
τὸν σύγκελλον αὐτοῦ, κύριν Γεώργιον, τοῦ θεαδελφικοῦ θρόνου κατέλειψεν διάδοχον.
[p. 524Χ]
50. μιᾷ οὖν τῶν ἡμερῶν τοῦ κύρου Ἠλία ἱεραρχοῦντος, καὶ τῆς τοῦ ἁγίου γέροντος προγνώσεως
τελεσθείσης, τινὲς τῶν πατέρων προσελθόντες τῷ γέροντι ἐπηρώτων αὐτόν, λέγοντες·
«πῶς, πάτερ ἁγιώτατε, ἀπεκάλυψέ σοι ὁ θεός, ἡνίκα σοὶ ποτὲ προσῆλθε πευσόμενος ὁ
κακόμνηστος ἐκεῖνος Θεόδωρος, ὅποτε [λεγε· ὁ ποτὲ] ἀνόμως τῶν Ἱεροσολύμων ἐπισκοπήσας,
τὸ ἐκ τῆς ἀρχῆς αὐτοῦ καὶ ἐπισκοπῆς γεγενημένον, καὶ πρὶν αὐτὸν ἐκφράσαι σοὶ τὸ
ζητούμενον πρὸς οὓς τὰ πρῶτα μὲν δυσχεράνας τοιοῦτον αὐτοῖς μυστὴριον ἀποφήνασθαι,»
εἶτα δὲ πλεῖστα παρακληθεὶς ὑπ᾿ αὐτῶν, μετὰ πολλῆς μετριοφροσύνης εἶπεν· «ἐκείνου,
περὶ οὗ πυνθάνεσθε, ὦ πατέρες, πολλά με δυσωπήσαντος, ἐπείσθην, καὶ εἶπον αὐτῷ μετά
τινα προθεσμίαν ὑποστρέψαι πρός με, καὶ εὐθέως ἠρξάμην πρεσβεύειν τὸν φιλάνθρωπον
θεὸν γνωρίσαι μοὶ διὰ ποίαν ἀφίκετο χρείαν, καὶ τὸ ἐξ αὐτῆς γενησόμενον.
51. πρεσβεύσας οὖν, ὡς ἐν ἐκστάσει ἐγενόμην, καὶ θεωρῶ ἐμαυτὸν ὡς ἐπὶ κύριον τῆς
δόξης ἐν τόπῳ φωτεινῷ καὶ ὑπερενδόξῳ, οὗ τὸ σέλας ἀνεκδιήγητον καὶ τὸ κάλλος ἀμήχανον
πᾶσαν ὑπερεκπίπτον αἴσθησίν τε καὶ ἔννοιαν· ὑπῆρχε γὰρ ἐν αὐτῷ πέτρα διαυγεστέρα
[p. 525Δ] τε καὶ εὐκλεεστέρα καὶ ἐνδοξοτέρα, ἐν ᾗ χῶρος ἦν λεῖός τε καὶ ὁμαλὸς καὶ
ἐπίπεδος καὶ εὐκάθεδρος, καὶ κάτωθεν τῆς πέτρας βλέπω τὸν ψευδώνυμον Θεόδωρον, πολὺ
θορυβούμενόν τε καὶ κλονούμενον, μοχθοῦντά τε καὶ μέγαν ἀγῶνα προβαλλόμενον ἐπ᾿
αὐτὴν ἀνιέναι, καὶ μετὰ πολὺν ἀνελθόντα μόχθον, οὐ μὴν τῷ ἐπιπέδῳ τε καὶ εὐκαθέδρῳ
τῆς πέτρας τόπῳ ἐνιδρυμένον, ἀλλ᾿ ἐν κοίλῳ τε καὶ βαθεῖ καὶ εὐολίσθῳ, ἑαυτὸν κατακρημνῆσαι
πειρώμενον, καὶ παλάμαις τε καὶ χερσὶ καὶ πᾶσι τοῖς μέλεσι δράξασθαι τῆς πέτρας
μηχανώμενον, καὶ ἑαυτὸν ἀνεκπτώτως καὶ ἀνολίσθως κατορθῶσαι τροπούμενον, καὶ παντελῶς
οὐκ ἰσχύοντα πρὸς βραχυτάτης μῆκος ὥρας, ἀλλὰ διηνεκῶς ὀλισθαίνοντα, ὅθεν ἄκροις
δακτύλοις ἥπτετο, καὶ ἄνεσιν τὸ παράπαν οὐκ ἔχοντα· ὕστερον δὲ πεπτωκότα ἄνωθεν
ἕως κάτω, καὶ δεινῶς συντριβέντα.
52. θεασάμενος οὖν ταῦτα, διενοούμην συγκρίνων τὰ ὀφθέντα, καὶ παραυτὰ τῇ τοῦ θεοῦ
φωταγωγηθεὶς ἐλλάμψει ἐνόησα, ὅτι ἡ μὲν πέτρα τῶν χριστιανῶν
[p. 525Ε] ἐστὶν ἡ πίστις· ὁ δὲ ἐπίπεδος αὐτῆς καὶ εὐκάθεδρος λόφος προέδρου καθέστηκε
θῶκος· ὁ δὲ τοῦ Θεοδώρου πολὺς κόπος τε καὶ μόχθος, καὶ τὸ μέγα κλυδώνιον ἐπὶ τὴν
πέτραν καθεστῆναι σπουδάζοντος, πόθος ἦν ἆρξαι πατριαρχικοῦ θώκου, ὃν οὐ κατὰ δικαίαν
δηλαδὴ ψῆφον, οὔτε κατ᾿ ἐκλογὴν θείαν, ἀλλὰ κατὰ παραχώρησιν ἐφθακέναι ἴσχυσεν·
ἐπειδὴ οὐκ ἐν ὁμαλοῦ [λεγε· ὁμαλῷ ?] τῆς πέτρας, ἀλλ᾿ ἐν τῷ ὀλισθηρῷ καὶ κοίλῳ ἐκάθισε
τόπῳ, ᾧπερ οὐδαμῶς βεβαίως ἐπὶ πολὺ ἐφιζάνειν δεδύνηται, ἀλλ᾿ ὕψωθεν χαμαὶ κατέπεσεν,
ὅτι ἡ τοῦ θεοῦ ἐκκλησία ἀποδέξασθαι αὐτὸν οὐκ ἀνέσχηται, ἀλλ᾿ ἀπορρίψειν αὐτόν,
καὶ τὸν θειότατον ἀποκλύσειν θρόνον τῆς αὐτοῦ βεβήλου καὶ μιαρᾶς δυσωδίας.» τεθαυμακότες
οὖν ἐπὶ τούτοις οἱ πατέρες τὴν τοῦ γέροντος καθαρότητα, δόξαν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ
Χριστῷ ἀνέπεμψαν.
53. ἄλλοτε δὲ αὖθις ὁ πρὸ μικροῦ μνημονευθεὶς ἀββᾶς Βασίλειος, ὅστις ἦν ποτὲ φίλος
τοῦ ματαιόφρονος Θεοδώρου, ὕστερον δὲ εὐλόγως γεγονὼς ἀντίπαλος διὰ τὴν ἄθεον αὐτοῦ
τόλμαν [λεγε· τόλμην] καὶ θρασύτητα, αὐτοῦ τελείως ἀποκόψας καὶ ἐκστήσας ἑαυτὸν
ἐξ οὗ τε τῆς περὶ αὐτοῦ προρρήσεως παρὰ τοῦ προγνώστου γέροντος ἀκήκοεν· οὗτος τοίνυν
ὁ Βασίλειος προσῆλθεν
[p. 525Φ] τῷ θεοφόρῳ γέροντι λισσόμενος καὶ λέγων· «πάτερ ἁγιώτατε Στέφανε, ἐκλιπαρῶ
σε προφάναι, τινὸς ἕνεκεν ἐνταῦθα ἐλήλυθα χρείας, καὶ ὅτι τὸ ἐξ αὐτῆς φανησόμενον·
οἶδα γάρ, οἶδα, ὅτι πᾶν, ὃ ἂν αἰτεῖς τὸν θεόν σου, δίδοταί σοι.» καὶ πρότερον μὲν
ὁ γέρων παρῃτήσατο, ὕστερον δὲ παρακληθεὶς ὑπὸ τῆς ἀγαθῆς αὐτοῦ καὶ εὐπροαιρέτου
διαθέσεως, ᾐτήσατο παρ᾿ αὐτοῦ δυοῖν ἡμερῶν διωρίαν, ἧς πληρωθείσης, ἐπανελθόντι
φησὶν ὅσιος πρεσβύτης· «ἐπίσκοπος ἐζητήθης γενέσθαι, καὶ εἰ συμφέρει καταμαθεῖν
ζητήσων ἐλήλυθας· διὸ λέγω σοι.
54. ὅτι ἡ μὲν ἐπισκοπὴ μεγάλη καὶ ὑψηλὴ καὶ ὑπερκόσμιος καθέστηκε, ὑπερτέραις ἀμειβομένη
τοὺς τὸ ἔργον αὐτῆς εἰλικρινῶς καὶ ὁσίως μετιόντας, καὶ τὴν ἐμπεπιστευμένην ὁλκάδα
ἐπ᾿ εὔδιον λιμένα σοφῶς ἐξιθύνοντάς τε καὶ διασώζοντας, αἰωνίων ἀγαθῶν ἀντιδόσεσιν.
οὐδὲν τῶν ὄντων τῆς ἀρχιερωσύνης ἄμεινον· ἐπ᾿ αὐτὴν γὰρ τὴν τῶν ἀρετῶν ἀκρότητα
ἀνάγει τοὺς θεοφρόνως καὶ ἀνεπιλήπτως πηδαλιουχοῦντας τοὺς ἐγκεχειρισμένους ἐκκλησιαστικοὺς
οἴακας· ἀλλ᾿ εἴπερ μοι ἀκούσεις, οὐ μὴ παρέψῃ τοῖς σέ ἐπιζητοῦσιν, οὐδ᾿ οὐ μὴ ὑποκλίνῃς
τὸν σὸν αὐχένα δέξασθαι τουτονὶ τὸν ἐπαχθέστατον ζυγόν, ἀλλὰ τὸν ἐλαφρόν, ὃν περίκεισαι,
διαμένεις ἀεὶ τηρῶν· οὐ γὰρ
[p. 526Α] ἐστί σοι ἐπισκοπῆσαι συμφέρον· ἀλλ᾿ ὅμως ἐπίσταμαι, εἰ καίπερ κεκώλυκά
σε, ὅτι πάντως οὐ πεισθήσῃ, ἀλλ᾿ ἐπισκοπήσεις· οὐ γὰρ ὑπὸ ἀνάγκην ὑπάρχεις καὶ βίαιον
ὅρον, ἀλλὰ τῷ αὐτεξουσίῳ τετίμησαι.»
55. ἀγασθεὶς οὖν ἐπὶ τούτοις ὁ ἀββᾶς Βασίλειος εἶπεν· «πῶς, ἁγιώτατε πάτερ, θεόθεν
μεμαθηκὼς ὅτι πάντως ἐπίσκοπος γενήσομαι, κωλύεις με τοῦ γενέσθαι παραινῶν» πρὸς
ὃν ἀποκριθεὶς ὁ γέρων ἔφη· «ὅπερ μοι ὑπὸ τοῦ θεοῦ ἀπεφάνθη, οὐκ ἀπέκρυψά σου, εἰρηκὼς
ὅτι οὐδαμῶς ὑπὸ βίαν τε καὶ ἀνάγκην καθέστηκας, ἀλλὰ τῷ αὐτεξουσίῳ τετίμησαι, γνωρίσας
ὅτι ὁ βίος οὗτος ὃν μετέρχῃ, σοὶ μᾶλλον τῆς ἐπισκοπῆς ἐστιν συμφερώτερος.» ἀκηκοὼς
δὲ ταῦτα ὁ Βασίλειος ἠξίωσεν αὐτὸν φανερῶσαι, πῶς αὐτῷ περὶ τούτων ὑπὸ τοῦ θεοῦ
πεφανέρωται. καί φησι πρὸς αὐτὸν ὁ θεοφόρος. «γεγονὼς ἐν ἐκστάσει ἐμαυτόν τε καὶ
σέ, καὶ μοναχῶν πληθὺν ἐν ἐπηρμένῳ τε καὶ ὄχ᾿ ἐρρωμένῳ [λεγε· ὀχυρομένῳ] κάστρῳ
καθωραισμένῳ τε καὶ παντοίᾳ πεποικιλμένῳ ὡρανότητι [λεγε· ὡραιότητι], ἐκλαμπρῷ τε
καὶ ἀκαταγωνίστῳ ὁρῶ· ὡς οὖν καθήμενοι ἦμεν ἐν αὐτῷ, ἰδοὺ θύραθεν τοῦ κάστρου
ἔρχεται φωνή· Ϡδεῦρ᾿ ἴθι
[p. 526Β] πρὸς ἡμᾶς, ἀββᾶ Βασίλειε, δεῦρ᾿ ἴθι,Ϡ βοῶσα.
56. παρακεκυφότες δὲ ἄμφω ἐγώ τε καὶ σὺ ἐγνωκέναι, πόθεν γέγονεν ἡ αὐδή, θεωροῦμεν
θάλατταν σφόδρα κυμαινομένην, ἀνθρώπους τε ἐν αὐτῇ πολλοὺς νηχομένους, καὶ ὑπὸ τῶν
ταραχωδῶν κυμάτων κλυδωνιζομένους, καὶ χειμαζομένους· καὶ τούτων τινὰς μὲν καταποντιζομένους,
τινὰς δὲ κοπιῶντας, καὶ τοῦ ποθουμένου ἀστοχοῦντας· ἑτέρους δε ἐκ τῆς ἀνωφελοῦς
ἐκείνης ἐνύλου φύρσεως ἀμογητὶ τοῦ ζητουμένου μετειληφότας. ἀφ᾿ ὧν τινὸς βραχέος
ὄχλου, ἐξηχεῖτο φωνὴ κράζουσα· Ϡὀρέγου χεῖρα ἡμῖν, ἀββᾶ Βασίλειε, ὀρέγου.Ϡ τῆς φωνῆς
οὖν οὕτω δηθὰ κραυγηδὸν ἐξηχούσης, πάντες οἱ σὺν σοὶ τοῦ διαυγοῦς τε καὶ ἀσφαλοῦς
ὀχυρώματος ἔνδοθεν διατετειχισμένοι διδασκαλικαῖς παραινοῦντες εὐνοίαις ἐκωλύομέν
σε τὴν τοῦ περιφανοῦς ἐκείνου ἀκαταμαχήτου κάστρου λαμπρότητά τε καὶ γαληνότητα
μὴ καταλιπεῖν, καὶ πρὸς τὴν σαλώδη πεπορεῦσθαι θλίψιν τε καὶ πολύκλονον σύγχυσιν·
σὺ δὲ προέσχες τῆς τῶν προσκαλούντων ἀκροώμενος φωνῆς, ὀνομαστὶ φωνούσης· Ϡμὴ ἐγκαταλίπῃς
ἡμᾶς, ἀββᾶ Βασίλειε, τοὺς ποιμένα σε καὶ προστάτην ἐπιποθοῦνταςϠ, τῆς ἡμετέρας ἠμέλησας
[p. 526Χ] νουθεσίας, τῇ ποιμαντικῇ μᾶλλον ἀρχῇ ἐνηδόμενος, καὶ πρὸς αὐτοὺς ἀβιάστως
πεπόρευσαι, τὴν τοῦ κάστρου ἐάσας τερπνοτάτην ἀσφάλειαν.
57. ἐγὼ δὲ τὴν ὀπτασίαν ταύτην ἀνακρίνας, οὐδὲν κατανοῆσαι πλέον δεδύνημαι, καὶ
ὅτι τὸ μὲν πολύφωτον καὶ περιφανὲς ἀρραγέστατον κάστρον τῆς τοῦ εὐαγοῦς μονήρους
βίου ἀρίστης διαγωγῆς εἰκὼν καθέστηκεν· ἡ δὲ πολυτάραχος καὶ κυματώδης θάλασσα τοῦ
κόσμου ἴνδαλμά τε καὶ ὁμοίωμα πέφυκεν ἐξεικονίζων τὸν πολυμέριμνον τῶν ἀνθρώπων
φυρμόν, καὶ τὸν τῶν βιωτικῶν πραγμάτων ἀκατάπαυστον χειμῶνα· τὸν δὲ μέτριον ἐκεῖνον
σύλλογον, τὸν σὲ πρὸς ἑαυτὸν ἐγκαλούμενον, καὶ τὴν τῶν σῶν χειρῶν ὄρεξιν ἐξαιτούμενον,
χριστιανῶν εἶναι μέρος ὑπετόπασα. τοὺς δὲ σὺν ἐμοῦ σὲ ἀκολουθῆσαι κωλύοντας, μοναχοὺς
ὑπάρχειν ὑπέλαβον· σὲ δὲ βλέπων ταῖς κλήσεσιν ἐκείνων ἐπιγαννύμενον, λελόγισμαι,
ὅτι μᾶλλον αὐτοῖς ἠκολουθηκέναι προαιρεῖς, εἴπερ ἡμῖν τὸ σωτήριόν τε καὶ βέλτιον
φιλοστόργως συμβουλεύουσιν, ὅθεν σὲ συμπορευθῆναι κεκώλυκα, καίπερ σὲ γινώσκων ἀπειθήσειν
μέλλοντα.»
58. λίαν μέντοι ἐπὶ τούτοις ἀγασθεὶς ὁ Βασίλειος, τῷ τῶν ἀγαθῶν δοτῆρι καὶ ὑπεραίνῳ
θεῷ χαριστήριον
[p. 527Δ] ὕμνον ἀνέπεμψε, τὴν ἀξιάγαστον ἀρετὴν τοῦ γέροντος ἐγκωμιάσας· ὕστερον
γὰρ ταυτησὶ τῆς προοράσεως ἀκριβῶς τελεσθείσης, πολλοῖς αὐτὴν διηγησάμενος, τὴν
Ἱεριχὼ διοικεῖν κατήντησε χρείαν, κᾳκεῖθεν πρὸς αὐτὸν τὸν ἅγιον γέροντα παρέγενετο
τῆς φιλοχρίστου πόλεως Τιβεριάδος ὑπάρχων ἐπίσκοπος, ἐμοῦ τότε τοῦ ἀναξίου καὶ ἐλαχίστου
τοῦ θεοφόρῳ πρεσβύτῃ μαθητεύοντος, καὶ διακονοῦντος ἐν τοῖς τοῦ Δουκᾶ σπηλαίοις
διατρίβοντι· ὅν, ὡς εἰκός, ἀσπασάμενος, καὶ πολλὰ λιπαρήσας ἐβίασα μὲν διηγήσασθαι
ταύτην τὴν προγραφεῖσαν τῶν θαυμαστῶν διηγημάτων ψυχωφελῆ ξυνορίδα διὰ τῆς ἰδίας
αὐτοῦ φιλαληθοῦς καὶ ἀκιβδήλου γλώσσης πάλιν ἐπὶ ἐμοῦ τοῦ ἀχρείου καὶ τῶν παρόντων,
ἧς ἐχόντως ἀκροατὴς γεγονώς, χάριν τῷ θεῷ καὶ ἐν τούτῳ προσήνεγκα, τῷ τὴν χάριν
αὐτοῦ πλουσίως παρέχοντι τοῖς αὐτὸν ὁλοψύχως ἐν πίστει μεγαλύνουσιν.
CAPUT ῃΙ
[p. 527Ε]·
59. ἄλλοτε καὶ ἄλλός τις ἀπὸ τῆς μεγίστης μητροπόλεως Δαμασκοῦ, ἐμφανὴς τῷ γένει,
πρακτικῇ θεωρίᾳ ἐνιδρύμενος, καὶ τῆς θύραθεν οὐκ ἀμύητος παιδεύσεως, σοφώτατος ἀνὴρ
ἐπ᾿ εὐλαβείᾳ τε καὶ βελτιωτάτῃ
[p. 527Φ] μοναχικῇ πολιτείᾳ· καὶ τοιοῦτος ἦν ὑπὸ τῶν ὁσίων πατέρων κρύβδην τε καὶ
διαρρήδην μεμαρτυρμένος, τῇ προσηγορίᾳ Μαριανός, ἕνεκεν ψυχικῆς ὠφελείας τῷ θεοσόφῳ
ἀοκνοτέρως ἐσχόλασε γέροντι Στεφάνῳ, ὃν ἐν μιᾷ τῶν ἡμερῶν ἐν τῷ ἡσυχαστηρίῳ αὐτοῦ
πεφυκότα, ὡς ἔθος, περί τινος ἐρωτήσας θεωρίας, παλινοστῆσαι βεβούλευται. αὐτῶν
οὖν ἐξανισταμένων, τῶν ἱματίων αὐτοῦ λαβόμενος ὁ θεοχαριέστατος γέρων, ἀνεσείρασέ
τε καὶ ἀνεσχέτισε [λεγε· ἀνεχαίτησε] λέγων· «ὁ κύρις Πετρωνᾶς, ὁ σὸς ἀδελφός, ἕνεκεν
φοινίκων ἐμπορίας ὑπάρχων ἐν τῷ Αὐλῶνι, τῇδε τῇ ὥρᾳ σήμερον ὑπὸ ὄφεως καιρίως ἐδήχθη,
ὥστε λιποψυχήσας τελευτᾷν ἀπίει· ἀλλὰ θάρσει, ἀγαπητέ, θάρσει, ὅτι ὅποτε [λεγε·
ὁ ποτὲ] τὸν Ἰσραηλίτην λαὸν τῶν ἐχιδναίων σώσας δηγμάτων, αὐτὸς καὶ νῦν ἔσωσε τοῦτον·
καὶ ἰδοὺ ἀνεκτήσατο, καὶ μετὰ τόσον δὲ καιρὸν τῇδε ἡμέρᾳ ἐλεύσεται πρὸς σὲ ἀσινὴς
καὶ ρωμαλέος, αὐτῷ τῷ παιδεύσαντι αὐτὸν καὶ ἰασαμένῳ χαριστείους ἀποδώσων εὐχάς.
καὶ ταῦτα λαλήσας ἀπέλυσεν.
60. ὁ δὲ εἰς τὸ ἴδιον κελλίον ἀφικόμενος, αὐτὴν τὴν ὥραν καὶ ἡμέραν τοῦ διϊππεύοντος
μηνὸς ἐσημάνατο. τῆς οὖν δηλωθείσης ὑπὸ τοῦ θεοσόφου πρεσβύτου ἡμέρας γενομένης,
ὁ κύρις Πετρωνᾶς παραγέγονε
[p. 528Α] πρὸς τὸν γνήσιον αὐτοῦ ἀδελφόν, ἀββᾶν Μαριανόν, κυρίως καὶ ἀπαραλλάκτως
κατ᾿ αὐτὴν τὴν ἡμέραν ἣν προέφηνε τὸ θεόφθεγκτόν τε καὶ χαριτόπνευστον τοῦ ἁγίου
γέροντος στόμα. θεασάμενος τοίνυν τὸν ἑαυτοῦ προσφιλέστατον ἀδελφὸν ὁ ἀββᾶς Μαριανός,
καὶ πευσάμενος αὐτὸν περιχαρῶς περὶ τοῦ συμβεβηκότος αὐτῷ ὀφιώδους δήγματος, καὶ
λεπτομερῶς παρ᾿ αὐτοῦ ταῦτα πάντα μεμάθηκας, ὁμῶς σὺν αὐτῷ ἐκθαμβήσαντι δόξαν τῷ
θεῷ ἀνέπεμψεν, εὐφημῶν δὲ τὴν τοῦ θαυμαστοῦ γέροντος πανεύφημον χάριν.
61. μετὰ δὴ ταῦτα τὴν ἐπίσημον καὶ πανευδαίμονα μητρόπολιν Δαμασκόν, τὴν φίλην αὐτοῦ
πατρίδα, καταλαβὼν ὁ κύρις Πετρωνᾶς, μιᾷ τῶν ἡμερῶν τῆς ἁγίας παγκοσμίου τεσσαρακοστῆς,
πολλῶν τινῶν ἐν τῷ ἱερῷ τοῦ ἁγίου Σεργίου ναῷ, τοῦ ἐπίκλην Μαξιλλάτου, συνηγμένων,
ὡς συνήθως κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐκεῖ καθευδόντων, ὅπως εὐκαίρως ἐξαναστῶσι κατὰ
νύκτα εἰς θείους ὕμνους, καὶ δοξολογίας, συνόντος αὐτοῖς τοῦ πανευαγοῦς ναοῦ ἱερέως,
ἀρχιπρεσβύτου ὑπάρχοντος τῆς αὐτῆς τῆς Δαμασκηνῶν μεγαλοπόλεως, κύρου Γενεθλίου,
καὶ τινῶν λογάδων ἀνδρῶν ἅμα τῷ ἐμῷ πατέρι καὶ ἀδελφῷ, καὶ ἐμοὶ τῶν πάντων ἀχρειοτάτῳ
μικρῷ τε χρόνῳ πεφυκότι πάντων
[p. 528Β] οὖν ἡμῶν ὁμοῦ καθημένων, διηγήσατο ἡμῖν ὁ προηγορευμένος κύρις Πετρωνᾶς,
ὅσα πέπονθε διὰ τοῦ ὄφεως ἐν τῷ Αὐλῶνι δεινά, καὶ τὸ τοῦ διορατικοῦ προβλέμματος
τοῦ θεοφόρου γέροντος περὶ τῶν συμβεβηκότων αὐτῷ τὸ ἐξαίσιον θαῦμα, καὶ τὴν ἑαυτοῦ
προδηλωθεῖσαν ὑπὸ τοῦ γέροντος τῷ οἰκείῳ ἀδελφῷ εἰς τὴν λαύραν ἔφοδον. ἐγὼ δὲ τούτων
προσεχῶς ἀκροασάμενος, καίπερ βραχὺς τῷ χρόνῳ, λήθης βυθοῖς οὐ παρέπεμψα, ἀλλὰ πλειστάκις
περὶ αὐτῶν ἐρωτήσας τὸν κύριν Πετρωνᾶν, καὶ τὴν αὐτὴν ἀκούσας διήγησιν, τῷ κυρίῳ
ἡμῶν Ἰησοῦ Χριστῷ εὐχαριστίαν καὶ δόξαν ἀπεπέμψα.
62. ἄλλος δέ τις ἀξίοπιστος καὶ εὐλαβὴς μοναχὸς διηγήσατό μοι λέγων· «ποτὲ οὖν ἑτέρῳ
τινὶ τῶν πατέρων τούτῳ τῷ θαυματουργῷ συνηκολούθουν γέροντι εἰς τὴν τοῦ Ἰορδάνου
ἔρημον, οὕτινος ἐπὶ τὰς ὄχθας ἡμῶν γενομένων, λίαν βαθείας νυκτὸς ἀμφεπούσης, τῆς
πρώτης τυχὸν καὶ δευτέρας φυλακῆς παρῳχηκυίας, οὐ κατέδεξατο ὁ γέρων εἰς τὴν τοῦ
προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου εἰσιέναι μονήν. ἡμῶν δὲ συνεσάντων αὐτῷ, καὶ παρὰ
τὰς Ἰορδανίους ροὰς ἀνακλιθέντων, αὐτοῦ δὲ δι᾿ ἡμετέρας συνανακλιθέντος ἱκετείας,
ἐγὼ δὲ ἐμαυτὸν προσεποιησάμην καθεύδειν βαθέως, ἱμε<ι>ρόμενος ἰδεῖν αὐτὸν ἐκτελοῦντα
τὸν
[p. 528Χ] κανόνα τῆς νυκτερινῆς αὐτοῦ ψαλμωδίας, μάλιστα γαληνιῶντος τοῦ αἰθέρος
καὶ τῆς σελήνης παμφαοῦς οὔσης καὶ πληθούσης.
63. βραχείας τοιγαροῦν ὥρας παρελθούσης, ἀνανεύσας ἠρέμα θεωρῶ τὸν ἅγιον πρεσβύτην
τοῖς Ἰορδανίοις ἐμβεβηκότα ρείθροις, καὶ ἐπὶ τῶν ὑδάτων πεζῶς ὁδεύοντα κατὰ πλάτος
ἀπ᾿ ἄκρων τοῦ ποταμοῦ ἕως ἄκρων· κᾀκεῖσε ἀντικρὺ ἐφθακότα τὰς ἡγιασμένας αὐτοῦ ἐξαπλωκότα
παλάμας κᾄκ τούτων ὡς δάδας ἐξαπτομένας, τηλαυγεστάτην ἐξαστραπτούσας αἴγλην· αὐτοῦ
τοίνυν μέχρι τοῦ σημαντῆρος ἐκτείναντος τὴν καθαρὰν πρὸς θεὸν ὁμιλίαν, ἣν τελέσας
καὶ αὖθις πρὸς ἡμᾶς ὑποστρέψας, προσεποιήσατο ἑαυτὸν καθευδῆσαι, καὶ μετ᾿ οὐ πολὺ
τοῦ ὕπνου ἡμᾶς ἐξαναστῆσαι ἕνεκεν τῆς συνήθους νυκτερινῆς δοξολογίας. οὗτος δὲ ἑωρακὼς
τὸ μέγα τοῦτο θαυματούργημα, πολλοῖς τῶν πατέρων ἀνήγγειλεν, ὑφ᾿ ὧν αὐτὸ τοῦτο τὸ
παράδοξον διδαχθέντες, πρεπόντως τοῖς παροῦσι συνετάξαμεν θαύμασιν εἰς δόξαν θαυματοποιοῦ
θεοῦ ἡμῶν, καὶ εἰς πολλῶν ψυχῶν σωτηρίαν· ἥστινος χάριν ἄλλην συνθήσομαι θαυμαστὴν
διήγησιν, τὸν τῆς ὑπακοῆς κάρπον κυδαίνουσάν τε καὶ ἐξαίρουσαν.
64. ἦν τις τῶν γερόντων ἔνδοξος ἀνήρ, ἀββᾶς
[p. 529Δ] Κοσμᾶς καλούμενος, κατὰ τὸν καιρὸν τῆς τεσσαρακοστῆς ἅμα τῷ θεοφόρῳ Στεφάνῳ,
καί τις τῶν πατέρων ἐν τοῖς σπηλαίοις τῆς ἐρήμου διατρίβων, ἔχων ἐν τῇ μεγίστῃ λαύρᾳ
τινὰ μαθητὴν ὑπήκοόν τε καὶ εὐλαβῆ. μιᾷ οὖν τῶν ἡμερῶν ἐργαζόμενος τὰ κανίσκια,
φεύγων τὴν ἀργίαν, τὴν πάσης κακίας ρίζαν οὖσαν, καὶ τὸν δεινὸν τῆς ἀκηδίας δαίμονα
τοῖς ἐργοχείροις ἀμυνόμενος, ἐδεήθη βαΐων τε καὶ χορταρίων· καὶ παραυτὰ δηλοῖ τῷ
ὑπηκόῳ αὐτοῦ μαθητῆ· «διὰ τινός,» λέγων, «θέλησον, ὦ ἄριστον τῆς ὑπακοῆς τέκνον,
σύν σοι πᾶσαν τοῦ ἐργοχείρου χρείαν κομίσασθαι.» ὁ δὲ μηδὲν μελλήσας εὐθέως εἴχετο
τῆς ὁδοῦ, καὶ τῇ τοῦ ἐπιστάτου κελεύσει πᾶσαν τὴν χρείαν ἀποφερόμενος, ἑαυτῷ βαρὺ
φορτίον ἐπιθέμενος ἀπό τε χορταρίων καὶ τῶν ἄλλων. θέλων τοίνυν ὁ θεός, ὁ τῶν ἀρετῶν
αἴτιος, καὶ ταῖς ἀρεταῖς θεραπευόμενος, ἔτι καὶ ἔτι ριζῶσαι αὐτὸν τῷ τῆς ὑπακοῆς
θεμελίῳ, ὡς προξένῳ τῆς ἄνω ζωῆς καὶ ἀρρήτου δόξης ὄντι, ἐπένευσε τὸν ὅσιον Στέφανον
ἐπιστῆναί τινι περιοπῇ ἄνωθεν τοῦ ἑαυτοῦ σπηλαίου, ὃς περιβλεψάμενος θεωρεῖ τὸν
πειθήνιόν τε καὶ ὑπήκοον μαθητὴν τοῦ ἀββᾶ Κοσμᾶ, καὶ ἄγγελον συνοδοιπόρον λευχειμονοῦντα
κάλλος τε καὶ λαμπρότητα μεγίστην ἔχοντα, ἐπιλαβόμενον αὐτοῦ
[p. 529Ε] καὶ ἐπικουροῦντα.
65. τοῦτον οὖν πρὸς τὸν ἑαυτοῦ ἐπιστάτην καταντήσαντα, καὶ ἑαυτὸν ἀποφορτώσαντα
θεασάμενος ὁ ὅσιος Στέφανος, ἐπυνθάνετο, εἴ τις αὐτῷ κατὰ τὴν ὁδὸν συνεπορεύετο,
καὶ εἴπερ πεφορτωμένος λίαν ἤχθετο. ὁ δέ, «δι᾿ ὑμετέρων οὐρανοδρόμων ἐντεύξεων οὐδὲν
πέπονθα δεινόν,» ἔφη πρὸς τὸν γέροντα, «ἀλλὰ πίστευε, πάτερ ἅγιε, ὅτι τὸ παράπαν
βάρος οὐκ ᾐσθόμην, καίπερ βεβαστακὼς φορτίον ἐφόλκιον κατὰ μέσον τῆς ὁδοῦ γενόμενος,
εἰ καὶ πρὶν περὶ τὴν ἀρχὴν μικρὸν βαβάρυμαι· ἀλλ᾿ ἐν καθαρᾷ καὶ σώφρονι πολλῇ λογισμῶν
γαλήνῃ διεκείμην· οὐ δὲ γὰρ τοσοῦτον οἶμαί ποτε τῶν νεφῶν ὑπορραγέντων, καὶ νηνεμίας
παντελοῦς ἀμφεπούσης ἐγαληνίασεν ὁ ἀήρ, ὅσον ἀπὸ παντὸς λογισμοῦ ταραχώδους ὁ νοῦς
ὁ ἐμός. ὅθεν ᾐσθανόμην τοιαύτης πνευματικῆς γλυκύτητος ἐκ τῆς ὑπακοῆς ἀποβλυζούσης,
οἵαν οὐδέποτε μέλιτος φύσις τῷ ἐμῷ ἐμπεποίηκε φάρυγγι, ὥστε μὲ ἐμφύεσθαι ἐν τοιαύτῃ
ὑποταγῇ καὶ καμάτων ὑπομονῇ διαρκέσαι μέχρις ἐσχάτης ἀναπνοῆς.» ἐπευφρανθεὶς οὖν
ταῖς ἀγαθαῖς ἀδελφικαῖς προκοπαῖς καὶ ἀναβάσεσιν, ὁ ἀεὶ τοῖς καλοῖς ἐπιγαννύμενος,
θεόφρων γέρων, ἀνήγγειλε τὴν ἀγγελικὴν ὀπτασίαν τῷ ἐπιστάτῃ αὐτοῦ, καὶ
[p. 529Φ] τοῖς συμπαροῦσιν αὐτῷ, τὴν τοῦ ἀδελφοῦ ἐκθειάζων προκοπὴν καὶ ἀνάβασιν,
δόξαν τε καὶ εὐχαριστίαν ἀνέπεμπον τῷ θεῷ, τῷ τοῖς εἰλικρινῶς αὐτῷ λατρεύουσιν ἐξαποστέλλοντι
ἀγγέλους ἀγαθοὺς συνοδεύοντας, καὶ τοὺς τῆς ὑπακοῆς υἱοὺς δοξάζοντι.
66. ἄλλος δέ τις, ὑπὸ πολλῶν μάλιστα καὶ ὑφ᾿ ἡμῶν τῇ ἀξιοπιστείᾳ μεμαρτυρημένος,
ἀπὸ Μοαβήτιδος χώρας ὁρμώμενος ὑπάρχων, συνήθης καὶ φίλος γνήσιος τοῦ οὐρανόφρονος
γέροντος, φημὶ δή, τοῦ ἁγίου Στέφανου, διηγήσατό μοι λέγων ὅτι, «διαφόροις θλίψεσι
καὶ κινδύνοις δυσφορήτοις καὶ ζημίαις φορολογιῶν περιπεσὼν ἐν τῇ ἰδίᾳ πατρίδι, καὶ
μόλις δυνηθεὶς διαδρᾶναι σὺν τοῖς ἐμοῖς ἰδίοις τὴν ἁγίαν πόλιν κατήντησα, πάσης
τε τῆς ἐμῆς περιουσίας καταφρονήσας, καὶ τῶν ἀνδραπόδων καὶ τῶν λοιπῶν κτημάτων,
καὶ μόνης τῆς ἐμῆς τε καὶ τῶν ἐμῶν σωτηρίας φροντίζων, πάντα καταλιπών, τὰς χεῖρας
τῶν ἀνόμων ἐξέφυγον. τῶν δὲ ἐμῶν ἀνδραπόδων κατόπιν ὑστερησάντων, καὶ ὑπὸ τῶν δεινῶν
φορολόγων συσχεθέντων, καὶ ἐν φυλακῇ κατακλεισθέντων, ἐδυσφόρουν καὶ ἠγωνίων, ἀπορῶν
τί δράσαιμι, καὶ φοβούμενος, μήπως
[p. 530Α] αὐτοὺς ἄρδην ἀπεμπωλήσωσιν. ταῖς οὖν τοιαύταις ψυχοβαρέσι φροντίσι κατατρυχόμενος,
πίστιν διάπυρόν τε καὶ ἀδίστακτον εἰς τὸν ἅγιον γέροντα κεκτημένος, ὥρμησα πρὸς
αὐτόν, ὡς πρὸς σωτήριον λιμένα καθορμίσας, αὐτῷ τε προσφυγών, καὶ πᾶσαν τὴν συμβᾶσαν
περιφορὰν διηγησάμενος ἐδυσώπουν τῆς αὐτοῦ θείας τυχεῖν ἀντιλήψεως.
67. ὅστις θεοφόρος καὶ ὄντως συμπαθέστατος γέρων ταῖς ἐμαῖς πολλαῖς παρακλήσεσι
δυσωπηθείς, καὶ τὴν ἐμὴν εἰς αὐτὸν πίστιν ἐγνωκώς, καὶ τὴν εἰλικρινῆ τε καὶ γνησίαν
διάθεσιν αἰδεσθείς, μᾶλλον δὲ τῇ ἐμῇ συμπαθείᾳ ἐπικαμπτόμενος, καὶ τῇ φιλανθρωπίᾳ
νικώμενος, ὑπέσχετο ταῖς αὐτοῦ θείαις προσευχαῖς καὶ λιπαρήσεσι τὸν φιλάνθρωπον
καὶ ἐλεήμονα ἐξευμενίσασθαι δεσπότην. καὶ δὴ τὴν ἱερὰν καὶ ἀναίμακτον θυσίαν ἐπιτελέσας,
καὶ δι᾿ αὐτῆς τῶν ἀπορρήτων τὴν γνῶσιν μυηθείς, ὡς εἰς τὰ ἄδυτα χωρήσας πρόσεισί
μοι φαιδρὸς καὶ γεγαννυμένος, ὑπέρλαμπρον ἔχων τὸ πρόσωπον, θαρσεῖν τε καὶ χαίρειν
παρακελευόμενος, ὡς παρὰ τοῦ ἐλεήμονος καὶ φιλανθρώπου θεοῦ τὴν αἴτησιν κομισάμενος,
οὑτωσὶ λέγων· Ϡπᾶσαν ἀθυμίαν
[p. 530Β] τε καὶ κατήφειαν ἀποβαλὼν τῷ θεῷ τὴν πρέπουσαν ἀπόδος εὐχαριστίαν, προσφιλέστατον
τέκνον· ἰδοὺ γὰρ διὰ τὴν εἰς ἡμᾶς τοὺς ταπεινοὺς σὴν πίστιν ἡμῖν ὁ θεὸς ἀπεκάλυψε,
καὶ γὰρ μετὰ δύο ἡμέρας τῇ τρίτῃ ἡμέρᾳ τῷ πρωΐ τοὺς σοὺς παῖδας πρός σε ὁ θεὸς ἀποκαταστήσει
ταῖς τοῦ ὁσίου πατρὸς ἡμῶν Νικολάου δεήσεσιν· ἀλλὰ δράμε τοῖς σοῖς ἰδίοις τὴν τῶν
δούλων ἔλευσιν εὐαγγελισόμενος, καὶ χάριν καὶ ἀνθομολόγησιν τῷ θεῷ ἀποδοῦναι σπούδασον.Ϡ
68. πεισθεὶς οὖν τοῖς λόγοις τοῦ μεγάλου γέροντος, καὶ τὰς εὐχὰς ἐφοδιασθεὶς ἐξῆλθον,
τήν τε χάριν καὶ εὐκλεῆ παρρησίαν θαυμάζων ἅμα καὶ ἐνθειάζων [λεγε· ἐκθειάζων] τοῦ
γέροντος, εὐαγγελισάμενος δὲ τῷ ἐμῷ πατέρι καὶ τοῖς λοιποῖς ἰδίοις τὴν τοῦ θαυμασίου
γέροντος περὶ τῆς τῶν οἰκογενῶν ἀφίξεως πρόρρησιν, πίστει βεβαίᾳ φερόμενος, τῇ προορισθείσῃ
ὥρᾳ ὑπὸ τοῦ γέροντος ὁμοῦ εἰς συνάντησιν αὐτῶν ὡρμήσαμεν, καὶ τῆς πόλεως θύραθεν
γενόμενος τούτους ἀσινεῖς καὶ ἀπημάντους ἐδεξάμεθα, παραδόξως τῆς τε φυλακῆς καὶ
τῶν δεσμῶν λυτρωθέντας· λίαν δὲ αὐτοῖς ἐπευφρανθέντες τῷ θεῷ χαριστηρίους ὕμνους
ἀνεπέμψαμεν, καὶ πᾶσι τὸ ἐξαίσιον θαῦμα διηγούμενοι, τὴν δὲ τοῦ ἁγίου γέροντος διορατικὴν
ἀρετὴν μεγαλύνοντες ἐθαυμάζομεν· οὐ μὴν ἀλλὰ καὶ εὐγνωμόνως κινούμενοι,
[530Χ] πρὸς τὸν γέροντα Στέφανον ὑπεστράφημεν, τὴν προρρηθεῖσαν αὐτοῦ πρόρρησιν
ἐξαγγέλλοντες πᾶσι τοῖς τῆς εὐαγοῦς λαύρας πατράσι, καὐτῷ τε τὴν πιστὴν ἀνθομολόγησιν
κομιζόμενοι, καὶ τὸν θεὸν δοξάζοντες, τὸν τοὺς ποιοῦντας τὸ θέλημα αὐτοῦ παντοίοις
μεγίστοις θαύμασι κοσμίζοντα. αὐτῷ ἡ δόξα εἰς τὸν αἰῶνα.»
69. ὅτι μὲν ὁ θεῖος οὗτος πρεσβύτης, μεθ᾿ ὧν ἐκέκτητο πλεονεκτημάτων, λέγω δὲ φυσικῶν
προτερημάτων καὶ ψυχικῶν ἀριστευμάτων καὶ πνευματικῶν χαρισμάτων, ἠξίωτο καὶ τοῦ
προορατικοῦ χαρίσματος, ἐκ τῶν προλεχθέντων διηγημάτων ἔξεστι μαθεῖν. ὅτι δὲ καὶ
τοῦ διορατικοῦ χαρίσματος ἠξιωμένος ὑπῆρχε, μαρτυρεῖ νῦν λεχθησομένη διήγησις ὑπὸ
τοῦ προλεχθέντος ἀξιοπίστου ἀνδρός. οὗτος γάρ μοι διηγήσατο λέγων ὅτι, «πολλὴν πίστιν
εἰς τὸν ὅσιον γέροντα κεκτημένος συχνοτέρως πρὸς αὐτὸν ἐσχόλαζον, ὡς ἐκ τῶν θείων
αὐτοῦ διηγημάτων πολλὴν κατάνυξίν τε καὶ ψυχικὴν ὠφέλειαν καρπούμενος. ἰδὼν δέ με
ὁ μέγας ὄντως, καὶ τοῦ θεοῦ ἀληθῶς γνήσιος δοῦλος, θερμὸν ὄντα περὶ τὴν πίστιν τὴν
εἰς αὐτόν, καὶ πρόθυμον εἰς τὴν τῶν θείων αὐτοῦ λογίων ἀκρόασιν, ὄμματι προορατικῷ
τε καὶ διορατικῷ προγνοὺς τὰ κατ᾿ ἐμέ, ἤρξατο παραινεῖν καὶ συμβουλεύειν
[531Δ] μοι τοῖς κοσμικοῖς πράγμασιν, ὡς τοῖς πολλοῖς ἀπωλείας αἰτίοις οὖσιν, ἀποταξάμενον,
τὸν ἰσάγγελον καὶ σωσίψυχον μονήρη βίον διέρχεσθαί τε καὶ αἱρετήσασθαι.
