[p. 1069]
Στεφάνου διακόνου τῆς ἐκκλησίας Κωνσταντινουπόλεως, εἰς τὸν βίον καὶ μαρτύριον τοῦ
παμμάκαρος καὶ ὁσίου μάρτυρος Στεφάνου τοῦ νέου, μαρτυρήσαντος ἐπὶ τοῦ ἀσεβοῦς εἰκονοκαύστου
βασιλέως Κωνσταντίνου τοῦ καὶ Κοπρωνύμου.
ἀγαθὸν καὶ δίκαιον καὶ πᾶσι τοῖς εὐσεβεῖν προαιρουμένοις εὐαπόδεκτον, κατὰ τὴν τοῦ
μεγαλοκήρυκος Παύλου θείαν φωνήν, τὸ κοινωνεῖν ταῖς τῶν ἁγίων μνήμαις· καὶ ὥς φησι
τὸ Δαυϊτικὸν ἐκεῖνο μέλος· Ϡμνήμη δικαίων μετ᾿ ἐγκωμίων·Ϡ καί, Ϡτοῖς εὐθέσι πρέπει
αἴνεσις.Ϡ οὐ μὴν ἀλλὰ καὶ τὸ ἐν αὐταῖς ὄψεσιν εἰκονικαῖς ἀειμνήστως ἔχειν τὰ τούτων
ἀριστευτικὰ ἀγωνίσματα καὶ κατορθώματα, παντὶ πρέπον καὶ ἐφετόν. ὥσπερ καὶ τὸ διὰ
γραφικῶν βίβλων λαλεῖσθαι τὰ αὐτῶν, ὅσιον καὶ εὐσεβές. ἀμφότερα γὰρ τῆς τε ὄψεως
καὶ ἀκοῆς ἐγγινόμενα πρὸς τὴν τῶν πρωτοτύπων ἀρετὴν καὶ τὸν ἔνθεον
[p. 1072] ζῆλον ἡμᾶς ἀνάγουσιν, ἐν οἷς καὶ τὸ ἱερογραφικὸν ἐκεῖνο πληροῦται τὸ φάσκον· Ϡδεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου.Ϡ ἄμφω γὰρ διὰ εἰκόνος
ὁρᾶται, καὶ διὰ γραφικοῦ λόγου ἀκουτίζεται. καὶ ἡ μὲν τῆς εἰκόνος ὅρασις πέφυκεν
ἐκ τῶν ἐπιτέχνως πως τὴν αὐτὴν ἐπιστήμην ἐχόντων. ὁ δὲ τῆς ἀκοῆς λόγος ἐκ τῶν ἐν
πνεύματι θείῳ καὶ παιδείᾳ γνώσεως μεμυημένων τὰ θεῖα. τούτων αὐτῶν ἀμφοτέρων ἀμοιρῶν
καὐτὸς ἔγωγε, τῷ δέει καθυποβάλλομαι, καὶ πρὸς τὴν ἐγχείρησιν ἀτόλμως ἔχω στόμα
ἀνοῖξαι καὶ χεῖρα τεῖναι, τὸν τῆς προπετείας δύσοιστον μήπως ἐν τῷ λέγειν ὑπομείναιμι
τρόπον. παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, παροιμιακῶς, ὡς καὶ γέγραπται, καὶ
ἁλίσκεται ῥήμασιν ἰδίου στόματος ἕκαστος· ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται
αὐτῷ· μέγας γὰρ καὶ ἐπέραστος ὁ ταύτης τῆς πνευματικῆς πανηγύρεως προεξάρχων ὁσιόμαρτυς
Στέφανος· καὶ πολὺ ἡ τῆς ἐμῆς πτωχονοίας οὐθένεια μικρά. καὶ πόθεν αὐτῷ τῶν ἐγκωμίων
τοῦ βίου προσάξω τὸν στέφανον πῶς δὲ καὶ τῆς αὐτοῦ πολιτείας ἐκφράσω τὸ λαμπρὸν
καὶ ἐπίπονον, ἀπορῶ λίαν, ἀγαπητοί· ἢ πῶς τῆς ἐπάθλου μαρτυρίας ἐξείποιμι τὸ εὔτολμον.
τὰ γὰρ διὰ τῆς ἄνωθεν χάριτος ὑπ᾿ αὐτοῦ τελεσθέντα τεράστια, θαυμαστὴν ἔχοντα τὴν
διήγησιν, κραδαίνει μου τὸν λογισμὸν καὶ ἐξίστησιν, καὶ τῶν οἰκείων ὅρων ἀπελαύνειν
βιάζεται. πλὴν εἰς ὅσον ἐπαρκεῖ μου ἡ διάνοια, οὐκ ὀκνήσω λέγειν. οὐ γὰρ τὸ μὴ κατ᾿
ἀξίαν ἐγκωμιάσαι, κατάκρισις· ἀλλὰ τό γε εἰς δύναμιν ἧκον μὴ λέγειν, κατάγνωσις.
διὸ σύμμετρον ἔχων τῷ λόγῳ τὴν ἔννοιαν, ὁ μηδέποτε εἰς τοιοῦτόν τι ἐπιχειρήσας,
πάσῃ μου δυνάμει προτραπεὶς ἑαυτὸν ἐπιδέδωκα· τὴν προγονικὴν τῆς Εὔας ἐν νῷ λαβὼν
κατάκριτον παρακοήν, καὶ τὸν ἐν τῇ γῇ τὸ τάλαντον πονηρὸν δοῦλον κατορύξαντα ἐνθυμούμενος,
καὶ τοῦ μήπως τῇ χρονίᾳ παραδρομῇ εἰς λήθην ἔλθοι ὁ τοιόσδε τοῦ σεβασμίου πατρὸς
ἡμῶν βίος· οἶδε γὰρ ὥσπερ νεφέλη κρύπτειν τὸν ἥλιον, οὕτω καὶ χρόνος καλύπτειν τὰ
μὴ λαλούμενα· καίπερ τεσσαρακοστοῦ δευτέρου ἔτους παραδεδραμηκότος, ἀφ᾿ οὗπερ τὴν
διὰ μαρτυρίου ἱερὰν τελευτὴν ὁ παμμάκαρ ὑπέστη πατὴρ ἡμῶν Στέφανος μέχρι τῆς
νυνί,
ἧς προτραπεὶς ἀνελεξάμην παρ᾿ ἀληθευόντων ἀνδρῶν καὶ τῶν αὐτοῦ φοιτητῶν, ὧδέ τε
κἀκεῖσε περιθέων, καὶ περιαθροίζων τὰ ἐξ ἀπαλῶν ὀνύχων αὐτοῦ καὶ μέχρι γήρως, τά
τε τῆς γεννήσεως καὶ τοῦ θανάτου πάντερπνα καὶ θαυμαστὰ διηγήματα, καὶ συλλέγων,
ὥσπερ ἔκ τινος βυθοῦ, τοῦ μακροῦ χρόνου, καὶ τῆς λήθης ἀναλεγόμενος, ζηλώσας τὴν
φιλόπονον μέλισσαν, τὴν ἐκ πολλῶν ἀνθέων συλλέγουσαν τὰ χρήσιμα πρὸς τὴν τοῦ μέλιτος
ἐργασίαν.
ἀλλ᾿ ἡγείσθω Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, Ϡὁ φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς
τὸν κόσμον,Ϡ
[p. 1073] ὁ μόνος νοῦς τῶν εὐσεβῶς νοούντων καὶ νοουμένων, καὶ λόγος τῶν λεγόντων
καὶ λεγομένων, καὶ πᾶσι πάντα καὶ ὢν καὶ γινόμενος, ὁ διδοὺς φωτισμὸν παιδείας τοῦ
γνῶναι, ἡνίκα δεῖ εἰπεῖν λόγον· Ϡἡ δήλωσις γὰρ τῶν λόγων αὐτοῦ φωτιεῖ καὶ συνετιεῖ
νηπίους.Ϡ καὶ ταῦτα μὲν εἰς τοσοῦτον. ἵνα δὲ μὴ μακροτέροις ἐπεισοδίοις τὸν λόγον
μηκύνωμεν, τῆς προκειμένης βαλβίδος ἐχόμενος, τὴν ἀπαρχὴν τούτου τοῦ θεαρέστου βίου
προοιμιάσων ἔρχομαι. καί μοι μόνον καὶ ὑμεῖς συναμιλλᾶσθε ταῖς ὑμετέραις εὐχαῖς,
ἵλεω τὸν θεὸν ποιούμενοι ἐπὶ τῷ πεφαυλισμένῳ μου βίῳ, καὶ λόγον αἰτοῦντες ἐν ἀνοίξει
τοῦ στόματός μου· ὅπως ἂν μὴ κριθείην ὡς τῶν ὑπὲρ ἀξίαν ἁψάμενος καὶ μηδὲν πολυτελὲς
εἰσενεγκὼν τοῦ λόγου ἐπάξιον· ὃ μηδὲ πρὸς τὴν ἐμὴν καθέστηκεν ἀσθένειαν, ὁπόταν
μηδὲ ἀπροσεξίας εἶδός τι συνεπήρτηται. πρὸς δὲ τῇ ἄνωθεν χάριτι τῇ πάντα νεμούσῃ
ἑκάστῳ τὰ πρόσφορα, παρ᾿ ἧς, Ϡπᾶσα δόσις ἀγαθή, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι,
καταβαῖνονϠ ἐν τοῖς ἀξίοις τοῦ πνεύματος, ἐπ᾿ αὐτὴν γοῦν, ὡς ἔφην, τὴν ἀρχὴν τοῦ
βίου ἐλεύσομαι, καλὴν ὅτι μάλιστα καὶ ταχεῖαν εὑράμενος σύμμαχον τὴν ἐξ ἑκατέροιν
μεροῖν τῶν εὐχῶν ἀρωγήν.
σὺ δέ μοι, ὦ ἱερὰ τῶν ὀρθοδόξων πανήγυρις, ὅσοι τε τῆς κατὰ Χριστὸν ἄκρῳ δακτύλῳ
φιλοσοφίας ἐγεύσασθε, σπουδάσατε θερμῶς ἐν ἀληθινῇ πίστει τὰ ὦτα τῆς διανοίας θέσθαι.
ἐν τοῖς παροῦσι γὰρ πνευματικῆς εὐεξίας, καὶ οὐ σαρκικῆς εὐκλείας ἢ προκοπῆς, ὡς
ἐν τοῖς Ἕλλησιν, ἡ διήγησις.
οὗτος τοίνυν ὁ τῆς ἱερᾶς ταύτης πανδαισίας καὶ πάντων ὑμῶν τῶν πρὸς ἀκρόασιν δαιτυμόνων
πλούσιος καὶ χαροποιὸς ἑστιάτωρ, ὁ τῷ τοῦ πρωτομάρτυρος ὀνόματι καὶ πράγματι ὁμώνυμος
καὶ ὁμότροπος, οὐ ξένος Βυζαντίων, οὐδὲ τῶν τὴν βασιλεύουσαν πόλιν οἰκούντων ἀλλότριος.
ἡμέτερος γὰρ οὗτος, γέννημα, θρέμμα, καὶ θῦμα, καὶ τοῖς ἡμῶν πατράσι γνώριμος καὶ
αὐτοπτικὸν ὁλοκάρπωμα. ἐν τοῖς γὰρ χρόνοις Ἀρτεμίου τοῦ καὶ Ἀναστασίου τοῦ Αὐγούστου,
ἔτει πρώτῳ τῆς αὐτοῦ βασιλείας, ἀπὸ δὲ κτίσεως κόσμου ἔτει ἑξακισχιλιοστῷ διακοσιοστῷ
εἰκοστῷ δευτέρῳ, ἦν τις ἀνὴρ ἐν Κωνσταντινουπόλει ἀναγνωρισθείς, οὐ τῶν ἐπιδόξων
ἐν ἀξιώματι, οὐδὲ τῶν ἐξ ἀσεβείας τῷ πλούτῳ κομώντων περίβλεπτος, ἀλλὰ τῶν ἐν αὐταρκείᾳ
βιούντων, ἀποστολικῶς εἰπεῖν, καὶ ἐκ τῶν ἰδίων χειρῶν τοῦ ἔργου τρεφόμενος, ἐξ ὧν
καὶ τοῖς ἐνδεέσι μετεδίδου κατὰ τὸ ἐπαρκοῦν. ἦν δὲ οὗτος οἰκῶν πρὸς τὸ τῆς βασιλικῆς
δημοσίας λεωφόρου πρανές, ἐν ᾧ ἀνίδρυται καὶ ἐπιλέγεται τὸ Σταύριον, ἐξ οὗπερ πρὸς
τὸ κάταντες μέρος εἰσὶν εὐμεγέθεις οἰκίαι προσαγορευόμεναι τὰ Κῶνστα. ἐν αἷς οἰκοῦντος
τοῦ θεοφιλοῦς ἀνδρὸς μετὰ γυναικὸς ὁμοιοτρόπου, καὶ ἀμφοτέρων τῇ εὐσεβείᾳ ἐντεθραμμένων,
τίκτονται αὐταῖς
[p. 1076 Α] θυγατέρες δύο εἰς παραδρομὴν καὶ ἐναλλαγὴν χρόνων. τεχθεισῶν οὖν αὐτῶν
καὶ πρὸς ἡλικίαν ἐλασασῶν, ἡ τιμία ζυγὰς τῶν γεννητόρων τὴν εὔτοκον ξυνωρίδα τῶν
θυγατέρων ἐν γράμμασι καὶ εὐσεβείᾳ ὁμοίᾳ αὐτῶν ἀνέτρεφεν. θεωρήσασα δὲ ἡ τούτων
πανευσεβὴς μήτηρ λοιπὸν τὸν χρόνον προσρέοντα καὶ τὰ γυναικῶν πρὸς στείρωσιν αὐτῆς
ἐγγίζοντα, ἤσχαλλεν καὶ ἐδυσφόρει παιδίον ἄρρεν οὐκ ἔχουσα. ἀδιστάκτῳ δὲ πίστει
φερομένη αὕτη, καὶ ἀναλογισαμένη τήν τε Σάραν, καὶ Ἄνναν, καὶ Ἐλισάβετ, καὶ τὸ γραφικὸν
ἐκεῖνο ἐν νῷ λαβοῦσα ὅτι, Ϡὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται,Ϡ τὴν ὁμώνυμον
Ἄνναν μιμεῖται. Ἄννα γὰρ καὶ ταύτῃ τὸ ὄνομα. καὶ ὥσπερ ἐκείνη ἐν τῇ νομικῇ σκηνῇ,
οὕτω καὶ αὕτη οὐ διέλειπεν τοὺς σεβασμίους οἴκους τῆς παναχράντου μητρὸς τοῦ θεοῦ
περιπολοῦσα, μάλιστα δὲ ἐν τῷ πανσέπτῳ αὐτῆς ναῷ τῷ ἐν Βλαχέρναις τὸ καθ᾿ ἑκάστην
συχνάζουσα, καὶ ἀνελλειπῶς ἐν τῇ κατὰ Παρασκευὴν ὀψίας ἐννύχῳ γινομένῃ δοξολογικῇ
ἀγρυπνίᾳ δεήσεις προσφέρουσα εὐκτικάς, καὶ πρὸς ἀντικρὺ ἱσταμένη τοῦ ταύτης ἁγίου
χαρακτῆρος, ἐν ᾧ ἐτετύπωτο ἐν ἀγκάλαις τὸν υἱὸν καὶ θεὸν φέρουσα, πρὸς τὴν κοινὴν
τοῦ γένους ἡμῶν σωτηρίαν καὶ ἐπίκουρον δακρυροοῦσα τοιῶσδε καὶ λέγουσα· «ἡ τῶν ἐν
σοὶ προστρεχόντων σκέπη, θεοτόκε, καὶ τῶν ἐν λύπῃ σε ζητούντων ἄγκυρα καὶ προστάτις·
ὁ τῶν ἐξ ἀθυμίας τῷ τοῦ βίου πελάγει βυθιζομένων σωστικώτατος λιμήν, καὶ τῶν ἐν
ἀπογνώσει σὲ αἰτούντων εἰς βοηθὸν ἐπίκουρος ἑτοιμότατος· ἡ τῶν μητέρων δόξα καὶ
τῶν θυγατέρων καλλώπισμα, ἡ παντὸς τοῦ θήλεως τὸ ὀνειδιστικὸν τῆς προμήτορος Εὔας
κατάκριμα εἰς παρρησίαν εὐφρόσυνον μεταβαλοῦσα τῷ θεανθρώπῳ σου τόκῳ, ἐλέησόν με
καὶ ἐπάκουσον, καὶ ῥῆξον τὸν ἐν ἐμοὶ δεσμόν, καθάπερ σῆς γεννητρίας Ἄννης ἐν τῷ
τίκτεσθαί σε, καὶ δεῖξον τῇ μητρικῇ σου πρεσβείᾳ τεκεῖν με παιδίον ἀρρενικόν, ὅπως
τῷ υἱῷ σου καὶ θεῷ τοῦτο δοτὸν προσάξω.» τοῦτο δισσεύσασα καὶ τρισσεύσασα ἡ γυνή,
ἐν μιᾷ τῆς εὐχῆς βαλοῦσα τὴν συνήθη γονυκλισίαν, ἀφύπνωσεν. ἡ δὲ ταχίστη εἰς βοήθειαν
τοῦ γένους ἡμῶν μητρικῶς τὸν τοῦ υἱοῦ ἐπικάμψασα ἔλεον, τὴν ἀθυμοῦσαν γυναῖκα εἰς
εὐθυμίαν μητρικὴν μετέβαλεν τρόπῳ τοιῷδε. τὴν γὰρ γυναῖκα αὐτῇ τῇ ὥρᾳ ὡς ἐν ὁράματι
ἐπιστᾶσα ὁμοιοπλάστως τῆς προγεγραμμένης εἰκόνος καὶ ταύτης τὴν ψόαν πατάξασα ἀνέστησεν
εἰρηκυῖα· «ἄπιθι χαίρουσα, γύναι· υἱὸν γὰρ ἔχεις.» ἡ δὲ διαναστᾶσα καὶ προσθορυβηθεῖσα
καθ᾿ ἑαυτήν, πρὸς τὸ τέλος εὗρε τὴν δοξολογικὴν ἀγρυπνίαν· καὶ οἴκαδε ὑμνῳδῶς ὑποστρέψασα,
συνέλαβεν ἐν γαστρί.
τῷ δὲ χρόνῳ τῆς αὐτῆς συλλήψεως, ὁ ὀρθότομος τῶν τῆς ἐκκλησίας δογμάτων ὑφηγητὴς
Γερμανὸς ὁ κοινὸς ἡμῶν πατὴρ τῆς βασιλευούσης πόλεως θεοῦ ψήφῳ ἐμπιστεύεται τοὺς
οἴακας. καὶ ἐκ Κυζίκου ἀναχθείς, ὥσπερ τις παναγλάϊστος λυχνία, οὐχ ὑπὸ τὸν μόδιον,
ἀλλ᾿ ἐπὶ τὴν ἐνεγκαμένην λυχνίαν προσετέθη, τοῦ λάμπειν, ὡς ἐν οἰκίᾳ,
[p. 1077] πάσῃ τῇ οἰκουμένῃ. τούτου οὖν πρὸς τὴν ἐνθρονίασιν πάσης τῆς ὑφ᾿ ἡλίῳ
συνδραμούσης, καὶ πάσης ἡλικίας ἀπό τε γηραιοῦ καὶ πρεσβύτου, νεανίσκου καὶ νεωτέρου,
ἐφήβου τε καὶ τῶν ἔτι τῇ θηλῇ μυζόντων ἀρτιγενῶν βρεφῶν ἁπάντων συνδεδραμηκότων· ἵν᾿ εἴπω τι, οὐ μὴν ἀλλὰ καὶ ἀγγέλων συγκατιόντων πρὸς ἐκείνην τὴν εὐφρόσυνον καθίδρυσιν,
μετὰ πάντων συνήχθησαν, καὶ οὗτοι οἱ τῆς εὐσεβοῦς ζυγάδος εὔκαρποι δύο θαλλοί. καὶ
τὸ τοῦ ἀπείρου λαοῦ πλῆθος ἰδόντες, καὶ τῆς τιμίας Ἄννης ὑποστρέφειν θελούσης διὰ
τὴν τοῦ λαοῦ ὀχλαγωγηθεῖσαν σύμπνιξιν καὶ σύνθρυψιν ἀλλήλων, καὶ τοῦ μήπως ἐκ τοῦ
τοιούτου ἀναγκασμοῦ παρὰ χρόνον τὸ ἔμβρυον ἀπορρήξασα θανατωθῇ. οὐκ ἐπένευσε πρὸς
τοῦτο ὁ ταύτης τιμιώτατος ἀνήρ· ἀλλ᾿ ὡς ἅτε ἀνδρειότατος, καὶ ῥώμῃ σώματος ἐνισχύων
ὑπὲρ ἄλλους γε, τὰ χεῖρε ταύτης τοῖς αὐτοῦ κενεῶσιν ἐγκρατεῖν παρακελευσάμενος,
ἐμπρόσθιος αὐτοὺς ὠθῶν καὶ ἀντωθούμενος, μόλις ποτὲ ἡδυνήθησαν εἰσπηδῆσαι εἰς τὰ
τοῦ μεγάλου τεμένους τῆς τοῦ Θεοῦ Σοφίας προαύλια. κἀκεῖθεν ἄνετοι εἰσῆλθον ἐν τῇ
πρὸ τῶν τοῦ νεὼ πυλώνων στοᾷ· ἐν ᾧ πρὸς σκάμνον ἀνιόντες τὴν τοῦ ἱεροφάντου Γερμανοῦ
περιέμενον εἴσοδον. πολλῶν γὰρ ὡς ἀληθῶς τῶν ἐπαίνων εἰς αὐτὸν γεγονότων, ἐφείλκυεν
πάντας τὸ καὶ μόνον ὀφθαλμοῖς θεωρηθῆναι. εἶτα τοῦ ἀρχιερέως ἐκείνου τὴν εἴσοδον
ποιουμένου, θεόθεν ἡ κινηθεῖσα (ὡς μεθ᾿ ὅρκων ἐπιστώσατο τοῖς ἐμὲ [λεγε· ἐμοὶ] ἀπαγγείλασιν)
τοῦτον ἑώρα ὡσεὶ φλόγα πυρὸς καὶ παρ᾿ αὐτὰ ἐξεβόησεν· «εὐλόγησον, πανάγιε, τὸν ἐν
τῇ κοιλίᾳ υἱόν μου.» τοῦ δὲ λαμπτῆρος τὸ ὄμμα περιστρέψαντος ἠρέμα πως, καὶ τὴν
γυναῖκα ἐνοπτρισαμένου, τῷ ἐμπύρῳ τοῦ θείου πνεύματος κινηθεὶς ὁ μυστιπόλος, εἶπεν·
«τὸν τῆς κοιλίας σου καρπὸν κατὰ τὴν πίστιν σου, γύναι, εὐλογήσειεν κύριος ταῖς
τῆς θεοτόκου καὶ ταῖς τοῦ πρωτομάρτυρος Στεφάνου πρεσβείαις.» ὄντως ἀγαθῆς πίστεως
ἀγαθωτέρα καὶ ἡ ἀντάμειψις· ὡς γὰρ ἡ Χαναναία ποτὲ γυνὴ ἤκουσε παρὰ τοῦ σωτῆρος
Χριστοῦ· Ϡὦ γύναι, μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς θέλεις.Ϡ οὕτως καὶ αὕτη
παρὰ τοῦ ἐν αὐτῷ ὅλον τὸν Χριστὸν φοροῦντος θεσπεσίου πατρὸς ἔλαβεν, καὶ περισσότερον
εἰληφυῖα τοῦ μέλλοντος γεννᾶσθαι τὸ ὄνομα.
τῆς δὲ συνήθους μυσταγωγίας τελεσθείσης, μεταλαβόντων ἁπάντων τῶν θείων καὶ ἀχράντων
τοῦ Χριστοῦ μυστηρίων, καὶ μετὰ τῆς ἐν εἰρήνῃ πορεύσεως οἴκαδε ἁπάντων ἀναχωρησάντων,
μεθ᾿ ἡμέρας τινὰς ἡ θεοφιλεστάτη ὡς ἐπάληθες αὕτη νέα Ἄννα τοῦ χρόνου συμπληρωθέντος
γεννᾷ τὸν ἐν πνεύματι νέον Σαμουήλ. τὸ δὲ γεννηθῆναι τοῦτον παρευθὺ τῇ τοῦ πρωτομάρτυρος
κλήσει Στέφανον τοῦτον ὠνόμασαν, κατὰ τὴν πρόρρησιν τοῦ σεβασμίου πατρὸς ἡμῶν Γερμανοῦ.
τῆς δὲ ὀκταημέρου ὡς ἐν μέσῳ παραδραμούσης, καὶ τῷ ναῷ τοῦ θεοῦ προσενεχθέντος τοῦ
βρέφους, τὴν προωρισμένην εἰλήφει κλῆσιν. ὁμοίως καὶ τῇ τεσσαρακοστῇ ἰδίαις
[p. 1080] αὐτὸν χερσὶν ἡ μήτηρ βαστάξασα (καθάπερ ἡ πολυθρύλλητος Ἄννα τὸν ἐκ βρέφους
ἱερὸν Σαμουήλ), τὸν τῆς θεοτόκου σεβάσμιον ναὸν ἅμα τῷ ἀνδρὶ αὐτῆς ἐν Βλαχέρναις
κατέλαβεν, ἐν ᾧ καὶ τὴν προσευχὴν ποιήσασα, τὴν αἴτησιν ἔλαβεν· καὶ πρὸ τῆς θείας
ἐκείνης παρισταμένη εἰκόνος πάλιν, χαρμονικοῖς δάκρυσιν εὐχαριστοῦσα ἔλεγεν· «χαίροις,
πάναγνε, ἡ τῆς ἀρρενοτόκου μου παιδοποιίας τὴν στείρωσιν λύσασα. χαίροις, πανάχραντε,
ἡ τὴν ἐμὴν ἀθυμίαν μεταστρέψασα εἰς χαράν. χαίροις, ταχίστη σωτηρία τῶν σὲ ζητούντων. ἐγὼ γὰρ ἡ τάλαινα ζητήσασα, εὗρόν σε, καὶ περισσότερον ἔλαβον. οὐ μόνον τέκνον,
ἀλλὰ καὶ τὸ αὐτοῦ ὄνομα παρὰ τοῦ σοῦ λάτρου καὶ νῦν ἡμετέρου ποιμένος.» ἐκτείνασα
δὲ τὰς χεῖρας πρὸς τὸ ἄναντες, καὶ τοῖς ποσὶ τῆς ἁγίας ἐκείνης εἰκόνος τὸ βρέφος
προσκυνητικῶς ἐνείρασα, αὖθις ἐβόα· «δέχοιο, ὦ δέσποινα, τῆς μητρικῆς σου πρεσβείας
τὸ βλάστημα. δέχοιο, ἀντιφωνήτρια, τὸν πρὸ συλλήψεώς σοι ταχθέντα μοι παῖδα. δέχοιο,
δανείτρια, τῶν χρεωστῶν τὸ δάνειον.» τοῦ δὲ θεοφιλοῦς ἀνδρὸς αὐτῆς ἐπὶ τῇ ἐγχρονίᾳ
τῆς εὐχῆς καὶ τῇ τῶν δακρύων ἐκχύσει τῆς γυναικὸς ἐννεοῦ γενομένου καὶ καταπλήκτου
ἐξισταμένου, αὐτὴ τῆς χειρὸς αὐτοῦ δραξαμένη, δακτυλοδεικτοῦσά τε πρὸς τὸν θεῖον
χαρακτῆρα, ἔφησεν· «αὕτη μοι, γλυκύτατε ἄνερ, ἐγγυητής, προστάτις καὶ βοηθὸς τῆς
τοῦ Στεφάνου γεννήσεως.» καὶ κλίναντες ἀμφότεροι τὰς κεφαλάς, καὶ τὸ ἅγιον ἐκεῖνο
προσκυνήσαντες ἔδαφος, τὴν πάντων τῶν χριστιανῶν ἐγγυήτριαν καὶ προστάτιδα εὐχαριστήσαντες
οἴκαδε ᾤχοντο. ὄντως προέδειξεν ἡ γενναία μήτηρ προφητικῶς διὰ τῆς εὐχαριστίας τὸν
εἰς ὕστερον μέλλοντα ὑπὲρ τῆς τοῦ Χριστοῦ εἰκόνος καὶ τῆς αὐτοῦ μητρὸς μαρτυρεῖν,
ὡς μετέπειτα γνωσθήσεται.
τῆς δὲ ἁγίας καὶ ζωηφόρου τοῦ σωτῆρος ἀναστάσεως καταλαβούσης, τὸν ἐκ βρέφους ἱερὸν
ἀράμενοι οἱ γεννήτορες, τὸ φωτιστήριον τῆς ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας
κατέλαβον τῇ τοῦ ἁγίου Σαββάτου ὀψίᾳ, καὶ τὸν ἱερὸν νεανίαν προσφέρουσι πρὸς τὸ
λουτρὸν τῆς παλιγγενεσίας· καὶ βαπτίζεται εἰς τὸ τῆς ζωαρχικῆς τριάδος ὄνομα παρ᾿
αὐτοῦ τοῦ παμμάκαρος φωστῆρος Γερμανοῦ. μετὰ δὲ τὴν τοῦ θείου μύρου χρίσιν, τοῖς
τοῦ θεοφόρου ἀρχιποίμενος ποσὶν ἡ μήτηρ αὐτοῦ προσπεσοῦσα, «εὖξαι,» ἐβόα, «τίμιε
πάτερ, ὅνπερ ἀπὸ νηδύος τὴν κλῆσιν ἐγνώρισας.» ὁ δὲ τίμιος Γερμανὸς μὴ εἴξας ὕπερθεν
τῆς τοῦ μύρου χρίσεως ἄλλην εὐχὴν ποιήσασθαι, τὴν κάραν τοῦ γεννήτορος τῇ μιᾷ χειρὶ
κατασχών, καὶ τῇ ἑτέρᾳ ἐπὶ τὸ βρέφος δακτυλοδεικτῶν, εἶπεν· «ὁ φωτίζων πάντα ἄνθρωπον
εἰς τὸν κόσμον ἐρχόμενον θεός, ὁμοιότροπον ἀναδείξειεν τὸν παῖδα τοῦτον, οὗπερ εἰλήφει
καὶ τὸ ὄνομα.» καὶ οὕτω μετ᾿ εὐλογίας οἴκαδε ἐπορεύθησαν.
τοιαῦτα τὰ τοῦ θεοφόρου πατρὸς ἡμῶν Στεφάνου προπύλαια. ταῦτα αὐτοῦ τὰ περὶ συλλήψεως,
γεννήσεως,
[p. 1081] κλήσεώς τε καὶ φωτισμοῦ πάντερπνα καὶ ἀληθινὰ διηγήματα. ἀρχέσθω δὲ καὶ
τῶν μετέπειτα αὐτοῦ θεοπαρόχων κατορθωμάτων ὁ λόγος. εἰ γὰρ τὰ προαύλια τοιαῦτα,
πολλῷ μᾶλλον τὰ ἐνδότερα. τοῦτον γὰρ τὸν ὅσιον πνευματικῇ λοχείᾳ ἀναγεννήσασα ἡ
πάντων ἡμῶν μήτηρ τιμία κολυμβήθρα, μυστικὸν ὥσπερ ἔκ τινος θηλῆς ἐπότισε γάλα·
κἀντεῦθεν οἷα στερεὰν τροφὴν τῶν θείων ἐννοιῶν τὴν γνῶσιν προέθηκεν, ἣν οἱ τὰ αἰσθητήρια
πρὸς διάκρισιν ἔχοντες καλοῦ τε καὶ κακοῦ ἐσθίειν ἐτάχθησαν. αὕτη τοῦτον, ὡς ἔφαμεν,
ἀνῆξεν μητρικῶς καὶ ἐθρέψατο, καὶ ταῖς θείας μελέταις ἐπαγρυπνεῖν ἐξεπαίδευσεν.
αὕτη τὸν τούτου καταλαμπρύνασα βίον, τὴν ψυχὴν ἐξωράϊσε καὶ πρὸς ὕψος ἀνήγαγεν.
αὕτη τοῦτον θεοῦ φίλον ἐποίησε, καὶ τῶν παρόντων περιορᾶν παρεσκεύασε· καὶ συνελόντα
φάναι, αὕτη τοῦτον εἰς τόδε τὸ πᾶν ἐκ μὴ ὄντων ἐλθόντα ἐδέξατο· καὶ αὕτη τῶν ἐνθένδε
μεταστάντα πάλιν ἐξένισεν· ἣ καὶ μάρτυς αὐτοῦ τῆς ἀριστείας ἀναμένει γενέσθαι, ὅταν
πᾶσι κατ᾿ ἀξίαν τὰς ἀμοιβὰς ὁ κριτὴς ἀποδίδωσιν.
ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν εἰς τούσδε νῦν τοὺς λόγους παρεξελθών, καὶ καταλείψας τὰ
πρότερον λεχθῆναι ὀφείλοντα, ἧττον οὐδὲν πεπονθὼς τοῖς πρὸ τῶν θεμελίων τὴν
ὀροφὴν τῆς οἰκίας καταρτίσαι μηχανωμένοις. ἔνθεν λοιπὸν τοῦ λόγου τὴν νύσσαν
αὖθις ἐπὶ τὰ πρόσω φέρω. οἱ μὲν οὖν γονεῖς τούτου τοῦ ἱερωτάτου παιδός,
κατανοήσαντες τοῦτον τὴν τῶν παίδων ἡλικίαν ὑπερβάντα καὶ ἑξαετῆ ἐληλακότα
χρόνον, ἤδη δὲ καὶ ὀφείλοντα τοῖς μαθήμασι λοιπὸν ἐνασχολεῖσθαι, παραδιδόασιν
αὐτὸν εἰς τὴν τῶν ἱερῶν γραμμάτων μάθησιν προπαιδείας. τούτου δὲ τὸ καθ᾿ ἑκάστην
ἀδιαλείπτως τοῖς μαθήμασιν ἐντρυφῶντος, ὑπερηκόντισε πάντας, οὐ μόνον τῶν
μαθημάτων, ἀλλὰ καὶ πάσης ἀρετῆς ἐπιμελούμενος. καὶ γὰρ οὐ διέλειπεν ἅμα τῇ ἱερᾷ
αὑτοῦ [λεγε·
αὐτοῦ ?] μητρὶ νυκτοπορῶν πρὸς τὰς συνήθεις ἀγρυπνίας γινομένας ταῖς τῶν ἁγίων μνήμαις.
χάριν δὲ τοιάνδε εἰλήφει ὁ τίμιος οὗτος νεανίας, ὥστε ἐν καιρῷ τῶν καθισμάτων τῆς
ἀναγνώσεως τελουμένης, πρὸ τῆς ἱερᾶς κιγκλίδος ἱστάμενος, καὶ τῷ ἀναγνώστῃ προσέχων,
ἐκ μόνης ἀνακροάσεως μανθάνειν αὐτὸν τὸ ἀναγινωσκόμενον, καὶ ἐπὶ στόματος φέρειν,
εἴτε μαρτύριον, εἴτε βίον, εἴτε καὶ πατρός τινος διδασκαλίαν, μάλιστα δὲ τοῦ μελισταγοῦς
Χρυσοστόμου πατρός. αὐτοῦ γὰρ ἔλεγεν πλειοτέρως ἐπιποθεῖν τὰς θείας διδασκαλίας.
καὶ οὕτως ὁ κατὰ ἀλήθειαν ἐκ βρέφους ἱερός, καὶ τοῦ πανευφήμου Τιμοθέου σύσκηνος,
τῷ κοινῷ διδασκάλῳ ἐξακολουθῶν καὶ νήφων ἐν πᾶσι, Ϡτῶν τε ὄπισθεν ἐπιλανθανόμενος,
καὶ τῶν ἔμπροσθεν ὁσημέραι ἐπεκτεινόμενοςϠ, οὐ διέλειπεν, δαβιτικῶς εἰπεῖν, μελετῶν
Ϡνύκτωρ τε καὶ μεθ᾿ ἡμέραν ἐν τῷ νόμῳ κυρίου, ὡσεὶ ξύλον πεφυτευμένον παρὰ τὰς διεξόδους
τῶν ὑδάτων.Ϡ ᾔδει γὰρ
[p. 1084] ὅτι οὐ μετ᾿ οὐ πολὺ ἐν καιρῷ ἰδίῳ δώσει τοὺς καρποὺς τῶν πόνων αὐτοῦ εἰς
ἑκατόν. οὕτως ὁ τίμιος Στέφανος παιδευθεὶς τὴν ἀκροτάτην εὐσέβειαν, πολλοὺς ὁμηλίκων
ὑπερηκόντισεν ἐν ὀλίγῳ χρόνῳ τῇ τῆς ψυχῆς φιλοθεῒᾳ καὶ φιλομαθίᾳ. ἦν γὰρ αὐτοῦ ὑπὲρ
τὴν ἡλικίαν τὸ πρόθυμον, ὥστε θαυμάζεσθαι αὐτὸν παρὰ τῶν τεκόντων καὶ λέγειν, ὅτιπερ
ἀληθὼς εὐχῆς υἱός ἐστιν οὗτος. ἐν τούτοις οὖν ὁ ἱερὸς νεανίας παιδεύεται καὶ διαπλάττεται
πλάσιν τὴν ἀρίστην καὶ καθαρωτάτην, ἥνπερ, ὥς φησιν ὁ διαπρύσιος καὶ θεολογικώτατος
νοῦς, ἡμερινὴν ὁ θεῖος Δαβὶδ καλῶς ὀνομάζει καὶ τῆς νυκτερινῆς ἀντίθετον. ἐκμανθάνων
δὲ τὰς θείας γραφὰς ἐπεπόθει ζηλωτὴς γενέσθαι τῶν θείων ἐκείνων ἀνδρῶν τῶν παρ᾿
αὐταῖς ἐμφερομένων· καὶ τούτους μιμούμενος, οὐδ᾿ ὅλως ἐποιεῖτο ποικίλης τροφῆς μνήμην,
οὔτε κενῆς δόξης ἐφίετο, οὔτε τὸ στόμα αὐτοῦ ἀπὸ δοξολογίας ἤργει ποτέ.
ἐν δὲ τοῖς χρόνοις τῆς αὐτοῦ μαθήσεως, Λέων ὁ συρογενής, ὁ νέος Δοὴκ καὶ Ἰδουμαῖος,
ἐκ τῶν τῆς ἑῴας μερῶν, συσκευῇ ἀνταρτικῇ κατεπανίσταται Θεοδοσίῳ τῷ βασιλεῖ. ὅστις
Θεοδόσιος χριστιανοὺς πρὸς χριστιανοὺς οὐκ ἄξιον εἶναι κρίνας πολεμεῖν, ἡσυχαστικωτάτην
δίαιταν ἀναλαβών, τῆς ἐπιθυμίας καὶ τῆς ἀξίας ἀπολαύειν τὸν ἀσεβῆ πεποίηκε. καὶ
εὐθέως ὁ τύραννος εἰς τὰ βασίλεια, καὶ ὁ κύων εἰς τὰ ἅγια, καὶ ὁ χοῖρος ἐπὶ τοὺς
μαργαρίτας. ἀλώπεκος δὲ χρῶμα ἀναλαβών, καὶ ὑπούλως πως τὰ πρῶτα διεξελθὼν διὰ τὴν
πρὸς τὸν μέγαν πρόεδρον Γερμανὸν αἰδὼ εὐσεβεῖν συνετάσσετο. μετὰ δὲ δέκατον χρόνον
τῆς αὐτοῦ κατάρξεως, ὁ νέος οὗτος Βαλτάσαρ αἵρεσιν ἐμπνεῖ τῇ ἐκκλησίᾳ μανιχαϊκὴν
τάχα, ἵν᾿ εἴπω τι, καὶ τῶν ἀφθαρτοδοκητῶν ἐφάμιλλον. καὶ τὸν ὑπ᾿ αὐτοῦ λαὸν ἐκκλησιάσας,
μέσον πάντων λεοντοειδῶς βρύξας ὁ ἀνήμερος θὴρ καὶ λεοντώνυμος, ἐκ τῆς ὀργίλου αὐτοῦ
καρδίας ὡς ἐξ ὄρους Αἰτναίου πῦρ καὶ θέαφον ἠρεύξατο τὴν ἐλεεινὴν ἐκείνην φωνήν,
καὶ εἶπεν· «εἰδωλικῆς τεχνουργίας ὑπαρχούσης τῆς τῶν εἰκόνων ἀνατυπώσεως, οὐ δεῖ
ταύτας προσκυνεῖν.» τοῦ φιλοχρίστου καὶ ὀρθοδόξου λαοῦ θορυβηθέντος ἅμα τῇ φωνῇ
καὶ στενάξαντος, ὁ ἀλιτήριος παρευθὺ τὸ ἑξῆς ἐσιώπησε, καὶ πρὸς ἑτερογνωμίαν τὸν
λόγον μετήγαγεν. ὄντως, Ϡτάφος ἀνεῳγμένος ὁ λάρυγξϠ αὐτοῦ, καὶ τοῖχος κεκονισμένος
ἡ τούτου καρδία.