70. ταῦτα δὲ βουλευσαμένῳ τῷ θεοφόρῳ γέροντι ἔφην· Ϡὑπολαμβάνω, πάτερ, ὅτι δυνατόν
ἐστι τοῖς ἀνθρώποις ἐν τῷ κόσμῳ τῷ θεῷ εὐαριστῆσαι σήμερον, ἢ ἐν τῇ ἐρήμῳ, καὶ ὅτι
αἱρετώτερόν μοι φαίνεται συγκακοπαθῆναι τῷ λαῷ τοῦ θεοῦ ἐν πολλῇ θλίψει καὶ στενοχωρίᾳ
ὑπάρχοντι, ἐπικουρῆσαί τε τοῖς δεομένοις, καὶ χηρῶν καὶ ὀρφάνων προῒστασθαι φιλοξενῆσαί
τε καὶ τοὺς ἐν ὀδύναις καὶ σωματικαῖς ἀσθενείαις ἐπισκέπτεσθαι, τὴν ἰατρικὴν τέχνην
μάλιστα μετιόντι, καὶ αὖθις ταῖς λοιπαῖς ἀρεταῖς ταῖς δυναμέναις ἐν κόσμῳ κατορθωθῆναι
ἐμφιλοχωρεῖν, ἢ ἑαυτῷ προσέχειν ἐν ἡσυχίᾳ καὶ μηδενὶ βοηθῆσαι.Ϡ ἔτι δὲ καὶ συλλογισμὸν
ἔλεγον ὅτι, Ϡκαθὸ ὁ κύριος ἀπεφήνατο, στενή τε καὶ τεθλιμμένη καθέστηκεν ἡ ὁδός,
ἡ ἀπάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· νῦν δὲ στενωτέρα καὶ θλιβερωτέρα ἡ ἐν
κόσμῳ διαγωγή, ὡς πάντες μαρτυροῦσι· πολλῆς γὰρ ἀνέσεως
[531Ε] εὐμοιροῦντας καὶ ἀμεριμνίας ἀπολαύοντας τοὺς μοναχοὺς καθορῶμεν, τοὺς δὲ
ἐν κόσμῳ διατρίβοντας ἐν πολλῆ κακουχίᾳ καὶ ταλαιπωρίᾳ καὶ ἐνδείᾳ, καὶ ἐν ἀλλεπαλλήλοις
ἀνάγκαις καὶ λύπαις διάγοντας. πρὸς πίστωσιν δὲ τῶν ἡμετέρων λόγων τεκμήριον ἐναργέστατον,
τὸ μὴ εἶναι ἐν τῇ γενεᾷ ταύτῃ τινὰ τῶν μοναχῶν σημειοφόρον, ἢ προορατικόν, ἢ περιβοητόν,
καὶ ταῖς θείαις μαρμαρυγαῖς περιλάμποντα, εἰ μὴ μόνην τὴν σὴν ἁγιωσύνην.Ϡ
71. ταῦτα οὖν ἀκούσας, καὶ τῇ ἐμῇ ἀπειρίᾳ συγγνούς, εἶπεν· Ϡὦ τέκνον, θεόθεν κινούμενος,
καὶ τῆς σῆς σωτηρίας ἐρώμενος, ἀποτάξασθαι τῷ βίῳ συνεβουλευσάμην, καί, εἰ βούλει,
ἀποδείκνυμί σοι ἀμφοτέρων τὸ διάστημα, γάμου τε καὶ ἀγαμίας, οὐ μόνον ταῖς τῶν πατέρων
χρήσεσι, ἀλλὰ καὶ τοῖς φαινομένοις πράγμασι καταχρώμενος·Ϡ καὶ ταῦτα εἰπών, τῶν
δύο βίων τὸ διάφορον δεῖξαι ἐγχειρήσαμενος, ἔδειξε σαφῶς τὸν μονήρη βίον ὑψηλότερον
καὶ φαιδρότερον, πολλῶν θεοπνεύστων καὶ θεοσόφων διδασκάλων τὰς χρήσεις προφερόμενος,
καὶ σχεδὸν εἰπεῖν, παραυτίκα
[531Φ] ἡμᾶς ἀνεπτέρωσε, καὶ πάντων καταφρονεῖν ἐποίησε μόνου τοῦ ἰσαγγέλου μονήρους
βίου ἐρωμένους, καὶ τὴν ἐν κόσμῳ δικαιοσύνην, ὡς φάσμα ἀδρανὲς λογιζομένους, καὶ
παραχρῆμα ἡμᾶς πέπεικε τὸ τοῦ Χριστοῦ ἐλαφρότατον φορτίον, καὶ τὸν χρηστότατον ζυγὸν
ἐπ᾿ ὤμων ἀραμένους, τῷ κόσμῳ καὶ ὡραιότητι τοῦ ἰσαγγέλου βίου τῆς ταπεινώσεως ἐγκαλλωπίζεσθαι
πεισθέντων ἡμῶν, καὶ ἡττηθέντων τὴν καλὴν ἧτταν.
72. εὐφρανθεὶς ὁ ὅσιος Στέφανος ἔφη· Ϡἔγνως τῇ πείρᾳ ἀμφοτέρων τὸ διαφέρονϠ καὶ
αὐτῷ· Ϡναί, πάτερ,Ϡ ἔφην, Ϡσαφῶς ἔγνωκα, καὶ τῆς ὑμῶν οὐρανίου πολιτείας τὸ ὑπερβάλλον.
ἀλλ᾿ ἔστι δέ μοι μικρὸν αἴτημα τὴν σὴν ἁγιωσύνην ἐξαιτήσασθαι, ἀλλὰ συγγνοὺς τῇ
ἐμῇ προπετείᾳ, ἐμοὶ τὸ ἐπιθύμημα καὶ αἴτημα πληρῶσαι παρακλήθητι, τιμιώτατε πάτερ,
καὶ συγκαταβὰς τῇ ἐμῇ ἀσθενείᾳ, γνώρισαι τὴν παρὰ τοῦ θεοῦ σοι ἐγκεχειρισμένην χάριν,
καὶ εἴπερ ἠξίωσαι τοῦ διορατικοῦ χαρίσματος, ὅπως τοῦ πνευματοβλύστου καὶ χαριτοπνεύστου
στόματος ἀκούσω, καὶ τὸν θεὸν δοξάσας, ὑπόπτερος τῇ ἐπιθυμίᾳ γένομαι, καὶ τῶν θείων
χαρισμάτων τὸ παμμέγεθες ζηλώσας, τὸν ὑμέτερον βίον πάσῃ προθυμία μεταχειρήσομαι.Ϡ
ἐμοὶ δὲ ταῦτα εἰπόντι ἐξ
[532Α] οἰκείας ἀγαθότῃτος παρακληθεὶς ἔφη· Ϡμέτρα μὲν τελειότητος οὔπω ἔφθασα· ἀνδράσι
δὲ πεπειραμένοις καὶ παντοίοις χαρίσμασι κατηγλαϊσμένοις συνωμίλησα, καὶ ὄμμασιν
αὐτοὺς ἐθεασάμην· πρὸς δὲ πληροφορίαν τῆς ὑμῶν ἀγάπης καὶ τοῦτό φημι, ὅτι τοῦ διορατικοῦ
χαρίσματος θεόθεν ἠξίωμαι, καὶ πάντων τῶν ὀπτανομένων ἡμῖν, ἢ προβαλλόντων, ἢ ἐντυγχανόντων
τούς τε λογισμούς, καὶ τῆς ψυχῆς κρύφια πάθη ἐκ μόνης θεωρίας καὶ ὄψεως καταλαμβάνομαι,
καὶ πάντων τὰ ψυχικὰ καὶ πνευματικὰ ὑστερήματα ἐπιγινώσκω, καὶ ταῦτα, καθὼς προεῖπον,
πρὸς σὴν πληροφορίαν ἀπεκάλυψα. ἀλλ᾿ ἄγε δή, τῷ κόσμῳ καὶ τοῖς αὐτοῦ πράγμασιν ἀποταξάμενος,
τῷ κυρίῳ προσελθέ, καὶ ἕξεις ἡμᾶς εἰς πάντα συνεργούς, καὶ ἐν πᾶσι ἀντιλήπτορας.Ϡ
καὶ μετ᾿ οὐ πολὺ ἀποθριξάμενος τῷ θεῷ ηὐχαρίστουν, καὶ τῷ ἁγίῳ γέροντι, ὅτι τῇ αὐτοῦ
παραινέσει συναρίθμιος μοναχοῖς γενέσθαι ἠξιώθην, τῇ χάριτι τοῦ κύριου ἡμῶν, Ἰησοῦ
Χριστοῦ, ᾧ δόξα εἰς τοὺς αἰῶνας.»
[532Β]
73. ἄλλος δέ τις ἀδελφός, τῆς τούτου τοῦ ὁσίου γέροντος διορατικῆς τε καὶ προορατικῆς
ἀρετῆς, ὑπὸ πολλῶν ἐπαινουμένης, πειράζων, προσῆλθεν αὐτῷ λέγων· «ἐπειδή τινες οὐκ
ὀλίγοι διαβεβαιοῦνται μαρτυροῦντες θεόσδοτον ἐκτῆσθαί σε χάριν διορατικήν, διὰ τοῦτο
ἀφικόμην, ὅσιε πάτερ, πληροφορίας τυχεῖν βουλόμενος. οὐκοῦν παρακλήθητι, καὶ πληροφόρησόν
με ἐκ [λεγε· ἐν] τούτῳ τῷ μέρει, ἃς διεπραξάμην γνωρίσας ἁμαρτίας, εἴπερ δύνασαι.»
ὁ δὲ γέρων ἀποκριθεὶς εἶπεν· «μηδαμῶς πείραζε, τέκνον, τῆς ἐμῆς πενιχρότητος, τῆς
πολλῶν γεμούσης ἁμαρτημάτων.» ἐπὶ πολὺ δὲ θεασάμενος τὸν ἀδελφὸν παρακαλοῦντα τούτου
χάριν, ἔτι πρὸς αὐτὸν ἔφη· «ἐπείπερ διὰ τοῦτο παραγέγονας, ὡς ἔφης, καὶ εἰ ράδιόν
μοι, παρακέκληκας πληροφορῆσαί σε περὶ ἐμοῦ τοῦ ἀναξίου δούλου τοῦ θεοῦ, ἐρῶ σοι
οὐκ ἐκ τῆς ἐμῆς δυνάμεως ἀλλ᾿ ἐκ τῆς θείας χάριτος, καὶ οὐ μὴ σὲ κενὸν ἀποστρέψω,
ἀμοιρήσαντα τῆς σῆς ἐφέσεως· ἀλλὰ μόνον εἰπὲ πόθεν ἄρξεσθαι κελεύεις. ἐξ ἁπαλῶν
σῶν ὀνύχων, ἢ ἐκ τῶν μέσων, ἢ ἐκ τῶν τελευταίων» ὁ δέ, «ὅθεν θέλεις,» ἔφη, «μόνον
εἰπέ.»
[532Χ]
74. ἀνοίξας δὲ τὸ θεόπνευστον αὐτοῦ στόμα ὁ θεοφόρος γέρων, κατέλεξε καθέπος [λεγε·
καθ᾿ ἔπος] πάντα αὐτοῦ τὰ ἁμαρτήματα, σημείοις τε καὶ τεκμηρίοις ἓν ἕκαστον αὐτῶν
διορίζων, προσεχῶς ἀκροώμενος, ἐπὶ ὥραν ἱκανήν. πλείστης οὖν πληροφορίας ὁ ἀδελφὸς
οὗτος ἀπολαύσας, κλίνας τε τὰ γονάτα, ἐδυσώπει τὸν γέροντα, βοῶν· «εἴα, ἀρκεῖ, ἀρκεῖ,
ὦ πάτερ· πεπληροφόρημαι, ὅτι βρύεις θείοις χαρίσμασι.» καὶ ταῦτα φθεγξάμενος ἀνεχώρησε,
ὑμνῶν τὸν θεόν, καὶ ὁμολογῶν τὴν τοῦ γέροντος διορατικὴν χάριν, καὶ τὴν πολλὴν ἁγιότητα.
τούτου δὲ πορευθέντος, ἐκπλαγεὶς ἐπὶ τῇ αὐτοῦ ἀναισθησίᾳ τε καὶ ἀνοίᾳ ὁ θεοφόρος
γέρων εἶπεν· «ἄρα τί ὠφέληται οὗτος, καὶ ποίας ἔτυχε ψυχικῆς ὀνήσεως γνοὺς δὲ ὁμολογήσας
τὰς ἑαυτοῦ πλημμελείας, ἀναίσθητος ἔμεινε, καὶ τὴν καρδίαν ἀκαταπόνητος, εὐχὴν ἢ
σύναξιν μηδαμῶς αἰτησάμενος. φεῦ τῆς ἀσθενείας ταυτησὶ τῆς ἡμετέρας γενεᾶς· φεῦ
τῆς ἡμῶν ἀπροαξίας [λεγε· ἀπροσεξίας ?]· φεῦ τῆς ἡμῶν ἀπονοίας. λίαν ἀσθενὴς καὶ
ἐλεεινὸς καθέστηκεν οὗτος· τὸν τοιοῦτον γὰρ δεῖ ταλανίζειν καὶ ὀλοφύρεσθαι. ἀλλ᾿
αὐτὸς ὁ θεός, ὁ ὑπὲρ τῆς πάντων ζωῆς τὸν διὰ σταυροῦ θάνατον κατὰ ἀνδρικὴν φύσιν
ὑποστὰς καὶ τοῦ προτέρου ἡμᾶς ἐλευθερώσας, καὶ κλέους ὑπερτέρου καταξιώσας, σώσειεν
αὐτόν, καὶ
[533Δ] δοίη αὐτῷ, ὡς φιλάνθρωπος, τὴν τῶν πταισμάτων ἄφεσιν.»
CAPUT ῃΙΙ
[533Ε]·
75. οὗτος δὲ ὁ ὅσιος Στέφανος, ὡς περὶ ἄλλου διηγούμενος, ἔφη μοι τάδε, ἃ νῦν ὑμῖν
ἐξαγορεύσω· κᾀγὼ πέπεισμαι, ὅτι περὶ αὐτοῦ ἦν ἡ διήγησις, ἀλλὰ τὴν
[533Φ] μετριοφροσύνην ἀσπαζόμενος, ἑαυτὸν οὐκ ὠνόμασεν· ἀλλ᾿ ὅμως κἄνθ᾿ ἑαυτοῦ,
κἄνθ᾿ ἑτέρου τυγχάνει, τὸ παράδοξον τοῦ θαύματος ἐξειπεῖν οὐ παραιτήσομαι πρὸς ὠφέλειαν
τῶν ἐντυγχανόντων, μάλιστα παρὰ τῆς ἀψευδοῦς καὶ ἀξιοπίστου τοῦ γέροντος ἀκούσας
φωνῆς, ἧς ἀκροατὴς ἐγενόμην, οὕτως λεγούσης ὅτι, «γέρων τις ἦν κατὰ τὸν αἰγιαλὸν
τῆς νεκρᾶς θαλάττης τὴν τεσσαρακοστὴν ἐκτελῶν, ᾥ τινι δύο προσεληλύθασιν ἐρημῖται,
τὰς βοτάνας βοσκόμενοι, τὸν θεὸν ἱκετεύσαντες μηδαμῶς ἀπ᾿ αὐτῶν τὴν τοῦ γέροντος
ἀποκρύψαι ἀρετήν. τὴν συνήθη οὖν εὐχὴν ποιησάμενοι, καὶ πνευματικάς τινας ὁμιλίας
διεξελθόντες, τὸν γέροντα ἐκεῖνον συμπεριπατῆσαι ἠξίουν οἱ δύο ἐρημῖται, ἕως τοῦ
αἰγιαλοῦ τῆς νεκρᾶς θαλάσσης. ἔνθα παραγεγονότων αὐτῶν, ὁμοῦ λέγουσιν οἱ δύο ἐκεῖνοι
τῷ γέροντι· Ϡβουλόμεθα τοίνυν, ὦ πάτερ, τήνδε τὴν νεκρὰν ἐκπεράσαι θάλατταν ἐντεῦθεν
ἕως τοῦ ἑτέρου μέρους. ἀλλὰ παρακλήθητι διὰ τὴν ἀγάπην συνοδεῦσαι ἡμῖν.Ϡ ὁ δέ· Ϡσύγγνωτε
τῇ ἐμῇ ἀσθενείᾳ, ὦ πατέρες,Ϡ ἔφη, Ϡὑμέτερον γάρ ἐστι, καὶ τῶν καθ᾿ ὑμᾶς τελείων,
τουτὶ τὸ ἀξίωμα.Ϡ
76. τοῦτον οὖν οὕτως εἰπόντα ἐκ δευτέρου
[534Α] παρακαλοῦντες ἔπεισαν· πεισθέντα δὲ μικρὸν προλαβεῖν ἐκέλευσαν. σταυρὸν τοίνυν
χαράξας, οἷον νομοθέτης Μωσῆς, ἐπὶ τῶν ὑδάτων ἐβάδισεν, τοὺς τάρσους μόνον ἐκ [λεγε·
ἐν] τοιαύτῃ πολυβάθει θαλάττῃ βόλους χαλκέους ἔχων. ὡσεὶ οὖν σαγιτοβόλον, ἢ ὀλίγον
πλέον, ἐπὶ τῶν ὑδάτων βαδίζοντα θεασάμενοι ἐκεῖνοι, ἐφώνησαν αὐτῷ ὀνομαστὶ λέγοντες·
Ϡστραφοῦ, πάτερ, πρὸς ἡμᾶς, στραφοῦ.Ϡ αὐτῷ δὲ στραφέντι πάλιν ἐπὶ τῶν ὑδάτων πεζεύοντί
φησιν ἡ σελασφόρος τῶν ἀναχωρητῶν δυάς· Ϡπεπληροφόρηκεν ἡμᾶς ἡ ἄφατος τοῦ θεοῦ ἀγαθότης
περὶ σοῦ, πάτερ ἅγιε, ἀλλ᾿ ἄγε, εὐχὴν ποιησώμεθα, καὶ παράθες ἡμᾶς τῷ κύριῳ.Ϡ τὴν
εὐχὴν οὖν τοῦ Ϡπάτερ ἡμῶνϠ ἐκτελεκότων, καὶ ἀλλήλους ἀσπαστικῶς περιφύντων, ἡ μὲν
σημειοφόρος τῶν ἀναχωρητῶν ζυγὴ τῶν θαλαττίων ὑδάτων ἐπέβη, τὸν σταυρὸν τυπώσασα.
ὁ δὲ γέρων ἑωρακὼς ταῦτα, τὴν ἀπειροδύναμιν τοῦ θεοῦ ἐδόξασε μεγαλειότητα, καὶ ἐπὶ
τὸ ἀνέκαμψε σπήλαιον [λεγε· ἐπὶ τὸ σπὴλαιον ἀνέκαμψε], τὴν τῶν δύο ἀναχωρητῶν θαυμάζων
ἁγιότητα. καὶ ταῦτα μὲν ὁ παθοκτόνος καὶ ἰαματοφόρος, ὡς περὶ ἄλλου, εἰς δόξαν τοῦ
ὑπερενδόξου θεοῦ διηγήσατο.»
[534Β]
77. ὅπερ δὲ πᾶσι γνωστόν, καὶ ὑπό πολλῶν μαρτυρούμενον πεποίηκε θαῦμα, ἐρῶ. τίς
ποτε τῶν πολιταρχῶν καὶ ἐμφανῶν τῆς φιλοχρίστου πόλεως Γάζης ἀρξάμενος λωβοῦσθαι,
καὶ ὑπὸ τῆς ἱερᾶς νόσου διεφθάρθαι, προσέφυγε τούτῳ τῷ θεοφόρῳ γέροντι, ἐν τῇ μεγίστῃ
λαύρᾳ τότε διάγοντι· καὶ προσπεσὼν τοῖς ποσὶν αὐτοῦ, δεήσεις ἱκανὰς προσεβάλλετο,
λέγων· «ἐλέησόν με, δοῦλε τοῦ θεοῦ, ἐλέησόν με, καὶ εὖξαι τῷ θεῷ σου, τῷ τῶν ἀμηχάνων
νόσων ἰατρῷ, ἰάσασθαί με ἐκ τῆς ἱερᾶς ταύτης νόσου· πλείστοις γὰρ προσέφυγον ἰατροῖς,
καὶ οὐδείς με τούτων ἰάσασθαι τῆς λωβότητος ἐξίσχυσεν· ἀλλὰ πάντες τὴν ἐμὴν θεραπείαν
ἀπέγνωσαν· ὅθεν καταλείψας αὐτούς, πρός τινας ὀνομαστοὺς μοναχοὺς πεπόρευμαι, τῆς
αὐτῶν δεόμενος βοηθείας· ἀλλ᾿ οὐδέν μοι μᾶλλον ἐκείνων τῶν ἰατρῶν ἔφησαν· ἀλλὰ πάντες
τὴν ἐμὴν ἀπηγόρευσαν ἴασιν, λόγοις μόνον τὴν σαρκικὴν τηκεδόνα τήν τε ψυχικὴν ἀλγηδόνα
παραμυθούμενοι. διὸ τοιγαροῦν ἐγὼ ἀπαραμύθητος καὶ κατώδυνος μόνῳ τῷ θεῷ, καὶ σοὶ
προσέφυγον, πεπιστευκώς, ὅτιπερ ὃ ἂν θελήσης ἐκ τοῦ θεοῦ σου, γενήσεταί σοι. οὐκοῦν
ἐλέησόν με καὶ τὴν ἐμὴν ὀδύνην, ἣν ἰατρικὴ τέχνη καὶ πᾶσα ἀνθρωπεία μηχανὴ ἀπεῖπε,
τὸν θεόν σου
[534Χ] θεραπευθῆναι δυσώπησον· εἰ γὰρ καὶ ταύτην πατρόθεν κεκληρονόμηκα, καὶ πολλοὶ
τῶν ἀγχιστέων ἐσχήκασι, καὶ οὕτως, ὡς ὁρᾶς, ἅγιε, τοὺς ἄκρους τῶν ποδῶν δακτύλους
ἠφάνισμαι, καὶ τῶν τριχῶν τῶν ὀφρύων καὶ βλεφάρων καὶ τοῦ ἀνθερεῶνος ἐστέρημαι,
καὶ πᾶσαν τὴν ὄψιν λελώβημαί τε καὶ βέβρωμαι, ἀλλ᾿ ἀδυνατεῖ τῷ θεῷ οὐδέν.»
78. ὁ δὲ γέρων ἀποκριθείς· «καὶ ἀληθῶς οὐδὲν ἀδυνατεῖ τῷ θεῷ,» φησὶ πρὸς αὐτόν,
«ἀλλὰ τὰ πάντα ὑποτάσσεται τῇ παντοκρατορικῇ αὐτοῦ βουλήσει, καὶ τὴν θέλησιν τῶν
φοβουμένων αὐτὸν καὶ πίστει δεομένων αὐτοῦ πληροῖ. διὸ θάρσει, ἄνθρωπε, θάρσει·
ἰαθήσῃ γὰρ καὶ σωθήσῃ, καὶ τῆσδε τῆς φαινομένης τοῖς ἀνθρώποις ἀνιάτου περιεχούσης
σε νόσου μετ᾿ οὐ πολλὰς ἡμέρας διὰ πολλοῦ τοῦ τάχου [λεγε· τάχους] καθαρισθήσῃ.
καρτέρησον τοίνυν, καὶ τοῖς ἡμετέροις παράμεινον μαθηταῖς ἐν τῷ κελλίῳ, καὶ πρὸς
τὴν ἡμετέραν σχόλασον πενιχρότητα καθ᾿ ἡμέραν ἐν τῷ ἡσυχαστηρίῳ.» ταῦτα μέν, ἐμπλησθεὶς
προβλεπτικοῦ χαρίσματος ὁ θεοφόρος γέρων, ἔφη. ὁ δὲ φιλόχριστος ἀνὴρ κατὰ τὴν ἐπιταγὴν
αὐτοῦ πεποίηκε, καθ᾿ ἑκάστην ἡμέραν πυκνοτέρως σχολάζων αὐτῷ, τῷ τῶν ὅλων εὐεργέτῃ
καὶ μόνῳ σωμάτων τε καὶ πνευμάτων ἰατρῷ. Ἰησοῦ Χριστοῦ τῷ ἀληθινῷ θεῷ, ἐκτενεστέρας
ὑπὲρ τῆς
[535Δ] τελείας ἰάσεως αὐτοῦ καὶ σωτηρίας προσάγοντι δεήσεις, καὶ πᾶν τὸ σῶμα αὐτοῦ
χρίοντι ἐλαίῳ σὺν ὕδατι ἀπ᾿ ἄκρων τριχῶν ἕως τοῦ πέλματος τῶν ποδῶν, ἕως ὅτου οὐρανόθεν
ὁ θεὸς μετ᾿ ὀλίγας ἡμέρας, διὰ τῆς τοῦ θεοφόρου γέροντος πρεσβείας ἐπισκεψάμενος
αὐτόν, τὰ ἐπίδηλα ὑγιεινὰ τεκμήρια ἐνεδείξατο, γνωρίσας τῷ γνησίῳ δούλῳ καὶ θεραπευτῇ
περὶ τῆς τελείας αὐτοῦ θεραπείας.
79. ὅντινα μετ᾿ ἔπειτα προσκαλεσάμενος ὁ θαυμασιώτατος γέρων, τῷ θεῷ προσενέγκας
ὑπὲρ αὐτοῦ τὴν ὑπερφυῆ καὶ ζωοτόκον, θείαν καὶ ἀναίμακτον θυσίαν, κάτωθεν τοῦ θυσιαστηρίου
βήσσας μεστώσας ὕδατος καὶ ἐλαίου, οἷς ὅλον αὐτὸν ἀλείψας ταῖς ἑαυτοῦ ἁγναῖς παλάμαις,
σῶον καὶ ὑγιῆ καὶ κεκαθαρμένον ἀπὸ τοῦ πάθους, πλήν τινων οἰδημάτων ἐν τοῖς μηροῖς
καὶ ταῖς κνήμαις λελημμένων, ἀπέλυσεν, ἐκ τοῦ ἁγιαστικοῦ ἐλαίου βραχύ τι ἐφοδιάσας
αὐτόν, καὶ εἰπών· «πορευθῇς ἐν εἰρήνῃ καὶ χαίρων, ὅταν κατὰ τὴν ὁδὸν τόνδε τὸν τόπον
καταντήσῃς, τῷ ὑποζυγίῳ [λεγε· τοῦ ὑποζυγίου] καταβὰς ἄλειψον ἐν τούτῳ τοὺς μηροὺς
καὶ τὰς κνήμας, ὅτι δὴ ἐκεῖθεν ἐλθόντος σοῦ ἐπὶ τόνδε τὸν τόπον, ἀπορραγήσονται
ἐξαιφνῆς ὃσα ἔχεις οἰδήματα καὶ ἀφανῆ γενήσονται· καὶ ὄψει τὴν ἀνέκφραστον
[535Ε] τοῦ θεοῦ δεσποτείαν, καὶ τὴν περί σε γενομένην ἄφατον ἀγαθότητα· τελείως
γὰρ θεραπευθήσῃ, καὶ καθαρισθήσῃ, καὶ σώοις ποσὶ βαδίσεις.» ταύτην οὖν τὴν ἐντολὴν
τοῦ θεοφόρου γέροντος φυλάξας ὁ φιλόχριστος ἀνήρ, ἔχρισε τοὺς ἑαυτοῦ μηροὺς καὶ
τὰς κνήμας, καταλαβὼν τὸν ὁρισθέντα χῶρον, καὶ μετ᾿ ἔπειτα ἐκεῖθεν ἀπάραντος αὐτοῦ
καὶ τὸν ἐφθακότος προδηλωθέντα τόπον, κατὰ τὴν τοῦ θεσπεσίου γέροντος πρόρρησιν
διηνοίχθησαν πάντα τὰ τραύματα, καὶ ὑγιεῖς κατεστάθησαν οἱ μηροὶ καὶ αἱ κνῆμαι,
καὶ ποσὶν ἐρρωμένοις ἐβάδιζεν.
80. ὦ τῆς παραδόξου ἀθρόας μεταβολῆς↙ πολλάκις γάρ, δύο ἀνδρῶν ἑκατέρωθεν ἐρειδόντων
καὶ στηριζόντων αὐτόν, τοῖς ποσὶ μόγις τὴν γῆν πατῶν ἐπέζευε· διὰ δὲ τῆς τοῦ μεγάλου
γέροντος ἱκετείας ποσὶν ἀτρόμοις καὶ ἰσχυροῖς ὥδευε. καὶ τί δεῖ μὲ τὰ πολλὰ λέγειν
ὅλος καθαρός, ὅλος ὑγιής, ὅλος ὡραῖος ἀπεδείχθη, μηδενὸς ἴχνους, μηδὲ βραχυτάτης
οὐλῆς ἑλκούσης ἀπολειφθείσης, εἰς τὰ ἴδια ἀποκατεστάθη γεγηθῶς. τοῦτον ἰδόντες οἱ
οἰκεῖοι, καὶ οἱ συγγενεῖς, καὶ οἱ φίλοι καὶ συμπολῖται Γαζαῖοι, πάντες ἠγάσθησαν
ἐκθαμβηθέντες περὶ τῷ ξένῳ καὶ παραδόξῳ
[535Φ] τοῦ θαύματος· καὶ ἰδοὺ μέχρι τῆς δεῦρο ἡμέρας τῇ τοῦ θεοῦ χάριτι ζῆ, λίαν
ὑπάρχων φιλομόναχος, ὅπερ οὐκ ἦν τὸ πρῶτον, ἀλλὰ μᾶλλον μισομόναχος, διὰ παντὸς
κατακρίνων τοὺς μοναχούς, καὶ κατηγορίαις καθυποβάλλων αὐτοὺς ἀλόγοις. ἔστι δὲ φιλόπτωχος
ἅμα καὶ φιλόξενος, ἅπαντας ἐκπλήττων οὐ μόνον τοῖς ἀθρόοις αὐτοῦ βελτίστοις τρόποις,
ἀλλὰ καὶ πάσαις ταῖς σωματικαῖς ἀρεταῖς, κάλλει τε καὶ ὑγείᾳ, ρώμῃ τε καὶ ὡραιότητι,
ὁμολογῶν τὴν τοῦ θεοῦ χάριν, καὶ κηρύττων τὸ ἔλεος· τήν τε τοῦ ἁγίου γέροντος οὐ
κρύπτων εὐεργεσίαν, ἀλλὰ δὴ καὶ διὰ παντὸς εὐφημῶν αὐτήν, καὶ τὴν ἀρετὴν ἐκθειάζων·
ὅθεν καθ᾿ ἕκαστον ἔτος οὐκ ἔληξεν ἔρχεσθαι πρὸς αὐτόν, τῷ θεῷ τε καὶ αὐτῷ τὴν εὐχαριστίαν
ἀπονέμων, καὶ τὴν ὀφείλουσαν αὐτῷ παρ᾿ ἑαυτοῦ τιμὴν ἐπιγινώσκων, καὶ εὐλογίαν τινα
τῷ θεῷ τε καὶ αὐτῷ καρποφορῶν πάσας τὰς ἡμέρας τῆς ἐν σαρκὶ ζωῆς τοῦ ἁγίου γέροντος
Στεφάνου, ὃν ὁ θεὸς ἐδόξασε, καὶ διαφόροις κατεκόσμησε χαρίσμασιν.
81. οὗτος γάρ ποτε ὁ θαυμαστὸς καὶ μέγας γέρων εἶχε τινὰ μαθητὴν Σῦρον, ἀββᾶν Σάβαν
καλούμενον, πρεσβυτερίου βαθμὸν ἐπέχοντα, χήραν κεκτημένον μητέρα, ἀπ᾿ αὐτοῦ τριῶν
ἡμερῶν ὁδὸν ἀπέχουσαν,
[536Α] ἥτις αὐτῷ πολλάκις ἐδήλου, ποτὲ μὲν εὐεκτοῦσα, ποτὲ δὲ σωματικοῖς συνεχομένη
νοσήμασιν, εἰς ἐπίσκεψιν αὐτῆς παραγενέσθαι. βουλόμενος δὲ τὴν μητρικὴν ἐκτελέσαι
μήνυσιν, ἐκωλύετο ὑπὸ τῆς ἀριστῆς τοῦ θεοφόρου ἐπιστάτου βουλῆς. μετὰ οὖν τινὰ χρόνον
τῆς μητρὸς αὐτοῦ ἀρρωστίᾳ περικειμένης, καὐτῷ πρὸς ἑαυτὴν ἐλθεῖν συνήθως μηνυσάσης,
πορευθεὶς πρὸς τὸν θεοφόρον ἐπιστάτην, εἶπεν· «πανάγιε πάτερ, δεδήλωκέ με ἡ κυρία
μου ἡ μεγάλη ἀπιέναι πρὸς αὐτήν, ἐπειδὴ νόσῳ συνέχεται, ἀλλ᾿ εἰ κελεύει ἡ ὑμετέρα
ἐπιστατικὴ ἁγιωσύνη, ἐπινευσάτω, ὅπως ἀπέλθω ἐπισκεψόμενος αὐτήν.» πρὸς τοῦτον δὲ
ἀποκριθεὶς ὁ θαυμάσιος γέρων ἔφη, «ναί, τέκνον, πορεύου, καὶ τὴν σὴν εὔφρανον γεννήτριαν.»
82. ὁ δὲ μαθητὴς ἐπὶ τῇ ταχίστῃ ἐπινεύσει τοῦ ἐπιστάτου θαυμάσας ἔφη· «διὰ τί, πάτερ,
διαφόρως αὐτῆς μηνυσάσης παραγενέσθαι, καὶ ἡμῶν αἰτησαμένων τὴν σὴν παρὰ τοῦτο κέλευσιν,
οὐκ εἴας ἡμᾶς, λέγων τὴν μὲν ὁδὸν ἀσύμφορον εἶναι, καὶ τὴν ἐπίσκεψιν οὐκ ἀναγκαίαν·
τὴν δὲ μητέρα μηδὲν δεινὸν πεπονθέναι, ἀλλ᾿ εὖ ἔχειν, εἰ καὶ ἐνίοτε ἐν ἀρρωστείαις
διέκειτο, ἠρεμεῖν δὲ ἐν τῇ μεγίστῃ λαύρα συνεβούλευες ἡμῖν, καὶ τοὺς τοιούτους κατευνάζειν
[536Β] λογισμούς· νῦν δὲ ἀπελθεῖν καὶ εὐφράναι αὐτὴν προθύμως ἐκέλευσας» ὁ δὲ γέρων
ἀποκριθεὶς ἔφη πρὸς αὐτόν· «διὰ τοῦτο προφρόνως ἐκέλευσά σε, ἐπειδὴ βεβαρυμένη λίαν
ἐστὶ τοῖς νοσήμασι. οὐκοῦν πρόφθασον αὐτὴν τάχιστα· μέλλει γὰρ ἐν ᾗ καταλαβεῖς ἡμέρᾳ
γνωρίζειν σε, καί τινα διαθήκην ποιήσασθαι πρός σε. ἀλλ᾿ ὅσα ἂν ἐπηρωτῆσαι βούλει,
εὐθέως ἐκτὸς πάσης ὑπερθέσεως λεπτομερῶς αὐτὴν ἐπηρώτησον· ἐπειδὴ τῇ ἐπαύριον ἡμέρᾳ
οὐκ ἔτι σε γνωρίσει, οὔτε μὴν παντελῶς σοὶ λαλήσει.» πορευθεὶς οὖν οὗτος ὁ ἀββᾶς
Σάβας, ὁ τοῦ θεοφόρου γέροντος μαθητής, εὗρε τὴν μητέρα αὐτοῦ νοσοῦσαν δεινῶς· ἥτις
εὐθέως μὲν κατιδοῦσα, χαρμοσύνης ἐπληρώθη, ἐχεφρόνως αὐτὸν γνωρίσασα, καὶ διατιθεμένη
αὐτῷ τὰ καταθύμια. τῇ δὲ ἐπαύριον κατὰ τὴν τοῦ γέροντος πρόγνωσιν, πάντας ἀγνοήσασα,
μετέστη πρὸς τὸν κύριον, τὸν ζωῆς καὶ θανάτου δεσπόζοντα, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.
83. ἄλλος δέ τις μοναχός, εὐλαβὴς καὶ τῶν ἐν ἀξιοπιστίᾳ μεμαρτυρημένων, διηγούμενός
μοι ἔφη οὕτως· «τὸν μονήρη βίον ὁ τάλας ἐγὼ ἐν τῇ εὐαγεῖ μονῇ τοῦ Καστελλίου μετηρχόμην,
καί τις συνυπῆρχεν ἀδελφὸς οὐ προσέχων τῇ αὐτοῦ σωτηρίᾳ, καὶ τῆς μοναχικῆς ἀμελῶν
πολιτείας, καὶ τῆς τῶν
[536Χ] πατέρων καταφρονήσας ἀγγελικῆς εὐταξίας, ὥστε ἐξώκειλεν εἰς αἰσχροτάτην ἀπόγνωσιν,
καὶ τὸ μοναχικὸν παντάπασιν ἀποδύσασθαι σχῆμα ἠθέλησεν· πορευθεὶς γὰρ εἰς τὴν ἁγίαν
πόλιν ἠβουλήθη πορευθῆναι ἐπὶ τὴν ἰδίαν πατρίδα, κᾀκεῖσε τὸ κοσμικὸν περιβάλλεσθαι
ἔνδυμα. ὡς οὖν ἐνόησε περὶ τῆς τούτου ἀπὸ τῆς μονῆς ἀναχωρήσεως ὁ συμπαθέστατος
γέρων Στέφανος, διάγων τότε κατὰ τὸν καιρὸν τῆς τεσσαρακοστῆς ἐν τοῖς τοῦ Καστελλίου
σπηλαίοις, καὶ μετακαλεσάμενός με ἔφη· Ϡπροθυμήμητι, ἀδελφέ, καὶ ἄπιθι, καὶ ἄγαγέ
μοι τὸν ἀναχωρήσαντα πνευματικὸν ἀδελφόν σου ἀπὸ τῆς ἁγίας πόλεως· οἶδα γὰρ ὅτι
πεισθήσεταί σοι.Ϡ ἀπελθὼν οὖν κατὰ τὴν τοῦ γέροντος προσταγὴν ἤνεγκα πρὸς αὐτὸν
τὸν τῆς μονῆς ἀποδράντα ἀδελφόν. τούτῳ δὲ παραγεγονότι φησὶν ὁ θεοφόρος γέρων· Ϡδιὰ
τί, ὦ τέκνον, τῆς σαυτοῦ καταφρονεῖς σωτηρίας, καὶ ταυτησὶ τῆς ἀγγελικῆς ἀποφεύγεις
πολιτείας, καὶ ἐπὶ τὸν πρότερον ἔμετον παλινοστῆσαι θέλεις, καὶ τοῖς κοσμικοῖς ἐγκυλινδεῖσθαι
βορβόροις οὐκ οἶδας, ὅσοι γεγόνασιν ἀπὸ τοῦ μοναχικοῦ τάγματος τῆς ἐκκλησίας φωστῆρες
καὶ θαυματουργοί, καὶ θαυμαστοί, καὶ μεγάλοι, καὶ ἀρχιποιμένεςϠ
84. τοιούτοις οὖν διδάγμασι καὶ γραφικαῖς νουθεσίαις τοῦτον θεασάμενος μὴ πειθόμενον,
ἀλλ᾿ ἔτι τῇ πρὸς τὸν κόσμον ροπῇ νεύοντά τε καὶ ἐγκύπτοντα,
[537Δ] τοῖς σατανικοῖς ἡττημένον ἐνθυμήμασιν, ἔλαβεν σανίδα μικράν, σπιθαμῆς καὶ
ἡμίσεως μῆκος τε καὶ πλάτος ἐσχηκυῖαν, καὶ ἀμφοῖν ἡμῶν θεωρούντων, τίθησιν αὐτὴν
ἐπὶ πετρώδους τινὸς τόπου τοῦ ἰδίου σπηλαίου, πάνυ κατωφεροῦς καὶ ὀλισθηροῦ πεφυκότος,
ὅπη μονονουχὶ οὔτε χνοῦς οὔτ᾿ ἔτι κάρφος ἐπισταίη ἄν, κᾀκεῖ στήσας αὐτὴν ὀρθήν,
καὶ οὐδαμῶς κεκυφυῖαν, φησὶ πρὸς αὐτὴν οὕτως· Ϡεὐλογητὸς κύριος, στῆθι·Ϡ καὶ παραυτὰ
παραδόξως, οἷα ψυχῆς τελοῦσα λόγῳ τε καὶ αἰσθήσει τετιμημένης, ἡ ἄψυχος ἅμα καὶ
ἀναίσθητος σανὶς ἔστη τῷ λόγῳ τοῦ ἁγίου γέροντος, ὃς ἅλας κομίσας ἐπέθηκεν αὐτῇ,
καὶ οὕτως ἠρτημένη τριῶν ἐπέμεινεν ἡμερῶν. ἀγασθεὶς τοίνυν ἐπὶ τούτῳ τῷ ξένῳ θαύματι
καὶ ἔκθαμβος γενάμενος ὁ ἀδελφός, κλίνας τὰ γόνατα, παρὰ τοῦ γέροντος ᾐτήσατο συγχώρησιν,
καὶ ἕνεκεν τῆς αὐτοῦ ὑπομονῆς ἐπικουρίαν καὶ ἔντευξιν. ἐπευξάμενος οὖν αὐτῷ ἅμα
καὶ εὐλογήσας, καὶ σωτηρίοις περιθωρακήσας παραινέσεσιν, ἑδραῖον αὐτὸν καὶ τῇ μοναχικῇ
πολιτείᾳ πάγιον ἀπέλυσεν, καὶ νῦν χάριτι θεοῦ καὶ εὐχαῖς τοῦ ὁσίου γέροντος ζῆ καὶ
ἐν πολλῇ καταστάσει, καὶ καλῇ πολιτείᾳ διάγει, καλῶς προσέχων ἑαυτῷ καὶ τῇ σωτηρίᾳ
ἑαυτοῦ ἐπιμελούμενος.»
85. «ἄλλο δὲ σοὶ μέγα διηγήσομαι θαῦμα· ἀπῆλθον γὰρ ποτὲ σὺν τούτῳ τῷ θαυμασίῳ γέροντι
ἐπὶ τὸν Ἰορδάνην ποταμὸν σὺν ἑτέροις τισὶ τῶν μοναχῶν, κᾀκεῖσε παραγεγονότες ἐπεθυμήσαμεν
ἐν τῷ ναῷ τοῦ σωτηριώδους βαπτίσματος προσεύξασθαι, ἔνθα ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς
πᾶσαν τὴν βρότειον οὐσίαν ρύπου παντὸς ἐγκαθάρας, τὰς τοῖς ὕδασιν ἐμφωλευούσας κατέθλασε
δρακοντείας κάρας, καὶ τούτου χάριν παρακεκληκότες τὸν γέροντα πεπείκαμεν. ὡς οὖν
προσηγγίσαμεν, ἔφημεν αὐτῷ· Ϡεἰ κελεύει ἡ σὴ ἁγιότης, πορευέσθω εἷς ἐξ ἡμῶν ἐπὶ
τὴν ἄνω κειμένην τοῦ προδρόμου μονήν, τὴν τοῦ ναοῦ ἐνέγκαι κλεῖδα, καὐτὸν τὸν παραμονάριον·
εἰ μὴ γὰρ ἐκεῖνος ἔλθῃ, τῆς κλειδὸς ἀχθείσης, οὐδὲν ἀνύσομεν· δυσκόλως γὰρ καὶ μόλις
ἀνοίγεται ἡ μανδαλίς, οὐχ ἅπαξ γὰρ ἐπειράθημεν αὐτῆς.Ϡ ὁ δὲ σημειοφόρος γέρων πρὸς
ἡμᾶς ἔφη· Ϡοὐκ ἀνάγκη ἡμᾶς, ἀγαπητὰ τέκνα, σκυλθῆναι ἐκεῖ· ἀλλὰ δεῦτε μόνον, καὶ
εἴη τὸ θέλημα τοῦ θεοῦ. ταῦτα οὖν εἰπόντος αὐτοῦ, ἐπορεύθημεν, καὶ παρὰ τὴν θύραν
στάντων ἡμῶν, εὐχὴν πεποιηκώς, καὶ τρὶς τὰ γόνατα κεκλικώς, καὶ τὴν πύλην σταυροτύπῳ
σημείῳ ἐσφραγικώς, καὶ τὴν μανδαλίδα ἄκροις δακτύλοις ἁψάμενος, παραχρῆμα τὴν θύραν
ἀνέῳξεν.