γνοὺς δὲ τοῦτο ὁ τῆς εὐσεβείας κήρυξ Γερμανός, καὶ ἀντιστὰς τῇ ἀνταρτικῇ τοῦ τυράννου
γνώμῃ, δηλοῖ πρὸς αὐτόν· «βασιλεῦ, τοῦ δεσπότου Χριστοῦ καὶ σωτῆρος ἡμῶν θεοῦ σαρκωθέντος
ἐκ τῶν ἀχράντων αἱμάτων τῆς ἁγίας θεοτόκου, καὶ τελείου αὐτοῦ καθ᾿ ἡμᾶς ὀφθέντος
καὶ περιγραπτοῦ, πᾶσα εἰδωλικὴ λατρεία ἐκποδὼν γέγονε, καὶ πᾶν ἄγαλμα εἰδωλικὸν
τῷ πυρὶ καὶ τῷ σκότει παρεπέμφθη. ἀπὸ δὲ τῆς αὐτοῦ πρὸς ἡμᾶς συναναστροφῆς, καὶ
τῆς τῶν ἀποστόλων αὐτοῦ κοσμοσώστου διδασκαλίας ἕως τῆς νυνί, ἔτη ἑπτακόσια τριάκοντα
ἕξ· καὶ οἱ ἀνὰ
[p. 1085] μέσον ἐν τούτοις τοῖς χρόνοις περιελθόντες δίκαιοι πατέρες περὶ τῶν ἁγίων
καὶ σεπτῶν εἰκόνων τοιοῦτόν τι οὐκ ἐνενόησαν. ἐξαρχῆθεν γὰρ μετὰ τὴν τοῦ Χριστοῦ
εἰς οὐρανοὺς ἀνάληψιν, ἡ εἰκονικὴ ὅρασις ἀνετυπώθη. παρά τε γὰρ τῆς αἱμόρρου εἰς
τὴν ἐπ᾿ αὐτῇ θαυματοποιίαν γεγονυῖαν ἡ τοῦ σωτῆρος εἰκὼν ἐστηλογραφήθη. μεθ᾿ ἧς
καὶ ἀχειροποίητος ἡ ἐν Ἐδέσῃ τῇ πόλει· αὐτίκα καὶ ἡ παρὰ τῷ Λουκᾷ τῷ εὐαγγελιστῇ
ἱστορηθεῖσα ἀπὸ Ἱεροσολύμων πρὸς Θεόφιλον τῆς πανάγνου καὶ θεοτόκου εἰκών. ἀλλὰ
καὶ αἱ ἅγιαι ἓξ οἰκουμενικαὶ σύνοδοι ταύτας εὑροῦσαι, προσκυνεῖσθαι διετάξαντο καὶ
οὐκ ἀποστρέφεσθαι. ἔσῃ δὲ γινώσκων, βασιλεῦ, ὅτι εἰ τοῦτο κρατήσειας, ὑπὲρ τῶν ἁγίων
καὶ σεπτῶν εἰκόνων ἑτοίμως ἀποθανοῦμαι. ἡ γὰρ τοῦ Χριστοῦ εἰκὼν τὸ αὐτοῦ φέρει ἅγιον
ὄνομα, καθ᾿ ὃ ἐν σαρκὶ ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. δίκαιον δὲ καὶ ἅγιόν
ἐστιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ πάντως ἀποθανεῖν. ὁ γὰρ τὴν εἰκόνα αὐτοῦ ἀτιμάζων,
εἰς τὸν ἐν αὐτῇ ἐγχαραττόμενον ἀναπέμπει τὴν ὕβριν.» ταῦτα ἀκούσας ὁ παράνομος βασιλεὺς
καὶ βρύξας ὡς λέων φερωνύμως, ξιφήρεις σατράπας ἀποστείλας ἐν τῷ πατριαρχικῷ οἴκῳ,
πυγμαῖς καὶ ὀνειδισμοῖς κατενέγκαι τὸν ἅγιον τῶν ἐκεῖσε προσέταξεν. οὗτινος κατελθόντος,
καὶ τοῦ μονήρους βίου συμμετόχου γεγονότος, ἦν ἰδεῖν τὴν πόλιν ἅπασαν θρῆνον καὶ
κωκυτὸν οὐκ ὀλίγον ἐκπέμπουσαν, τὴν τοῦ πατρὸς ζημιωθεῖσαν μελισταγῆ διδασκαλίαν·
ὡς εἶναι τὴν ἡμέραν ἐκείνην, οὐχ ἡμέραν, ἀλλὰ σκότος, καὶ θρῆνον καὶ οὐαὶ ἐπὶ οὐαί,
ὥς φησιν ὁ προφήτης.
ἐν δὲ ταῖς δυσείμοσι ταύταις ἡμέραις, ὁ ἀσεβὴς Ἀναστάσιος ἀσεβείας χειρὶ τὴν ἀρχιερωσύνην
ἐπιλαμβάνεται στρατιωτικῶς, καὶ οὐ ψήφῳ θεοῦ εὐσεβείας· ὅστις τὰ τῆς ἐκκλησίας πάντα
τοῖς βασιλείοις παρέδωκεν. ἐν τούτοις οὖν ἐξουσιαστικῶς δραξάμενος ὁ τύραννος τῆς
αἱρέσεως, πειρᾶται παρευθὺ τὴν ἁγίαν καὶ δεσποτικὴν εἰκόνα Χριστοῦ τοῦ θεοῦ ἡμῶν,
τὴν ἱδρυμένην ὕπερθεν τῶν βασιλικῶν πυλῶν, ἐν οἷσπερ διὰ τὸν χαρακτῆρα ἡ ἁγία Χαλκῆ
λέγεται, κατενέγκαι καὶ πυρὶ παραδοῦναι, ὃ καὶ πεποίηκεν. ἐν δὲ τῇ αὐτῆς καθαιρέσει
ζήλῳ θείῳ ῥωσθεῖσαι τίμιαι γυναῖκες, καὶ ῥωμαλέως εἰσπηδήσασαι καὶ τῆς κλίμακος
δραξάμεναι, καὶ τὸν καθαιρέτην σπαθάριον χαμᾶζε προσρίψασαι, καὶ τοῦτον διασύρασαι,
τῷ θανάτῳ παρέπεμψαν· καὶ εὐθέως εἰσδραμοῦσαι καταλαμβάνουσιν τὸν πατριαρχικὸν οἶκον,
λιθοβολοῦσαι τὸν δυσσεβῆ Ἀναστάσιον, καὶ λέγουσαι, «μιαρωτάτη κεφαλὴ καὶ τῆς ἀληθείας
ἐχθρέ, τούτου γε ἕνεκα τῆς ἱερωσύνης ἐδράξω, πρὸς καταστροφὴν τῶν ἁγίων καὶ ἱερῶν
ἀναθημάτων» ταύτην οὖν τὴν ἧτταν μὴ φέρων ὁ ἀνίερος, φυγῇ ἐχρήσατο ἀπὸ προσώπου
τῶν εὐσεβῶν γυναικῶν· καὶ τῷ τυράννῳ προσφυγὼν πέπεικεν αὐτὸν τοῦ διὰ ξίφους θανατωθῆναι
τὰς ἁγίας γυναῖκας ἐκείνας. ὃ δὴ καὶ γέγονεν, καὶ ὑπὲρ τῆς τοῦ Χριστοῦ εἰκόνος ἐναθλήσασαι,
τὸ βραβεῖον παρὰ Χριστοῦ ἐκομίσαντο, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν συνευφραινόμεναι
μετὰ πασῶν τῶν ἁγίων ἀθλοφόρων.
[p. 1088]
ταύτην οὖν ἐπὶ πολὺ ἔχουσα τὴν σκοτόμαιναν κατὰ ἐκεῖνο καιροῦ ἡ Κωνσταντινούπολις
διέμεινεν αἱρετίζουσα. ἀθυμούντων δὲ οὐ μικρῶς τῶν ἐν αὐτῇ εὐσεβῶς καὶ ὀρθοδόξως
οἰκούντων, ἀπάραντες οὐκ ὀλίγοι τῆς ἐνεγκαμένης, ἐπὶ τὰς ὀρθοδόξους κωμοπόλεις μετῴκησαν.
ἐν τούτοις οὖν τοῖς λυπηροῖς περιπεσόντες καὶ οἱ τοῦ μακαρίου Στεφάνου γονεῖς, τὴν
ἰδίαν σωτηρίαν περιεσκόπουν. ἀλλ᾿ ἐκρατοῦντο, τὴν ἐγγύην πληρῶσαι βουλόμενοι τοῦ
ἰδίου παιδός. καὶ δὴ ἀναλογισάμενοι ὅτι οἷός τέ ἐστιν ἐν τοῖς τοῦ Βυζαντίου μοναστηρίοις
αὐτὸν ἐγχρονίζειν διὰ τὴν ἐπικρατοῦσαν ταραχὴν τοῦ τυράννου, θεόθεν κινούμενοι,
καὶ ὑπ᾿ ἀγγέλου ὁδηγούμενοι, καθάπερ ποτὲ ὁ θεοπάτωρ Ἰωσὴφ σὺν τῇ θεοτόκῳ ἐν τῇ
κατ᾿ Αἴγυπτον φυγῇ ἀπὸ προσώπου τοῦ βρεφοκτόνου Ἡρώδου· οὕτω καὶ οὗτοι ἅμα τῷ θεόφρονι
παιδὶ Στεφάνῳ τῆς ἐνεγκαμένης ἀπάραντες καὶ πρὸς τὸν ναύσταθμον Χαλκηδόνος ἐκπλεύσαντες,
εἴχοντο τῆς ὁδοῦ τῆς ἐπὶ τὸ ὄρος φερούσης τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Αὐξεντίου.
ἐν γὰρ τούτῳ τῷ ὄρει προκατοικήσας ὁ μέγας καὶ σημειοφόρος πατὴρ ἡμῶν Αὐξέντιος,
τὰς ἀκτῖνας ἐξέπεμψε τῶν αὐτοῦ θαυμάτων ἐν ὅλῳ τῷ κόσμῳ, καὶ τὴν πίστιν ἐτράνωσε,
πλεῖστα ἀνδρισάμενος κατὰ τῶν δυσσεβῶν Διοσκόρου καὶ Εὐτυχοῦς, ἐν τῇ κατὰ Χαλκηδόνα
συνελθούσῃ ἁγίᾳ οἰκουμενικῇ τετάρτῃ συνόδῳ.
ἔστι δὲ τοῦτο τὸ ὄρος πρὸς τὸν εἰσπλεόμενον τῆς Νικομηδείας κόλπον, τῆς τῶν Βιθυνῶν
μερῶν ἐπαρχίας ἄντικρυς, καὶ ὑπάρχει πάνυ τερπνότατον τοῖς σώζεσθαι βουλομένοις,
ὑψηλὸν μὲν παρὰ πάντας τοὺς συγκειμένους λόφους, ψυχρόν τε καὶ ξηρόν, καί, ἵνα συνελὼν
εἴποιμι, τοῦ οὐρανοῦ ἐφαπτόμενον. τοῦτο γὰρ εἴ τις καλέσειεν ὄρος θεοῦ καὶ ὄρος
Χωρήβ, ὄρος Καρμήλιον, ἣ Σίναιον ὄρος, εἴτε Θαβώριον, εἴτε Λίβανον, ἢ πόλιν ἁγίαν,
ὡς ἐν ὄρει τῶν ἐν Ἱεροσολύμοις κειμένην, οὐχ ἁμαρτήσει τοῦ πρέποντος. ὅπου γὰρ τόπος
σωτηρίας τὸν τρόπον ἀνθέλκων εἰς τὸ σώζεσθαι, ἐκεῖ ἀληθῶς ἡ ὄντως Ἱερουσαλήμ. ἐν
τούτῳ οὖν λοιπὸν τῷ ἁγίῳ ὄρει, ἐν ᾧπερ ἡ προσηγορία ἀπό τε τοῦ ἁγίου Αὐξεντίου ἕως
τῆς νυνὶ καὶ εἰς τὸν αἰῶνα ἐμπέπηκται, οἱ κατὰ διαδοχὴν πατέρες τοῦ τε ὄρους κρατήσαντες,
καὶ τῷ ἁγίῳ σπηλαίῳ ἐγκλεισθέντες μετοικεσίαν τοῦ θανάτου τὸν παράδεισον εὗρον.
μετὰ γὰρ τὴν ἀποβίωσιν τοῦ θεσπεσίου πατρὸς ἡμῶν Αὐξεντίου, Σέργιος ὁ τούτου μαθητὴς
τῷ σπηλαίῳ κατῴκησεν· καὶ μετὰ τοῦτον τρίτος ὁ σημειοφόρος καὶ παντὶ τρόπῳ ἐν ἀρεταῖς
διαλάμψας Βενδημιανός· εἶθ᾿ οὕτως τέταρτος Γρηγόριος ὁ ἐγκρατὴς καὶ τῆς ἱερᾶς πολιάδος
ἀνάπλεως· καὶ μετ᾿ αὐτὸν πέμπτος τίμιος Ἰωάννης ὁ νέος Ἀβραάμ, καὶ τοῦ διορατικοῦ
χαρίσματος μετασχών. πρὸς τοῦτον οὖν τὸν ὅσιον Ἰωάννην τὸ κατ᾿ ἐκεῖνο καιροῦ Γρηγόριος
καὶ Ἄννα ἡ θεόφρων δυὰς τὸν τίμιον υἱὸν Στέφανον ὡς θῦμα προσαγαγόντες, δεήσεις
προσφέρουσιν δεχθῆναι αὐτὸν ἐξαιτούμενοι, καὶ τοῦ ἁγίου καὶ ἀγγελικοῦ σχήματος ἀξιωθῆναι,
εὐχῆς
[p. 1089] υἱὸν αὐτὸν εἶναι λέγοντες, καὶ πρὶν γενέσεως ἀπ᾿ ἐμβρύων ἀποταχθῆναι αὐτὸν
τῷ μοναδικῷ βαθμῷ· ὁ δὲ τίμιος ἐκεῖνος γέρων τοῦ διορατικοῦ χαρίσματος, ὡς προλέλεκται,
ἀνάπλεως ὑπάρχων καὶ τὸ εὐηθέστατον τοῦ νεανίου καταμαθών, τό τε βάδισμα καὶ τὸ
ἱλαρὸν τοῦ προσώπου, τοῦ τε ὀφθαλμοῦ τὴν σύνοφρυν κατάστασιν, καὶ ἁπαξαπλῶς πᾶσαν
τὴν ἐνοῦσαν αὐτῷ θείαν χάριν, εἶπεν· «εὐλογήσαι σε ὁ θεός, τέκνον, καὶ ποιήσαι σε
σκεῦος ἐκλογῆς.» τοῖς δὲ γονεῦσιν αὐτοῦ ἠρέμα πως ἔφη· «ὄντως ἐπαναπέπαυται τὸ πνεῦμα
τοῦ θεοῦ ἐπὶ τὸ μειράκιον τοῦτο.» καὶ συνήθους ὑπηρεσίας γεγονυίας, καὶ τῆς ἀγρύπνου
δοξολογίας τῆς ἕωθεν ἐπιστάσης, μετὰ τὴν τοῦ κανόνος συνήθη συμπλήρωσιν, λαβὼν αὐτὸν
ὁ θεοφόρος πατὴρ ἡμῶν Ἰωάννης ἔμπροσθεν τοῦ ἁγίου σπηλαίου, διὰ τὸ ἀπρόϊτον αὐτὸν
εἶναι· καὶ κατηχήσας αὐτὸν πλεῖστα ἔφη· «μακάριος εἶ, τέκνον Στέφανε, ὅτι τὴν τήμερον
τὴν δευτέραν κολυμβήθραν ἀναλαμβάνεις, φωτὶ φῶς προσενδυόμενος, καὶ τὴν δευτέραν
τῆς πρώτης τὸ φρούριον. μακάριος εἶ, τέκνον, ὅτι τὴν τοῦ Χριστοῦ φωνὴν πληροῖς σήμερον
εὐαγγελικῶς, καὶ καταλιμπάνεις πατέρα καὶ μητέρα καὶ ἀδελφὰς καὶ πάντα τὰ σήμερον
ὄντα καὶ αὔριον οὐκ ὄντα· καὶ φέρεις τὸν σταυρὸν αὐτοῦ ἐπὶ ὤμων, ἵνα κληρονομήσῃς
τὴν τῶν οὐρανῶν βασιλείαν. μακάριος εἶ, τέκνον, ὅτι προφητικῶς ἐξελέξω παραριπτεῖσθαι
ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον ἢ οἰκεῖν ἐν σκηνώμασιν καὶ πόλει χριστιανοκατηγόρων αἱρετικῶν.
βλέπε, τέκνον, τὴν κλῆσιν τῆς μοναχικῆς ἀξίας Ϡὅτι οὐκ ἔστιν ἡ πάλη πρὸς αἷμα καὶ
σάρκα· ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους
τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις,Ϡ ὥς φησι
τὸ σκεῦος τῆς ἐκλογῆς Παῦλος. βλέπε, τέκνον, τίνι συντάσσῃ μὴ πάλιν σχῆς γονέων
πόθον ὑπὲρ θεοῦ. ὁ μὲν γὰρ καὶ ἔπλασε καὶ ἔσωσεν· οἱ δὲ οὓς ἠγάπησαν, ἀπώλεσαν καὶ
τῇ κολάσει παρέδωκαν, ὥς φησιν ὁ τῆς φωτιζούσης κλίμακος ὑποφήτης. βλέπε, τέκνον,
μὴ στραφῇς εἰς τὰ ὀπίσω. καὶ τοῦτο γὰρ γέγραπται· Ϡὅτιπερ οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα
αὐτοῦ ἐπ᾿ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν
οὐρανῶν.Ϡ» ταῦτα οὖν κατηχήσας αὐτὸν καὶ τὰ τούτων πλείονα, καὶ αἰτήσας καὶ λαβὼν
παρὰ τῶν αὐτοῦ χειρῶν τὸ ψαλίδιον, ἀπέκειρεν αὐτὸν τῷ ἓξ καὶ δεκάτῳ χρόνῳ τῆς αὐτοῦ
ἡλικίας, καὶ ἐνδιδύσκει αὐτὸν τὸ ἀγγελικὸν σχῆμα, καὶ τῆς ἐπακολούθου συνηθείας
διαδραμούσης, οἱ τοῦ ὁσίου γονεῖς τοῦ ὄρους ἀπάραντες τὰ οἰκεῖα κατέλαβον, αἰνοῦντες
καὶ δοξάζοντες τὸν θεόν.
ὁ δὲ τίμιος Στέφανος ἀποδύεται πρὸς τοὺς ἀγῶνας, ἐπιμελούμενος τῶν πρὸς ἀρετὴν ἐφοδίων.
καὶ ἐδίδου θεῷ ἑκάστου καιροῦ τὸν πρόσφορον καρπόν. ἐν δὲ ὑπονοίᾳ γαστριμαργίας
ὁ καρπὸς ἦν αὐτῷ ἡ ἐγκράτεια· καὶ λογισμῶν ἐπερχομένων αὐτῷ ἡδονῆς τινος σωματικῆς,
αὖθις ἡ σωφροσύνη αὐτῷ ἀνεβλάστανεν. θυμοῦ δὲ καὶ ὀργῆς τοσοῦτον ἐκράτησεν,
[p. 1092] ὡς προφητικῶς εἰπεῖν· Ϡκωφὸς οὐκ ἀκούων, καὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα
αὐτοῦ,Ϡ καρποφορῶν τὴν ἀγάπην καὶ τὴν ὑπομονήν. καὶ οὕτω πάντων περιεγένετο, καὶ
τῶν λογισμῶν ἐνίκησεν τὰς φανταστικὰς τρικυμίας, ὥστε θαυμάζειν τὴν περὶ πάντα αὐτοῦ
ἀρετὴν τὸν θεοφόρον Ἰωάννην καὶ λέγειν· «τέκνον, ἀνάσχου τῆς πολλῆς ἀσιτίας, διὰ
τὴν τοῦ ὄρους πάνυ κρυμώδη στυφότητα καὶ τῶν ἀνέμων τὴν σφοδρὰν ζεφύρωσιν, μή πως
ἀτονήσειας πρὸς τὴν τῆς διακονίας παράστασιν. ἦν γὰρ διακονῶν τῷ ὁσίῳ περὶ τὰ χρειώδη
καὶ τὸ ὕδωρ ἀπὸ πολλοῦ διαστήματος ἐπικομίζων. εἰς τὸ γὰρ ἐπὶ νότον μέρος τοῦ ὄρους
ἐπὶ τὸ πρανὲς καὶ καθόμαλον, ἔνθα ἐστὶν καὶ τὸ τοῦ ὁσίου πατρὸς ἡμῶν Αὐξεντίου κοιμητήριον,
ὅπερ αὐτὸς κατεσκεύαζεν ἔτι ζῶν ὅταν ἦν ἐν τῷ ὄρει, καὶ μοναστήριον γυναικῶν ἁγίων
ἐποίησεν Τριχιναρέας τοῦτο ἐπονομάσας, ἢ διὰ τὸ τραχὺ τοῦ τόπου καὶ δύσβατον, ἢ
διὰ τὴν τῶν ἐνδυμάτων ἀκανθώδη καὶ σκληρὰν καὶ τραχυτάτην ἐπένδυσιν, ὅπερ ἅγιον
φροντιστήριον μέχρι τῆς δεῦρο φυλάττεται καὶ βίῳ λαμπρύνεται, ταῖς τῶν ὁσίων πατέρων
εὐχαῖς. ἐκ τούτου, ὡς εἴρηται, τοῦ δυσβάτου τόπου τό τε ὕδωρ καὶ πᾶσαν τὴν χρείαν
ἐν καιρῷ καύσωνός τε καὶ χειμῶνος ἀποκομίζων ὁ πανόλβιος Στέφανος οὐκ ὤκλασέ ποτε,
οὐδὲ τὸν συνήθη αὐτοῦ κανόνα ἀπέλιπεν. ἀλλ᾿ ὁσημέραι ἀρχὴν προσλαμβάνων εὐπρόθυμος
ἦν καὶ ἀνεπηρέαστος παθῶν τε καὶ δαιμόνων. κατ᾿ ἴχνος δὲ ἀκολουθῶν τῷ σεβασμίῳ αὐτοῦ
καθηγητῇ Ἰωάννῃ, οὐ διελίμπανεν ἐξ αὐτοῦ τὰ τῆς σωτηρίας διδασκόμενος τοῦ ἐπιμελεῖσθαι.
τοιοῦτος γὰρ ἦν οὗτος ὁ σοφὸς Ἰωάννης, ὥστε καὶ τετράποδα ζῶα τῇ ἀνθρωπίνῃ φωνῇ
καλεῖν αὐτὸν ἐξ ὀνόματος καὶ ταῦτα χρείας αὐτῷ καὶ ἀποκρίσεις ἀποκομίζειν. καὶ μηδενὶ
ἄπιστον νομισθείη ὃ μέλλω λέγειν· εἰδότες, ἀδελφοὶ ἅγιοι, ὅτιπερ εἰ φυλάσσοι τις
τὸ κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν, οὐ μόνον τὰ ἄγρια ζῶα τῷ τοιούτῳ ὑποτάσσεται,
ἀλλὰ καὶ αὐτὰ τὰ στοιχεῖα. καὶ μάρτυρες τούτου ἐν μὲν τῷ πυρὶ οἱ τρεῖς παῖδες· ἐν
δὲ τῷ ὕδατι, Μωϋσῆς, Ἰησοῦς, Ἠλίας καὶ Ἐλισσαῖος· ἐν δὲ θηρίοις, Δανιὴλ καὶ Ἰωνᾶς.
καὶ τί πολλοὺς ἐπιφέροιμι τῷ ὁμοίῳ τρόπῳ καὶ οὗτος ὁ θεσπέσιος πατὴρ Ἰωάννης κυνάριον
ἐκέκτητο ἐν τῷ ὄρει· καὶ εἰ ἔλαχεν τὸν ὅσιον Στέφανον μὴ παρεῖναι ἐν τῷ βουνῷ ἀλλ᾿
ἐν διακονίᾳ τινί, καὶ παρέβαλόν τινες ἐκ τῶν πέριξ ὀρῶν μοναχοὶ πρὸς αὐτόν (πολλὰ
γὰρ ἦν τότε ἐν αὐτοῖς τοῖς ὄρεσιν μοναστήρια, ἅπερ ὁ ἀσεβὴς καὶ νέος Βαβυλώνιος
τυραννικῶς ἐξηδάφισεν διὰ τὸ φιλοκύνηγον αὐτὸν εἶναι), ἐκάλει οὖν ἐξ ὀνόματος τὸ
κυνάριον ὁ θεόφρων οὗτος πατὴρ, καὶ γράφων πιττάκιον, ὅτι ἂν πρὸς χρείαν ἤθελεν
ἕνεκα τῶν παραβαλόντων ἀδελφῶν, ἔδενεν τὸ γραμματείον
[p. 1093] εἰς τὸν τοῦ κυναρίου τράχηλον, καὶ ἔλεγεν αὐτῷ εἰς ἐπήκοον τῶν παραβαλόντων·
«ἄπελθε κάτω ἐν τῷ μοναστηρίῳ, καὶ τόδε τὸ γραμματεῖον ἀποκόμισον τῇ ἡγουμένῃ, καὶ
ταχύνας ὑπόστρεψον.» εὐθέως δὲ τὸ κυνάριον κατὰ τὴν ἐπιταγὴν τοῦ πατρὸς τὸ μοναστήριον
κατελάμβανεν, καὶ τῇ κέλλῃ τῆς ἡγουμένης ἐπιβαβύζον τὴν ἐντολὴν ἐπλήρου. ᾔδεισαν
γὰρ καὶ οἱ τοῦ μοναστηρίου τὴν τοῦ ζώου διακονίαν, καὶ εὐθέως αὐτὸ τῇ ἡγουμένῃ εἰσεκόμιζον,
καὶ πρὸς τὴν γραφὴν ἐποίουν. καὶ ταῦτα ποιοῦν τὸ κυνάριον, αὖθις ἀνήρχετο, ἐπὶ τὸ
ὄρος. ὄντως, προφητικῶς εἰπεῖν, Ϡθαυμαστὸς ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.Ϡ
ἄλλοτέ ποτε ἐκ διακονίας τινὸς τὸ ὄρος καταλαβὼν ὁ τιμιώτατος Στέφανος, εὗρεν τὸν
θεοφόρον Ἰωάννην πρὸς τὸ θυρίδιον τοῦ σπηλαίου τὴν ἁγίαν αὐτοῦ κάραν ἐπιθήσαντα,
κλαίοντα πικρῶς. ὡς δὲ εἰσελθὼν καὶ τὴν συνήθη βαλὼν μετάνοιαν, παράθεσιν οὐκ ἔλαβεν,
διὰ τὸ τὸν πατέρα οὐ μικρῶς ὀδύρεσθαι· διελογίζετο κάτω κείμενος, τίς ἄρα εἴη ὁ
τοῦ πατρὸς κλαυθμός. ὁ δὲ πραῢς ἐκεῖνος πατὴρ θεόθεν γνοὺς τοὺς διαλογισμοὺς τοῦ
ἁγίου, ἀναστήσας αὐτὸν εἶπεν· «διὰ σέ μου ὁ θρῆνος, ὦ τιμιώτατον τέκνον. ἔγνων γὰρ
ἐπὶ σοῦ αὐξάνεσθαι, καὶ καταστρέφεσθαι τόνδε τὸν τόπον ὑπὸ τῆς νυνὶ ἀναζεσάσης τῶν
εἰκονοκαυστῶν αἱρέσεως.» ὁ δὲ τίμιος Στέφανος ἐκ καρδίας στενάξας ὀδυνηρῶς εἶπεν·
«ὦ πάτερ, συναπολλύμενον κἀμὲ τῇ αὐτῶν ἀσεβείᾳ, καὶ μὴ σωζόμενον» ὁ δὲ ὅσιος Ἰωάννης
φησίν· «οὐχί, τέκνον· ἀλλ᾿ οὖν βλέπε. γέγραπται γάρ, Ϡὁ ὑπομείνας εἰς τέλος, οὗτος
σωθήσεται.Ϡ» καὶ προεῖπεν αὐτῷ πάντα ἃ ἐκείνῳ ἔμελλον αὐτῷ συμβαίνειν.
ἐν δὲ τῷ χρόνῳ ἐκείνῳ ὁ τοῦ τιμίου Στεφάνου πατὴρ τέλει τοῦ βίου ἐχρήσατο. καὶ τὴν
πόλιν τοὔνεκα καταλαβὼν οὗτος, παρῆν πρὸς τὴν τοῦ γεννήτορος κηδείαν. καὶ μετὰ τὴν
τούτου ἐνταφίασιν, τὰ συνόντα αὐτοῖς ἐν Κωνσταντινουπόλει ἅπαντα πεπρακώς, ἅμα τῇ
μητρὶ καὶ τῇ μιᾷ ἀδελφῇ (τῆς ἄλλης προαποκειραμένης ἐν ἑτέρῳ τοῦ Βυζαντίου μοναστηρίῳ),
οὕτω τῆς ἐνεγκαμένης ἀπάραντες, τὸ ὄρος κατέλαβον. ὁ δὲ τίμιος Στέφανος τήν τε μητέρα
καὶ ἀδελφὴν εὐλογηθῆναι ποιήσας παρὰ τοῦ ἁγίου γέροντος Ἰωάννου, καὶ κατηχηθῆναι
τὸν λόγον τῆς ἀληθείας, αὖθις κατήνεγκεν αὐτὰς ἐν τῷ γυναικείῳ μοναστηρίῳ, καὶ συγκαταριθμήσας
αὐτὰς τῇ ἁγίᾳ ἐκείνῃ συνοδίᾳ, γίνεται αὐτὸς τῆς σαρκικῆς μητρὸς πνευματικὸς πατὴρ
διὰ τοῦ ἁγίου σχήματος, ὁμοίως καὶ τῆς ἀδελφῆς. καὶ μετὰ τὴν τοῦ ἁγίου σχήματος
συμπλήρωσιν, αὐτὸς ἀπάρας ἐπὶ τὸ ὄρος, ᾤχετο τῇ προτέρᾳ διαγωγῇ.
ἐν πᾶσι δὲ τοῖς θεαρέστοις ἔργοις καλῶς διαπρέψας ὁ θεοφόρος Ἰωάννης ἐν εἰρήνῃ ἐκοιμήθη
καὶ
[p. 1096] τῶν τῇδε καλῶς μετέστη, πάμπολλα κατηχήσας τὸν ἅγιον Στέφανον, καὶ τελευταῖον
εἰπών· «σώζου, τέκνον, βλέπε δὲ τοῦ ἐπερχομένου κινδύνου σοι τὸ πέρας. ἐν τούτοις
οὖν ὁ θεόφρων Στέφανος μηδὲν ἀνιάσας, ἀλλὰ μᾶλλον εὐθυμήσας, τὸ κροῦμα δέδωκε καὶ
κατάδηλον ἐκ τούτου ποιεῖ τὴν τοῦ πατρὸς κοίμησιν. καὶ ἦν ἰδεῖν χορὸν ἀσκητῶν ἐκ
τῶν πέριξ ὀρῶν, βουνῶν τε καὶ πλαγιάδων καὶ ναπῶν, ὡσεί τινας ἐκ δίψης ἐλάφους,
ἐπὶ τὸ τῆς πηγῆς τοῦ θεοφόρου Αὐξεντίου ὄρος συντρέχοντας, τὸν θεοφόρον Ἰωάννην
τὸ τελευταῖον ἀσπάσασθαι καὶ κηδεῦσαι· καὶ οὕτως τὸ μὲν σῶμα αὐτοῦ τὸ τίμιον καὶ
ἅγιον ἐν τῷ κοιμητηρίῳ τῶν πατέρων ἀπετέθη· ἡ δὲ τιμία αὐτοῦ ψυχὴ ὑπ᾿ ἀγγέλων θεοῦ
ἀνεκομίσθη πρὸς οὐρανοὺς ἀϊδίως ἀγαλλιωμένη.
ἀπὸ δὲ δόξης εἰς δόξαν καὶ ἐξ ἁγίου πρὸς ἅγιον τὸ μεταφοιτᾷν εὔθετον. οὐ γὰρ ἐλλιπὴς
ὁ ἀριθμὸς τῶν τοῦ θεοῦ δούλων. καὶ γὰρ τοῦ Μωσέως τετελευτηκότος, παρῆν ὁ τοῦ Ναυὴ
Ἰησοῦς· καὶ Ἠλίου ἀναληφθέντος, παρευθὺ Ἐλισσαιὲ τῆς μηλωτῆς καὶ τῆς χάριτος κληρονόμος
ἐγνωρίζετο ἐν διπλῷ. τοιῶσδε καὶ τοῦ θεοφόρου Ἰωάννου τῶν ἐνθένδε μεταστάντος, ὁ
τίμιος Στέφανος καὶ τοῦ τρόπου καὶ τῆς χάριτος ἐν διπλῷ καὶ μάλα περισσοτέρως κληρονόμος
γνωρίζεται. ἔδει γὰρ αὐτὸν ὡς τὰ πρῶτα κληρωσάμενον τῶν αὐτοῦ μαθημάτων, καὶ μικροῦ
δεῖν τοῖς τοῦ μακαρίου θεοφιλέσιν ἔργοις ἐξισοῦσθαι, ὃ καὶ ἐπέδειξεν. ὥσπερ γὰρ
παῖς τοῦ οἰκείου πατρός, τὸν αὐτὸν τρόπον καὶ οὗτος τοὺς τῆς ἀρετῆς χαρακτῆρας τοῦ
οἰκείου ἀνετυπώσατο διδασκάλου. οὗτος οὖν ὁ τῆς ἐπουρανίου μητροπόλεως οἰκιστής,
ὁ τέλειος ἐν μονάσιν ἀριθμός, ὁ κατὰ ἀκολουθίαν ἑξάριθμος οἰκήτωρ τοῦ θείου τούτου
καὶ ψυχοσώστου ἄντρου γενόμενος, ὁ νέος Ἰάρεδ, ἕκτος ἀπὸ Ἀδὰμ χρηματίσας, καὶ πατὴρ
Ἐνὼχ γνωρισθεὶς τῇ ὁμοίᾳ εὐαρεστήσει. καὶ αὐτὸς γὰρ ἕκτος ἀπὸ τοῦ παμμάκαρος Αὐξεντίου
γνωρίζεται· ὅστις ὡς υἱὸν τὸν τοῦ θεοῦ φόβον συλλαβὼν προφητικῶς, τὴν διὰ μαρτυρίου
εὐαρέστησιν, ὡς νέον Ἐνὼχ τὸν τῆς εὐαρεστήσεως πρώταρχον ἀποτέτοκεν. τὴν δὲ τοῦ
καθηγητοῦ μετάθεσιν ἀλγῶν, ἠνιᾶτο καὶ ἤσχαλλε, καὶ διελογίζετο πάντως, ὡς καλὸς
ὀπαδός, τὸ τοῦ διδασκάλου ἀναπληρώσασθαι ἀγώνισμα. καὶ ὥσπερ οἱ θαλάσσια νῶτα διαπερᾷν
εἰωθότες, καὶ τὰς μακρὰς ἀποδημίας ποιούμενοι, ἐπειδὴ τῶν ὑδάτων ἡ φύσις ὁδοὺς οὐκ
ἔχει διωρισμένας, τύπους τε ποδῶν καὶ γραμμὰς ὀχημάτων διὰ τὸ μανὸν καὶ χαῦνον τῆς
οὐσίας οὐ δεχομένη, τῇ θέσει δὲ τῶν ἀστέρων προσέχοντες, τὴν προκειμένην αὐτοῖς
ὁδὸν διοδεύουσιν· καὶ ἐκ τῶν ἄνωθεν δρόμων σαφῶς τὴν κάτωθεν τεκμαιρόμενοι τρίβον,
ἀπλανῶς τὴν ἀτριβῆ πορείαν ὁδεύουσιν. καὶ ὡς αὖθις οἱ τὰς ἐν ἠπείρῳ διατριβὰς ἀσπαζόμενοι,
ὅταν φοιτᾷν πρὸς ἀλλήλους ἐθέλωσιν, οὐ ταῖς ἀγνοουμέναις ἀτραποίς σφας αὐτοὺς
[p. 1097] ἐμπιστεύουσι, τὸν ἀπὸ πλάνης δεδιότες φόβον, καὶ τῶν λῃστῶν τοὺς λόχους
ἀγωνιῶντες, ἀλλὰ ταῖς λεωφόροις κεχρημένοι σὺν ἀσφαλείᾳ πολλῇ τὴν προκειμένην ἀποδημίαν
ἀνύουσιν. ὁμοίῳ τρόπῳ καὶ οὗτος ὁ παμμάκαρ πατὴρ ἡμῶν Στέφανος ἐπειδὴ τοίνυν καὶ
πέλαγος βίου χαλεποῦ διαπερᾷν ἤθελεν, καὶ εἰς τὴν ἄνω πόλιν Ἱερουσαλὴμ ὁδεύειν ἐσπούδαζεν·
ὡς οἷον ἀστέρας ποδηγοῦντας αὐτῷ ἄνωθεν τοὺς τοῦ θεαρέστου βίου ὑποφήτας, καὶ τοῦ
ἁγίου σπηλαίου ἐν διαδοχῇ οἰκήτορας ὁσίους πέντε πατέρας, τοὺς ἀπὸ Αὐξεντίου ἕως
Ἰωάννου περισκοπῶν, καὶ ὡς ὁδόν τινα βασιλικὴν καὶ λεωφόρον, τὴν ὑπὸ τούτων τριβεῖσαν
οἴκησιν ἐν τῷ νοῒ ἰχνηλατῶν καὶ ἐπιβαίνειν σπουδάζων, πρόσεισι τῷ στενωπῷ οἰκίσκῳ
καὶ τῇ ὑπογαίῳ πέτρᾳ ἑαυτὸν ἐγκαθείρξων, τῷ τριακοστῷ πρώτῳ ἔτει τῆς αὑτοῦ ἡλικίας,
τὸν ἐκ τοῦ πέμπτου ἀνασωσάμενος ἕκτον κλῆρον, ὡς εἴ τις εἴποι, τῆς ἑξάστρου φωταυγίας
ἀναπληρῶν τὸ ἰσάριθμον. καὶ τὸ φιλήσυχον πεπαιδευμένος εἰς ἄκρον ἔμεινεν, μηδὲν
τὸ σύνολον κτώμενος τοῦ αἰῶνος τούτου. μελίσσης γὰρ τρόπῳ, οἱονεὶ σίμβλῳ τινί, ἐν
τῷ σπηλαίῳ τοῦ ὄρους ὁ θαυμαστὸς οὗτος Στέφανος ἑαυτὸν ἐγκαθείρξας, τὸ ἡδὺ καὶ ἀνήροτον
τῆς ἀρετῆς ἐπιμελῶς εἰργάζετο μέλι, τῷ παμβασιλεῖ τῶν ὅλων τοῦτο προσφέρων θεῷ.
καὶ οὕτω γυμνασθεὶς ἀδεῶς τὰ αἰσθητήρια, ὥστε ἕξιν γενέσθαι, καὶ διακρίνειν τὸ καλὸν
ἀπὸ τοῦ χείρονος, ἔμαθεν μέντοι καὶ ἐργάζεσθαι τὴν ἀποστολικὴν ἐκείνην τῶν δικτύων
συρραφὴν καὶ σύμπλεξιν τῆς ἁλιευτικῆς τέχνης, οὐ μὴν ἀλλὰ καὶ τὴν καλλιγραφικήν,
διὰ τὸ μὴ ἐπιβαρῆσαί τινα, ἀλλὰ μᾶλλον ἐκ τῶν ἰδίων κόπων ἐπιδιδόναι τῷ χρείαν ἔχοντι.
πάσης δὲ γηῒνης φροντίδος ἑαυτὸν ἐλευθερώσας, μίαν ἔσχε φροντίδα, τὸ πῶς ἀρέσῃ τῷ
θεῷ ἐν προσευχαῖς καὶ νηστείαις. οὐ μὴν ἀλλὰ καὶ πάσης ἀρετῆς ἐπιμελούμενος, ὡς
γεωργός τις ἄριστος, προρρίζους ἐξέτεμεν τῶν παθῶν τὰς ἀκάνθας, Ϡλογισμοὺς καθαιρῶν
καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ,Ϡ ἐκείνην τὴν προφητικὴν πληρῶν
φωνὴν τὴν λέγουσαν· Ϡνεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπ᾿ ἀκάνθαις.Ϡ
ἐν δὲ τοῖς θεαρέστοις τούτοις ἀσκουμένου τοῦ παμμάκαρος τούτου, πᾶσιν ἐντεῦθεν γίνεται
κατάδηλος. ἀληθὲς γὰρ τὸ μὴ δύνασθαι πόλιν κρυβῆναι ἐπάνω ὄρους κειμένην. τί δὲ
ἐκ τῆς ἀρίστης αὐτοῦ συμβαίνει πολιτείας πολλοὶ τῷ θείῳ ζήλῳ τοῦ Χριστοῦ πυρωθέντες
προστρέχουσιν, καὶ μετ᾿ αὐτοῦ συνοικήσεως ἀντιβολοῦσι τυχεῖν, καὶ ὁδηγὸν τοῦ κατὰ
θεὸν βίου γενέσθαι αὐτὸν ἱκετεύουσιν. καὶ δὴ μόλις μέν, πείθουσι δὲ ὅμως. ἐβιάζετο
γὰρ τοῦτον τοῖς πᾶσι πάντα γενόμενος, καὶ μὴ τὰ ἑαυτοῦ μόνον σκοπεῖν ἕκαστον διδάσκων,
ἀλλὰ καὶ τὰ τῶν πλησίων ἐπιζητεῖν, ἵνα σωθῶσιν· ἔνθεν δὲ ἕως δυοκαίδεκα τέως τὸν
ἀριθμὸν ἀδελφοὶ πρὸς αὐτὸν ἐφοίτησαν, οὓς εὐαγγελικῶς κελευόμενος, ὅτι Ϡτὸν ἐρχόμενον
πρός με, οὐ μὴ ἐκβάλω ἔξω,Ϡ δέχεται τούτους ἀσμενέστατα· οἷος παιδοτρίβης καλὸς
πρὸς τοὺς τῆς ἀσκήσεως ἐπαλείφων ἀγῶνας. καὶ
[p. 1100] πρῶτα μὲν ἐδέξατο Μαρῖνον, ἄνδρα τινὰ χρηστὸν καὶ ἐπιεικῆ τὸν τρόπον·
εἶθ᾿ οὕτως Ἰωάννην· καὶ μετ᾿ αὐτὸν Ζαχαρίαν, ὡς ἀληθῶς εἰπεῖν, ἄνθρωπον τὴν πνευματικὴν
ὁδὸν σεσοφισμένον. ἐν οἷς καὶ Χριστοφόρον καὶ τὴν λαθρόδηκτον τοῦ Σατᾶν ξυνωρίδα
(Σέργιόν φημι καὶ Στέφανον, τοὺς ἐκ θεοῦ ὑπὸ τοῦ τυράννου ἐξανδραποδισθέντας, περὶ
ὧν μετέπειτα διηγήσομαι)· καὶ ἄλλους δὲ τὸν ἀριθμὸν ἕξ, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.
καὶ ἐν τούτοις ἐπολίσθη τὸ ὄρος, καὶ κοινοβίου θαυμαστοῦ τύπον καὶ ἁγιαστίαν ἐδέξατο·
πάντων, ὡς εἰπεῖν, τῶν εἰς χρείαν θεοῦ χορηγίᾳ, καὶ ταῖς τοῦ ὁσίου εὐχαῖς ἀνελλιπῶς
εὐτρεπισθέντων, κοιμητηρίου τε καὶ ἑτέρων χρειωδῶν οἴκων, καὶ τῶν ἐν αὐτοῖς ἀναγκαίων.
κοινόβιόν τε πανευσεβὲς συνεστάθη, τοῦ ἁγίου Αὐξεντίου φέρον τὴν κλῆσιν· ὅπερ ὁ
μισάγιος τύραννος ἐχθρωδῶς πρὸς τὸν ἅγιον διακείμενος, τὴν μονὴν ἐκδαφίσας, Αὐξεντίου
τὸν βουνὸν ἐπωνόμασεν· ὃ καὶ λέγεται παρὰ τῶν αὐτοῦ συμμυστῶν ἕως τῆς σήμερον. τῆς
οὖν τοῦ κοινοβίου εὐπρεπῶς ἐνιδρυνθείσης στάσεως, ὑπῆρχεν ὁ πατὴρ ἡμῶν Στέφανος
τοῦ λόγου τὴν ἄγκυραν ἐπέχων· καὶ ἐκ τοῦ θεοκτίστου σπηλαίου τὴν συνοδίαν φωταγωγῶν,
παρῇνει αὐτοῖς λέγων· «τεκνία, προσέχετε ἑαυτοῖς καὶ ταῖς ὑμετέραις ψυχαῖς· καὶ
τὸν ἐκ τῶν ψυχοφθόρων δαιμόνων ἐγγινόμενον φόβον ἢ ἀκηδίαν ἀπορρίψαντες, τὸν θεὸν
ἀγαπήσατε πολύ. τὴν γὰρ πρὸς αὐτὸν ἀγάπην, οὐχ ὕλης διαφορά, ἢ πονηρὸς φόβος, διαθέσεως
δὲ παρίστησι μεγαλοψυχία, τὸ δαψιλὲς τῆς γνώμης, καὶ ἐν τοῖς μικροῖς δώροις ὑμῶν
τῆς ἀσκήσεως ἐμφαίνουσα. ὁμοίως δὲ καὶ τὴν ἀθυμίαν καὶ λύπην μακρὰν ἀφέντες, εὐθύμως
θεῷ προσέρχεσθε, τὸ προφητικὸν ἐκεῖνο μέλος ἐν νῷ ἀεὶ ἐνδελεχοῦντες, ὅτι Ϡἐμοὶ μὲν
τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν· τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου.Ϡ τρέφει
γὰρ καὶ ἐλπὶς ὀνειροπολουμένη, τῆς ἀληθείας οὐκ ἔλαττον, τὴν παντελῆ ἀπόγνωσιν ἀποβουκολοῦσα
τῇ προσδοκίᾳ, καὶ τὸ ἀναπεπτωκὸς τῆς δυνάμεως ἐγείρουσα τῇ τῆς ἐλπίδος χειρί. ἀθυμία
δὲ καὶ λύπη καὶ τοὺς σωφρονεῖν φιλονεικοῦντας ἐν ταῖς συμφοραῖς τὸν λογισμὸν βιάζονται
πρὸς τὸ δύσφημον· ἀλλὰ συγγνώμην τὸ πάθος ἔχει τυραννοῦν καὶ παρὰ γνώμην πολλὰ φθέγγεθαι
[λεγε· φθέγγεσθαι] τὸν λυπούμενον πεῖθον, νικώμενον ἴσως τῷ μεγέθει τῶν περιστάσεων.
ἐπεὶ οὖν βιαστῶν ἐστιν τῶν οὐρανῶν ἡ βασιλεία, κατὰ τὴν τοῦ Κυρίου φωνήν, Ϡκαὶ βιασταὶ
αὐτὴν ἁρπάζουσιν,Ϡ τῷ ἴσῳ τρόπῳ καὶ ἡμεῖς, ἀδελφοί, κατὰ τὸν μεγαλοκήρυκα καὶ θεῖον
Παῦλον, Ϡὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,Ϡ γυμνητεύοντες, πεινῶντες καὶ
διψῶντες, Ϡἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆςϠ,
τὸ βραχὺ τοῦτο τῆς πολυωδύνου ἡμῶν ζωῆς παροίκημα τῆς ἐνθένδε εὐσεβῶς διαπεράσωμεν,
ἵν᾿ ἐκείνην κληρονομοῦντες εἴπωμεν πρὸς τὸν ἀδέκαστον κριτήν· Ϡἴδε τὴν ταπείνωσίν
μου καὶ τὸν
[p. 1102] κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.Ϡ τούτοις καὶ ἄλλοις πλείοσι
παρακλητικοῖς λόγοις ὁ παμμάκαρ πατὴρ ἡμῶν Στέφανος φωταγωγῶν, οὓς ἐν κυρίῳ ὤδινεν
παῖδας, τὸ καθεκάστην ἐνδελεχῶν οὐκ ἐπαύετο, αὔξων αὐτοὺς πρὸς τὴν τῆς σωτηρίας
ἀποκατάστασιν.
μέχρι δὲ εἴκοσι τῶν φοιτητῶν γεγονότων τῷ ἀριθμῷ, Μαρῖνον τὸν θεοστήρικτον ἄνδρα
εἰς τὰ τῆς οἰκονομίας καὶ πάντα τὰ τῆς μονῆς ὁ παμμάκαρ προεστήσατο· αὐτὸς δὲ σκληροτέραις
ἑαυτὸν ἐπέβαλε διαγωγαῖς, τὸ θυμῆρες ἔχων στενωτέρως ἑαυτὸν καθεῖρξαι παρὰ τὴν τοῦ
σπηλαίου στενομονίαν. τῆς γὰρ κεφαλῆς τοῦ ὄρους ἐκ παμμεγέθους πέτρας κορυφουμένης,
καὶ ὡς φάραγγος κοίλην πρὸς τὸ νότιον ἐχούσης μέρος, ἐν ᾧ τό τε μοναστήριον καὶ
τὸ θεόκτιστον σπήλαιον σύγκειται, ὑποσκεπόμενόν ἐστι καὶ ἀχείμαστον ἀπὸ τῶν χειμερίων
ἀνέμων τοῦ τε Βορρᾶ καὶ Λιβός, διὰ τό, ὡς προείρηται, τῇ κορυφουμένῃ πέτρᾳ καλύπτεσθαι.
ταύτην οὖν τὴν κορυφὴν περινοστησάμενος ὁ παμμάκαρ πατὴρ ἡμῶν Στέφανος, οἰκοδομεῖ
ἐν αὐτῇ κελλίον πάνυ βραχύτατον εἴς τε τὸ μῆκος καὶ εὖρος, ὕψος τε καὶ βάθος, τοῦ
πλαγιόθεν σπηλαίου, ὡσεὶ μιᾶς πήχεως καὶ ἡμίσεως τὸ εὖρος, ὡσεὶ δύο δὲ τὸ μῆκος·
καὶ πρὸς τὸ ἑῷον μέρος, ἐκτυποῖ προσευχῆς κογχάριον ἔχον τὸ ὕψος, ἔτι μόνον συγκύπτων
στήκειν ἠδύνατο τὸ μέχρι τοῦ νῦν σωζόμενον· τὸ δὲ ἄλλο ἅπαν τῇ ἀχειροτεύκτῳ στέγῃ
τοῦ οὐρανοῦ καλύπτεσθαι θέλων ἀ[ε]ρόφωτον τοῦτο παρείασεν. τοιοῦτον δὲ τοῦτο στενόχωρον
καὶ φοβερὸν ἐποίησεν, ὥστε τοὺς καθορῶντας τὸ τοιόνδε λέγειν μνῆμα μόλις εἶναι πρὸς
τὴν τοῦ δυστήνου σαρκίου τούτου ταφὴν ἢ οἰκητήριον πρὸς ἀνάπαυσιν μονῆς· καὶ μή
τις ὑπολάβοι τὸ τῶν μεμψιμοίρων αἱρετικῶν, ὡς ὑπὲρ τοὺς προγεγονότας πατέρας τοῦτον
πεφρονηκέναι. καὶ γὰρ λόγος τις ἐν τῷ τοῦ προπάτορος Αὐξεντίου θεαρέστῳ βίῳ ἐμφέρεται
τὸν κλουβὸν τῆς αὐτοῦ ἀσκήσεως ἐν αὐτῇ τῇ κορυφῇ ἔχειν, ἔνθα οὗτος ὁ νέος Ἐλισσαῖος
τοῦ παλαιοῦ Ἠλίου ὡς ἐν ὄρει Καρμηλίῳ, τὴν στενωτέραν μηλωτῆς σκηνὴν ἔπηξεν· καὶ
οὗτος ὁμοίως ἐξισοῦσθαι τῷ θεοφόρῳ Αὐξεντίῳ ἤθελεν, ὑπέρ γε τοὺς ἀναμέσον ἄλλους
πατέρας, διότι καὶ ὑπὲρ αὐτοὺς νεωτέραν ἦγεν τὴν ἡλικίαν· τὸν τεσσαρακοστὸν δεύτερον
γὰρ χρόνον ἤλαυνεν τότε, ὅτε τῇ κορυφῇ τοῦ ὄρους μετετέθη.
τῶν δὲ αὐτοῦ φοιτητῶν μὴ γινωσκόντων τοὔνεκα τὸ τοιοῦτον κτίσμα γέγονεν, ἐν λυγαίῳ
καιρῷ περὶ τὰς μεσονυκτίους ὥρας, τὸν θεοστήρικτον Μαρῖνον μόνον φωνήσας, καὶ τούτῳ
τὸν σκοπὸν ἀναθεὶς ὁ πατήρ, ὡς ἀγαπητῷ τέκνῳ, ἅμα αὐτῷ τοῦ σπηλαίου ἀπάρας, εἰς
ἐκεῖνο τὸ φοβερώτατον εἰσέδυ ταφοειδὲς οἴκημα. ἕωθεν δὲ μετὰ τὴν ὄρθριον ὑμνῳδίαν,
πάντων τῶν ἀδελφῶν κατὰ τὸ σύνηθες τὴν μετάνοιαν βαλόντων εἰς τὰ τοῦ σπηλαίου πρόθυρα,
καὶ τοῦ εὐλογῆσαι τὸν ἅγιον αἰτουμένων, ἡ καθεκάστην ὀσημέραι συμπαθεστάτη φωνὴ
τῆς εὐχῆς τοῦ πατρὸς οὐκ ἐξηχεῖτο τοῖς εὐηκόοις αὐτῶν ὠσίν. διαπορούντων
[p. 1104] δὲ αὐτῶν, καὶ μετὰ πλείστην ὥραν διαναστάντων, καὶ τῷ σπηλαίῳ εἰσπηδησάντων,
οὐκ ἦν ὁ ζητούμενος. διαμερισθέντων δὲ αὐτῶν τῷ νοΐ, καὶ δοξάντων ἀπολωλεκέναι τὸν
πατέρα, εἶτα καὶ διαλογιζομένων, τὰ χεῖρε πρὸς στόμα τε ἐρεισάντων, καὶ δακτυλοδει-
κτούντων αὐτῶν καὶ λεγόντων· «ἆρά γε προβάτων ἁπάντων παρόντων ὁ ποιμήν πως ἀπελείφθη»
τῆς ἐπὶ τὸ πρανὲς τοῦ βουνοῦ πορείας ζη[τη]τικῶς ἀπάραντες, ᾤχοντο δακρυρροοῦντες,
καὶ στερνοπυγμαῖς ἑαυτοὺς καταθλίβοντες, ὡς τὸν πατέρα ἀπολέσαντες. τούτων δὲ τῆς
ὀδυνηρᾶς λύπης καὶ τῆς πρὸς τὸ κατωφερὲς ταχυτῆτος αἰσθόμενος ὁ πατήρ, πραείᾳ καὶ
προσηνεῖ τῇ φωνῇ τούτους προσεκαλεῖτο. οἱ δέ, ὡς ἰχθύες πρὸς τὸ δέλεαρ τῇ τοῦ ἀγκίστρου
χαλάσει, οὕτω τῇ φωνῇ ἄρδην συστραφέντες, καὶ πρὸς αὐτὸν ἀναδραμόντες, καὶ ἔτι φέροντες
ἐπὶ τῶν παρειῶν τοῦ κλαυθμοῦ τὰ λείψανα, μετ᾿ οἰμωγῆς οὐ μικρᾶς κοντοπνευστὶ πρὸς
αὐτὸν ἔλεγον· «τί ταῖς σκληροτέραις καὶ θανατοποιοῖς ταύταις διαγωγαῖς ἑαυτὸν ἐπιδέδωκας,
ταχὺ τὴν ὀρφανίαν ἡμῶν πραγματευσάμενος, πάτερ» ὁ δὲ τίμιος πρὸς αὐτοὺς ἀπεκρίνατο
τὸ εὐαγγελικὸν ἐκεῖνο φάσκον λόγιον· «ὅτι, τεκνία, στενὴ καὶ Ϡτεθλιμμένη ἡ ὁδὸς
ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.Ϡ» παρευθὺ δὲ τοῦτον
τὸν λόγον ἀκουτισθέντες οἱ ἀδελφοί, ἡσύχασαν τοῦτο μόνον ἐκλιπαρήσαντες, τὸ κἂν
ὀροφωθῆναι τὴν στέγην τῆς κέλλης αὐτοῦ· ὁ δὲ ἀρκεῖσθαι ἔφη τῇ τῶν νεφελῶν τοῦ οὐρανοῦ
σκέπεσθαι ὀροφῇ. καὶ ἦν οὕτως τῷ τε θέρει καὶ χειμῶνι φλογούμενος καὶ ψυχούμενος·
πρὸς δὲ τὴν ἔνδυσιν, εἶχεν διὰ σιδήρων τὸ σῶμα σταυροειδῶς ἐγκεκλεισμένον, ἀπό τε
τῶν ὤμων ἕως τῆς ὀσφύος ἐγκυκλικῷ ζωστῆρι ἑτέρῳ σιδήρῳ καθηλωμένῳ ἐξ ἀμφοῖν τῶν
ἑτέρων μερῶν, καὶ ὑπὸ τῶν μασχαλῶν ἑτέραν περικαλύπτεσθαι περιζωστρίδα σιδηρᾶν,
ἐν ᾗ τὰ μέσα τῶν κατιόντων ἐκ τῶν ὤμων καθήλωτο σιδήρων· τὸν δὲ χιτῶνα εἶχεν δερμάτινον
καὶ μόνον, τό τε ἅγιον κουκούλλιον, καὶ τὸν σταυροφόρον ἀνάλαβον, ὁμοίως καὶ τὴν
ἱερὰν ἐπωμίδα τοῦ μοναχικοῦ σχήματος· εἰς δὲ τὸ ἀνακλίνεσθαι ψιάθιον καὶ μόνον,
κατὰ τὸν τύπον τοῦ θεοφόρου Ἰωάννου τοῦ γεγονότος αὐτοῦ καθηγητοῦ.
τούτου οὖν τοῦ ἀνεπιλήπτου πατρὸς ἐν τούτοις ἀναστρεφομένου τοῖς προτερήμασιν, οὐκ
ἦν, ὡς προλέλεκται, πόλιν αὐτὸν ὑπάρχοντα ἐπὶ τὸ εὐμέγεθες καὶ εὐσεβὲς ὄρος κρυβῆναι
τεθεμελιωμένον. διὸ καὶ περιβόητος λαμπτὴρ τοῖς πᾶσιν ἀνεδείχθη, μάλιστα τοῖς ἐν
τῇ βασιλευούσῃ πόλει οἰκοῦσιν ὀρθοδόξοις καὶ εὐσεβέσιν. καὶ πολλοὶ πρὸς αὐτὸν παραβάλλοντες
ἐν τῷ ὄρει ὠφελείας χάριν, ἐκ μόνης τῆς θέας τὰ εἰκότα οἰκοδομούμενοι, ὀπισθόρμητοι
ἐπαλινοδοῦσαν οἴκαδε, αἰνοῦντες καὶ δοξάζοντες
[p. 1105] τὸν θεόν, ἐν οἷς γυνή τις τῶν εὐσεβῶν τῷ πνεύματι καὶ τῇ ἀξίᾳ περιδόξων,
τὴν ἐξ ἀνδρὸς χηρείαν ὑποστᾶσα, τὸ καθ᾿ ἑκάστην παρὰ πάντων ἀκούουσα περὶ τῆς ἐνθέου
πολιτείας τοῦ σεβασμίου πατρὸς ἡμῶν Στεφάνου, αὕτη τὴν γυναικῶν ἐκλαθομένη ὀκνηρότητα,
τῇ ἑαυτῆς ποδοφορίᾳ, ἐρωτήσει τὴν ἐρώτησιν προβάλλουσα, καταλαμβάνει τοῦ ἱερωτάτου
τούτου ποιμένος καὶ διδασκάλου τὸν βουνόν, καὶ πλησίον τῆς κέλλης τοῦ ὁσίου γενομένη,
ἠξίου εὐχῆς τυχεῖν. τοῦ δὲ πατρὸς τὴν συνήθη τετελεκότος εὐχήν, αὕτη διαναστᾶσα,
δακρύουσα ἐξεῖπεν τῷ ἁγίῳ πάντα τὰ εἰς αὐτήν, τήν τε χηρείαν καὶ ἀτεκνίαν, καὶ ὅτι
«τοῦ μονήρους βίου ἐπιποθοῦσα τυχεῖν, σωθῆναι ζητῶ.» ὁ δὲ θεοφιλὴς πατὴρ ταύτην
λόγοις πνευματικοῖς πλεῖστα κατηχήσας, καὶ τὰ πρὸς σωτηρίαν διαταξάμενος, ἀπέλυσεν
αὐτὴν εἰπών· «βλέπε, γύναι, τίνι συνετάξω. μή σε καταλάβῃ θάνατος, πρὶν ἀποδῷς τὴν
ἐγγύην.» ἡ δὲ τιμία ἐκείνη γυνὴ τὸν λόγον τοῦ θεοφόρου πατρὸς ἐν τῇ ψυχῇ ἐγχαραχθεῖσα,
ὥσπερ κηρὸς ἀναμαξάμενος ἐκτύπωμα, οὕτως ἀδιαλώβητον ἔφερεν. καταλαβοῦσα δὲ τὸν
ναύσταθμον Χαλκηδόνος πρὸς τὴν ἐνεγκαμένην ἀπέπλευσεν· καὶ πάντα τὰ αὑτῆς [λεγε·
αὐτῆς ?] κτήματα, καὶ ὑπάρχοντα ἐν Κωνσταντινουπόλει πεπρακυῖα, καὶ πτωχοῖς τὰ πλεῖστα
διανείμασα, δεδοικυῖα τὸν τῆς ψυχῆς θάνατον, κατὰ τὸν λόγον τοῦ σεβασμίου πατρός,
ἔσπευδεν τὴν ἐγγύην πληρῶσαι. καὶ τὸ τελευταῖον τῆς ἰδίας πολίχνης ἀπάρασα, καταλιμπάνει
εὐαγγελικῶς γονεῖς, γνωστούς, φίλους, ἀγχιστεῖς, γείτονας· καὶ τὸν σταυρὸν τοῦ Χριστοῦ
ἀραμένη, τῆς Προποντίδος διαπεράσασα τοῦ ἄστεος, πρὸς τὸ θαυμαστὸν εἰσέδυ ὄρος,
φέρουσα χρυσίον πρὸς τὸν ὅσιον, τοῦ διαδοθῆναι ὑπ᾿ αὐτοῦ καλῶς. ἀντικρὺ δὲ τῆς κέλλης
τὴν συνήθη βαλούσης μετάνοιαν, καὶ τὸ, «εὐλόγησον, ἅγιε πάτερ,» φησάσης, ὁ ἅγιος
αὐτῇ μετὰ στυφότητος ἀπεκρίνατο, τοῦ σωτῆρος διὰ τοῦ εὐαγγελίου ἀριδήλως βοῶντος,
ὅτι «Ϡὅστις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὑτοῦ, οὐ δύναταί μου εἶναι μαθητής.Ϡ
τί ἀκμὴν σὺ καὶ μετὰ κόσμον τὰ τοῦ κόσμου περιφέρεις λείψανα» ἡ δὲ γυνὴ ἔκπληκτος
γενομένη ἐπὶ τῷ διορατικῷ τοῦ πατρὸς χαρίσματι, καὶ τῆς μετὰ στυφότητος ἐλέγξεως,
τῇ πρεπούσῃ αἰδοῖ γυναιξὶν πρὸς αὐτὸν ἀπεκρίνατο· «οὐχὶ τῷ πρὸς αὐτὸν φθαρτικῷ πόθῳ
κρατουμένη, τόδε τὸ χρυσίον προσφέροιμι, τίμιε πάτερ, ἀλλ᾿ οὖν τὸ διὰ τῶν ὁσίων
σου χειρῶν τοῦτο καλῶς ὑπὲρ τῆς πεπωρωμένης μου ψυχῆς διανεμηθῆναι.» ὁ δὲ θεοφιλὴς
πατὴρ τοῦτο μὴ βουληθεὶς εἶπεν· «τοὺς τῶν ἀλλοτρίων πταισμάτων σπινθῆρας ταῖς ἐμαῖς
χερσὶ σποδιάσαι οὐ δύναμαι· μή πως ἐξ ἀμελείας μου ὑποσμυχεύσας τις ἐξ αὐτῶν, παμμεγέθη
πυρκαϊὰν τῇ ψυχῇ μου ἀνάψῃ, ὥς τινες τούτου ἕνεκα ἔπαθον. ἀλλ᾿ οὖν τῶν σπειρόντων
ἐστὶν καὶ τὸ θερίσαι.» τῆς δὲ γυναικὸς εἰπούσης· «καὶ τί με κελεύεις, πάτερ» ὁ συμπαθέστατος
ἐκεῖνος διὰ τό,
[p. 1108] ὡς προείρηται, τελευταίως αὐτὴν τὰ οἰκεῖα καταλιπεῖν, πρὸς τὴν ἐνεγκαμένην
ὑποστρέφειν οὐκ ἐπένευσεν· ἀλλ᾿ ἅμα τῷ θεοστηρίκτῳ Μαρίνῳ εἰς τὰ συμπαρομαρτοῦντα
καὶ συμπαρακείμενα τῇ γειτνιάσει χωρία ταύτην ἐκέλευσεν οἰκείαις αὐτῆς χερσὶν διανεῖμαι
τὸ χρυσίον. καὶ οὕτως αὐτὴν γυμνώσας τῆς συρφετῆς τοῦδε τοῦ βίου κόπρου, δέδωκεν
αὐτῇ τὸ ἅγιον σχῆμα, μετονομάσας αὐτὴν Ἄνναν. καὶ γίνεται αὐτῆς ἐν κυρίῳ πατὴρ καὶ
ἀνάδοχος. καὶ παρευθὺ ἀπολύει αὐτὴν πρὸς τὸ κάτω μοναστήριον, παραθέμενος αὐτὴν
τῇ ἱερᾷ καὶ ὁσίᾳ τῆς μονῆς προεστώσῃ μητρί, πάμπολλα παρακελευσάμενος τὴν τιμίαν
ἐκείνην ἄνθρωπον, προστατεύειν αὐτῆς τὰ πρὸς σωτηρίαν ψυχῆς.
πέφθακεν δὲ ἤδη ὁ καιρὸς καὶ προτρέπεται εἰς τοὐμφανὲς τὰς τούτου ἀθλητικὰς ἀπαγγεῖλαι
παλαίστρας· ἀλλ᾿ οὖν ἔγωγε καίτοι τῷ ἐμαυτοῦ συνειδότι βαλλόμενος, ἑαυτὸν ἐπιστομίζειν
πειρῶμαι, ὡς οὐκ ἐπαρκέσω διεξελθεῖν τὸν ὄγκον τοῦ ἐγχειρήματος, ἅτε πτωχεύων λόγου
καὶ πράξεως. πέφυκε γάρ πως κινδυνεύειν ἐν τοῖς λόγοις τῶν πραγμάτων ἡ δόξα. τῇ
γὰρ τούτων ἀσθενείᾳ καὶ ῥώμῃ φιλοῦσι κρίνειν τὰ πράγματα οἱ μὴ τῇ ἀληθείᾳ, ἀλλὰ
τῇ δεινότητι τῶν λόγων προσέχειν ἐθέλοντες, ὥσπερ οἱ τῶν ἔξω τοῖς μυθικοῖς. ὅμως
ὑφηνιάσας ἐμαυτὸν τοῖς προτρέπουσι δέδωκα, τῷ θείῳ τούτῳ ὁσιομάρτυρι τεθαρρηκώς,
καὶ τῶν εἰς τοῦτο προτρεψάντων ταῖς εὐχαῖς δυνατῶς ἔχειν τὴν εὐπορίαν χαρίσασθαι.
παρέστω δέ μοι εἰς μέσον ἐκεῖνο τὸ Δαυϊτικὸν μέλος κατὰ τῆς τῶν νεωτεροποιούντων
χριστιανοκατηγόρων καὶ εἰκονοκαυστῶν αἱρέσεως· Ϡπλεονάκις ἐπολέμησάν με ἐκ νεότητός
μου,Ϡ φησίν που συνεχῶς τὰς κατὰ τῆς Ἐκκλησίας ἐσομένας ἐπαναστάσεις προαγορεύων
ὁ προφήτης· καὶ τὸ ἐν τοῖς ἀγῶσιν ἀήττητον προθεσπίζων, αὖθις ἐπάγει· Ϡεἰπάτω δὴ
Ἰσραήλ· πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου· καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι.Ϡ τοῦτο
δὲ τῷ μὲν σαρκικῷ Ἰσραὴλ οὐκ ἂν ἁρμόσειεν πώποτε, ὃν Αἰγύπτιοι μὲν κατεδουλώσαντο,
ἀλλόφυλοι δὲ πολλάκις κατηγωνίσαντο, Βαβυλώνιοι δὲ ἐξανδραποδίσαντες, δορυάλωτον
ἀπήγαγον, Μακεδόνες δὲ ὠμῶς καὶ πικρῶς κατηνάλωσαν, Ῥωμαῖοι δὲ τὸ τελευταῖον πανωλεθρίᾳ
παρέδωκαν, καὶ σποράδας καὶ μετανάστας καὶ μετοίκους τῆς οἰκουμένης ἀπέφηναν· τὴν
μὲν ἔπαυλιν αὐτῶν πεποιηκότες ἔρημον, τὸν δὲ νῶτον αὐτῶν διαπαντός, κατὰ τὸν προφήτην,
συγκάμψαντες. ὁ δὲ τοῦ θεοῦ νεόλεκτος Ἰσραήλ, ὁ ὄντως ὁρῶν θεόν, καὶ ἀνακεκαλυμμένῳ
προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενος· ὁ νέος, φημί, λαός, τὸ Χριστώνητον ποίμνιον,
οὗ τύπος ὁ Ἰακώβ, ὃς μετωνομάσθη Ἰσραήλ· ὃς τὸν πρεσβύτερον ὡς ἀδόκιμον παρωσάμενος,
καὶ τὰ πρωτοτόκια καὶ τὴν πατρῴαν εἴληφεν εὐλογίαν, εἰκότως ἂν εἴποι· Ϡπλεονάκις
ἐπολέμησάν με ἐκ νεότητός μου. καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι·Ϡ εὐθὺς γὰρ αὐτῷ παρὰ
τὴν πρώτην ἡλικίαν μυρίαι πολεμίων ἐπανέστησαν φάλαγγες, καὶ προσέβαλον μέν, οὐκ
ἐνίκησαν δέ, καὶ τοῦ μὲν τὸ ἄμαχον ἔδειξαν, τὴν δὲ οἰκείαν ἀσθένειαν ἤλεγξαν.
[p. 1109] καὶ πρῶτοι μὲν Ἰουδαῖοι τῇ τοῦ σωτῆρος ἡμῶν ἐπολέμησαν ποίμνῃ. καὶ τῷ
οἰκείῳ κατελύθησαν ὅπλῳ τῷ γὰρ ὑπ᾿ αὐτῶν παγέντι σταυρῷ, οἷόν τι ῥοπάλῳ. χρησάμενος
ὁ ποιμὴν ὁ καλός, ποιμενικῶς αὐτοὺς ὡς λύκους τῶν προβάτων ἀπήλασεν. μετὰ δὲ τούτους,
οἱ τῶν εἰδώλων θεραπευταί, οἵτινες ὑπὸ τῶν τῆς ἀληθείας ὑπασπιστῶν κατῃσχύνθησαν·
καὶ μετ᾿ αὐτοὺς Σίμων καὶ οἱ ὑπ᾿ αὐτὸν φοιτηταὶ Μένανδρος καὶ Κερδονᾶς· εἶτα Μαρκίων
καὶ Βαλεντῖνος· αὖθις δὲ ἀπ᾿ αὐτῶν Κήρινθος καὶ Σατορνῖνος, Βασιλίδης καὶ Καρποκράτης,
Μάρκος καὶ Τατιανός, Μοντανὸς καὶ Βαρδισάνης, Ἀρτέμων καὶ Ναύατος, Σαβέλλιος καὶ
Νέπων, Παῦλος καὶ Μανιχαῖος, Φωτεινὸς καὶ Μάρκελλος, καὶ οἱ ἀπ᾿ ἐκείνων· Ἄρειος,
Ἀέτιος, Εὐνόμιος· Μακεδόνιος, Μάξιμος, Νεστόριος, ἡ πολυκέφαλος ὕδρα Εὐτυχὴς καὶ
Διόσκορος· Ζώσιμος, Ἀπολινάριος, Ὠριγένης, Πέτρος ὁ δείλαιος, Θεοδόσιος, Ἰάκωβος,
Ἰουλιανός, Ζήνων, Σέργιος, Πύρος, Κῦρος, Μάκαρις, Ὁνόριος, καὶ ὁ δύσσεβὴς Μάμεθ·
καὶ εἴ τίς μοι ἄλλος ἔλαθεν ἀνθρωπίνως. ἐπιλείψει γάρ με ἀπαριθμούμενον ἡ ἡμέρα
τῶν τῆς ἀσεβείας ὑπασπιστῶν καὶ ἀρχηγῶν τὰ ὀνόματα, ὧν καὶ τὴν μνήμην αὐτὴν καλῶς
ὁ χρόνος ἠφάνισεν. οὗτοι δὲ πάντες κατὰ ταυτόν, ὡς ἔπος εἰπεῖν, τοῖς ἀποστολικοῖς
κηρύγμασιν πολεμήσαντες, τῆς τοῦ θεοῦ μνήμης καὶ τῆς ἐκκλησίας εἰκότως ἀπεσκορακίσθησαν·
καὶ ἦγεν ἐν εἰρηναίᾳ καταστάσει ἡ πάντοτε πολεμουμένη καὶ πλειοτέρως νικῶσα ἐκκλησία.
ἐντεῦθεν οὖν λοιπὸν ὁ τῆς πονηρίας πατήρ, καὶ τῆς κακίας εὑρετὴς διάβολος, ὁ μηδέποτε
παυόμενος πολεμεῖν ἑκάστοτε τὸν κατ᾿ εἰκόνα θεοῦ κτισθέντα ἄνθρωπον, θεωρήσας τῶν
προφανῶς πολεμίων ῥᾳδίως περιγενομένην τοῦ κυρίου τὴν ποίμνην, ἵνα πρὸς τοῖς γραφεῖσιν
ἀναποδίσοιμι, ἔνδοθεν ἐξάψαι διενοήθη τοῦ πολέμου τὴν φλόγα. καὶ εὑρὼν ὄργανον τῆς
οἰκείας ἄξιον ἐργασίας, ἄνδρα γοητικαῖς ἐπῳδαῖς πολλὰ τερατουργεῖν νομιζόμενον,
καὶ φενακίζειν τῶν ἀνθρώπων τοὺς τὰ τοιαῦτα τεθηπότας δυνάμενον, ἐκ τῆς δὲ Συριάτιδος
γαίης τό τε γένος καὶ τὸ φρόνημα ἔχοντα. τοῦτον τὸν λεοντώνυμον θῆρα, ὡς προγέγραπται,
πρῶτον ἐξάπτει κατὰ τῆς τῶν ἁγίων εἰκόνων νοερᾶς προσκυνήσεως. τούτου δὲ καταδήλου
αἱρετικοῦ δειχθέντος ὑπὸ τοῦ τῆς ἀληθείας ὑπασπιστοῦ Γερμανοῦ, ὡς καὶ προλέλεκται,
οὐδὲ οὕτως ὁ κοινὸς τῶν ἀνθρώπων πολέμιος ἀπεπαύσατο. ἀλλὰ καὶ αὐτοῦ τὸ ζῆν ἀπορρήξαντος,
καὶ τοῦ ἀτελευτήτου σκώληκος καὶ τοῦ αἰωνίου πυρὸς γεγονότος παρανάλωμα, ἀνέστησεν
ἀντ᾿ αὐτοῦ τὸ ἐκείνου μιαρὸν γέννημα, Κωνσταντῖνόν φημι, ὡς ἄν τις εἴποι ἐκ τοῦ
Ἀχάζ τὸν Ἀχαάβ, καὶ ἐξ Ἀρχελάου τὸν πονηρότερον Ἡρώδην, τὸ τῆς μοιχείας ἀνδράποδον,
καὶ τοῦ Προδρόμου φονέα. οὗτος οὖν τὸ τῆς πονηρᾶς ἐκείνης ῥίζης δένδρον, πονηροτέρους
καρποὺς βλαστῆσαν,
[p. 1112] δηλητήρια δὲ παντοῖα ὀλέθρια τῇ ἑαυτοῦ ψυχῇ θησαυρίσας πορθεῖ, συστρέφει,
καὶ πυρπολεῖ ἅπασαν εἰκόνων ἁγίων θέαν. ἀντανακρουσθεὶς δὲ ὑπὸ τῶν τῆς εὐσεβείας
μυστῶν τοῦ μοναχικοῦ σχήματος κατ᾿ αὐτῶν συγκροτεῖ τὸν πόλεμον. σκοτίας δὲ τοῦτο
τὸ σχῆμα καλέσας, ὁ τῇ ψυχῇ ἐσκοτισμένος, τοὺς ὑπ᾿ αὐτὸ σχῆμα καταλεγομένους, ἀμνημονεύτους
ὠνόμασεν, καὶ εἰδωλολάτρας ἐκάλεσεν, διὰ τὴν πρὸς τὰς σεπτὰς εἰκόνας προσκύνησιν·
ἅπαντα δὲ τὸν ὑπ᾿ αὐτοῦ λαὸν ἐκκλησιάσας, ὀμόσαι πεποίηκεν, προτιθεμένων τοῦ τε
ζωοποιοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ, τῶν τε ἀχράντων ξύλων, ἐν οἷς Χριστὸς
ὁ θεὸς ὑπὲρ ἡμῶν χεῖρας ἐξέτεινεν, καὶ τῶν ἁγίων καὶ ἀχράντων εὐαγγελίων, δι᾿ ὧν
Χριστὸς παρακελεύεται ἡμᾶς μὴ ὀμόσαι ὅλως, ταῦτα δεδρακέναι καὶ κατὰ τῆς δυνάμεως
αὐτῶν εἰπεῖν, μὴ προσκυνῆσαι εἰκόνα ἁγίαν, ἀλλὰ ταύτην εἴδωλον καλεῖν, μήτε κοινωνῆσαι ἐξ ἀββᾶ, ἢ τὸ σύνολον ϠχαῖρεϠ δοῦναι αὐτῷ· ἀλλ᾿ εἰ καὶ εὕροιεν πρό γε πάντων ἀμνημόνευτον
καὶ σκοτένδυτον, τοῦτο ὀνειδίσας λιθοβολήσειεν. ὢ τῆς ἐρεσχελίας↙ ὁμοιότροπον δὲ
καὶ ὁμόηχον εὑρὼν ὄργανον, οὐ μὴν ἀλλὰ καὶ ὁμώνυμον καὶ ὁμόφρονα τοῦ ἱερατικοῦ καταλόγου,
ὡς εἴ τις γραφικῶς εἴποι, ὁ Βαλὰκ τὸν Βαλαάμ, καὶ Ἰαννὴς τὸν Ἰαμβρήμ, τοῦτον ἐπὶ
τὴν ἐκκλησίαν ἀπάρας, οὐχὶ θεοῦ καὶ ἱερέων ψήφῳ, ἀλλὰ τῇ αὐτοῦ πανουργίᾳ, τῶν ἀμφοτέρων
ἐν τῷ ἄμβωνι ἀνελθόντων, ὑπὸ τῶν τοῦ βασιλέως χειρῶν Κωνσταντίνου Κωνσταντῖνος τὴν
μιαρὰν ὁ ἀνίερος ἐνδιδύσκεται διπλοῒδα ἵν᾿ εἴπω καὶ τὸ ὠμοφόριον, ὁ ἀνάξιος τοῦ
πῖ, καὶ μᾶλλον ἐπάξιος τοῦ φῖ· φατριάρχης γὰρ ἤπερ πατριάρχης τῇ ἐκκλησίᾳ ἐξέφανεν,
αὐτοῦ τοῦ τυράννου προεκφωνήσαντος τὸ, «ἄξιος.» ὦ τῆς ἀναξιότητος↙ ὁ ἀσπιδοφόρος
ἱεροθέτης, καὶ ὁ πολέμοις καὶ φόνοις ἐσχολακὼς ἱερουργός· καὶ ὁ τρισὶ γυναιξὶν παρανόμως
εἰσδεχθείς, τῶν ἱερέων χειροτονητὴς καθίστατο. τίς ἤκουσεν τοιοῦτόν ποτε ἐξ αἰῶνος,
ἢ ἴδεν, ἢ ἀπήγγειλεν ὄντως οὐδείς. ἀλλ᾿ οὐδὲ ἐν ταῖς τῶν Ἑλλήνων ἱερουργίαις καὶ
κνίσσαις τοιοῦτόν τι ἔφανεν. ἔνθεν γέγονεν προφητικῶς εἰπεῖν· Ϡὁ λαὸς ὡς ἱερεύς,Ϡ
καὶ οὐδεὶς ἦν ὁ ἱερῶν καὶ ἱερούμενος.
ἐκ τούτου οὖν συμπλεχθείσης τῆς μιαρᾶς ξυνωρίδος ὡς παρανόμου σειρᾶς, προγράμματα
κατὰ πᾶσαν ἐπαρχίαν ἐξεπέμπετο πρὸς τοὺς κατὰ χώραν ἀρχισατράπας σὺν ἐπισκόποις
τὴν βασιλεύουσαν καταλαβεῖν, πρὸς τὸ σύνοδον γενέσθαι κατὰ τῶν ἁγίων καὶ σεπτῶν
εἰκόνων. καὶ ἦν ἰδεῖν κατὰ πᾶσαν χώραν καὶ πόλιν θρῆνος ἐπὶ θρῆνον καὶ οὐαὶ ἐπὶ
οὐαὶ παρὰ τῶν εὐσεβούντων· παρὰ δὲ τῶν ἀσεβούντων, ἱερὰ πατούμενα, [p. 1113] καὶ
σκεύη μεταποιούμενα, ἐκκλησίας τε ἀνορυσσομένας, καὶ τῇ σποδιᾷ κεχρισμένας, ὡς ἱερὰς
εἰκόνας ἐχούσας. καὶ ὅπου μὲν ἦν Χριστοῦ ἢ τῆς Θεοτόκου σεπταὶ εἰκόνες καὶ τῶν ἁγίων,
ἢ πυρκαϊᾷ, ἢ ἀνορύξει, ἢ ἀναχρίσει παρεδίδοντο. εἰ δὲ ἦν δένδρα, ἢ ὄρνεα, ἢ ζῶα
ἄλογα, μάλιστα δὲ τὰ σατανικὰ ἱππηλάσια, κυνήγια, θέατρα καὶ ἱπποδρόμια ἀνιστορημένα,
ταῦτα τιμητικῶς ἐναπομένειν καὶ ἐκλαμπρύνεσθαι. ὄντως ἦν τότε ἀληθῶς εἰπεῖν· Ϡοἴ
μοι, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐκ ἔστιν.Ϡ ἐν
πέλυκι γὰρ καὶ λαξευτηρίῳ κατέρραξαν τὰς θύρας τῆς τοῦ θεοῦ ἐκκλησίας, καὶ ἐν πυρὶ
ἐνεπύρισαν τὸ ἁγίασμα αὐτοῦ. θύρα δὲ ἡ εἰκὼν λέγεται, ἥτις διανοίγει τὸν κατὰ θεὸν
κτισθέντα νοῦν ἡμῶν πρὸς τὴν ἔνδον τοῦ πρωτοτύπου καθομοίωσιν. ὥσπερ γὰρ πύλαι τινὲς
κλεῖδας καὶ σφραγῖδας ἐπιφέρουσαι, ἐκ τῶν ἔξω τὰ ἔνδον τεκμαίρονται διὰ τῆς ἀσφαλείας
τῶν σφραγίδων· οὕτως καὶ ἡ εἰκονικὴ ἀνατύπωσις, ὡς σφραγῖδας τὰς περιγραφὰς ἀναδεικνύουσα,
καὶ τὰς ἐμφάσεις ὡς κλεῖδας, διὰ τῶν ὑλικῶν τὰ νοητὰ προσαινίττεται. καὶ οὐ τῇ ὕλῃ
λατρεύομεν προσκυνοῦντες ταύτῃ, ἄπαγε, ἀλλὰ νοερῶς διὰ τῶν αἰσθητῶν ἐν τοῖς αἰτίοις
προσεφιέμεθα, ὥσπερ καὶ σταυρόν, καὶ ἱερὸν ἅγιον, καὶ λείψανον ἁγίου, καὶ πᾶν τὸ
ἐν ἐκκλησίᾳ προσκυνούμενον, ἐν τούτῳ πληροῦντες τὴν βασιλικὴν ἐκείνην φωνὴν τοῦ
οὐρανοφάντορος Βασιλείου· ὅτιπερ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει.
εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν.