[537Φ]
86. εἰσβάντες οὖν, καὶ εὐξάμενοι, ἀνεκάμψαμεν, χαριστηρίους τῷ θεῷ ἀναπέμποντες
ὕμνους, καὶ τὴν τοῦ γέροντος ἐκθειάζοντες χάριν, δι᾿ ἧς πλειστάκις τὰς τοῦδε τοῦ
ναοῦ πύλας ἀνέῳξεν, ὥς τινες πιστότατοι διηγήσαντο ἡμῖν· ἀεὶ δέ, τῆς τεσσαρακοστῆς
πληρουμένης, δι᾿ αὐτοῦ τὴν ἐπάνοδον ἀπὸ τῆς ἐρήμου νυκτὸς ἐποιεῖτο ἕνεκεν εὐχῆς·
ὅθεν οἱ κατ᾿ ἐκεῖνον τὸν καιρὸν τοῦ θεοσεβοῦς ναοῦ παραμονάριοι πεφυκότες, πλειστάκις
αὐτὸν θεασάμενοι αὐτομάτως εἰσελθόντα νυκτός, ᾠήθησαν αὐτὸν εἶναι τὸν ἅγιον Ἰωάννην
τὸν πρόδρομον, ἄχρις ἄν τις ἔνδοθεν τοῦ ἀξιοσέπτου ναοῦ κατὰ τὴν θύραν ὑπνώσας τούτου
τοῦ ἁγίου γέροντος κατὰ μέσον νύκτα ἀνοίγοντός ποτε τὰς πύλας, ἐξανέστη ἔκθαμβος
γενόμενος, καὶ οἰόμενος τὸν ἅγιον Ἰωάννην αὐτῷ φανῆναι, καὶ εὐλογηθῆναι παρ᾿ αὐτοῦ
ἐδυσώπει, καὶ περιφὺς τὰ ἴχνη αὐτοῦ ἐγνώρισε τὴν θεοειδῆ αὐτοῦ μορφὴν καὶ εἰδέαν
καὶ τὴν φωνήν, καὶ τεθαυμακὼς ἐπὶ τούτοις, καὶ πληροφορηθεὶς εἶναι αὐτὸν ὅσιον Στέφανον,
ἐπὶ τοῦτο τῷ θεῷ δόξαν ἀνέπεμψεν τῷ καταξιώσαντι αὐτῷ τῆς τοῦ γέροντος τυχεῖν εὐλογίας.»
CAPUT ῃΙΙΙ
[538Χ]
87. ἄλλος δέ τις ἀδελφὸς ἐξαίσιον διηγήσατό μοι θαῦμα ἐν αὐτῷ γεγονὸς ὑπὸ τούτου
τοῦ θαυμασίου γέροντος, λέγων οὕτως· «ἀδελφὲ πνευματικέ, βούλομαί σοι τινὰ διήγησιν
ἐξειπεῖν, τὴν ἐμὴν μὲν καταισχύνουσαν κορυφήν, τὴν δὲ τοῦ θαυμασιωτάτου Στεφάνου
ἀγλαῒζουσαν ἀρετήν· μιᾷ γὰρ τῶν ἡμερῶν ἐν τῇ κώμῃ τῇ ἐμῇ ἅμα συγκωμήτιδι διάγων
τινί, ὑπὸ σατανικῆς ἐβλήθην προσβολῆς ἐρωτικῇ μανίᾳ χαλεπῇ, καὶ τοῖς ἀσελγέσι λογισμοῖς.
ὁ ἀδρανὴς ἐγὼ νῶτα δεδωκώς, καὶ ὑπὸ τοῦ πορνικοῦ δαίμονος ἡττηθεὶς ὡσεὶ φλογεροῖς
τρωθεὶς πτερόεσσιν ὀϊστοῖς περιπέπτωκα τῇ γυναικί, πᾶν ἀνθρώπινον ὄμμα λεληθώς,
καὶ τοῦ θείου κατατετολμηκὼς ἀκοιμήτου ὀφθαλμοῦ, καὶ τὸ διορατικὸν τοῦ χαριτοπνεύστου
Στεφάνου βλέμμα λαθεῖν ἠλπικώς, τὴν ἐμὴν ἀσχημοσύνην ὁ ἄφρων ἐγὼ καλύψας βαθείᾳ
νυκτὶ καὶ κρυφίοις οἴκων μυχοῖς· ἀλλ᾿ ὄντως εἰ καὶ τοὺς πάντας ἔλαθον, ἀλλ᾿ αὐτὸς
τῷ πνεύματι ἰδών, οὐκ ἠγνόησε· τὴν μεγάλην γὰρ καὶ αἰσχρὰν ἁμαρτίαν πεποιηκώς, πρὸς
τοῦτον τὸν ὅσιον Στέφανον πεπόρευμαι, ἐν τοῖς περὶ τὴν ἡμετέραν χώραν τότε διατρίβοντα
μέρεσι· συχνοτέρως γὰρ ἐσχόλαζον
[539Α] αὐτῷ ἐκεῖσε· ἐπειδὴ συνήθης αὐτῷ ἤδη ἐκ πάλαι τῶν χρόνων ὑπῆρχον φίλος γνήσιος,
ταῖς πυκνοτέραις αὐτοῦ νουθετούμενος πνευματικαῖς διδασκαλίαις, ὧν ἐν ἐμαυτῷ τὸν
κάρπον οὐκ ἐβλάστησα ὁ ἁμαρτωλὸς καὶ πανάθλιος· ἀλλὰ τὸ ἀθέμιτον πράξας ἁμάρτημα,
ἀνερυθριάστως πρὸς αὐτὸν παραγέγονα, νομίζων ὑποκλέψαι τὴν ἐμὴν βεβηλότητα.
88. ἀλλὰ τῆς ἐλπίδος ἐξέπεσον· ἤλεγξε γάρ με τῶν νοερῶν αὐτοῦ ὀφθαλμῶν ὁ ἀψευδέστατος
ἔλεγχος. φεῦ τῆς ἐμῆς τότε πικρᾶς αἰσχύνης↙ ἡνίκα γὰρ τοῦτον τὸν θεοφόρον Στέφανον,
ὡς ἔθος, ἠσπασάμην, καὶ λαβεῖν παρ᾿ αὐτοῦ εὐχὰς ᾐτησάμην, εὐθέως τοῖς ζωοσόφοις
καὶ φωτοβλύστοις αὐτοῦ λογίοις φωταγωγεῖν μέ προσκατήρξατο λέγων· Ϡοὐαὶ τοῖς
ἀμελεστέροις οὖσι περὶ τὴν ἑαυτῶν σωτηρίαν↙ οὐαὶ τοῖς μὴ τηροῦσιν τὰς θείας
ἐντολάς↙ οὐαὶ τοῖς μὴ προσέχουσι ταῖς ἐκκλησιαστικαῖς νουθεσίαις↙ οὐαὶ τοῖς μὴ
ἔχουσι πρὸ ὀφθαλμῶν τὴν ἀποκειμένην τοῖς ἁμαρτάνουσιν ἄσβεστον γεένναν↙ πολλάκις
γὰρ σὲ νενουθέτηκα, τέκνον, καὶ κεκώλυκα τοῦ προσκολλᾶσθαι κακοῖς·
[539Ε] εἶδον γάρ, ὅτι φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
σὺ δὲ τὰς ἐμὰς παραινέσεις ἀκάρπους πεποίηκας. οὕτως ἔχρην σὲ διαπράξασθαι σήμερον,
καὶ βεβηλῶσαι τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ τοῦτο τὸ ἱερώτατον σχῆμα τῶν ὁμοίων σοῦ
ὑπάρχει τοῦτο τῶν αἰσχροτάτων πάθοςϠ
89. τοιούτοις οὖν αὐτοῦ μακρόθεν προσηνῶς παραινετικοῖς ἐλέγξαντός με ρήμασιν, ἐνόμισα
συνήθως αὐτὸν παραινοῦντα, τὴν ἡμετέραν δὲ ἀγνοήσαντα πλημμέλειαν, καὶ εἶπον πρὸς
αὐτόν· Ϡποῖον, πάτερ, πάθος ᾐνίξωϠ ὁ δέ· Ϡτὸ πορνικόν,Ϡ ἔφη· κἀγὼ μὲν ἀναιδῶς ἀπαρνούμενος·
Ϡμὴ εἴην, μὲ τίδε [λεγε· τόδε ?] πεπραχέναι,Ϡ ἔφην· Ϡοὐ πεπόρνευκα, πάτερ.Ϡ αὐτὸς
δὲ πρᾴως εἶπε πρός με· Ϡτί ἐρεῖς, τέκνον οὐ πεπόρνευκας σὺ καὶ ἡ δεῖνα, σήμερον,
ἐκείνῃ τῇ ὥρᾳ, ἐν τοιῷδε τόπῳ, μεταξὺ τῶνδε καὶ τῶνδε πραγμάτωνϠ εἰρηκότος οὖν ἀπαραλλάκτως
ἅπαντα τὰ σημεῖα τῆς ἐμῆς ἀσχημοσύνης, ἔμφοβος γενόμενος, αἰδοῖ κατεσχέθην δαμαστικῇ,
μηδὲν ἀντερεῖν ἐξισχυκώς, ἀλλὰ κατὰ τῆς γῆς τὴν κάραν κεκυφώς, ἀνίας ἀφωνίαν ἐμποιούσης,
πυρσῷ κατεστησάμην.
90. ἑωρακὼς δέ με ὁ συμπαθὴς πατὴρ οὕτω λυπηρῶς ἐπὶ πολὺ διακείμενον, τοιούτοις
παρηγορῶν με λόγοις, ἔφη· Ϡμὴ λυποῦ, ἀδελφέ· κᾀγὼ γὰρ ἀνθρωπός εἰμι ὁμοιοπαθής,
τῆς ἴσης τέλων [λεγε· πέλων ? τελῶν ?] φύσεως· μόνον μὴ ἀπογνῶς· οὐδένα γὰρ ὁ θεὸς
ἀπωθεῖται μετανοοῦντα· ἀλλὰ φιλανθρώπως ἀποδέχεται πάντας· καὶ πειθέτω σε περὶ τούτου
ἥ τε τοῦ τὴν πατρικὴν περιουσίαν μετὰ πορνῶν διεσκεδακότος ἀσώτου παραβολή, καὶ
ἡ τοῦ τελώνου· οὐ γὰρ ἀπώσατο πόρνην τῶν πταισμάτων αἰτουμένην τὴν ἄφεσιν, οὔτε
τελώνην εὐαγγελιστὴν εἶναι παρῃτήσατο, καὶ διώκτην ἀπόστολον, καὶ πλείονας ἄν σοι
ἔν τε τῇ παλαιᾷ καὶ τῇ νέᾳ διαθήκῃ τοιούτοις ἐμπεσόντας πάθεσι, καὶ θεόθεν ἰαθέντας
διὰ τῆς μετανοίας δέξοιμι, εἴγε βουλοίμην πλατύτερον ποιεῖσθαι λόγον. ἀλλ᾿ ἱκανούσθω
σοι ταῦτα, τέκνον. οὐδὲ γὰρ ἐλέγξαί σε παντελῶς ἠβουλόμην, ἵνα μή σε πτύρω, καὶ
τῆς ἐμῆς ὁμιλίας ἀποφυγεῖν παρασκευάσω. ἀλλ᾿ εἶδόν σε μηδαμῶς συνίεντα ἐμοῦ τὸ σὸν
ἕλκος ἀνευστυπτικῶν [λεγε· ἄνευ στυπτικῶν ?] τε καὶ ἀδριμυτάτων ἐμπλάστρων πνευματικαῖς
ἐπαοιδαῖς καὶ γριφώδεσι γοητείαις θεραπεῦσαι μηχανουμένου, ἐβιάσθην ἀποκαλύψαι τοῦ
πάθους τὸ αἴτιον ὑπὸ πολλῆς διαπύρου κινηθεὶς συμπαθείας, ἵνα τὴν εὐάρμωστον περιποιήσωμεν
θεραπείαν· καὶ γὰρ οἱ τῶν σωματικῶν νόσων ἰατροὶ οὐ πρότερον ἀθεωρήτως παρέχουσι
τὰς ἀντιδότους τοῖς κάμνουσι, πρὶν ἂν ἐξείπωσι τῆς νόσου τὸ αἴτιον· ἐλεγχομένων
γὰρ τῶν ἁμαρτόντων, καταργεῖται τῆς ἁμαρτίας
[540Α] ἡ δύναμις, μὴ ἐλεγχομένων δέ, ὥσπερ γάγγραινα νομὴν λαβοῦσα, ὅλον ἀφανίζει
τὸ σῶμα, οὕτως καὶ ἡ ἁμαρτία λαθοῦσα σὺν τῇ σαρκὶ καὶ τὴν ψυχὴν διαφθείρει. λοιπὸν
μὴ ἀθύμει, τέκνον, μή τε τοσοῦτον αἰσχύνου, ἀλλ᾿ αἴτησαι παρὰ τοῦ θεοῦ τὴν συγχώρησιν·
οὐκ ἐν σοὶ γὰρ μόνῳ τοῦτο πεποίκε, ἀλλὰ καὶ ἐν ἄλλοις διαφόροις.Ϡ
91. ταῦτα οὖν λαλήσαντος τοῦ χαριτοπνεύστου γέροντος, καὶ τὴν ἐμὴν ἐπιστηρίξαντος
ἀσθένειαν, ἐπορεύθην, τὴν αὐτοῦ θαυμάζων διόρασίν τε καὶ συμπάθειαν, καὶ παντάπασιν
ἐμαυτὸν ἀπέκοψα τῆς ἀδελφῆς ἐκείνης, μεθ᾿ ἧς τὴν ἁμαρτίαν ἐποίησα, καὶ μετέπειτα
αἰδοῖ φερόμενος, οὐκ ἐσύχναζον τῷ γέροντι ὥσπερ εἴωθα. αὐτὸς δὲ κατὰ συγκυρίαν αἰφνήδιον
ἀπαντήσας μοι· Ϡδιὰ τί οὐ σχολάζεις, τέκνον, τῇ ἐμῇ ταπεινώσειϠ ἔφη. ἐμοὶ δὲ εἰρηκότι·
Ϡὑπ᾿ οὐδενὸς κωλύομαι, ἀλλ᾿ ὑπὸ τῆς ἀσχολίας, ἣν περίκειμαι·Ϡ καὶ εὐχὴν παρ᾿ αὐτοῦ
λαβεῖν καὶ συγχώρησιν αἰτησάμενος, ἔφη· Ϡἐγὼ μὲν συγχωρῶ καὶ ἐπεύχομαί
[540Β] σοι. ὅπερ δὲ σὲ τῆς ἡμετέρας ἐξιστᾶ μετριότητος, πέφυκε τόδε καὶ τόδε, ὡς
οὐχὶ ὑπὸ τῶνδε καὶ τῶνδε λογισμῶν κωλύῃ πρὸς ἡμᾶς ἐληλυθέναι μὴ ψεύδου, τὰ σαφῆ
ἐπιστάμενος φράσαι.Ϡ ἐγνωκὼς οὖν τὰ ἡμέτερα μελεδήματά τε καὶ ἐνθυμήματα, ἔφην·
Ϡναί, ναὶ ἀληθῶς, πάτερ ἅγιε, ἔφης· τούτου γὰρ χάριν τῆς συνήθους ὠφελείας ἀπέχομαι,
ἀλλὰ ἀεὶ εὔχου ὑπὲρ τῆς ἐμῆς ἀσθενείας, καὶ θολερᾶς διανοίας, καὶ ὅπως ἐκ ποδῶν
ἐκβληθῶσιν ἀπ᾿ ἐμοῦ πάντες οἱ τῆς σωτηρίας ἀντιπάλοι λογισμοί.Ϡ τὴν εὐχὴν οὖν αὐτοῦ
καὶ τὴν εὐλογίαν λαβών, εἰχόμην τῆς ὁδοῦ. καὶ ὁσάκις ἠλέγχθην, ἀγαπητέ, περὶ τῶν
ἐνοικούντων μοι ἐναντίων λογισμῶν ὑπὸ τούτου τοῦ σημειοφόρου γέροντος, ἐξειπεῖν
ἀμηχανῶ· οὐ πρότερον γὰρ ἐλέγχειν μέ πέπαυται, ἕως ἄν με πρὸς ἑαυτὸν καθέλκυσε,
καὶ τοῦ ὀλεθρίου θηρὸς ἐξέσπασε, καὶ τῷ θεῷ προσήγωχεν.»
92. ἄλλος δέ τις θεοφιλέστατος ὑπάρχων πρεσβύτερος ἐκ τῆς ἱερᾶς μοναχικῆς ἀγέλης
διηγήσατό μοι, λέγων οὕτως· «μιᾷ τῶν ἡμερῶν ἐγώ τε καὶ ἄλλος τις γέρων ἡγιασμένος
μοναχὸς Σύρος ἀπεληλύθαμεν πρὸς τὸν θεοφόρον Στέφανον, διάγοντα τότε ἐν τοῖς τοῦ
Δουκᾶ σπηλαίοις, αὐτόν τε κατασπασόμενοι καὶ ἑαυτοῖς καρπωσόμενοι τὴν ὠφέλειαν·
ἐγγισάντων οὖν ἡμῶν, τοῦ ἰδίου σπηλαίου ἀσυνήθως ἐξέδραμεν εἰς τὴν ἡμετέραν ἀπάντησιν,
καὶ τὴν τοῦ συνοδεύοντός μοι κεφαλὴν καταφιλήσας, ἑλληνιστὶ προσεφθέγξατο οὕτως·
Ϡτελειῶσαι [βούλεται ὁ] κύριος τὸν ἱερόν σου δρόμον, καὶ τὸν ἀρετόπλεκτόν σου στέφανον,
ᾧ φαιδρῶς ἐστεφάνωσαι, καὶ ἐπομβρῆσαί σοι τὴν χάριν αὐτοῦ καὶ ἄφθονον.Ϡ καὶ ταῦτα
εἰπών, εἰσελθόντων ἡμῶν τὸ σπήλαιον, καὶ εὐχὴν ποιησαμένων, καὶ περὶ τινῶν διαλεχθέντων
πνευματικῶν λογίων, λαβόμενός μου τῆς χειρὸς ἔφη μυστικῶς· Ϡσπεῦσον, ἀγαπητὸν τέκνον,
τὸν γέροντα τοῦτον διαναπαῦσαι, καὶ ἀγώνισαι παντὶ σθένει εἰς πᾶσαν θεραπείαν αὐτοῦ
καὶ ἄνεσιν, ἵνα σχῇς μετ᾿ αὐτοῦ κλῆρον καὶ μερίδα τῶν οὐρανοδρόμων αὐτοῦ ἐντεύξεων·
πίστευε δέ, τέκνον, τ᾿ ἀληθὲς ἐροῦντι, ὅτι ἐμοὶ ὑμῶν προσιόντων, παρακύψας θεωρῶ
αὐτόν, τὴν κεφαλὴν ἐστεμμένον λίαν ἐκλάμπρῳ ἀστεροπλέκτῳ διαδήματι, ὅθεν εἰς τὴν
ὑμετέραν ἀπάντησιν ἐξέδραμον, καὶ τὴν ἱερὰν αὐτοῦ κορυφὴν ἠσπασάμην. τεθαυμακὼς
οὖν ἐπὶ τούτοις, δοξολογίαν καὶ ἐν τῷδε τῷ θεῷ ἀνέπεμψα,
[541Δ] τῷ παντοίοις στεφανοῦντι τοὺς δούλους αὐτοῦ ἀστερομόρφοις, χαριτοβλύστοις
στεφανώμασιν.»
93. ἄλλος δέ τις εὐλαβὴς μοναχὸς διηγήσατό μοι, λέγων οὕτως· «ἔστι μοί τις ἀνεψιός,
ὀνόματι Πατρίκιος, θεοσεβέστατος. οὗτος μιᾷ τῶν ἡμερῶν τοῦ σωτηριώδους πάσχα ἐκ
τῆς ἡμετέρας ἀφικόμενος Μοαβήτιδος χώρας, ἐπεθύμησε ἐν τῇ μεγάλῃ λαύρᾳ ἡμῶν προσεύξασθαι·
οὐκ ἦν γάρ ποτε αὐτῇ τοὺς ἑαυτοῦ ἐπιθέμενος πόδας. καταλαβὼν γὰρ ταύτην σὺν τοῖς
ὄχλοις ἐν τῇ ἁγίᾳ Πέμπτῃ, καὶ προσευξάμενος, ἐπορεύθη πρὸς τὸν θεοφόρον Στέφανον·
τοῦτον δὲ εἰσεληλυθότα, ἀπείρων λαῶν καθημένων, καὶ τῆς φωτιστικῆς διδασκαλίας ἀκροωμένων.
ἑωρακὼς ὁ φωστὴρ οὗτος Στέφανος, ὀνομαστὶ φωτοφρόνως ἀποδεξάμενος πρὸς αὐτὸν ἔφη·
Ϡεὖ ἥκεις, ἀγαπητέ, εὖ ἥκεις. οὐχὶ σὺ εἶ ὁ κύρις Πατρίκιος εὖ ἷκται ὁ κύρις Πατρίκιος,
καὶ καλὸς χριστιανός.Ϡ τρὶς οὖν εἰπόντος αὐτοῦ οὕτως, καὶ ὀνομάσαντος, ὃν νοεροῖς
μέν, οὐ σωματικοῖς ὀφθαλμοῖς ἑώρακε πώποτε, οὔτε μὴν αὐτὴν τὴν προσηγορίαν μεμάθηκε,
καταπλαγέντες
[541Ε] τὴν θεόσδοτον αὐτοῦ χάριν ἐπῃνήσαμεν, δόξαν τῷ θεῷ καὶ ἐν τούτοις ἀναπέμψαντες.»
94. ἄλλος δέ τις, ὀνόματι Θεοδήγητος, πρεσβύτερος τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν
ἀναστάσεως, ἐκ τῆς ἱεροτάτης μοναχικῆς ἀγέλης ὑπάρχων, παραδοξότατον διήγησατό μοι
θαῦμα λέγων· «μιᾷ τῶν ἡμερῶν ἐγώ τε καί τις ἕτερος προτεθυμήμεθα τὸν θεοφόρον κατασπάσασθαι
Στέφανον, διατρίβοντα τότε ἐν ταῖς ὑψηλαῖς τῶν κατὰ Κουτηλᾶν ὀρέων κορυφαῖς· πρὸς
ἃς βάδην ἡμῶν περιπατούντων, ὤφθησαν δύο νεανίδες τὸ μοναχικὸν ἐνδεδυμέναι σχῆμα,
καὶ τὸν ἐρημικὸν διώκουσαι βίον, ἕως τῶν γονάτων φοροῦσαι σάκκους, καὶ μέχρι ποδῶν
τὰς τρίχας κομῶσαι, φρικώδεις καὶ καταπληκτικαί, τῷ εἴδει ὁμοίαν ἔχουσαι, ποιμένος
δίκην ἀκόλουθον, σημειοφόρον μητέρα. ταύτας οὖν Ἀραβῆται τινὲς αἰγονόμοι τοῖς ὄρεσι
περιθέουσας ἰδόντες, κατέδραμον οἷα κύνες λυττώδεις καὶ ἄγριοι θῆρας διώκοντες,
ἀπειλητικοῖς λόγοις ἐκφοβοῦντες τὰς τοῦ Χριστοῦ λογικὰς ἀμνάδας, ἵνα τῷ φόβῳ τε
καὶ τρόμῳ κρατηθεῖσαι, τοῦ δρόμου ἀπόσχωνται, καὶ ταῖς ἀνόμοις αὐτῶν ἐμπέσωσι παλάμαις,
[541Φ] ἀλλ᾿ ὄντως ἡ τοῦ θεοῦ ἄρρητος προνοητικὴ δύναμις ὑπερνενίκησε, φρικτὴν καὶ
παράδοξον ἐν αὐτοῖς ἐργασάμενος τιμωρίαν· τὰς μὲν γὰρ κόρας ἀνέδειξεν ὑπὲρ ταχείας
ἐλάφους, καὶ πηδητικὰς δορκάδας προτρέχουσάς τε καὶ προθρώκουσας· τὴν δὲ γεραιὰν
καὶ αἰδέσιμον μητέρα κατά τινα προνοίας ἐξαίσιον τρόπον ἐξολισθῆσαι παραχωρήσασα,
φοβερὰν ἐκδίκησιν ἐν τοῖς ἀθέοις πεποίηκεν.
95. ὦ τοῦ μεγάλου θαύματος↙ ὦ τῆς ξένης ἐκπλήξεως↙ φρίττω καὶ τρέμω, μεμνημένος,
ἀγαπητέ, τοῦ τότε ὀφθέντος θεάματος τὸ μυστήριον· τὴν γὰρ ἁγίαν γραῦν ἐκείνην ἐξολισθῆσαι
παραχωρήσασα ἡ ἄφατος πρόνοια του θεοῦ, εἷς τῶν ἀνόμων Ἀραβητῶν κατεφθακώς, τῆς
ἱερᾶς κόμης ἐλάβετο, τὸ ἁγνόν αὐτῆς καταχρᾶναι σῶμα μανικῶς βουλόμενος. ὡς οὖν,
κυνὸς δίκην λυττῶντος, εἷλκε καὶ ἀνθείλκετο, τὸ ὅσιον αὐτῆς στόμα φλογώδους ἀέρος
πληρώσασα, τῷ θηριώδει αὐτοῦ προσώπῳ ἐπεφύσησε, καὶ τὰς ὄψεις ἐτύφλωσε καὶ πηρὸν
ὅλον καὶ ἀκίνητον καὶ ἀποπληκτικὸν κατέστησε, καὶ τὴν σωματικὴν ἀποτιναξαμένη ἀσθένειαν,
γενναίῳ δρόμῳ ταῖς φίλαις θυγατράσι εἵπετο, τὰς μιαρὰς τοῦ ἀσεβοῦς φυγοῦσα χεῖρας.
καὶ
[542Α] τότε οὐκ ἂν ἴδοις τὸν συμπαθῆ Στέφανον νυστάζοντα, καὶ τῆς πρὸς τὴν φίλην
τοῦ Χριστοῦ ἀμνάδα τοῦ νοητοῦ Ἀμαλὴκ μάχης ἀμελοῦντα, ἀλλὰ γενναίως πάνυ ἀντιπαρατασσόμενόν
τε καὶ ἀντιστρατευόμενον, καὶ τῇ πρὸς τὸν ἄνακτα Χριστὸν τῶν χειρῶν ἐκτάσει τοὺς
ἐχθροὺς ἀποτρέποντα, πρὸς ὃν ἐκθαμβούμενος [λεγε· ἐκθαμβούμενοι] ἐπὶ τῷ παραδόξῳ
θαύματι κατελάβομεν, καὐτὸν ἀσπασάμενοι, προκατηρξάμεθα ἐπερωτῶντες περὶ τοῦ ξένου
θεάματος, καὶ λέγοντες· Ϡἴσως εἶδες, ἅγιε πάτερ, ὅπερ ἑωράκαμεν ἐξαίσιον θαῦμαϠ
ὁ δέ· Ϡναί, ἀγαπητοί, ἐθεασάμην,Ϡ ἔφη, Ϡκαὶ λίαν ηὐφράνθην ἐπὶ τῇ νίκῃ καὶ θαυματουργίᾳ
τῆς ἁγνῆς τοῦ Χριστοῦ ἀμνάδος, ὅν, αὐτῆς πολεμουμένης, ᾐτούμην τοῖς δυσμενέσι μὴ
παραδοῦναι χερσί, ἀλλ᾿ ἀναδεῖξαι γενναίαν αὐτὴν τροπαιοῦχον κατὰ τοῦ χαλεποῦ πολεμήτορος·
οὐ γὰρ καταισχύνει τοὺς πρόσφυγας αὐτοῦ, ἀλλὰ ρύεται αὐτοὺς πάσης σατανικῆς προσβολῆς.
εὐχαριστοῦμεν οὖν αὐτῷ διὰ παντὸς τῷ τοὺς δούλους αὐτοῦ παντοίοις μεγαλύναντι θαυμασίοις.Ϡ
[542Β]
96. ἡμεῖς δὲ ταῦτα ἀκούσαντες, ἐπιπλεῖον τεθαυμάκαμεν, καὶ αὐτὸν ἠρωτήσαμεν, εἴπερ
εἴη ἐπιστάμενος αὐτάς. αὐτὸς δὲ ἔφη πρὸς ἡμᾶς· Ϡἐπείπερ ὁ θεὸς ὑμᾶς τὰς ἁγίας ταύτας
ἰδεῖν κατηξίωσε, καὶ μάρτυρας πεποίηκε τοῦ δι᾿ αὐτῶν ἀποτελεσθέντος φρικωδεστάτου
θαύματος, μὴ θέλων τοιαύτην ἀρετὴν κατακαλύψαι, ἀλλὰ δι᾿ ὑμῶν στηλιτεῦσαι, καὶ πᾶσι
γνωστὸν ποιήσασθαι, διὰ τούτου ὑμῖν ἐπερωτήσασι τὸ γένος αὐτῶν ἐξαγορεύσω, ἵνα μᾶλλον
καὶ μᾶλλον καταμάθητε τῆς σφῶν αὐτῶν ἀρετῆς τὸ μέγεθος. αὗται τῷ γένει μέν εἰσι
Ῥωμαῖαι, εὐγενῶν καὶ πλουσίων καὶ ἀρχόντων ὁρμούμεναι· τοῦ δὲ πατρὸς τελευτήσαντος,
ἐνδόξου καὶ μεγιστάνου ἀνδρὸς ὑπάρχοντος, τὰς δύο ταύτας θυγατέρας καταλείψαντος
ἐπὶ πολλοῖς καὶ ἀναριθμήτοις κτήμασι, καταφρονήσασα πάντων ἡ μήτηρ, θεόφρων οὖσα
γυνή, τοῖς βιοτικοῖς ἀποταξαμένη μετὰ τούτων τῶν ἑαυτῆς θυγατέρων γυμνὴ καὶ ἀκτήμων
τὸν μονήρη μετῆλθε βίον, καί, πόθεν οὐκ οἶδα, περὶ τῆς ἡμῶν ἐλαχιστίας ἀκούσασα,
παραγέγονεν ἐνταῦθα καὶ συνέτυχέ μοι, καὶ ταῦτά μοι διηγήσατο· καὶ ἰδοὺ τριάκοντα
ἔτη χρόνον ἔχει ἐν τῇ ἐρήμῳ ταύτῃ ἀγγελικῶς τῷ θεῷ λατρεύουσα σὺν ταῖς ἑαυτῆς ἁγνῶς
παρθενευούσαις θυγατρᾶσι.Ϡ
97. τούτων δὲ σὺν προσοχῇ ἡμῶν ἀκροωμένων παρὰ τοῦ θεοφόρου γέροντος, ἀθρόως ἀφίκοντο
οἱ Ἀραβῆται, ὑποζυγίῳ ἐπιβιβάσαντες τὸν πηρωθέντα τε καὶ ξηρανθέντα τρισάθλιον ἐκεῖνον,
καὶ πολλὰ παρεκάλουν τὸν γέροντα περὶ τῆς θεραπείας αὐτοῦ καὶ ρώσεως, λέγοντες·
Ϡπρόφθασον ἡμᾶς, ἅγιε Στέφανε, τοῖς ἴχνεσί σου προσπίπτοντας· πεπόνθαμεν γὰρ σήμερον
δυσφόρητον ὑπὸ τινῶν παραδραμούσων μοναστριῶν· μία γὰρ αὐτῶν τοῦτον, ὡς ὁρᾷς, ὡς
λίθον ἀναίσθητον, αὖον καὶ ἄναυδον κατέστησεν, ἀτάκτως αὐτὴν ἐπηρεάσαι θελήσαντα.
ἐλέησον οὖν αὐτόν, καὶ πάντας ἡμᾶς, εὐλογημένε, τοὺς σοὺς γείτονας· οἴδαμεν γάρ,
ὅτι οὐ παρακούει σου ὁ θεός σου εἰς ὅ,τι ἂν αἰτήσεις αὐτόν.Ϡ ὁ δὲ ἀποκριθεὶς ἔφη
πρὸς αὐτούς· Ϡτοῦτον οὐκ ἰᾶται ὁ θεὸς εἰς τὸν αἰῶνα, ἐπειδὴ τῆς γνησίας αὐτοῦ δούλης
κατεθρασύνθη, καὶ μιᾶναι ἤλπικεν. ὅθεν ἔπληξεν αὐτὸν πληγὴν ἀνίατον, καὶ οὐ δύναμαι
τὸν θεὸν περὶ τούτου δυσωπῆσαι· οὐχ ἕξει γάρ ποτε θεραπείαν. λοιπὸν πορευθέντες
παιδεύθητε, ἀφ᾿ ὧν ἐπάθετε, μηκέτι ἅπτεσθαι τῶν χριστῶν κυρίου, μήτε ἐν τοῖς ἁγίοις
αὐτοῦ πονηρεύεσθαι· σκεπαστὴς γὰρ αὐτῶν ὑπάρχει, καὶ συνοδίτης, καὶ ὑπέρμαχος. ταῦτα
οὖν αὐτοῦ εἰρηκότος, αὐτοὶ μὲν
[543Δ] τεθλιμμένοι καὶ κατῃσχυμμένοι ἀνεχώρησαν· ἡμεῖς δέ, γεγηθότες ἅμα καὶ τεθηπότες
ἐπὶ τῷ ξένῳ θαύματι, ἀνεκάμψαμεν, τὰς ἁγίας τοῦ γέροντος ἐφοδιασθέντες ὁμιλήσεις
τε καὶ εὐχάς· καὶ μετ᾿ οὐ πολὺ ἀκηκόαμεν, ὅτι τριῶν μόνον ἐπέζησεν ἡμερῶν ὁ παράνομος
ἐκεῖνος, καὶ τὰς πύλας τοῦ ᾅδου ἐπέρασεν εἰς ἄληκτον καὶ αἰώνιον κόλασιν τιμωρεῖσθαι,
εἰς σωφρονισμὸν πολλῶν ἐνταῦθα ὑπὸ τῆς τοῦ κυρίου δικαίας κρίσεως, ᾧ δόξα εἰς τοὺς
αἰῶνας.»
98. ἄλλος δέ τις εὐλαβὴς μοναχὸς διηγήσατό μοι λέγων ὅτι «ποτέ, τοῦ ὁσίου γέροντος
τὴν ἔρημον περιπολοῦντος, Ἄραβες ἐφιβόλοι [λεγε· ἐπίβολοι ?] ἄνδρες κατ᾿ ἐκείνην
τὴν ἔρημον, ὅπου τότε διέτριβεν, ἐδίωκον ἔλαφον· ἥτις ἀτονήσασα καὶ ἀποκαμοῦσα ἀπὸ
τῶν θηρευτῶν διωκομένη, τοῖς κόλποις τοῦ ἁγίου γέροντος προσέφυγεν, οἷά τις λογικὴ
τὰ ἴχνη αὐτοῦ καταφιλοῦσά τε καὶ ἐκλιπαροῦσα τῶν τῶν θηρευτῶν ἐλευθερῶσαι δεσμῶν.
πρὸς οὓς ὁ συμπαθέστατος γέρων ὀνομαστὶ ἔφη παρακαλῶν· Ϡχαρίσασθέ μοι ταύτην, ὦ
θηρευταί,
[543Ε] ἐπειδή μοι προσέφυγε, καὶ τῆς ἐμῆς ἐδεήθη πρὸς ὑμᾶς συνεργίας.Ϡ οἱ δὲ τὴν
ἔλαφον θεασάμενοι τῷ γέροντι παρισταμένην, καὶ τὴν ἑαυτῆς κεφαλὴν τοῖς κόλποις αὐτοῦ
ἐντεθηκυῖαν, πάνυ κατεπλάγησαν, καὶ αὐτὴν τῷ γέροντι χαρισάμενοι ὑπέστρεψαν, τὴν
τῶν Χριστιανῶν πίστιν ἐπαινέσαντες. ἐγὼ δὲ παρά τινος μαθητεύσαντος τῷ ἁγίῳ γέροντι,
ἀξιοπίστου πεφυκότος, ταῦτα ἀκούσας, ὕμνον τῷ θεῷ ἀνέπεμψα.»
CAPUT ΙΞ
[543Φ]
99. ἄλλος δέ τις εὐλαβὴς μοναχός, ὀνόματι Μάρκος, πρεσβύτερος καὶ αὐτὸς ὑπάρχων
τῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως, καὶ ματρωνικάριος, τὸ γένος δὲ Ἀλεξανδρεύς,
διηγήσατό μοι παράδοξον διήγημα, λέγων οὕτως· «ἀνὴρ θεοσεβὴς Αἰγύπτιος παρὰ τοῦ
θαυματουργοῦ Στεφάνου ποτὲ τυχὼν εὐεργεσίας, φησίν· Ϡἤμην χαλεπῷ περιπεσὼν οἴκοι
χρονίῳ νοσήματι, ὑφ᾿ οὗ τὴν σάρκα τακείς, ᾠήθην τοῦτον τὸν βίον ἐπεξελθεῖν, παντελῶς
τὴν ὑγείαν καὶ ἀνάπαυσιν ἀπηλπικώς. ἰδὼν οὖν ἐμαυτὸν σχεδὸν ταῖς τοῦ ᾅδου πύλαις
ἐπιστάντα, τὴν πορείαν ἐποιησάμην ἐπὶ τὴν ἁγίαν Ἱερουσαλήμ, ἐπιθυμήσας ἐν αὐτῇ θανεῖν.
συνηκολούθησέ μοι Μαγαρίτης τις, υἱὸς Μαγαρίτου τῶν αὐτοχθόνων, εἰς τὴν ἄθεον αὐτοῦ
θρησκείαν μανίαν ἔχων πολλὴν καὶ δεισιδαίμονα ζῆλον, θερμότερος
[544Α] πυρὸς τὸν ἐν Ἱεροσολύμοις τῶν Ἀράβων σηκὸν προσκυνῆσαι βουλόμενος. ἡνίκα
τοίνυν ἅμα τούτῳ τὴν καὶ ἁγίαν καὶ σεβάσμιον κατήντησα πόλιν, ὑπὸ τῆς συνεχούσης
με νόσου δεινῶς σμυχόμενος, τοῦ σωματικοῦ διαλυθέντος τόνου, συνεβουλεύετό μοι ἀδελφός
τις ἐμὸς πρὸς τὸν ἰαματοφόρον πορευθῆναι Στέφανον, καὶ τῶν ἰαματικῶν αὐτοῦ δεηθῆναι
οὐρανοφοίτων ἐντεύξεων.
100. εἴξας οὖν τῇ τοῦ ἀδελφοῦ φιλοστοργικῇ συμβουλίᾳ συνεπορεύσθην αὐτῷ ἐπὶ τὴν
λαύραν τοῦ ἁγίου Σάβα, ἐπὶ ὑποζυγίου βεβασταγμένος. συνωδοιπόρησε δὲ ἡμῖν κᾀκεῖσε
ὁ Μαγαρίτης μετεωρισμοῦ καὶ θέας τῆς ἐρήμου ἕνεκεν. τοῦτο δὲ τῆς θείας ἦν προνοίας,
μηχανωμένης αὐτοῦ τὴν σωτηρίαν. ἐλθόντων οὖν ἡμῶν εἰς τὸ ἡσυχαστήριον τοῦ γέροντος,
λαβὼν μήνυσιν ὁ ἀδελφός, εἰσήγαγέ με πρὸς αὐτόν, θύραθεν ἐάσας τὸν Μαγαρίτην. ἐμοῦ
οὖν ἀσπασαμένου τὸν γέροντα, καὶ τὴν εὐχὴν αὐτοῦ ὑπὲρ τῆς συνεχούσης με νόσου παρακλητικῶς
αἰτησαμένου, παραυτὰ πεποίηκεν ἔντευξιν, τὴν ἀναίμακτον προσενέγκας θυσίαν. ὦ τοῦ
παραδόξου θαύματος↙ μέμνημαι,
[544Β] πάτερ, τῆς τότε γενομένης ἀθρόας μεταβολῆς καὶ ξένης ἰάσεως, καὶ καθίσταμαι
ἐνεός, καὶ ἄλλος ἐξ ἄλλου γίγνομαι. μάρτυς κύριος, ὁ τότε με διὰ τῶν τοῦ γέροντος
πρεσβειῶν ἐν ἰάσει ἐπισκεψάμενος, ὅτι παραχρῆμα, ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ ἰάθην, καὶ
ὑγιὴς γέγονα, τὴν εὐεξίαν τεκμηριώσαντος ἐν ἐμοὶ τοῦ αἵματος, δίκην ῥεύματος, ἐκ
τῆς καρδίας ἀναβλύσαντος, καὶ τὰς ἀρτηρίας καὶ φλέβας ἐμπλήσαντος, καὶ τὸ πρόσωπον
καὶ τὴν σάρκα ὑγιεινῷ καταχρώσαντος ἐρυθρῷ· ἰσχύος δὲ καὶ δυνάμεως ᾐσθάνθην ἐν ἐμαυτῷ,
οἵαν ἔσχον οὐδέποτε.
101. τοῦτο δὲ τὸ ἐξαίσιον θαῦμα οὐ μόνον ἐμὲ κατέπληξεν, ἀλλὰ καὶ τὴν ἀπιστίαν τοῦ
Μαγαρίτου εἰς πίστιν μετέβαλεν· ἰδὼν γάρ με ἀθρόως τοιαύτης μεστωθέντα εὐρωστίας,
κατεπλάγη λίαν, καὶ προσελθὼν τῷ γέροντι εἶπεν· ῾ἀπὸ τοῦ νῦν Χριστιανός εἰμι, καὶ
πιστεύω εἰς τὸν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, τὸν αἴροντα τὴν ἁμαρτίαν
τοῦ κόσμου· καὶ ἀποτάσσομαι τῷ σατανᾷ, καὶ πᾶσι τοῖς ἀγγέλοις αὐτοῦ, καὶ πάσῃ τῇ
πόμπῃ αὐτοῦ, καὶ τῇ ματαίᾳ τῶν Ἀράβων θρησκείᾳ. εἷς θεὸς ὁ τῶν Χριστιανῶν, ὁ θαυμάσια
ποιῶν· ἀλλὰ ἐλέησόν με, ἅγιε Στέφανε,
[544Χ] καὶ εὖξαι δοθῆναί μοι δύναμιν καὶ νίκην κατὰ τῶν τυράννων· οἶδα γάρ, οἶδα,
ὅτι ἀπὸ τῆς σήμερον ἀντιπαρατάσσεταί μοι ὁ ἐχθρὸς διὰ τὴν ἐμὴν σωτηρίαν τὴν μιαρὰν
αὐτοῦ διαδράντι στρατείαν καὶ συνταξαμένῳ τῷ Χριστῷ, καὶ ἐφοδίασόν με τὰς εὐχάς
σου, ὡς ὅπλον ἀήττητον, καὶ δός μοι παρά σου εὐλογίαν τινά.᾿ ὁ δὲ ἅγιος γέρων εὐξάμενος
ὑπὲρ αὐτοῦ, καὶ εὐλογήσας αὐτόν, καὶ τοῖς ἑαυτοῦ θεοδιδάκτοις φωτίσας ῥήμασι, δέδωκεν
αὐτῷ ληκύθιον μεστὸν ἁγιαστικοῦ ἐλαίου, εἰπών· ῾εἰς οἵαν ἂν εἰσέλθῃς πόλιν ἢ κώμην
ἢ χώραν, ἐπιθὲς ἐκ τοῦ ἐλαίου τούτου τῷ μετώπῳ σου, τῷ σημείῳ τοῦ σταυροῦ, καὶ οὐ
προσελεύσεται πρός σε κακά, καὶ μάστιξ οὐκ ἀλγιεῖ τῷ σκηνώματί σου, ἀλλ᾿ ἐπὶ ἀσπίδα
καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα, κᾄν μυρίοις παραστῆς
τυράννοις, κᾄν ἀναστήσωνται τοσοῦτοι μάρτυρες ἄδικοι κατά σου.'
102. ἀναχωρησάντων ἡμῶν, ὁ μὲν τὴν τοῦ γέροντος φυλάξας ἐντολήν, εἰς ὅσους εἰσίη
τόπους ἑαυτὸν ἐσφαγίζετο, καὶ πρὸς τυράννους ἄρμενος, μαρτύρων δήμου μαρτυρούντων
καὶ ἐλεγχόντων αὐτὸν Μαγαρίτην εἶναι, υἱὸν Μαγαρίτου, ἐκ βρέφους ἐν τῇ βαρβαρικῇ
ἀνατραφέντα θρησκείᾳ, παραδόξως τῶν ἀνόμων
[545Δ] αὐτῶν χειρῶν ἐρρύετο, καὶ ἀβλαβῶς καὶ ἀβασανίστως ἀπελύετο, ἕως πρὸς κύριον
τῶν τῇδε ἐξεδήμησεν, τὴν ὁμολογίαν τηρήσας τῆς πίστεως ὀρθοδόξως, δοξάζων τὸν θεόν,
καὶ εὐχαριστηρίους ὕμνους ἀναπέμπων αὐτῷ, καὶ τὴν τοῦ γέροντος ἐκθειάζων ἀρετήν.
ἐγὼ δὲ ἐξ ἐκείνου τὸν μονήρη ποθήσας βίον, σὺν τῇ γαμετῇ καὶ τοῖς τέκνοις ἀπεταξάμην
τῷ κόσμῳ, ὡς οὐδέ σε διέλαθεν, εὐχαριστῶν τῷ θεῷ, καὶ τῷ ἁγίῳ γέροντι.Ϡ»
103. ἄλλος δέ τις τῶν μαθητευσάντων τῷ θεοσόφῳ γέροντι, διηγούμενός μοί τι, τῶν
θαυμάτων τοῦ νομοθέτου Μωϋσέως οὖχ ἧττον, φησί· «φοβεροῦ ποτε καύματος θερινοῦ καιροῦ
διϊππεύοντος, μετά τινων τῶν πατέρων σὺν τῷ θαυμασίῳ ἐπιστάτῃ ἐπὶ τὴν ἔρημον ἐπορεύθημεν
ἀναφορέας [λεγε· ἀμφορέας ?] πλήρεις ὑδάτων βαστάζοντες, ὧν δαπανηθέντων, εἰς ἔσχατον
ἐληλύθαμεν δίψος, ὑφ᾿ οὗ πάνυ καταπονηθέντες, καὶ σχεδὸν λιποθυμήσαντες, τοῦ ὑδατώδους
τόπου σφόδρα πορρωτάτω ὑπάρχοντος, ἠβουλήθημεν ὀξυτάτῳ χρήσασθαι δρόμῳ, ἴσως ἂν
ὀψὲ φθάσαντες ἐμφορηθῶμεν τοῦ νάματος, καὶ τὴν ἀλγεινῶς συνέχουσαν ἡμᾶς δίψαν ἰασάμενοι·
ἀλλ᾿ οὐ δ᾿ ἂν ἐκείνῃ τῇ ἡμέρᾳ
[545Ε] κατηντήκαμεν τὰ ὕδατα, εἰ καὶ μόνον οὐχὶ γεγόναμεν ὀρνέων ταχύτεροι. διὸ
θεασάμενος ἡμᾶς ὁ φιλόστοργος ἐπιστάτης, καὶ ὑπὸ τοιούτου δεδαμασμένους καὶ τετηκότας
ἀγῶνος, τὴν μὲν φλόγα τῆς δίψης ἀπαύστως ἰσχνοτάταις αἰτουμένους αὐδαῖς καὶ προσεπικλήσεσιν
εὐσπλαγχνίσθη, καὶ ᾤκτειρε, καὶ εἶπε· Ϡμὴ ἀθυμήσετε, πνευματικὰ τέκνα, ὅτι ὁ πάλαι
τῷ Ἰσραηλίτι λαῷ διψῶντι διὰ τῆς Μωσαϊκῆς ῥάβδου πηγάσας ἐκ τῆς πέτρας ὕδωρ, αὐτὸς
καὶ νῦν ὑμῖν πηγάσει,
καὶ διψῶντας ποτίσει ὑμᾶς, καὶ θεραπεύσει ἐκ τῶν πηγῶν τῆς αὐτοῦ φιλανθρωπίας.Ϡ
104. καὶ ταῦτα λαλήσας ἔστη, καὶ καθ᾿ ἑαυτὸν ηὔξατο, καὶ τῷ ἄκρῳ τῆς ῥάβδου αὐτοῦ
τὴν γῆν πατάξας, ἐκέλευσεν ἡμῖν ξύσαι. ἡμῶν οὖν παραδραμόντων, καὶ μικρὸν ταῖς τῶν
ὀνύχων ἀκώκαις ξυσάντων, ἔβλυσε νάμα τηλαυγὲς καὶ πότιμον, ἐξ οὗ πεπωκότες, καὶ
τὴν δίψαν ἀφέντες, τῇ ἐφεξῆς ἡμέρᾳ ἀνεκομίσαμεν, ἐκεῖθεν νέαν πηγὴν ναίουσαν ἐάσαντες.
μετ᾿ οὐ πολλὰς δὲ ἡμέρας τις τῆς ἐρήμου συνήθης ἡμῶν, ἐν τῇ λαύρᾳ ὄντων, ἀφίκετο,
ἀγγέλλων καὶ λέγων· διὰ τόπον παρῆλθον, ὃν πλειστάκις κατάξηρον ὄντα πεπάτηκα, νυνὶ
δὲ ξένην ἐν αὐτῷ πηγὴν [545Φ] εὕρηκα, τερπνὸν ῥέουσαν ὕδωρ, καὶ ἐξέστην ἐπὶ τῷ
παραδόξῳ ῥεύματι· ἄλλο δὲ οὐδὲν ὑποτοπάσαι δεδύναμαι ἢ ὅτι τινὸς τῶν ἁγίων διψήσαντος
καὶ εὐξαμένου, ἐξέβλυσε, καὶ ἐδόξασα τὸν θεόν· ᾧ καὶ ἡμεῖς οἱ τοῦ θαύματος τρυφηταὶ
καὶ ἐπόπται καὶ ἵστορες χάριν καὶ δοξολογίαν ἀνεπέμψαμεν, τῷ τοὺς ἁγίους αὐτοῦ θαυματουργοὺς
ἀποτελοῦντι.
105. ἀνὴρ Ἱεροσολυμίτης, ἐλλογικὸς [λεγε· ἐλλόγιμος] τῶν ἐμφανῶν καὶ ἐντίμων γερόντων,
ἀρχιδιάκονος ὑπάρχων τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως, καὶ δευτεράριος
τοῦ ζωοποιοῦ Κρανίου, διηγήσατό μοι τινὰ διηγήματα, ἅπερ αὐτὸς ἰδίοις ἱστόρησεν
ὀφθαλμοῖς· φίλος γὰρ συνήθης ὑπῆρχε τοῦ θαυμασίου γέροντος. καί φησι ὅτι, «τις τῶν
ἡμετέρων συγκληρικῶν ἀρχιπρεσβύτερος, Γεώργιος ὄνομα αὐτῷ, ἔσχε πατέρα πολυκτήμονα,
χρυσὸν πλουτοῦντα πολύν. οὗτος δέ ποτε ἐπὶ τὰ μέρη Δαμασκοῦ ἀποδημήσας τοῦ βίου
πρὸς κύριον ἐξεδήμησε, μηδὲν διαθέμενος· ἦν δὲ πᾶν τὸ χρυσίον αὐτοῦ ὑπὸ τὴν γῆν
κεχωσμένον ἐν διαφόροις ἀποκρύφοις κευθμῶσιν, οὓς οὐκ ἐγίνωσκεν ἄλλος, εἰ μὴ μόνος
ὁ κρυφίων γνώστης θεός. τούτου δὲ τὴν τελευτὴν ἀκούσας ὁ υἱὸς ἀγωνίᾳ καὶ λύπῃ συνείχετο,
[546Α] καὶ οὐ μόνον τὴν πατρικὴν ἀπεκλαύσατο καὶ ἐπένθυνε [λεγε· ἐπένθησε ?] στέρησιν,
καὶ τὴν ἑαυτοῦ ὀδυνηρὰν ὀρφανίαν, ἀλλὰ καὶ τὴν τῶν χρημάτων ἀπώλειαν· εἰς οἵαν λογιζόμενος
ἔμελλε λήξιν πενίαν τε καὶ ταλαιπωρίαν. πολλῶν μὲν οὖν παρηγορούντων αὐτῷ, οὐ παρηγορεῖτο·
μεῖζον γὰρ τῆς παρηγορίας ἀμφοτέροθεν εἴχετο κατώδυνον σύμβαμα.
106. ὕστερον δὲ ἀρίστῃ φιλικῇ παραινέσει καὶ εὐνοίᾳ πεισθέντι συνεπορεύθην αὐτῷ
πρὸς τὸν χαριτόπνευστον γέροντα, ὃς φιλοφρόνως ἡμᾶς ὑποδεξάμενος, ἐπυνθάνετο, τί
ἂν εἴη τοῦ σκυλμοῦ τὸ αἴτιον. ὁ δὲ θεοφιλὴς Γεώργιος ἐλεεινῶς ὀδυρόμενος, τὴν δίπλην
αὐτοῦ πικροτάτην συμφορὰν κατέλεξεν, ἀξιῶν αὐτὸν διδάξαι διὰ τῆς οἰκείας θεοσδότου
χάριτος, ποῦ τὸ πατρῶον χρυσίον κεκρυμμένον κατάκειται. ὁ δὲ γέρων, Ϡἀγαπητέ, μὴ
κλαῖε,Ϡ φησί, Ϡτοῦ πατρός σου τὸν θάνατον· κοινὸν γὰρ τοῦ θανάτου τὸ ποτήριον, καὶ
ἡ ὁδὸς ἀπαραίτητος· περὶ δὲ τῶν χρημάτων, εἰ βεβαίας ἕξεις ἐλπίδας εἰς τὸν θεόν,
τὸν τῆς ζωῆς χωρηγόν, καὶ τροφέα, οὐκ ἐλαττωθήσῃ παντὸς ἀγαθοῦ. ὁμῶς [λεγε· ὅμως
?] δὲ πόσα προθυμῇ διδόναι τῷ θεῷ, εἰ εὕροις τοὺς πατρικοὺς θησαυρούςϠ Ϡὅσα κελεύεις,Ϡ
ἔφη, Ϡκαὶ
[546Β] προθυμοῦμαι δοῦναι τὸ ἥμισυ.Ϡ ὁ δὲ γέρων· Ϡμὴ τὸ ἥμισυ, ἀλλὰ μόνον πέντε
χρυσίνους ὅρισον τοῖς πτωχοῖς.Ϡ τούτους τοίνυν αὐτοῦ τοῖς πένησι ὁρίσαντος, εἶπεν
αὐτῷ ὁ καλόγηρος, ποιήσας σύναξιν κᾀκεῖθεν μυηθεὶς γνωστικῆς ἐλλάμψεως· Ϡβαθμίδας
ἔχετε ἐν τῇ ὑμετέρᾳ αὐλῇ κατὰ τοιόνδε τὸ μέρος ἀνάγουσας· ψηλαφήσας οὖν περὶ τὰς
ἄκρας αὐτῶν, ἐκεῖ ἐν τῷδε τῷ τόπῳ εὑρήσεις τινὰ ἱκανά. λαβὼν δὲ εὐχαρίστει τῷ θεῷ,
καὶ ἀπόδος ἃ διέστειλαν τὰ χείλη σου.Ϡ
107. ἡμῶν οὖν μετὰ χαρᾶς ἐπανελθόντων, ὁ Γέωργιος οἴκαδε πορευθεὶς καὶ ἀναζητήσας
εὕρεν οὕτως, ὥσπερ ὁ γέρων εἶπεν. μετ᾿ ὀλίγον δὲ καιρὸν ταῦτα δαπανήσας πλεῖστα
λίαν ὑπάρχοντα, μηδαμῶς τελέσας τὴν ὑπόσχεσιν, πάλιν ἀφίκετο πρὸς τὸν γέροντα, ἐμοῦ
συνοδοιποροῦντος αὐτῷ. εὐμενῶς οὖν ἡμᾶς ὁ γέρων προσηκάμενος, ἐπύθετο τὴν χρείαν
ἥτις ἡμᾶς τότε εἰς τὴν λαύραν ἐλθεῖν κατήπειξεν. ὁ δὲ Γεώργιος· Ϡἅγιε πάτερ, ἃ τὸ
θεῖον διὰ τῆς σῆς ἁγιότητος ἡμῖν ἀπεκάλυψεν, αἱ πυκνῶς ἐπισυμβαίνουσαι βιωτικαὶ
δαπάναι ἀφανῆ κατεσκεύασαν· ἀλλὰ δυσωπῶ τὴν σὴν εὐμένειάν τε καὶ ἐπιείκειαν γνωρίσαι
[546Χ] ἡμῖν, ποῦ κεῖνται τὰ λοιπά.Ϡ ὁ δὲ μειδιάσας ἠρώτα· Ϡἀπέδωκας τῷ θεῷ τὰς εὐχάς
σουϠ ὁ δέ· Ϡοὐχί, πάτερ, ἀλλὰ ἀποδώσω.Ϡ καὶ ὁ πρεσβύτης, ὑπὸ τῆς ἐνοικούσης αὐτῷ
πολλῆς εὐσπλαγχνίας κινηθείς, καὶ τὴν θεϊκὴν ἐκτελέσας λειτουργίαν, καὶ θείᾳ φωταγωγηθεὶς
χάριτι, πρὸς αὐτὸν εἶπεν· Ϡεἰς τὸ ὑμέτερον εἰσελθὼν ἐργαστήριον, ἆρον τὴν θυμιάματος
θυῖαν· εὑρήσεις δὲ ἐκεῖ θησαυρὸν πολὺν κατακείμενον. εἰληφὼς τοίνυν εὐχαριστίαν
ἀνάπεμψον τῷ θεῷ, καὶ πλήρωσον, ἅπερ ἐπηγγείλω.Ϡ ὁ δὲ κατὰ τὴν θεοδώρητον τοῦ γέροντος
διόρασιν εὑρηκὼς νομίσματα πάμπολλα, μετὰ βραχύν τινα χρόνον δεδαπάνηκεν αὐτά, μηδὲν
διανείμας πτωχοῖς, ὡς ὑπέσχετο.
108. ἐν ἀπορίᾳ δὲ καὶ τῶν ἀναγκαίων γεγονώς, προσέφυγεν ἔτι τῷ μακαρίῳ γέροντι,
παρακαλῶν αὐτὸν φανερῶσαι, εἴ τι τῶν πατρώων κειμηλίων κρυπτὸν ὑπολέλειπται. ὁ δὲ
γέρων ἔφη πρὸς αὐτόν· Ϡδέδωκας τοῖς πτωχοῖς, ἅπερ ὑπέσχουϠ ὁ δὲ εἶπεν· Ϡσυγχώρησον,
πάτερ, ἐπειδὴ οὐκ ἐποίησα.Ϡ ὁ δὲ γέρων, θαυμαστῶς ἔχων, ἀπεκρίνατο· Ϡἄγαμαί σε τῆς
ἀναισθησίας, Γεώργιε. πῶς οὐ δέδεικας τοῦ τε Ἀνανίου καὶ τῆς Σαπφείρας τὸ ὑπόδειγμα,
τῶν κακῷ τιμωρηθέντων θανάτῳ, ὡς ψευσαμένων τῷ
[547Δ] πνεύματι τῷ ἁγίῳ καίτοι γε ἐκείνων τὰ πλεῖστα μὲν προσενηνοχότων, μέρος δέ
τι ἐλάχιστον ἀποκρυψαμένων· σὺ δὲ τὸ πᾶν ἀπεκράτησας. ὕπαγε τοῦ λοιποῦ, ὕπαγε· οὐκ
ἠθέλησε γάρ σε τὸ θεῖον πλούτου περιουσίᾳ κομᾷν.Ϡ ἀλλὰ δὲ πολλὰ θαύματος ἄξια παρὰ
τοῦ θαυμασίου γέροντος τεθέαμαι, ἅπερ διηγησάμην ἂν εἰ μὴ τὸ μῆκος ἐδεδείην τῆς
λέξεως· κόρος γὰρ λόγου πολέμιος ἀκοαῖς· ὅμως δὲ τῶν πλειόνων ἔτι με βιάζετε τὴν
πολυλογίαν φυγόντα πάλιν λαλεῖν.
109. ἀπειλῆς ποτὲ διαγράφου τυραννικῶς ἡμῖν ἐπικειμένης, ὁ τηνικαῦτα κρατῶν ἠνάγκασέ
με τοὺς φόρους ἀπαιτῆσαι· ἦν δέ τις τῶν ἀδελφῶν ὑπηρέτης καὶ ἀποκρισιάριος τῆς πολιτικῆς
κοινότητος. φόβῳ καὶ τρόμῳ συνέχομαι διεξιὼν ἅμα καὶ ἐννοῶν τὸ ἀγνώστως διὰ τούτου
προσγέγονός μοι παράπτωμα· ἀλλ᾿ ἵλεως εἴη μοι ἡ θεαρχικωτάτη δίκη, τῇ ἀγνοίᾳ μου
χαρισομένη τὴν ἄφεσιν. τοῦτον τὸν ἀποκρισιάριον τῆς ἐν χερσὶν ὑπηρεσίας περιφρονήσαντα,
καὶ εἰς πολλὰς ἐξοκέλλοντα ἀταξίας, ἠβουλήθην ἐκφοβῆσαι ἕνεκεν τῆς ἑαυτοῦ σωτηρίας,
φίλος γὰρ ἦν μοι, καὶ
[547Ε] ἐκέλευσα ἁπλωθῆναι αὐτόν, καὶ λάθρα νενευκὼς μίαν πληγὴν δαρῆναι, ἐχρησάμην
πρὸς αὐτὸν ἀπειλητικῇ φωνῇ ἐπαγγελλόμενος τὸν οἰκεῖον αὐτοῦ ἐξαποτετικέναι διάγραφον.
ὁ δὲ παραυτὰ δραμών, τῆς ἐν Χριστῷ ὁμολογίας ἀποστάτης ἐγένετο τῇ ἓξ καὶ δεκάτῃ
τοῦ Φεβρουαρίου μηνός· τῆς ἐπελθούσης μοι τότε λυπηρᾶς ἀθυμίας, καὶ λυπηρῶς μένω,
μὴ ἐσχηκέναι ἐντεῦθεν ἁμάρτημα.
110. μετ᾿ οὐ πολὺν οὖν καιρὸν ὁ διορατικὸς γέρων ἐπιστέλλει πρὸς τὴν ἐμὴν οὐθενότητα,
λέγων· Ϡπαρακεκλήσθω ἡ ὑμῶν θεοσέβεια ἕως ἡμῶν γενέσθαι· ἔχομεν γὰρ ἀναγκαῖά τινα
ἀνατεθηκέναι αὐτῇ, ἅπερ διὰ συλλαβῶν δεδηλωκέναι ἀμήχανον· τῇ ἓξ καὶ δεκάτῃ γὰρ
τοῦ Φεβρουαρίου μηνὸς ἁμαρτίαν μεγάλην ἡμάρτηκας τῷ κυρίῳ, ὃς ἵλεως γένηται καὶ
σοὶ καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως.Ϡ δεδεγμένος οὖν τὰ
ἱερὰ τοῦ γέροντος γράμματα, ἐπὶ τοῖς εἰρημένοις καταπλαγείς, εὐθέως ἀντέγραψα· Ϡκατέπληξάς
με, θαυμαστὲ πάτερ, ἐφ᾿ οἷς ἐχάραξας· ἐμαυτὸν γὰρ οὐκ οἶδα τὴν καινοτέραν ταύτην
δεδρακότα πλημμέλειαν. εἰ καὶ ταῖς ἀμπλακίαις
[547Φ] ἐξ ἀεὶ βεβυθισμένος καθέστηκα, καὶ ταῖς ἀνομίαις δεδουλωμένος, ἀλλ᾿ οὐκ ἂν
νῦν μὴ ἐρχόμενος πρός σε μεμένηκα, εἰ μὴ ταῖς πολυπλόκοις συραῖς [λεγε· σειραῖς]
τῶν καιρίων καὶ χρειωδῶν πραγμάτων πεπέδημαι· ἀλλὰ μᾶλλον ἡ σὴ ὑψηλὴ συγκατάβασις,
τὸν ἑαυτῆς μιμουμένη δεσπότην, τὸν ἁμαρτωλοὺς ἐληλυθότα ἀνασώσασθαι, δυσωπηθήτω
σκυλῆναι πρὸς ἡμᾶς, τοὺς τῷ βορβόρῳ τοῦ βίου ἰλυσπωμένους, καὶ τῇ ὕλῃ τῶν κοσμικῶν
φροντίδων βεβαρυμένους, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἠμαυρωμένους, κᾀκεῖθεν ἑαυτοὺς
τυχὸν ἀγνοῆσαι τοὺς τουτονὶ πεποιηκότας τὸ πλημμέλημα, οὓς οὖν ταχὺ κατέλαβε, καὶ
σῶσον τὴν ἐμὴν ἐλεεινίαν. ἔρρωσο.Ϡ
111. ὁ δὲ τοιούτοις ἀντιγράφοις ἠμείβετο, καί φησι· Ϡτὴν συνέχουσάν με τοῦ γήρως
ἐποίκτιστον ἀδυναμίαν οὐκ ἀγνοεῖς, θεοφιλέστατε. ὅμως δὲ εἰ καὶ τῷ γήρᾳ συνέχομαι,
ἀλλά γε τάχιον οὐκ ὀκνήσω ἐλθεῖν τῇ τοῦ θεοῦ βοηθείᾳ νευρούμενος.Ϡ μετ᾿ ὀλίγας οὖν
ἡμέρας παραγενόμενος, ἰδίᾳ καὶ χωρὶς εἶπε πρός με· Ϡτῶν θείων γραφῶν καὶ διδασκαλικῶν
παραινέσεων ἐπί σου καθ᾿ ἑκάστην ἡμέραν ἀναγινωσκομένων, ὡς τῆς ἐκκλησίας γνησίου
τέκνου τυγχάνοντος, καὶ τῶν συνοδικῶν κανόνων κωλυόντων πάντα κληρικὸν τοὺς ἐξουσιαστικοὺς
μετέρχεσθαι νομούς (οὐ γὰρ δεῖ
[548Α] τὰ θεῖα τοῖς ἀνθρωπίνοις καταμίγνυσθαι, καὶ τὰ οὐράνια τοῖς γηῒνοις συμφύρεσθαι,
καὶ τὰ πνευματικὰ τοῖς σαρκικοῖς, καὶ τὰ ἱερατικὰ τοῖς κοσμικοῖς συγχέεσθαι), ὤφειλες
ποιῆσαι ὅπερ πεποίηκας ἁμαρτίαν γὰρ μεγάλην ἐνώπιον κυρίου ἥμαρτες, ἐκείνῳ τῷ ποτε
ἀδελφῷ δοὺς ἀφορμὴν τῆς χριστιανότητος ἀφίστασθαι, καὶ τὴν ἰδίαν ψυχὴν ἀπολέσαι,
ὑπὲρ ἧς ὁ Χριστὸς ἀπέθανε.
112. λέγω δή σοί τι παράδοξον, ἵνα γνοὺς τοῦ τραύματός σου τὸ μέγεθος τὴν ἁρμόζουσαν
ἐπιζητήσεις θεραπείαν· ὥσπερ γὰρ τῶν σωματικῶν παθημάτων πολλαὶ διαφοραὶ διαφόροις
θεραπείαις καὶ φαρμακοποσίαις περιποιούμεναι, οὕτω καὶ τῶν ψυχικῶν νοσημάτων ὑπάρχουσιν
ἄλλοις ἄλλως νοητοῖς φαρμάκοις θεραπευόμεναι. πρὸ ὀλίγου διαφανούσης τῆς ἁγίας Κυριακῆς
ἐγενόμην ὡς ἐν ἐκστάσει, καὶ θεωρῶ ἐμαυτὸν ἐν τῇ ἁγίᾳ Ἀναστάσει. ἐκεῖ οὖν εἰσελθών,
καὶ τὸ ζωοδῶρον τοῦ θεοῦ λόγου προσκυνήσας σημεῖον, ἐπορεύθην κατὰ τὸν τύπον εἰς
τὸ ἅγιον Κρανίον, καὶ βλέπω τὸν θεοφόρον
[548Β] μητροπολίτην τῆς πανευδαίμονος Ἐμέσης λευχειμόνως ἑστῶτα, καὶ δύο ἀγγέλους
ἀσπροφοροῦντας ἑκατέρωθεν· σὲ δὲ παντελῶς μὴ ἰδών, πρὸς αὐτοὺς εἶπον· ῾ποῦ ἐστιν
ὁ ἐμὸς φίλος δευτεράριος· οἱ δὲ ἱταμῶς καὶ ὀργίλως ἀπεκρίθησαν· ῾ἐκεῖνον ἀπολεῖ
κύριος καὶ πάντα τὸν οἶκον αὐτοῦ, ἐπειδὴ τῇ ἓξ καὶ δεκάτῃ τοῦ Φεβρουαρίου μηνὸς
διὰ τῶν χειρῶν αὐτοῦ ψυχὴ χριστιανὴ ἀπώλετο, τὴν πίστιν ἡμῶν ἀθετήσασα.'
113. ἐγὼ δέ· ῾μή, κύριοι,᾿ ἔφην, ῾μὴ ἔστω τοῦτο· ἀλλὰ πρεσβεύσατε τὸν ἐπὶ ταύτῃ
τῇ ζωοποιῷ πέτρᾳ τῷ σταυρῷ προσηλωθέντα, καὶ λύτρον ἑαυτὸν δόντα τῷ θανάτῳ ὑπὲρ
τῆς ἡμῶν ἀπολυτρώσεως, καὶ πᾶσαν τὴν γῆν τῷ τῆς θεαρχικῆς αὐτοῦ πλευρᾶς ἐκρεύσαντι
θείῳ αἵματι ἐκπλύναντα, ἵλαον αὐτὸν γενέσθαι, καὶ τὴν ψυχὴν αὐτοῦ σῶσαι.᾿
καὶ ἄρας τοὺς ὀφθαλμούς μου πρὸς κύριον, ἔντευξιν καὶ ἱλασμὸν ὑπέρ σου πεποίηκα,
εἰπών· ῾φιλάνθρωπε καὶ πολυέλεε κύριε, ὁ μὴ θέλων τὴν ἀπώλειαν τῶν ἀνθρώπων, ἀλλὰ
τὴν ἐπιστροφὴν καὶ τὴν ζωήν· ὁ τῶν Νινευϊτῶν δεξάμενος τὴν μετάνοιαν, καὶ τοῦ Ἐζεκίου
τὸν κλαυθμόν, καὶ τοῦ Μανασσῆ τὸν στεναγμόν, καὶ Δαβὶδ τὴν ἐξομολογίαν, καὶ Πέτρου
τὰ δάκρυα, καὶ τὸν ἐπὶ σταυροῦ
[548Χ] ληστὴν διὰ πιστοῦ ῥήματος σώσας, καὶ αὐτῷ τὴν εἴσοδον τοῦ παραδείσου δωρησάμενος,
πρόσδεξαί μου ταύτην τὴν αἴτησιν ὑπὲρ τοῦ δευτεραρίου, καὶ χάρισαί μοι αὐτόν, εἰ
καὶ ἀνάξιός εἰμι χάριτος· ἀλλ᾿ οὖν διὰ τὸ ἀδιήγητον τῶν οἰκτιρμῶν σου βάθος, καὶ
τὸ τῆς σῆς εὐσπλαγχνίας ἄφατον πέλαγος, καὶ τῇ τῶν παρόντων ἁγίων ἀγγέλων καὶ τούτου
τοῦ σοῦ πανευαγοῦς ἀρχιερέως πρεσβείᾳ, σῶσον αὐτόν, καὶ σαγήνευσον πρὸς ἑαυτόν,
καὶ ἄξιον ταύτης τῆς ἱερᾶς ἀπέργασαι στάσεως, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα
ἀνθρώπων εἰς μετάνοιαν· καὶ πρέπει σοι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.'
114. καὶ ταύτην τὴν αἴτησιν ἐμοῦ περί σου πεποιηκότος, καί, ῾ἰδού, ἐχαρίσατό σοι
αὐτόν,᾿ οἱ ἅγιοι ἔφησαν ἄγγελοι· ἀλλ᾿, ὦ ἀγαπητὲ δευτεράριε, μετανόησον, καὶ τὴν
καρδίαν σου τοῖς δάκρυσι ἀπόπλυνον· οὐ γὰρ διὰ τὴν ἀξίαν μου ὁ θεὸς ἐφανέρωσέ μοι
ταῦτα· ἀλλὰ διὰ τὴν σὴν σωτηρίαν. οὐκοῦν κλαῦσον καὶ ἐξευμένισαι τὸ θεῖον, καὶ καρποφόρησον
καρποὺς ἀξίους τῆς σῆς λειτουργίας, καὶ ἅγνισόν σου τὴν καρδίαν· ἐὰν γὰρ μὴ οὕτω
ποιήσῃς, ἔτι παροργίσεις τὸν θεόν.Ϡ ἐγὼ δὲ λίαν ἐπὶ τῇ τοῦ γέροντος παραινέσει κατανυγεὶς
καὶ κλαύσας πικρῶς, εἶπον· Ϡεὔχου, ὦ πάτερ, εὔχου, καὶ ἐκτενέστερον ὑπὲρ τῆς
[549Δ] ἐμῆς ἀθλιότητος εὔχου, ἵνα τύχω παρὰ κυρίου τῆς τῶν ἡμῶν ἁμαρτημάτων τε καὶ
ἀγνοημάτων ἀφέσεως.Ϡ» οὕτω δὲ καὶ τὰ τοιαῦτα σαφῶς ἰδών, καθ᾿ ὧν ὁ ἀρχιδιάκονος
καὶ δευτεράριος ἐξηγήσατο, κᾀγὼ ἀκριβῶς συνεγραψάμην.
CAPUT Ξ
[549Χ]
115. ταῦτα μὲν δὴ ἅπαντα παρὰ πολλῶν συλλεξάμενος ἀξιοπίστων ἀνδρῶν, συνεγραψάμην
ὁ πενιχρὸς ἐγὼ καὶ χαμαίζηλος Λεόντιος· ἃ δὲ ἱστορικῶς τεθέαμαι καὶ ὧν αὐτήκοος
ἐγενόμην, συγγραψόμενος ἥκω. ἐσχάτως γὰρ τούτῳ τῷ γέροντι πρὸ τῆς ἐνθένδε ἱερᾶς
αὐτοῦ μεταστάσεως τετραέτη χρόνον ἐμαθήτευσα· πῶς δὲ καὶ ποίῳ τρόπῳ, συντετμημένως
ἐρῶ.
[550Α]
116. τὴν πατρώαν καταλιπὼν πόλιν, τὴν πανευδαίμονα Δαμασκόν, τὴν ἁγίαν Ἱερουσαλὴμ
κατήντησα κατὰ τὸν καιρὸν τοῦ σωτηριώδους πάσχα. λυθείσης οὖν τῆς πανηγύρεως, τὴν
μεγίστην λαύραν τοῦ ὁσίου πατρὸς ἡμῶν Σάβα κατέλαβον, κᾀκεῖσε τὴν κεφαλὴν ἀποκειράμενος,
παραδέδωμαί τινι τῶν πατέρων τῆς αὐτῆς λαύρας ὑπὸ τοῦ ἡγουμένου διακόνῳ ὑπάρχοντι,
ὅπως ἐκδιδάξῃ με μοναχικὴν πολιτείαν. παραμείναντος οὖν μου ἐπὶ μίαν ἑβδομάδα, ἢ
καὶ σμικρῷ πλεῖον, ἰδιώτου καὶ λίαν τῶν θείων γραφῶν ἀπείρου τυγχάνοντος, αὐτίκα
προκατήρξατο τιτρώσκειν με τοῖς κακίστοις αὐτοῦ βέλεσιν ὁ τῆς βλασφημίας ὀλέθριος
δαίμων· ὑφ᾿ οὗ νοερῶς καὶ ἀοράτως τιτρωσκόμενος ὠδυνόμην, ὀδυρόμενος, ὡς τοὺς ἀσελγεῖς
λογισμοὺς καὶ αἰσχρὰς ἐπιθυμήσεις ἐκ τῆς ἑαυτοῦ ψυχῆς ἀναφύεσθαι μόνης οἰόμενος.
ὁπηνίκα δέ με ἀγωνιῶντα καὶ λυπούμενον ἴδεν [λεγε· εἴδεν] ὁ δεινὸς πολεμήτωρ, πολὺ
μειζόνως ἔσπευδε τὰ τῆς θλίψεως καὶ ἀγωνίας κατ᾿ ἐμοῦ διεγείρειν ἀλλεπάλληλα κύματα,
μάλιστα γνοὺς τῆς πρὸς αὐτὸν πάλης τε καὶ μάχης οὔπω μεμυημένον ὑπάρχοντα· οὐ γὰρ
ἔφερέ με, τῆς αὐτοῦ στρατείας καὶ ὑπηρεσίας ἀποδράντα, καὶ κατ᾿ αὐτοῦ στρατεύεσθαι
ἐπιχειρισάμενον· ἀλλὰ
[550Β] παντελῶς οὐκ ἀφών με μιᾶς ὥρας ἔχειν ἡσυχίαν καὶ ἄνεσιν, ὥστε με ἐπέλασε,
καὶ ἐπὶ τὴν τῆς ἐμαυτοῦ σωτηρίας ἀπόγνωσιν φυσικοὺς ὑποβάλλων λογισμούς, ἐμαυτὸν
ἀποκτεῖναι παροτρύνων.
117. ὅθεν ἐπένθουν, καὶ πολλὴν κατέχεον δακρύων ῥοήν, τὴν ἐμὴν ταλανίζων ἀπόνοιαν·
ἧς ἐκτραπῆναι βουλόμενος, νηστείᾳ καὶ δίψῃ, ἀγρυπνίᾳ τε καὶ χαμευνίᾳ λίαν ἐμαυτὸν
ἐδάμαζον, εὐχόμενος ῥυσθῆναι τούτων τῶν χαλεπῶν ἐνθυμήσεων· ἄμεινον ᾠήθην ἐγκρατείᾳ
τήξει σωματικῇ χρᾶσται [λεγε· χρᾶσθαι], ἢ βλασφημεῖσθαι ὑπ᾿ ἐμοῦ τὸ τοῦ θεοῦ πανάγιον
ὄνομα. ἀλλ᾿ οὐδὲν ἐντεῦθεν τάλας ἐγὼ ἐξήνεγκα κέρδος, ἐκτήξας μου τὴν σάρκα πᾶσαν,
τοῖς ἀνέμοις συμφερόμενος ὡσεὶ καλάμη κατάξηρος· ἀλλὰ μᾶλλον καὶ μᾶλλον ἐπολεμούμην
ὑπὸ τοῦ παγκάκου δαίμονος, καὶ πλειοτέραις ἐνέπιπτον ἀνίαις καὶ θλίψεσι, μόναις
ταῖς τῶν δακρύων ῥοαῖς παρηγορῶν μου τὰ πολύκλονα τῆς ψυχῆς πάθη καὶ βαθέα τραύματα.
οὔτε γὰρ τοσοῦτον ἐκεῖνος ὁ τοῖς λῃσταῖς περιπεσὼν τετραυμάτισται, ὅσον ἐτραυματιζόμην
ταῖς δαιμονικαῖς προσβολαῖς, καὶ ταῖς τῶν ἁμαρτημάτων τε καὶ
[550Χ] τῶν βλασφημιῶν πυκναῖς ἀκίσιν, ὑφ᾿ ὧν πολλάκις νυττόμενος κατὰ τὸν συνήθη
τῆς ψαλμωδίας καιρόν, μεμονωμένος στιβαρῶς καὶ ἀφειδῶς ἐπάτασσον τῇ γῇ τὴν κάραν,
εἴ πως ἀλγήσας, διὰ τοῦ ἄλγους βραχείας μετάσχω γαλήνης λογισμῶν, καὶ ἀτάραχόν μου
τὴν εὐχὴν ἐκτελέσω.
118. ἀλλ᾿ ἐξεπίπτον τῆς ἐλπίδος, καὶ ἀνηνύτως ἐκοπίων· καὶ πεισάτω πάντας ὑμᾶς ἡ
ἀλήθεια, ὅτι πλειστάκις ἐν κρημνώδεσιν ἐμβεβηκὼς χώραις ἐσκεπτόμην ἐμαυτὸν ὕψωθεν
χαμαὶ κατὰ κορυφὴν ἀπορρίψαι, προῃρούμην γὰρ φόνῳ τοῦ βίου κακῶς ὑπεξελθεῖν ἢ ζῆν
τῆς θεοσεβείας καὶ ἀρίστης πολιτείας ἐκτός· τὸ αὐτὸ δὲ καὶ λάκκῳ παρεστηκὼς ἐφρόνουν
ποιεῖν· ἀλλὰ καὶ μάχαιραν κατέχων, ἐμαυτὸν κατὰ γαστέρα ἐκκενθῆσαι [λεγε· ἐκκεντῆσαι]
προεθυμήθην. διενοούμην γὰρ τὰ βέβηλα καὶ ἄπιστα τῶν ἀθέων πάθη, καὶ τὸν τῶν αἱμοβόρων
λῃστῶν καὶ φιλοπόρνων καὶ πάντων κακίας ἐχομένων ὅμιλον ὑπὲρ ἐμὲ διάγειν, καὶ βιοῦν
καλῶς, ὥστε καὶ τοὺς τοιούτους ἐμακάριζον, ἀφρόνως ἐρῶν ὅτι εἰ καὶ τοιοῦτοι τυγχάνουσιν,
ἀλλά μου πρὸς θεὸν διαφέρουσιν, ὑπὲρ τὸν ἄζωτον [λεγε· ἄσωτον] ἐκεῖνον ἀζώτως [λεγε·
ἀσώτως] λογιζομένου καὶ βιοῦντος, καὶ ταῖς ἀκαθάρτοις ἐνθυμήσεσι τὴν θείαν ἐν ἐμοὶ
ἀχρειοῦντος εἰκόνα· αὐτῷ γὰρ τῷ βλασφήμῳ Σατανᾷ ἐξισώθην, ὅθεν καὶ τὴν
[551Δ] ἀποκειμένην αὐτῷ καὶ τοῖς ὑπηρέταις αὐτοῦ ἀπεξεδεχόμην αἰώνιον κόλασιν· ἧς
γένοιτο πάντας ἡμᾶς ῥυσθῆναι↙ καὶ οὕτως διέμεινα διετῆ χρόνον, παρὰ τρεῖς ἢ τέσσαρας
μῆνας, ἕως τῆς ἐμῆς καρδίας ὁ τόνος ἐξέλιπε, καὶ μέρος τῆς ὄψεως ὑπὸ τῆς τῶν πολλῶν
δακρύων θερμότητος ἐξεκάη.
119. τότε τοιγαροῦν τῆς συνεχούσης με τῶν ἐναντίων λογισμῶν ἀπαλλαγῆναι καμίνου
σφοδρῶς ἐπιθυμῶν, ἄλλον ἐκομισάμην ἐπιστάτην, τὸν κατὰ καιρὸν ἐγκαταλείψας, καίπερ
ἐκάστοτε νουθετούμενος ὑπ᾿ αὐτοῦ καὶ πνευματικῶς διδασκόμενος. μιᾷ δὲ τῶν ἡμερῶν
τοῖς ψυχωφελέσι πατερικοῖς ἐντυγχάνων βιβλίοις, εὗρον περιοχὴν τοῦ ἀββᾶ Ζήνωνος,
περί τινος ἐξαγγελοῦσαν ἀδελφοῦ, ὅτι τι τῶν τοιούτων καὶ αὐτὸς πεπονθώς, ἐπορεύθη
πρός τινα ἅγιον γέροντα, καὶ τὸ ἴδιον ἐξαγορεύσας πάθος, ὑπὸ τοῦ θεοῦ τῶν ψυχῶν
καὶ σωμάτων ἰατροῦ παραυτὰ αὐτοῦ τελείας ἐπέτυχε θεραπείας, ἧς κᾀγὼ τυχεῖν ἐφιέμενος,
πρὸς τὸν ἅγιον Στέφανον ἐπορεύθην, ἐξ ἀκοῆς οὐκ ἐξ αὐτοπτικῆς πείρας εἰς αὐτὸν πίστιν
κεκτημένος, λαβὼν
[551Ε] παρὰ τοῦ ἐμοῦ ἐπιστάτου μήνυσιν. ἐλθὼν οὖν πρὸς αὐτὸν τὸν ἅγιον Στέφανον,
καὶ τῆς τῶν κατ᾿ ἐμὲ διηγήσεως ἀρχὴν ποιησάμενος, εὐθέως ὑπὸ σατανικῆς ὑποβολῆς
αἰδοῖ κατεσχέθην, σιωπῇ τὸ ἐμὸν ἐμφραττούσῃ στόμα, καὶ φραγμὸν αὐτῷ δραστικότατον
ἐμβαλούσῃ. τοῦτο γὰρ ὁ δολομήχανος ἐχθρὸς ἐμηχανήσατο, ἵνα παρὰ τοῦ φωστῆρος Στεφάνου
κενὸς φωταγωγίας καὶ σωτηρίας ὑποστρέψω.
120. ἀλλ᾿ ὄντως οὐ παρεχώρησεν ἡ θεία χάρις, ἀλλὰ διὰ τῆς τοῦ σοφοῦ γέροντος κηδεμονίας
προέφθασεν· αὐτίκα γάρ με φιλοφρόνως ὑποδεξάμενος πρὸς ἐμὲ μὲν φησίν· «ὧδε κάθου,
τέκνον·» πρὸς δὲ τοὺς τότε παρακαθημένους αὐτῷ μαθητὰς δακτυλοδεικτῶν, ἔλεγεν· «καλῶς
κεῖται οὗτος ὁ ἀδελφός, ἀλλ᾿ ἀγνοεῖ.» ἀναχωρησάντων δὲ τούτων, ἰδιαζόντως ἐπυνθάνετο,
«διὰ ποίαν αἰτίαν ἐλήλυθας ὧδε» λέγων, πρὸς ὃν ἐγὼ ἔφην· «ὦ πάτερ, διὰ τί σοι πάντα
τὰ κατ᾿ ἐμὲ σαφῶς εἰδότι ἐξαγορεύσω» ὁ δέ· «κἄν, ὡς ἔφης, γινώσκω,» φησίν, «ἀλλ᾿
ὑμέτερον καθέστηκε, τέκνον, τοῦ δημοσιεῦσαι τὰ αἴσχιστα τῶν δαιμόνων μυστήρια καὶ
πονηρὰ σπέρματα καὶ φθαρτητὰ ζιζάνια, ἵνα τὴν σὴν κατιδὼν μετριοφροσύνην καὶ βελτιωτάτην
ἀναιδείαν ὁ καρδιογνώστης καὶ τὸν
[551Φ] νοῦν ἀνθρώπων ἐπιστάμενος καὶ πάντα γινώσκων πρὸ γενέσεως αὐτῶν θεός, δωρήσηταί
σοι τὴν ἴασιν·» ἀλλ᾿ ἐγὼ οὐκ ἐπειθόμην, τοῖς τῆς αἰδοῦς κεκρατημένος δεσμοῖς· ὕστερον
δὲ βιασθεὶς ἄκρως ἀπὸ τοῦ γέροντος, μετρίας αἰνιγματικῆς ἐπελαβόμην ἀρχῆς.