ἐν τούτοις τοῖς ὀδυνηροῖς διαμερισθεῖσα ἡ τοῦ Χριστοῦ ἐκκλησία, οἱ τῆς εὐσεβείας
ἀντεχόμενοι τῶν μοναστῶν λογάδες, τῶν τῆς Εὐρώπης μερῶν, καὶ τοῦ Βυζαντίου, Θυνίας
τε καὶ Βιθυνῶν ἐπαρχίας, καὶ οἱ πρὸς τὰ τῆς Προυσιάδος μέρη σπηλοδίαιτοι καὶ ὀρεόμονες,
ὁμαδὸν ἅπαντες τὸ ὄρος τοῦ θεοφόρου Αὐξεντίου καταλαβόντες, ὡς πρὸς ὁδηγὸν καὶ σκοπέα
σωτήριον, τῷ παμμάκαρι προσῆλθον Στεφάνῳ, ἐκλιπαροῦντες αὐτὸν γενέσθαι σύμβουλον
σωτηρίας. εὗρον δὲ αὐτὸν ἀθυμίᾳ καὶ δάκρυσι περὶ τῆς νεωτεροποιοῦ αἱρέσεως συνεχόμενον,
καί φασι πρὸς αὐτόν· «εἰπέ, πάτερ, τὰ εἰκότα· κάμνει γὰρ ἡμῶν ὁ λογισμός, καὶ βεβαπτίσμεθα
τῇ ἀπορίᾳ, μή πως ὁ ἀνθρώπινος φόβος προδώσῃ τῆς ψυχῆς τὸ εὐσεβές. ἴδιον γὰρ αὐτῆς
ἐστιν τὸ φοβεῖσθαι τὸν θάνατον.» ὁ δὲ παμμάκαρ αἰσθόμενος τὸ πλῆθος καὶ ἀγελαῖον
τῶν πατέρων, καὶ τὴν ἀγγελοειδῆ ἐκείνην κατασπασάμενος πολιὰν εἶπεν· «ὦ πατέρες
τίμιοι καὶ ἀδελφοί, οὐδὲν γνώμης εὐσεβεῖν προαιρουμένης ἰσχυρότερον, καὶ οὐδὲν δυνατώτερον
ψυχῆς κακίᾳ δουλεύειν οὐ βουλομένης· ὅπερ ἐξ ἀμφοῖν πέπεισμαι πεφυλάχθαι πρὸς τὴν
ὑμετέραν πατρότητα· καὶ ἐκ τούτου μᾶλλον ὑμεῖς ἐμοῦ σύμβουλοι καὶ εὐχὴ γένοισθε.
Ϡἐξέλιπον γὰρ ἐν δάκρυσιν οἱ ὀφθαλμοί
[p. 1116] μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸςϠ τοῦ γένους μου, μετὰ Ἱερεμίου τοῦ ταῦτα
καὶ γεγραφότος καὶ δεδρακότος βοᾶν ἀναγκάζομαι. ὁρῶ γὰρ ὡμῶς καὶ πικρῶς πολιορκουμένην
τοῦ κυρίου τὴν νύμφην ὑπὸ τοῦ πονηροῦ καὶ μιαιφόνου καὶ φιλοπολέμου δαίμονος, τοῦ
τὰ συμβάντα ἐπὶ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ἐν τῇ αὐτοῦ σαρκομόρφῳ εἰκόνι συμπράξαντος,
ὃς καὶ παρ᾿ αὐτὴν τὴν δημιουργίαν, εὐθὺς τὴν ἡμετέραν κατεπολέμησεν φύσιν, καὶ τῆς
ἐν παραδείσῳ διαίτης ἡμῖν φθονήσας, τὸν θεῖον ἀθετῆσαι παρεσκεύασεν νόμον· καὶ νῦν
αὖθις τὸ τίμιον σῶμα τῆς ἐκκλησίας διαφθείρειν πειρᾶται, καὶ στασιάζειν κατ᾿ ἀλλήλων
παρασκευάζει τὰ μέλη, καὶ πόλεμον αὐτοῖς ἄσπονδον διήγειρεν καὶ ἀκήρυκτον. ἐμέρισεν
γὰρ καὶ πόδας κατ᾿ ἀλλήλων, καὶ χεῖρας, καὶ ὀφθαλμοὺς ἐκ τῆς ὀχλαγωγηθείσης αἱρέσεως.
καὶ ἔστιν ἰδεῖν θατέραν μὲν τῶν ὄψεων ἐπὶ κρημνοὺς ἄγειν φιλονεικοῦσαν, θατέραν
δὲ πρὸς τοὐναντίον ἀνθέλκουσαν, καὶ τὴν εὐθεῖαν ὑποδεικνύουσαν ὁδόν· καὶ τῶν ποδῶν,
τὸν μὲν τῷ διεστραμμένον ὁρῶντι πειθόμενον ὀφθαλμῷ καὶ ἑπόμενον· τὸν δὲ καὶ τούτῳ
μαχόμενον, καὶ τῷ κακῶς ποδηγοῦντι θαρσαλέως ἀντιλέγοντι, καὶ τῆς ὀρθῆς πορείας
οὐκ ἐκτρεπόμενον. τοιαύτην τοῖς μέλεσι τῆς ἐκκλησίας μάχην ὑφῆψεν ὁ τὰ ζιζάνια σπείρας
ἐχθρός, καὶ γάννυται καὶ χορεύει, τὴν οἰκείαν βλέπων κακοτεχνίαν ἰσχύουσαν ἐν τῷ
τυράννῳ τούτῳ βασιλεῖ, καὶ ταῖς ἡμετέραις ἐπεντρυφᾷ συμφοραῖς, καὶ συμφορεῖ πανταχόθεν
ὕλην τῇ τοῦ πολέμου φλογί, καὶ τὰς οἰκείας φάλαγγας συναγείρων, Ἑλλήνων φημὶ παῖδας
καὶ Ἰουδαίων, καὶ Σύρων, καὶ τῶν αἱρετικῶν τὰ στίφη, θέατρον ἡμῖν μέγιστον πανταχόθεν
περικαθίζει, καὶ τέρψιν αὐτοῖς καὶ ἡδονὴν ἐκ τῶν ἡμετέρων κακῶν πραγματεύεται. καὶ
ἔστιν ἰδεῖν καθ᾿ ἡμῶν ἀδολεσχοῦντας τοὺς καθημένους ἐν πύλαις καὶ εἰς ἡμᾶς ψάλλοντας
τοὺς πίνοντας οἶνον. ἐν γὰρ τοῖς συμποσίοις αὐτῶν καὶ καπηλείοις, μαστρωπικῶς καὶ
κιθαρῳδῶς τῇ τοῦ σκύμνου κελεύσει καθ᾿ ἡμῶν μελετῶσι, σκωπτικῶς οἰωνίζοντες. διὰ
τοῦτο οἱ υἱοὶ Σιὼν οἱ τίμιοι, ἐπηρμένοι ὑπὲρ χρυσίον, ἐλογίσθημεν εἰς ἀγγεῖα ὀστράκινα,
ἔργα χειρῶν κεραμέων. ἐγενήθημεν γέλως παντὶ λαῷ, ψαλμὸς αὐτῶν ἐσμεν ὅλην τὴν ἡμέραν.
ἐγνόφωσεν γὰρ ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιών, καὶ κατέρραξεν ἐξ οὐρανοῦ
εἰς γῆν δόξασμα Ἰσραήλ, καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ.
ἁμαρτίαν γὰρ ἥμαρτεν Ἱερουσαλήμ· διὰ τοῦτο εἰς σάλον ἐγένετο. διὰ τοῦτο οἱ ὀφθαλμοί
μου κατάγουσιν ὕδωρ, ὅτι ἐμακρύνθη ἀπ᾿ ἐμοῦ ὁ παρακαλῶν με· καὶ βοῶ πρὸς τὸν πατάσσοντα
καὶ ἰώμενον· ἐλέησον ἡμᾶς, κύριε, ἐλέησον ἡμᾶς· ὅτι ἐπιπολὺ ἐπλήσθημεν ἐξουδενώσεως·
ἐπιπλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. μετένεγκε τὸ ὄνειδος, καὶ δὸς αὐτὸ τοῖς εὐθηνοῦσιν
ἐν τῷ παρόντι πολεμίοις, καὶ τὴν ἐξουδένωσιν τοῖς ὑπερηφάνοις
[p. 1117] χριστιανοκατηγόροις. ἐλοιδόρησαν γὰρ τὸ ὁμώνυμόν σου ποίμνιον, εἰδωλολάτρας
ἡμᾶς ἀποκαλέσαντες, καὶ τὴν ἐκκλησίαν σου εἰδωλεῖον εἶπον. ἀλλὰ ἀνακαίνισον ἡμᾶς
ὡς ὄρθρον πρωϊνόν. πληθυνθήτω ἡ πίστις σου εἰς τὰς πρωΐας, ὅτι πολλοί εἰσιν οἱ στεναγμοὶ
ἡμῶν, καὶ ἡ καρδία ἡμῶν ἐξέλιπεν· ὅτι καθεῖλες τὸν φραγμὸν ἡμῶν, καὶ τρυγῶσιν ἡμᾶς
πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. ἐλυμήνατο ἡμᾶς ὗς ἐκ δρυμοῦ. ὁ λεοντότεκνος
οὗτος σκύμνος, καὶ ὡς μονιὸς ἄγριος κατενεμήσατο ἡμᾶς. κύριε, ὁ θεὸς τῶν δυνάμεων,
ἐπίστρεψον δὴ καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευσεν
ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ. ἀλλὰ γὰρ δακρύων καὶ ὀλοφυρόμενος
καὶ ποτνιώμενος διὰ τὴν ἐπικειμένην καὶ ποιμέσι καὶ ποίμνῃ ὁμίχλην, δι᾿ ἣν ἄδεια
καὶ λύκοις καὶ κλέπταις ἐγένετο· καὶ τοῦ θεοῦ μου δεόμενος λῦσαι τὸν ζόφον, καὶ
τὴν προτέραν ἀκτῖνα τῆς ὀρθοδοξίας καὶ τὴν νοερὰν προσκύνησιν τῶν ἁγίων καὶ σεπτῶν
εἰκόνων ἀποκαταστῆσαι· ἐπελαθόμην τῆς ὑποσχέσεως, καὶ τὸν θρῆνον ἐξέτεινα· μόλις
δὲ νῦν ἀνεμνήσθην, εὑρὼν ἐν τῇ προσευχῇ τὸν Ϡυἱὸν τοῦ ἀνθρώπου, ὃν ἐκραταίωσας ἑαυτῷ.Ϡ
καὶ τὴν ἡμετέραν σωτηρίαν ἐπραγματεύσω δι᾿ αὐτοῦ, ὁ τοῦ παντὸς ποιητής, οὗπερ οὗτοι
οἱ θρυλλολέκται πυρὶ καὶ ἀνορύξει τὴν θείαν τῆς σαρκὸς ἰδέαν παρέδοσαν. ἀλλ᾿ ἐν
πυρὶ καταναλώσαι αὐτοὺς κύριος, καὶ ἐξορυχθείη ἐκ γῆς αὐτῶν τὸ μνημόσυνον σὺν πᾶσι
τοῖς πεποιθόσιν ἐπ᾿ αὐτοῖς, ὅτι θεὸς ἐκδικήσεών ἐστιν, καὶ οὐ παρασιωπήσει τῆς αὐτοῦ
ἐκκλησίας τὴν ἅλωσιν.
ταῦτα τῷ ἱερῷ ἐκείνῳ τῶν μοναστῶν συστήματι καθομιλήσας ὁ παμμάκαρ πατὴρ ἡμῶν Στέφανος,
καὶ πάντων δακρυρροούντων καὶ στερνοτυπτούντων, ἐκ βάθους στενάξας ὁ πατὴρ εἶπεν·
Ϡτριῶν ὄντων τῶν καθ᾿ ἡμᾶς μερῶν τῶν μὴ κοινωνησάντων ταύτῃ τῇ μιαρᾷ αἱρέσει, τούτοις
προστρέχειν ὑμῖν συμβουλεύω. οὐ γὰρ ὑπολέλειπται ἄλλος τις τόπος, ὅστις ἐστὶν ὑπὸ
τὴν ἐξουσίαν τοῦ δράκοντος, μὴ πειθαρχήσας αὐτοῦ τῇ κενοφωνίᾳ.Ϡ τῶν δὲ φησάντων·
Ϡκαὶ ποῖ ἆρα ταῦτα τὰ μέρη, πάτερϠ εὐθέως αὐτός· Ϡτὰ πρὸς τὸ ἄναντες τοῦ Εὐξείνου
Πόντου, ἐπὶ τὴν τῆς Ζηκχίας ἐπαρχίαν συγκείμενα, ἀπό τε Βοσπόρου, Χερσῶνος, Νικόψεως,
καὶ τὰ πρὸς τὴν Γότθιον Κοίλην ἀπαντῶντα· εἶθ᾿ οὕτως καὶ τὰ πρὸς τὸ Παρθενικὸν συγκείμενα
πέλαγος, ἐν οἷς τε διαπλέεται ὁ νότιος κόλπος, ὡς ἐπὶ τῆς πρεσβυτέρας Ῥώμης τὸ
κάταντες, ἥ τε Νικοπολιτῶν μητρόπολις, καὶ ἡ Νεάπολις καὶ τὰ ἕως τοῦ ποταμοῦ Τιβερίου
Ῥώμης συγκείμενα, ἔσθ᾿ ὅτε καὶ τὰ κατιόντα τῆς Λυκίων ἐπαρχίας, ἀπό τε Συλέου,
Συκῆς, καὶ τὰ κατ᾿ αὐτὴν τὴν Προποντίδα πλεόμενα, ἥ τε Κυπρίων νῆσος, καὶ τὰ πρὸς
ἀντικρύ, ἕως Τριπόλεως καὶ Τύρου καὶ Ἰώπης. τί δὲ χρὴ λέγειν περὶ τῶν προέδρων τοῦ
τε Ῥώμης καὶ Ἀντιοχείας, Ἱεροσολύμων καὶ Ἀλεξανδρείας, οἵτινες οὐ μόνον ἀπεβδελύξαντο
καὶ ἀνεθεμάτισαν τὸ μυσαρὸν τῶν εἰκονοκαυστῶν δόγμα, ἀλλὰ καὶ ἐπιστολαῖς στηλιτευτικαῖς
οὐκ
[p. 1120] ἐπαύσαντο καθυβρίζοντες τὸν πρὸς τοῦτο ἐπινεύσαντα ἀσεβῆ βασιλέα, ἀποστάτην
καὶ αἱρεσιάρχην αὐτὸν ἀποκαλοῦντες ἐν οἷς καὶ ὁ τιμιώτατος καὶ σοφώτατος Ἰωάννης
ὁ Δαμασκηνὸς πρεσβύτερος, ὁ παρὰ τοῦ τυράννου τούτου Μανσοὺρ ἐπονομασθείς, παρ᾿
ἡμῖν δὲ ὅσιος καὶ θεοφόρος, οὐκ ἐπαύσατο τοῦ γράφειν αὐτῷ καὶ ἀποκαλεῖν ἐρεσχελῆ
καὶ Μάμεθ, εἰκονοκαύστην τε καὶ μισάγιον· καὶ τοὺς ὑπ᾿ αὐτὸν ἐπισκόπους, ἐπισκότους,
κοιλιοδούλους τε καὶ γαστρόφρονας. μάλιστα τοὺς ἱπποδρομικοὺς φιλάγωνας καὶ φιλοθεάμονας,
Παστιλᾶν καὶ Τρικάκαβον, Νικολαΐτην [ᾳ.λλ. Νικολιάτην, Νακολιάτην] τε καὶ τὸν φιλοδαίμονα
Ἀτζύπιον, ὡς νέους ϠὨρήβ, Ζήβ, Ζεβεέ, Σαλμανάν τε καὶ Δαθάν,Ϡ καὶ τοὺς ὑπ᾿ αὐτοὺς
ὡς Ϡτὴν συναγωγὴν ἈβειρῶνϠ ἀπεκάλεσεν.» τούτων οὕτως λεχθέντων παρὰ τοῦ παμμάκαρος
Στεφάνου, καὶ ἑτέρων ψυχωφελῶν πλειόνων, εὐχὴν θρηνώδη οἱ πατέρες ποιήσαντες, καὶ
τὸ τελευταῖον συντακτήριον τὸν ἅγιον ἀσπασάμενοι, ᾤχοντο πρὸς τοὺς τῆς φυγῆς σωστικωτάτους
τόπους, οὐχὶ τὸ μαρτύριον δειλιῶντες, ἀλλὰ τὸ τοῦ τυράννου πανοῦργον, καὶ τὸ αὐτῶν
ἀπείραστον δεδιότες. οὐ δόκιμον γὰρ τὸ ἀπείραστον· τὸ δὲ βασανισθὲν ἐν τοῖς πράγμασι
δοκιμώτερον, ὡς ἐν καμίνῳ χρυσός. καὶ ἦν ἰδεῖν αἰχμαλωτιζόμενον τὸ Βυζάντιον τοῦ
μοναχικοῦ καταλόγου καὶ τοῦ Ναζωρικοῦ σχήματος. καὶ ὃς μὲν τὸν Εὔξεινον ἀπέπλεεν
Πόντον, ὃς δὲ τὴν Κύπρον κατελάμβανεν· ἄλλος πρὸς τὴν Ῥώμην ἀπαίρειν διενοεῖτο.
Καὶ οὕτως ξενωθέντες τῶν οἰκείων φροντιστηρίων, ξένοι καὶ πάροικοι ἐγνωρίζοντο.
τοῦ δὲ τυράννου τὸν σεβάσμιον ναὸν τῆς παναχράντου Θεοτόκου τὸν ἐν Βλαχέρναις κατορύξαντος,
τὸν πρὶν κεκοσμημένον τοῖς διατοίχοις ὄντα ἀπό τε τῆς πρὸς ἡμᾶς τοῦ θεοῦ συγκαταβάσεως,
ἕως θαυμάτων παντοίων, καὶ μέχρι τῆς αὐτοῦ ἀναλήψεως, καὶ τῆς τοῦ ἁγίου πνεύματος
καθόδου διὰ εἰκονικῆς ἀναζωγραφήσεως· καὶ οὕτως τὰ τοῦ Χριστοῦ ἅπαντα μυστικὰ ἐξάραντος,
ϠὀπωροφυλάκιονϠ καὶ ὀρνεοσκοπεῖον τὴν ἐκκλησίαν ἐποίησεν. δένδρα καὶ ὄρνεα παντοῖα,
θηρία τε καὶ ἄλλα τινὰ ἐγκύκλια διὰ κισσοφύλων, γεράνων τε καὶ κορωνῶν, καὶ ταώνων
ταύτην περιμουσώσας, ἵν᾿ εἴπω, ἀληθῶς ἄκοσμον ἔδειξεν. καὶ εἰ κατηγορεῖν με τοῦτόν
τινες ὑπολαμβάνουσιν τοῦ αὐτοῦ φρονήματος, τουτονὶ τὸν ναὸν καταλαβόντες, καὶ ἀληθῆ
αὐτὰ εἶναι πιστεύσαντες, μετὰ τοῦ ἱεροψάλτου Δαβὶδ εἴπωσιν· Ϡὁ θεός, ἤλθοσαν ἔθνη
εἰς τὴν κληρονομίαν σου· ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου· ἔθεντοϠ τὴν νοητὴν ϠἸερουσαλὴμϠ
τὴν ἐκκλησίαν σου Ϡεἰς ὀπωροφυλάκιον· τὰς σάρκας τῶν ὁσίων σουϠ μαρτύρων καὶ μοναχῶν
τὰ τίμια λείψανα, Ϡτοῖς θηρίοις τῆς γῆς,Ϡ τῷ πυρὶ καὶ τῷ βυθῷ τῆς θαλάσσης. ἐν τούτῳ
οὖν τῷ πανσέπτῳ ναῷ ὁ ἀλιτήριος προκαθεσθεὶς ἅμα τῷ ὁμωνύμῳ προδότῃ τῆς τοῦ Χριστοῦ
ποίμνης, καὶ τοῖς ὑπ᾿ αὐτοῦ
[p. 1121] κοιλιοδούλοις ἐπισκόποις τὴν μυσαρὰν καὶ ἐχθρώδη τοῦ θεοῦ ἐπιτελοῦσι σύνοδον,
ἀγαλματικὰ εἴδωλα τὰς σεπτὰς εἰκόνας καλέσαντες. φρίττουσί μου τὰ ὀστᾶ, καὶ νεφροὶ
καρδίας αἰσθάνονται, ὥς φησιν ὁ Ἐλιφάζ, ᾧ συνετὸν καὶ πιστὸν ἀκροατήριον, ὅτε καὶ
μόνον εἰς μνήμην τὰ τότε πραχθέντα λάβοιμι. εἶτα Γερμανὸν τὸν θεῖον καὶ ὀρθοτόμον
τῆς ἐκκλησίας πρόεδρον οἱ ἐκ θεοῦ ἀλλοτριωθέντες ἀναθεματίσαντες, ξυλολάτρην ἀπεκάλεσαν.
ὢ τῆς τοῦ ἐχθροῦ πωρώσεως· ὢ τῆς βλασφημίας· ὢ τῆς παρατροπῆς· πῶς ἐννοήσω σου,
Χριστέ μου, τὴν τότε ἀπέραντον ἀνεξικακίαν πάμπολλα δὲ αὐτῶν βλασφημησάντων, καὶ
κατὰ τῶν ἁγίων καὶ τῆς ἀχράντου θεοτόκου αὐτῶν χωρησάντων, ὡς βοηθεῖν μετὰ θάνατον
μὴ δυναμένης· τὸ τελευταῖον καὶ πρῶτον καὶ πάντων χεῖρον, οἱ μιαροὶ ἐκεῖνοι καὶ
ἀνίεροι, οἱ τὸν ἀμπελῶνα Χριστοῦ διαφθείραντες ἄνομοι Βαβυλώνιοι, περὶ ὧν γέγραπται·
Ϡἐξῆλθεν ἀνομίαϠ ἐξ ἱερέων ϠΒαβυλώνος,Ϡ καὶ Ϡποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά
μου, καὶ ἐμίαναν τὴν μερίδα μου·Ϡ οἱ τοὺς ἄξονας τοῦ ἰδίου γεωργίου παροιμιακῶς
πλανηθέντες, καὶ συνάξαντες ταῖς χερσὶν ἀκαρπίαν, οἱ ἀναμέσον ἁγίου καὶ βεβήλου
μὴ διαστείλαντες, ἀλλὰ ἀναμέσον τοῦ θυσιαστηρίου τὸν θρῆνον καὶ τὸ οὐαὶ κατεργασάμενοι·
οὗτοι ἔνθα ὑπῆρχον ἐφεζόμενοι, ἀναστάντες ἅμα παντὶ τῷ λαῷ, τὰς χεῖράς τε πρὸς ὕψος
ἄραντες ἠλάλαξαν τὴν ἐλεεινὴν φωνήν, καὶ εἶπον· «σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι σύ,
βασιλεῦ, ἐλυτρώσω ἡμᾶς ἐκ τῶν εἰδώλων.» ὢ φωνῆς ὀδυνηρᾶς, ἥτις ἐκβομβηθεῖσα, οὐρανὸν
κατεζόφωσεν, καὶ γῆν συνέσεισεν, αἰθέρα τε ἐμίανεν, καὶ πάντας τοὺς αὐτὴν κεκραγότας
θεοῦ ἀλλοτρίους ἐποίησεν↙ καὶ γὰρ εἰ ὁ τῆς ἀσεβείας πρώταρχος οὗτος αἴτιος τῆς τῶν
εἰδώλων καθαιρέσεως, μάτην ἄρα ἡ τοῦ Χριστοῦ ἐνανθρώπησις γέγονεν, καὶ κενὴ ἡ τῶν
ἀποστόλων διδασκαλία. καὶ εἰ, ὡς ὑμεῖς φατε, αὐτός ἐστιν λυτρωτὴς τῆς κτισματολατρείας
καὶ τῆς τῶν εἰδώλων κατάρας, ὁ καὶ παρ᾿ ὑμῖν τρισκαιδέκατος ἀπόστολος ὀνομαζόμενος,
καὶ οὐχὶ Χριστός, κατὰ τὴν τοῦ θεοκήρυκος Παύλου φωνήν· μηδὲ εἰς Τριάδα βαπτίζεσθε,
ἀλλ᾿ (ἵν᾿ εἴπω τι καὶ γελοίως πρὸς τὴν ὑμῶν αὐθάδη ἀφροσύνην) εἰς Παστιλᾶν, Τρικάκαβον
καὶ Κάβαλον τοὺς αὐτοῦ καθηγητὰς καὶ ὑμῶν, ὧνπερ τριῶν ἡ ὑπέρφωτος καὶ σεβασμία
Τριάς, καὶ τὴν μνήμην καὶ τὸ δόγμα καὶ τὰ ὀνόματα ἐξηφάνισεν τῆς αὐτῆς ἐκκλησίας.
ταύτας δὲ τὰς φληναφίας ἀφέντες, καιροῦ δέοντος, ἐφορμώμεθα ἤδη καὶ βαδιούμεθα,
καὶ πρὸς τὸ προκείμενον ἐπανιέντες, τὸν παμμακάριστον Στέφανον καταλάβωμεν.
τούτων δὲ οὕτως ἐκτελεσθέντων, καὶ πάσης χειρὸς καὶ στόματος ὑπογραψάσης καὶ ὁμολογήσαντος,
τὰ κατὰ τὸν ἅγιον τοῦτον πατέρα ἡμῶν Στέφανον ὁ τύραννος μαθών, προσκαλεσάμενος
ἕνα τῶν αὑτοῦ περιδόξων μεγιστάνων λογιώτατον, καὶ πρὸς τὸ λέγειν καὶ ἀκούειν ἐπιτήδειον,
Κάλλιστον τοὔνομα, καὶ τῇ τοῦ πατρικίου ἀξίᾳ τετιμημένον, οὐ μὴν [p. 1124] ἀλλὰ
καὶ τὴν αὐτοῦ αἵρεσιν εἰς ἄκρον πεπαιδευμένον, ἀποστέλλει αὐτὸν εἰπών· «τὸν τοῦ
Αὐξεντίου βουνὸν καταλαβών, τὸν ἐκεῖσε ἐμφωλεύοντα Στέφανον τοὔνομα, καὶ τοῦτον
ἀμνημονεύτων ἐσμοῦ ὁμόσχημον, τοῦτον ὑπογράψαι ἐν τῇ συνόδῳ πεῖσον, εἰπών· Ϡτῇ πρὸς
σὲ φιλίᾳ διὰ τὸ εὐσεβές σου τοῦ βίου κινούμενοι οἱ εὐσεβεῖς καὶ ὀρθόδοξοι ἡμῶν βασιλεῖς
Κωνσταντῖνος καὶ Λέων κελεύουσι ὑπογράψαι σε πρὸς τὸν τῆς ὀρθοδόξου ἡμῶν συνόδου
ὅρον·Ϡ δοὺς αὐτῷ φοίνικας καὶ ἰσχάδας, καὶ ἄλλα τινὰ ἅπερ εἰσὶν ἐπιτήδεια εἰς τροφὴν
ἀσκητοῦ.» ᾔδει γὰρ καὶ αὐτὸς ὁ τύραννος τὴν ἐγκρατῆ καὶ θεῷ ἐγγίζουσαν τοῦ ὁσίου
διαγωγήν. ὁ δὲ παρευθὺ τὸ ὄρος καταλαβών, καὶ πρὸς τὴν κορυφὴν τοῦ βουνοῦ προσταθείς,
τῷ ἁγίῳ πατρὶ τὸ διὰ γλώσσης γραμματεῖον ἐκόμισεν, συμβουλεύων ὁ κάκιστος καὶ ὑπογράψαι
καὶ ἐπαινέσαι τῶν βασιλέων τὸν ὅρον. ὁ δὲ τίμιος οὗτος Στέφανος, ὁ τοῦ προτέρου
ἐφάμιλλος, ὡς ἐκ δεξιῶν αὐτοῦ ἀεὶ τὸν θεὸν προορώμενος, καὶ μὴ σαλευόμενος ἐν οἱᾳδηποτοῦν
αἱρετικῇ ὑπονοίᾳ, πρὸς τὸν πατρίκιον ἔφη· «πρόσσχες κυριοπατρίκιος· αἱρετικῆς ὑπολήψεως
ἐν τῷ ὅρῳ τῆς ψευδοσυλλόγου ταύτης συνόδου προτεθειμένης, Στέφανος οὔτε ὑπογράφω,
οὔτε τὸ πικρὸν γλυκὺ ἀποκαλῶ· ἵνα μὴ τὸ τοῦ προφήτου οὐαὶ ἐπισπάσωμαι· πρὸς δὲ καὶ
τὴν τῶν ἱερῶν εἰκόνων προσκύνησιν, εὐχερῶς μέλλω ἀποθνήσκειν, μηδένα λόγον ποιούμενος
τοῦ ταύτας ἀπωθεῖσθαι τολμῶντος αἱρεσιάρχου βασιλέως.» καὶ τὴν παλαιστὴν ὑπολακκίσας
τῇ τῶν δακτύλων ὀρδιναίᾳ συμπήξει οὕτως ἐδείκνυεν, λέγων· «εἰ τοσοῦτον τὸ περὶ ἐμὲ
ζωτικὸν αἷμα ἐκχυθήτω ὑπὲρ τῆς τοῦ Χριστοῦ εἰκόνος. τὰ δὲ παρ᾿ αὐτοῦ πεμφθέντα βρώματα
ἀπόστρεφε. ϠἔλαιονϠ γὰρ Ϡἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου,Ϡ καὶ ἐκ βρωμάτων
αἱρετικοῦ μὴ γλυκανθήτω ὁ φάρυγξ μου.» ταῦτα ἀκούσας ὁ ἄρχων ἐκεῖνος, παλινοστήσας,
τὰ βασίλεια κατέλαβεν, καὶ δῆλα πάντα τῷ αὐτῷ πέμψαντι πεποίηκεν. ὁ δὲ παρευθὺ βρύξας
τῷ θυμῷ, ὥσπερ λέων, καὶ βοὴν οὐ μικρὰν ἐκ τῆς ὀργίλου αὐτοῦ ἀνακαχλάσας ψυχῆς,
παρευθὺ ἀποστέλλει ἀρχισατράπας καὶ ἀσπιδοφόρους σφριγῶντας, ἅμα τῷ προπεμφθέντι
πατρικίῳ Καλλίστῳ τὸ ὄρος καταλαβεῖν, καὶ τὸν ἅγιον τῆς κέλλης ὀργίλως ἐξάραντας,
ἐν τῷ κάτω μοναστηρίῳ παραφυλάξαι παρεκελεύσατο, ἕως ἂν σκέψηται περὶ αὐτοῦ. οἱ
δὲ τὸ ὄρος καταλαβόντες, καὶ τὸ μοναστήριον πεφθακότες, ὡς θῆρες ἁλλόμενοι, λὰξ
κατὰ τῶν θυρῶν προσέκρουον, καὶ τῷ ἁγίῳ σπηλαίῳ φονίως εἰσπηδήσαντες, ἐκφέρουσι
τὸν ἅγιον, ὡς ἐκ παστοῦ τινος πνευματικοῦ σύροντες ἔξω. ἐκ τῆς γὰρ ἄγαν ἐγκρατείας
καὶ τῆς στενωτάτης οἰκήσεως τῶν κνημῶν αὐτοῦ τοῖς μηροῖς προσκολληθέντων, στήκειν
ἢ κινεῖσθαι οὐκ ἠδύνατο. τῶν δὲ ἀσπιδοφόρων ἐκείνων ἀνδρῶν τὸ τοῦ πατρὸς θαυμαστὸν
ἑωρακότων, καὶ πολλὴν συμπάθειαν
[p. 1125] ἐνδειξαμένων ἐπὶ τῷ ἁγίῳ, διὰ τὸ τῆς ὁράσεως ἔκπληκτον, δύο συζεύξαντες
καὶ τοῖς ὤμοις αὐτῶν τὰς χεῖρας τοῦ ὁσίου ἐπιθέντες, καὶ ταῖς χερσὶν αὐτῶν τὰ γόνατα
οὕτω διαναπαύοντες, τὸ κοιμητήριον τοῦ ἁγίου Αὐξεντίου κατέλαβον, ἐν ᾧ τὸν ἅγιον
ἐγκλείσαντες σὺν τῇ συνούσῃ αὐτῷ θεοστηρίκτῳ τῶν μοναχῶν συνοδίᾳ, περιέμενον αὐτοὶ
πρὸ τῶν θυρῶν ἐφεζόμενοι τὴν τοῦ βασιλέως ἀπόφασιν. ὁ δὲ παμμάκαρ οὐκ ἐπαύσατο,
καὶ ἔσω ὢν μετὰ τῆς αὐτοῦ συνοδίας, ἀριδήλως ψάλλων· Ϡτὴν ἄχραντον εἰκόνα σου προσκυνοῦμεν,
ἀγαθέ,Ϡ καὶ τὰ ἑξῆς· καὶ μετὰ τοῦτο καὶ τό, Ϡδόξα· τοῖς τῶν ἐμῶν λογισμῶν λῃσταῖς
περιπεσὼν ἐσυλήθην ὁ τάλας τὸν νοῦν,Ϡ καὶ τὰ ἑξῆς τοῦ ἔπους. οἱ δὲ πρὸ τῶν θυρῶν
φύλακες, τοῦτο παρ᾿ αὐτοῖς ψαλλόμενον ἀκούοντες, τὰς κάρας ἐπισαλεύοντες, ἀλλήλους
ἐταλάνιζον λέγοντες· «οὐαὶ ἡμῖν ὅτι παρὰ ἀνθρώπων μοναχῶν, μηδὲν ἠδικηκότων καὶ
κακουχουμένων, εἰκότως λῃσταὶ κηρυσσόμεθα.» ἓξ δὲ παρελθουσῶν ἡμερῶν, ἄσιτοι διέμειναν
οἱ περὶ τὸν ἅγιον ἐγκεκλεισμένοι. καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ ἐκ τοῦ τυράννου βασιλέως ἕτερός
τις ἄρχων παρεγένετο, τὸν ἅγιον ἐν τῷ οἰκείῳ φροντιστηρίῳ ἀποκαταστήσων, πολέμου
πρὸς Σκύθας παρακειμένου.
ὁ δὲ κάκιστος ἐκεῖνος παρωνύμως Κάλλιστος ἕνα τῶν μαθητῶν τοῦ ὁσίου κατ᾿ ἰδίαν προσλαβόμενος,
χρυσίον τε αὐτῷ δούς, καὶ ἕτερον δοῦναι ἐπαγγειλάμενος, πείθει τὸν ἐλεεινὸν ἐκεῖνον
δεύτερον Ἰούδαν γενέσθαι, καὶ κατὰ τοῦ διδασκάλου ὁπλισθῆναι. Σέργιος δὲ ὄνομα τούτῳ
τῷ μαθητῇ. τὸ δὲ στρατόπεδον ἐκεῖνο εὐχὴν παρὰ τοῦ ἁγίου αἰτῆσαν, τὴν βασιλεύουσαν
κατέλαβεν, καὶ σὺν τῷ βασιλεῖ κατὰ τῶν Σκυθῶν ἐπὶ τὴν Εὐρώπην ἐφουσάτευσεν. ὁ δὲ
τῆς ἀνομίας ἐκεῖνος υἱὸς Σέργιος, ὁ δεύτερος Ἰσκαριώτης, καὶ τῆς ἀγχόνης κληρονόμος,
παντάπασιν διὰ τοῦ δολίου χρυσίου ἐνδυθεὶς τὸν Σατανᾶν, ἐκ τότε οὐκ ἐπαύσατο λαθροπορῶν
καὶ κρυφιογνωμῶν κατὰ τοῦ σεβασμίου πατρός. ὡς δὲ εἶδεν ἑαυτὸν ἀσθενοῦντα πρὸς τὸ
ἑαυτοῦ ἐφετόν, τῆς ἱερᾶς ἐκείνης μάνδρας ἑαυτὸν χωρίσας, καὶ πρὸς τὸν ἀρχιτελωνοῦντα
κόλπου τῆς Νικομηδείας φορολόγον εἰσδραμών, Αὐλικάλαμον τὸ ἐπίκλην, συγγνώμονα τοῦτον
λαμβάνει καὶ κοινωνὸν τῆς αὐτοῦ ἀπωλείας, καὶ τόμον συγγράψαντες ἐν ἐπιπλάστοις
λοιδορίαις κατὰ τοῦ ὁσίου Στεφάνου ἐνέθηκαν οὕτως· «ὡς ὅτι πρῶτον καὶ ἐξαίρετον
ἀναθεματίζει σου τὴν μνήμην ὡς αἱρετικοῦ· συρογενῆ τε καὶ Βιτάλην σε ἀποκαλεῖ· καὶ
βόθρους κατὰ σοῦ ὀρύσσει ἐν τῷ ὄρει καθήμενος.» καὶ ἄλλα τινὰ πάμπολλα αὐτὸν λοιδορήσαντες,
ὧν μνησθῆναι οὐκ ἔστιν ἄξιον, ἢ γραφῇ παραδοῦναι. καὶ ὅτι, φησίν, γυναῖκά τινα πλανήσας
τῶν εὐγενῶν, ταύτην ἀπέκειρεν καὶ πρὸς τὸ κάτω ἔχει μοναστήριον, καὶ κατὰ νύκτα
πρὸς αὐτὸν ἐν τῷ βουνῷ ἀνέρχεται ἐμπαθοῦς καὶ ἐφαμάρτου ἕνεκα ἐπιμιξίας· αὕτη δέ
ἐστιν, ὦ πιστότατοι
[p. 1128] ἀκροαταί, ἡ προμνημονευθεῖσα ἐν τοῖς ἔμπροσθεν, ἥτις καὶ πάντα τὰ αὑτῆς
καλῶς διοικήσασα, θυγάτηρ πνευματικὴ διὰ τοῦ ἁγίου σχήματος τῷ ἁγίῳ ἐχρημάτισεν.
ἧς τὴν οἰκέτιδα ἀποπλανήσαντες, συνταξάμενοι ταύτην ἐλευθεροῦν, καί τινι τῶν τοῦ
παλατίου ζευγνύειν αὐτήν, οὕτως διδάσκουσι ταύτην κατὰ τῆς δεσποίνης εἰπεῖν καὶ
τοῦ ἁγίου, ἅπερ ἐβούλοντο. τοιοῦτον δολερὸν τὸ ψευδεπίγραφον γραμματεῖον συστησαμένη
ἡ τοῦ διαβόλου ξυνωρίς, διὰ ταχυδρόμου ἐν Σκύθαις πρὸς τὰς τοῦ βασιλέως ἀπέθεντο
χεῖρας. ὅστις δὴ ἀναγνοὺς καὶ καταγνοὺς παρανόμως, ὡς εὐθέτου δραξάμενος καιροῦ,
ἀπρὶξ βερίδας ἀποστείλας πρὸς τὸν ἀντ᾿ αὐτοῦ τὴν πόλιν κρατοῦντα, Ἄνθην τοὔνομα,
καὶ τῇ τοῦ πατρικίου ἀξίᾳ καταλεγόμενον, κελεύει τούτῳ διὰ γραμμάτων περιεχόντων
τάδε· «ὡς πρὸς τὰς ἡμῶν διαταγὰς εὐγνωμόνως διακείμενόν σε, δι᾿ αὐτῶν τῶν πραγμάτων
πολλαχῶς πληροφορηθέντες, τούτου ἕνεκα καὶ τὴν ἐκ προσώπου ἡμῶν ἀξίαν σοι πεπιστεύκαμεν.
ἀστέρων γὰρ δίκην τοὺς ὀφθαλμοὺς ἀῢπνους διατηρεῖς πρὸς τὴν ἡμῶν ἀνάπαυσιν· καὶ
εἰκότως, ὡς φίλος πιστὸς καὶ οἰκέτης εὐγνώμων. ἐνθένδε ὡς ἀμφοτέρωθεν ὄντα σε δεξιὸν
πρὸς ἡμᾶς κελεύομεν, τάχιστα τὸ μοναστήριόν σε καταλαβεῖν τὸ πρὸς πόδα τοῦ Αὐξεντίου
βουνοῦ, ἔνθα πόρναι κατοικοῦσιν γυναῖκες εὐσεβεῖν ὑποκρινόμεναι, τοῦ τῶν ἀμνημονεύτων
καταλόγου. μίαν δὲ ἐξ αὐτῶν ὀνόματι Ἄνναν ἀφαρπάσας, καὶ διὰ τῶν αὐτῶν βερίδων ἡμῖν
ἀποστείλας, τάχιον τῷ φουσσάτῳ παράστησον. ἔρρωσο.» ὁ δὲ τοῦ παρανόμου βασιλέως
παρανομώτερος οἰκέτης, μηδὲ τελείως τὰ γράμματα ἀναγνούς, παρευθὺ σὺν πλήθει στρατιωτῶν,
βαρβαρικῶς τὸ μοναστήριον καταλαμβάνει.
εὗρεν δὲ τὰς ἱερὰς ἐκείνας γυναῖκας τῆς τρίτης ὥρας τὴν δοξολογίαν τῷ θεῷ ἐπιτελούσας.
καὶ τῇ ἐκκλησίᾳ, ὡς ἵπποι θηλυμανεῖς, εἰσπηδήσαντες, φοβοῦσι τὰς τοῦ Χριστοῦ παρθένους,
τὰς σπάθας γυμνοῦντες λῃστρικῶς, καὶ τῷ ἀέρι καταγλαϊστικῶς περιστρέφοντες. θρύλλου
δὲ γεγονότος, καὶ τῆς ὑμνῳδίας κατασιγασθείσης, ἦν ἰδεῖν τὰς τοῦ θεοῦ γυναῖκας ὀλοφυρομένας.