121. ἰδὼν δέ με ἔτι τὴν γλώτταν τῷ τῆς αἰσχύνης φόβῳ δεδεμένον, τρανοτέρως τε καὶ
λευκοτέρως τὰ κατ᾿ ἐμὲ σαφηνίζων, παραδόξως διηγήσατο, ὡς εἰς τὰ βαθέα τῆς ἐμῆς
ψυχῆς τε καὶ καρδίας ταμιεῖα εἰσδύς, καὶ τὰ ἐκεῖ λεπτομερῶς ἐξερευνήσας. καὶ τοιαύταις
με ὑποστηρίζων διδασκαλίαις ἔλεγεν, σοφῶς νουθετῶν· «τέκνον, οὐ δεῖ σε αἰδεῖσθαι
τοὺς δαιμονιώδεις ἐκφάναι λογισμούς· τούτους γὰρ εἰ ἀπὸ σεαυτοῦ ἐξέφανας, ἄμεινον
ἦν· πάντως γὰρ καὶ διὰ τῆς ἐξαγορεύσεως ταχείας ἔμελλες ἐπιτεύξασθαι θεραπείας·
εἴπερ γὰρ καὶ ἐξ ἀρχῆς εἰπεῖν αὐτοὺς ἠβουλήθην, οὐκ ἂν διὰ τῆς τοῦ θεοῦ συνεργίας
καὶ χάριτος ἐξηπόρησα· ἀλλὰ τὸ συμφέρον σοι σκοπῶν, ἐπειθόμην αὐτομάτως ἐξομολογήσασθαι
τὰ ἐγκάρδια· θεασάμενος δέ σε ἀκαίρως ἐρυθριῶντα, καὶ σιωπῇ κατασχεθέντα, βραχέως
ἐξαγγεῖλαι ἐβιάσθην, ἵνα, τὰ τῆς γλώσσης δεσμὰ λύσας, εὐπόρευτον ἀπεργάσομαί σοι
τὴν ἐξομολόγησιν· θάρσει τοίνυν, ὦ τέκνον· οὐ γὰρ σὺ μόνος τοῦτο πέπονθας· τοιαῦτα
δὴ πάσχειν
[552Α] εἰώθασιν οἱ τῆς σατανικῆς αὐλῆς ἀποικιζόμενοι· οὐ δὲ γὰρ τῆς τούτων πείρας
ἄπειρος γέγονα. λοιπὸν τοὺς ἐμφωλεύοντάς σοι ἐξαγγεῖλαι λογισμούς, καὶ μὴ αἰδοῦ
τὴν ἐμὴν ἀχρειότητα· αἰδοῦ δὲ μᾶλλον, αὐτοὺς ἀποκρύπτων, ἐκεῖνον τὸν παντεπόπτην
ὀφθαλμόν, ᾧ πάντες γυμνοὶ καὶ τετραχηλισμένοι παραστήσθαι [λεγε· παρίστασθαι, παραστήσεσθαι
?] μέλλομεν.
122. ταῦτα προσεχῶς ἀκούσας τοὺς ἐμοὺς βλασφήμους ἐξαγορεύειν λογισμοὺς ἀπηρξάμην,
πᾶσαν ἀποσεισάμενος τὴν βλαβερὰν ἀλαλείαν· ἐξαγορεύοντα δέ με τὰ συνεχόμενά με ἕλκη
ὁ συμπαθὴς γέρων γραφικοῖς τε καὶ διδασκαλικοῖς θεραπεύειν ἐμηχανᾶτο ποικίλοις φαρμάκοις·
ἀλλὰ τὴν τῶν πνευματικῶν λόγων πειθανότητα ὑπερέβη μου τὸ πάθος, ὡς μέγα τε καὶ
μείζονος θεραπείας δεόμενον. ὅπερ γνοὺς ὁ συμπαθὴς γέρων, τὴν τῶν σοφῶν αὐτοῦ λόγων
κατευνάσας ὁρμήν, ἔφη πρός με· «πορεύθητι, τέκνον, ὅτι τῇ νυκτὶ ταύτῃ ὑπέρ σου πάννυχον
ἀγρυπνίαν ἐκτελέσω, καὶ τὸ θέλημα τοῦ θεοῦ γενέσθω.» αὐθωρεὶ οὖν περὶ τὴν τοῦ ἡλίου
δύσιν ἀναχωρήσας καὶ κοιμηθείς, περὶ τὸ αὖγος ἀνείην, τὴν βελτίω ἀμοιωθεὶς [λεγε·
ἀλλοιωθεὶς ?]
[552Β] ἀλλοίωσιν, ἀνεκλαλήτου χαρμονῆς ἀνάμεστος, καὶ καθαρὸς τὴν διάνοιαν ἀπὸ πάσης
μιαρᾶς ἐνθυμήσεως· ὅσης δὲ ᾐσθανόμην λαμπρότητος, ἐξειπεῖν ἀμήχανον· μαρτυρεῖ ἡ
ὄντως ἀλήθεια· βεβαίᾳ ἐρριζώθην πίστει εἰς τὸν θεὸν καὶ ἀγάπῃ πολλῇ.
123. πρὸ τούτου δὲ οὐ προσιέμην τοῖς ἀχράντοις μυστηρίοις, οὔτε τὰς θείας καθορᾷν
εἰκόνας προεθυμούμην, ἀλλ᾿ ἢ βεβιασμένος. ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἐφιέμην ἑκάστοτε
τῆς ζωοτόκου καὶ ὑπερφεροῦς θείας μεταλαμβάνειν δωρεᾶς, καὶ τὰς ἁγίας ἐν εἰλικρινείᾳ
περιπτύσσεσθαι εἰκόνας. σωματικὴν δὲ ἀνελαβόμην δύναμιν ὑγιῆ καὶ ῥωμαλέαν· ὅθεν
ἐμαυτὸν τοιοῦτον καὶ ἐν τοιαύταις ἰδὼν ἀνελπίστοις καὶ παραδόξοις ἀθρόοις μεταβολαῖς,
ψηλαφᾷν ἐκείνους τοὺς βλασφήμους λογισμοὺς ἐπειρώμην, καὶ πάντας ἐκ ποδῶν τῆς ἐμῆς
ἀποβληθέντας ψυχῆς εὕρηκα, καὶ μάρτυς ὁ θεός, ὅτι παντὶ σθένει ἠγωνιζόμην, τινὰ
τῶν προτέρων κατὰ νοῦν λογίσασθαι ἐνθυμήσεων, καὶ οὐδαμῶς ἠδυνάμην εὑρεῖν παντάπασιν·
ὡς εἴ τις μονονουχὶ ἀπαθὴς καὶ ἄσαρκος, θείῳ τε καταυγάσματι περιλαμφθείς, καὶ ἀποπλασθεὶς
νεύματι. καὶ παραυτά, κατ᾿ οὐδὲν παραβαλλόμενος, ἀφικόμην πρὸς τὸν
[552Χ] γέροντα, εὐχαριστῶν τῷ θεῷ, καὶ τὴν εὐεργεσίαν αὐτοῦ ὁμολογῶν. θεασάμενος
οὖν με οὗτος ὁ πραῢς, μειλιχίως μειδιῶν καὶ σοφῶς διαχεόμενος, ἔφη πρός με· «τί
ἔνι, τέκνον ἀνέσφηλας ὑγιὴς γέγονας οὐκοῦν ἀνάπεμψον τῷ θεῷ χαριστήριον ὕμνον, καὶ
λάτρευσον αὐτῷ πιστῶς καὶ σωφρόνως.» καὶ πλείοσιν ὑποστηρίξας διδασκαλικαῖς παραινέσεσι
καὶ σωτηρίοις ἐντάλμασι, ἀπέλυσέ με γηθόμενον.
124. μετ᾿ οὐ πολλὰς ἡμέρας πάλιν ὀϊστεύειν με τῆς βλασφημίας ὀλεθρίοις βέλεσιν ὁ
χαλεπὸς πολεμήτωρ ἀπήρξατο, οὐκ εἰς τὸν δεσπότην θεόν, ἀλλ᾿ εἰς τὴν δέσποιναν τὴν
θεομήτορα παρθένον· αὐτίκα δὲ δρομαίως ἐπὶ τὴν ἰαματικὴν ἐξέδραμον πηγήν, καὶ τὸ
νέον πάθος ἐξηγόρευσα. ὁ δὲ θεόσοφος γὲρων διδασκαλικοὺς τρόπους παρέδωκέ μοι, λέγων·
«οὐκ ἔστιν ἄλλως τοὺς τοιούτους ἀποδιώκειν λογισμούς, ἀλλ᾿ ἢ τῇ αὐτῶν καταφρονήσει
καὶ ταῖς ἐκτενέσι προσευχαῖς, ἀλλ᾿ ἐπειδὴ ὁρῶ σε πρὸς τοιοῦτον ἀδυνατοῦντα πόλεμον
ἐγερθεὶς ἐπιθὲς τὴν χεῖρά σου τῷ ἐμῷ τραχήλῳ.» ἀναστάντος οὖν μου, τοῦ ἀσθενοῦς
καὶ πένητος, καὶ τὴν παλάμην μου τῷ ἡγιασμένῳ αὐτοῦ αὐχένι ἐπιθέντος, ἔφη πρός με·
«ὁ θεὸς ἐξ ἐμοῦ ἀπαιτήσει ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως τὴν ἁμαρτίαν ταύτην,
ἣν ἐντεῦθεν προσκτήσασθαι νομίζεις, ἐπεὶ ἄκοντός σου καὶ ἀγωνιῶντος οἱ τοιοῦτοι
[553Δ] δαιμονιώδεις λογισμοὶ ταῖς σαῖς ἐπισπείρονται διανοίαις. λοιπὸν μηκέτι περὶ
τούτων λόγον ποιοῦ ἢ φροντίδα·» καὶ οὕτω τρὶς εἰπών, ἐκέλευσέ με καθεσθῆσαι, καί
φησιν· «ἐπειδήπερ, τέκνον, ἡ ψυχή σου ἐπὶ τοῖς τοιούτοις λογισμοῖς ἀγωνιᾷ καὶ ἄχθεται,
οὐκ ἔχεις ἁμαρτίαν.»
125. ἀποκριθεὶς δὲ πρὸς αὐτὸν ἔφην· «πάτερ, οὐκ οἶδεν ὁ δαίμων, ὅτι οὐ προσάπτεταί
μοι ἁμαρτία ἐκ τῶν τοιούτων ἐπιθυμήσεων, ἐπειδὴ ἀσχάλλω καὶ λυποῦμαι» ὁ δὲ θεοφόρος
γέρων·«ναί,» φησίν, «σαφῶς οἶδεν ὁ δαίμων.» πρὸς ὃν εἶπον· «καὶ τί κερδῆσαι προσδοκᾷ
ταῦτα ποιῶν, καὶ τίνος ἕνεκεν διαμένει καθ᾿ ἡμῶν ἐν τοῖς τοιούτοις ποιούμενος πόλεμον»
ὁ δὲ γέρων ἀποκριθεὶς ἔφη· «ἐάν σοι ἐκφράσω τινὸς χάριν κατά σου τὴν τοιαύτην διεγείρει
μάχην ὁ δαίμων, καὶ τί κερδῆσαι προσδοκᾷ ταῦτα ποιῶν, ὃ καὶ σὲ παθεῖν οὐκ ἀμφιβάλλω,
ὁμολογεῖς τὴν ἀλήθειαν» κᾀγὼ δέ· «ναὶ, πάτερ,» ἔφην, «ὁμολογῶ.» ἔλαβον γὰρ κατ᾿
αὐτὸν πνευματικὴν ἀναίδειαν τοῦ μηκέτι βραχύ τι παρ᾿ αὐτῶν ἀποκρύψαι. ὁ δὲ ἔφη·
«ταῦτα διαπράττεται ὁ κάκιστος δαίμων, σπεύδων τὸν ἄνθρωπον ἀγαγεῖν εἰς ἀπόγνωσιν
τῆς ἑαυτοῦ σωτηρίας. εἰπέ μοι, οὐ πολλάκις, βαστάζων μάχαιραν, ἑαυτὸν
[553Ε] τρῶσαι ἠθέλησας οὐ πολλάκις, ἀκρωρείᾳ κρυμνώδει [λεγε· κρημνώδει] ἐφεστηκώς,
ἢ λάκκῳ βαθυτάτῳ, ἔλεγες, Ϡἐμαυτὸν ἀπορρίψω, καὶ κακῷ τελευτήσω θανάτῳ, καὶ μηκέτι
ζήσω τοιαύτας εἰς τὸν θεὸν λογιζόμενος βλασφημίαςϠ; οὐ πολλάκις, Ϡεἴθε ὤφειλον ἐν
τῷ κόσμῳ εἶναι, καὶ τοῖς κοσμικοῖς ἐγκυλινδεῖσθαι πράγμασι, καὶ τῷ θεοσεβεῖ λαῷ
κακουμένῳ συγκακουχεῖσθαι καὶ μὴ μονάσαι καὶ τῷ Χριστῷ ζῆν εὐσεβῶς συντάξασθαι,
καὶ τῆς συνταγῆς ψεύστης γενέσθαι ἢ βλάσφημος φανῆναι,Ϡ ἔλεγες Ϡὑποστρέψω οὖν εἰς
τὸν κόσμον, καὶ τουτὶ τὸ μοναχικὸν ἀποδύσομαι σχῆμα, καὶ ἔσομαι ὡς εἷς τῶν ἁπάντων,
καὶ μὴ βιῶν οὕτως διαμείνω· οὐ γάρ μοι γέγονεν ὄφελος, ἀλλὰ μᾶλλον ζημία καὶ ὄλεθρος·Ϡ
ἀλλὰ τάδε τῶν κατά σε ἁπλουστέρων τε καὶ ἀδρανεστέρων, εἴπερ γὰρ ἄν τις εὐτελῆ τινα
δύναμιν κεκτημένος εἴη, οὐ δώσων ὦτα τοῖς δαίμοσιν, ἡττηθεὶς ὑπὸ τοιούτων ἀραχναίων
λογισμῶν καὶ ἐνθυμήσεων, εἰ καὶ ἀνιᾶται καὶ βαρεῖται δεινῶς ὑπὸ τῆς τηλικαύτης ἐναντίας
προσβολῆς, καὶ ταράττεται κατὰ τὸν τῆς προσευχῆς καιρόν.»
126. ἐγὼ δὲ ἀποκριθεὶς ἔφην· «ναί, πάτερ ἅγιε,
[553Φ] ὡς εἴρηκας, οὕτως ἔπαθον. ἀλλ᾿ ὑπερεύχου τῆς ἐμῆς μετριότητος, {ὅπως ?} καὶ
τούτων λυτρωθῶ, ὅπως καὶ τῶν προτέρων λελύτρωμαι.» ὁ δὲ ὑπομειδιάσας, ἔφη· «καὶ
ἑτέραν ὑπέρ σου ποιήσω ἀγρυπνίαν, καὶ ἐπεὶ πέποιθα τῷ θεῷ, ὅτι καὶ τούτων ῥύσεταί
σε.» ὡς καὶ ἐγένετο· ἐνώπιον γὰρ κυρίου τῆς δόξης ἐρῶ τὴν ἀλήθειαν, ὅτι διὰ τῆς
τοῦ γέροντος θεοπειθοῦς πρεσβείας τῇ τοῦ Χριστοῦ συνεργίᾳ καὶ χάριτι οὐκ ἔτι μέχρι
τῆς ἐνεστώσης ὥρας ἔκτοτε ὑπὸ τῶν τοιούτων λογισμῶν ἐνωχλήθην. τῆς οὖν τοιαύτης
ἐλευθερωθεὶς ὀχλήσεως, καὶ ἀνέσεως τυχὼν ὑπὸ τοῦ θεοῦ διὰ τοῦ γέροντος, πρὸς αὐτὸν
φοιτᾷν ἐπεθύμησα, καὶ πολλὰ δι᾿ ἐμαυτοῦ τε καί τινων τῶν τῆς λαύρας αἰδεσίμων γερόντων
παρακαλέσας αὐτὸν μετὰ πέντε μηνῶν διάστημα σὺν θεῷ δέξασθαί με μαθητὴν παρεσκεύασα,
ἔχοντα τότε μαθητὰς ἐν τῇ λαύρᾳ, καὶ κελλίον ἄποθεν τοῦ ἡσυχαστηρίου αὐτοῦ πρὸς
ὑποδοχὴν τῶν πάντοθεν ἐρχομένων ξένων.
127. εἰσῆλθον δὲ πρὸς αὐτὸν τριταίῳ δαμαζόμενος πυρετῷ ἀπὸ ἡμερῶν πεντήκοντα· περὶ
οὖν τῇ πρώτῃ εἰσβολῇ ἐνοχλῆσαι αὐτῷ, αἴδους ἄξιον ἡγησάμην. τῇ δὲ ἐπαύριον, ἥτις
ἡ πυρεκτικὴ περίοδος, τὸν παροξυσμὸν
[554Α] πτοηθεὶς τοῦ πυρετοῦ καὶ τὴν φλογερὰν αὐτοῦ βάσανον, ἄκων ἀπεκδυσάμην τὴν
αἰδῶ, καὶ ἀνερυθριάστως προσῆλθον τῷ γέροντι, ἀξιῶν αὐτὸν ἔντευξιν ὑπὲρ ἐμοῦ ποιήσασθαι,
ἐν πίστει λέγων· «πάτερ ἅγιε, ἐλέησόν με· δεινῶς γὰρ ὑπὸ τοῦ πυρετοῦ κολάζομαι,
καὶ αἴτησαι τὸν θεὸν δωρήσασθαί μοι τὴν ἴασιν· πιστεύω γὰρ ὅτι, εἰ μόνον θελήσεις
ὑπερεύξασθαί μου, ἰαθήσομαι· θέλημα γὰρ τῶν φοβουμένων αὐτὸν ποιήσει κύριος.» παρακληθεὶς
οὖν ἔφη· «ἐγὼ μέν, ὦ τέκνον, ὑπέρ σου ἀγρυπνίαν καὶ δέησιν ἐκτελέσαι οὐ παραιτήσομαι·
ὁ δὲ παντοδύναμος θεὸς ἰάσεταί σε.» ὥσπερ καὶ ἐγένετο, αὐτοῦ τὴν ὑπόσχεσιν ἐκπληρώσαντος·
τῇ γὰρ ἐφεξῆς ἡμέρᾳ ἐρρωμένος ἀνέστην, πολλὴν κεκτημένος ῥώμην καὶ ἀπὸ τῆς πυρεκτικῆς
φλογὸς σεσωσμένος· καὶ οὕτως διὰ τῶν τοῦ γέροντος ἐντεύξεων τῇ τοῦ θεοῦ χάριτι ἐπὶ
χρόνον πολὺν δυνατὸς τῷ σώματι καὶ ὑγιὴς ἄνευ πυρεκτικῆς καὶ παντοίας νοσώδους ὀχλήσεως
διήρκεσα, εὐχαριστῶν τῷ θεῷ καὶ τῷ γέροντι.
128. τούτῳ μιᾷ τῶν ἡμερῶν ἐπὶ τὰ σπήλαια τοῦ Καλαμῶνος πορευθέντι κατὰ τὸ σύνηθες
ἐκτελέσαι τεσσαρακοστὴν παρηψάμην ἕνεκεν ὑπηρεσίας· ὕδωρ
[554Β] γὰρ ἐκόμιζον αὐτῷ, καὶ κυάμους ὀλίγους ἐξέζεον, καὶ τὴν ἔφοδον τῶν προσηλύτων
ἐμήνυον. ὕστερον οὖν μιᾷ τῶν ἡμερῶν ἐκείνων περὶ τὴν τοῦ ἡλίου δύσιν ἐξίη εἰς τὴν
ἔρημον, καταλιπών με μόνον ἐν τῷ σπηλαίῳ, ἔχοντα ὀλίγους κυάμους καὶ ὀλίγους φοίνικας
καὶ ὕδωρ, τοὺς ἑσπερινοὺς ψάλμους ἐκτελέσαντα. μονωθεὶς οὖν τῆς τοῦ διδασκάλου κηδεμονικῆς
προστασίας, ὡς ἀπροσαξίας [λεγε· ἀπροσεξίας] γέμων καὶ πολλῆς ἀμελείας περὶ τὴν
ἐμαυτοῦ σωτηρίαν, ὑπὸ γαστριμαργικῆς ἐκρατήθην μανίας καὶ σατανικῆς ὑποβολῆς καὶ
ἐνεργείας, καὶ ἀναστὰς τὴν δυσκάθεκτον καὶ ἀναιδῆ γαστέρα τῆς αὐτοσχεδίου τροφῆς
ἐνέπλησα· καὶ ταύτην ἐμπλήσας, περὶ ἐγκρατείας ἠρξάμην φιλοσοφεῖν, ὑπὸ τοῦ συνειδότος
κατακρινόμενός τε καὶ ἐλεγχόμενος, ὡς κλεψιμαίῳ τρόπῳ παρὰ γνώμην τοῦ ἐπιστάτου
βεβρωκώς, καὶ τῆς μοναχικῆς ἱερᾶς εὐταξίας ἐκπεπτωκώς· οὔτε ποτε γὰρ ᾔδειν τοιούτῳ
γαστριμαργίας πτώματι περιπεσών, ὅπερ τοὺς αὐτῷ περιπίπτοντας τῆς ἐπουρανίου δόξης
καὶ βασιλείας ἀποστερεῖ, ὡς καὶ τὸν διαβάντα τὸν θαλάττιον σάλον Ἰσραηλίτην λαὸν
τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσόδου ἀπεστέρησεν. ὅθεν μετανοήσας, κατὰ νοῦν ἐσκεψάμην
προσπεσεῖν τῷ γέροντι, καὶ παρ᾿ αὐτοῦ αἰτῆσαι συγχώρησιν· ὃ καὶ πεποίηκα. καταλαβόντος
[554Χ] γὰρ αὐτοῦ ἐκ τῆς ἐρήμου, δραμών, καὶ τὸ πρόσωπόν μου τοῖς ἴχνεσι αὐτοῦ ἐπιθείς,
ἅπαξ μόνον πρὸς αὐτόν· «ἥμαρτον, συγχώρησόν μοι, πάτερ,» ἔφην. ὁ δὲ καλὸς παιδευτής,
τῷ πνεύματι διαγνοὺς τὴν ἐμὴν ἁμαρτίαν, ἔφη πρός με· «τί ἔνι, τέκνον κλέπτης ἐγένου
οὕτως ἔχρην σε κεκλοφέναι καὶ φαγεῖν ἀμηνυτί εἰς τοῦτο ἐξελήλυθας μετ᾿ ἐμοῦ ἀγνοεῖς,
ὅτι κλέπτης ἐστὶν ὁ τρώγων λάθρα τοῦ ἑαυτοῦ ἐπιστάτου οὐκ οἶδας, ὅτι παρὰ τοῦ θεοῦ
μεγάλη ἁμαρτία καθέστηκε τοῦτο ἀλλ᾿ αὐτὸς συγχωρήσει σοι, ὁ μόνος ἔχων τὴν ἐξουσίαν
ἀφιέναι ἁμαρτίας· καὶ τοῦ λοιποῦ, τέκνον, ὅτ᾿ ἂν θέλεις, εἰπέ μοι μόνον, καὶ ἐμπαραθέτως
ἔσθιε χαίρων.» καὶ ἀναστήσας με καὶ σοφῶς παραινέσας καὶ εὐλογήσας, ἀπέλυσεν.
129. μετὰ ταῦτα οὖν ἄλλοτε πυρεκτικῇ περιπεπτωκὼς νόσῳ, προσφυγὼν τῷ γέροντι, ἠξίωσα
αὐτὸν ὑπὲρ ἐμοῦ ἀγρυπνίαν ἢ σύναξιν ἐκτελέσαι. αὐτὸς δέ· «καλόν σοι παιδευθῆναι
μικρόν,» εἶπεν, «καὶ ταῖς τῆς ὑπομονῆς χώναις δοκιμασθῆναι· ἀλλ᾿ ὑπόμεινον, ὅμως
δὲ ὑπέρ σου ποιῆσαι ἔντευξιν οὐ παρήσω.» καὶ ταῦτα μὲν ἔφη· οὐκ οἶδα δὲ ταῖς ἀληθείαις,
εἰ πεποίηκεν, εἰ οὐ· ἐπειδή με χρονίως ἐδάμασε ἡ πυρεκτικὴ νόσος, ἕως ὅτου διέλυσέ
μου τῆς σαρκὸς τὸν τόνον, καὶ ὅλον με εἰς ἀδυναμίας βόθρον κατήγαγε,
[555Δ] καὶ τότε διὰ τῆς τοῦ γέροντος πρεσβείας ἡ ἄφατος τοῦ θεοῦ φιλανθρωπία προέφθασε,
καὶ χεῖρα θεραπείας τε καὶ βοηθείας ἐκτείνασα, εἰς ἄκραν εὐεξίαν ἤγαγεν, καί με
ξενισμοῦ καὶ ἐκπλήξεως παραδόξου ἐμπλήρωσε, καὶ ἀναστὰς εὐθέως ῥώσεως καὶ προθυμίας
γέμων, ἔξω μικρὸν μετεωρίσθην· καὶ μετ᾿ ἔπειτα βιβλίον λαβών, ἐκαθέσθην ἀναγνῶναι,
ὅπερ ἦν μοι τὸ πρὶν ἀδύνατον. ἀδελφοὶ δέ τινες αὐτῇ τῇ ὥρᾳ, ἐμοῦ ἀναγινώσκοντος,
ἐκ τοῦ ἡσυχαστηρίου παραγεγόνασι, συγχαίροντές μοι καὶ εὐαγγελιζόμενοι λέγοντες·
«νῦν ὁ ἐπιστάτης ὑπέρ σου πεποίηκε σύναξιν. καὶ παραυτὰ ἔγνωκα, ὅτι δι᾿ αὐτῆς τελείας
ἔτυχον ἰάσεως, καὶ τῷ θεῷ ηὐχαρίστησα, καὶ ἐξεθείασα τὴν {παρρησίαν} τοῦ γέροντος
παρρησίαν.
CAPUT ΞΙ.
[555Φ]
130. μετὰ οὖν ταῦτα, τοῦ ἡλίου δύνοντος, ὑπὸ [λεγε· ἀπὸ ?] τοῦ κελλίου ἐπὶ τὸ ἡσυχαστήριον
τοῦ γέροντος πορευόμενος, ἐν ἡμέρᾳ σαββάτου τοῦ Ἰουλίου μηνὸς διϊππεύοντος ἐν θεριναῖς
ὥραις κατὰ τὴν ὁδὸν ἀκούω βροντῶν καταρρηγνυμένων, καὶ ἀστραπὰς ἐξαστραπτούσας ὁρῶ,
μικρᾶς νεφέλης κατὰ τὴν ἔρημον τῆς νεκρᾶς θαλάσσης διαπετασθείσης. καὶ τεθηπὼς λίαν
ἐπὶ τοῦ παραδόξου τοῦ τε ἀκούσματος τοῦ τε θεάματος, τὸ ἡσυχαστήριον τοῦ γέροντος
κατέλαβον, καὶ πατάξαντός μου λίθῳ τὴν θύραν, ἀνέῳξέ μοι ὁ ἅγιος γέρων, ἔκλαμπρον
ἔχων τὸ πρόσωπον καὶ ἀγαλλιώμενον, καί φησι πρός με· «ἔγνως, ὦ τέκνον, διὰ τί γέγονεν
ἡ βροντὴ αὕτη» ἐμοῦ δὲ εἰπόντος, «οὐχί, πάτερ», ἀποκριθεὶς ἔτι πρός μέ φησι· «πληροφορήθητι,
τέκνον, ὅτι ἀναχωρητής τις καὶ ἐρημοπολίτης, πλησίον τῆς νεκρᾶς θαλάσσης περιπολεύων,
διψήσας ἐζήτησεν ὕδωρ, καὶ μὴ εὑρηκὼς ἠνιάθη καὶ ἔκλαυσε, καὶ δέησιν πεποιηκότος
αὐτοῦ πρὸς τὸν θεόν, κατὰ τὴν ἀνέκφραστον αὐτοῦ ἀγαθότητα ἐκέλευσεν, καὶ ἦλθεν ἡ
νεφέλη, καὶ τὸν ἑαυτοῦ θεράποντα κυδαίνων ἐβρόντησε, καὶ τὸν ὑετὸν ἐξαποστείλας,
τὴν δίψαν τοῦ δούλου αὐτοῦ ἰάσατο.» πολὺ δὲ θεωρῶν με ἐπὶ τούτοις ἐκπλαγέντα, ἐδευτέρωσε
τὸν λόγον καὶ ἐτρίτωσε, διαβεβαιούμενός μοι τὸ θαῦμα. καὶ μεθ᾿ ἡμέρας πέντε μετὰ
τῶν συμμαθητῶν ἐπὶ τὴν νεκρὰν ἐπορεύθην θάλατταν ἕνεκα συλλογῆς καλάμων,
[556Α] προσταχθεὶς ὑπ᾿ αὐτοῦ τὰ ὀμβρικὰ σημειώσασθαι ἴχνη, ὅπως ἀδιστάκτου τύχοιμεν
πληροφορίας. ἐλθόντες οὖν εἰς τὸν σημανθέντα τόπον ὑπὸ τοῦ γέροντος καὶ εὑρόντες
οὕτω ὥσπερ εἶπεν ἡμῖν, ὑπεστρέψαμεν, χάριν τῷ θεῷ ἐξομολογοῦντες, καὶ τοῦ θαυμασίου
γέροντος τὴν διόρασιν ἐκθείαζοντες.
131. καὶ ἄλλοτε διορατικῷ λαμπόμενος ὄμματι ἐξαίσιον ἡμῖν εἶπεν πρᾶγμα, διατρίβων
τότε ἐν τοῖς τοῦ Καστελλίου σπηλαίοις κατὰ τὸν καιρὸν τῆς τοῦ ἁγίου πατρὸς ἡμῶν
Σάβα μνήμης, παρόντος τοῦ ἐλλογιμωτάτου καὶ ἐναρέτου ἀββᾶ Εὐσταθίου, τοῦ νυνὶ ἐπισκόπου
ὑπάρχοντος τῆς φιλοχρίστου πόλεως Λύδδης, εἰς ἐπίσκεψιν ἐληλυθότος. ἡμῶν οὖν περὶ
τὴν ἑσπέραν ὀλίγην ἐσθιόντων ὀπώραν, ἐξαίφνης ἡ τοῦ γέροντος ὄψις ἐφάνη, δίκην ἡλίου
καταλάμποντος ἐρυθραίνουσα. ἡμῶν ἀτενιζόντων αὐτῷ, ἔφη πρὸς ἡμᾶς· «ὑμῖν ἐρῶ, ὅτι
κεῖται ἐνταῦθα παρὰ τῇ θύρᾳ τοῦ σπηλαίου κάλπη κεκρυμμένη χαμαί· καὶ εἰ βούλεσθε
πληροφορηθῆναι, σκάψατε, καὶ εὑρήσετε αὐτήν.» παραυτὰ δὲ ὁ ἀββᾶς Εὐστάθιος ἀναστάς,
ἄνευ σμινύης ταῖς χερσὶν ὀρύττειν ἀπήρξατο. ἀτονήσαντος δὲ αὐτῷ [λεγε· αὐτοῦ ?]
ταχέως, λέγει πρὸς ἡμᾶς ὁ θεσπέσιος γέρων· «οὔτε πίστιν, οὔτε ὑπομονὴν ἔχετε, ταπεινοί.»
εὐθέως
[556Β] οὖν συνορύττειν αὐτῷ ἐπελαβόμην. σκάψαντες οὖν ὁμοῦ καὶ βαθύναντες τὸν τόπον
καὶ μηδὲν εὑρηκότες, δυσπιστίᾳ συνεσχέθημεν, καὶ παύσασθαι τοῦ σκάπτειν ἠβουλήθημεν.
ὅθεν ταρασσομένους ἡμᾶς θεασάμενος ὁ πρεσβύτης, διαχυθεὶς μικρὸν καὶ ὑπομειδιάσας
ἔφη· «στίξατε ὀλίγον ἔτι, ὀλιγόπιστοι.» μικρὸν οὖν κατὰ τὴν προσταγὴν τοῦ γέροντος
σκάψαντες, εὕρομεν κάλπην παλαιάν, ἐσχηκυῖαν μηδέν. εὑρεθείσης δὲ αὐτῆς ὑπεισῆλθεν
ἡμῖν δυσπιστίας λογισμός, ὑποπτεύοντες τὸν γέροντα κατακρύψαντα αὐτήν, καὶ [λεγε·
ἢ ?] ἕτερόν τινα, καὶ γνωρίσαντα αὐτῷ· ἄχρις ἂν ἠρώτησα αὐτόν, καὶ πληροφορίας τυχεῖν
ἠξίωσέ με, λέγων· «μάρτυς ἡ ὄντως ἀλήθεια, ὅτι οὔτε ἔκρυψα αὐτήν, οὔτε ποτέ τις
ἀνήγγειλέ μοι περὶ αὐτῆς, οὔτε μὴ τὸ παράπαν ἐνόησα ὅτι κεῖται ἐκεῖ ἕως αὐτῆς τῆς
ὥρας, ἐν ᾗ ἔφην ὑμῖν.» τότε δέ, τότε κατενόησα σαφῶς ὅτι διορατικῷ διωραϊσμένος
καὶ καταυγασμένος ὄμματι, τοῦτο ἐγνώρισε· καὶ ἐδόξασα τὸν θεόν, τὸν δοξάζοντα τοὺς
δούλους αὐτοῦ.
132. οὗτος ὁ θεοφόρος γέρων ἐληλύθει τότε πρὸς ἡμᾶς τοὺς ἑαυτοῦ φοιτητὰς ἐπισκεψόμενος
ἐν τῷ
[556Χ] κελλίῳ. βουληθέντος δὲ αὐτοῦ ἐπὶ τὸ ἴδιον ἐπαναδύσαι ἡσυχαστήριον, συνεπορεύθην
αὐτῷ. καταντήσαντες οὖν τὸ ἡσυχαστήριον, τὴν συνήθη πεποιήκαμεν εὐχήν, καὶ μετέπειτα
καθεσθέντων ἡμῶν ἐν τῷ ἐνδοτέρῳ τοῦ γέροντος κελλίῳ ἤτοι σπηλαίῳ ἐπὶ βραχυτάτην
ὥραν, αἰφνήδιον ἤρξατο ἀναπέμπειν τῷ θεῷ δοξολογίαν καὶ ὕμνον, λέγων· «πρός με,
ἰδού, δὴ ἀγγελικὴ παρουσία ἐν ταύτῃ τῇ ὥρᾳ ἐπεδήμησε.» πρὸς ὃν καταπλαγείς· «πόθεν
δῆλον, ὦ πάτερ» ἔφην. ὁ δὲ πρός με· «ὦ ὀλιγόπιστε, οὔτε τὸν ἄγγελον ὁρᾷς, κᾄν τῆς
εὐωδίας οὐκ ὀσφραίνῃ» ἐγὼ δέ, «οὐδαμῶς, ὦ πάτερ,» ἔφην. ὁ δέ με διαλογιζόμενον καὶ
δυσπιστοῦντα εἰς τὴν ἀγγελικὴν ὀπτασίαν ἰδών, τὴν ὀφθεῖσαν αὐτῷ, σχετλιαστικῶς ἐταλάνισε
λέγων· «ἀβάλαι σοι, ταπεινέ, ἀβάλαι, καὶ τρὶς ἀβάλαι. ἕως τίνος οὕτως διαμένεις
παχὺς καὶ ἁδρὸς καὶ ἄπιστος ἕως οὕτως» ταῦτα ἀπεφθέγξατο πρός με· ἐξαίφνης ὠσφράνθην
εὐωδίας, οἵας ὠσφράνθην οὐδέποτε, μόσχου καὶ νάρδου καὶ μύρου παντὸς εὐοδμοτέρας
καὶ προσηνεστέρας καὶ ἀσμενεστέρας. ταύτης οὖν ἐκβλυσάσης, ἐκ δευτέρου πάλιν ὁ καλόγηρος
λέγει· «καὶ νῦν ἄρα τῆς ἁγίας ἀγγελικῆς οὐκ ὠσφράνθης εὐωδίας, οὐδὲ πληροφορίας
ἔτυχες» ἐγὼ δὲ πρὸς αὐτὸν ἔφην· «ναί, πάτερ, ὠσφράνθην, καὶ ἐπίστευσα.»
[557Δ] ὁ δὲ πρός με φησί· «γίνου λοιπὸν πιστὸς καὶ μὴ ἄπιστος.» ὡς οὖν τότε δεινότατος
ὑπάρχων καὶ πονηρότατος, βουληθεὶς περὶ ταύτης τῆς ξένης εὐωδίας πολυπραγμονῆσαι,
καὶ σαφῶς ἀκριβεύσασθαι, προσεποιησάμην ἐκτὸς τοῦ ἡσυχαστηρίου πορεύεσθαι καὶ ἰδεῖν,
μὴ καὶ τάχα ἀπὸ τῆς λαύρας ἐλήλυθε τῆς εὐωδίας ἐκείνης ἡ ἡδυτάτη πνοὴ ἀπὸ μοσχάτου
θυμιάματος καπνισθεῖσα· εἰ καὶ ἀνόμοιος ἦν, ἀλλ᾿ ὅμως ἕνεκα πληροφορίας μείζονος,
τάδε περιείργασμαι· ἀλλ᾿ οὐδενὸς ὄντως εἰς τὰς ἐμὰς ῥίνας ἦλθεν ὀσμή· οὔτε γὰρ
παντάπασιν ὥρα θυμιάσεως ἦν· ὅθεν ἐπὶ τούτοις λίαν τεθαυμακὼς δόξαν ἀνέπεμψα τῷ
θεῷ.
133. τιτθίδα πατράδελφον εὐλαβῆ καὶ φιλόθεον ἔχω· αὕτη δέ ποτε, ὥσπερ καὶ δρᾷν πολλάκις
εἴωθε, τὴν ἁγίαν Ἱερουσαλὴμ εὐχῆς ἕνεκεν κατέλαβε σύν τινι θεραπαίνῃ, ἣν καὶ τοῦ
δουλικοῦ ζύγου θεόφρων οὖσα τυχεῖν ἐλευθερίας ἠξίωσεν. ἀμφοτέραι οὖν ἐν Ἱεροσολύμοις
τὴν ἁγίαν τοῦ σωτηριώδους πάθους πανήγυριν ἐκτελέσασαι, κᾀκεῖθεν ἐπὶ τὸ Σιναῖον
πορευθεῖσαι ἅγιον ὄρος, ὡς ἠθισμέναι ἦσαν, καὶ τὰ ἐκεῖ θεῖα τε καὶ σεβάσμια ἀσπασάμεναι,
ὑπέστρεψαν εἰς τὴν ἁγίαν πόλιν. κατὰ δὲ τὴν ὁδὸν ἡ ἐμὴ θεία
[557Ε] νόσῳ περιπέπτωκε. καταλαβοῦσαι δὲ τὴν ἁγίαν πόλιν, καί τινας ἡμέρας ἐκεῖ
διαρκέσασαι, τὴν παρὰ τοῦ θεοῦ σωτηρίαν τε καὶ ἴασιν ἀπεκδεχόμεναι, οὐδὲν μᾶλλον
ἤνυσαν, τῆς νόσου μηκυνομένης, καὶ ἐπὶ τὸ χεῖρον ἀεὶ τρεπομένης, τῆς θεϊκῆς δηλαδὴ
προνοίας τοῦτο συμφερόντως βραβευούσης. ἑαυτὴν τοίνυν ἰδοῦσα ἡ ἐμὴ θεία ἡμέρᾳ τῇ
ἡμέρᾳ βαρυνομένην τε καὶ τρυχομένην, καὶ τὴν νόσον ἀκμάζουσαν, καὶ ταῖς τοῦ θανάτου
θύραις ἐγγίζουσαν, ὡς ᾤετο, μεταπέμπεταί με μετά τινος τῶν πατέρων.
134. ἐγὼ δὲ μαθών, παραυτὰ παρὰ τοῦ ἐπιστάτου λαβὼν παράθεσιν, κατέλαβον πρὸς αὐτήν.
ἡ δέ με κατιδοῦσα ἔφη· «πίστευέ μοι, τέκνον, οὐχ ἁπλῶς, οὐδ᾿ ὡς ἔτυχε, σκυλῆναι
σε ἐνταῦθα προτεθύμημαι· ἀλλὰ διὰ θεόν, καὶ καλὸν καὶ σωτήριον ἔργον· μὴ ἀνιῶ λοιπόν,
τὴν σὴν πρὸς μικρὸν ἐάσας λαύραν, καὶ σκυλμὸν ὑπομείνας· ἀλλὰ σκοποῦ πρὸς τὸ σύμφορον
τοῦ πράγματος πέρας. ἀκούω γάρ, ὅτι ἡ τῶν ὧδε ἐπικρατοῦσα ἐξουσία τυραννεῖ καὶ δυσπραγεῖ
καὶ ἀδίκως διοικεῖ καὶ τὰ τῶν ἀνθρώπων ἐκπορθεῖ καὶ ἐξαρπάζει, μάλιστα τῶν ἀσθενῶν
καὶ παροίκων καὶ ξένων ὑπαρχόντων, καὶ παρ᾿ οἷς ἀφορμήν τινα εὕροι· πρὸ ἡμερῶν γὰρ
ξένος τις προσήλυτος, ὥσπερ ἤκουσταί μοι, ἐν αὐλῇ τινος τῶν ἐνταῦθα Χριστιανῶν ἐτελεύτησε,
πολλοὺς ἐγκαταλείψας κληρονόμους τῆς
[557Φ] αὐτοῦ περιουσίας, καὶ τούτων τηνικαῦτα τινὸς μὴ παρευρεθέντος, ἀφορμὴν εὑρὼν
ὁ τυραννῶν, ὅσα ἐγκατέλειπε ἐξέσπασε χρήματα, καὶ οὐ ταύτῃ μόνον τῇ κακίᾳ ἠρκέσθη,
οὐδὲ ἕως ὧδε ἔστησε τὴν ἑαυτοῦ ἀκόρεστον πλεονεξίαν, ἀλλ᾿ ὀφθαλμοφανῶς ἄνευ δέους
καὶ συστολῆς καὶ τὰ τῶν φιλοχρίστων ἐξήρπασε χρήματα, παρ᾿ οἷς διῆγεν ὁ τελευτήσας
ξένος, φιλοφρόνως ξενισθείς· πρὸς δὲ τούτοις ἔθετο αὐτοὺς καὶ ἐν φυλακῇ, σιδηρᾶς
τοῖς ποσὶν αὐτῶν ἐπιβαλὼν πέδας. κᾀγὼ τοίνυν ἐνταῦθα τῶν ἐμῶν συγγενῶν μεμονωμένη,
τινὰ ἐγκαταλείψω κληρονόμον, εἴπερ ὁ θεὸς ἐπινεύσειε τῇ νόσῳ ταύτῃ παραλαβεῖν τὴν
τάλαιναν καὶ ἀθλίαν ψυχήν μου οὐδενὸς γὰρ ἕνεκεν ὅμως λυποῦμαι, ἀλλ᾿ ὑπὲρ ταύτης
τῆς ταπεινῆς κόρης· φοβοῦμαι γάρ, μήπως ἀδίκως ληφθῇ χάριν τῆς ἐμῆς ὑπηρεσίας συνακολουθήσασά
μοι, καὶ περὶ τούτων πάλιν τῶν φιλοχρίστων παρ᾿ οἷς ἐξενίσθην. διὸ δυσωπήθητι, τέκνον,
καὶ ἄγαγέ μοι Ἄραβας λογάδας ἄνδρας καὶ ἀξιοπίστους, ἵνα μαρτυρῶμαι αὐτοὺς ὅτι οὐδὲν
ἐνταῦθα τὸ παράπαν κέκτημαι, καὶ ὅτι ἡ κόρη αὕτη ἐλευθέρα καὶ ἀδέσποτος ὑπάρχει,
καὶ παράμεινον ἡμῖν, ἄχρις ἂν ἴδῃς τὸ ἐκβησόμενον τοῦ νοσήματος τούτου, τοῦ δεινῶς
καὶ σφοδρῶς
[558Α] κατέχοντος, καὶ γνωρισθῇς ὅτι υἱὸς εἶ τοῦ ἐμοῦ ἀδελφοῦ.»
135. ἀκούσας ἂν ταῦτα παρὰ τῆς ἐμῆς θείας, συμφέρον εἶναι ἐσκόπησα παραμεῖναι αὐτῇ·
καὶ διαποιήσας ἡμέρας ἱκανὰς ἠδημόνησα, καὶ τῆς πόλεως ἐξελθεῖν ἐπεθύμησα, καὶ ἐπὶ
τὴν λαύραν ὑποστρέψαι· ἀλλ᾿ ἐμαυτὸν κατακρίνας κατέσχον, καὶ παρέμεινα ἔτι καὶ χρονίσας
ἠκηδίασα αὖθις καὶ ἐραθύμησα, καὶ ἀναχωρῆσαι ἠθέλησα· ἀλλ᾿ ὑπὸ τοῦ ἐμοῦ συνειδότος
ἐκωλύθην πάλιν, καὶ τοῦτο δὶς καὶ τρὶς πέπονθα ἐπὶ τῶν λογισμῶν ἀγχόμενος καὶ πολεμούμενος.
τελευταῖον δὲ ἀδημονήσας συνεῖδον πρὸς τὸν ἐμὸν ἐπιστάτην ἀπελθεῖν καὶ ἐπερωτῆσαι
αὐτόν, εἰς τί μέλλει λήξειν τὸ πρᾶγμα, εἴτε εἰς ὑγείαν, εἴτε εἰς θάνατον. ἀλλ᾿ εἴθε
ὄφελόν [λεγε· ὤφειλόν ?] γε τοῦτο ἐξ ἀρχῆς ποιήσασθαι, καὶ μὴ οὕτως ἐν μέσῳ κοσμικῶν
ἐν ἀμελείᾳ καὶ ἀπροσεξίᾳ βιῶσαι ἐπὶ τοσοῦτον καιρόν.
136. ἦν τότε ὁ νυνὶ τοῦ θεαδέλφου θώκου ἐπιλημμένος τοὺς οἴακας, κύρις Θωμᾶς, ἐν
τῇ πόλει τῶν νοσούντων ἐπιμελούμενος, ὡς χρησιμώτατος ὢν ἰατρός, λόγῳ τε καὶ πείρᾳ
κεκοσμημένος, καὶ κατὰ
[558Β] θεὸν βιοτεύων τὴν τῶν ἁγίων Κοσμᾶ τε καὶ Δαμιανοῦ πολιτείαν ἐκμιμούμενος,
διάκονος ὑπάρχων. τούτῳ οὖν τῷ μακαριωτάτῳ καὶ θαυμασιωτάτῳ ἀνδρὶ θαρρήσας, οὓς
εἶχον λογισμοὺς ἀνεθέμην, καὶ τὴν ἐμὴν θείαν ἐν ἐσχάτοις ἐάσας κινδύνοις, ἐπὶ τὴν
λαύραν νυκτὸς ἐπανῆλθον. ἐκεῖσε οὖν περὶ τὴν δευτέραν ὥραν τῆς ἡμέρας ἐφθακώς, ὠρθοδρόμησα
πρὸς τὸν ἐμὸν ἐπιστάτην, λίαν ἐσπευσμένος διὰ τὴν ἐμὴν θείαν. τὸ ἡσυχαστήριον δὴ
καταντήσαντός μου, καὶ κατὰ τὸ σύνηθες τρὶς μηνύσαντός μου διὰ μικροῦ λίθου, ἀνέωξέ
μοι ὁ γέρων καὶ πρίν τι τὸ σύνολον φθέγξομαι, ἔφη πρός με, τὴν θύραν τῇ χειρὶ κατέχων·
«εὖ ἥκεις, ὦ ἐμὸν τέκνον, εὖ ἥκεις· μὴ ἀθύμει· οὐκ ἀποθνήσκει γὰρ ἡ θεία σου ἐν
τῇ ἀρρωστίᾳ ταύτῃ.» ἐγὼ δὲ πρὸς αὐτὸν εἶπον· «τοῦτο καταμαθεῖν παρά σου ἦλθον, ὦ
πάτερ.» ὁ δὲ ἀποκριθεὶς ἔφη· «ναὶ οἶδα, οἶδα, ὅτι τούτου χάριν ἐλήλυθας. οὐκοῦν
πεπληροφορημένος ἔσο, τέκνον, ὅτι ἐν τῇ νόσῳ ταύτῃ οὐ τελευτήσει. μὴ οὖν ἀθυμήσῃς,
μηδὲ λυπηθῇς, μηδὲ σαυτὸν ταῖς φροντίσι καταπονήσῃς καὶ ματαίαις ἀθυμίαις.» καὶ
ταῦτα τρὶς εἰπών, πρὶν ἤ με τὸ παράπαν λαλῆσαι πρὸς αὐτόν, ἤρξατο λέγειν τό Ϡπάτερ
ἡμῶν,Ϡ καὶ πληρώσας τὴν εὐχήν, εὐμενῶς καὶ φιλοφρόνως ἀπεδέξατο.
[558Χ]
137. ἡμῶν οὖν καθεσθέντων, ἠρώτησα αὐτὸν πάλιν, πολυπραγμονῶν καὶ ἀκριβευόμενος
σαφῶς εἰδέναι εἰς τί ἂν λήξει τῆς ἐμῆς θείας τὸ νόσημα, ἐπειδὴ ἡ καρδία μου λίαν
ἦν καιομένη ἦν [λεγε· ἐν ?] ἐμοί· οὐ γὰρ ᾤμην, ὅτι καταλαμβάνω τὴν λαύραν, ἄχρις
ἂν τελευτήσῃ· ὅθεν τρὶς ἀκούσας παρὰ τοῦ γέροντος ὅτι οὐκ ἀποθνήσκει, οὐκ ἐπαυσάμην,
ἀλλ᾿ ἠρώτησα αὐτὸν ἔτι, λέγων ἄκρας καὶ βεβαίας τυχεῖν πληροφορίας· «ἀξίωσόν με,
πάτερ, ὅτι οὐκ ἀποθνήσκει ἡ θεία μου ἐν τῇ νόσῳ ταύτῃ· ἐγὼ γὰρ αὐτὴν οὐ μόνον ἀπειπάμην
καὶ ἀπήλπισα, ἀλλὰ καὶ ἄλλοι πολλοί.» ὁ δὲ ἔφη πρός με· «ἔτι ἐρωτᾷς περὶ τούτου,
ὀλιγόπιστε οὐκ ἐπιστοφόρησά σε οὐ πολλάκις εἶπόν σοι, διδασκαλικοὺς ὑποθέμενος τρόπους,
μάλιστα περὶ τῆς ἀπιστίας ἥτις ἐκ δύο τινῶν συμβαίνει, ἔκ τε τῆς τῶν πραγμάτων ἀπειρίας
καὶ ἐκ τῆς ἀπροσεξίας, τοῦ κακοῦ πολεμήτορος διὰ παντὸς ὑποβάλλοντος ἐνθυμήσεις,
καὶ ἐν τῷ καθαρῷ σίτῳ ζιζάνια ῥυπαρὰ ἐπισπείροντος διὸ τοιγαροῦν πρὸς θεραπείαν
τῆς σῆς ὀλιγοπιστίας πορεύθητι πρὸς τὸν ἀρτοκόπον, καὶ αἴτησαι παρ᾿ αὐτοῦ μίαν προσφορὰν
ποιήσασθαί σοι· οὐ γὰρ ἔχει σήμερον ἐν ἑτοίμῳ, ἐπειδὴ τετάρτη τῆς ἑβδομάδος ἐστιν
ἡ παροῦσα ἡμέρα.»
[559Δ]
138. ἀπελθόντος οὖν μου, καὶ ἀπειληφότος τὴν προσφορὰν αὐθωρόν, ὁ θεοφόρος γέρων
προσήνεγκεν αὐτήν, καὶ πᾶσαν τελέσας τὴν μυσταγωγικὴν λειτουργίαν προσῆλθε γεγανυμένην
ἔχων θέαν καὶ χάριτος πεπληρωμένην καὶ ἔκλαμπρον, λάμποντι πυρὶ παραπλήσιον, καὶ
εἶπε πρός με· «οὐκ εἶπόν σοι, ὀλιγόπιστε, ὅτι οὐκ ἀποθνήσκει ἡ θεία σου ἐν τῇ ἀρρωστίᾳ
ταύτῃ ἀποσόβησον ἀπό σου πᾶσαν δυσπιστίαν, καὶ κακόβουλον γνώμην τε καὶ διάθεσιν,
καὶ μηκέτι προσθεὶς ἐπερωτῆσαί με περὶ τούτου τοῦ πράγματος.» πεπιστευκὼς τοίνυν
τοῖς χαριτοπνεύστοις αὐτοῦ λόγοις, τοὺς πόδας αὐτοῦ κατεφίλησα καὶ τὰς παλάμας,
μεγάλως εὐχαριστῶν τῷ θεῷ ὑπέρ τούτου, καὶ αὐτῷ θεοφόρῳ γέροντι. διαποιήσας δὲ ἀκαταπύκτως
καὶ ἀταράχως τὸ ὑπόλοιπον τῆς ἡμέρας ἐκείνης, τῇ ἑξῆς ἐπορεύθην τὴν θεόθεν διὰ τοῦ
σοφοβλύστου στόματος γνωρισθεῖσαν τοῦ γέροντος τῇ προσφιλεστάτῃ μου θείᾳ εὐαγγελισόμενος
αὐτῇ, καὶ καταλαβὼν αὐτὴν ἐν τοῖς τελευταίοις κινδύνοις οὐκ ἐδυσφόρησα, ἀλλ᾿ αὐτὴν
παρηγορήσας, μεθ᾿ ἡμέραν, ἢ τάχα καὶ δύο, εἰς τὴν λαύραν ὑπέστρεψα τῇ καλῇ ἐλπίδι
τῶν θεορήμων [λεγε· θεορρήτων ?] λόγων τοῦ γέροντος τρέφων τε καὶ καταρρυθμίζων
τὴν διάνοιαν. ἡ δὲ θεία μου μετ᾿ οὐ πολλὰς ἡμέρας ἀνακτισαμένη [λεγε· ἀνακτησαμένη],
ἐπὶ τὴν ἰδίαν ἦλθε πόλιν, καὶ χάριτι
[559Ε] Χριστοῦ ἄχρι τῆς σήμερον ἐν εὐρωστίᾳ καὶ ῥώμῃ διηνεκεῖ, τῷ Θεῷ χαριστήριον
ἀναπέμπουσα ὕμνον.
139. ἠκολούθησά ποτε τούτῳ τῷ γέροντι ἐπὶ τὰ σπήλαια τοῦ Δουκᾶ σὺν ἑτέροις τισὶ
τῶν πατέρων τῆς τε μεγίστης ἡμῶν λαύρας καὶ τῆς τοῦ Σουκᾶ κατὰ τὸν καιρὸν τῆς τεσσαρακοστῆς
τοῦ ὁσίου πατρὸς ἡμῶν Σάβα. ἔσχον δὲ πλησίον τοῦ σπηλαίου τοῦ γέροντος μικρὸν σπήλαιον,
ἐν ᾧ διάγων, ἑώρων καθ᾿ ἑκάστην ἡμέραν τὸν γέροντα τοῦ ἰδίου σπηλαίου ἐκβαίνοντα,
καὶ ἐπὶ τὴν ἀκρορίαν [λεγε· ἀκρώρειαν] τοῦ ὄρους βλέποντα, καὶ βυσσόθεν τῆς καρδίας
κατανυκτικῶς στενάζοντα, καὶ ἁπάντως τὸν θεὸν δοξολογοῦντα. οὐδὲν ἕνεκα τούτου πρὸς
αὐτὸν ἐποιησάμην ῥῆμα. τῆς τεσσαρακοστῆς οὖν πληρωθείσης, δυσωπηθεὶς ὁ γέρων, ἡνίκα
ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους ἀνελθεῖν ἠβουλήθη, παρέλαβεν τοὺς πατέρας, ἐάσας με σὺν
ἄλλῳ τινὶ τῶν πατέρων ἐν τοῖς σπηλαίοις κάτω. ὡς οὖν ἐγύρευον ὁμοῦ, εὗρον σπήλαιον,
ἔχον ξηρὸν χόρτον καὶ τόπον εὐκάθεδρον καὶ ἴχνη τινὸς ἀνθρώπου, ὃν ἀνιχνεύοντες
οἱ πατέρες περιεφοίτων οὐκ ἄνευ τοῦ γέροντος, καὶ
[559Ε] πολλὰ ἐζητηκότες, οὐδένα εὑρεῖν ἐξίσχυσαν. ὁ δὲ ἐπιστάτης προσεποιήσατο ἑαυτὸν
ἐπί τινα χρείαν ἰδιαζόντως πορεύεσθαι, εἰπὼν αὐτοῖς· «προλάβετε μικρόν, ὦ πατέρες·
ἰδοὺ γὰρ φθάνω ὑμᾶς.»
140. οἱ δὲ προπορευθέντες, ἐφ᾿ ἱκανὴν ὥραν ἐξεδέξαντο αὐτόν, καὶ βραδύναντα ᾠήθησαν
τῷ ἀναχωρητῇ προσωμιληκέναι· διὸ ἀναζητοῦντες αὐτὸν ὑπέστρεψαν ὀνομαστὶ καλοῦντες,
τοῦ ἀναχωρητοῦ τυχεῖν παραδοκοῦντες [λεγε· προσδοκοῦντες ?]. τῶν δὲ φωνῶν αὐτῶν
καὶ τῶν κραυγῶν ἀκούσας ὁ ἐπιστάτης, ἀνέδραμεν εἰς ἀπάντησιν αὐτῶν, φοβηθεὶς μήπως
μάθωσι τὸ αὐτοῦ μυστήριον. οἱ δὲ ἰδόντες αὐτόν, παρεκάλουν λέγοντες· «διὰ ποίαν
αἰτίαν ἐβράδυνας, πάτερ τάχα τῷ ἀναχωρητῇ συνέτυχες εἰπὲ ἡμῖν.» ὁ δὲ πρὸς αὐτοὺς
ἔφη· «σύγγνωτέ μοι, πατέρες, καὶ λοιπὸν μὴ ποιήσητε πρός με περὶ τούτου πεῦσιν.»
οἱ δὲ φιλοσοφήσαντες τὸ σιγηλὸν ἤσκησαν, εἰκάσαντες ὅτι προσετάχθη ὑπὸ τοῦ ἀναχωρητοῦ
μὴ φανερῶσαι αὐτοῖς τὰ περὶ αὐτοῦ.
141. καταβάντες δ᾿ οὖν ἐκ τοῦ ὄρους, ἠξίωσαν τὴν ἡμετέραν ταπείνωσιν περὶ τούτου
ἐρωτῆσαι τὸν γέροντα. ἐγὼ δὲ πεισθεὶς ἠρώτησα αὐτόν, πολλὰ
[560Α] γονυπετήσας τε καὶ ἀντιβολήσας. ὁ δὲ ἔφη πρός με· «τέκνον, ἐπειδή σε πόθον
ἔχοντα διάπυρόν τε καὶ θερμὸν ὁρῶ, καὶ συχνῶς ἐνοχλοῦντά μου περὶ τούτου μαθεῖν,
ἄκουσον· πολὺν διετέλεσα καιρὸν ὑπὸ λογισμῶν ἀκοιμήτων ἐνδιαθέτως σφυζόμενος, κελευόντων
με καὶ λεγόντων ὅτι Ϡἀναχωρητής τις ἐν ταῖς τοῦ ὄρους κορυφαῖς σπήλαιον οἰκεῖ, γνήσιος
τοῦ θεοῦ λάτρης καὶ ἅγιος· ἀλλ᾿ ἀνάβηθι εἰς τὸ ὄρος, καὶ ζήτησον, ὅτι εὐφρανθήσεσθαι
μέλλεις συνομιλήσας αὐτῷ.Ϡ ἐντεῦθεν γὰρ ἐν τῇ τεσσαρακοστῇ, ὅτε ἐν τοῖς τοῦ ὄρους
ἀκρωτηρίοις ἱστάμην, πολλὰ ἀνεστέναζον κάτωθεν ἐκ τῆς καρδίας εὐχόμενος τυχεῖν τῆς
τοῦ ἀναχωρητοῦ πνευματικῆς ὁμιλίας.
142. καὶ τῆς τεσσαρακοστῆς πληρωθείσης, ἠβουλήθην σὺν δυσὶν καὶ τρισὶν τῶν πατέρων
μόνον ἀνελθεῖν ἐπὶ τὸ ὄρος ἄνω, καὶ τὴν ἔφεσίν μου ἐν τῷ ἀναχωρητῇ ἀποπληρῶσαι.
ἀλλ᾿ ἰδὼν τοὺς πατέρας ἅπαντας ἠδέως ἔχοντας συμπορευθῆναι ἡμῖν, συμπαρέλαβον αὐτούς,
καὶ ἀναβάντες ἐψηλαφήσαμεν τὸ ὄρος, καὶ εὑρηκότες σπήλαιον καὶ ἴχνη τινὸς ἀνδρός,
ἐξεδράμομεν ἀκολουθοῦντες τοῖς ἴχνεσι, καὶ πολλὰ
[560Β] ἀνιχνεύσαντες ἅμα, οὐδενὸς ἐπετύχομεν. τότε δὴ προσεποιησάμην ἐμαυτὸν ἀπιέναι
χρείας ἕνεκεν ἀναγκαίας, καὶ παραυτὰ σμικρὸν ἰδιαζόντως ἀναζητήσας τὸν ἀναχωρητήν,
εὗρον αὐτὸν καὶ ἔγνων εὐθέως, ὅτι μὴ βουλόμενος ὁ ἅγιος ὀφθῆναι πολλοῖς, καὶ ὑπ᾿
αὐτῶν ὀχληθῆναι, οὐκ εὐφράνῃ με τὸ πρότερον σὺν τοῖς πατράσιν ὑπάρχοντα, καὶ μετὰ
τὴν εὐχὴν ἀσπασάμενος αὐτὸν καὶ συνομιλήσας αὐτῷ, λίαν ἐπετέρφθην καὶ ἠγαλλιάσθην
ἐπὶ ταῖς οὐρανοφρόσιν αὐτοῦ πνευματικαῖς διαλέξεσι.» πάλιν δὲ ἐγὼ ὁ μέτριος τὸν
ἐπιστάτην ἠρώτησα, λέγων· «καὶ ποδαπὸς τυγχάνει, ὦ πάτερ, ὁ ἀναχωρητὴς οὗτος τῷ
τε εἴδει καὶ μεγέθει καὶ ἡλικίᾳ» ὁ δὲ ἔφη· «μεσοπόλιος ὑπάρχει, οὐ πολὺ ἀσθενής,
εἰ καὶ ὑπὸ τῆς πολλῆς ἀσκήσεως ἡ σὰρξ ἐξέλειπεν· ὀστέα γὰρ ἔχει χονδρὰ καὶ μεγάλα·
ἔστι δὲ καὶ λίαν εὐμεγέθης καὶ εὐειδής, γυμνός, μόνην τὴν τοῦ σώματος αἰδῶ περιεζωσμένος
δερματινῷ λεντίῳ· λαχνηεὶς δέ, τριχώδης ἀνὴρ καὶ δασύς· ἔχει δὲ καὶ τριάκοντα χρόνους
ἀναχωρήσας. καταπλαγεὶς οὖν ἐπὶ τούτοις, καὶ πολὺ θαυμάσας, χαριστήριον ὕμνον θεῷ
ἀνέπεμψα.
[561Ε]
CAPUT ΞΙΙ.
143. ἄλλην δὲ διηγήσομαι ὑμῖν διήγησιν οὐκ ἄκοσμον, ἀλλὰ καὶ πάνυ τὴν οὐρανόφρονα
καὶ πνευματικὴν γνώμην τε καὶ διάθεσιν τοῦ γέροντος τούτου, καὶ τὴν μεγάλην ἀρετήν,
καὶ θεόσδοτον χάριν ἀποδεικνῦσαν καὶ παρεστῶσαν· ἀεὶ γὰρ συμπαρῆν τοῖς ἑαυτοῦ φοιτηταῖς,
τῷ πνεύματι ζέουσαν περὶ αὐτῶν ποιούμενος φροντίδα, τῆς σφῶν αὐτῶν προνοούμενος
σωτηρίας, καὶ ἐκτενεῖς ἐντεύξεις ὑπὲρ αὐτῶν ποιούμενος, καὶ σωματικῶς ἀπών, τὸν
βίον αὐτῶν ἐπίστατο· καὶ
[561Φ] τοῦτο οὐχ ἁπλῶς μαρτυρῶ, ἀλλ᾿ ἐξ ἐμαυτοῦ ἀσφαλεστάτῃ πείρᾳ μαθών. ἐμοῦ γάρ
ποτε μαθητεύοντος τῷ μακαρίῳ τούτῳ ἅμα τισὶν ἑτέροις, ἐπῆλθέ μοι σωματικὴ ἀσθένεια
πολλή, πόρρωθεν τοῦ ἡσυχαστηρίου τοῦ γέροντος ἐν τῷ κελλίῳ διάγοντι, ὥστε με μὴ
ἐκτελέσαι ἐπὶ πλείστας ἡμέρας τὸν νυκτερινὸν κανόνα μετὰ τῶν ἐμῶν συμμαθητῶν, ἀλλ᾿
ἡμερικῶς τὸ ἥμισυ αὐτοῦ, ἢ καὶ τάχα τὸ δίμοιρον. πολλὴν γὰρ ἐκ τῆς ἀδυναμίας προσεκτησάμην
ἀμέλειαν καὶ ῥαθυμίαν, ὑφ᾿ ἧς πολλάκις ἡττώμενος ἀπέρριπτον ἐμαυτὸν χαμαί, οὐχ
ὑπνῶσαι βουλόμενος, ἀλλὰ τυχεῖν βραχείας ἀναψυχῆς καὶ ἀνέσεως. λεληθότως δὲ ὑπὸ
τοῦ ὕπνου κλεπτόμενός τε καὶ ἁρπαζόμενος ἐκοιμώμην, ἄχρις ἂν οἱ ἀδελφοὶ ἐξύπνιζόν
με τὸ αὖγος, τοῦ καιροῦ τῆς πρωϊνῆς πρώτης ὥρας ἐπιστάντος. ἐνίοτε δὲ κᾀγὼ αὐτὸς
ἐξεγειρόμην, τοῦ ἐνδομυχοῦντος εὐκτικοῦ λογισμοῦ παροτρύνοντος, καὶ τὴν συνέχουσάν
με ἀδυναμίαν καὶ ἀνωμαλίαν ἐκτινάσσοντος· ἐφ᾿ αἷς ἠγωνίων πολὺ καὶ ἠνιώμην, μάλιστα
κρατούμενος ὑπὸ τῆς ἀμελείας τε καὶ χαυνώσεως, καὶ ἀπλήρωτόν τε καὶ ἀτέλεστον τὴν
νυκτερινὴν ψαλμωδίαν ἀπεργαζόμενος, ὡς εἷς τῶν εὐπλουστέρων [λεγε· ἁπλουστέρων]
τε καὶ ῥαθυμωτέρων
[562Α] ἀρχαρίων, εὖ εἰδὼς ὅτι εἰς ἐσχάτην ψυχῆς ἀπώλειάν τε καὶ ὄλεθρον ἀπελαύνει
τῆς ψυχῆς ἡ ἀμέλεια καὶ τοῦ σώματος ἡ ἄνεσις.
144. μιᾷ οὖν τῶν ἡμερῶν ἐκείνων, τῆς θερινῆς ὥρας διϊππευούσῃς, ἐν αἰθρίῳ τόπῳ καθεύδων,
ἐπὶ τὴν ἐμὴν πενιχρὰν κοίτην μετὰ τῶν ἀδελφῶν τὸ δίμοιρον τοῦ κανόνος πεποιηκώς,
καὶ ὑπὸ τῶν λογισμῶν ἐξεγειρόμενος ἀναπληρῶσαι τὸ ὑπόλοιπον, καὶ πάλιν ὑπὸ τῆς χαυνώσεως
νικώμενος, ὑπὸ βαθέως ἡρπάγην ὕπνου, ὥσπερ εἴωθα. ὡς οὖν ὕπνωσα ἐπὶ μίαν ὥραν ἢ
καὶ μικρῷ πλεῖον, θεωρῶ τινα φρικώδη λίαν καὶ φοβερὸν καὶ καταπληκτικὸν εἰσελθόντα
διὰ τῆς τοῦ κελλίου σμικροτάτης θύρας, ἀντικρύ μου οὔσης, καὶ ἐπ᾿ ἐμὲ ἐρχόμενον.
ὡς δὲ εἶδον αὐτόν, ἄγαν ἔξυπνος ἐγενόμην, τοὺς ὀφθαλμοὺς ἀποκαλύψας καὶ παραυτὰ
τὸν φίλον ἐπιστάτην ἔγνων, τὸν ὡς ἀληθῶς ἅγιόν τε καὶ φιλάνθρωπον· παρέστη γὰρ τοῖς
ποσί μου, τὸ σταυρόμορφον αὐτοῦ ἱερὸν βαστάζων σκῆπτρον, καὶ τὸ μικρὸν ἐπιρριπτάριον
ἐπὶ τῶν ὤμων ἔχων, κᾀμοὶ προσεχῶς ἀτενίζων, καὶ μονονουχὶ τῷ σχήματι
[562Β] ἐξυπνίζων με καὶ κελεύων μὴ πάννυχον ἀπανθίζειν ὕπνον, καὶ ὀργίλως μοι φαινόμενος
διὰ τὴν ἐπικρατήσασάν μου ἀπροσεξίαν τε καὶ ἀμέλειαν. οὐ μέντοι γε τὸ παράπαν ἐλάλησέ
μοι, ἀλλ᾿ ἵστατο σιωπῶν, καὶ κατηφὲς ἐνδεικνύμενος ἦθος, ὡσαύτως οὐδὲ ἐγὼ πρὸς αὐτὸν
ἀπεφθεγξάμην, ὡς οἰόμενος αὐτὸν ἀπὸ τοῦ κελλίου ἐληλυθότα τὴν ἐμὴν ἐξυπνίσαι καὶ
διαναστῆσαι νωθρότητα, οὔτε δὴ κατὰ τὸ σύνηθες ἔκλινα αὐτῷ γόνυ, μεγάλῃ κεκρατημένος
ἐρυθριάσει τε καὶ αἰδοῖ.
145. ἀλλ᾿ οὖν ὅμως ἐγερθεὶς παραχρῆμα μικρὸν ἄποθεν τῆς κλίνης μου ἔστην κατὰ ἀνατολάς,
καὶ τῆς δοξολογίας ἀπηρξάμην τοῦ κανόνος κατὰ τὴν σχηματισθεῖσάν μοι τοῦ γέροντος
ἔφεσίν τε καὶ κέλευσιν, καὶ τῆς ἐμῆς περὶ τούτου φροντίδος ἀπαλλαγὴν σπουδάζων ποιήσασθαι,
μάλιστα τοῦ ὄρθρου φανέντος, καὶ τὴν τοῦ ἡλίου μηνύοντος ἀνατολήν. ἐδεδίειν γάρ,
μήπως οἱ ἀδελφοὶ ἐξαναστάντες προτρέψωνταί με τὴν πρώτην εὐχὴν τῆς ἡμέρας συνεκτελέσαι
αὐτοῖς. θεασάμενός με τοίνυν ὁ ἅγιος γέρων λίαν προθυμούμενον, πᾶσαν τὴν τῆς νυκτερινῆς
ψαλμωδίας ἀκολουθίαν
[562Χ] ἀποπληρῶσαι ἅμα ταῖς συνήθεσι γονυκλισίαις, πλησιάσας ἔστη ἐκ δεξιῶν μου,
τῇ ἱερωτάτῃ αὐτοῦ ὑπερειδόμενος βακτηρίᾳ, τὴν κατήφειαν ἐκείνην μεταβαλὼν εἰς εὐφροσύνην
καὶ χαρμονὴν καὶ διάχυσιν, καὶ ἐθάρσησέ με καὶ ἐσπευσμένον κατήπειγε, τὴν προθυμίαν
μου προθυμοτέραν ἀποτελῶν τοῖς σχήμασι. μετὰ τοιαύτης οὖν ζεούσης σπουδῆς καὶ ἀγῶνος
πολλοῦ νηφόντως τε καὶ τλημόνως ψάλλων τε καὶ εὐχόμενος καὶ κατανεύων τε καὶ ἀνανεύων,
ἔχων τὰς ὄψεις πρὸς τὸν ἐπιστάτην, ἐκ δεξιῶν μοι τοῖς ἱματίοις προσθήγοντα, τέλειόν
μου τὸν κανόνα πεποίηκα πρὶν ἀνατεῖλαι τὸν ἥλιον, ἅμα τῷ τρισαγίῳ ὕμνῳ καὶ τῇ αὐτοῦ
εὐχῇ.
146. κατὰ τὸ ἔθος δὲ τῆς τελευταίας εὐχῆς τοῦ κανόνος ἐπιλαμβανόμενόν με θεασάμενος
ὁ ἐπιστάτης πάνυ γεγηθὼς ἐπανῆλθε, διὰ τῆς τοῦ κελλίου θύρας τὴν ἐπάνοδον ποιούμενος.
πρὸς αὐτὸν νουνεχῶς ἀτενίζων, ἧς ἐπελαβόμην εὐχῆς ἠβουλήθην παρεάσαι, συντυχεῖν
αὐτῷ ἐφιέμενος· ἀλλ᾿ ὡς κατὰ τῆς θύρας ἔνδοθεν καταλαβεῖν αὐτὸν ἐλπίσας, ἀνεσχετίσθην
[λεγε· ἀναχαιτίσθην ?], ἄχρις ἂν τὴν μετὰ χεῖρας εὐχὴν ἐκτελέσω· ἧς ἐκτελεσθείσης,
ἔδραμον κατόπισθεν αὐτοῦ, μεταμέλῳ πυρποληθεὶς ἀπείρῳ, αἰδούμενος ἅμα τὸν θεὸν καὶ
τὸν
[563Δ] ἐπιστάτην, ὅτι με βαθεῖ κατακυλισθέντα ὕπνῳ διεγείρων ἐληλύθει, καὶ οὐδ᾿
ὅλως ἠσπασάμην αὐτόν, προσπεσὼν κατὰ τὸ ἔθος τοῖς ἴχνεσιν αὐτοῦ, ἀγνώμων φανείς,
καὶ παχύτητα διανοίας περικείμενος. ὅθεν τῆς μεταμελείας τὴν φλόγα σβέσαι βουλόμενος,
ἅπαν ἐμπόνως ἐψηλάφηκα τὸ κελλίον, καὶ εὑρηκὼς μηδένα ἐπὶ τὰς πύλας ἔδραμον. ὦ τῆς
ἀτυχίας↙ εὗρον γὰρ αὐτὰς ἀραρότως ἀποκεκλεισμένας. ἐν ἀπορίᾳ δὲ κατασταθείς, ἐξύπνισα
τοὺς ἀδελφούς, ἕνα ἕκαστον πυνθανόμενος, εἴπερ εἴη θεασάμενος τὸν ἐπιστάτην, καὶ
μηδὲν πλέον ἀκούσας παρ᾿ αὐτῶν ἀλλ᾿ ἢ τό· «οὔτε ἀπὸ ἡμερῶν ἱκανῶν ὤφθη ἐνταῦθα ὁ
ἐπιστάτης, οὔτε ὅλως εἰ παραγέγονεν οἴδαμεν· ἐν τῷ ἡσυχαστηρίῳ αὐτοῦ πέφυκεν, ὡς
οἶσθα καὶ σύ. ἐξένισας ἡμᾶς, ἀδελφέ, καὶ κατέπληξας ἀθρόως οὕτως ἀναζητήσας τὸν
ἡμέτερον ἐπιστάτην.»
147. πολὺ πλέον δὲ ἐγὼ ἐπὶ τούτοις τεθηπώς, οὐδενὶ παρ᾿ αὐτῶν ἀπεκάλυψα τὸ μυστήριον
τῆς ὀπτασίας, ἀλλὰ σὺν αὐτοῖς τὴν πρώτην εὐχὴν τῆς ἡμέρας τετελεκώς, εὐθέως καὶ
παραυτὰ πρὸ πάντων πρὸς τὸν ἐπιστάτην ᾠχόμην εἰς τὸ ἡσυχαστήριον. μηνύσαντος
[563Ε] δέ μου κατὰ τὸ σύνηθες, ἀνέῳξε τὴν θύραν, καὶ τὴν εὐχὴν τοῦ Ϡπάτερ ἡμῶνϠ
ἀποπληρώσας, καθίσας ἐκέλευσέ με καθισθῆναι, μειδιῶν καὶ λέγων πρός με· «διὰ τί,
τέκνον, ἐνταῦθα ἐλήλυθας ἄρτι» πρὸς ὅν, μικρὸν παρασιωπήσας, ἔφην· «πότε σὺ παραγέγονας
ἐν τῷ κελλίῳ, πάτερ, καὶ πότε ὑπέστρεψας» ὁ δὲ πάλιν διαχεόμενος ἔφη· «πίστευέ μοι,
πνευματικώτατον τέκνον, ὅτι τοῦ ἡσυχαστηρίου σωματικῶς οὐκ ἀπέστην, εἰ καὶ πνευματικῶς
συμπαρήμην σοι, ὥσπερ ἑώρακας. μὴ ἀμέλει λοιπὸν τῆς σαυτοῦ σωτηρίας, μὴ ἀμέλει,
τέκνον, οἰόμενος τὴν ἐμὴν ταπείνωσιν ἀγνοεῖν τὰ κατά σε· εἰ γὰρ καὶ τὰ κρύφια μόνῃ
τῇ ὄντως ἀληθείᾳ γνωστὰ τυγχάνει· ἀλλ᾿ οὖν καὶ ἡμῖν δίδωσι κατὰ χάριν εἰδέναι, οὐ
διὰ τὴν ἡμῶν ἀξιότητα, ἀλλὰ διὰ τὴν ὑμῶν σωτηρίαν. ὅθεν οὐδὲν διαλάθει με παντελῶς
τῆς ὑμῶν διαγωγῆς· ἀλλὰ καὶ εἴπερ ἤθελον καταλέξαι πάντα τὰ ὑμῶν μυστήρια, δυναίμην
ἂν διὰ τῆς τοῦ θεοῦ συνεργίας. ἀλλ᾿ ὡς μὴ βουλόμενος ἐλέγξαι ὑμᾶς, καὶ εἰς αἰσχύνην
ἀγαγεῖν, οὐ δημοσιεύω τὰ καθ᾿ ὑμᾶς, διότι καὶ αὐτὸς ἄνθρωπός εἰμι ὁμοιοπαθὴς ὑμῖν,
καὶ τῆς αὐτῆς τελὼν ἀσθενείας.
148. ἄλλο δέ σοι ἐρῶ, ἐπειδὴ μαθητὴς καθέστηκας,
[563Φ] καὶ δεῖ τινα δι᾿ οἰκονομίαν θάρρειν μαθηταῖς. ἐπέρχεταί μοι ὥρα πολλάκις,
ἐν ᾗ καὶ τὴν μυστικὴν τελῶν θυσίαν, πλείονων τῶν ἐν τῇ λαύρᾳ πατέρων διαγόντων μαθησαίμην
ἂν καὶ εἴποιμι καὶ λεπτομερῶς καταλέξαιμι τὰ αὐτῶν, εἴπερ βουληθείην. οὐκοῦν ἄπιθι,
καὶ τοῖς σοῖς συμφοιτηταῖς εὐάγγειλον, μηδὲν ἀποκρύπτων, ἀλλὰ φανεροποιῶν, πῶς με
κατίδες· ἐπειδήπερ εἰσὶ καὶ αὐτοὶ δυσπιστίαν νοσοῦντες, κατὰ σέ. τὸ δὲ γνῶσον σαφῶς,
ὅτι ταῦτά σοι λαλεῖν ἀνάγκην ἔχω· ἐπειδὴ λόγον ὑπέρ σου τε καὶ ὑπὲρ αὐτῶν ἀπαιτοῦμαι
ἐν τῇ φρικώδει ἡμέρᾳ τῆς κρίσεως, ὅταν ὁ κύριος τῆς δόξης ἔλθῃ κρίναι ζῶντας καὶ
νεκρούς, καὶ ἀποδοῦναι ἑκάστων τῶν βεβιωμένων τὰς ἀμοιβάς, ὃς καὶ πάντων τῶν αἰτουμένων
αὐτὸν ἐν ἀληθείᾳ ποιεῖ τὸ θέλημα, οἰκονομῶν ἑκάστῳ τὰ κάλλιστά τε καὶ συμφερώτατα·
πολλάκις γὰρ αἰτηθεὶς ὑπό τινος, ἢ αὐτὸς πρὸς κύριον οἰκεῖαν βουληθεὶς ποιήσασθαι
δέησιν ἕνεκεν ἀποκαλύψεως μυστικῶν πραγμάτων διὰ τῆς ἀναιμάκτου μυσταγωγικῆς ἱερουργίας,
οὐκ ἀπεστράφην ἄγνωστος τῆς ζητήσεως, καθαραῖς αὐτὸν δυσωπήσας ἐντεύξεσι, καὶ εἰπών·
Ϡκύριε καρδιογνῶστα, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, ὁ πάντα γινώσκων πρὶν
γενέσεως αὐτῶν, εἰ ἄρεστόν σοι ἐστὶ
[564Α] καὶ καλὸν ἐνώπιόν σου, φανεροποίησόν μοι, ὅπερ αἰτοῦμαι παρά σου, ὅτι τὰ
ἅπαντα δύνασαι καὶ ἀδυνατεῖ σοι οὐδέν.Ϡ πίστευέ μοι, τέκνον πιστότατον, ὅτι παραυτὰ
πᾶν ὅπερ ἂν συμφέρον εἴη καὶ σωτήριον, ἐκομισάμην παρ᾿ αὐτοῦ, ὡς οὐδέ σε διέλαθεν,
ὅτε πρὸ ὀλίγων μηνῶν περὶ τῆς σῆς θείας ᾐτήσω, οὐδὲ πολλοὺς ἑτέρους.»
149. μεγάλως δὲ τεθαυμακὼς ἐπὶ τούτοις καὶ κατανυγεὶς ἠρξάμην ἐξυφαίνειν ἐγκωμίων
πλοκὰς καὶ ἐπαινετικοὺς στεφάνους τῇ ἱερᾷ τοῦ γέροντος περιτίθεσθαι κορυφῇ, δοξολογίας
καὶ χαριστηρίους ὕμνους ἀναπέμπων τῷ θεῷ. ὁ δὲ πραείᾳ τῇ φωνῇ καὶ μετρίῳ φρονήματι
ἔφη· «τί με θέλεις οὐ δικαίως ἐπαινέσαι, τέκνον οὐκ ἐμὸς ὁ ἔπαινος, ἀλλὰ τοῦ πάντα
ἐν πᾶσιν ἐνεργοῦντος θεοῦ, τοῦ πατρὸς τῶν φώτων, καὶ δωτῆρος τῶν ἀγαθῶν· ὅπερ γὰρ
ἔφην πλειστάκις, τὸ αὐτὸ λέγω καὶ νῦν, καὶ λέγων οὐ παύομαι· ὅτι μόνῳ τῷ θεῷ πρέπει
ὁ ὕμνος καὶ ὁ ἔπαινος καὶ τὰ θαύματα, καὶ πᾶσα δόξα καὶ τιμή, τῷ ποιοῦντι μεγάλα
καὶ θαυμάσια, οὗ τῆς μεγαλειότητος οὐ μόνον
[564Β] αἱ λόγου μετέχουσαι φύσεις ὑπάρχουσι διαπρύσιοι κήρυκες καὶ ἐπαινέται, ἀλλὰ
καὶ αἱ ἄλογοι καὶ ἀναίσθητοι, αἵ τε παρ᾿ αὐτοῦ λαβοῦσαι τὸ εἶναί τε καὶ γενέσθαι.
ὥσπερ γὰρ οὐ τῆς κιθάρας, ἀλλὰ τοῦ κιθαριστοῦ τυγχάνει τὸ ἐγκώμιον, ὡς ἐξ ἀναισθήτου
τε καὶ νεκρᾶς οὐσίας εὐφυεστάτοις δακτύλοις τεχναζομένου τε καὶ ἀποτελοῦντος εὔλυρον
μουσικὴν συμφωνίαν τε καὶ ἁρμονίαν, καὶ διὰ τῆς ἡδυτάτης φωνῆς τέρποντος τοὺς ἀκούοντας,
οὔτε μὴν κιννύρα, χορδαί τε καὶ κόλλοπες καὶ ζυγὸς καὶ πλήκτρον τοὺς μισθοὺς κομίζονται,
ἀλλ᾿ ὁ ἐπιστημόνως κεχρημένος αὐτοῖς, καὶ δι᾿ αὐτῶν τέρπνον ἐργασάμενος μελῳδίαν·
ἐπειδὴ καὶ ἄνευ μουσικῶν ὀργάνων ὁ ἀοιδὸς εὔμουσον ἰσχύει ἀποτελεῖν λύραν, καὶ εὔφωνον
τραγῳδίαν· οὕτως μόνου τοῦ θεοῦ καθέστηκεν ὁ αἶνός τε καὶ ἔπαινος, καὶ οὐκ ἐμοῦ,
τοῦ ξηροῦ καὶ νεκροῦ καὶ ἀκάρπου ξύλου, τοῦ πικρίας γέμοντος.
150. ἔστω τις βασιλεὺς πάντα τὸν στρατιωτικὸν αὐτοῦ συναθροίσας ὅμιλον καὶ τὸν λεπτὸν
δῆμον, βουλόμενος ῥογεῦσαι χρήματα, καὶ πάντας τοὺς ὑπὸ χεῖρα φιλοτιμήσασθαι·
ἐπὶ τοῦ βασιλικοῦ προκαθεσθεὶς θρόνου, κελεύσει τὰς σακελλὰς πετασθῆναι, καί
[564Χ] τινας τῆς παρεστώσης ἀπείρου τε καὶ ἀμυθήτου πληθύος, πρὸς αὐτὸν μόνον τὸ
ὄμμα φερούσης, προσκαλεσάμενος, διανομέας καταστήσει. τίνι ἄν, εἰπέ μοι, προσαφθήσεται
εὐχαριστία τε καὶ ὁ ἔπαινος τοῖς κατὰ χάριν τὴν νομικὴν ἐμπιστευθεῖσιν, ἢ τῷ πάντων
κυρίῳ καὶ βασιλεῖ, τῷ τὰ πάντα χαρισαμένῳ καὐτοὺς οἰκονομικῶς ἐμπιστεύσαντος τί
τούτων πάντως φήσεις ὑπάρχειν τὴν [λεγε· τὸν] ἔπαινον εἰ γὰρ καὶ κατὰ χάριν εὐφημοῦνται,
ἀλλὰ τοῦ βασιλέως ὑπάρχει ἡ εὐφημία, τοῦ φύσει γὰρ ἐνδόξου πέφυκε τῶν κατὰ χάριν
δοξαζομένων τὸ κλέος· ἡ γὰρ θεόθεν ποριζομένη μοι χάρις, αὕτη οὐκ ἐμοὶ δέδωται,
τῷ ἁμαρτωλῷ καὶ γυμνῷ παντοίας ἀρετῆς καὶ βίου σεμνότητος, ἀλλὰ τῇ θεοσεβεῖ καὶ
πιστῇ συνειδήσει τῶν εἰς ἐμέ τε πιστευόντων, καὶ εἰς τουτὶ τὸ ἅγιον σχῆμα, ὅπερ
ταῖς ἐμαῖς ἠχρείωσα κακίαις. ἔστι γάρ, ἔστιν, ὅτε καὶ ἐν ἀναξίοις ἐνεργεῖ καὶ πνεῖ
ἡ θεία χάρις, οὐ δι᾿ αὐτούς, ἀλλὰ διὰ τὴν τῶν προσιεμένων ὠφέλειαν· ὥστε ὁ ἐμὲ τὸν
ἀνάξιον ἐν τοῖς τοιούτοις ἐγκωμιάζων, ἐκπίπτει τοῦ δέοντος. ὁ δοξάζων τοίνυν, τὸν
θεὸν δοξαζέτω· καὶ ὁ ἐπαινῶν, αὐτὸν ἐπαινείτω, καὶ ὁ εὐχαριστῶν, αὐτῷ εὐχαριστείτω,
ᾧ πρέπει δόξα, μεγαλοπρέπεια καὶ εὐχαριστία εἰς τοὺς αἰῶνας. ἀμήν.»
[565Δ]
150. θαυμάσας οὖν καὶ ἐν τούτοις τὴν πολλὴν ταπείνωσιν αὐτοῦ καὶ εὐλάβειαν, καὶ
τοὺς ἀξιογράφους λόγους ἐν ἐμαυτῷ φυλάξας, ἀνεχώρησα δοξάζων τὸν θεόν, καὶ τὴν θεόπνευστον
αὐτοῦ ἐκθειάζων διδασκαλίαν καὶ χάριν, ἧς οὐδὲν ἀπέκρυπτε τὸ θεῖον τῆς ἡμῶν τῶν
μαθητῶν λατραίας διαγωγῆς. φανερὸν δὲ τοῦτο ἔκ τε τῆς εἰρημένης καὶ τῆς νυνὶ λεχθησομένης
διηγήσεως.