καὶ ἡ μὲν ἔσω τῆς ἱερᾶς κιγκλίδος ἐν τῷ θυσιαστηρίῳ προσέφυγεν· ἄλλη τὸ ἱερὸν πέπλον
ἀντανακλῶσα, ὑποκάτω τῆς ἁγίας τραπέζης ἐκρύπτετο· ἑτέρα πρὸς τὸ ὄρος ἀπάρασα, δρομαίως
ἔφευγε τῶν ἀσεβῶν τὰς χεῖρας. ταύτην τὴν μιαρὰν ἔφοδον γνοῦσα ἡ τιμία γραῦς καὶ
τῆς μονῆς προεστῶσα (ἐν κελλίῳ γὰρ ἡσύχαζεν), ἔξεισι πρὸς αὐτοὺς ἀτρέμα τῇ ψυχῇ,
καί φησιν· «ὦ Χριστιανοί, εἰ πρὸς θεὸν ἐλπίδας ἔχοιτε, τί τὰ τῶν ἀθέων βαρβάρων
εἰσπράττεσθε τρόπαια» οἱ δὲ τὸ παρρησιαστικὸν τῆς ἱερᾶς ἐκείνης ἐκπλαγέντες, καὶ
ὅτι αὐτή ἐστιν ἡ προεστῶσα μαθόντες, μεταβαλόντες τὸ θηριῶδες, ἠρέμα
ἀπεκρίναντο·
«Ἄνναν ἡμῖν παράσχου, τὴν τοῦ Στεφάνου φίλην· ὅτιπερ ὁ βασιλεὺς ἐν τῷ φουσσάτῳ χρείαν
αὐτῆς ἔχει.» ἡ δὲ ἐξ ὀνόματος ταύτην προσκαλεσαμένη, καὶ σὺν αὐτῇ ἑτέραν ὀνόματι
Θεοφανῶ, λέγει πρὸς αὐτάς· «πορεύεσθε, τέκνα τίμια, πρὸς τὸν βασιλέα, καὶ
[p. 1130] ἐμφρόνως πρὸς αὐτὸν τὰς πεύσεις ἀπόδοτε, μή πως συλαγωγήσῃ ὑμᾶς. ἄπιτε
ἐν εἰρήνῃ, ἄπιτε, καὶ κύριος ἔστω μεθ᾿ ὑμῶν.» αἱ δὲ τίμιαι ἐκεῖναι γυναῖκες, τὰς
ἐπωμίδας ἀράμεναι, καὶ τὴν συνήθη μετάνοιαν βαλοῦσαι, καὶ παράθεσιν ἐκ τῆς τιμίας
ἐκείνης ἡγουμένης εἰληφυῖαι, τῆς μονῆς ἀπάρασαι, πρὸς τὸν βασιλέα ἐν τῷ φουσσάτῳ
συρόμεναι ἀπηνέχθησαν. ὦ εὐεπήκοος προαίρεσις ὑποτακτριῶν, καὶ ὦ πιστῆς μητρὸς εὐχὴ
καθαρωτάτη↙
αὐτῶν δὲ ἑν τῷ φουσσάτῳ ἀπαχθεισῶν, καὶ δῆλα τὰ κατ᾿ αὐτῶν τῷ βασιλεῖ γεγονότων,
κελεύει αὐτὰς ἀπ᾿ ἀλλήλων χωρισθῆναι. καὶ προσκαλεσάμενος τὴν ἐπιζητουμένην τοῦ
ἁγίου Στεφάνου πνευματικὴν θυγατέρα, φησὶ πρὸς αὐτήν· «πέπεισμαι ὡς ἀληθῆ εἶναι
τὰ περὶ σοῦ πρὸς ἡμᾶς ῥηθέντα. καὶ γὰρ οἶδα τὸ εὐάλωτον τοῦ γυναικείου φρονήματος.
λέγε δέ μοι σύ, πῶς σε πέπεικεν, οὗτος ὁ γόης, τὴν τῶν γονέων καταλεῖψαι περιφάνειαν,
καὶ τῷ ἐσκοτισμένῳ τούτῳ σχήματι προσελθεῖν, ἢ πάντως, ὡς ἤκουσταί μοι, πορνεύειν
μετὰ σοῦ βουλόμενος ὁποῖον δὲ τούτου ἄρα τὸ κάλλος σε ἀπατῆσαν» ἡ δὲ τιμία ἐκείνη
γυνὴ τούτων τῶν ἀσχημόνων ῥημάτων ἀκουτισθεῖσα, ὡς ἀληθῶς δευτέρα σώφρων Σωσάννα,
τὴν γυναικείαν ἀσθένειαν ἐκλαθομένη, ἐχεφρόνως πρὸς αὐτὸν ἀπεκρίνατο· «βασιλεῦ,
σώματί σοι πρόκειμαι, τιμώρει, σφάττε, ποίει ὃ θέλεις καὶ βούλει εἰς ἐμέ· ἐξ Ἄννης
γὰρ ἄλλο οὐκ ἀκούεις, εἰ μὴ τὸ ἀληθές. καὶ γὰρ οὐκ οἶδα τὸν ἄνθρωπον, ὡς σὺ λέγεις,
ὡς δὲ ἐγὼ ἐπίσταμαι, ἔνθεν ἐρῶ· ἅγιον αὐτὸν οἶδα καὶ δίκαιον, καὶ διδάσκαλον ψυχωφελῆ,
καὶ τῆς ἐμῆς σωτηρίας ὁδηγόν.» ὁ δὲ τύραννος ἐννεὸς γεγονὼς ἐπὶ τῇ τῆς γυναικὸς
παρρησίᾳ, τὸ ἀκροδάκτυλόν τε τῆς μιᾶς χειρὸς ἐνδακών, καὶ ἑτέρᾳ χειρὶ αἰθερίως περιγυρήσας
καὶ συριεὶς καὶ σύνοφρυς καθεσθείς, μεμένηκεν ἀχανής. εἴθιστο γὰρ ὁ τοιόσδε τρόπος
τῷ μιαρῷ τούτῳ βασιλεῖ ἑκάστοτε· εἶτα κελεύει αὐτὴν παραφυλαχθῆναι, τὴν δὲ σὺν αὐτῇ
ἀδελφήν, καὶ μὴ βουλομένην, τῇ οἰκείᾳ ἀποκατασταθῆναι μονῇ. ἡ δὲ τὸ ἴδιον μοναστήριον
καταλαβοῦσα, ἅπαντα δῆλα ἐποίησεν τὰ πραχθέντα πρός τε τὴν ἱερὰν ἡγουμένην καὶ τὰς
ἀδελφάς. οὐ μὴν ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν θεσπέσιον πατέρα ἡμῶν Στέφανον ἐν τῷ βουνῷ
ἀνελθοῦσα, ὑπὲρ αὐτῆς εὔχεσθαι παρεκάλει τὸν ἅγιον· μάλιστα δὲ ὅτι καὶ αὐτοῦ ἕνεκα
ἦν αὐτῆς ἡ πάλη.
ὁ δὲ βασιλεὺς συστολὴν τοῦ φουσσάτου ποιησάμενος, καὶ τὴν βασιλεύουσαν
καταλαβών, κελεύει τὴν τοῦ ἁγίου πνευματικὴν θυγατέρα ἐν τῇ πανζόφῳ εἱρκτῇ τῆς
Φιάλης φυλαχθῆναι ἐν χειροπέδαις, τῇ ἑξῆς βουληθεὶς ποιῆσαι αὐτῆς τὴν ἐρώτησιν.
διά τινος δὲ εὐνούχου ὃν ἡ τάξις κουβικουλάριον οἶδεν καλεῖν περὶ τὰς ἑσπερίου
ὥρας ταύτῃ ταῦτα δηλοῖ·
[p. 1132] «φεῖσαι, γύναι, σαυτῆς, καὶ ζῆσον καλῶς μετὰ τῆς βασιλίσσης, ἀποθεμένη
τὸ τῆς σκοτίας αὐτὸ ἔνδυμα, καὶ τὸ ἀληθὲς κατὰ Στεφάνου αὔριον εἰπὲ ἐπὶ παντὸς τοῦ
λαοῦ. ἰδοὺ γὰρ καὶ ἡ οἰκέτις σου ἀπελέγχει τὸ ἀληθές. εἰ δὲ μὴ βουληθῇς τοῦτο πρᾶξαι,
ἀλλ᾿ ἐμμένεις τῇ λιθογνώμονί σου ἀπειθείᾳ διαψευδομένη, πρὸ τῶν ὀφθαλμῶν σου τὰς
σάρκας σου μεληδὸν παραθήσομαι· εἰ δὲ πάλιν τὸ ἐμοὶ ἐφετὸν ἐπιδείξειας, καὶ ὁμολογήσεις
τὰς τούτου μοιχείας καὶ πορνείας, πολλῶν τιμῶν καὶ δωρεῶν παρ᾿ ἐμοῦ ἀξιωθήσῃ.» ἡ
δὲ τιμία γυνὴ τούτων ἀκούσασα, καὶ ἐκ βάθους καρδίας ὀδυνηρῶς οἰμώξασα, καὶ τὴν
κεφαλὴν κατασείσασα, εἶπεν πρὸς αὐτόν· «ἄπιθι ἀπ᾿ ἐμοῦ, ἄνθρωπε, ἄπιθι· τὸ θέλημα
τοῦ κυρίου γενέσθω.»
ὁ δὲ βασιλεὺς ἕωθεν πλῆθος λαοῦ πρὸ τοῦ ἄστεος τῆς Φιάλης ἐκκλησιάσας, ὡς νομίζων
πείθειν αὐτήν, μέσον πάντων αὐτὴν γυμνὴν παραστῆναι παρεκελεύσατο. πλῆθος δὲ βουνεύρων
πρὸ τῶν ὀφθαλμῶν αὐτῆς προθείς, εἶπεν· «ταῦτα πάντα τοῖς νώτοις σου καὶ τῇ κοιλίᾳ
ἀναλώσω, εἰ μὴ τὰς εἰς σὲ τοῦ Στεφάνου μυσαρὰς πορνείας εἰς τοὐμφανὲς ἐνέγκῃς.»
τῆς δὲ τιμίας γυναικὸς μηδὲν ἀποκρινομένης, ταύτην ἐμβριμησάμενος ὁ τύραννος, καὶ
μοιχαλίδα ἀποκαλέσας, μαστίζεσθαι ταύτην προσέταξεν. παρευθὺ δὲ ἄνδρες ὀκτὼ γενναίοι
τῶν ἀμφοτέρων αὐτῆς ἐπιλαβόμενοι χειρῶν, καὶ σταυροειδῶς ταύτην εἰς τὸν ἀέρα ἁπλώσαντες,
εἷς κατὰ τῆς γαστρός, καὶ εἷς κατὰ τοῦ νώτου, ταύτην ἔτυπτον ἀφειδῶς, μηδὲν αὐτῆς
ἄλλο λεγούσης, ἢ ὅτι «οὐκ οἶδα τὸν ἄνθρωπον, ὡς σὺ λέγεις,» καὶ τό, «Κύριε ἐλέησον.»
ἔστησεν δὲ ὁ τύραννος κατ᾿ ὄψιν αὐτῆς καὶ τὴν δολίαν αὐτῆς δουλίδα ἐκείνην, ἐλέγχειν
αὐτὴν μέσον πάντων, καθὼς αὐτὸς ταύτην ἐδίδαξεν· ἥτις καὶ ἐξήλεγχεν ἐξομνυμένη,
χεῖρας κατὰ τῆς κυρίας ἐπαίρουσα, καὶ πτυέλῳ τῆς δεσποίνης τὸ πρόσωπον καταβρέχουσα.
λοιπὸν οὖν καὶ τῶν συμμυστῶν τῆς ἀσεβείας πρὸς τὰς ἀκοὰς αὐτῆς ἐνηχούντων εἰπεῖν
τὸ τοῦ βασιλέως θυμηρέστατον, καὶ ζῆσαι, αὐτὴ ὁμοίως τῇ προτέρᾳ φωνῇ ἀπεκρίνατο.
ὡς δὲ εἶδεν ὁ τύραννος ἤδη αὐτὴν ἄφωνον ἐκ τοῦ ἀνηλεοῦς δαρμοῦ γεγονυῖαν καὶ δόξας
αὐτὴν τεθνάναι, ἀναστὰς πρὸς τὸ παλάτιον εἰσέδυ κατῃσχυμμένος, προστάξας αὐτὴν ἐν
ἑνὶ τῶν τοῦ Βυζαντίου μοναστηρίων ῥιφῆναι ἀνεπιμέλητον· αὐτὸς δὲ οὐκ ἐπαύετο μηχανώμενος
τὸ ὅπως τὸν ἅγιον πάντως ἀποκτενεῖ.
καὶ τῇ ἑξῆς προσκαλεσάμενος ἕνα τῶν αὐτοῦ σφριγώντων νεωτέρων, ὃν καὶ πολλὰ ἀγαπᾷν
ἐξώμνυτο, Γεώργιον τοὔνομα, τὸ ἐπίκλην Συγκλητοῦν, λέγει αὐτῷ κατ᾿ ἰδίαν (ὡς αὐτὸς
μεθ᾿ ὅρκων ἐν τῷ θανάτῳ αὐτοῦ ἐξήγγειλεν τοῖς ἐμοὶ ἀπαγγείλασιν)· «πόσος ἆρα, Γεώργιε,
ὁ πρὸς ἐμέ σου πόθος» ὁ δέ φησιν· «ἀπέραντος, δέσποτα, καὶ εἰκασμῷ οὐχ ὑποβαλλόμενος.»
πάλιν πρὸς αὐτὸν ὁ βασιλεύς· «καὶ εὐχερῶς ἔχεις ὑπὲρ τῆς ἐμῆς ἀγάπης ἀποθνήσκειν»
ὁ δὲ πρὸς γῆν νενευκώς, καὶ τὰ χεῖρε τοῖς στέρνοις αὐτοῦ ἐνδήσας, ἐξώμνυτο μετὰ
πάσης προθυμίας ὑπὲρ αὐτοῦ ἀποθνήσκειν. καὶ ὁ βασιλεὺς τοῦτον ἀσπασάμενος ἔφη· «ἴδε
καὶ νέος Ἰσαάκ·» καὶ
[p. 1133] λέγει αὐτῷ· «οὐ θανεῖν ὑπὲρ ἐμοῦ σε παρακαλῶ, οὐδὲ μέλους ἑνὸς καὶ μόνον
ἀφαιρεθῆναι. μόνον δὲ τοῦτό σοι ἀντιβολῶ, ὡς πατήρ, ἵνα τὸν τοῦ Αὐξεντίου βουνὸν
καταλαβών, πείσειας τὸν ἐκεῖσε ἐμφωλεύοντα ἀμνημόνευτον, τοῦ ὅπως συναρίθμιόν σε
τῶν ὑπ᾿ αὐτοῦ καταστήσειεν καὶ σύσχημον· καὶ εἰ τούτου ἐπιτύχοις, τάχιστα πρὸς ἡμᾶς
ἐπίστρεψον.» ὁ δὲ τῆς ἀνομίας υἱὸς καὶ ὑπουργός, μετὰ χαρᾶς τὸν λόγον δεξάμενος,
καὶ πάμπολλα διδαχθεὶς πανουργίας τρόπαια, ἔσπευδεν πρὸς βρῶμα τοῦ δράκοντος, καὶ
ἄνεισιν ἐπὶ τὸ ὄρος, καὶ ἐν ἀλσώδει ἐρημικῶν φρυγάνων τόπῳ κατακρυφθείς, περὶ τὰς
μεσονυκτίους ὥρας τῆς λόχμης ἐκείνης ἐξελθών, τὸ μοναστήριον κατέλαβεν. καὶ πρὸς
τὰ πρόθυρα στάς, τοιάσδε γοερὰς ἐκίνει φωνάς· «ἐλεήσατέ με, οἱ ἐν τῷδε τῷ τόπῳ οἰκοῦντες
Χριστιανοί, ἵνα μὴ θηριόβρωτος γένωμαι, ἢ τῷ κρημνῷ παραπεμφθῶ. πεπλάνημαι γὰρ τὴν
ὁδόν·» καὶ ἄλλα τινὰ εὐκταῖα ῥήματα ῥηγνύων καὶ διαβολικῶς θρηνῶν. ὁ δὲ παμμάκαρ
πατὴρ ἡμῶν Στέφανος τῆς φωνῆς ἀκουτισθεὶς τὸ θρηνῶδες καὶ γοερόν, τὸν προμνημονευθέντα
θεοστήρικτον Μαρῖνον φωνήσας, εἰσαγαγεῖν τὸν θρηνοῦντα πρὸς αὐτὸν παρεκελεύσατο.
τοῦ δὲ εἰσελθόντος, καὶ μετάνοιαν βαλόντος πρὸς γῆν, καὶ τὸ, Ϡεὐλόγησον,Ϡ εἰρηκότος,
Ϡπάτερ,Ϡ τοῦτον ὁ ἅγιος εὐλογήσας ἀνέστησεν. κατανοήσας δὲ αὐτὸν ἀπό τε τῶν ἀμφίων
καὶ τοῦ προσώπου, οὐ μὴν ἀλλὰ καὶ τῆς γενειάδος· ἐσεσίμωτο γὰρ εἴσω τῆς τοῦ προσώπου
δορᾶς, κατὰ τὴν αὐτοῦ τοῦ τυράννου διαταγήν. τοῦ γὰρ θεοῦ τῷ Μωϋσεῖ παρακελευσαμένου
λαλῆσαι παντὶ τῷ λαῷ, ὅτιπερ Ϡοὐ τίλλετε ὑμῶν τοὺς πώγωνας τῆς γενειάδος, ὅπως μὴ
ποιήσητε ἑαυτοῖς σισόην,Ϡ οὗτος τῇ τοῦ θεοῦ κελεύσει καὶ τῷ Μωϋσεῖ ἀντιτασσόμενος,
ὁ νέος Ἰαβουσαῖος καὶ Ἀμαληκίτης, τὸ ἐναντίον ἐξέθετο ἀπό τε γηραιοῦ καὶ πολιᾶς
ἐσχάτης ἕως πρεσβύτου καὶ νεωτέρου μέχρι τῆς δορᾶς τῆς ὄψεως τὴν σίμωσιν ποιεῖσθαι
τῆς γενειάδος, πρὸς τὸ γενειάζειν αὐτούς, καὶ σφριγᾷν πάντοτε ὡς ἵππους θηλυμανεῖς·
ἀλλὰ καὶ ἕως τοῦ νῦν τινὲς ἐξ ἡμῶν οὐχ ἡμέτεροι, σχήματι γάρ, καὶ οὐ τρόπῳ, τῇ αὐλῇ
ἡμῶν ἐπιβαίνουσιν. οὗτοι δὲ περὶ ἑβδομηκοστόν που ἐλάσαντες χρόνον, πλεῖον ἢ ἔλασσον,
τὸ αὐτὸ τῆς γενειάδος ἐπιτηδεύουσιν, οὓς διορθώσοιτο κύριος καὶ ἀφαρπάσῃ τῆς τε
γνώμης καὶ μνήμης καὶ πίστεως τοῦ τυράννου ἐκείνου, καὶ τῇ ἀληθείᾳ πιστώσηται, πρὶν
ἢ σὺν τῷ τοῦ σώματος ἄμφω καὶ ψυχῆς ὑποστῶσι θάνατον. ὁ δὲ παμμάκαρ πατὴρ ἡμῶν Στέφανος,
εἰ καὶ μικρὸν παρεξῆλθον, τῇ βίᾳ ἀναγκασθείς, τὸν νεώτερον Γεώργιον ἐν τοιούτῳ ἰδὼν
σχήματι εἶπεν· «ὄντως σύ, ἀδελφέ, οὐκ εἶ τοῦ βασιλικοῦ παλατίου» ὁ δὲ πρὸς αὐτόν,
«ναί,» φησίν, «πάτερ.» ἀλλὰ τῇ παρανομίᾳ τοῦ δυσσεβῶς κρατοῦντος βασιλέως ἰουδαῒσαμεν
πάντες, καὶ πρὸς ψυχικὸν κίνδυνον ἀπεκλίναμεν. μόλις δέ ποτε ἀνανήψας ἔγωγε ἐκ σοῦ
τοιούτου κακίστου
[p. 1136] τρόπου, ἰδοὺ θεόθεν ὁδηγούμενος, τὰ τῇδε κατέλαβον· καὶ νῦν, τίμιε πάτερ,
μὴ ἐξοστρακισθῶ τῆς ψυχοσώστου σου συνοδίας· ἀλλὰ τύχοιμι τοῦ ἀγγελικοῦ σχήματος.»
ὁ δὲ τίμιος Στέφανος πρὸς αὐτόν· «οὐ δύναμαι τοῦτο ποιῆσαι διὰ τὸν ἐπηρτημένον κίνδυνον
τοῦ τυράννου, μή πως μαθὼν ἐξανδραποδίσῃ σου τὴν ψυχὴν τῆς σωτηρίας, καὶ ταῖς ἀρχαίαις
περιεμπλέξῃ πάγαις.» ὁ δὲ πάλιν ἔπιπτε καὶ ᾐτεῖτο λέγων· «λόγον ὑπὲρ ἐμοῦ ἀποδώσεις
τῷ θεῷ, ἐὰν ὑπέρθῃ τοῦ ἀποκεῖραί με.» ὁ δὲ ἅγιος πάλιν πρὸς αὐτόν· «εἰ ἦν ἀκίνδυνον,
ἐπλήρωσα ἂν τὴν εὐαγγελικὴν φωνήν, ὅτι Ϡτὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω.Ϡ
ἐπείπερ δέ, ὡς ἔφης, ἐξ ὅλης καρδίας προσέρχῃ, τοῦτο πληρῶ. βλέπε δὲ μόνον, μή σε
καταλάβῃ πειρασμός.» καὶ ταῦτα εἰπών, ἀποδύει αὐτὸν τὴν κοσμικὴν ἐσθῆτα, καὶ βάλλει
αὐτὸν τῆς ὑποταγῆς τὸ ἔνδυμα· καὶ ἐποίησεν οὕτως ἡμέρας τρεῖς.
ὁ δὲ τύραννος τὸν λαὸν συναθροίσας ἐν τῷ θεάτρῳ τοῦ ἱπποδρομίου, πρὸς τοὺς ἀναβαθμούς,
ἔνθα ἐπιλέγεται τὰ τοῦ Ῥουσίου, αὐτὸς ὕπερθεν στὰς ἐξεβόησεν τάδε· «οὐκ ἔστιν μοι
ζωῆς μέρος μετὰ τοῦ θεοστυγοῦς τῶν ἀμνημονεύτων ἐσμοῦ.» τοῦ δὲ λαοῦ ὀλολύξαντος
καὶ θορυβεῖν ἐπιχειροῦντος, ὅτιπερ «οὐδὲ ἴχνος αὐτῶν τοῦ σχήματος πέφανται ἐν τῇ
πόλει σου, δέσποτα·» ὀργίλως αὐτὸς ἐξεβόησεν· «οὐκέτι ὑποφέροιμι τὰς αὐτῶν ἐπιβουλάς.
πάντας γὰρ τοὺς ὑπ᾿ ἐμὲ ὑπέσυραν, καὶ τῇ σκοτίᾳ παρέδωκαν, καὶ μὴ ἀρκεσθέντες ἰδοὺ
καὶ τὸν προσφιλῆ μου τῆς ψυχῆς, Γεώργιόν φημι τὸν Συγκλητοῦν, ἐκ τοῦ μηροῦ μου ἀφαρπάσαντες,
ἀββᾶν πεποιήκασιν. ὦ βία ἀπὸ τῆς τούτων ἐπιβουλῆς· ἀλλ᾿ οὖν ῥίψωμεν ἐπὶ κύριον
τὴν μέριμναν ἡμῶν, καὶ αὐτὸς φανερώσει αὐτὸν ἐν τάχει, μόνον εὐχὴν ποιησώμεθα.»
καὶ πάντες εἶπον· «ἀληθῶς ἡ καρδία σου ἐν χειρὶ θεοῦ, καὶ δεομένου σου πάντως εἰσακούσεται
κύριος.»
μετὰ δὲ τρίτην ἡμέραν ὁ τιμιώτατος Στέφανος τὸν πανοῦργον ἐν πονηρίᾳ Γεώργιον πολλὰ
κατηχήσας ἀπέκειρεν, καὶ ἐνέδυσεν αὐτὸν τὸ ἅγιον σχῆμα. ὁ δὲ τῆς ἀνομίας ὑπουργός,
μηδὲν συντηρήσας τῶν τοῦ θεοῦ (καὶ γὰρ Ϡεἰς κακότεχνον ψυχὴν σοφία οὐκ εἰσελεύσεται,Ϡ
ὡς καὶ γέγραπται), μετὰ ἄλλην τρίτην ἡμέραν τοῦ βουνοῦ φυγὰς ᾤχετο εἰς τὰ βασίλεια·
εἶτα δέχεται τοῦτον ἀσμένως ὁ βασιλεύς, ὡς τῆς ἰδίας αὐτοῦ σκαιωρίας τὸ ἐπιτήδευμα
ἐκπληρώσαντα, καταφιλεῖ τοῦτον, οὐ διὰ τὸ σχῆμα, ἀλλὰ διὰ τὴν παράβασιν, καὶ ὡς
πρόφασιν εὑρὼν ἀποκτεῖναι τὸν ἅγιον· καὶ εὐκαίρου δεδραγμένος καιροῦ, προστάττει
ἕωθεν πᾶσαν ἡλικίαν, ἀπό τε γηραιοῦ, πρεσβύτου, καὶ νεωτέρου, ἐφήβου τε καὶ ἀρτιγενῶν
βρεφῶν, ἄνδρας ὁμοῦ καὶ γυναῖκας, σελεντίου ἀγομένου, ἐν τῷ θεάτρῳ τοῦ ἱπποδρομίου
[p. 1137] συναθροίζεσθαι, καὶ πάντων, ὡς εἰπεῖν, συναθροισθέντων, καὶ ἀναριθμήτου
πλήθους ἐπισωρευθέντος, ὥστε καὶ ἀλλήλους ἀποπνίγειν, ὁ τύραννος αὖθις ἐν τοῖς αὐτοῖς
ἀναβαθμοῖς προσταθεὶς ἐξεβόησεν ταῦτα· «ἐνίκησέν μου ἡ τύχη, καὶ τῶν εὐχῶν μου ὁ
θεὸς εἰσήκουσεν.» τοῦ δὲ λαοῦ ἀλαλάξαντος, «καὶ πότε ἆρά γε ὁ θεός σου
παρακούει» ἐπευφρανθεὶς αὐτὸς καὶ μέγα γελάσας εἶπεν·
«ἀπεκάλυψέν μοι κύριος τὸν ὑπ᾿ ἐμοῦ ζητούμενον, καὶ εἰ θέλετε, δεικνύω ὑμῖν αὐτόν.»
τοῦ δὲ πλήθους τῷ ῥοίζῳ βρύχοντος, «τιμώρει τοῦτον, σφάττε, καὶ καῖε πυρί, ὡς τὴν
σὴν ἐντολὴν παραβάντα,» ὁ βασιλεὺς τοῦτον εἰς ἐπίδειξιν πάντων παρεξήνεγκεν. τῆς
δὲ ὀχλαγωγηθείσης ἐκείνης πληθύος τὸ ἄπειρον, τοῦτον ἰδόντες ἐν τῷ μοναχικῷ σχήματι,
ἔρρηξαν τὴν ἐλεεινὴν ἐκείνην φωνήν, ὥς ποτε Ἰουδαῖοι τὸ, Ϡἆρον, ἆρον, σταύρωσονϠ
τὸν τοῦ θεοῦ υἱόν· οὕτως καὶ οὗτοι· «κακὸν ἰδεῖν, κακὰ τὰ ἔτη· φονευθήτω, φονευθήτω.»
εἶτα κελεύσει τοῦ τυράννου ἐκδιδύσκουσιν αὐτὸν τὴν ἱερὰν ἐπωμίδα, καὶ ταύτην πρὸς
τὸν λαὸν ἠκόντισαν, καὶ κατεπατήθη, ὁμοίως καὶ τὸ ἱερὸν κουκούλλιον. ὡς δὲ καὶ τὸν
τοῦ σταυροῦ τύπον τὸν ἀνάλαβον ἐξέβαλον πρὸς τὸ καὶ αὐτὸν ἀκοντίσαι, ὁ βασιλεὺς
εἰς τὰς χεῖρας αὐτοῦ τοῦτον λαβών, περιέστρεφεν ὧδε κἀκεῖσε, διερωτῶν· «τί ἆρα θέλοι
εἶναι» εἷς δέ τις τῶν πονηρῶν ἀρχόντων ὁμοιότροπος τοῦ Σατανᾶ, οὗ τὸ ὄνομα ἑκὼν
ὑπερβήσομαι (δρακοντιαία γὰρ ἐπίκλησις τούτου), ἐξεβόησεν· «ῥίψον καὶ αὐτό, βασιλεῦ,
καταπατηθῆναι τῆς σατανικῆς ἀγχόνης τὸ σχοινίον.» ὁμοίως δὲ ῥίψας καὶ αὐτὸ καὶ
τὸν λῶρον κατεπάτησαν. εἶτα τέσσαρες ἄνδρες χαμάζε κύψαντες, καὶ τῶν τοῦ παραβάτου
ἱματίων ἐπιλαβόμενοι ἀνακομβοῦσιν αὐτόν, καὶ ὡς δίκην ἐκδάρσεως, μέσον ἁπάντων τοῦτον
γυμνὸν παρέστησαν. ἐνέγκαντες δὲ στάμνον πεπλησμένην ὕδατος, ἀπὸ τῆς κεφαλῆς κατέχεαν
ἐπ᾿ αὐτόν, ἵν᾿ εἴπω, εἰς ἀποτροπὴν τοῦ βαπτίσματος. τότε περικεφαλαίαν αὐτῷ περιδήσαντες,
καὶ στρατιωτικὸν περιθέντες ἔνδυμα, ἰδίαις χερσὶν ὁ τύραννος σπάθην ἐπὶ τῶν ὤμων
αὐτοῦ κρεμάσας, εἰς βαθμὸν προανεβίβασεν, τῇ τοῦ στρατωρικίου ἀξίᾳ τοῦτον ἐντάξας·
παρευθὺ δὲ πλῆθος ἀναρίθμητον ξιφῆρες, τὸν βουνὸν κελεύει τοῦ ἁγίου Αὐξεντίου καταλαβεῖν.
καὶ εὐθυδρομήσαντος παντὸς τοῦ πλήθους, τοὺς τοῦ ἁγίου μαθητὰς περισκορπίσαντες,
τό τε μοναστήριον καὶ τὴν ἐκκλησίαν ἐνέπρησαν, ἕως ἐδάφους κονιάσαντες. τὸν δὲ ἅγιον
λαβόμενοι τοῦ σπηλαίου, πρὸς τὸ κατωφερὲς τῆς θαλάσσης ἐπένευσαν.
ποῖος δὲ λόγος καὶ θρῆνος ἐκτραγῳδήσειεν τὰς κατ᾿ ἐκείνην τὴν ὁδοιπορίαν τοῦ ἁγίου
θλίψεις ἀθλητικάς οἱ μὲν γὰρ κατὰ τῶν ψοῶν βέργαις τοῦτον ἔτυπτον· ἄλλοι πρὸς τὸ
κάταντες τῆς φάραγγος
[p. 1140] τοῦτον ἔπρωθον· ἕτεροι ταῖς ἀκανθικαῖς βοτάναις τούτου τὰ σκέλη κατέδαιρον·
καί τινες πτυέλῳ τὸ ὅσιον ἐκεῖνο κατέβρεχον πρόσωπον· καὶ οἱ μὲν τὰς ζομφοτέρους
καὶ σαθρώδεις τῶν ῥάβδων ἀποσχίζοντες, πρὸς τὸ ψόφους ἀποτελεῖν, κατὰ τῆς κεφαλῆς
τοῦτον ἔκρουον, ἐγερσιγέλωτα ὥσπερ ἔχοντες· οἱ δὲ μετὰ κλάδους δαφνῶν ἔμπροσθεν
αὐτῷ σκωπτικῶς χορεύοντες οὐκ ἐπαύσαντο ἕως θαλάσσης, ἀποστάτην, ἀμνημόνευτον, καὶ
σκοτένδυτον, καὶ ἄλλα τινὰ αἰσχρὰ καταλέγοντες, καὶ ἁπαξαπλῶς πᾶν εἶδος κολάσεως
πρὸς αὐτὸν ἐνδειξάμενοι, τὸν αἰγιαλὸν κατέλαβον, καὶ ἐν ἀκατίῳ τοῦτον ἐμβαλόντες,
τὴν παραλίαν διαπλεύσαντες διὰ τό, ὡς προείρηται, μὴ δύνασθαι αὐτὸν περιπατεῖν ἐκ
τῆς ἄγαν στενομονίας καὶ ἐγκρατείας, τὸ εὐαγὲς τοῦ Φιλιππικοῦ μοναστήριον τὸ πρὸς
θάλασσαν τοῦ ἄστεος Χρυσοπόλεως κείμενον κατέλαβον, ἐκεῖ τε τὸν ἅγιον ἐγκλείσαντες,
δῆλα τὰ κατ᾿ αὐτὸν τῷ βασιλεῖ πεποιήκασιν. μαθὼν δὲ ὁ βασιλεὺς τὴν αἰχμαλωτικὴν
καὶ ἐπονείδιστον σύρσιν, καὶ τὴν τοῦ μοναστηρίου παντελῆ ἐξολόθρευσιν, πρόσταγμα
τίθησι τοιόνδε· «ὡς εἴ τις φωραθῇ τῷ τοῦ Αὐξεντίου βουνῷ προσπελάζων, τὴν διὰ ξίφους
ὑπομένειν τιμωρίαν.» εἶτα τοὺς πρὸς τὴν αὐτοῦ φληναφίαν ὁμοτρόπους προσκαλεσάμενος
αἱρεσιάρχας, ἵν᾿ εἴπω, καὶ ἐπισκότους, Θεοδόσιον τὸν ψευδώνυμον ἐπίσκοπον Ἐφέσου,
καὶ Κωνσταντῖνον τὸν νεωτερίζοντα Νικομηδείας, καὶ τὸν τούτου ὁμώνυμον Νακωλείας,
σὺν Σισιννίῳ τῷ Παστιλᾷ, καὶ Βασιλείῳ τῷ Τρικακάβῳ, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἐν λόγῳ
προὔχοντας τοῦ παλατίου, τόν τε προρρηθέντα Κάλλιστον, καὶ Κομβοκόνωνα τὸν ἀντιγραφέα,
καὶ Μασαρὰν τὸν σαρακηνόφρονα, ἀποστέλλει αὐτοὺς πρὸς τὸν ὁμώνυμον αὐτοῦ καὶ ὁμότροπον
ἀρχιποίμενα, πρὸς τὸ σὺν αὐτοῖς ποιῆσαι αὐτὸν τὴν πορείαν, πρὸς τὸ προρρηθὲν ἐν
Χρυσοπόλει μοναστήριον. ὁ δὲ μισθωτὸς ἐκεῖνος ποιμὴν καὶ προδότης, τῆς τοῦ ἁγίου
καὶ μακαριωτάτου πατρὸς ἡμῶν Στεφάνου γνώσεως καὶ ὀρθοδοξίας ἐν πείρᾳ ὤν, ἀπηνήνατο
πρὸς τὸ συμπερᾷν αὐτοῖς εἰπών· «ἄπιτε ἐν εἰρήνῃ, ἄπιτε. Κωνσταντῖνον γὰρ μετὰ Στεφάνου
τὸ λαλεῖν, πολὺ τὸ διάστημα· ἐμοὶ μὲν γὰρ λόγος καὶ μόνον· αὐτῷ δὲ σὺν τῷ λόγῳ καὶ
δύναμις πνεύματος θείου. βλέπετε δὲ τί παρ᾿ αὐτοῦ ἀκούσετε.»
οἱ δὲ τὸν ὅρον τῆς ψευδοσυλλόγου συνόδου μεθ᾿ ἑαυτῶν λαβόντες, τοῦ πατριαρχείου
ἀπάραντες, τὸ προρρηθὲν μοναστήριον κατέλαβον· εἶτα εἰσεληλυθότες εὐξόμενοι εἰς
τὴν ἁγίαν ἐκκλησίαν, καὶ πρὸς τὸν λουτῆρα ἀναποδίσαντες, πρὸς τοὺς ἐκεῖσε ὄντας
ἀναβαθμούς, ἐκάθισαν, καὶ κελεύουσι παρευθὺ
[p. 1141] ἀχθῆναι τὸν ἅγιον. ἤχθη δὲ ὁ ἅγιος ὑπὸ δύο ἐπιστηριζόμενος διὰ τό, ὡς
προείρηται, μὴ δύνασθαι αὐτὸν περιπατεῖν, καὶ πέδαις σιδήρων τοὺς πόδας ἐγκεκλεισμένον.
ὅπερ ἰδόντες οὗτοι οἱ θεοστυγεῖς, ἐδάκρυσαν. εἶτα Θεοδόσιος πρὸς αὐτόν φησιν Ἐφέσου·
«τίνι τρόπῳ, ἄνθρωπε τοῦ θεοῦ, ᾑρετίσω ἐν ὑπολήψει ἡμᾶς ἔχειν αἱρετικῇ, καὶ ὑπερφρονῆσαι
ὑπέρ τε βασιλεῖς καὶ ἀρχιποιμένας καὶ ἐπισκόπους καὶ πάντας Χριστιανούς μὴ ἆρά γε
πάντες ἡμεῖς τὴν τῶν οἰκείων ψυχῶν ζημίαν πραγματευόμεθα» ὁ δὲ ἅγιος ἠρεμαίᾳ τῇ
φωνῇ φησιν πρὸς αὐτούς· «προσέχετε, τί γέγραπται ἐν Ἠλίᾳ τῷ προφήτῃ πρὸς Ἀχαάβ·
Ϡοὐ διαστρέφω ἐγώ, ἀλλὰ σύ, καὶ ὁ οἶκος τοῦ πατρός σου.Ϡ καὶ γὰρ οὐκ ἐγὼ ὁ διαστρέφων,
ἀλλ᾿ ὑμεῖς, οἱ τὴν ἐκ πρόπαλαι παραβεβηκότες τῶν πατέρων διδασκαλίαν, καὶ νέαν κενοφωνίαν
τῇ ἐκκλησίᾳ εἰσηγησάμενοι. εἰ γὰρ τὸ ἀρχαιότητι διαφέρον, αἰδέσιμον, ὥς τις σοφὸς
ἔφησεν· τὰ νεωτεροφωνηθέντα παρ᾿ ὑμῶν, πάντα ἄσημα καὶ θεοῦ ἀλλότρια, οὐ μὴν ἀλλὰ
καὶ τῆς ἐκκλησίας φαλσεύματα. ἀλλ᾿ οὖν ἔστιν εἰπεῖν προφητικῶς· οἱ βασιλεῖς τῆς
γῆς καὶ οἱ ἄρχοντες ἅμα ποιμέσι καὶ τοῖς προδόταις τῆς ποίμνης συνήχθησαν ἐπὶ τὸ
αὐτὸ κατὰ τῆς τοῦ Χριστοῦ ἐκκλησίας, μελετήσαντες κενὰ καὶ μάταια.» τούτων τοίνυν
παρὰ τοῦ ἁγίου ῥηθέντων, Κωνσταντῖνος ὁ Νικομηδείας νεωτερίζων τε τῷ σώματι καὶ
τῷ νοῒ σφριγῶν (ἀκμὴν γὰρ ἦγεν τριακοστόν που ἔτος τῆς ἡλικίας) ἀναπηδήσας, τὸν
ἅγιον κατὰ τῆς ὄψεως χαμάζε καθήμενον λακτίσαι ἠβουλήθη, καθάπερ ποτὲ ἐπὶ Ἀντιόχου
τὸν ἱερὸν Ἐλεάζαρον. λάξ γέ τοι τῶν πικρῶν τις καὶ ὠμῶν δορυφόρων εἰς τοὺς κενεῶνας
ἐναλλόμενος ἔτυπτεν, ὅπως ἐξανίσταιτο πίπτων. ὁ δὲ τίμιος Στέφανος εὐαγγελικῇ ἐντολῇ
κρατούμενος, ἑαυτὸν ἐσχημάτισεν, οὐ μόνον πρὸς τὴν μίαν σιαγόνα λαβεῖν, ἀλλὰ καὶ
πρὸς τὴν ἑτέραν. οἱ δὲ περὶ Κάλλιστον καὶ Κομβοκόνωνα ὄντες τῆς συγκλήτου, τὸν ἀνίερον
Κωνσταντῖνον κατασιγάσαντες, τῷ ἁγίῳ εἶπον· «δύο προφάσεων οὐσῶν ἐν σοὶ τὸ προκείμενόν
ἐστιν, ἢ πεπεικέναι σαυτόν, καὶ ὑπογράψαι· εἰ δὲ μή γε, θανάτῳ παραδοθῆναι, ὡς πατέρων
καὶ βασιλέων ἐκ θεοῦ διδαχθέντων νόμον ἀντιλέγοντα.» ὁ δὲ ἅγιός φησιν· «πρόσχες,
κυριοπατρίκιος· ἐμοὶ τὸ ζῆν Χριστός, καὶ τὸ ἀποθανεῖν ὑπὲρ τῆς ἁγίας αὐτοῦ εἰκόνος
κέρδος καὶ δόξα· ἅπαξ γὰρ καὶ δὶς εἶπόν σοι, τὸν παλαιστὴν ὑπολακκίσας· ὅτιπερ «εἰ
τοσοῦτον τὸ εἰς ἐμὲ ζωτικὸν αἷμα, ἐκχυθήτω ὑπὲρ τοῦ τοιοῦδε σκοποῦ· ἀλλ᾿ οὖν ἀναγνωσθήτω
ὁ ὅρος τῆς συνόδου ὑμῶν, καὶ ἴδω τί ἄρα δίκαιον, φέρει πρὸς καταστροφὴν τῶν θείων
καὶ σεπτῶν εἰκόνων.»
[p. 1144]
παρευθὺ δὲ Κωνσταντῖνος ὁ Νακωλείας, τὴν δέλτον ὑπανοίξας, ἔφησεν τάδε· «ὅρος τῆς
ἁγίας καὶ οἰκουμενικῆς ἑβδόμης συνόδου.» ὁ δὲ ἅγιος νεύσας τοῦτον τῇ χειρὶ σιγᾷν,
εἶπεν· «ὢ τῆς ἀφροσύνης· ἐκ ψεύδους ἀρξάμενοι, καὶ δι᾿ ὅλης ὑμῶν τῆς νεωτεροποιοῦ
κενοφωνίας τοῦτο εἰς συνασπισμὸν λαβόντες, εἰς ψεῦδος κατελήξατε, οἱ χριστιανοκατήγοροι.