151. ἐφιλονεικήσαμέν ποτε ἐγὼ καὶ ἄλλος μαθητής, καὶ ὀνειδιστικοῖς λόγοις ἀλλήλους
καθυβρίσαμεν, ὥς τινες ἀσθενεῖς τυγχάνοντες· ἀλλ᾿ ὅμως πρὸς βραχεῖαν ὥραν ἡ φιλονεικία
διέμεινε· φλὸξ γὰρ ἦν καὶ ἐσβέσθη, καὶ βράσμα βραχὺ καὶ κατέπαυσεν ὑπὸ τῆς πνευματικῆς
δρόσου τῆς φιλαδελφικῆς εὐμενείας διὰ τῶν θεοπειθῶντος ἐπιστάτου εὐχῶν καὶ ἐντεύξεων,
πρὸς ὃν καταλλαγέντες, καὶ μετ᾿ ἀλλήλων εἰρηνεύσαντες, ἅμα τοῖς λοιποῖς συμφοιτηταῖς
ἐπορεύθημεν τῶν ψυχωφελῶν αὐτοῦ ἀκοῦσαι παραινέσεων ὀψὲ
[565Ε] σαββάτου, καὶ βουλόμενοι μετὰ τῶν πατέρων τὴν παννυχίδα τῆς ἁγίας κυριακῆς
ἐκτελέσαι· καὶ ἐλθόντων ἡμῶν πρὸς αὐτόν, καὶ εἰς ἀκρόασιν τῶν ἱερῶν αὐτοῦ διδαγμάτων
καθεσθέντων, ἤρξατο διδάσκειν καὶ νουθετεῖν ἡμᾶς περὶ ἀγάπης. ἰδὼν δὲ ἡμᾶς ἀμελῶς
τοῖς σοφοῖς αὐτοῦ προσέχοντας λόγοις, ἠγανάκτησε καὶ εἶπεν· «μέχρι τίνος, ὦ ταπεινοὶ
καὶ πάντων ἐλεεινότατοι, ἐπ᾿ ἀμφοτέραις σχολανεῖτε [λεγε· σχολάζητε ?] ταῖς ἀγνοίαις,
καταφρονοῦντες τῆς ὑμέτερας ζωῆς καὶ σωτηρίας, δοκοῦντες ὅτι διαλανθάνει με ὁ ὑμέτερος
βίος εἰ βούλεσθε, κᾀγὼ θριαμβεύσω τὰ μυστήρια ὑμῶν πάντα, ὧν τὸ πλῆθος παραιτησάμενος
εἰπεῖν ἵνα μὴ καταισχύνω ὑμᾶς, μέρος τι λέγω διὰ τὴν ὑμετέραν ὠφέλειαν.»
152. καὶ οὕτως εἰπών, δακτυλοδεικτῶν με, τοῖς λοιποῖς συμφοιτηταῖς φησιν· «ὁ ἐλεεινὸς
οὗτος καὶ πανάθλιος ἐφιλονείκησε σήμερον μετ᾿ ἐκείνου τοῦ ὄντος αὐτῷ παραπλησίου
ἐλεεινοῦ καὶ παναθλίου, καὶ κακῶς ἀλλήλους ἐσφενδόνησαν μωραῖς ὕβρεσιν καὶ ὀνείδεσιν·
ἐκεῖνος γὰρ ὑπὸ τοῦδε πολεμεῖται, καὶ οὗτος ἐπὶ τοῦδε καὶ τοῦδε ἡττᾶται, καὶ ὁ ἄλλος
τοιόνδε καὶ τοῖον λογισμὸν ἔχει·» καὶ ἁπλῶς ἕνα
[565Φ] ἕκαστον δεικνύων εἴλεγχε [λεγε· ἤλεγχε] κατὰ πρόσωπον πάντων. ἀλλὰ δὲ καὶ
πολλὰ λέγειν ἠπείλει τῷ σχήματι, ἀλλὰ ὑπὸ τῆς συμπαθείας κεκρατημένος ἐφαίνετο,
λέγων· «ὑπὲρ ὑμῶν, τῶν ἀγαπητῶν τέκνων, δέομαι τοῦ σωτῆρος, τοῦ ὑπὲρ τῆς τοῦ κόσμου
ζωῆς καὶ σωτηρίας σταυρόν τε καὶ θάνατον ὑπομείναντος, ἵνα τὰς ἡμῶν ψυχὰς σώσῃ ἀπὸ
πάσης σατανικῆς ἐπιβουλῆς καὶ ἐνεργείας.» καὶ οὕτως εἰπών, τὰς χεῖρας εἰς τὸν οὐρανὸν
ἀνέσχεν, καὶ εὐλογήσας ἡμᾶς καὶ τὴν σφραγίδα τοῦ τιμίου σταυροῦ ἐφοδιάσας, εἰς τὴν
ἐκκλησίαν ἀπέλυσεν. ἡμεῖς δὲ πορευθέντες, μετὰ πολλῆς κατανύξεως τὴν ἀγρυπνίαν μετὰ
τῶν πατέρων ἐξετελέσαμεν, τὸν θεὸν δοξολογοῦντες, καὶ τὴν τοῦ γέροντος ἀρετὴν ἐκθειάζοντες.
153. ἄλλοτε ἐγὼ καὶ ἄλλοι δύο τῶν μαθητῶν ἀπελθόντες πρὸς τὸν ἐπιστάτην εἰς τὸ ἡσυχαστήριον,
ἐκαθέσθημεν συνήθως ἀκροώμενοι τῶν φωτιστικῶν αὐτοῦ διδασκαλιῶν, καὶ ὡς ἀτενίζοντες
ἦμεν πρὸς αὐτόν, φησὶ πρός τινα τῶν σὺν ἡμῖν· «διὰ τί δεινῶς ὑπὸ σατανικῶν ἐνοχλούμενος
λογισμῶν, τέκνον, οὐκ ἐγνώρισάς με ἕως τοῦ νῦν» ὁ δὲ μετὰ ὥραν· «συγχώρησον, ὦ πάτερ,»
ἔφη, «καὶ εὐξαι [λεγε· εὖξαι] ὑπὲρ ἐμοῦ.» ὁ δὲ γέρων εἶπεν· «δημοσίευσον οὓς ἔχεις
λογισμούς, ἵνα
[566Α] σὺν θεῷ θεραπεύσω αὐτούς· μετὰ γὰρ τὸν κανόνα τῆς νυκτερινῆς ψαλμῳδίας ὁρῶ
κατ᾿ ὄναρ μέγαν δράκοντα καὶ ἐρεμνόν, φρικώδεις ἔχοντα φοινικοέντας καὶ δαφοινοὺς
ὀφθαλμούς, κατατρέχοντά σε καὶ κεχηνότα, καὶ καταπιεῖν ἀπειλοῦντα σὲ δὲ δακνόμενον
καὶ φεύγοντα, καὶ πρότερον μὲν τῆς βοηθείας μου μὴ δεόμενον, ἐγγὺς ὑπάρχοντος, ὕστερον
δὲ φοβηθέντα, καὶ πρὸς τὸ θανατωθῆναι ὑπ᾿ αὐτοῦ, ἤδη κατεχομένου, ἐλεεινὰς δεητικῶς
ἀφιέντα φωνάς, καὶ λέγοντα· Ϡὄρεγέ μοι χεῖρα, ἐπιστάτα, ὄρεγε χεῖρα καὶ φθάσον με
πρὶν θάνω καὶ ἔκσπασόν με τοῦ καταδιώκοντός με καὶ χαλεπωτάτου θηρός.Ϡ ἐγὼ δὲ τῆς
δεήσεώς σου ἀκηκοώς, τῷ τῆς συμπαθείας κέντρῳ νυγείς, ἀνέστην, καὶ λαβὼν ὃ πρόχειρον
εὑρέθη ἐπιτηδειότατον ὄργανον, καιρίως αὐτὸν ἐτραυμάτισα, ὅμως δὲ θανατηφόρον πληγὴν
οὐ δέδωκα, οὐχ ἑκὼν ἀλλ᾿ ἐπειδὴ τετραυματισμένος φυγών με δρομαίως ἥρπυσεν ἐπὶ τὸ
ἑαυτοῦ φωλεὸν καὶ ἄφαντος γέγονε, λύπην ἐγκαταλιπών μοι δεινὴν τὴν κακίστην αὐτοῦ
μὴ καταθλάσαντι κεφαλήν· ὅθεν φοβοῦμαι, ὅτι φονεῦσαι αὐτὸν βουληθείς, ἀγριώτερον
[566Β] μᾶλλον ἀπειργασάμην κατά σου· ὥσπερ γάρ τις λέων ἐπὶ ποίμνην προβάτων ἐπελθών,
ὑπὸ τοῦ ποιμένος δεινῶς ἀπελασθείς, θηριωδέστερος γίνεται καὶ μανικῶς ὡρμώμενος
ἁρπάζει τὰ πρόβατα, οὕτω καὶ ὁ νοητὸς θήρ, ὅταν μὴ συντριβῇ τὴν κάραν ὅταν μάχηται,
ἐπὶ πλέον λυττᾷ, καὶ μαίνεται.»
154. ταῦτα οὖν ἀκούσας ὁ ἀδελφὸς ἔφριξεν, καὶ τὸ πρόσωπον αὐτοῦ τοῖς ἴχνεσιν ἐπιθεὶς
τοῦ ἐπιστάτου ἔφη· «συγχώρησόν μοι, ὦ πάτερ, τῶν παρῳχηκότων μου πταισμάτων τὸ πέλαγος,
καὶ περιτείχισόν με ταῖς σαῖς πρὸς τὸ θεῖον προσευχαῖς, ἐπαγγελλόμενον ἀπὸ τοῦ νῦν
ποιήσασθαι διορθώσεως ἀπαρχήν. ἕνεκεν γὰρ τούτου παρεγενόμην πρὸς σέ, ἵνα τοὺς ἐμοὺς
ἀποκαλύψω σοι λογισμούς, οὓς οὐκ ἀπέκρυψεν ἀπό σου ὁ τῶν κρυφίων ἐταστὴς θεός. παρακαλῶ
τοίνυν μικρὸν ἰδιάσαι σὺν ἐμοί, ἵνα σὺν θεῷ καὶ πάλιν ἀπ᾿ ἐμοῦ μαθών, ἀποδιώξεις
αὐτούς.» ὁ δὲ μετ᾿ αὐτοῦ ἰδιάσας, καὶ γνοὺς ὃν ἔσχεν ὁ μαθητὴς σατανικὸν πόλεμον,
καὶ τὰς ἐνθυμήσεις τὰς πονηράς, ὡς σοφὸς ἐθεράπευσεν ἰατρὸς ταῖς ἑαυτοῦ εὐχαῖς τε
καὶ
[566Χ] πνευματικαῖς βοηθείαις, καὶ μεθ᾿ ἡμῶν εἰς τὸ κελλίον ἀπέλυσεν αὐτόν, σῶον
καὶ ὑγιῆ. τὴν τελείαν δὲ αὐτοῦ θεραπείαν ἀνήγγειλεν ἡμῖν ὁ ἀδελφός, καθομολογῶν
τῷ θεῷ χάριν καὶ τῷ ὑμετέρῳ [λεγε· ἡμετέρῳ ?] ἐπιστάτῃ. ὕστερον δὲ μεθ᾿ ἡμέρας ὀλίγας
λαβὼν μήνυσιν παρὰ τοῦ ἐπιστάτου, ἐπὶ τὴν ἁγίαν ἀνεχώρησε πόλιν. ἐν αὐτῇ δὲ μικρὸν
αὐτοῦ διαποιήσαντος χρόνον, ὡς ἔφη ἡμῖν ὁ ἐπιστάτης, συνηγμένοις παρ᾿ αὐτῷ· «εἶδον
ἔτι τὸν σκοτεινὸν δράκοντα ἐκεῖνον, τρέχοντα κατόπισθεν ἐκείνου τοῦ ταπεινοῦ ἀδελφοῦ,
καὐτὸν ἐφθακότα καὶ ἀλγεινῶς τετρωκότα· εὗρε γὰρ αὐτὸν μονωθέντα τῆς ποιμενικῆς
προστασίας, ὡς λύκος πρόβατον ἐν ἐρήμῳ πλανώμενον.» ταῦτα οὖν τοῦ γέροντος εἰπόντος,
μετ᾿ οὐ πολλὰς ἡμέρας ὁ ἀδελφὸς ἐκεῖνος εἴχετο πορρωτάτης ὁδοῦ, ἣν πρώην ἔσχε κατὰ
νοῦν, κᾀκεῖσε χρονίως διέμεινεν, ἕως τῆς τῶν τῇδε τοῦ γέροντος μεταστάσεως, μεθ᾿
ἣν παρεγένετο, πῶς καὶ ποίαν πολιτείαν οὐκ οἶδα· ὁ θεὸς οἶδεν, ὁ ἐμβατεύων καρδίας
καὶ νεφρούς, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
155. φύματα ἐν τοῖς ὤμοις καὶ ἐν τῷ αὐχένι τοῦδε τοῦ ἁγίου γέροντος ἐφύησάν ποτε
οὐ μεγάλα, καὶ τούτων κατεφρόνει σεμνυνόμενος, ἐφ᾿ οἷς ἡ σάρξ ἐδαμάζετο.
[567Δ] ἰδόντες δὲ αὐτὸν οἱ πατέρες διακείμενον οὕτως, ἱκανὰ προβάλλοντες δυσωπήματα
ἔπεισαν αὐτὸν περιποιήσασθαι αὐτά. πεισθέντος δὲ αὐτοῦ, καὶ τοῖς τῆς ὑπακοῆς ὑπείξαντος
θεσμοῖς, ἐσχόλαζεν αὐτῷ τις τῶν πατέρων Σύρος ἔμπειρος, δὶς τῆς ἑβδομάδος ἢ τάχα
καὶ τρὶς χρίων φαρμάκοις δριμυτάτοις τὰ φύματα. ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἐκείνων τούτου
περιποιουμένου τὸν γέροντα, ἐμοῦ παρόντος, εἰσέρχεταί τις μοναχικὸν περιβεβλημένος
σχῆμα· ἦν γάρ ποτε καθίσας ἐν τῇ μεγίστῃ ἡμῶν λαύρᾳ, καὶ ἐσχολακὼς οὐχ ἅπαξ τῷ γέροντι·
ὃν θεασάμενος, κλίνας τὴν κεφαλὴν κατεφίλησε τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ. ἀντασπασάμενος
δὲ αὐτὸν ὁ γέρων, ἐπυνθάνετο λέγων· «ποῦ τὸν τοσοῦτον καιρὸν διῆγες οὐ γὰρ ὤφειλες
ἐν τῷ κόσμῳ χρονίσαι μοναστηρίου ἐκτός, ἐπειδὴ καθάπερ ὁ ἰχθὺς ἔξωθεν τοῦ ὕδατος
χρονίζων τελευτᾷ, οὕτω καὶ ὁ μοναχὸς ἐν τῷ κόσμῳ βραδύνων νοητὸν ἀποθνήσκει θάνατον,
οὐχ ἥττονα τοῦ φυσικοῦ· ὃν καὶ σὺ πέπονθας ἐν τῷ κόσμῳ περιπεσὼν ἁμαρτίαις, καὶ
βραδέως τραυματισθεὶς καὶ ἡμιθανής, μᾶλλον γὰρ ὁλοθανὴς γεγονώς. μαρτυρῶ γὰρ ἐνώπιον
[567Ε] τοῦ κυρίου καὶ πάσης τῆς κτίσεως, ὅτι κακῶς ἐβίωσω τὸν καιρὸν τοῦτον ἔνθα
ἦς.»
156. ὁ δὲ ἀδελφὸς ἀρνούμενος, ἔφη· «τὸν καιρὸν τοῦτον παρῆλθον οὐ κακῶς· οὐδὲ γὰρ
ἐβλάβην, καίπερ χρονίσας τῆς λαύρας ἐκτός.» ὁ δὲ γέρων, πνεύματος ἁγίου ἐμπλησθείς,
ἔφη πρὸς αὐτὸν ἑλληνιστί, τὴν ὄψιν ἔχων ἴσην ταῖς τοῦ ἡλίου μαρμαρυγαῖς· «τί ἔνι,
ταπεινὲ καὶ τρισάθλιε οὐκ ἤρκησέν σοι τῶν φορτικῶν σου πλημμελημάτων ἡ πληθύς ἀλλὰ
θέλεις ἐπεισάξαι βάρει βάρος ἕτερον, μὴ ἐξομολογούμενος τὰς ἁμαρτίας σου, μηδὲ εἰς
μετάνοιαν ἐρχόμενος τί πεποίηκας, εἰπέ μοι, ἐν τῇ πόλει τῇδε καὶ τί πέπρακας ἐν
τῷ χωρίῳ τῷδε καὶ τίνα τὰ πεπραγμένα σοι ἐν τῇ κώμῃ τῇδε τὰ σαπρὰ ὄντως ἐπήγγειλα
ἂν ὅσα εἰργάσω φαῦλα· εἰ μὲν καλῶς οἶδα τὴν ἀσθένειαν, ἣν ὁμοίως περίκειμαι κᾀγώ,
ὥσπερ καὶ τὰ ὀνόματα τῶν τε πόλεων καὶ τῶν χωρίων.» ὁ δὲ ἀδελφός, λίαν αἰδεσθείς,
ἐκπλήξει τε καὶ φόβῳ συσχεσθείς, ἐγονυπέτησε, τῶν πταισμάτων αὐτοῦ ποιούμενος τὴν
ἐξομολόγησιν, καὶ τὴν τῶν εὐχῶν τοῦ γέροντος
[567Φ] χορηγίαν αἰτούμενος, καὶ σωφρονεῖν τὸ λοιπὸν παρεγγυώμενος. ὁ δὲ γέρων πολλὰ
παραινέσας αὐτὸν καὶ εὐλογήσας, ἀπέλυσε δοξάζοντα τὸν θεόν, καὶ τὴν αὐτοῦ θεάρεστον
ἀρετήν.
CAPUT ΞΙΙΙ.
[568Β]
157. ἄλλοτέ τινων ἐκ τῶν πατέραν [λεγε· πατέρων] ἐν σαββάτῳ περὶ τρίτην ἢ τετάρτην
ὥραν τῷ θεοφόρῳ γέροντι παρακαθημένων, καὶ τῶν ψυχωφελῶν αὐτοῦ ῥημάτων ἀκροωμένων,
ὀλίγον συνακούσας, τινὰ χρείαν ἐν τῷ σπηλαίῳ ποιῆσαι ἀνέστην· ἐν τοῖς σπηλαίοις
γὰρ τοῦ Καλαμῶνος διετρίβομεν, τεσσαρακοστῆς τότε οὔσης. ὡς οὖν ἐνήργουν, θεοπνεύστου
χάριτος αἰσθανθεὶς ὁ γέρων ἐν ἑαυτῷ πνευούσης καὶ λαλούσης, ἐφώνησέ με λέγων· «Λεόντιε
ταπεινέ, δευρ᾿ ἴθι, καὶ κάθισον παρ᾿ ἐμοί.» ἐγὼ δέ, «ναί, πάτερ, ἰδοὺ ἔρχομαι,»
ἔφην. ὁ δὲ πάλιν μετ᾿ ὀλίγον ἐφώνησεν· «ἐλθὲ ἐκεῖθεν, Λεόντιε ταπεινέ.» καὶ τὸ αὐτὸ
τρίτον ἔφη· «ὡς λέγω σοι,
[568Χ] ἐλθὲ ἐκεῖθεν, Λεόντιε ταπεινὲ καὶ ἐλεεινέ, καὶ ἃ μετὰ χεῖρας ἔχεις ἀνόητα,
ἄφες ἄρτι· οὐ γὰρ ἃ δύναμαι λαλεῖν, ἐπέρχεταί μοι καὶ πάντοτε· οὐ γὰρ ἐγώ εἰμι ὁ
λαλῶν.» εὐθέως δὲ καὶ παραχρῆμα ὅσα εἶχον μετὰ χεῖρας ἀφιέμενος, ἀπῆλθον πρὸς αὐτόν,
καὶ θεωρῶ τὴν ὄψιν αὐτοῦ κατανύξεως καὶ ἀγαλλιάσεως μεστήν, καὶ οὐκ ἐοικυῖαν πυρί,
οἵαν πλειστάκις εἶδον αὐτὴν ἐν τῇ ἐπιφοιτήσει τῆς θείας χάριτος ἐν αὐτῷ· εὐλαβείᾳ
γὰρ τότε πολλῇ, καὶ φαιδροτάτῃ πραῢτητι καθαγλαϊσμένη [λεγε· κατηγλαϊσμένη] ἐφάνη
μοι· ὅθεν νιφάδων ἀνετώτεραι, καὶ δροσερῶν ψεκάδων ἠρεμώτεραι, καὶ μαργαριτῶν λαμπρότεραι,
καὶ παντὸς γλυκέος καρποῦ προσηνέστεραι ἀπὸ τοῦ γλυκεροῦ τούτου στόματος αὐτοῦ προΐεσαν
αἱ θεοδίδακτοι παραινέσεις, καὶ διδαχαὶ τὸ βάθος αὐτῷ τῶν φρενῶν κιχάνουσαι, ἐξ
ὧν ἠδυνήθην, καίπερ οὐ δοχεῖον διανοίας κεκτημένος καθαρόν, μέρος τι καρπώσασθαι
κατανύξεως, νύττον με ἐφ᾿ ἡμέρας ἱκανὰς σεμνῶς πολιτεύεσθαι, καὶ τὰς ἐμὰς ἁμαρτίας
ὀδύρεσθαι, καὶ τῷ θεῷ χαριστηρίους ἀναπέμπειν ᾠδάς.
[569Δ]
158. καὶ ἄλλοτε ἐν ἑτέρᾳ τεσσαρακοστῇ ἐν τοῖς Καστελλικοῖς σπηλαίοις ἐμοῦ συνόντος,
ἔδοξέ μοι περὶ τὸ μεσονύκτιον ἀπὸ τοῦ σπηλαίου μου πορευθῆναι πρὸς αὐτόν. ὁ δέ με
κατὰ τὴν ὁδὸν τῷ σπηλαίῳ αὐτοῦ πλησιάσαντα κατανοήσας, ὀξέως, οὐκ οἶδα πῶς, ἀποπέμπεται
πρός με φωνήν, λέγουσαν· «Λεόντιε, μὴ ἔρχου ἐπ᾿ ἐμέ, μὴ ἔρχου, οὐκ ἄγω σοι ἀρτίως
σχολήν·» ταύτης οὖν τῆς φωνῆς ἀκούσας, ᾠήθην ὅτι βλέπων ὀπτασίαν τινὰ ἢ ἐν θεωρίᾳ
ὢν ἐκώλυσέ με ἐλθεῖν πρὸς αὐτόν, ὅπερ οὐ πεποίηκέ ποτε· καὶ ἐπὶ τὸ ἰδίον ἀνέκαμψα
σπήλαιον, δοξάζων τὸν θεόν.
159. ὁ θεοφόρος οὗτος γέρων, ἀεὶ νουθετῶν τοὺς ἑαυτοῦ φοιτητάς, τοῦ λέγειν οὐκ ἠτόνει·
μιᾷ γὰρ τῶν ἡμερῶν ἐν ᾗ προσεληλυθότος αὐτῷ, ἤρξατο ἱερῶν διδαγμάτων βρύειν πηγάς,
λέγων· «πρόσεχε ἑαυτῷ, τέκνον, πρόσεχε ἑαυτῷ, καὶ τῆς αὐτοῦ μὴ ἀμέλει σωτηρίας,
οὐκ ἔστιν γάρ, οὐκ ἔστιν ὁδὸς μείζων τοῦ προσέχειν ἑαυτῷ καὶ καθαρῶς λατρεύειν θεῷ
ἐν σχήματι
[569Ε] μοναχικῷ καὶ λογισμῶν γαληνότητι, καὶ ἀψευδεῖ ταπεινώσει, καὶ εὐλαβείᾳ ἀνυποκρίτῳ
καὶ τὴν ἀγάπην εἰλικρινῆ πρὸς πάντας φυλάττειν, καὶ σπλάγχνα συμπαθείας ἔχειν. οὐ
γὰρ δεῖ μόνον βλέπειν πρὸς ταύτην τὴν ἐπιφάνειαν (πολλάκις γὰρ ὑποκρίνεται, ἄσκησιν
δὲ ψευδῆ ἐπιδείκνυται, ἐντεῦθεν ἀνθρωπίνην θηρωμένη δόξαν καὶ ἔπαινον), ἀλλὰ πρὸς
τὰς ψυχικὰς κινήσεις τε καὶ διαθέσεις, πρὸς τὰς ἐν κρυπτῷ τελουμένας ἀρετάς, πρὸς
εὐαρέστησιν τῆς θείας ἀγαθότητος· ὅταν γὰρ ταῦτα φυλάξει ὁ μοναχός, τότε πληρωθήσεται
δηλαδὴ ἐν αὐτῷ ὁ τοῦ μακαρίου Συμεῶνος μακαρισμός.
160. αὐτοῖς τοίνυν τοῖς πράγμασι σπεῦδε, τέκνον, προσπελάζειν τῷ θεῷ· μὴ μόνον τοῖς
λόγοις ἐν ταῖς προσευχαῖς βαττολόγει, μὴ δὲ ψάλλων πρόσεχε τῷ πλήθει τῶν ψαλμῶν,
ἀλλὰ τῇ σωφροσύνῃ τῶν λογισμῶν καὶ τῇ νήψει τοῦ νοῦ· οὐ γὰρ τῷ ἀριθμῷ τῶν ψαλλομένων,
ἀλλὰ τῇ τοῦ ψάλλοντος συνειδήσει προσέχει ὁ κριτής. ὅταν τοίνυν παραστῇς προσευχόμενος,
μὴ λογίζου ἑαυτὸν εἶναι ἐν τῇ γῇ, ἀλλὰ πτέρωσον
[569Φ] τὸ σῶμα σὺν τῇ ψυχῇ καὶ πετάσθητι καὶ ὑπέρβηθι τὸν ἀέρα, τὸν αἰθέρα, τοὺς
οὐρανούς, τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, θρόνους, καὶ κυριότητας, ἀρχάς τε καὶ
ἐξουσίας, καὶ τὰς δυνάμεις ἐκείνας τὰς φοβεράς, κατενώπιον δὲ τοῦ θρόνου τῆς δόξης
αὐτοῦ δοξολόγει αὐτὸν ἐν καθαροῖς ὕμνοις μετὰ φόβου καὶ τρόμου, ὅσον χωρεῖ ὁ σὸς
νοῦς· εἰ μὴ γὰρ οὕτω ποιήσεις, οὐχ ἵλεον αὐτὸν καταστήσεις, ἀλλὰ μᾶλλον αὐτὸν παροργίσεις,
καὶ τὸν προφητικὸν ἐκεῖνον θρῆνον ἀκούσεις· Ϡοὐαὶ τῷ ποιοῦντι τὸ ἔργον τοῦ θεοῦ
ἀμελῶς↙Ϡ ἅμα τῷ εὐαγγελίῳ λέγοντι· Ϡοὐαὶ ὑμῖν, φαρισαῖοι, ὑποκριταί↙Ϡ
161. ἔχε τοίνυν τὸν νοῦν σου, τέκνον, ὅλον γρηγοροῦντα καὶ νήφοντα· ἀντιποιοῦ δὲ
τῆς ἀρετῆς, καὶ μὴ δῷς ἧτταν τοῖς πάθεσιν· εἰ γὰρ καὶ μὴ τοιοῦτοι πεφύκαμεν, καὶ
οὔπω χάριν τοιαύτην εἰλήφαμεν, ὥστε ἔχειν ἡμᾶς ἀεὶ κεκαθαρμένην τὴν διάνοιαν, διὰ
τὴν ἐπικρατήσασαν ἡμῶν ἀπροσεξίαν τε καὶ ἀμέλειαν, ἀλλὰ μὴ ἐμμείνωμεν, ἀγαπητέ,
μὴ ἐμμείνωμεν, ἀλλ᾿ ὑπὲρ τῆς τῶν παρελθουσῶν ἀμελειῶν ἀφέσεως τοῦ ἀγαθοῦ δεηθῶμεν
θεοῦ, καὶ πήξωμεν ἐναρέτου βίου ἀρχήν, καὶ ἀντιστρατευσώμεθα τοῖς τοῦ διαβόλου πονηροῖς
ὑπουργοῖς, ἤτοι λογισμοῖς, καὶ ὀργισθῶμεν
[570Α] αὐτοῖς. τούτου γὰρ χάριν δέδωται ἡμῖν τὸ θυμικόν· καλῶς λοιπὸν χρησώμεθα
αὐτῷ· Ϡὀργίζεσθε,Ϡ φησί, Ϡκαὶ μὴ ἁμαρτάνετε,Ϡ ὁ θεοφάντωρ Δαβίδ. ὀργίλως οὖν ἀντιστῶμεν,
καὶ μὴ ὑποχωρήσωμεν τοῖς νοητοῖς ἡμῶν ἐχθροῖς, οἵτινές εἰσιν οἱ ἀπὸ τῆς διανοίας
γεννώμενοι πονηροὶ λογισμοί· Ϡοἱ γὰρ οἰκειακοὶ τοῦ ἀνθρώπου εἰσὶν οἱ ἐχθροὶ αὐτοῦ,Ϡ
ὡς ὁ δεσπότης φησίν· οὕς, εἰ θελήσομεν, ἐκ ριζῶν ἀποσπάσομεν, τὰ ἐναντία τοῖς ἐναντίοις
ἐκτίλλοντες. ὥσπερ γὰρ ὁ μύλος ἀλήθει πᾶν τὸ ἐν αὐτῷ βαλλόμενον, σῖτον, κριθὴν ἢ
ὀρόβους, ἤ τι τῶν λοιπῶν χειρόνων καὶ βελτιόνων, οὕτως ἐστὶ καὶ ὁ νοῦς μύλος ἀεικίνητος·
ἐὰν γὰρ προφθάσας ἐμβάλῃς αὐτῷ καρποὺς ἀγαθούς, ἤτοι λογισμούς, ποιήσεις ἄλευρον
καθαρόν· ἐὰν δὲ καρποὺς πονηρούς, βρῶσιν συνάξεις φθορᾶς. οὐκοῦν ἀεὶ νίκα τῷ ἀγαθῷ
τὸ κακόν, ὅπως ἰδών σε ὁ θεὸς κατὰ τῶν ἰδίων ἀγωνισόμενον λογισμῶν, ἐξαποστελεῖ
ἐπί σε τὴν χάριν αὐτοῦ καὶ τὴν δωρεάν, καὶ ἀνακαινίσει σε καὶ ὅλον ἐκτελέσει καθαρόν,
καὶ ἄρχοντά σε καταστήσει τῶν οἰκείων σου λογισμῶν. κατὰ γὰρ τὴν ἀναλογίαν τοῦ πόθου
σου καὶ τοῦ πόνου, καὶ τῆς σπουδῆς ἐπιφοιτᾷ
[570Β] ἐπί σε. διὸ ἀγωνίζου καὶ σπεῦδε, ἵνα τελείαν κτήσῃ αὐτήν.
162. τῶν δεδηλωμένων δὲ τῆς ψαλμῳδίας ὡρῶν μηδαμῶς ἀμέλει, μηδὲ τῶν ἀγρυπνιῶν, μάλιστα
ἐπὶ τῶν πατέρων, τῆς ἁγίας κυριακῆς ἐπιφωσκούσης, ἐφεστάναι, τῆς ἐκκλησίας μὴ ἐξιὼν
χρείας ἀναγκαίας ἐκτός· ἐκεῖ γὰρ κομίζεται ὁ μοναχὸς κατὰ τὴν ἀναλογίαν τῆς καρτερικῆς
αὐτοῦ σπουδῆς πάσης τῆς ἑβδομάδος τὸ βραβεῖον, καὶ τὸν ἀντάξιον στέφανον. τινὲς
γὰρ τῶν προλαβόντων πατέρων ἅγιοι καὶ ἀξιόπιστοι μεμαρτυρήκασι, λέγοντες, ὅτι μεγάλαις
ἐπαναβαίνει προκοπαῖς καὶ ὑψηλαῖς ἀναβάσεσι ὁ τλημόνως ἐνιστάμενος ταῖς ἀγρυπνίαις
τῆς ἁγίας κυριακῆς· καὶ τούτων τις μαρτυρίαν θαυμαστὴν καὶ ἔνδοξον ἐμαρτύρησε, λέγων·
Ϡἐν τῇ καρτερικῇ βάσει τῆς ἁγίας κυριακῆς ἱστάμενος μετὰ τῶν πατέρων, ποτὲ πρὸ τῶν
ᾠδῶν ἐν ταῖς ὥραις τῶν ἐπακουστῶν τοῦ ἁγίου εὐαγγελίου ἐν ἐκστάσει γίνομαι, καὶ
θεωρῶ δύο ἀγγέλους λευχειμονοῦντας τοῦ ἱερατείου ἐξιόντας, καὶ τοὺς ἑστῶτας ἐν τῇ
ἐκκλησίᾳ πατέρας περιϊόντας, κατὰ τάξιν ἀκολούθως ἕνα ἕκαστον ἀσπαζομένους, καὶ
εὐλογίας αὐτοῖς διανέμοντας· οἱ πάντα τὸν ναὸν ἐφεξῆς
[570Χ] κυκλώσαντες, πάλιν εἰς τὸ ἱερατεῖον ἀνέκαμψαν, ὅθεν ἐξέβησαν, καὶ γεγόνασιν
ἀφανεῖς·Ϡ καὶ ἕτερος τῶν συγκαθημένων ταυτηνὶ διαβεβαιούμενος τὴν ὀπτασίαν, ἴσην
ἡμῖν διηγήσατο, λέγων ὅτι, Ϡκᾀγὼ ἐν τοῖς αὐτοῖς καιροῖς, καθὼς οἶδεν οὗτος ὁ ὅσιος
πατήρ, ἐν ἐκστάσει γεγονώς, ἴδον πολιοὺς ἄνδρας ἱεροπρεπεῖς ἐκ τοῦ ἱερατείου προμολοῦντας,
οἱ [λεγε· οἳ] στεφάνους ἐν τοῖς κόλποις ἔχοντες, καθεξῆς τῶν εὑρεθέντων ἐν τῇ ἐκκλησίᾳ
τότε πατέρων ἑνὸς ἑκάστου τὴν ἱερὰν κορυφὴν ἐστεφάνωσαν, καὶ οὕτω πᾶσαν διελθόντες
τὴν ἐκκλησίαν ἐπὶ τὸ ἱερατεῖον ἐπανῆλθον καὶ ἀφανεῖς ἐγένοντο.Ϡ
163. ἄλλος δέ τις μοναχὸς ξένος ὑπὸ [λεγε· ἀπὸ] μακρᾶς παραγεγονὼς γῆς, ᾤκησεν ἐν
τῇ λαύρᾳ ἡμῶν ταύτῃ, καὶ σχολάζων τῇ ἐκκλησίᾳ καὶ ταῖς ἀγρυπνίαις σὺν τοῖς πατράσι
καθ᾿ ἑκάστην κυριακὴν ἐδίσταζεν εἰς αὐτούς, καὶ κατέκρινε βλέπων αὐτοὺς ἐν ταῖς
προειρημέναις ἀγρυπνίαις ὑπὸ τοῦ νυσταγμοῦ νικωμένους καὶ ἐπὶ τὴν γῆν κατακύπτοντας
καὶ παρὰ βραχὺ καταπίπτοντας λέγων· Ϡἐπειδὰν οὕτως ἀγρυπνοῦσιν οὗτοι, οὐκ ὤφειλον
[571Δ] ἀγρυπνεῖν· οὐκ ἔστι γαρ χρεία τῆς ἀγρυπνίας ταύτης.Ϡ οὗτος διηγήσατο ἡμῖν
λέγων· Ϡἱστάμην ποτὲ ἐν τῇ ἀγρυπνίᾳ τῆς ἁγίας κυριακῆς δισταγμὸν ἔχων εἰς αὐτήν.
ὡς οὖν οὕτως ἤμην, ὑπὸ τοῦ ὕπνου ἁρπαγείς, ὁρῶ πολιόν τινα μοναχὸν ἱεροπρεπῆ, καὶ
λίαν εὐειδῆ θύραθεν εἰς τὴν ἐκκλησίαν εἰσιόντα, καὶ ἑνὶ ἑκάστῳ τῶν πατέρων παριστάμενον,
καὐτὸν πραέσι λόγοις ἐξυπνίζοντα, ὃς παραστάς μοι τῷ δυσπίστῳ τρυχομένῳ βαρεῖ νυσταγμῷ,
ἔφη· ῾ἀνάστα, ἄθλησον καὶ σὺ μετὰ τούτων τῶν ἀθλητῶν.᾿ καὶ οὕτως εἰπόντος αὐτοῦ,
ἐγὼ μὲν ἐξυπνίσθην, αὐτὸς δὲ γέγονε ἀφανής.Ϡ»
164. καὶ ταύτας μὲν ὁ ἅγιος γέρων Στέφανος τὰς πατρικὰς ἐξηγούμενος ὀπτασίας, τὴν
ἡμετέραν ἐνουθέτει ἀχρειότητα. ἑτέραν δὲ μαρτυρίαν παρ᾿ ἑτέρου τινὸς ἀξιοπίστου
ἀκούσας περὶ τῆς αὐτῆς ἀγρυπνίας, οὐκ ἀπρεπὲς ἡγησάμην ἀκολούθως καὶ αὐτὴν ἀναγράψασθαι.
«ἦν τις πρὸς ἡμᾶς μοναχός, μέγας ἡσυχαστής, ὀνόματι Ἰωσήφ, τὸ γένος Ἐμεσινός. ἐγένετο
δὲ οὗτος ἐπίσκοπος θεάρεστος· ἔσχεν δὲ ἀδελφὸν ὀνόματι
[571Ε] Θεόδουλον, περὶ τὴν μοναχικὴν πολιτείαν ἀμελῆ· οὐκ ἐκαρτέρει γὰρ τὸ παράπαν
ἐν μοναστηρίῳ, ἀλλὰ χώραν ἐν [λεγε· ἐκ] χώρας ἤμειβε, καὶ περιεπλανᾶτο· ἐπεσκέπτετο
δὲ πολλάκις τὸν ἑαυτοῦ ἀδελφόν, ἡνίκα δὲ διῆγεν ᾧδε, πρὶν ἢ ἐμπιστευθῆναι τὴν ἐπισκοπήν,
καί τινας ἡμέρας ὀλίγας πρὸς αὐτὸν πονήσας, σχολάζων τῇ ἐκκλησίᾳ, πάλιν ἐπανίει.
οὗτος οὖν ἐπισκεψάμενος ποτὲ τὸν ἴδιον ἀδελφόν, τὸν ἀββᾶν Ἰωσήφ, κατὰ τὸ σύνηθες
ἐσχόλαζε τῇ ἐκκλησίᾳ, καὶ ἅμα τοῖς πατράσιν ἐξετέλει τὴν ἀγρυπνίαν. ὡς οὖν ἵστατο,
διανοούμενος καὶ λέγων πρὸς ἑαυτόν· Ϡφεῦ, φεῦ τῆς ἐμῆς ματαιότητος↙ ὅλον μου τὸν
βίον ἀσώτως καὶ ἀτάκτως βιῶ, οἱονεί τις ἀγύρτης καὶ πλανήτης ἐκ τόπου τόπον ἀμείβων,
καὶ μονῆς ἀνταλλάσσων μονήν, καὶ ἀλόγως ζῶ, τὸν ἐμὸν ἀποκτηνώσας νοῦν, ἀπαραλλάκτῳ
τῇ κτηνώδει ὡμοιώθην ζωῇ· ἀλλ᾿ ὅμως ἐσθ᾿ ὅτε καὶ τὰ κτήνη ἔχειν στάσιν καὶ τοπικὴν
σχέσιν· ἐγὼ οὐ μόνον τῆς θεοείδους ἀκτῖνος ἐμαυτὸν ξένον κατέστησα, ἀλλὰ καὶ τὰς
ἀλόγους φύσεις ὑπερβάς, οὐκ ἔχω βίου στάσιν, ἀχρειώσας τὸ μοναδικὸν σχῆμα. καὶ ὤφειλον
τέως τὸν βραχὺν καιρόν, ὃν τῷ ἀδελφῷ μου παραμένω, νηφόντως τῆς
[571Φ] ἐμαυτοῦ σωτηρίας ἐπιμελεῖσθαι, μάλιστα παραινούμενος, καὶ ταῖς ἀδελφικαῖς
μου φωταγωγούμενος εἰσηγήσεσι καὶ νουθεσίαις· καρτερήσω κᾄν ἐν τῇ ἀγρυπνίᾳ ταύτῃ,
καὶ μὴ ἀποστῶ τῆς ἐκκλησίας, ἕως ἂν ἀπολύσῃ.Ϡ
165. Ϡκαὶ οὕτως δρᾷν ὑπεσχημένος,Ϡ φησί, Ϡπολλάκις ἐπολεμήθην τῆς ἐκκλησίας ἐξελθεῖν
ἀναγκαίας ἄνευ σωματικῆς χρείας· ἀλλ᾿ οὐκ εἴξα τῷ δεινῷ πολεμήτορι, ἀλλὰ γενναίως
ἀντέστη [λεγε· ἀντέστην] αὐτῷ ἐκ [λεγε· ἐν] τῇ θεοπρεπεῖ ἀγρυπνίᾳ ἐκείνῃ· ἐπιδραμούσης
δὲ τῆς δυσμαχήτου ὥρας ἐκείνης τῶν ἐπακουστικῶν ὕμνων τοῦ ἁγίου εὐαγγελίου καὶ τῶν
ἐφεξῆς, ὑπὸ γλυκέος ἡρπάγην ὕπνου, καὶ βλέπω δύο τινὰς ἀσπροφοροῦντας καὶ τοῦ ἱερατείου
ἐκδραμόντας, ὧν ὁ μὲν εἶχε πρόχοον λευκὴν ὡσεὶ χιόνα, καὶ χειρόμακτρον ὑπὲρ τὸ γάλα
λευκαῖνον· ὁ δὲ λεβήτιον ὑπέφερεν ἀργύρεον, ἐκλάμπρους ἀπαστράπτοντα μαρμαρυγάς,
ἀμφότεροι δὲ κατὰ τάξιν ὀρδίνως τοὺς εὑρεθέντας ἐν τῇ ἐκκλησίᾳ πατέρας προετρέποντο
νίψασθαι, εἷς μὲν ὑποκρατῶν τὸ λεβήτιον,
[572Α] ὁ δὲ ἄλλος ἐπιδιδοὺς ἀγλαώτατον χιοναῖον ὕδωρ, φωτὸς ἀποπέμπων αὐγάς, καὶ
μετέπειτα τὸ χειρόμακτρον ἀπομάξασθαι. τῶν δὲ πατέρων νιπτομένων, ἀπὸ μὲν τοῦ [λεγε·
ἀπὸ τοῦ μὲν ?] σπῖλος καὶ κηλὶς ὁλίγη λίαν ἀπεκλύζετο, ἀπὸ δὲ τοῦ [λεγε· ἀπὸ τοῦ
δὲ ?] σμικρῷ πλεῖον· τὸ δὲ χειρόμακτρον δι᾿ ὅλων ἦλθεν ἄρρυπον τὰς χεῖρας αὐτῶν
ἀπομάξαν. ὅτε, διερχόμενοι τῆς ἱερᾶς τῶν ἀγρυπνούντων πληθύος, ἔφθασαν ἕως ἐμοῦ,
τοῦ τάλανος καὶ ῥυπαροῦ, στυγνῇ καὶ πάνυ μετρίᾳ τῇ φωνῇ ἐφθέγξαντο πρός με λέγοντες·
῾καὶ σὺ νίψαι καὶ καθαρίσθητι,᾿ προτρεπόμενοι. ἐγὼ δὲ τὰς ἐμὰς μιαρὰς ἐξαπλώσας
παλάμας, τῷ καθαρῷ ἐκείνῳ ἀπενιψάμην ὕδατι. ῥύπος δὲ πολὺς καὶ ἄμετρος καὶ δυσωδία
λίαν ἀφόρητος ἀπεπτύσθη ἀπ᾿ ἐμοῦ, ἣν οὐκ ἐξίσχυσα φέρειν ἀμογητί· ἐξεφαίνετο γάρ
μοι ἅπας ὁ ναὸς ἐσκοτωμένος, καὶ δυσωδίας ἀνάμεστος. ἐπὶ τούτοις οὖν ἐξυπνισθείς,
ἄγαν ἔκθαμβος ἐγενόμην καὶ ἔντρομος, δοξάζων τὸν θεόν, τὸν μόνον ἔχοντα ἐξουσίαν
ἀφιέναι ἁμαρτίας.Ϡ» ταῦτα μὲν οὖν οὗτος ὁ ἀββᾶς Θεόδουλος ἡμῖν διηγήσατο. ἀλλ᾿ ἐπὶ
τὸ προκείμενον ἐπανέλθωμεν, πρὸς τὸ πέρας τὸν σκοπὸν ἐλαύνοντες.
CAPUT ΞΙῃ
[573Β]
166. ὁ ἅγιος Στέφανος, οὗ ἕνεκεν ἡμῖν ὁ λόγος, ἡμᾶς οὐ μόνον τοὺς μαθητὰς
ἐνουθέτει, ἀλλὰ καὶ τοὺς προσερχομένους αὐτῷ ἔκ τε τῆς μεγίστης ἡμῶν λαύρας, καὶ
πάντοθεν τῆς γῆς μοναχῶν τε καὶ λαϊκῶν προσερχομένων·
[573Ε] ἐδίδασκε γὰρ ἐκ τῆς θεοσδότου αὐτοῦ σοφίας καὶ γνώσεως, χρήσεις προσφέρων
γραφικάς τε καὶ διδασκαλικάς· ἐπὶ μνήμης γὰρ ἐφύλαττεν τὰ πλεῖστα ἐκ τῆς γραφῆς
εἰ καί τις ἄλλος. ἐθεράπευε γὰρ πάντας καὶ ἰάσατο οὐ μόνον ἀπὸ ψυχικῶν παθῶν, ἀλλὰ
καὶ σαρκικῶν· χάριν γὰρ ἔσχεν ἡ σεβασμία αὐτοῦ θέα καὶ κατάνυξιν πολλήν, καὶ
πραῢς ἦν ὁ λόγος αὐτοῦ τοὺς ἐναντίους εὐφυῶς ἀποδιώκων λογισμούς. ἐμοῦ ποτε συγκαθεζομένου
τινὶ τῶν πατέρων παρ᾿ αὐτῷ, τὸ χαριτόπνευστον αὐτοῦ καὶ σοφόβλυστον ἀνοίξας στόμα,
τὸ λαλήσαν δικαιοσύνην, καὶ τὰ λόγια τοῦ θεοῦ μελετήσαν, ἤρξατο κρουνηδὸν προσφέρειν
ἱερὰς πανσόφους διδαχάς. ἐμοῦ δὲ πολλῷ κινηθέντος πόθῳ, καὶ λαβόντος χάρτην καὶ
κάλαμον, ἰδιαζόντως τοὺς σοφοὺς αὐτοῦ ἐντάξαι λόγους, ἐτράπη εἰς ἑτέρας χρήσεις
προβαλλόμενος πατέρων ἁγίων, καὶ λέγων οὕτως.
[573Φ]
167. «ὁ πενθῶν ἑαυτόν, ἀκηδίαν οὐκ οἶδεν· ἐν καιρῷ γὰρ ἀκηδίας οἱ βιασταὶ στεφανωθήσονται·
οὐδὲν γὰρ οὕτως στεφάνους προξενεῖ, ὡς ἀκηδία μοναχῷ ἑαυτὸν βιαζομένῳ. ὁ μεριμνήσας
ἔξοδον ψυχῆς τῆς ἑαυτοῦ, μυσάττεται κόσμον, καὶ ὡς σκύβαλα ἡγεῖται αὐτόν. μακάριος
μοναχός, ὡς πάσης ἀτιμίας καὶ ἐξουδενώσεως ἑαυτὸν ἄξιον λογίζεται. μακάριοι οἱ πεινῶντες
θλίψεις, καὶ διψῶντες ἀτιμίας, ὅτι κορεσθήσονται τρυφῆς ἀκορέστου. ἀνὴρ σιωπητικὸς
φιλοσοφίας υἱός· ὁ δὲ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. ὁ ἐπιγνοὺς παραπτώματα,
ἐκράτησε γλώσσης· ὁ δὲ πολύλογος οὐκ ἐκφεύξεται ἁμαρτίας. ἀκούσατέ μου, ἀκούσατε,
πάντες οἱ κακοί, οἱ τὰ ἀλλότρια λογοθετοῦντες πλημμελήματα. εἰ ἀληθές, ὡς καὶ ἀληθές,
ὅτι ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν· ὡς γὰρ ἐλεοῦμεν, ἐλεηθησόμεθα, καὶ
ἐν ᾧ κρίματι κρίνετε, κριθήσεσθε· πάντως ἐν οἷς ἂν μεμψώμεθα τὸν πλησίον, ἐν αὐτοῖς
περιπεσούμεθα, καὶ ἄλλως οὐκ ἔστιν, εἴτε σωματικοῖς, εἴτε ψυχικοῖς· αὐτὸ γὰρ τὸ
πάθος πάσχουσιν, ἐν ᾧ τὸν πλησίον καταψέγουσι.
[574Α]
168. κόρος βρωμάτων πορνείας μήτηρ, ἐγκράτεια δὲ κοιλίας, ἁγνείας μήτηρ. ὁ μετὰ
γαστριμαργίας καὶ κόρου τὸν τῆς πορνείας δαίμονα νικῆσαι φιλονεικῶν, ὅμοιός ἐστι
τῷ μετὰ ἐλαίῳ σβεννύοντι ἐμπυρισμόν. φεύγει ἰχθὺς ἄγκιστρον, καὶ φιλήδονος ψυχὴ
ἀποστρέφεται ἡσυχίαν· μὴ παρόντος φωτός, τὰ πάντα σκοτώδη, καὶ μὴ παρούσης ταπεινοφρόσυνης
τῷ μοναχῷ, τούτου ἡ ἄσκησις ματαιότης γίνεται. ὁ τὰ ἔσω τεταπεινωκώς, ὑπὸ χειλέων
οὐ κλέπτεται· ὃ γὰρ οὐκ ἔχει ὁ θησαυρός, οὐ προφέρει ἡ θύρα. ἐφ᾿ ὅσον ἡ ὀζωδία τῆς
ἀκολασίας ἐστὶ φιλικῶς ἐμφωλεύουσα ἐν καρδίᾳ μοναχοῦ, ὀσμὴ μύρου ἁγνείας οὐκ εὐωδιάζεται.
τί ἐστὶ γαστριμαργία πορνείας μήτηρ, ὕλη διανοίας, ῥύπος σώματος. τί ἐγκράτεια
γαστρὸς χαλινός, ψυχῆς ἀνάψυξις, ἁγιασμοῦ πολίτευμα. τί πορνεία λαιμαργίας κύημα,
ἀναίσθητος λογισμός, ἀπογνώσεως ὁδηγός, καὶ καταγνώσεως χειραγωγός. τί ἐστὶ σωφροσύνη
ἀνδρείας στήλη, αἰσχρῶν λογισμῶν περιτομή, ἔργων ἐνεργός, καὶ ἐγκρατείας συνεργὸς
καὶ ἀκόρεστος προσευχή. τί φιλαργυρία εἰδώλων φιλία, ἀκόρεστος μανία, πολυμέριμνος
κακία.
[574Β]
169. τί ἀκτημοσύνη φιλαργυρίας ἐκρίζωμα, ἀνεπίφθονος θησαυρός, ὀξύδρομος ἀγωνιστής,
ἀμέριμνος βίος. τί ἐστὶ λύπη ἀκηδίας σύμφυτος, αἰσχρῶν λογισμῶν κρατήρ, σκώληξ σαρκός.
τί χαρά λύπης ὀλεθρία, ἱλαρότητος εὐφρασία, ψαλμῳδίας ἀγαλλίωμα. τί ἐστὶν ὀργή νόσος
γλώττης, πυρετὸς βράσσων, ὕβρεων δοχεῖον, μήτηρ θηρίων ἰοβόλων. τί πάλιν ἀκηδία
ἀτονία νοός, ψαλμῳδίας μίσος, τόπων ἐκ τόπου μετάβασις. τί ὑπομονή ἀκηδίας διακοπή,
θανάτου μέριμνα, σταυροῦ μελέτημα, καθηλωμένος [λεγε· καθηλωμένου] πόθος, τυπτόμενος
χρυσός. τί κενοδοξία συντυχίας φαντασία, ἐπαίνων δουλεία, πολυσχημάτιστος βασκανία.
τί μακροθυμία φρονήσεως ὅπλον, σαγήνη ἀχείμαστος, λιμὴν σωτηρίας, ἐλπιζομένων ἔσοπτρον,
κακουχουμένων βραβεῖον. τί πάλιν ἡ περιφάνεια πολύμορφος φαντασία, ἅλυσις τῶν κακῶν,
τὸ τριφάρμακον κέρας τῶν παθῶν, κοταλαλιᾶς ῥίζα. τί ἐστὶ πλεονεξία ἄγγος φιλονεικίας,
ἀληθείας ἐναντία, ἀγάπης ἐχθρά, πολυπραγμοσύνης ἀπληστία, ἀλαζονεία ψυχῆς.
[574Χ]
170. ἀγαθὸς ὁ πλοῦτος τῶν ἀρετῶν, ἀδελφοί, σφαλερὰ δὲ ἡ ἁμαρτία, καὶ ἄλλως οὐκ ἔστιν.
ἀειθαλὴς ὁ βίος τῶν ἀσωμάτων. πραῢς καὶ ἀνεξίκακος μοναχὸς ἐπιτεύξεται τῶν ἀκηράτων·
ἀὴρ μὲν σώματα τρέφει, συνετοὺς δὲ ἡ ἀρετή. ἀρχὴ πράξεως ἀγαθῆς, τὸ γνῶναι τὸν κύριον.
αὔλιζε ἐν τῇ γνώσει, καὶ πλησιάσεις θεῷ. ἀρετὴ ἔμφρονος συνίσταται, ἄφρονος δὲ καταλύεται.
βέβαιον οὐδὲν ἐν βίῳ, εἰ μὴ τὸ τῆς ψυχῆς κέρδος. κέρδος μὲν ψυχῆς εὐσέβεια εἰς θεόν.
βῆμα δικαστῶν ἐτάζει τοὺς ἄφρονας, συνετοὺς δὲ καὶ ἀπόντας δοξάζει. βίος ἀνθρώπου
ἐν τελευτῇ αὐτοῦ δείκνυται, πρὸ μὲν τελευτῆς οὐδὲν σταθερὸν ἐν βίῳ. βουλεύου εἰρηνικά,
καὶ σβέσεις τὰ πολεμικά. γέλως ἀνθρώπῳ ἐν [λεγε· ἐκ] μεταφορᾶς πένθεος· ἐν γέλωτι
δὲ ἀσυνέτων μέμικται παρανομία. γενοῦ φίλος διαπαντός, καὶ φεύξῃ κατηγορίαν. γενοῦ
δὲ ἀκριβὴς ἐν γλώσσῃ σου, καὶ οὐ δῷς τὸν βίον σου εἰς ὑστεροβουλίαν. γένος ἐλευθέρων
ἡσυχίαν ἀσπάζεται· βάλλει γὰρ πράγμασιν ἀνὴρ ἀπειράγαθος. δίκας φεῦγε, κᾄν τὸ δίκαιον
ἕξης· οὐ γὰρ τόσον τὸ κέρδος, ὅσον ἡ ζημία.
[575Δ] δόξα φιλοσοφούντων, ἡ τῶν καθυβριζόντων πέφυκεν ἀπαιδευσία. οἱ μαθητευόμενοι
τῇ βασιλείᾳ τῶν οὐρανῶν, πάντοτε χρήσουσιν ὀλίγων τῶν προωδευκότων, ἕως ἂν ριζωθῶσιν
εἰς τὸν φόβον τοῦ θεοῦ.»
171. ταῦτα δὲ καὶ πλείονα τούτων προσέφερε ὁ ἅγιος Στέφανος, ὑποδεικνύων βίους πατέρων
ἀξιομιμήτους, ἐγκελευόμενος ἡμῖν, καὶ λέγων· «ζηλωταὶ ἀεὶ γίνεσθε, ἀγαπητὰ τέκνα,
τῶν ἐναρέτων ἀνδρῶν· ἄνδρας γὰρ οὐρανόφρονας ἐθεασάμην, μεθ᾿ ὧν ὑμῖν ἅμα σχοίην
μερίδα καὶ κλῆρον ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. μέμνημαι γὰρ τῆς ἐνθέου ἐκείνων πολιτείας,
καὶ σεμνότητος, ἤθους τε πρᾳέος, καὶ ἀκτήμονος καὶ ταπεινόφρονος· καὶ οὕτω σώφρονί
τινι μανίᾳ πρὸς ἔρωτα τῆς μιμήσεως τοῦ βίου αὐτῶν ἐλαυνόμενος φέρομαι, καὶ σὺν ἐμοὶ
σπεύδω τοὺς ἐμοὺς πρὸς αὐτὸν ἐφελκύσασθαι. μεγάλοι γὰρ ἦσαν ἐρημίται, καὶ ἀσκηταί,
καὶ ἄνθρωποι τοῦ θεοῦ. καὶ ἐν τοῖς μοναστηρίοις ἄλλους εἶδον τούτων οὐκ ἐλάττονας
τὴν πολιτείαν· τοὺς πλείονας δὲ ἐν τῇ μεγίστῃ ἡμῶν λαύρᾳ, ἐν οἷς δύο τινες ἦσαν
θαυμαστοὶ καὶ ἔνδοξοι, ὧν ὁ
[575Ε] μὲν ἐκ μόνης τῆς θέας ὄμματι διορατικῷ τὸν βίον τοῦ ἀνθρώπου καὶ τὴν πολιτείαν
ἐπίστατο· πολλάκις γὰρ ὑπὸ τῶν πατέρων τῆς λαύρας ἀσπαζόμενος, ὡς αἰδεσιμότητι κεκοσμημένος,
οὓς μὲν τοῖς νοεροῖς ὀφθαλμοῖς ἐθεώρει τῆς ἑαυτῶν σωτηρίας ἀμελοῦντας καὶ κακῶς
διάγοντας, αὐστηρῶς καὶ ἰταμῶς ἀπεστρέφετο καὶ εὐχὴν ἀπαιτούμενος, ἔλεγε πρὸς αὐτούς·
Ϡαἱ πράξεις ὑμῶν εὔχωνται ὑπὲρ ὑμῶν· ἐναντιουμένων γὰρ τῶν ἔργων ὑμῶν, αἱ εὐχαί
μου οὐδὲν ὠφελήσουσιν ὑμᾶς· ἐπιμελεῖσθε λοιπὸν ἑαυτῶν·Ϡ οὓς δ᾿ αὖ κατὰ θεὸν βιοτεύοντας
ἐν σώφρονι βίῳ καὶ θεαρέσταις διαγωγαῖς ἐθεώρει, τούτους εὐμενῶς ἀντασπαζόμενος
ἐπεθάρσυνε, λέγων· Ϡκαλῶς, καλῶς ἵστασθε· λοιπὸν σκοπεῖτε, μὴ πέσητε· ὑπομείνατε
ἕως τέλους ἵνα σωθῆτε· ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. ὁ δὲ θεὸς τῶν
ἁπάντων στηρίξαι ὑμᾶς, καὶ δοίη ὑμῖν χάριν καὶ ὑπομονὴν εἰς πᾶν ἔργον ἀγαθόν.Ϡ
172. ὁ δὲ ἄλλος γέρων ἦν ὑψηλὸς καὶ θαυμάσιος·
[575Φ] οὗτος γὰρ προγνοὺς τὴν ἐνθένδε μετάστασιν αὐτοῦ, πρὸ τριῶν ἡμερῶν τῆς ἑαυτοῦ
τελευτῆς, καταβὰς ἐν τῇ ἐκκλησίᾳ, καὶ εἰς πάντα τὰ ἐν τῇ λαύρᾳ ἡμῶν κελλία εἰσεληλυθώς,
τοὺς πατέρας ἠσπάσατο, λέγων ἑκάστῳ· Ϡβούλομαι ἐπὶ τὴν νεκρὰν θάλασσαν ἀπελθεῖν,
καὶ μετὰ τριῶν ἡμερῶν διάστημα θεωρεῖτέ με.Ϡ οἱ δὲ νομίσαντες αὐτὸν ἀληθεύοντα περὶ
αἰσθητῆς λέγειν θαλάσσης, ἐξενίζετο [λεγε· ἐξενίζοντο] δ᾿ ὅμως ἐπί τῷ ἀσυνήθει αὐτοῦ
ἀσπασμῷ καὶ ἐπισκέψει ἑνὸς ἑκάστου κελλίου. ὅλους οὖν τοὺς πατέρας ἀσπασάμενος,
ἐπὶ τὸ κελλίον αὐτοῦ ἀνέκαμψε, καὶ ἔφη τῷ μαθητῇ αὐτοῦ· Ϡβούλομαι, τέκνον, ἕνεκέν
τινος ἀναγκαίας χρείας ἐπὶ τρεῖς ἡμέρας ἰδιάσαι ἄποθεν ἀνθρώπου παντός, μηδενὶ συνομιλῶν,
μή τέ σοι, μή τέ τινι ἄλλῳ· ἀλλ᾿ ὁπότ᾿ ἂν ἡ τρίτη ἡμέρα ἐπέλθῃ, εἴσιθι εἰς τὸν ἐνδότερον
δόμον τοῦ κελλίου· ἐκεῖ γὰρ ἐγκλείω ἐμαυτόν.Ϡ ὁ δὲ μαθητῆς ἔφη· Ϡὡς κελεύεις, πάτερ.Ϡ
ὅπερ δὲ ἐποίει, ἑαυτὸν ἐγκλείσας μέχρι τῆς τρίτης ἡμέρας, μόνος ἐπίσταται ὁ τῶν
κρυφίων ἐταστὴς θεός. ἐλθούσης οὖν τῆς προθεσμίας, εἰσέβη πρὸς αὐτὸν ὁ μαθητής,
καὶ εὗρεν αὐτὸν κατὰ ἀνατολὰς ἡπλωμένον, καὶ τὸ πνεῦμα αὐτοῦ τῷ κυρίῳ παραδεδωκότα·
καὶ
[576Α] παραυτὰ τοῖς πατράσιν ἐγνώρισεν τὸ ξένον μυστήριον. οἱ δὲ καταπλαγέντες ἐπὶ
τῷ ἀκούσματι, κατὰ τὴν ἐπικρατήσασαν συνήθειαν συνηθροίσθησαν, καὶ τὸν ἅγιον γερόντα
κηδεύσαντες ἐν ὁσίων θήκαις κατέθηκαν, δόξαν καὶ εὐχαριστίαν τῷ θεῷ ἀναπέμποντες,
τῷ ζωῆς καὶ θανάτου δεσπόζοντι.
173. οὐ τοῖς δυσὶ δὲ μόνοις τούτοις συνέτυχον, ἀλλὰ καὶ διαφόροις ἔν τε τῇ ἡμετέρᾳ
λαύρᾳ, καὶ ἐν τοῖς ἐρήμοις καὶ μοναῖς, οὓς ὁ οὐρανὸς ἐδέξατο, καὶ τοῖς Ἀβραμίοις
κόλποις ἐνανέπαυσεν ἐν χώρᾳ ζώντων, καὶ ἐν παραδείσῳ τρυφῆς, ἔνθα καταλάμπει τὸ
ἀνέσπερον φῶς διαπαντός, ἔνθα καὶ ὑμεῖς σπεύσατε κατοικῆσαι, μιμησάμενοι τοὺς καλοὺς
ἀγῶνας τῶν θεαρέστως βεβιωκότων ἀνδρῶν, καὶ τῶν νῦν βιούντων· πέπεισμαι γὰρ ὅτι
καί εἰσί τινες σήμερον ὁσίως καὶ εἰλικρινῶς πολιτευόμενοι· οὐ γὰρ διέλειπεν ὁ θεὸς
ἔχων γνησίους δούλους κατὰ γενεὰν καὶ γενεάν, εἰ καὶ πάνυ ἐν τούτοις τοῖς ἐνεστῶσι
καιροῖς ἠλαττώθη ἡ μοναχικὴ πολιτεία μετὰ δέκα ἔτη ἀπὸ
[576Β] τοῦ μέγαλου σεισμοῦ, καὶ ἔτι κατὰ βραχὺ καὶ βραχὺ ὀλιγωτήσεται [λεγε· ὀλιγωθήσεται],
διὰ τὸ πληθυνθῆναι τὴν ῥαθυμίαν καὶ ἀμέλειαν. ἀλλὰ ἀγωνίσασθε τοῖς ὀλίγοις συναριθμηθῆναι·
ἐπειδὴ τὸ τίμιον πανταχοῦ ὀλιγώτερον πέφυκε· μολύβδου γὰρ πολυταλάντου κρείσσων
ὀλίγος χρυσός, καὶ γνόφου βαθυτάτου σμικροτάτη φωτὸς ἀκτίς, καὶ δυσωδείας πολλῆς,
εὐωδίας βραχεῖα πνοή.»
174. ἀεὶ δὲ νουθετῶν καὶ διδάσκων ὁ γέρων σφραγίδα ἱερῶν αὐτοῦ λόγων ἐποιεῖτο τὴν
περὶ συμπάθειαν ἐντολήν· συμπαθὴς γὰρ ἦν, ὡς οὐδεὶς ἄλλος τῶν βροτῶν φημι· καὶ τὴν
συμπάθειαν αὐτοῦ εἴδειεν ἂν οἱ πείραν εἰληφότες αὐτῆς οὐ μόνον ἀπὸ ἀνθρώπων, ἀλλὰ
καὶ πετεινῶν καὶ τετραπόδων· ἰδίαις γὰρ χερσὶ παρέβαλε τὴν τροφὴν τοῖς ψάροις, καὶ
τοῖς κόραξι, καὶ ταῖς περιστεραῖς, καὶ ταῖς δορκάσιν. ἐν αὐτοῖς πολλάκις τοῖς κόλποις
αὐτοῦ, ἤρχοντο γὰρ οἱ ψάροι καὶ ἐπὶ τοὺς ὤμους αὐτοῦ, καὶ ἐπὶ τὴν κεφαλήν, καὶ τὰ
γόνατα αὐτοῦ. ἐφιλονείκουν δὲ καὶ ἐπολέμουν ἀλλήλους, παρατιθέντος αὐτοῦ τὴν ἐδωδήν,
ἧς ἐμφορηθέντες, καὶ ὕδατος κορεσθέντες, πάλιν ἀγαλλόμενοι ἐπέτοντο ἠρέμα, τοῦ γέροντος,
ὡσεὶ μαθηταῖς,
[576Χ] κελεύοντος.
175. τοῖς μύρμηξι δὲ καὶ τοῖς μικροῖς ζωυφίοις σεμίδαλιν καὶ σισάμιν καὶ ἄλφιτα
παρετίθη· συνεπάθη δὲ περισσότερον τοῖς ἐν τῇ ἐρήμῳ μαύροις ἀκάκοις σκώληξιν· οὐδὲν
γὰρ μονονουχὶ ἔλιπεν αὐτῷ ἀπὸ παντὸς ἀγαθοῦ, τοῦ ὄντος ἐπὶ τῆς γῆς, καίπερ περὶ
ταῦτα φροντίδα καὶ σπουδὴν μὴ ἔχοντα παντελῶς· ἤδει γὰρ τὴν ἀψευδῆ ὑπόσχεσιν τοῦ
δεσπότου εἰπόντος· Ϡζητεῖτε πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πάντα ταῦτα προστεθήσονται
ὑμῖν.Ϡ ἐμάχετο δὲ ἡμῖν πολλάκις, τοῖς μαθηταῖς αὐτοῦ, περὶ τῶν μαύρων σκωλήκων παραγγέλλων,
μὴ φονεύειν αὐτούς, καίτοι γε ἐκτὸς τοῦ ἡσυχαστηρίου νυκτὸς καταπατοῦσιν αὐτοὺς
ἀκουσίως· καὶ ὠνείδιζεν ἡμᾶς ἕνεκεν τούτου, εἰδὼς ἅπερ ἀγνοοῦντες ἐποιοῦμεν. «οὐκ
ἔχετε,» λέγων, «συμπάθειαν, ἐλεεινοί. ἀγνοεῖτε δέ, ὅτι ὁ μὴ ἔχων συμπάθειαν σχετικὴν
περὶ τὴν κτηνώδη φύσιν, οὔτε εἰς ἄνθρωπον κέκτηται οἶδεν ἡ ἀλήθεια, ὅτι πλειστάκις
ἐν καιρῷ ἀκρίδος ἐπὶ τὴν ἔρημον ἀπερχόμενος νυκτός, καὶ περὶ τὸν ὄρθρον εἰς τὸ ἡσυχαστήριον
ἐλθεῖν βουλόμενος, ἡνίκα κατὰ τὴν ὁδὸν ᾐσθόμην ἀκρίδων κρυμωθεισῶν ὑπὸ τοῦ ψύχους,
ἐκαθεξάμην
[λεγε· ἐκαθεζόμην ?]
[577Δ] φειδοῖ αὐτῶν, ἐκδεχόμενος τὰς τοῦ ἡλίου αὐγάς. ἐπτοούμην γάρ, μήπως ἄκων
ἀδικήσω αὐτάς· εἶθ᾿ οὕτω δὲ χαίρων εἰχόμην τῆς ὁδοῦ.» ὡς οὖν ἀληθῶς ὑπὸ τοῦ θεοφόρου
ἡμῶν ἐπιστάτου φωταγωγούμενοι ἐδιδασκόμεθα.
CAPUT Ξῃ
[577Χ]
176. ἐν τοσούτῳ ἐπέστη ἡ τεσσαρακονθήμερος νηστεία, τὴν σωσίψυχον τοῦ πάσχα προαγγέλλουσα
πανήγυριν· ἦν γάρ τις τῶν συμμαθητῶν εὐλαβής, ὀνόματι Θεόκτιστος, ὃν καὶ ἠγάπα λίαν
ὁ ἐπιστάτης διά τε τὴν πρᾳότητα αὐτοῦ, καὶ τὴν τοῦ βίου καθαρότητα· ἦν γὰρ τὸ γένος
Γαζαῖος, ἀγάπην τε καὶ ταπείνωσιν πολλὴν ἔσχεν· ὅθεν τοῖς μάρτυσι συναρίθμιος ὤφθη,
καὶ τῶν ἀκηράτων ἠξίωται στεφάνων. τοῦτον οὖν λαβὼν μεθ᾿ ἑαυτόν [λεγε· ἑαυτοῦ],
ὡς καὶ διαπαντὸς μετὰ τὸ γηράσαι αὐτὸν εἰώθει ποιεῖν, ἐξέβη εἰς τὸν χείμαρρον τῆς
ἀνατολικῆς ἐρήμου τῆς τοῦ ἁγίου Εὐθυμίου μονῆς· ἐκεῖσε δὴ τότε τὴν τεσσαρακοστὴν
ἐκτελῶν, εἶδεν ὀπτασίαν περὶ τοῦ συνόντος αὐτῷ μαθητοῦ Θεοκτίστου, ἣν αὐτῷ τε
καὶ ἄλλοις μαθηταῖς ἐξηγόρευσε, λέγων·
[578Α] «τὸν κανόνα τῆς νυκτερινῆς ψαλμῳδίας ἐκτελέσας, ἐγενόμην ἐν ἐκστάσει, καὶ
θεωρῶ περικαλλῆ, παμμεγέθη ναόν, ἐκλάμπροις ἐξαστράπτοντα φρυκτωρίαις, καὶ δὴ νώτοις
ὡραιοτάτοις ὀρόφοις, καὶ ποικίλαις μουσικαῖς ψηφίσι, καὶ στιλβούσαις μαρμαρικαῖς
λεπτουργίαις, καὶ στύλοις χρυσοκεφάλοις, καὶ παντὶ θεοπρεπεῖ κόσμῳ κεκαλλωπισμένον·
ἦν γὰρ ἐν αὐτῷ ἀγαλλίασις ἀνέκφραστος, καὶ τερπνότης ἀμήχανος, καὶ λαμπρότης ἐκδιήγητος
[λεγε· ἀνεκδιήγητος?].
177. ὡς οὖν ἱστάμην ἐν αὐτῷ, τοῖς εὐφροσύνοις ἐκείνοις ἀμαρύγμασιν ἐπιγαννύμενος,
βλέπω τουτονὶ ἐμὸν φίλον μαθητήν, ἀββᾶν Θεόκτιστον, εἰσερχόμενον ἐν ἀγαλλιάσει καὶ
δοξολογίαις καὶ θεοπρεπέσιν ὕμνοις, πρὸς ὃν καὶ ἔφην γεγηθώς· Ϡκαὶ σύ, τέκνον γλυκύτατον,
εἰσελήλυθας ὧδε εὖ καὶ καλῶς ἥκεις.Ϡ ὁ δὲ ἔφη· Ϡναί, πάτερ, ἠξίωσέ με ἡ ἄπειρος
τοῦ θεοῦ εὐσπλαγχνία τῆς ὑπερενδόξου εἰσόδου ταύτης·Ϡ
[578Β] ταύτην γὰρ τὴν ξένην ὅρασιν ἐν ὑμῖν ἐξηγήσομαι σὺν θεῷ· τὸν ναὸν καὶ τὴν
ἐν αὐτῷ φαιδρότητα, τὴν ἐπουράνιον βασιλείαν καὶ τὴν ἐν αὐτῇ διαιωνίζουσαν χαρμονὴν
πάντος οἴεσθε, ἧς ἀξιωθήσεται οὗτος ὁ κάλλιστος καὶ θεάρεστος μαθητὴς Θεόκτιστος
χάριτος τοῦ ὑπεραγάθου θεοῦ.» οὕτω μὲν ὁ θεόσοφος πρεσβύτης, τὴν μακαρίαν τοῦ ἰδίου
μαθητοῦ λῆξιν ἀξιωθεὶς ἰδεῖν, εἶπε. τοῦτο δὲ καὶ μαρτυρεῖτε ἅπαντες, ἀληθῆ γεγονέναι
τὴν ὀπτασίαν, οὐ διὰ τὴν ἀρίδηλον αὐτοῦ ἁγνὴν πολιτείαν μόνον, ἀλλ᾿ ὅτι καὶ τῷ τελευταίῳ
κατῄρθη [λεγε· καθῃρέθη? κατῄχθη?] μαρτυρικῷ βαπτίσματι, ὃ δευτέροις οὐ προσομιλεῖ
ῥύποις· ἔστι γὰρ τοῦ ἀριθμοῦ τῶν πατέρων, τῶν ἀναιρεθέντων ὑπὸ τῶν βαρβάρων ἐν
τῇ μεγίστῃ λαύρᾳ τοῦ ἁγίου πατρὸς ἡμῶν Σάβα, ὧν τὴν διήγησιν ἀνεγράψατο ὁ πανάρετος
ἀββᾶς Στέφανος, τῆς ἡμῶν λαύρας τὸ καύχημα.
178. μετὰ δὲ τὴν ὀπτασίαν ταύτην ἄλλοτε κατὰ τὸν καιρὸν τῆς ἁγίας τεσσαρακοστῆς
ἔχων μεθ᾿ ἑαυτοῦ τὸν μνημονευθέντα θεῖον μάρτυρα, ἐπορεύθη ἐπὶ τὴν ἔρημον τοῦ Καλαμῶνος
ἅμα τισὶ τῶν πατέρων.
[578Χ] τούτων δὲ διαγόντων ἐκεῖ, δύο τινὲς ἀδελφοὶ πνευματικοί, ἐρημικὰς πόας καὶ
βοτάνας καὶ φάρμακα κακὰ βεβρωκότες, ὁ μὲν ἔλαττον, ὁ δὲ πλεῖον, κατοξέλει [λεγε·
κατόξει? κάτοξυ?] δυσεντερικῷ κατεσχέθησαν πάθει, ὥστε αὐτὰ σχεδὸν τὸν πολλὰ φαγόντα,
καὶ πλείω κεκινδυνευκότα τὰ ἔγκατα προχωρῆσαι ἐν μιᾷ νυκτί, καὶ ἀπελπισθῆναι ὑπὸ
τῶν περὶ αὐτόν. εὐχὴν οὖν ποιησάμενος ὁ γέρων, καὶ λαβόμενος αὐτὸν τῆς χειρός, ἔφη·
«ἀνάστα, τέκνον, ὅτι ὁ τὴν θυγατέρα τοῦ ἑκατοντάρχου καὶ τὸν Λάζαρον ἐκ τῶν τοῦ
ᾅδου στυγνῶν δόμων ἀναγαγών, τῷ λόγῳ ζωοποιήσας αὐτούς, λιταῖς τῆς ἀφράστως τεκούσης
αὐτὸν ἠλέησέν σε, καὶ ὡς ἐξ ᾅδου ἀνήνεγκεν.» ὁ δὲ παραχρῆμα ἠγέρθη ὑγιής, εὐχαριστῶν
τῷ θεῷ καὶ ταῖς τοῦ γέροντος εὐχαῖς. ζῇ δὲ καὶ οὗτος χάριτι Χριστοῦ, ταῦτα μεγαλοφώνως
ὁμολογῶν.
179. ἦν δέ τις, ὀνόματι Κοσμᾶς, τῶν τοῦ γέροντος μαθητῶν· οὗτος πρὸ ὀλίγων ἡμερῶν
τοῦ τέλους τῆς αὐτῆς τεσσαρακοστῆς ἦλθεν ἐπισκεπτόμενος τὸν ἐπιστάτην, καὶ τρεῖς
ἡμέρας συμπαραμείνας αὐτῷ, συνέτριψεν, ἀναγγέλλων ἡμῖν, τοῖς συμμαθηταῖς, ἑωρακέναι
φρικτὸν ἐνύπνιον· «ἐν ᾧ πολλούς,» φησίν, «εἶδον
[579Δ] οὐρανομήκεις ναούς, λίαν ἐκτρεπεῖς [λεγε· εὐπρεπεῖς?] κίοσι θεοφεγγέσιν ἐνιδρυμένους,
καὶ παντοίοις ἀγλαοῖς ποικίλμασι πεποικιλμένους, καὶ τούτων ἄνωθεν ἐπὶ τὰς ὑψηλὰς
κορυφὰς οἰκοδόμους τινὰς δραστικῶς οἰκοδομοῦντας ἐν κάστρῳ εὐτειχίστῳ ᾠκοδομημένον
ἀσφαλῶς, ἐφ᾿ οἷς λίαν ἐμοὶ καταπλαγέντι καὶ ἐκθαμβηκότι οἱ ἐργάται φησίν [λεγε·
φασίν ?]· Ϡτί ἕστηκας, ἄνθρωπε, τεθηπώςϠ πρὸς οὓς ἔφην· Ϡδικαίως τέθηπα καὶ ἐκπέπληγμαι·
ἐπειδὴ κάστρον εἶδον τοιοῦτον, οἷον οὐκ ὤφθη πώποτε.Ϡ οἱ δὲ εἶπον· Ϡκαὶ ἀγνοεῖς
τίνος ἐστίν τοῦ σοῦ γὰρ ἐπιστάτου, ἀββᾶ Στεφάνου, καθέστηκεν· ἀλλ᾿ ἔτι ὀλίγαι ἡμέραι
παρελεύσονται, καὶ ἡ μετὰ χεῖρας γωνία, ἣν ὁρᾶς, εἰς ἄκρον ὑψωθήσεται· ὅλον γὰρ
τὸ τεῖχος ἀπήρτισται παρὲξ αὐτῆς.Ϡ καὶ ταῦτα ἰδὼν καὶ ἀκούσας, ἔξυπνος ἐγενόμην.»
180. μετ᾿ οὐ πολλὰς δὲ ἡμέρας τοῦ συμμαθητοῦ, ταῦτα θεασαμένου, ἐξειπόντος ἡμῖν,
παρεγένετο ὁ ἅγιος γέρων μετὰ τοῦ μαθητοῦ, ἀββᾶ Θεοκτίστου,
[579Ε] τῆς τεσσαρκοστῆς πληρωθείσης, ἐν τῇ ἡμέρᾳ τῆς ὑπερθέσεως, καὶ τὴν ἁγίαν ἑβδόμαδα
πᾶσαν, καὶ τὴν ἀναστάσιμον ἡμέραν ἐτέλεσε πάνυ ὑγιαίνων καὶ εὐεκτῶν. πρὸ τοίνυν
τριῶν ἡμερῶν τῆς νέας κυριακῆς ἦλθέ τις ἀδελφός, αἰτούμενος παρ᾿ αὐτοῦ ὑπὲρ ἑαυτοῦ
ποιήσασθαι σύναξιν. ὁ δὲ ταύτην ὁλοψύχως ἐκτελέσας, κατανυκτικῇ καὶ πρᾳείᾳ φωνῇ
πρὸς τὸν αἰτησάμενον ἔφη· «ὄντως, ἀδελφέ, ὡς νομίζω, οὐκ ἔτι ὁ Στέφανος μετὰ ταύτην
τὴν σύναξιν ἑτέραν ἐκτελεῖ.» καὶ τοῦτο εἰπὼν ἀπέλυσεν αὐτόν. τῇ δὲ ἐπαύριον, ἥτις
ἦν πέμπτη πρὸ δύο ἡμερῶν τῆς νέας κυριακῆς, ἤρξατο νοσεῖν· ἔπειτα δὲ ἀφίκετο πρὸς
ἡμᾶς. ἡμῶν οὖν τῶν μαθητῶν παρὰ τὸ μεσονύκτιον ἀποτελούντων τὸν νυκτερινὸν κανόνα
τῆς δευτέρας, ἦλθεν ὁ πρὸ μικροῦ μνημονευθεὶς ἀββᾶς Κοσμᾶς καὶ κατεπείγων ἡμᾶς,
εἶπεν· «δεῦτε, δεῦτε, ὦ φίλοι συμμαθηταί, προφθάσατε τὰς τελευταίας τοῦ γέροντος
λαβεῖν εὐχάς· ἰδοὺ γάρ, παραδίδωσι τὸ πνεῦμα αὐτοῦ τῷ κυρίῳ.»
181. ἐπὶ ταύτῃ δὲ ταραχθέντες οἱ μαθηταὶ τῇ ἀγγελίᾳ· «καὶ πόθεν δῆλον, εἰπέ,» πρὸς
αὐτὸν ἔφημεν. ὁ δὲ εἶπεν· «γρηγορῶν μόνος ἐν τῷ μυχοτάτῳ κελλίῳ,
[579Φ] ἀκήκοα τοῦ ἐπιστάτου ἠρεμαίᾳ φωνῇ τισιν ὁμιλοῦντος, καὶ ἐγκελευομένου τῇ
ἐμῇ ταπεινώσει, καὶ λέγοντος· Ϡδεῦρο ἐκεῖθεν, ἀββᾶ Κοσμᾶ, δεῦρο τιμίας εὐτρέπισον
καθέδρας, καὶ φιλοφρόνως ὑποδέξαι τούτους τοὺς κοσμιωτάτους ἄνδρας.Ϡ πρὸς ὃν κλονηθεὶς
ἔφην· Ϡτίνες εἰσὶν οἱ ἄνδρες οὗτοι, πάτερϠ ὁ δὲ εἶπεν· Ϡτοὺς λευχείμονας τούτους,
φημί.Ϡ ἀναστὰς οὖν παραυτὰ τὸ κελλίον ὅλον ἐψηλάφησα νυκτομαχῶν· ἦν γὰρ βαθεῖα νὺξ
καὶ σκοτία, τῆς κανδήλης ἀποσβεσθείσης, καὶ μηδένα εὑρηκώς, πάλιν ἠρώτησα αὐτόν·
Ϡποίους ἄνδρας ἐρεῖς, οὐκ οἶδα, πάτερ.Ϡ ὁ δὲ εἶπεν· Ϡοἷς προσωμίλουν πρὸ ὥρας.Ϡ
ἐπὶ τούτοις δὲ τοῖς λόγοις ταραχθεὶς ἐγὼ ὁ πανάθλιος, ᾠήθην αὐτοὺς ἀγγέλους εἶναι,
ἐλθόντας ἀφελέσθαι τὴν ἡγιασμένην αὐτοῦ ψυχήν, καὶ μετὰ τιμῆς καὶ δόξης πρὸς τὸν
αὐτῆς δημιουργὸν ἀγαγεῖν.»
182. ὁρμήσαντες δὲ ταχέως, καὶ τὴν κανδήλαν ἅψαντες, ἔμφρονα θεωροῦμεν καὶ νήφοντα
λίαν τὸν γέροντα, ὅθεν οὐκ ἀπείπαμεν αὐτόν, ἀλλὰ καὶ ζῆν αὐτὸν ἠλπίσαμεν ἔτι. ὡς
οὖν ἐν τούτοις ἦμεν, ὀλίγον πρὸς τὸν ἐπιστάτην ἰδιάσας προσῆλθον αὐτῷ, καὶ
[580Α] εἶπον· «πληροφόρησόν με, πάτερ, εἰ πορεύεις πρὸς ὃν ἠγάπησας Χριστὸν ἐν τῇ
ἀρρωστίᾳ ταύτῃ.» ὁ δὲ καθ᾿ ἑαυτὸν καθεζόμενος ἔφη· «ναί, ναί, πορεύομαι πρὸς τὸν
κύριον, τέκνον.» ἔπειτα δὲ τὴν ἑαυτοῦ κέκυφεν ἱερὰν κεφαλὴν ἐπὶ τὴν κλίνην, τὸ θεῖον
καθ᾿ ἑαυτὸν δοξολογῶν, καὶ ὑπὲρ ἡμῶν εὐχόμενος. εὐθέως δὲ παρ᾿ αὐτοῦ πληροφορίαν
εἰληφὼς περὶ τῆς ἀποβιώσεως αὐτοῦ, ἔδραμον, ἀπαγγέλλων τοῖς ἐμοῖς πνευματικοῖς ἀδελφοῖς.
οἱ δὲ τοὺς πατέρας συνήθροισαν αὐθωρεῖ· τούτων δὲ ὁμοῦ συναχθέντων, οἱ μὲν καρπούμενοι
τὰς ἁγίας αὐτοῦ ἐντεύξεις ἀνεχώρουν, οἱ δὲ τὴν ὥραν τῆς θεοτιμήτου αὐτοῦ ἐξόδου
ἀπεκδέχοντο μένοντες. ὁ δὲ τοὺς μὲν ἀμειβόμενος εὐλογίαις καὶ εὐχαῖς, τοὺς δὲ λόγοις
βιαίοις καὶ ἰταμοῖς, «οὐ καλῶς καθέξῃ,» λέγων, «καίπερ μὴ οὕτους [λεγε· οὕτως] δοκῶν»,
ἀπέλυε· τοῖς δὲ παραμένουσιν αὐτῷ ἐνετέλλετο, λέγων· «νουνεχῶς προσέχετε ἑαυτοῖς.»
183. εἶτα οὖν ἀπὸ τῆς πρωϊνῆς ὥρας μέχρι τῆς ὀγδοὴς ποτὲ μὲν ἀνακλινόμενος, καὶ
καθ᾿ ἑαυτὸν
[580Β] εὐχόμενος, ποτὲ δὲ καθεζόμενος, προσεῖχεν ἑκάστῳ τῶν παρακαθημένων αὐτῷ·
καὶ πάλιν ἐκλίνετο, καὶ αὖθις ἀντεκλίνετο, λυπηρὰς ἐκ βάθους τῆς καρδίας ἀναπέμπων
στοναχάς, ἐρρωμένον καὶ σταθερὸν κτήμενος τὸν νοῦν, καὶ παντελῶς ἀνύποστον. ἐν ὅσῳ
δὲ οὕτω διέκειτο, ἐν τοσούτῳ συνῆλθεν τῶν πατέρων ἡ πληθύς, πρὸς οὓς ἐνοχλούμενος·
«ἔξιτε, ὦ πατέρες,» ἔλεγε, «καὶ ἄφετέ με μικρὸν ἰδιάσαι.» οἱ δὲ μὴ πειθόμενοι τὸ
παράπαν οὐκ ἐχωρίζοντο, ἐφιέμενοι καὶ μέχρις ἐσχάτης ἀναπνοῆς ἀπολαῦσαι τῆς μακαρίας
αὐτοῦ ψυχῆς. δύνοντος δὲ τοῦ ἡλίου, ἡ ἄδολος αὐτοῦ γλῶσσα κατεσχέθη· κινήσει δὲ
χειλέων μόνῃ καὶ διανοίᾳ ἐδόξαζε τὸν θεόν, ὥσπερ ὁ φιλαλήθης ἡσυχαστής, ἀββᾶς Ἰωσήφ,
ὁ γεγονὼς ἐπίσκοπος (πάνυ γὰρ ἦν πλησίον τοῦ γέροντος) μεμαρτύρηκε, καί φησιν· «ἐτεκμηράμην
σαφῶς τὸν γέροντα λέγοντα τὴν εὐχὴν τῆς ἀναφορᾶς, καὶ προσεφωνήσατο, Ϡἀμήν,Ϡ εἰπόντος
αὐτοῦ τὸ πέρας αὐτῆς.» καὶ ταῦτα μὲν ὁ ἀββᾶς Ἰωσήφ. ὁ δὲ γέρων τὸ ἁγνὸν αὐτοῦ τρίτον
ἀνοίξας στόμα, παρέδωκε τῷ κυρίῳ τὸ πνεῦμα αὐτοῦ τὸ ἡγιασμένον, καὶ ἐν εἰρήνῃ ἐπὶ
τὸ ταυτὸ [λεγε· αὐτὸ ?] ἐκοιμήθη, καὶ ὕπνωσε χαίρων καὶ ἀγαλλόμενος τῇ ἐφεξῆς ἡμέρᾳ
τῆς νέας κυριακῆς κατὰ τὴν
[580Χ] α´ ὥραν τῆς νυκτός. ἐτάφη δὲ ἀπριλίου μηνὸς δευτέρᾳ, ἡμέρᾳ τρίτῃ, ἔτους ἀπὸ
κτίσεως κόσμου ͵ςσπς, τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ἡγουμένου Βασιλείου καὶ πάντων τῶν