πῶς γὰρ ἁγία ἡ τὰ ἅγια βεβηλώσασα οὐχὶ τὰ ἅγια ἐξ ὑμῶν ἐπατήθη οὐχὶ ἐν τῇ συνόδῳ
ὑμῶν ἔγκλησις ἐπεδόθη κατ᾿ ἐπισκόπου ὑπὸ φιλοχρίστων ἀνδρῶν, ὡς ὅτι ἅγιον δίσκον
τῶν ἀχράντων τοῦ θεοῦ μυστηρίων κατεπάτησεν, διότιπερ ἐκτετύπωτο εἰκόνας σεπτὰς
τοῦ τε Χριστοῦ καὶ τῆς αὐτοῦ μητρὸς καὶ τοῦ Προδρόμου ὑμεῖς δὲ τὴν ἔγκλησιν τῆς
πατήσεως ταῖς εἰκόσι προκρίναντες τοῦτον ἱερουργεῖν προσεδέξασθε, καὶ τοὺς φιλοχρίστους
ἠφορίσατε, ἐκδικητὰς εἰδώλων τούτους καλέσαντες. τί τούτου μισαγιώτερον οὐχὶ τὰ
ἱερὰ πέπλα διερρήξατε, καὶ εἰς ἀφανισμὸν ἠνέγκατε πῶς οὖν ἡ σύνοδος ὑμῶν ὀνομασθήσεται
οὐχὶ ἐκ πάντων ἁγίων, δικαίων, ἀποστόλων καὶ μαρτύρων τὸ ἅγιον ὑμεῖς ἐξεποιήσασθε
καὶ ἐδογματίσατε λέγοντες· Ϡποῦ πορεύῃϠ Ϡεἰς τοὺς ἀποστόλους.Ϡ Ϡπόθεν ἥκειςϠ Ϡἐκ
τῶν τεσσαράκοντα μαρτύρων.Ϡ Ϡποῦ δὲ καὶ εἶςϠ Ϡεἰς τὸν μάρτυρα Θεόδωρον καὶ εἰς τὸν
μάρτυρα Ἀκάκιον καὶ εἰς τοὺς κατ᾿ αὐτούς.Ϡ οὐ ταῦτα ὑμῶν διδασκαλία καὶ πῶς οἱ τὰ
ἅγια βεβηλώσαντες, ἅγιον συνεστήσασθε ὢ τῆς ἀβελτηρίας· πῶς δὲ καὶ οἰκουμενική,
πρὸς ἣν οὐδὲ ὁ Ῥώμης εὐδόκησεν, καίπερ κανόνος προκειμένου, μὴ δεῖν τὰ ἐκκλησιαστικὰ
δίχα τοῦ πάπα Ῥώμης κανονίζεσθαι, οὐδὲ ὁ Ἀλεξανδρείας, ἵν᾿ εἴπω, οὔτε ὁ Ἀντιοχείας
ἢ ὁ Ἱεροσολύμων ποῖ οἱ αὐτῶν λίβελλοι, ἵνα ἡ ψευδοσύλλογος ὑμῶν σύνοδος οἰκουμενικὴ
κηρυχθῇ πῶς δὲ καὶ ἑβδόμη, ἡ τὰς πρὸ αὐτῆς ἓξ μὴ ἐπακολουθήσασα πᾶν γὰρ ἕβδομον
ἕπεται τῷ πρώτῳ καὶ τῷ δευτέρῳ, τρίτῳ, τετάρτῳ τε καὶ πέμπτῳ, καὶ ἐπακολούθως τοῦ
ἕκτου γίνεται τὸ ἕβδομον. ὑμεῖς δὲ τῶν ἓξ τὰς παραδόσεις ἀθετήσαντες, τρόπῳ ποίῳ
ἑβδόμην σύνοδον ἐπωνομάσατε, ἀπορῶ.» τοῦ δὲ Τρικακάβου εἰπόντος· «καὶ τί ἆρα ἠθετήσαμεν
τῶν ἁγίων ἒξ οἰκουμενικῶν συνόδων» ὁ ἅγιος ἔφη· «οὐχὶ ἐν ἱεροῖς ναοῖς αἱ ἅγιαι ἓξ
σύνοδοι συνηθροίσθησαν, ἥ τε πρώτη ἐν Νικαίᾳ, ἐν τῷ ναῷ τῆς Ἁγίας Σοφίας· ἡ δευτέρα
ἐν Κωνσταντινουπόλει, ἐν τῷ ναῷ τῆς Ἁγίας Εἰρήνης· καὶ ἡ τρίτη ἐν Ἐφέσῳ, ἐν τῷ τοῦ
Θεολόγου νεῷ· καὶ ἡ τετάρτη ἐν τῇ καθ᾿ ἡμᾶς Καλχηδοναίων μητροπόλει, ἐν τῷ τῆς πανευφήμου
σηκῷ· καὶ ἡ πέμπτη αὖθις ἐν Κωνσταντινουπόλει· καὶ ἡ ἕκτη, ἡ μὲν ἐν τῷ ναῷ τῆς Ἁγίας
Σοφίας, ἡ δὲ ἐν τῷ ἱερῷ παλατίῳ, ἔνθα ἐπιλέγεται ὁ Τροῦλλος, ὅπερ ἡμεῖς Ὠάτον καλοῦμεν
καὶ οὐχὶ ἐν αὐτοῖς,» φησίν, «τοῖς ναοῖς πᾶσιν ἡ εἰκονικὴ ἀνατύπωσις ἐστηλογραφεῖτο,
καὶ παρ᾿ αὐτῶν ἐδέχετο καὶ προσεκυνεῖτο εἰπέ, ἐπίσκοπε.» τοῦ δὲ φήσαντος οὕτως ἔχειν,
τὸ ὄμμα πρὸς οὐρανὸν ὁ δίκαιος
[p. 1145] ἀνατείνας, καὶ ἐκ καρδίας μέγα οἰμώξας, τὰς χεῖρας ἐκτείνας ἔφη· «εἴ τις
οὐ προσκυνεῖ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν εἰκόνι περιγραπτὸν κατὰ τὸ ἀνθρώπινον,
ἤτω ἀνάθεμα, καὶ μετ᾿ ἐκείνων καταλογισθείη τῶν κραξάντων, Ϡἆρον, ἆρον, σταύρωσον
αὐτόν.Ϡ» ἐκπλαγέντες δὲ οὗτοι οἱ θρυλλολέκται ἐπὶ τῇ τοῦ ἁγίου παρρησίᾳ, ἔτι αὐτοῦ
τὸν λόγον συνείρειν ἐθέλοντος, διαναστάντες αὐτοί, μόνον τὸ ἐγκλεισθῆναι αὐτὸν παρακελευσάμενοι,
κατῃσχυμμένοι ὑπέστρεφον εἰς τὰ βασίλεια. τοῦ δὲ βασιλέως πυνθανομένου τί ἆρα ἤνυσαν,
ἔτι ἐπισκόπων τὴν ἧτταν κρύπτειν ἐθελόντων, οἱ περὶ Κάλλιστον ἀπεκρίναντο· «ἡττήμεθα,
βασιλεῦ, ἡττήμεθα. ὑψηλὸς γὰρ πολὺ ὁ ἀνὴρ τῇ δυνάμει καὶ τῷ λόγῳ καὶ τῇ παρρησίᾳ
τοῦ θανάτου.» ὁ δὲ ὑπερζέσας τῷ θυμῷ, παρευθὺ γράφει τὴν ἐξορίαν αὐτοῦ πρὸς τὰ τοῦ
Ἑλλησπόντου νῶτα, ἐν τῇ λεγομένῃ Προκονήσῳ.
ὁ δὲ ἅγιος ἑπτακαίδεκα ἡμέρας ἐν τῇ μονῇ Χρυσοπόλεως ποιήσας, ἄσιτος διέμεινεν,
καίπερ τοῦ βασιλέως πολλὰ αὐτῷ ἀποστείλαντος πρὸς διατροφήν, αὐτὸς πάλιν πρὸς αὐτὸν
ἀνταπέστρεφεν, τὴν ἐν τοῖς προτέροις γραφεῖσαν ῥῆσιν δηλώσας. ἐν δὲ ταῖς ἡμέραις
ἐκείναις ὁ τοῦ μοναστηρίου ἡγούμενος ἀρρωστῶν ὑπὲρ δύναμιν, ἀπεγνώσθη παρὰ τῶν ἰατρῶν,
τῷ διακαεῖ τοῦ πυρετοῦ νοσήματι. ὁ δὲ πάντη ἰδὼν ἑαυτὸν ἐκλελοιπότα, τοὺς τῆς μονῆς
προὔχοντας πρέσβεις πρὸς τὸν ἅγιον, ἔνθα ἐκέκλειστο, ἀποστείλας παρεκάλει, ἢ πρὸς
αὐτὸν ἐλθεῖν, ἢ κἂν εὔξασθαι ὑπὲρ αὐτοῦ, εἰπὼν, ὅτι «σωματικῶς ἀπ᾿ ἀλλήλων χωριζόμεθα,
ἀλλ᾿ οὖν ἐλθέ, τίμιε πάτερ, κἂν πρὸς τὸ ἀσπάσασθαί σε τὴν ἡμετέραν ἀσθενῆ ταπείνωσιν.
μόλις γὰρ τὴν ἐννάτην ὥραν ὑπουργοῦσιν αἱ δυνάμεις μου τὴν ψυχήν μου κρατῆσαι. τοῦ
δὲ ἁγίου ταῦτα ἀκούσαντος, προεθυμήθη ἀπελθεῖν. καὶ τῷ ἀρρωστοῦντι περιτυχών, καὶ
τοῦ τένοντος τούτου δραξάμενος, εἶπεν· «ὁ τῶν ψυχῶν ἡμῶν καὶ σωμάτων ἰατρός, ὁ τὰς
ἀσθενείας ἡμῶν ἄρας, καὶ τὰς νόσους βαστάσας, τῇ αὐτοῦ ἰαματικῇ δυνάμει ἐπισκεψάμενος
ἀναστήσειέν σε.» καὶ παρευθὺ ἐλώφησεν ὁ πυρετός. καὶ λέγει ὁ ἅγιος· «οὐχὶ ἔφεσίς
σοί ἐστιν μεταλαβεῖν οἴνου ἀκράτου» ὁ δέ, «ναί, πάτερ,» εἰπών, ὁ τίμιος Στέφανος
τὸ ἑαυτοῦ βαυκάλιον ἀκράτου οἴνου πλήσας, τῷ ἡγουμένῳ πιεῖν δέδωκεν. ὅστις πιών,
παρευθὺ ἱδρῶτι πολλοστῷ κατασχεθείς, πρὸς ὑγίειαν κρίσεως μετετρέπετο. ὁ δὲ ἅγιος
συνταξάμενος, εἶπεν αὐτῷ· «εὔχου μοι, καὶ μνείαν ποιοῦ τῆς ἐμῆς χθαμαλότητος, εἰ
δεήσειέν σε ἐν τῷ βουνῷ προσπελάσαι.» καὶ οὕτως ἐκεῖθεν ἀπάρας, ἔστησεν ἐν θαλάσσῃ
τὸ ὅρμημα, καὶ τῆς νηὸς ἐπιβάς, τὴν προρρηθεῖσαν τῆς ἐξορίας νῆσον κατέλαβεν· καὶ
ἐν αὐτῇ ἐκβληθείς, καὶ διὰ τῶν ἐρημοτέρων αὐτῆς τόπων παρελθών, ἦλθεν ἐπί τινα τόπον
κρημνώδη
[p. 1148] πρὸς θάλασσαν καὶ φοβερόν. καὶ περινοστησάμενος τοὺς ὑπερκειμένους κρημνοὺς
τῆς παραλίας διὰ τὸ φιλήσυχον, ὡς ὑπὸ Θεοῦ ὁδηγούμενος, εὗρεν σπηλοειδὲς οἴκημα
τερπνὸν πάνυ τε καὶ θαυμάσιον ἐν τῷ νοτιαίῳ τῆς νήσου κρημνῷ, ἐπιλεγόμενον Κισσοῦδα,
ἐν ᾧ καὶ ἀνίδρυτο τῆς τοῦ Θεοῦ προμήτορος Ἄννης πανσεβάσμιος ναός· περιχαρὴς δὲ
γενόμενος ὁ μακάριος, ὡς ὑπὸ Θεοῦ ἑτοιμασθέντος αὐτῳ τοῦ τόπου, κατῴκησεν εἰς αὐτόν,
ἐκ τῶν παρεμπιπτουσῶν βοτανῶν τρεφόμενος.
οἱ δὲ τοῦ ἁγίου μαθηταὶ οἱ ἐκ τοῦ ὄρους διωχθέντες, τὴν τοῦ καθηγητοῦ ἐξορίαν ἀκουτισθέντες,
ὁμαδὸν τὴν Προκόνησον κατέλαβον, καὶ πρὸς τὸν ἅγιον ᾔεσαν, ὡς πρόβατα τῷ συριγμῷ
τοῦ ποιμένος ἐπισωρευθέντα· δύο μόνων ἐξανδραποδισθέντων τῆς ἱερᾶς ἐκείνης συνοδίας,
καὶ κοσμικὸν σχῆμα ἀναλαβόντων, Σεργίου τοῦ προγραφέντος, ὅστις καὶ τὸν πολυλοίδορον
ἐκεῖνον χάρτην κατὰ τοῦ ἁγίου γράψας, τῷ βασιλεῖ ἐν τῷ φουσσάτῳ ἀπέστειλεν· καὶ
Στεφάνου τοῦ κατὰ ψυχὴν πολυωδύνου, ὅστις λειτουργὸς γεγονὼς τοῦ πολλάκις μνημονευθέντος
Καλλίστου, ἐκ τοῦ ἁγίου τε τὸ ἅγιον σχῆμα ἐνδυθείς, μοναχὸς καὶ πρεσβύτερος τῆς
μονῆς τοῦ ὄρους καθίστατο. οὗτος οὖν ὁ ἄθλιος Στέφανος συναπαχθεὶς ἐκείνῳ τῷ Σεργίῳ,
τοῦ θεοῦ καὶ τοῦ σχήματος ἑαυτὸν ἀπεσκοράκισεν, καὶ παρὰ τοῦ βασιλέως ἐπενδυθεὶς
τὴν κοσμικὴν ἐσθῆτα, ἐπιστρέψας ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον, εἶπεν· «σήμερον, δέσποτα,
τοῦ σατανικοῦ φάρυγγος διὰ σοῦ ἀφάρπαχθείς, τὸ φῶς ἐνδέδυμαι.» ὅντινα ὁ τύραννος
τῇ ἐλεεινῇ ταύτῃ φωνῇ θελχθεὶς προσλαβόμενος διὰ τὸ λαιμαργικὸν αὐτοῦ καὶ τὴν τοῦ
θεοῦ καὶ τοῦ σχήματος παράβασιν, ἐν τῷ αὐτῷ παλατίῳ, ἔνθα καὶ τὰς μυσαρὰς αὐτοῦ
προπομπὰς ἐποιεῖτο, τῷ ἐπιλεγομένῳ Σοφιαναῖς, λειτουργὸν αὐτὸν κατέστησεν, καὶ τῆς
χαρᾶς παπᾶν τοῦτον ἐπωνόμασεν. τούτων μόνων τῶν δύο ἀπολειψάντων, ὥς ποτε τῆς τῶν
ἀποστόλων δωδεκάδος Ἰούδας, καὶ τῆς τεσσαρακοντάδος τῶν μαρτύρων ὁ διαλυθεὶς ὡς
ἔκπτωτος· ἅπαντες οἱ ἄλλοι ἀδελφοὶ πάλιν ὑπ᾿ αὐτοῦ ποιμαινόμενοι μοναστήριον ἐν
Προκονήσῳ συνεστήσαντο. ἀλλ᾿ οὖν καὶ ἡ μήτηρ τοῦ ἁγίου, τοῦ μοναστηρίου Τριχιναραίων
ἀπάρασα ἅμα τῇ αὐτοῦ ἀδελφῇ, τὴν νῆσον κατέλαβον, καὶ πρὸς τὸν ἅγιον ἐφοίτησαν.
ὁ δὲ ἅγιος στυλοειδὲς μικρὸν ἔγκλειστρον ἐν τῷ τόπῳ ἀνοικοδομήσας, τὸ μέχρι τοῦ
νῦν σωζόμενον, εἰσῄει εἰς αὐτὸ τῷ τεσσαρακοστῷ ἐννάτῳ χρόνῳ τῆς αὐτοῦ ἡλικίας, τῆς
προτέρας σκληραγωγίας ἐχόμενος τὴν δίαιταν.
καιρὸς δέ μοι τοίνυν ἐστὶν καὶ περὶ τὸν λειμῶνα τῶν ἐν τῇ νήσῳ θαυμάτων ἐφαπλῶσαι
τὸν λόγον τοῦ διηγήματος, καθ᾿ ὅσον ἐμοί ἐστιν ἐφικτόν· ἵν᾿ ἐν τούτῳ τοῖς φιλοθέοις
καὶ φιλεόρτοις συμπανηγυρίσαντες εἴπωμεν· «ὄντως Ϡθαυμαστὸς ἐν τοῖς ἁγίοις
[p. 1149] αὐτοῦ ὑπάρχει ὁ θεός.Ϡ καὶ μηδεὶς ἀπιστείτω, ἀδελφοί, μάλιστα τοῦ κυρίου
λέγοντος· Ϡὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα
τούτων ποιήσει,Ϡ οὐ τῇ ἰδίᾳ δυνάμει τὴν εὐεργεσίαν πηγάζων, ἀλλὰ τῷ ἐμῷ ὀνόματι,
καὶ τῇ κλήσει τῇ ἐμῇ. ἐγὼ γάρ εἰμι ὁ τὰ πάντα ἐν πᾶσιν ἐνεργῶν τῇ δεσποτικῇ μου
ἐξουσίᾳ.» ἐν τούτῳ οὖν ὁ μέγας πατὴρ ἡμῶν Στέφανος, ὁ ἀληθῶς τοῦ θεοῦ ἄνθρωπος,
ὁ τίμιος τῇ ψυχῇ καὶ τῷ σώματι, ὁ τὸν ἀκτήμονα βίον ποθήσας, καὶ μόνην τὴν τοῦ Χριστοῦ
εἰκόνα καὶ τῆς μητρὸς αὐτοῦ εἰς φυλακτήριον κατασχών, ὁ εἰς θεὸν πλουτήσας, καὶ
τῆς πολυτελοῦς καταξιωθεὶς χάριτος, οὗτος λαβὼν παρευθὺ ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων
καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ πονηροῦ ἐχθροῦ, θεραπεύειν τε πᾶσαν
νόσον καὶ πᾶσαν μαλακίαν, ἔδειξεν ἡμῖν τὰ τοῦ παραδοξοποιοῦ θεοῦ θαυμάσια, τὴν ἄφθονον
χάριν, τὴν βρύουσαν πηγήν, τὰ μελίρρυτα νάματα. τούτῳ γάρ ποτε τῷ μακαρίῳ Στεφάνῳ
τυφλός τις, κατὰ τὸν ἐκ γενετῆς τυφλόν, προσέπεσεν ἐν τῇ νήσῳ κράζων· «δοῦλε τοῦ
θεοῦ τοῦ ὑψίστου, Στέφανε, ἴασαί μου τοὺς ὀφθαλμούς, ἄνοιξόν μου τὴν πήρωσιν, καὶ
φώτισόν με τὸν ἐσκοτισμένον· εἴπως διὰ σοῦ τὴν τῶν ὁρωμένων θεασάμενος ἁρμονίαν
τε καὶ σύστασιν, καὶ θαυμάσας αὐτῶν τὸ ἐξαίρετον, ὑμνήσω διὰ τῶν κτισμάτων τὸν κτίσαντα.»
τοῦτον ὁ μακάριος Στέφανος ἰδών, δεινῶς μὲν ὑπὸ τοῦ ζόφου εἰς ἀβλεψίαν ἀμαυρωθέντα,
πίστιν δὲ ἔχοντα τὴν ὄρη ποιοῦσαν μεθίστασθαι, πρὸς αὐτὸν ἀπεκρίνατο· «τί μοι, νεανία,
προσιών, τὰ ὑπὲρ ἐμὲ διδόναι σοι ἐπιζητεῖς τί τῶν ἀρετῶν ἐν ἐμοὶ θεασάμενος, ταύτην
παρ᾿ ἐμοῦ λαβεῖν, ἄνθρωπε, τὴν θεραπείαν αἰτεῖς, ἣν μόνος ὁ κτίστης καὶ τῶν ὅλων
θεός, ἔνθα καὶ ὅπου καὶ οἷς βούλεται, διανέμει τί μὴ πρὸς ἐκεῖνον ἀνέδραμες τί τὸν
κτίστην ἀφείς, πρὸς τὸ κτίσμα ἐλήλυθας τί τὸν δεσπότην καταλιπών, πρὸς τὸν δοῦλον
κατέλαβες οὐκ οἶδας, ὅτι κοινῇ πάντες τῆς ἐκείνου συμμαχίας ἐσμὲν ἐνδεεῖς οὐκ οἶδας,
ὅτι καὶ αὐτὸς ἐγὼ ἄνθρωπός εἰμι ὡς καὶ σύ τί οὖν ζητεῖς ἅπερ ἔχειν οὐ δύναμαι τί
τοιαύτης θέλεις με νόσου θεραπευτὴν γενέσθαι, ἧς τὸ δύνασθαι μόνος ἐκεῖνος ἔχει
τὸ δωρήσασθαι τὴν ἴασιν, ὁ καὶ πρὶν τὸν τυφλὸν ἰασάμενος» τούτοις μὲν τοῦ ὁσίου
τοῖς ῥήμασιν ἀποσοβοῦντος ἠρέμα τὸν νεανίαν, καὶ χρηστοῖς οἷα λόγοις αὐτὸν ἐκδιώκοντος,
ἐκεῖνος αὖθις ἐνίστατο καὶ τὸν πρὶν τυφλὸν ἐκμιμούμενος, μέγαλα βοῶν, τοῦτον καθικέτευεν,
«ἐλέησόν με,» λέγων, «ὦ γνήσιε τοῦ θεοῦ θεράπον Στέφανε· σοὶ γὰρ ταύτην ἐκεῖνος
τὴν χάριν δεδώρηται, καὶ διὰ σοῦ μοι τὸ φῶς τὸ ἀληθινὸν τὴν αὐγὴν δωριεῖται τῶν
ὀφθαλμῶν. ἀλλὰ μὴ ὄκνῳ τὴν παρρησίαν ἀμβλύνῃς, μακάριε, μηδὲ ἀναβολῇ τὴν δωρεὰν
ὑπερτίθεσο, μηδὲ νεφέλῃ καλύψῃς τὸν ἥλιον· ἀλλ᾿ ἰδών μου τὴν κάκωσιν, παράσχου τὴν
ἴασιν· μετρήσας μου τὴν πίστιν,
[p. 1152] δίδου τὴν χάριν. ζυγοστατήσας μου τὸν πόθον, θεράπευσον τὸν πόνον.» τί
οὖν ὁ τίμιος Στέφανος «ἔχεις πίστιν» φησίν, «προσκυνεῖς τὴν τοῦ Χριστοῦ εἰκόνα καὶ
τῆς μητρὸς αὐτοῦ καὶ τῶν ἁγίων πιστεύεις τῷ καὶ ἐν εἰκόσι θεραπεύοντι θεῷ, ὡς καί,»
φησίν, «τὸ πρὶν κἀκείνη ἡ τιμία Μαρία ἡ Αἰγυπτία πιστεύσασα τὴν ἐγγύην ἐκ τῆς εἰκόνος
εἰληφυῖα, τῇ μετανοίᾳ προσεπέλασεν, καὶ σέσωσται» κἀκεῖνος αὖθίς φησιν· «πιστεύω,
κύριε, καὶ πιστεύων προσέρχομαι καὶ προσκυνῶ.» ὁ δὲ πρὸς αὐτόν· «ἐν τῷ ὀνόματι κυρίου
Ἰησοῦ Χριστοῦ τοῦ τὸν τυφλὸν θεραπεύσαντος, εἰς ὃν ἐνθάδε πεπιστευκὼς παραγέγονας,
καὶ κατὰ σάρκα περιγραπτὸν ἐν εἰκόνι προσκυνῆσαι ὡμολόγησας, ἔσο βλέπων τὸν ἥλιον,
μηδαμόθεν εἰργόμενος.» αὐτίκα γοῦν ἠνεῴχθησαν αὐτοῦ οἱ ὀφθαλμοί, καὶ γέγονεν ὑγιὴς
ὁ νεανίας, ὡς μηδέποτε πηρωθεὶς τὰς κόρας τῶν ὀφθαλμῶν, ἢ τοῦ τοιούτου πάθους ἐν
πείρᾳ γενόμενος. ἀμέλει ταύτης εἰς αὐτὸν τῆς παραδόξου γενομένης ἰάσεως ἀπῄει γεγηθὼς
καὶ γαννύμενος, αἰνῶν τὸν θεὸν καὶ δοξάζων τὸν τὰ τοιαῦτα τοῖς ἁγίοις αὐτοῦ παρέχοντα
κατὰ τῶν νοσημάτων χαρίσματα. τοῦτο πρῶτον τοῦ ὁσίου γέγονεν ἐν τῇ νήσῳ θαυματούργημα,
αὐτοῦ τῶν πόνων ἡ ἀπαρχή, ἧς ἡμεῖς τὸν δοτῆρα Χριστὸν καὶ τὸν ὅσιον ἐπαξίως ὑμνήσαντες,
ἐφ᾿ ἑτέραν αὐτοῦ θαυματουργίαν μετέλθωμεν.
γύναιόν τι τῶν οὐκ ἀσήμων ἐν Κυζίκῳ διάγον, παιδίον εἶχεν δαιμονιζόμενον ὡσεὶ χρόνων
ἐννέα. αὕτη οὖν περὶ τοῦ ἁγίου ἀκούσασα, τὴν νῆσον κατέλαβεν σὺν τῷ παιδί. ὡς δὲ
μόνον τὸ ἔγκλειστρον ἑώρακεν μακρόθεν τὸ ἐνοχλούμενον παιδίον, ἀναβρασθὲν ὑπὸ τοῦ
δαίμονος, συνεχῶς ἀνετινάσσετο τοῦ ἀέρος ἀποκρεμάμενον, ἐκτεινόμενόν τε καὶ πάλιν
αἴφνης καταρριπτούμενον. πρὸς δὲ τὸν ἅγιον ἠφίει συχνὰς καὶ ἀσήμους φωνάς, οἷα συμβαίνει
καὶ γίνεσθαι, ὅταν ὁ δαίμων τὸν ἐνεργούμενον ἀλλοιώσας, ἐκεῖνος ὅλος λαλεῖ, τὸ σῶμα
τοῦ πάσχοντος ἴδιον τεχναζόμενος ὄργανον. ἡ δὲ μήτηρ τούτου ὀδυνηροτέρα τοῦ πάσχοντος
δακρυρροοῦσα καὶ κοπτομένη, καὶ τὸ τέκνον τῆς χειρὸς κρατοῦσα ἔρριπτεν φωνάς· «ἐλέησόν
με, ἅγιε, τὴν παντάλαιναν. ἓν μόνον μοι τέκνον πάρεστιν ἐν τῇ ζωῇ, ὃ νῦν ὁρᾷς δαιμονιζόμενον·
καὶ εἰ θανατωθῆναι τοῦτο πρὸς θεὸν εὔξομαι, ἡ ἀτεκνία τιτρώσκει με· καὶ πάλιν δαιμονιῶντα
ἔχειν τοῦτο οὐ δύναμαι. ἐν νυκτὶ γὰρ καὶ ἐν ἡμέρᾳ παρατρεπόμενον ὀδυνᾷ μου τὴν ψυχήν.
δύο ψυχὰς ἐλέησον καὶ ἰάτρευσον, ἅγιε· τοῦτον τοῦ δαίμονος, κἀμὲ τῆς ὀδύνης, καὶ
οἷα συμβαίνει λυπηρὰ ταῖς μητράσιν, ὅταν ὁ φιλούμενος παῖς πάσχει τι.» ἐπὶ πλεῖστον
δὲ οὕτω τοῦ παιδὸς χειμαζομένου, ἡ τούτου μήτηρ τὴν μητέρα τοῦ ἁγίου ἰδοῦσα, αὕτη
δραμοῦσα ἅπτεται τῶν αὐτῆς ἰχνῶν, ὀδυρομένη καὶ λέγουσα· «σύ μου καὶ μόνη τὸν πόνον
ἐπίστασαι, ἡ τὸν ὅμοιον νόμον τῶν τέκνων ὑπουργήσασα. σύ μου καὶ ἐπιμέτρησον τὸ
ὀδυνηρόν, καὶ τὸν υἱόν σου εὔξασθαι ὑπὲρ τοῦ ἐλεεινοῦ μου παιδὸς δυσώπησον, ὅτι
μητρὸς ἁμαρτησάσης, πάνδεινα τὸ βρέφος παιδεύεται.» τούτοις τοῖς γοεροῖς ῥήμασιν
οὐ μόνον τὴν τοῦ ἁγίου μητέρα, ἀλλὰ καὶ πάντας τοὺς συνόντας ἡ γυνὴ πρὸς θρῆνον
κινήσασα,
[p. 1153] συμπαθήσας ὁ μακάριος Στέφανος, τῷ σημείῳ τοῦ σταυροῦ κατὰ παντὸς τοῦ
σώματος τοῦ παιδὸς ἕνα τῶν μοναχῶν κατασφραγῖσαι κελεύσας, αὐτός τε ἐκ τοῦ ἐγκλείστρου
ἐπευξάμενος μετὰ δακρύων, τοῦ δὲ ῥαγέντος μετὰ τὴν εὐχήν, ἐξ ὀνόματος τὸν παῖδα
καλέσας καὶ τοῦ Χριστοῦ εἰκόνα προσκυνῆσαι ποιήσας, ἅμα τῇ μητρὶ ἀπέλυσεν αὐτὸν
εἰς τὰ ἴδια ὑγιῆ. καὶ ἐναργῶς ἦν πεπληρωμένον ἐν αὐτοῖς ἐκεῖνο τὸ Δαυϊτικόν, μητέρα
ἐπὶ τέκνῳ εὐφραινομένην πορεύεσθαι.
αἱμόρρους τοίνυν ἄλλη τις γυνὴ σεμνοτάτη ἐξ ἐτῶν ἑπτὰ τῇ ῥύσει μαραινομένη τοῦ
αἵματος ᾐσχύνετο, ἠδημόνει, ἠπόρει ὅ τι καὶ δράσειεν, ἀπειποῦσα λοιπὸν τῷ χρόνῳ
τὴν ἴασιν. αὕτη κατοικοῦσα ἐν τῇ τῆς Θρᾴκης Ἡρακλείᾳ πλησίον τοῦ αἰγιαλοῦ, καὶ ἀκουτισθεῖσα
παρὰ τῶν προσπλεόντων περὶ τῶν θαυματουργιῶν τοῦ ὁσίου, ἤρξατο διερωτᾷν ποτνιωμένη
καὶ παρακαλοῦσα, ποῦ ἆρά γε ὁ τοῦ θεοῦ φίλος καὶ αὐτῆς ἰατρὸς ἐπισχολάζει. τῶν δὲ
δακτυλοδεικτούντων ἀντικρύ, τήν τε νῆσον καὶ τὸν τόπον ἐπιδεικνυόντων, αὕτη ὄκνον
ἀποθεμένη πάντα, ἐν νηαρίῳ εἰσιοῦσα, δρομαίως τῇ νήσῳ προσπλέει, καὶ τῷ τοῦ ὁσίου
παρορμᾷ ἰατρείῳ, τὸ πάθος ἐπιδεικνύουσα, τὸν χρόνον ἀπαγγέλλουσα, καὶ ὀδυρμοῖς καὶ
δάκρυσιν παρακαλοῦσα τοῦ ἰαθῆναι. ἀλλὰ ταύτην εὐξάμενος ὁ πατὴρ ἐθεράπευσεν τῇ ἐν
Χριστῷ σφραγῖδι καὶ τῇ προσκυνήσει τῆς αὐτοῦ εἰκόνος. στερρὰ δὲ γενομένη τῷ σώματι,
τῇ τρίτῃ ἡμέρᾳ τελείαν ἡ ἄνθρωπος καὶ σθένουσαν ὄντως τὴν φύσιν τὴν ἑαυτῆς ἀνεγνώρισεν,
μηδαμόθεν μεριζομένην ἢ ἐκκενουμένην τῷ ἀσθενήματι.
ἀλλ᾿ ἐξ ἑτέρων ἐφ᾿ ἕτερά με ἀπαγαγὼν ὁ λόγος, οὐδὲ βουλόμενον ἐᾷ σιωπᾷν. καὶ γὰρ
καὶ προωμολόγησα τὴν πτωχόνοιαν μὴ ἐπαρκεῖν πρὸς τὸ πέρας τῶν ἐξηγήσεων. πόσοις
γὰρ ὁδοιποροῦσι τῇ εὐχῇ γέγονεν συνοδίτης, καὶ τοῖς ἐν ζάλῃ πλέουσι κυβερνήτης,
μάλιστα δὲ ἐν καιρῷ σφοδρᾶς καταιγίδος ὅταν γὰρ ἄγριον ἑώρα τὸν τῆς θαλάσσης σάλον
κορυφούμενον, καὶ τὸν ταύτης ῥοῖζον τὰς ἀκοὰς νικῶντα, τότε τοὺς ἀδελφοὺς προέτρεπεν
εἰς εὐχὴν ἐκτενῆ ὑπὲρ τῶν πλεόντων καὶ ἐκεῖνο ψάλλειν τὸ προφητικόν· Ϡμὴ ἐν ποταμοῖς
ὀργισθῆς, κύριε, μὴ ἐν ποταμοῖς ὁ θυμός σου, ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου·Ϡ καὶ ἦν
ἰδεῖν, καταστορεσθείσης τῆς θαλάσσης, ἐρχομένους τινὰς καὶ ἀπαγγέλλειν τὴν διὰ τοῦ
ὁσίου αὐτῶν περίσωσιν. καὶ ὅτι, φησίν, «ἐν καιρῷ τῆς ἀνάγκης ὡράθης συμπλέων ἡμῖν,
καὶ τὴν ναῦν ἰθύνων, πρυμνίως τε ἱστάμενος καὶ πηδαλιουχῶν ἁρμοδέστατα.» καὶ οὕτως
ἅπαντες ἐδόξαζον τὸν θεόν.
ἐν τούτοις οὖν τοῖς προτερήμασι τοῦ τιμίου πατρὸς ἡμῶν Στεφάνου ἐν τῇ νήσῳ, τῷ τῆς
κατοικήσεως αὐτοῦ δευτέρῳ χρόνῳ καὶ ἐξορίας, ἡ ὄντως εὐσεβὴς καὶ φιλόπαις καὶ τῆς
Ἀβραμιακῆς μερίδος,
[p. 1156] οὐ παρὰ πολὺ δευτερεύουσα νέα Σάρα, ἡ τοῦ παμμάκαρος Στεφάνου μήτηρ πρὸς
θεὸν ἐξεδήμησεν, εἰποῦσα τῇ ἑαυτῆς θυγατρί· «μὴ κλαῖε, Θεοδότη· μετ᾿ ἐμοῦ γὰρ πορεύῃ.»
καὶ μεθ᾿ ἡμέρας ἑπτὰ ἐκοιμήθη καὶ ἡ τοῦ ἁγίου ἀδελφὴ ἐν εἰρήνῃ.
ἐν δὲ ταῖς ἡμέραις ταύταις Στέφανός τις, στρατιώτης τοῦ στίφους τῶν Ἀρμενίων, ἐκ
τῶν τῆς Εὐρώπης μερῶν ἡμίξηρος γεγονώς, ὅλος ἐπὶ τὴν γῆν ἐκεκύφει καμπτόμενος. οὗτος
πρὸς τὴν νῆσον ἀποπλεύσας, καὶ τῷ ἁγίῳ προσπεσὼν καὶ ἱκετεύσας, τὴν τοῦ Χριστοῦ
εἰκόνα καὶ τῆς μητρὸς αὐτοῦ ἀδιστάκτῳ πίστει προσκυνήσας, ὑπέστρεψεν ὀρθὸς καὶ ὀλόκληρος
ταῖς τοῦ ὁσίου εὐχαῖς πρὸς τὸ ἴδιον τῆς στρατείας τάγμα. τῶν δὲ στρατιωτῶν διερωτώντων
αὐτόν, πῶς ἄρα καὶ ποίῳ τρόπῳ καὶ παρὰ τίνος τὸ ἀνίατον ἐκεῖνο ἰάθη πάθος, αὐτὸς
ἅπαντα διεσάφησεν, ὅτι «ἐν Προκονήσῳ ἔστι τις μοναχὸς ἐγκεκλεισμένος, λεγόμενος
Στέφανος καὶ ἐξόριστος. οὗτος ἐπευξάμενος, καὶ ποιήσας με δύο εἰκόνας προσκυνῆσαι,
μίαν ἀνδρὸς γράφουσαν, ϠΧριστός,Ϡ καὶ ἑτέραν γυναικός, ὡς ἔλεγον εἶναι αὐτὴν τῆς
θεοτόκου, ἃς ἀσπασάμενος, παραχρῆμα ἱάσεως ἔτυχον.» οἱ δὲ παράνομοι ἀνακορταλίσαντες
φασὶν πρὸς αὐτόν· «ἀβάλει σοι, Στέφανε, εἰδωλολάτρησας.» καὶ διαβάλλουσιν αὐτὸν
πρὸς τὸν ἀρχισατράπην τῆς Θρᾴκης· ὁ δὲ γνοὺς τὰ κατ᾿ αὐτόν, τῷ τάχει τοῦτον πρὸς
τὸν βασιλέα ἀπέστειλεν. ὁ δὲ τύραννος τοῦτον δεξάμενος, καὶ γνοὺς τὰ εἰς αὐτόν,
εἶπεν· «εἶτα καὶ ἐπιμένεις, ὡς ἐδιδάχθης παρὰ τοῦ ἀμνημονεύτου ἐκείνου, προσκυνῶν
τὰ τοιαῦτα ἰνδάλματα» ὁ δὲ μᾶλλον ἀναθεματίσας καὶ μετάνοιαν βαλών, ὡς ἤδη πλανηθεὶς
παρ᾿ αὐτὰ τοῦτον ὁ ἀλιτήριος τῇ τοῦ κεντουρίωνος ἀξίᾳ ἐτίμησεν, ὡς ἀτιμάσαντα τὴν
τοῦ Χριστοῦ εἰκόνα· ἀλλ᾿ οὖν ὁ δίκαια κρίνων θεὸς ὁ διὰ τοῦ προφήτου βοῶν, Ϡἀλλ᾿
ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἀτιμασθήσονται,Ϡ οὐχ ὑπερεῖδεν
τῆς ἀδίκου δίκης τὴν δίκην. ὁ γὰρ τὴν ἀξίαν λαβὼν παραβάτης, ἐν τῷ ὑποστρέφειν αὐτὸν
ἐκ τῶν βασιλείων οἴκαδε, τοῦ ἵππου κρημνισθείς, καὶ τοῖς αὐτοῦ ποσὶ περιθλασθείς,
ἱππόθυτον γέγονε παρανάλωμα, τὴν ψυχὴν ἐν κακῷ ἀπορρηξάμενος. καὶ ἐν τούτῳ τῷ τρόπῳ
τάχιστα τὸν ἅγιον ἀπὸ Προκονήσου ἀναπλεῖν παρεκέλευσεν ὁ δόλιος δράκων εἰπών, ὅτι
«καὶ ἐξόριστος ὢν οὐ παύεται διδάσκων τὸν λαὸν εἰδωλολατρεῖν.»
τοῦτον ὑποστρέψαντα ἐκ Προκονήσου κελεύει ἐν τῇ τῆς Φιάλης εἱρκτῇ τῇ ἐζοφωμένῃ ἐν
χειροπέδαις φυλαχθῆναι, καὶ τοὺς πόδας αὐτοῦ ἐν τῷ ξύλῳ ἀσφαλισθῆναι. καὶ μεθ᾿ ἡμέρας
τινὰς ἐν τῷ τοῦ Φάρου ἡλιακῷ ἰδίως καθίσας ἀναμεταξὺ δύο τινῶν ἀρχόντων αὐτοῦ, ἐποιεῖτο
μετ᾿ αὐτῶν τὴν ἐρώτησιν. ὁ δὲ ἅγιος ἐν τῷ μέλλειν αὐτὸν εἰσιέναι πρὸς τὸν βασιλέα,
αἰτησάμενος καὶ λαβὼν παρά τινος φιλοχρίστου νόμισμα, ἔνδον τοῦ αὐτοῦ κουκουλλίου
ἐβάσταζεν. ἐν δὲ τῷ εἰσιέναι αὐτὸν καὶ μόνον ὁραθῆναι, θυμομαχήσας ὁ φερώνυμος δράκων,
ἀνέκραξεν λέγων· «ὦ βία· παρὰ ποίου ἀμνημονεύτου τὸ ἐμὸν καταμαρτυρεῖται βασίλειον»
τοῦ δὲ ἁγίου μηδὲν
[p. 1157] ἀποκρινομένου, ἀλλὰ χαμάζε κεκυφότος, ὁ τύραννος πρὸς αὐτὸν ὀργίλως ἐπιδών,
ἐναίμους τε τοὺς ὀφθαλμοὺς συνταράξας, καὶ αἰθερίως τὴν χεῖρα περιγυρίσας, δρακοντιαῖόν
τε συριεὶς μέγα εἶπεν· «ἐμοὶ οὐκ ἀποκρίνῃ, μιαρωτάτη κεφαλή» ὁ δὲ ἅγιος ἔφη πρὸς
αὐτόν· «βασιλεῦ, εἰ καταδικάζειν θέλεις, τιμώρησαί με· εἰ δὲ ἐπερωτᾷν, μετρησάτω
σου τὸν θυμὸν ἡ πραότης. οὕτως γὰρ δικάζειν τοὺς κριτὰς οἱ νόμοι κελεύουσιν.» ὁ
δὲ βασιλεύς, «εἰπέ,» φησίν, «τίσιν ὅροις καὶ πατρικαῖς ἐντολαῖς μὴ ὑποκύψαντες,
αἱρετικῆς ὑπολήψεως ὑπόκρισιν ἔχειν παρὰ σοὶ νενομίσμεθα» ὁ ἅγιος εἶπεν· «τὴν ἐκ
πρόπαλαι περιοδικῶς ὑπὸ πάντων πατέρων δεχθεῖσαν καὶ προσκυνηθεῖσαν εἰκονικὴν στηλογραφίαν,
ἣν ἀνόμως τῶν ἐκκλησιῶν ἐξεποιήσασθε, ταύτην ἐξορύξαντες.» καὶ ὁ βασιλεύς· «μὴ λέγε
ταύτας, ἀνοσία κεφαλή, στηλογραφίας, ἀλλ᾿ εἰδωλογραφίας. καὶ ποῖον γὰρ δίκαιον εἰδωλεῖα
μετὰ ἁγίων Ϡἢ κοινωνία τίς φωτὶ πρὸς σκότοςϠ πρὸς ὃν ὁ ἅγιος· «βασιλεῦ, οὐχὶ τῇ
ὕλῃ οἱ Χριστιανοὶ λατρεύειν ἐν εἰκόσι ποτὲ ἐθέσπισαν· ἀλλὰ τὴν κλῆσιν τῆς θέας προσκυνοῦμεν,
νοερῶς εἰς τὰς αἰτίας τῶν πρωτοτύπων ἀναγόμενοι. καὶ γὰρ διὰ τῆσδε τῆς ὁράσεως τὸ
ἡγεμονικὸν διηπλωμένον τοῖς δόγμασι καὶ τῷ σκοπῷ τῆς εὐσεβείας, πρὸς τὰς ὑψηλάς
τε καὶ μετεωροπορούσας τῶν οὐρανῶν σκηνάς, εἰς τὸ δύνασθαι τῷ μεγέθει τῶν τοιούτων
ἐννοσεύειν ἐφιέμεθα· καλιὰ γάρ τις οἱονεί ἐστιν ψυχῆς ἡ περὶ τὸ ζητούμενον συγκατάθεσις,
τὴν ἄστατον τοῦ νοῦ πολυπραγμοσύνην, καθάπερ τινὰ πολυπλανῆ πτῆσιν ἐφ᾿ ἑαυτῆς ἀναπαύουσα.»
καὶ ὁ βασιλεύς· «ἆρά γε δικαιόν ἐστιν τὰ παρὰ ἀνθρώπων κηρυχθέντα ἄπειρα καὶ δυσθεώρητα,
καὶ μήτε νῷ λεπτά [λεγε· ληπτά], αἰσθητικῶς ἐκτυποῦν καὶ διὰ ὕλης προσκυνεῖν, μὴ
ὄντος τινὸς τῶν τοιούτων ἐν γνώσει, ἢ καὶ μόνης τῆς ἀπειρίας, ὥς φησιν ὁ θεολόγος
Γρηγόριος» εἶτα ὁ ἅγιος· «καὶ ποῖος ἆρά γε λογισμοῦ κύριος ὤν, τὰ ἐν τῇ ἐκκλησίᾳ
προσκυνῶν, εἴτε λίθον, εἴτε χρυσόν, εἴτε ἄργυρον, κτισματολατρεῖ, διότι τῇ κλήσει
μετεποιήθησαν εἰς ἅγια ὑμεῖς δὲ ἀναμέσον ἁγίου καὶ βεβήλου μὴ διαστείλαντες, οὐκ
ἐφρίξατε εἰπεῖν τὴν τοῦ Χριστοῦ εἰκόνα ἐν παροινίᾳ εἴδωλον, ὡς Ἀπόλλωνα, καὶ τῆς
θεοτόκου ὁμοίως ὡς Ἀρτέμιδα, καὶ καταπατῆσαι ταύτας, καὶ κατακαῦσαι.» καὶ ὁ βασιλεύς·
«πεπηρωμένε τῷ νοΐ, καὶ ἀμνημονεύτων ἀμνημονευτότερε, τὰς εἰκόνας πατήσαντες, Χριστὸν
πεπατήκαμεν μὴ γένοιτο·» ὁ δὲ σημειοφόρος Στέφανος ἀεὶ ἐν ἑαυτῷ τὸν Χριστὸν περιφέρων,
καὶ ὅλος ὑπ᾿ αὐτοῦ διδασκόμενος, τὴν χεῖρα τῷ στέρνει ἀντανακλάσας, καὶ ἔνδον ταύτην
εἰσδύσας τοῦ ἱεροῦ κουκουλλίου, τὸ νόμισμα ἐξενεγκών, ἐπεδείκνυεν, καθάπερ Χριστὸς
τῇ πρὶν τῶν Ἰουδαίων συναγωγῇ, εἰκόνα καὶ ὄνομα φέρον τοῦ ἀλάστορος, καί φησιν·
«Ϡτίνος ἡ εἰκὼν αὕτη, βασιλεῦ, καὶ ἡ ἐπιγραφήϠ» ὁ δὲ τύραννος θαμβηθεὶς ἔφη·
«τῶν βασιλευόντων.» καὶ ὁ ἅγιος·
[p. 1160] «ἆρά γε εἰ τοῦτο προσρίψας ἐπὶ τῆς γῆς ἑκουσίως πατήσω, ὑποίσω δίκην»
οἱ δὲ παρεστῶτες, «ἐκ παντός· ὅτιπερ,» φησίν, «χαρακτῆρα καὶ κλῆσιν τῶν ἀηττήτων
φέρει βασιλέων.» ὁ δὲ ἅγιος μέγα στενάξας εἶπεν· «εἰ ὑμεῖς οὕτως φατέ, ποίαν ἄρα
ἐλεεινὴν ὑποίσει δίκην ὁ τὸ τοῦ Χριστοῦ καὶ τῆς μητρὸς αὐτοῦ ὄνομα ἐν εἰκόνι πατήσας
καὶ κατακαύσας, ἢ πάντως τῷ ἀτελευτήτῳ πυρὶ καὶ αἰωνίῳ καὶ τῷ ἀκοιμήτῳ σκώληκι ἐκδοθήσεται»
καὶ ῥίψας τὸ νόμισμα, κατεπάτησεν αὐτό. οἱ δὲ τῷ βασιλεῖ παριστάμενοι, ὡς εἴ τινες
ἄγριοι θῆρες εἰσπηδήσαντες κατὰ τοῦ ἁγίου, κρημνίσαι τοῦτον ἠβουλήθησαν τοῦ ἡλιακοῦ
πρὸς τὸ κάταντες. ὁ δὲ βασιλεὺς ὑπούλως πως (παρεμορφοῦτο γὰρ ὡς ὄφις) τούτους ἀπεσόβησεν
τοῦτο μὴ πρᾶξαι. καὶ παρευθὺ τὸν ἅγιον δεδεμένον ἐκ τοῦ τραχήλου, ὄπισθεν δὲ τὰς
χεῖρας, πρὸς τὴν τοῦ Βυζαντίου δημοσίαν φυλακὴν τοῦτον παρέπεμψεν, ἔνθα ἐπιλέγεται
τὸ ἱερὸν πραιτώριον, ὡς ἐννόμως κριθῆναι αὐτόν, διότι βασιλέως χαρακτῆρα ἀνόμως
πεπάτηκεν. ὢ τῆς παραπληξίας· οἱ γὰρ προφανῶς τὸν τοῦ θεοῦ παραβεβηκότες νόμον,
καὶ τὴν αὐτοῦ εἰκόνα πατήσαντες, οὗτοι ἐν τῇ ἰδίᾳ εἰκόνι τὸν νόμον πρόμαχον ποιοῦνται.
καὶ τίς ἆρα οὐ γελάσειεν τὴν τούτων ἄνοιαν
ὁ δὲ παμμάκαρ πατὴρ ἡμῶν Στέφανος τῷ πραιτωρίῳ παραπεμφθείς, ὡς μόνον πρὸς τὰ πρόθυρα
εἰσέδυ, ἐθερμάνθη ἡ καρδία αὐτοῦ, προφητικῶς εἰπεῖν, ἐντὸς αὐτοῦ, καὶ τὸ τῆς μελέτης
αὐτοῦ ἐκκαύσας πῦρ, ἐλάλησεν τῇ γλώσσῃ αὐτοῦ, τὸ πέρας τῶν ἡμερῶν τῆς ζωῆς αὐτοῦ
εἰπών· «αὕτη μου τῆς ζωῆς ταύτης ἡ κατάπαυσις, καὶ ὧδε κατοικήσω ἕως ἐσχάτης τοῦ
βίου μου ἀναπνοῆς, ὅτι ὑπὲρ τῆς Χριστωνύμου εἰκόνος ᾑρετισάμην αὐτήν.» εὗρεν δὲ
ἐν τοῖς ἐκεῖσε ἐγκεκλεισμένους λογάδας τοῦ ἁγίου τῶν μοναχῶν σχήματος, ὡσεὶ τριακοσίους
τεσσαράκοντα δύο τὸν ἀριθμόν, ἐκ διαφόρων χωρῶν, τοὺς μὲν ῥινοτμήτους, τοὺς δὲ
ἀπομμάτους, ἄλλους χεῖρας κεκομμένας ἔχοντας, ὡς μὴ ὑπογράψαντας κατὰ τῶν ἁγίων
εἰκόνων, ἑτέρους ὦτα μὴ ἔχοντας. καὶ οἱ μὲν τῶν ἀνεικάστων δαρμῶν τὰ λείψανα ἐδείκνυον.
οἱ δὲ τρίχας μὴ ἔχειν ἑαυτοὺς ἐπεδείκνυον, ξυρισθέντες παρὰ τῶν ἀσεβῶν εἰκονοκαυστῶν·
καὶ οἱ πλείους τὴν τιμίαν γενειάδα ἐκ πίσσης κεχρισμένην καὶ κεκαυμένην εἶχον. ταύτας
τὰς χαλεπὰς πολυειδεῖς τιμωρίας τῶν τῆς εὐσεβείας μυστῶν ἰδὼν ὁ ἅγιος, ηὐχαρίστει
τῷ θεῷ τῷ τὴν ὑπομονὴν αὐτοῖς δωρησαμένῳ. ἤσχαλλεν δὲ καὶ ἐδυσφόρει, ὅτι οὐκ ἦν
αὐτὸς ἀκμὴν πεῖραν λαβών τινος βασάνου ἢ ἀφαίρεσιν μέλους περὶ τοῦ προκειμένου.
οἱ δὲ πατέρες οὗτοι πάντες ἐδέξαντο τοῦτον ὡς ἀρχιποιμένα καὶ καθηγητὴν σωτήριον,
καὶ παρ᾿ αὐτοῦ ἐδιδάσκοντο, καὶ αὐτῷ τοὺς λογισμοὺς ἀνέφερον. λοιπὸν γέγονε τὸ πραιτώριον
μοναστήριον, παντὸς τοῦ μοναχικοῦ κανόνος ἐπιτελουμένου. οἱ δὲ τὰς φυλακὰς πεπιστευμένοι,
καὶ πάντες
[p. 1161] οἱ τὴν τοῦ ὁσίου φήμην ἔκπαλαι ἐνωτιζόμενοι, ἰδόντες τοῦτον ὡς ἀληθῶς
τὸ κατ᾿ εἰκόνα ἀλώβητον διασώζοντα, τὸν κατὰ ἀλήθειαν ἐπίγειον ἄγγελον ἐξεθαμβήθησαν,
ὡς εἰπεῖν τινα καπικλάριον πρὸς τὴν ἰδίαν γυναῖκα ὡς ἐν μυστηρίῳ, καθάπερ
ἐκεῖνος ὁ Μανωέ· «ἀπολώλαμεν, ὦ γύναι, ἐκ ταύτης τῆς τοῦ τυράννου μάνιας. ὡσεὶ θεὸν γὰρ
ἑώρακα τὸν νυνὶ καθειρχθέντα ἐν τῇ φυλακῇ Στέφανον τὸν τοῦ Αὐξεντίου.» ἡ δὲ τιμία
ἐκείνη γυνή, ἡ νέα Σαραφθία, καὶ Σουμανῖτις, ἡ κατὰ ἀλήθειαν Φοίβη, ἵν᾿ εἴπω, καὶ
Τρύφαινα ἐρωτήσει τὴν ἐρώτησιν πρὸς τὸν ἄνδρα προστιθεῖσα, κλοποφορεῖ παρ᾿ αὐτοῦ
διὰ τῆς ἀκοῆς, πᾶσαν τὴν πολιτείαν τοῦ μακαρίου, καὶ κρυφιοπνευστὶ τοῦ συζύγου τῇ
εἱρκτῇ εἰσπηδήσασα, τοῖς ποσὶ τοῦ ὁσίου κυλινδουμένη, εὐχὴν ἐπεζήτει, καὶ ἀντιβολεῖ,
ἔκτοτε τῷ ἁγίῳ αὐτὴν διακονεῖν τὰ πρὸς τὴν χρείαν, τοιῶσδε λέγουσα· «μὴ ὑπέρθῃ,
πάτερ, ἐμὲ τὴν παντάλαιναν, θέλουσάν σοι παρηγορικῶς εἰσκομίζειν τὰ πρὸς τὴν χρείαν,
μηδὲ βδελύξῃ με τὴν ἁμαρτωλόν. ἐκ γὰρ τοῦ τοιούτου τρόπου ἐλπίζω κἀγὼ μισθὸν ἐκ
τοῦ θεοῦ κομίσασθαι. διὸ μὴ ἀπώσῃ με τὴν ἀναξίαν.» ὡς δὲ ὁ τίμιος πατὴρ εὐχὴν μὲν
ἐπ᾿ αὐτὴν ποιήσας, οὐκ ἐπένευσεν τὸ ὁτιοῦν λαβεῖν, λέγει πρὸς αὐτὸν ἡ γυνή· «σεβάσμιε
πάτερ, τί ἀπαναίνῃ τῆς πρὸς σέ μου πίστεως εἰ γὰρ καὶ τὸ ἀνάξιόν μου ἀπωθεῖ με,
ἀλλ᾿ οὖν οἶδέν σου ἡ εὐλάβεια οἰκτιρμοὺς ἐπιδείκνυσθαι. ὡς γὰρ ἡ Σαραφθία ποτὲ χήρα
τῷ Ἠλίᾳ τὸ ἄλευρον, καὶ ἡ Σουμανῖτις τῷ Ἐλισσαίῳ τῆς φιλοξενίας τὸ δωμάτιον, καὶ
ἡ μακαριζομένη χήρα ἐν τοῖς εὐαγγελίοις τοὺς τῆς ὑστερήσεως δύο ὀβολοὺς ἐν τῷ γαζοφυλακίῳ,
καὶ ἡ Σαμαρεῖτις αὐτῷ, φημὶ τῷ Χριστῷ τοῦ βαθυτάτου φρέατος τὸ παρηγορικὸν ὕδωρ,
οὕτως κἀγὼ ἐλπίδι τῆς πίστεως ὅμοιόν τι διατελοῦσα, πρὸς σὲ μὴ ἀποστραφείην τεταπεινωμένη,
κατῃσχυμμένη.» ὁ δὲ ἅγιός φησιν πρὸς αὐτήν· «ἄπιθι, γύναι, ἄπιθι, ὅτιπερ οὐ δύναμαι
δέξασθαί τι παρὰ σοῦ. οὐ γὰρ τὴν φύσιν ἢ τὸ ἀνάξιον φεύγω - μὴ γένοιτο· πάντη γὰρ
ἐγὼ ἐλεεινὸς καὶ ἀνάξιος - ἀλλ᾿ ὅτι κωλύομαι παρὰ τοῦ ἐντελλομένου αἱρετικοῖς μὴ
συγκοινωνεῖν. οὐ γὰρ οἶδά ποτε ἐμαυτὸν μετὰ χριστιανοκατηγόρων αἱρετικῶν καὶ εἰκονοκαυστῶν
συγκοινωνήσαντα, ἢ παρὰ τῶν αὐτῶν χειρῶν εἰληφότα τι.» ἡ δὲ χριστοφιλὴς ἐκείνη γυνὴ
καὶ φιλάγιος, ἡ κατὰ ἀλήθειαν φύλαξ καταπονουμένων, ταῦτα παρὰ τοῦ ἁγίου ἀκούσασα,
ῥίψασα ἑαυτὴν εἰς τὸ ἔδαφος, ἐβόα λέγουσα· «μὴ γένοιτό μοι, ὅσιε πάτερ Στέφανε,
ἐνυβρίσαι ποτὲ εἰκόνα Χριστοῦ, ἢ τῆς μητρὸς αὐτοῦ ἢ τῶν ἁγίων. οἶδα γὰρ ὁποίαν δώσουσι
δίκην οἱ ταῦτα τολμήσαντες πρᾶξαι. ὁ γὰρ ἐν ἁγίοις πατὴρ ἡμῶν Γερμανὸς τοὺς καθαιρέτας
τῶν ἁγίων εἰκόνων
[p. 1164] μετ᾿ ἐκείνων ἔταξεν τῶν κραξάντων· Ϡἆρον, ἆρον, σταύρωσονϠ τὸν τοῦ θεοῦ
υἱόν. διό, τίμιε πάτερ, τοῦτο μόνον αἰτοῦμαι, τοῦ κρυβῆναι τὸ δρᾶμα πρός τε τὸν
ἄνδρα μου καὶ τοὺς συμφύλακας. κἀγὼ ἔργῳ πληροφορήσω τὴν σὴν ὁσιότητα.» καὶ ταῦτα
εἰποῦσα, καὶ πρὸς τὸ ἑαυτῆς οἴκημα ἀντεισελθοῦσα, τῇ κλειδὶ τὸ ἴδιον ἀνεῴξασα κιβώτιον,
ἐκβάλλει τρεῖς εἰκόνας κεκρυμμένας, τῆς τε παναγίας θεοτόκου ἐν ἀγκάλαις φερούσης
τὸν υἱὸν καὶ θεόν, καὶ τῶν κορυφαίων ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ ἐπ᾿ ὄψεσιν
αὐτοῦ πιστῶς προσκυνήσασα δίδωσιν αὐτῷ, εἰποῦσα· «ἔστωσαν αὗται, ἅγιε, πρὸ προσώπου
σου εὐχομένου, ὅπως κἀμοῦ μνείαν ποιῇ τῆς ἁμαρτωλοῦ.» ἐν τούτῳ τῷ θεοφιλεῖ τρόπῳ
εὐδοκήσας ὁ ἅγιος πρὸς τὴν ἑαυτῆς αἴτησιν, ἔκτοτε Σαββάτῳ καὶ Κυριακῇ αὕτη αὐτῷ
ἐκόμιζεν ἄρτου βραχύ, ὡσεὶ οὐγκίας ἕξ, καὶ ὕδατος βαυκάλια τρία. αὕτη γὰρ ἦν ἡ βρῶσις
καὶ πόσις τῷ μακαρίῳ τὸν ἑνδεκαμηναῖον χρόνον, ὅνπερ ἐν τῷ πραιτωρίῳ ἐποίησεν.
ἐν μιᾷ δὲ τῶν ἡμερῶν καθεσθεὶς μετὰ τῶν συνδεσμωτῶν πατέρων ὁ ὅσιος, ἐκινήθη λόγος
περὶ τῶν κατὰ χώρας τῶν γεγονότων βασάνων τοῦ διωγμοῦ παρὰ τῶν ἀρχόντων τοῦ τυράννου.
παρήχθη δὲ εἰς μέσον Ἀντώνιος τῆς Κρητῶν νήσου, ἀπαγγέλλων τὸ θεόθυτον θῦμα, καί
φησιν· «πῶς ὑπ᾿ ὄψιν ἀδακρυτὶ ἀγάγοιμι, πατέρες τίμιοι, τὰ τοῦ ἀββᾶ Παύλου ἀριστεύματα
οὗτος γὰρ ὁ γεννάδας κατεσχέθη ὑπὸ Θεοφάνους ἀρχισατράπου τῆς νήσου τὸ ἐπίκλην Λαρδοτύρου,
καὶ προσήχθη πρὸς ἐξέτασιν ἐν τῷ λεγομένῳ πραιτωρίῳ τοῦ Ἡρακλείου. προὔκειτο δὲ
πρὸς γῆν ἡ τοῦ Χριστοῦ εἰκών, καθὸ ὑπὲρ ἡμῶν ἐσταυρώθη, καὶ τὸ τῶν βασάνων ὄργανον,
τὸ παρ᾿ Ἕλλησι λεγόμενον καταπέλται, καί φησιν ὁ στραγηγός· Ϡὦ Παῦλε, ἓν ἐκ τῶν
δύο σοι πρόκειται, ἢ τὴν εἰκόνα πατήσαντα ζῆσαι, ἢ τῇ βασάνῳ παραπεμφθῆναι.Ϡ ὁ δὲ
ἅγιος φωνῇ μεγάλῃ ἀνέκραξεν· Ϡμὴ γένοιτό μοι, κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ θεοῦ,
πατῆσαί σου τὴν σαρκομοιόμορφον θείαν εἰκόνα, σκήνωμα ὑπάρχουσαν τοῦ φοβεροῦ σου
ὀνόματος.Ϡ καὶ πρὸς γῆν νενευκώς, τὴν προσήκουσαν προσκύνησιν προσῆξεν τῇ ἁγίᾳ εἰκόνι.
θυμωθεὶς δὲ ὁ στρατηγὸς τοῦτον ἐκδυθῆναι προστάττει, εἶθ᾿ οὕτως ἁπλωθῆναι πρὸς τοὺς
καταπέλτας. καὶ περισφίγξαντες οἱ ὑπηρέται τὸν ἅγιον πρὸς ταῖς δυσὶ σανίσιν ἀπό
τε τραχήλου ἕως ἀστραγάλων, καὶ διὰ σιδήρων τούτου τὰ μέλη καθηλώσαντες, καὶ ἐπὶ
κεφαλῆς κρεμάσαντες, κυκλόθεν τε πυρκαϊὰν ὑφάψαντες παμμεγέθη, οὕτως ὁλοκάρπωμα
διὰ πυρὸς τὸν ἅγιον πεποίηκεν ὁ τοῦ παρανόμου βασιλέως παρανομώτερος ἄρχων.»
καὶ ἔτι τούτου λαλοῦντος, καὶ πάντων τῶν πατέρων δακρυρροούντων, Θεοστήρικτος πρεσβύτερος
καὶ γηραλέος τοῦ εὐαγοῦς φροντιστηρίου τῆς Πελεκητῆς, ὅστις καὶ ῥινότμητος ἦν,
καὶ τὴν γενειάδα ἐκ πίσσης
[p. 1165] καὶ νάφθης κεχρισμένην καὶ κατακεκαυμένην παρὰ τῶν ἀθέων εἰκονοκαυστῶν,
εἰς μέσον προαχθεὶς εἶπεν· «οὐκ ἔστιν ἆρα, τίμιε Στέφανε, ὑπενεγκεῖν ἄνευ κλαυθμοῦ,
ἢ ὑπ᾿ ὄψεσιν ἀγαγεῖν τὴν τότε σκοτόμαιναν καὶ ἀγριότητα τοῦ ἄρχοντος τῆς Ἀσιάτιδος
γαίης, ὅνπερ Λαχανοδράκοντα καλοῦσιν» ὁ δὲ τίμιος Στέφανος λέγει αὐτῷ· «λέγε, πάτερ,
διὰ τὸν κύριον λέγε, καὶ μὴ ἀποκρύψῃς. προθυμοτέρους γὰρ ποιεῖς ἡμᾶς, εἴπερ θέλοι
ὁ θεὸς καὶ ἡμᾶς ἀθλῆσαι.» καὶ ὁ Θεοστήρικτος πάλιν· «τῆς ἁγίας παρελθούσης τεσσαρακοστῆς,
καὶ τοῦ ἁγίου Πάσχα πεφθακότος, τῆς ἁγίας Πέμπτης ὀψέ, ἐν ᾗ Χριστὸς ὁ θεὸς ἡμῶν
πρὸς Ἰουδαίους παρεδίδοτο, τῆς θείας μυσταγωγίας ἐπιτελουμένης, οὗτος ὁ δρακοντώνυμος
ἀρχισατράπης, τῇ τοῦ βασιλέως κελεύσει, μετὰ πλήθους στρατιωτῶν εἰσπηδήσαντες, παρευθὺ
μὲν τὴν μυσταγωγίαν ἠχρείωσαν, καὶ τοὺς λογάδας τῶν μοναστῶν συλλαβόμενοι, ἠσφαλίσαντο
τούτων τὰς χεῖρας καὶ τοὺς τραχήλους ἐν ξύλοις τὸν ἀριθμὸν τριάκοντα ὀκτώ· καὶ τοὺς
λοιποὺς, ὃν μὲν ἀφειδῶς ἔδειρεν, ὃν δὲ κατέκαυσεν· ἄλλων τὰς γενειάδας πισσώσας
ἐνέπρησεν, καὶ ῥινοτμήτους ἀπέπεμψεν, ἐξ ὧν εἷς ὑπάρχω καὶ αὐτὸς ἐγώ. καὶ ἐν τούτοις
μὴ ἀρκεσθεὶς ἐκεῖνος ὁ δυσσεβής, τὴν μονὴν πᾶσαν ἐνέπρησεν, ἀπό τε ἱπποφορβείου
μέχρι τῶν ἐκκλησιῶν, ἕως ἐδάφους κονιορτὸν ἀπετέλεσεν. εἶθ᾿ οὕτως μετ᾿ αὐτοῦ συλλαβόμενος
τοὺς τριάκοντα ὀκτὼ ἐκείνους πατέρας, ἐν τοῖς τῆς Ἐφέσου περιορίοις ἐν θόλῳ τινὶ
παλαιοῦ λουτροῦ τούτους ἀπέκλεισεν, καὶ τὴν εἴσοδον ἀναφράξας, τὰ ἐχόμενα τοῦ ὄρους
κατορύξας, τούτους κατέχωσεν, καὶ οὕτως τῇ ἀνυποίστῳ βίᾳ ἐτελειώθησαν ἐν κυρίῳ.»
τούτων οὖν τῶν λυπηρῶν καὶ ἄλλων πλειόνων ὀδυνηρῶν ῥηθέντων, οὐκ ἦν ὑπενεγκεῖν
τὸν κλαυθμόν. καὶ λοιπὸν ἠξίουν τὸν ἅγιον Στέφανον, ὥσπερ πρὶν ἐν τῷ ὄρει, οὕτω
καὶ νῦν λόγον παρακλήσεως προειπεῖν. ὁ δὲ παμμάκαρ ὡς ἐξ ὀδύνης ψυχῆς ἀναστενάξας
εἶπεν· «εὐχαριστήσωμεν, πατέρες καὶ ἀδελφοί, εὐχαριστήσωμεν περὶ πάντων τούτων τῶν
συμβεβηκότων· ἡ γὰρ εἰς τέλος εὐχαριστικὴ ὑπομονὴ φέρει τὸν στέφανον· εἰ γὰρ καὶ
πῦρ, καὶ ξίφος, καὶ θάλασσα, καὶ τὸ τελευταῖον θάνατος ἐκ τῶν ἀσεβῶν πρόκειται ἡμῖν,
ὑπομείνωμεν, μιμησώμεθα τοὺς καθ᾿ ἡμᾶς τὸν βίον μαρτυρικῶς ἐκτελέσαντας ὁσίους πατέρας,
Πέτρον λέγω τὸν ὅσιον τὸν ἐν Βλαχέρναις ἐγκεκλεισμένον, ὅστις ἀνεικάστοις κατὰ πρόσωπον
τοῦ βασιλέως βουνεύροις τυπτόμενος ὑπὲρ τῆς τοῦ Χριστοῦ εἰκόνος, τοῦτον Δατιανὸν
καὶ παραβάτην παρρησίᾳ κηρύξας, καὶ πρὸς θεὸν τὸ ὄμμα ἀνατείνας, καὶ εἰπών, Ϡεὐχαριστῶ
σοι, κύριε,Ϡ οὕτως ἐν τοῖς δαρμοῖς ἐξέπνευσεν, καὶ μετ᾿ αὐτόν, Ἰωάννην τὸν θεῖον
ἡγούμενον τοῦ τερπνοῦ τῆς Μοναγρίας φροντιστηρίου, ὃν ὁ τύραννος βασιλεὺς τυραννικῶς
κατασχών, διὰ τὸ μὴ πεπατηκέναι αὐτὸν τὴν τοῦ Χριστοῦ εἰκόνα καὶ τῆς μητρὸς αὐτοῦ,
ἐν σάκκῳ κατακλείσας, καὶ λίθῳ μεγάλῳ προσδήσας, τῷ βυθῷ τῆς θαλάσσης ἀπέπνιξεν.
τί ἆρά γε τοῦ τοιούτου θανάτου ἐλεεινότερον ἀλλ᾿ ἐνδοξότερον παρέχει τὸν
[p. 1168] στέφανον. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. τίς γὰρ ἐξαρκέσει ἐξειπεῖν τὰ κατὰ
πᾶσαν ἐπαρχίαν ὑπὸ τῶν τοῦ τυράννου δεινοτέρων ἀρχόντων καὶ τῆς ἀληθείας ἐχθρῶν
ἐφευρήματα καὶ δεινὰ βασανιστήρια πολλὰ γὰρ τὰ τούτων τῆς ἀσεβείας τρόπαια, ἅπερ
ἡμεῖς καταπτύσαντες, τὸν τοῦ δεσπότου ζηλώσωμεν θάνατον. Ϡοὐ γὰρ ἄξια τὰ παθήματα
τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς,Ϡ ὥς φησιν τὸ σκεῦος
τῆς ἐκλογῆς Παῦλος.»
καλεῖ δέ με ὁ καιρός, ὦ πιστὸν καὶ ὀρθόδοξον ἀκροατήριον, εἰς τοὐμφανὲς ἐνέγκαι
καὶ τὸν ὑπὲρ τῆς εὐσεβείας τοῦ σεβασμίου πατρὸς ἡμῶν Στεφάνου θάνατον. ἀλλ᾿ οὖν
ὡς πολλαχῶς προαπελογησάμην, ἀνθέλκει με τὸ ἀνάξιόν μου, καὶ τὸ παντελὲς ἄγνωστον
τῆς πρὸς τὸ λέγειν τεχνολογίας. ἀλλ᾿ ἐπείπερ καὶ ὁ ἅγιος συμπαθὴς καὶ χρηστὸς πρὸς
τὴν ἐμὴν ταπεινότητα, καὶ ἡμεῖς τούτῳ ὅμοιοι πρὸς τὸ εὐήκοον, οὐ παύσομαι τὸ κατὰ
δύναμιν λέγων, μηδὲν παραχαράττων τῆς ἀληθείας· ὁ ἀποκαλύπτων θεὸς τοῖς δούλοις
αὐτοῦ τοῖς προφήταις τὰ αὐτοῦ μυστήρια, καὶ τὰ πρὶν γενέσεως εἰς τοὐμφανὲς ἄγων,
οὗτος καὶ τῷ σεβασμίῳ πατρὶ ἡμῶν Στεφάνῳ οὐκ ἀπέκρυψεν τὸν τῆς μεταστάσεως αὐτοῦ
τῶν τῇδε καιρόν. ὡς γὰρ προλέλεκται ἀνωτέρω, ὅτιπερ καὶ διορατικοῦ χαρίσματος ἦν
μετασχὼν ὁ σεβάσμιος Στέφανος, οὗτος οὖν ὁ τίμιος καὶ ἅγιος ἀνὴρ πρὸ τεσσαράκοντα
ἡμερῶν τῆς αὐτοῦ ἀθλήσεως προσκαλεσάμενος τὴν παμμάκαρον ἐκείνην καὶ φιλόξενον γυναῖκα,
τὴν νέαν Ἰσδανδούλ, καὶ τὴν τῶν ἐν φυλακαῖς ἁγίων διακονήτριαν, εἶπεν αὐτῇ· «τὸν
τῆς πρὸς ἐμέ σου ὑπηρεσίας μισθόν, ὦ γύναι, παράσχοι σοι κύριος. θέλω δὲ καὶ βούλομαι
ταύτην τὴν τεσσαρακονθήμερον ἡσυχαστικὴν καὶ ἐγκρατῆ εὐχὴν τελέσαι, καὶ παραχώρησόν
μοι τοῦ κομίζειν τόν τε ἄρτον καὶ τὸ ὕδωρ.» ἡ δὲ τιμία ἐκείνη γυνὴ ἀπεκρίνατο· «τί
σκληροτέρως ἑαυτὸν ἐθίζεις, πάτερ οὐχὶ ἅπας ὁ χρόνος τοῦ βίου σου, νηστεία καὶ εὐχὴ
καὶ σκληρότης μία» καὶ ὁ ἅγιός φησιν· «ἔγνων ἐν ἡμέραις ὀλίγαις τὸ βραχὺ τῆς ζωῆς
μου πέρας ὑπάρχειν.» καὶ ἐκ τούτου κατανύξας τὴν φιλόξενον γυναῖκα πρὸς τὸ ἑαυτοῦ
ἐφετόν, ἀπέλυσεν ἐν εἰρήνῃ. καὶ οὕτως οὐκ ἐπαύσατο ὁ ἅγιος τὰς ἡμέρας τῆς τεσσαρακοστῆς
ἐκείνης ὁμιλῶν καὶ διδάσκων τοὺς συνδεσμώτας πατέρας μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν,
παννύχους ὑμνῳδίας ἐκτελῶν, ὡς καί τινας τῶν τῆς πόλεως εὐσεβῶν μεταμφιάζεσθαι εἰς
ῥακώδη ἱματισμόν, καὶ ἐπεισέρχεσθαι ἐν τῇ φυλακῇ, καὶ παρ᾿ αὐτοῦ εὐλογεῖσθαι καὶ
διδάσκεσθαι. παρελθουσῶν δὲ τῶν ἡμερῶν, καὶ τῆς τριακοστῆς ὀγδόης ἡμέρας καταλαβούσης,
ἕωθεν μετὰ τὴν ὄρθριον δοξολογίαν καὶ τῆς πρώτης ὥρας τὴν ἀπόλυσιν, πάλιν ἐκείνην
τὴν πολλαχῶς μακαριζομένην ἐπισκεπτήτριαν προσκαλεσάμενος, εἰς ἐπήκιον [λεγε· ἐπήκοον]
τῶν πατέρων εἶπεν· «δεῦρο, τιμία καὶ εὐλογημένη γυνή· ἴδοι ὁ θεὸς καὶ ἀντιμετρήσοι
τῆς πρὸς ἐμέ σου ἀναπαύσεως
[p. 1169] τὸ ἀνελλιπές, ἀποδιδούς σοι τοὺς καρποὺς τῶν πόνων εἰς ἑκατόν, εὐαγγελικῶς
ὡς καὶ γέγραπται. μαθήτρια γὰρ ἐπαληθείας εἶ τοῦ εἰπόντος· Ϡἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ
τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε,Ϡ καί, Ϡὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου,
μισθὸν δικαίου λήψεται.Ϡ διὸ ὁ κύριος δῴη σοι ἑκατονταπλασίονα, μετ᾿ ἐκείνων σε
κατατάττων τῶν πιστῶν Μαριῶν καὶ σοφῶν γυναικῶν, τοῦ τε Κλωπᾶ καὶ Ἰωσή, Ἰωσήφ τε
καὶ Ἰωακεὶμ καὶ Μάρθας.» ταῦτα γοῦν καὶ πλείονα τούτων ἐπευξάμενος, ἄρας τὴν σαρκομοιόμορφον
θείαν εἰκόνα τοῦ σωτῆρος καὶ τῶν αὐτοῦ μαθητῶν Πέτρου <καὶ> Παύλου, δέδωκεν αὐτῇ
εἰπών· «ἐστωσάν σοι αὗται φρούριον ἐν τῇ ζωῇ καὶ τῆς ὀρθοδόξου πίστεως ἐνέχυρον.»
καὶ μέγα οἰμώξας ἀπεφήνατο, ὅτι «τῇ ἐπαύριον τῶν τῇδε ἀπάρας, πρὸς ἄλλον κόσμον
καὶ κριτὴν πορεύομαι.» ἡ δὲ οὐ μικρῶς θρηνήσασα καὶ τὰς πρώην προσενεγκοῦσα ἁγίας
εἰκόνας ἐκ τοῦ ἁγίου εἰληφυῖα, ἐν χειριδίῳ [λεγε· ἐγχειριδίῳ] τε εἰλίξασα διὰ τὸν
φόβον τῶν ἀθέων εἰκονοκαυστῶν, αὖθις τῆς εἱρκτῆς ἀπάρασα, οἴκαδε ἐσχόλαζεν. ὁ οὖν
πατὴρ τότε ἅπαν τὸ στῖφος τῶν συνδεσμωτῶν ἐκκλησιάσας, πάννυχον ὑμνῳδίαν ἐκτελεσθῆναι
πεποίηκεν.
ὁ δὲ φερώνυμος δράκων καὶ τυραννώδης βασιλεύς, ὁ πᾶσαν Ἑλληνικὴν σπονδὴν μυσαρωτάτως
ἐκτελῶν, τὸ κατ᾿ ἐκεῖνο καιροῦ Βρουμάλιον, ἤτοι ἑορτὴν δαιμωνιώδη ἐξετέλει, Διόνυσον
καὶ Βροῦμον εὐφημῶν εἰς τὴν αὐτὴν τελετήν, ὡς τῶν σπερμάτων καὶ τοῦ οἴνου γενεσιουργούς.
ἐν ταύτῃ δὲ τῇ ἡμέρᾳ πρωῒθεν συγκαθίσας ἐπὶ τὰς τῶν σχολῶν στοὰς μετὰ τῶν αὐτοῦ
ὁμοφρόνων κιθαρῳδῶν, μελέτην ἐποιεῖτο ἄσημον καὶ θεοῦ ἐχθρώδη πρὸς τὴν παροῦσαν
σπονδήν, ἐν ᾗ τὸ στοιχεῖον τοῦ πέμπτου γράμματος ἐπεφθάκει, ὄνομα φέρον τῆς αὐτοῦ
τρίτης μοιχαλίδος γυναικὸς Εὐδοκίας. καὶ ἀνηνέχθη αὐτῷ παρά τινων μισοχρίστων, ὅτιπερ
ὁ τῶν ἀμνημονεύτων ἔξαρχος Στέφανος ὁ τοῦ Αὐξεντίου τὸ πραιτώριον μοναστήριον ἐποίησεν,
παννύχους ὑμνῳδίας ἐκτελῶν ἐν αὐτῷ· καὶ πάντες οἱ ἐν τῇ πόλει πρὸς αὐτὸν τρέχοντες
εἰδωλολατρεῖν ἐκδιδάσκονται. ὁ δὲ τύραννος τούτων ἀκούσας, καὶ ὑπερζέσας τῷ θυμῷ,
προσκαλεσάμενος ἕνα ξιφήρη ἄνδρα, τῇ τοῦ προξίμου ἀξίᾳ καταλεγόμενον, ἀπεφήνατο,
κελεύσας τοῦτον ἀπᾶραι πέραν τοῦ ἄστεος τὸν ὅσιον, ἔνθα ἦν ὁ σεπτὸς ναὸς τῆς ἁγίας
καὶ καλλινίκου μάρτυρος Μαύρας, ὅνπερ ὁ μισάγιος ἕως ἐδάφους κατασκάψας, φονευτήριον
ἐποίησεν, καὶ Μαῦραν τὸν τόπον ὠνόμασεν, ἔνθα καὶ τὰς πρὸς τοὺς δαίμονας συνθήκας
ἐποιεῖτο. καὶ μαρτυρεῖ τὸ εἰς θυσίαν δοθὲν τοῦ Σουφλαμίου παιδάριον, περὶ οὗ οὐκ
ἔστιν καιρὸς διηγήσασθαι. εἶτα παρευθὺ διετάξατο ἐπερωτήσεις καὶ ἀνασκυλευσμοὺς
ἐν τῇ πόλει γενέσθαι. καὶ ὅστις εἶχεν, εἴτε συγγενῆ, ἢ φίλον, ἢ ἀγχιστεύοντα τοῦ
μοναχικοῦ καταλόγου τινά, ἢ κἂν ἱμάτιον μελεμβαφές, μετὰ δαρμοὺς ἀφορήτους, ἐξορίᾳ
παρεπέμπετο. καὶ ἦν ἰδεῖν ἐπίχαρμα ἐχθρῶν παραδιδόντας οὓς ἤθελον.
[p. 1172] καὶ δοῦλοι δεσπότας διέβαλλον. καὶ ἦν ὀδυρμὸς καὶ κωκυτὸς τοῦ Βυζαντίου
οὐ μικρὸς ὑπὲρ τὰς πάλαι ἡμέρας Ἰουλιανοῦ τε καὶ Οὐάλεντος τῶν ἀθέων.
ὁ δὲ πρόξιμος ἐκεῖνος τὸν ἅγιον τοῦ πραιτωρίου ἀπάρας, ξύλῳ τε τὸν τράχηλον αὐτοῦ
καὶ τὰς χεῖρας περιβαλών, πρὸς τὸ διαταχθὲν ἤπειγεν. ὁ δὲ τύραννος τοῦ παλατίου
ἐξελθών, ἐπὶ τὸ τῆς λεωφόρου δημόσιον, ἔνθα ἐπιλέγεται τὸ Μήλιον, ἤγετο. ἐν τούτῳ
γὰρ τῷ δημοσίῳ τόπῳ ἐξ ἀρχαίων τῶν χρόνων καὶ τῶν ἐκ πάλαι εὐσεβῶς βεβασιλευκότων,
αἱ ἅγιαι ἓξ οἰκουμεν<ι>καὶ σύνοδοι ἀνιστορημέναι οὖσαι προὖπτον ἐφαίνοντο, ἀγροίκοις
τε καὶ ξένοις καὶ ἰδίοις τὴν ὀρθόδοξον κηρύττουσαι πίστιν, ἅπερ ὁ νέος Βαβυλώνιος
τύραννος ἐν ταῖς ἡμέραις ἐκείναις καταχρίσας καὶ ἀπαλείψας, τὸ Σατανικὸν ἱππηλάσιον
καὶ τὸν φιλοδαίμονα ἡνίοχον, ὅνπερ καὶ Οὐρανικὸν ὠνόμασεν, ὡς αὐτοῦ προσφιλῆ, ὁ
τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἀνάξιος, ἀνιστόρησεν, ὑπὲρ τοὺς ἁγίους πατέρας τοῦτον τιμήσας.
τίς ἆρα οὐκ ἂν φρίξειεν καὶ ἐκπλαγείη, καὶ τούτου ἐπιγελάσειεν, μᾶλλον δὲ θρηνήσειεν
τὸ τόλμημα ὦ σῶτέρ μου, τῆς τότε σου ἀπεράντου ἀνοχῆς καὶ μακροθυμίας· εἶτα προϊσταθεὶς
ἐν τῷδε τοῦ Μηλίου τόπῳ, πάντων ἀνευφημούντων αὐτὸν καὶ δοξαζόντων, αὐτός φησιν·
«οὐδεμία παραμυθία τῇ ψυχῇ μου διὰ τοὺς λυμαινομένους ἀμνημονεύτους.» εἷς δέ τις
τῶν αὐτοῦ συμμυστῶν ἀποκριθεὶς ἐξεβόησεν· «καὶ ποῦ ἆρά γε, δέσποτα, ἴχνος τούτων
ἢ μνημόσυνον ἐν τῇ πόλει σου πέφανται, ἢ ἐν ἄλλῃ χώρᾳ, πάντων ἐξαλειφθέντων εἰς
ἀφανισμόν ἰδοὺ γὰρ καὶ τὸν τῆς ἀληθείας ἐχθρὸν Στέφανον τὸν τοῦ Αὐξεντίου, προσαπαντήσας
τήμερον, ἴδον ἀξίαν τῶν κακῶν δίκην ἀπαγόμενον διὰ τοῦ ξίφους δοῦναι.» ὁ δὲ πολύμορφος
ἐκεῖνος δράκων ἔφη πρὸς αὐτόν· «καὶ τί ἆρά γε τούτου γλυκύτερον τῷ Στεφάνῳ τοῦ κεφαλικὴν
δέξασθαι τιμωρίαν πέπεισμαι γὰρ ὅτιπερ ἀφ᾿ ἧς καθείρχθη, τούτου ἐφίετο. οὐ δεῖ δὲ
αὐτὸν τοιοῦτον ὑποῖσαι θάνατον, ἀλλ᾿ ἢ πονηρότερον καὶ δυσευρετώτερον. ἐπεὶ καὶ
ἡ βασίλισσα οὐ μικρῶς ἀλγήσει καθ᾿ ἡμῶν, ὅτι τὴν ἡμέραν τῆς ἑορτῆς τοῦ ταύτης Βρουμαλίου
ἐν φόνῳ τετελέκαμεν.» καὶ παρευθὺ κελεύει οὗτος ὁ νέος Ἡρώδης, τὸ γυναικεῖον ἀνδράποδον,
στραφῆναι τὸν ἅγιον, καὶ τῇ εἱρκτῇ ἐγκλεισθῆναι. καὶ αὖθις ὁ πατὴρ πάλιν μετὰ τῶν
συνδεσμωτῶν Δαυϊτικῶς ἔψαλλεν ἐν τῷ πραιτωρίῳ· Ϡὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου,Ϡ
καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ.
ὁ δὲ τύραννος τὴν ἐχθρώδη θεῷ τελετὴν τῇ ἑσπέρᾳ ἐκείνῃ μετὰ κραυγῆς καὶ κιθαρῶν
ἐκτελέσας, πρὸς πότον ἀνεκλίθη. καὶ προσκαλεσάμενος δύο τινὰς ὁμοπατρίους καὶ ὁμομητρίους
ἀδελφοὺς ἐν ἀξίᾳ προὔχοντας, ὡραίους τε τῷ εἴδει καὶ τῇ ψυχῇ, καὶ πάνυ θαυμαστούς,
οὕσπερ ἐσχάτως ζήλῳ φθονήσας
[p. 1173] πεφόνευκεν, λέγει αὐτοῖς· «πρὸς τὸ πραιτώριον ἀπάραντες τάδε φατὲ Στεφάνῳ
τῷ τοῦ Αὐξεντίου· Ϡεἶδες πόσον σου κήδομαι, ὁ βασιλεύς σοι δηλοῖ, ὅτι καὶ τοῦ φάρυγγος
τοῦ θανάτου ἀφαρπάσας σε, τὸ ζῆν ἐχαρισάμην, ὅπως σαυτὸν πείσειας κἂν ἐν ταῖς ἐσχατιαῖς
ποιῆσαι τὸ ἐμοὶ θυμηρέσταστον. οἶδα δὲ ἐγὼ τὴν αὐτοῦ ἀκαμπῆ καὶ σκληροκάρδιον γνώμην,
καὶ πάντως εἰς ὕβρεις τραπεῖ καθ᾿ ἡμῶν· ἀλλ᾿ οὖν εἰ μὲν διὰ πιθανολογίας πείσητε
αὐτόν, εὖ ἂν ἔχοι. εἰ δὲ μήγε, τοσοῦτον αὐτὸν δαρμοῖς πλήξατε κατά τε τοῦ στόματος
καὶ τῶν μεταφρένων, ὅπως τῶν ἐκεῖσε ὑμῶν ἐξερχομένων κακινκάκως παρευθὺ τοῦ ζῆν
ἀπαλλαγεῖ.Ϡ» ἡ δὲ τιμία ἐκείνη ξυνωρὶς τῶν αὐταδέλφων τὸ πραιτώριον καταλαβόντες,
καὶ πρὸς τὸν ἅγιον γενόμενοι, τούτῳ ἀπήγγειλαν τὰ τοῦ βασιλέως ῥήματα, εἰς μηδοτιοῦν
τὸν ἅγιον παραβλάψαντες, ἀλλὰ μᾶλλον καὶ ἐνισχύσαντες πρὸς τὸ ὀρθόδοξον, οὗτινος
τὰ ἴχνη κατασπασάμενοι, καὶ εὐχὴν εἰληφότες, παλινοστήσαντες, ἥκασιν πρὸς τὸν ἀποστείλαντα,
καί φησιν πρὸς αὐτόν· «βασιλεῦ, ἀκμὴν ἐπιμένοντος αὐτοῦ τοῖς προτέροις καὶ καταθεματίζοντος,
τοσοῦτον αὐτὸν κατεπλήξαμεν δαρμοῖς, ὥστε ἄφωνον κεῖσθαι. λέγομεν δὲ μὴ ζῆν αὐτὸν
ἕως αὔριον.» καὶ ἐπευφρανθεὶς ὁ ἀλαζών, καὶ μέγα γελάσας, εἴχετο πρὸς τὴν λαιμαργίαν
τοῦ Ἡρῳδιακοῦ ἐκείνου πότου ὁ κοιλιόδουλος.
περὶ δὲ τὰς ἑῴας ὥρας ἀναστὰς ὁ ἅγιος, καὶ τὸ στῖφος τῶν πατέρων ἐντυχὼν ἕως πρωῒθεν
λέγει· «σώζεσθε, πατέρες καὶ ἀδελφοί, σώζεσθε, καὶ ὑπὲρ ἐμοῦ εὔχεσθε, ὅπως μὴ πονηρὸς
ἄγγελος εἰς ἀπαντὴν εὑρεθῇ μου τοῦ πνεύματος, διὰ τὸ πλῆθος τῶν ἐμῶν ὀφλημάτων.»
καὶ δακρυσάντων ἁπάντων οὐ μικρῶς, κελεύει ἐπαρθῆναι ἀπ᾿ αὐτοῦ τήν τε ἐπωμίδα καὶ
τὸν ἀνάλαβον καὶ τὸν λῶρον. ὡς δὲ καὶ τὸ κουκούλλιον ἤθελεν ἐκβαλεῖν, ἐκωλύετο παρὰ
τῶν πατέρων· «μὴ πάτερ,» λεγόντων, «ἅγιε. μετὰ τοῦ σχήματός σε τοῦ ἁγίου δίκαιόν
ἐστι τελειωθῆναι.» ὁ δὲ ἅγιός φησιν· «πατέρες καὶ ἀδελφοί, ὁ παλαίων γυμνὸς παλαίει.
οὐ δίκαιον δὲ ἡγοῦμαι, ἵνα παρὰ λαοῦ ὑλακτοῦντος καθάπερ κυνῶν, τοῦτο τὸ ἅγιον ἀτιμασθῇ
καὶ καταπατηθῇ σχῆμα.» ἐν τούτοις πείσας τοὺς πατέρας, ἀπὸ μόνου τοῦ δερματίνου
χιτῶνος μετ᾿ αὐτῶν καθίσας ὡμίλει τὰ περὶ σωτηρίας.
ὁ δὲ ἀλαζὼν ἐκεῖνος βασιλεύς, διὰ τοῦ νυκτικόρακος δαίμονος γνοὺς τὰ κατὰ τὸν ἅγιον
ἐν τῇ φυλακῇ παρακολουθήσαντα, καὶ τῶν εὐσεβῶν ἐκείνων αὐταδέλφων, περὶ δευτέραν
ὥραν τῆς ἡμέρας τοῦ ὕπνου διαναστάς, λεοντιαῖον βρύξας, καὶ εἰς τὰ βασιλικὰ ἐκπηδήσας
προαύλια, βιαίως ἠλάλαξεν· «ὦ βία· οὐδείς μοι ὁ βοηθῶν τί ἐμοὶ καὶ τοῖς ἀμνημονεύτοις»
τῶν δὲ κοιλιοδούλων αὐτοκλήτων αὐτοῦ σπευδόντων πρὸς τὸ λαιμαργικόν, τούτοις προσαπαντήσας
εἶπεν· «ποῦ πορεύεσθε, καὶ τίνα ζητεῖτε» οἱ δὲ πρὸς αὐτόν· «πρὸς σὲ τὸν πανάγαθον
[p. 1176] ἡμῶν δεσπότην, συνευφρανθῆναί σοι τῷ μεγάλῳ βασιλεῖ, εἰς τὴν νυνὶ τελουμένην
τῆς αὐγούστης ἑόρτιον ἡμέραν.» ὁ δὲ πάλιν ἀντέκραξεν· «οὐκ εἰμὶ ἐγὼ βασιλεύς· ἄλλος
ὑμῶν ὁ βασιλεύς, οὗτινος τοῖς ποσὶ κυλινδούμενοι, καὶ τὰ ἴχνη προσκυνοῦντες, εὐχὰς
ἐξαιτεῖσθε. οὐδεὶς ὁμόψυχός μοι πρὸς τὸ ἀποκτεῖναι τοῦτον, ὅπως σχῇ μου ἄνεσιν ἡ
ζωή.» τῶν δὲ διαπορούντων καὶ ἐρωτώντων· «καὶ τίς ἆρά γε ἄλλος ἐπὶ τῆς γῆς ὑπὲρ
σὲ βασιλεύς, ὦ δέσποτα μὴ ὀργίζου καθ᾿ ἡμῶν.» αὐτός φησιν· «Στέφανος ὁ τοῦ Αὐξεντίου,
ὁ τῶν ἀμνημονεύτων ἔξαρχος.» καὶ τὸ μόνον δοθῆναι τὸ ὄνομα, παρευθὺ ἦν ἰδεῖν συγκίνησιν
καὶ ὀχλαγωγίαν τῆς συμμορίας ἐκείνης ὡσεὶ βροντῆς ἦχον, τρεχόντων ἐπὶ τὸ πραιτώριον·
ὃ καταλαβόντες, καὶ ὡς θῆρες ἄγριοι τῇ εἱρκτῇ εἰσπηδήσαντες τοῖς καπικλαρίοις φονείως
ἔκραζον· «δότε ἡμῖν ὧδε Στέφανον τὸν τοῦ Αὐξεντίου.» ὁ δὲ πολὺς ἐκεῖνος ἐν ἁγιωσύνῃ
ἀτρέμας πρὸς αὐτοὺς ἐξιών, φησὶν ὡσεὶ πρόβατον τοῖς σφάττειν ἐθέλουσιν· «ἐγώ εἰμι
ὃν ζητεῖτε.» παρ᾿ αὐτὰ δὲ τῇ γῇ τοῦτον προσρήξαντες ὥσπερ θῆρες ἄγριοι, καὶ ἐν τοῖς
σιδήροις, ἐν οἷς ἦσαν αὐτοῦ οἱ πόδες ἐγκεκλεισμένοι, κάλους συνδήσαντες, ἐπὶ τὴν
δημοσίαν ἔσυρον τοῦτον, κατά τε τῆς κεφαλῆς καὶ παντὸς τοῦ σώματος λακτίζοντες,
λιθάζοντες, καὶ ξύλοις τύπτοντες. ὡς δὲ ἐξῄει συρόμενος τὴν πρώτην πύλην τοῦ πραιτωρίου,
εἰς τὰ πρόθυρα φθάσας τοῦ ἐκεῖσε ὄντος σεπτοῦ εὐκτηρίου τοῦ ἁγίου μεγαλομάρτυρος
Θεοδώρου, τὰ χεῖρε πρὸς τὴν γῆν ἀντανακλάσας, καὶ τὴν κεφαλὴν μικρὸν ὑποκουφίσας,
ὄμμα τε πρὸς οὐρανὸν ἀναπετάσας, τὸ συντακτήριον καὶ τελευταῖον τὸν μάρτυρα προσεκύνησεν.
ἰδὼν δέ τις τῶν ἀθέων τὸν ἅγιον τοῦτο ποιήσαντα, ὅλος ἐν ἑαυτῷ ἐνδεδυμένος τὸν Σατανᾶν,
βρύξας εἶπεν· «ἴδε ὁ ἀμνημόνευτος ὡσεὶ μάρτυς τελευτᾷν βούλεται.» καὶ εἰσδραμὼν
πρὸς τοὺς ἐν αὐτῷ τῷ τόπῳ ἱσταμένους ὑδροστάτας τῶν ἐμπρησμῶν, οὕσπερ σίφωνας καλοῦσιν,
καὶ ἐξ ἑνὸς τούτων μέγα ξύλον λαβόμενος, ὅπερ ἀντίον λέγουσιν, ὀργίλως ἀντανακλάσας,
καὶ φθάσας αὐτὸν ὑπὸ τοῦ πλήθους συρόμενον, καὶ κατὰ τῆς μήνιγγος κρούσας δίκην
κυνός, παρ᾿ αὐτὰ τὸν ἅγιον πεφόνευκεν. Φιλομάτης δὲ ἐπίκλην τούτῳ τῷ δημίῳ, ὅστις
ῥιφεὶς παρευθὺ δαιμονῶν καὶ τρίζων τοὺς ὀδόντας ἐδείκνυτο· ἀλλὰ καὶ ἕως θανάτου
αὐτοῦ οὕτως ἦν ὑπὸ τοῦ δαίμονος παιδευόμενος.
ποῖος δὲ λόγος ἱστορήσειεν ἢ ἀκοὴ παραδέξεται τὰς τοῦ ἁγίου ἐν τῇ σύρσει τῆς δημοσίας
μαρτυρίας, καὶ τοὺς ἀνεικάστους ἐκείνους πόνους ποῖον γὰρ μέλος τούτου ὤφθη ἀμάρτυρον
στεφάνου, ἐκ τῶν ἀμετρήτων ἐκείνων λιθασμῶν τούτου γὰρ συρομένου ἐπὶ τῆς γῆς καὶ
προσκρουομένου ἐκ πλακὸς πρὸς πλάκα, χεῖρες ἀπεκόπτοντο, δάκτυλοι σὺν τοῖς ὄνυξιν
ἐξέπιπτον, πλευραὶ δὲ τούτου διερρήγνυντο, φλέβες ἐκρησσόμεναι τῷ πλήθει τοῦ αἵματος
τὴν γῆν κατέβαπτον, ἶνες διασπώμεναι κατὰ ἁρμογὴν τοῦτον μεληδὸν ἐδείκνυντο. λίθῳ
δὲ μεγάλῳ τούτου τις φονείως τῇ κοιλίᾳ προσκρούσας, διχῶς αὐτὴν ἐλάκκισεν. [p. 1177]
καὶ ἦν ἰδεῖν πᾶσαν τὴν τῶν ἐγκάτων οἰκονομίαν σὺν τοῖς ἐντέροις ἐπὶ τῆς γῆς προὖπτον
συρομένην δεινῶς. ὄντως οὐδὲν τοῦ τοιούτου θανάτου δεινότερον οὐδὲ ἐν τοῖς Ἕλλησιν
ἐφάνη ποτέ. καὶ γὰρ μετὰ τὸ ἐκπνεῦσαι αὐτόν, τοῖς λίθοις καὶ τοῖς ξύλοις τὸ σῶμα
νεκρὸν ἔτυπτον. οὐ μόνον γὰρ οἱ ἄνδρες, ἀλλὰ καὶ γυναῖκες, καὶ παῖδες τὰς διατριβὰς
κελεύσει τοῦ τυράννου καταλείψαντες, μετὰ τῶν λίθων ἔτρεχον. ἀλλ᾿ εἰ καί τις ἀπήντησεν
τὸ θεόθυτον τοῦτο ὁλοκάρπωμα, εἰ τοῦτο λίθοις οὐ προσέκρουσεν, εὐθύνας εἰσεπράττετο,
ὡς αὐτοῦ προσφιλὴς καὶ τῶν βασιλέων ἐχθρός. ὡς δὲ τὸν τοῦ Βοὸς τόπον οἱ σύροντες
κατέλαβον, κάπηλός τις ἰχθύας ἐν τῷ τηγάνῳ κατοπτῶν, ἐπὶ τῆς δημοσίας ἰδὼν τὸν ἅγιον
συρόμενον, καὶ δόξας αὐτὸν ἔτι ζῆν, δαλὸν ἐκ τοῦ πυρὸς δραξάμενος, καὶ δοὺς κατὰ
τῆς κεφαλῆς τοῦ ἁγίου, τὸ ὀπίσθιον μέρος τῆς κάρας, ὃ λέγεται ἡμίκρανον, μερίσας
ἀπέρρηξεν, καὶ διεχέθη ἐπὶ τῆς γῆς τὸ λεπτὸν καὶ ὑλῶδες τοῦ ἐγκεφάλου. εὐσεβὴς δέ
τις ἀνὴρ ὀνόματι Θεόδωρος ὄπισθεν ἐπακολουθῶν κρυφιογνώμως, ποιήσας ἑαυτὸν ὀλισθήσαντα,
καὶ πρὸς γῆν κεκυφώς, τὸ ἅγιον ἐκεῖνο λείψανον ἀράμενος καὶ τῷ ἐγχειριδίῳ ἑλίξας,
καὶ ἔσω τῶν ἱματίων αὐτοῦ τοῦτο κατακρύψας, ἐπείγετο πρὸς τὴν ἀκολουθίαν, ἰδεῖν
βουλόμενος ποῦ τὸν ἅγιον ῥίψωσιν πρὸς βορὰν τοῖς κυσίν. ὁ δὲ πονηρὸς ἐκεῖνος λαὸς
πρὸς τὸ μοναστήριον τοῦ Μονοκιονίου ἥκασιν σύροντες, ἔνθα ἦν ἡ τοῦ ἁγίου ἀδελφή,
ὅπως αὐτὴν ἐκβάλωσιν, τοῦ λιθάσαι ἰδίαις χερσὶν τὸν ἀδελφὸν καὶ μάρτυρα. ἡ δὲ τιμία
ἐκείνη καὶ κατὰ ἀλήθειαν ἀδελφὴ τῇ τε φύσει καὶ γνώμῃ τοῦ ἁγίου, προγνοῦσα τὴν ἔφοδον,
εἰς μνῆμα σκοτεινὸν ἑαυτὴν ἐγκλείσασα, διέφυγεν τὸ τοιοῦτον ἐγχείρημα. ἀποτυχόντων
δὲ τῶν ἀσεβῶν καὶ μὴ εὑρόντων αὐτήν, αὖθις ἐκ τῶν ἐκεῖσε σύραντες τὸν ἅγιον, πρὸς
τὸν βόθυνον τὸν ἐθνικῶν καὶ καταδίκων ἠκόντισαν, ἔνθα ἦν ὁ τοῦ ἁγίου μάρτυρος Πελαγίου
ναός. ὃν ὁ μισάγιος τύραννος εὑρὼν συμπεπτωκότα καταδίκων τάφον πεποίηκεν, καὶ τὰ
Πελαγίου ἐπωνόμασεν. καὶ ἐφάνη ἐκεῖνο τὸ προφητικῶς ἐναργῶς εἰρημένον· Ϡκαὶ μετὰ
ἀνόμων ἐλογίσθηϠ ὁ δίκαιος. ἔνθεν οἱ λῃσταὶ ὑποστρέψαντες πρὸς τὸν βασιλέα, ὡς ἀπό
τινος πολέμου γενναίως ἀνδραγαθήσαντες, ἐδέχθησαν παρ᾿ αὐτοῦ ἀσμενέστατα. καὶ οὕτως
σὺν αὐτοῖς ὁ τύραννος εἰς πολύκρεων τράπεζαν καθεσθείς, τὸν τοῦ ἁγίου πολυειδῆ θάνατον
ἀκούων, μεγάλως γελῶν κατῃσχύνετο.
ἐτελειώθη δὲ ὁ ἅγιος τοῦ θεοῦ καὶ ὁσιόμαρτυς Στέφανος τῷ πεντηκοστῷ τρίτῳ χρόνῳ
τῆς αὑτοῦ ἡλικίας, μηνὶ Νοεμβρίῳ, εἰκάδι ὀγδόῃ, ἐν ᾗ τὸ
[p. 1180] στοιχεῖον τοῦ Ε παρὰ τῶν φιλοδαιμόνων ἐκπομπεύεται Βρουμαλιστῶν. διό,
ἀγαπητοί, οὐκ ἄξιον παραδοῦναι σιωπῇ καὶ μετὰ θάνατον τὰ τοῦ ὁσίου θαυμαστὰ πράγματα,
ἅπερ ὁ τῶν ὅλων θεὸς ἐποίησεν εἰς ἔπαινον καὶ δόξαν τοῦ αὐτοῦ θεράποντος· αὐτὸς
γὰρ γραφικῶς βοᾷ· Ϡἀλλ᾿ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἀτιμασθήσονται.Ϡ
ἐν γὰρ τῷ τὸν ἅγιον σύρεσθαι τῷ πικρῷ ἐκείνῳ καὶ ἀνηλεεῖ θανάτῳ, τοῦ ἀέρος ἀπὸ ἕωθεν
εὐκρασίαν πᾶσαν εὐδίως ἔχοντος, καὶ τὰς ἡλιακὰς ἀκτῖνας φρυκτωροῦντος ἕως ὥρας τρίτης,
ἄφνω νέφος τι πυρῶδες ἐγενήθη περὶ τὸ ἑῷον μέρος τῆς Κωνσταντινουπόλεως πρὸς τὴν
κορυφὴν τοῦ ὄρους, ἐξ οὗπερ ὁ ἅγιος ὥρμητο. εἶτα περὶ τὰ ἄκρα τῆς πόλεως φθάσαν
συμμελανοῦται παντὶ τῷ ἀέρι. καὶ ἦν ἰδεῖν ἡμέραν, καὶ οὐχ ἡμέραν, καὶ σκότος καὶ
οὐχὶ νύκτα. σφοδρᾶς δὲ καταιγίδος ἀναφυσηθείσης, συνεξεχύθη κῦτος χαλάζης τοσοῦτον
ἐπὶ τὴν πόλιν καὶ μόνον, ὥστε πολλοὺς κινδυνεῦσαι ἐν τῷ ῥαγδαίως ταύτην καταφέρεσθαι,
καὶ οὐ μικρῶς λυμήνασθαι τὰς ἐν τῇ πόλει χλοερὰς ἀρούρας· τὸν δὲ καταλειφθέντα εὐσεβῆ
λαὸν κλαίειν κρυφιογνώμως, καὶ ἐξιλεοῦσθαι τὸ θεῖον, ἀνάπαυλαν δοθῆναι τοῦ ἀφορήτου
κινδύνου, σὺν πιστοτάταις γυναιξίν, ὃ καὶ πεποίηκεν ὁ εἰσακούων τῆς δεήσεως τῶν
φοβουμένων αὐτὸν θεός, πρὸς μείζονα στηλίτευσιν καὶ ὀνειδισμὸν τοῦ τῆς ἁλουργίδος
ἀναξίου ἀσεβοῦς βασιλέως.
ὁ δὲ πρὸ ἀνωτέρω μνημονευθεὶς θεοφιλὴς ἀνὴρ Θεόδωρος, ὃς λαβὼν τῆς κάρας τὸ ἀποκλασθὲν
λείψανον ἐν τῷ αὐτοῦ κόλπῳ ἀπέκρυψεν, οὗτος πάλιν νοστήσας μετὰ τὸ ῥιφῆναι τὸν
ἅγιον, καταλαμβάνει τὴν εὐαγεστάτην μονὴν τοῦ ὁσίου πατρὸς ἡμῶν Δίου· καὶ ἐν κρυφαίῳ
τόπῳ τὸν τῆς μονῆς προεστῶτα λαβόμενος, ἀνατίθησιν αὐτῷ τὸ πρᾶγμα, καὶ τὰ κατὰ τὸν
ἅγιον τῇ ἡμέρᾳ ἐκείνῃ συμβάντα. ὁ δὲ ἡγούμενος οὐ μετρίως θρηνήσας καὶ στενάξας
μέγα, παραλαβὼν τὸν θεοφιλῆ Θεόδωρον, ἀναφέρει αὐτὸν ἐν τῷ τῆς μονῆς δεξιῷ εὐκτηρίῳ
τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου· καὶ ἐκβαλὼν λαρνακίδιον καὶ ἐν αὐτῷ τὸ ἱερὸν τοῦ
ἁγίου ἐγκλείσας λείψανον, συμπαρόντος καί τινος Στεφανίτου παιδαρίου μικροῦ τῆς
παρούσης μονῆς· καὶ ἀμφοτέρων προσκυνησάντων, τοῦ θυσιαστηρίου ἔσω καὶ τῶν ἱερῶν
περιβόλων ἀπέθεντο, καθ᾿ ἑαυτοὺς καὶ μόνον τὴν μνήμην φέροντες. καιροῦ δὲ παρῳχηκότος
ὀλίγου, διεβλήθη παρά τινων μισοχρίστων πρὸς τὸν βασιλέα ὁ θεοφιλὴς ἀνὴρ Θεόδωρος,
ὡς ὅτι προσκυνητὴς εἰκόνων ἐστίν, καὶ κελεύει ὁ βύθιος δράκων τὸν ἄνδρα ἐξόριστον
ἀπαχθῆναι σὺν γυναικὶ καὶ τέκνοις ἐν τῇ τῆς Σικελίας νήσῳ, ὃ καὶ παρευθὺ γέγονεν.
χρόνων δὲ πλείστων παρεληλυθότων, καὶ τοῦ θεοφιλοῦς ἀνδρὸς πρὸς τὴν ἐξορίαν ἀπολησμονηθέντος,
ὁ δίκαια κρίνων θεὸς πῶς τοῦτον ἐν τοῖς οἰκείοις ἀποκαθιστᾷ διὰ τοῦ ὁσίου μάρτυρος
Στεφάνου, ἔνθεν ἐρῶ.
[p. 1181]
τοῦ γὰρ προμνημονευθέντος μειρακίου Στεφανίτου εἰς μέτρον ἡλικίας πεφθακότος, ἠξίου
τὸν αὐτοῦ ἡγούμενον τὴν τοῦ διακόνου λαβεῖν χειροτονίαν. τοῦ δὲ διαναβαλλομένου
διὰ τὸ νέον εἶναι τοῦτον ἀκμήν, οὐ μὴν ἀλλὰ καὶ ὅτι ἐγίνωσκεν τὰ κατ᾿ αὐτόν, ἐκ
τοῦ ἐκ νεαρᾶς ἡλικίας ἐν ταῖς χερσὶν αὐτοῦ τοῦτον ἀνατραφῆναι· ἀποτυχὼν τῆς αἰτήσεως,
καὶ τὸν ἡγούμενον ἐπαπειλησάμενος, τὸ λαρνακίδιον ἐν ᾧ ἦν τοῦ ἁγίου τὸ λείψανον
κεκλοφώς, εἰς τὰ βασίλεια εἰσεπήδησεν, ἀπαγγέλλων τῷ τυράννῳ τὸ δρᾶμα· ὅτι φησίν,
«ὁ κατ᾿ ἐμὲ ἡγούμενος, τῶν ὑπὸ σοῦ φονευομένων ἐχθρῶν τὰ ὀστᾶ προσκυνῶν ἁγίους ἀποκαλεῖ,
καὶ σὲ τύραννον καὶ νέον Ἰουλιανὸν ἀποκηρύττει, σὺν τῷ ἐξορισθέντι Θεοδώρῳ τῆς Δαλμάτου
ἐν Σικελίᾳ.» ὁ δὲ τύραννος ὑπερζέσας τῷ θυμῷ, κελεύει παρευθὺ τὸν μὲν ἡγούμενον
ἐν χειροπέδαις ἐπὶ τῆς εἱρκτῆς ἐγκλεισθῆναι, τὸν δὲ Θεόδωρον τῷ τάχει ἐκ Σικελίας
ἐπανακάμψαι, πρὸς τὸ δοῦναι δίκας τοῦ τολμήματος, παραγγείλας τῷ αὐτοὺς παραδόντι
ἐπιμελῶς φυλάξαι τὸ λαρνακίδιον, ἕως τῆς τῶν ἀμφοτέρων αὐτοψεὶ ἐλέγξεως. εἶτα τοῦ
ἀνδρὸς ἐπανακάμψαντος, καὶ τὴν βασιλεύουσαν καταλαβόντος, ὁ βασιλεὺς τὸν προδότην
μόνον προσλαβόμενος, καὶ τοῦτον τὰ κατὰ τοὺς δικαίους ἄνδρας διδάξας, φέροντα εἰς
πρόσωπον καὶ τὸ λαρνακίδιον, ἀπέλυσεν αὐτόν· τῇ δὲ ἐπαύριον κατ᾿ ὄψιν τοῦ τυράννου
παραστάντων τῶν τριῶν, διήλεγχεν ὁ προδότης ἐπὶ πάντων, τόν τε ἡγούμενον καὶ τὸν
θεοφιλῆ Θεόδωρον, τήν τε ὥραν καὶ ἡμέραν καὶ τὸ ᾑμαγμένον ἐγχειρίδιον σὺν τῷ λειψάνῳ
προδεικνύειν, εἰ οὐ πείθονται, ἔλεγεν. τῶν δὲ θεοφιλῶν ἐκείνων ἀνδρῶν ἄρνησιν ἀναλαβόντων,
προσεποιοῦντο μηδὲν ἀληθὲς εἶναι τῶν λεγομένων· τοῦ δὲ βασιλέως πρὸς τὸν προδότην
κεκραγότος εἰς ἔλεγχον ἐκβαλεῖν τὸ λαρνακίδιον, ὅπερ διαταχθεὶς ἀπέκρυψεν, τοῦ δεῖξαι
τοῦτο εἰς ἔλεγχον· ἦν ἰδεῖν παράδοξον θέαμα, ἐν ῥιπῇ ἀφανὲς τοῦτο γενέσθαι, καὶ
μὴ εὑρίσκεσθαι ἕως τῆς σήμερον. ἐν τούτῳ πλειοτέρως καταισχυνθεὶς ὁ πολύμορφος τύραννος,
καὶ καταγνοὺς μή πως γνωσθῇ τὸ τοιοῦτον θαῦμα παρὰ τῶν Βυζαντίων (τοῖς γὰρ πολλοῖς
ἅγιος ὠνομάζετο, καὶ ἐγνωρίζετο), τοὔνεκα τὸν ἐχθρὸν ἐκεῖνον καὶ προδότην μετὰ δαρμοὺς
ἀφορήτους ἐξόριστον εἰς ἀλλοδαπῆ χώραν πεποίηκεν· τοὺς δὲ τιμίους ἄνδρας καὶ μὴ
βουλόμενος τοῖς οἰκείοις ἀπεκατέστησεν, δοξάζοντας ἐπὶ πᾶσιν τὸν θεόν, τὸν διὰ τοῦ
ἁγίου αὐτοῦ θαυματουργήσαντα, ἀκινδύνους τούτους φυλαχθῆναι.
τί δὲ καὶ ἡ δολία ἐκείνη δουλίς, περὶ ἧς ἀνωτέρω γέγραπται, ἥτις τὴν κυρίαν καὶ
τὸν ἅγιον, διδαχθεῖσα παρὰ τῶν ἀσεβῶν, διέβαλεν καὶ κατηγόρησεν, συνθήκας παρ᾿ αὐτῶν
εἰληφυῖα, ἐλευθεροῦσθαί τε καί τινι ζεύγνυσθαι τῶν τοῦ παλατίου, ὁποῖον ἔσχεν τοῦ
βίου τὸ τέλος ἐν ἐχθίστῳ καὶ πονηρῷ θανάτῳ, οὐ δίκαιον σιωπῇ παραπεμφθῆναι. μετὰ
γὰρ τὸν τῆς κυρίας αὐτῆς ἐκ τοῦ ἀφορήτου ἐκείνου δαρμοῦ ἀθλοφορικὸν θάνατον, καὶ
τοῦ ἁγίου τὴν διὰ μαρτυρίου τελείωσιν, μηδὲν ἐκ τῶν πρὸς αὐτὴν συνταχθέντων ἐπιτυχοῦσα,
[p. 1184] κατεπανίσταται τῷ προλεχθέντι Καλλίστῳ καὶ τῷ φορολόγῳ Αὐλικαλάμῳ, ὅτιπερ
«εἰ μὴ τὰ εἰς ἐμὲ συνταχθέντα πληρώσητε, μέσον κηρύξω τῆς πόλεως τάς τε πανουργίας
ὑμῶν καὶ τὰς πρὸς τὸν ἅγιον λοιδορίας.» ἐν ἀμηχανίᾳ δὲ τούτων γεγονότων, συμβούλιόν
τε ποιήσαντες, συζευγνύουσι ταύτῃ νοτάριόν τινα τοῦ αὐτοῦ τῆς Νικομηδείας φορολόγου·
καὶ ἐν καιρῷ φθάσασα τοκετοῦ ἡ νέα αὕτη ἔχιδνα, γεννᾷ παῖδας δύο. μετὰ δὲ χρόνον
τινὰ μονιὰν σχοῦσα ἐκ τοῦ ἀνδρός, καὶ μόνης αὐτῆς μετὰ τῶν τέκνων μέσον κοιμωμένης,
περὶ τὰς μεσονυκτίους ὥρας ἐν ἐκστάσει γενόμενα τὰ βρέφη, διαναστάντα καὶ ἐπιλαβόμενα
τῶν ἀμφοτέρων αὐτῆς μασθῶν, τὰ ἐχιδνότοκα ταῦτα δίεφαγον αὐτούς. καὶ οὕτως ἡμέρας
γενομένης, εὗρον τήν τε μητέρα καὶ τὰ βρέφη νεκρά, ἀκμὴν κρατοῦντα τοῖς ὀδοῦσιν
ᾑμαγμένας τὰς τῶν μαζῶν σάρκας. καὶ ταύτην τὴν ἐλεεινὴν δίκην ὑποίσασα ἡ δολία δουλὶς
καὶ τοῦ ὁσίου κατηγορήτρια, κακινκάκως τὸ ζῆν ἀπέρρηξεν εἰς ἀτελεύτητον παραπεμφθεῖσα
κόλασιν. καὶ ἐν τούτῳ οὐκ ἄδικος ὁ θεὸς ὁ τάχιον ἐξολοθρεύων χείλη δόλια, Δαυϊτικῶς
εἰπεῖν, καὶ γλῶσσαν μεγαλορήμονα, τοὺς δὲ δοξάζοντας αὐτὸν δοξάζων καὶ μετὰ θάνατον.
ταῦτά μου τοῦ ἐλαχίστου τοῦδε πονήματος, τὰ ἐκλεχθέντα παρὰ τῶν τοῦ ὁσίου ἀγχιστέων,
γνωρίμων, συγγενῶν, συνοίκων, ὁμορόφων, καὶ φοιτητῶν, οὐ μὴν ἀλλὰ καὶ παρὰ τῶν τοῦ
τύραννου συμμυστῶν, τῶν ἀκμὴν ἐν τῷδε τῷ βίῳ συζώντων, ἀληθινὰ διηγήματα. ἀλλ᾿,
ὦ πάτερ τίμιε, καὶ τοῦ αὐτοῦ βουνοῦ καὶ τοῦ σπηλαίου καὶ τοῦ τρόπου διάδοχε, ὁσιώτατε
Ἐπιφάνιε, ὁ καὶ πρὸς τὸ τοιόνδε ἐγχείρημα ἐπιτάξας καὶ προτρεψάμενος τὴν ἐμὴν ταπεινότητα,
παριδὼν τήν τε ἰδιωτείαν καὶ νωθρείαν μου, δέχοιο ἅπερ καὶ ὄκνου παντὸς δίχα ἐκ
τῶν πολλῶν ὀλίγα συλλεξάμενος ἐπιφέροιμι, συνεργὸν προκατασχὼν ἐν τούτοις τῶν σῶν
εὐπροσδέκτων θεῷ εὐχῶν τὴν καλλιέπειαν.
τί δὲ καὶ πρὸς σὲ φθέγξομαι, ὦ πάτερ ὁσιόμαρτυς καὶ ἀθλοφόρε ὑπὲρ ἀθλοφόρων φερώνυμε
Στέφανε ὑπὲρ γὰρ ἄνθρωπον ὑπάρχει σου τὸ μαρτύριον· ὧν δὲ τὸ ἔργον ἐξαίρετον, καὶ
ὁ ἔπαινος ὑπὲρ ἄνθρωπον. διὸ τῆς ἀπορίας τὸ σκυθρωπὸν ἐκ μέρους ταῖς σαῖς πρεσβείαις
παρανοίξας, τὰ σὰ καταλαμπρύνων γεραίρω, καὶ τὰ σὰ σοὶ προσκομίζων, ὡς ἐκ λειμώνων
ἄνθεα, τὴν σὴν θεοστεφῆ ἀνυμνῶ κάραν. καὶ ταῦτά σοι δωροφορῶν, ἐλευθερίαν αἰτῶ τῶν
κατεχόντων δεινῶν τὴν ἐν πολλαῖς ἁμαρτίαις ταλαιπωροῦσάν μου ψυχήν. ἀλλ᾿, ὦ θεοῦ
μάρτυς, ὁ μόνος τὸν δεσπότην Χριστὸν τῷ ὑπὲρ αὐτοῦ τῆς εἰκόνος πάθει καὶ τῇ ἐκχύσει
τοῦ αἵματος μιμησάμενος· ὦ καινὲ φυλάξ καὶ πρεσβευτὰ τοῦ γένους ἡμῶν· ὦ δαιμόνων
ὀλοθρευτά, εἰδώλων τε πλάνης καθαιρέτα, καὶ ἁγίων εἰκόνων προσκυνητά· ὦ νοσούντων
ἰατρὲ καὶ παντοίων νοσημάτων φυγαδευτά· ὦ καταπονουμένων
[p. 1185] ὑπέρμαχε, καὶ χειμαζομένων ἀκύμαντον ὁρμητήριον· ὦ πτωχευόντων χορηγέ,
καὶ ἐπιξενουμένων ἀνελλιπὲς παραμύθιον· ὦ πεπλανημένων ὁδηγέ, καὶ τῶν ἤδη πεπιστευκότων
ὀρθοδόξων τὸ στήριγμα· ὦ φωστὴρ παγκόσμιε φωτίζων ψυχὰς τῇ αἱρέσει ἐσκοτισμένας·
ὦ ἀγγέλων συνόμιλε, καὶ τῶν ἀρχαγγέλων συγχορευτά· ὦ τῆς ἁγίας τριάδος θεράπον
καὶ ψυχῶν ἀνθρωπίνων ἱερουργέ· ὦ εὐπρόσδεκτος προσφερομένη θεῷ εὐχὴ ὑπὲρ τῶν ἐν ἀληθινῇ
πίστει δεχομένων καὶ δοξαζόντων σου τὸ μαρτύριον, ὦ ἐλατὴρ ἐκ θεοῦ τοῖς ἀκμὴν τῇ
αἱρέσει τῶν χριστιανοκατηγόρων ἐμμένουσιν, καὶ δίκην ἀσπίδος κωφῆς μύουσιν τὰ ὦτα,
μὴ ἐθέλοντες ἀκούειν ἢ πιστεύειν τὰς σὰς ἀθλητικὰς παλαίστρας· καὶ ἵνα συντόμως
εἴπω, ὦ παντὸς ὀνόματος ἀγαθοῦ καὶ πάσης κρείττονος πράξεως ὑπερεκτεινόμενε δίκαιε,
ἀσκητῶν ἐγκαλλώπισμα, ὁσίων ἐκλόγιον, μοναστῶν σύστημα, καθηγητῶν λαμπτήρ, ὑποτακτικῶν
ἅμιλλα, καὶ μαρτύρων ὁμόστεφε ἅγιε Στέφανε, δέχου νῦν τὸν παρ᾿ ἐμοῦ λόγον, ὡς θεοῦ
λόγου γνήσιος θεράπων, μίμησαι καὶ ἐν τούτῳ Χριστόν, τὸν τὰ δύο λεπτὰ τῆς χήρας
ὑπὲρ τὰς ἄλλων πολυτίμους προσφορὰς ἐπαινέσαντα· μὴ ἀποστρέψῃς μου τὸ τῶν λόγων
ἀλάβαστρον, ὡς οὐδὲ ὁ δεσπότης Χριστὸς τῆς πόρνης, εἰ καὶ μὴ τὸ εὐῶδες ἐγὼ διὰ τῶν
ἀγαθῶν ἔργων ἐπάγομαι· μονὴν ποίησον ἐν τῇ ταπεινῇ μου ψυχῇ, ὡς καὶ ὁ Χριστὸς ἐν
τῇ τοῦ Ζακχαίου οἰκίᾳ· τελώνησον ἐν ἐξετασμῷ τὸν τελωνήσαντά με διάβολον· ἀνέλκυσόν
με τοῦ βυθοῦ τὸν βεβαπτισμένον τοῖς πάθεσιν· ζωοποίησον ταῖς σαῖς δεήσεσιν ἐμὲ τὸν
νενεκρωμένον τοῖς παραπτώμασιν· προσάγαγε τῷ Χριστῷ τὸν μακρυνθέντα τούτου, τοῖς
ἐμοῖς ἁμαρτήμασιν· συγκέρασον ἐλαίῳ οἶνον, ὡς ἰατρὸς εὔσπλαγχνος· καὶ τὰς ἀσθενείας
τοῦ ἁμαρτωλοῦ μου σώματος ἴασαι, ἵνα κἀγὼ ὁ ἀνάξιος τῆς τε ψυχικῆς ἅμα καὶ σωματικῆς
ἰατρείας ἐν ἀπολαύσει διὰ σοῦ γένωμαι· καὶ ὡς ἐν τῷδε τῷ βίῳ, τῇ ὀνομασίᾳ τῆς κλήσεως,
παμμακάριστε Στέφανε, συνώνυμός σοι γέγονα, καὶ τῆς αὐτόθι ὁμόκληρος ὀφθῶ δεξιᾶς
παραστάσεως, σὺν πάσῃ ταύτῃ τῇ ὀρθοδόξῳ ὁμηγύρει τῇ πιστῶς εὐφημούσῃ σε μετὰ μαρτύρων
ἅγιον μάρτυρα, ταῖς τῆς παναγίας θεοτόκου μητρικαῖς πρεσβείαις, καὶ πάντων τῶν ἁγίων,
ἅμα καὶ ταῖς εὐπροσδέκτοις θεῷ ὁσίαις εὐχαῖς σου, δόξαν ἀναπέμπων σὺν αὐτῇ ἐπὶ πᾶσιν,
τῷ σε φερωνύμως στεφανώσαντι Χριστῷ τῷ παμβασιλεῖ θεῷ ἡμῶν, ᾧ πρέπει τιμὴ καὶ προσκύνησις
σὺν τῷ ἀνάρχῳ αὐτοῦ πατρὶ καὶ τῷ ζωοποιῷ καὶ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
**************************************************************