Saint: KOSMAS THE HYMNOGRAPHER AND JOHN OF DAMASCUS (# 113)
Edition: ed. A. Papadopoulos-Kerameus, Analekta Hierosolymitikes Stachylogias IV (Bruxelles 1963), 271-302.

μηνὶ Ὀκτωβρίῳ ιε´.
βίος καὶ πολιτεία καὶ μερικὴ θαυμάτων διήγησις τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν Κοσμᾶ καὶ Ἰωάννου τοῦ Δαμασκηνοῦ τῶν ποιητῶν.

[p. 271]

1. ὁ μέγας οὗτος καὶ περιβόητος καὶ ἐν ἁγίοις περίδοξος, ὁ ἀληθὴς τῆς ἀληθείας κόσμος, ὁ ἀντὶ χρυσοῦ καὶ μαργάρων καὶ λίθων τιμίων τοῖς θεοπνεύστοις αὑτοῦ λόγοις κοσμήσας τὴν ἐκκλησίαν, ὁ μιμητὴς κατὰ πάντα τῆς τοῦ Χριστοῦ διδασκαλίας καὶ ταπεινώσεως, ἐκ πατέρων μὲν ἔφυ πιστῶν καὶ τιμίων, εὐγενῶν τε καὶ σφόδρα πλουσίων καὶ τῇ τῆς ἐλεημοσύνης χάριτι κεκοσμημένων, ὡς ἐκ τοῦ καρποῦ τὸ δένδρον γνωρίζεσθαι· πατρίδα δὲ ἔσχε τὴν Κρητῶν νῆσον, ἐν ᾗ καὶ γεννηθεὶς καὶ----

2.------οὕτως ὁ ἅγιος δι᾿ ἀρετὴν θεῷ γινωσκόμενος ἐκ προνοίας αὐτοῦ καὶ τοῖς ἀπίστοις ἔθνεσιν ἐν ῥιπῇ γνώριμος, ὡς προείρηται, γέγονεν· «οὐ δύναται γὰρ πόλις κρυβῆναι, ἐπάνω ὄρους κειμένη.»

3. ἀπῆραν τοίνυν ἐξ ἐκείνης τῆς νήσου, νότου βιαίου αὐτοῖς ἐπιπνεύσαντος, καὶ πολλὰ τῶν συμπλεόντων αὐτοῖς πειρατικῶν πλοίων κατεποντίσθησαν, τὰ δὲ λοιπὰ παρὰ τῆς τοῦ ἀνέμου βίας σκορπισθέντα κατεσχέθησαν, ἄλλα ἀλλαχοῦ παρὰ τῶν Ῥωμαϊκῶν
[p. 272] πλοίων. καὶ τὸ πορθμεῖον δέ, ἐν ᾧ περ καὶ ὁ ὅσιος ἦν, ἔμελλε βυθίζεσθαι· ἀλλ᾿ ὁ μακάριος στὰς ἐνώπιον πάντων εἰς εὐχὴν μεγάλῃ τῇ φωνῇ ἐδέετο τοῦ θεοῦ λέγων οὕτως· «κύριε Ἰησοῦ Χριστέ, ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ πατρός, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς τὸν λαόν σου ἐκ τοῦ τῆς θαλάσσης κινδύνου, καὶ μεθ᾿ ἡμῶν καὶ τοὺς αἰχμαλωτίσαντας ἡμᾶς, ὁ ἐντειλάμενος εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν· πλέον γὰρ αὐτῶν ἢ τὴν ἐμαυτοῦ ἐπιζητῶ σωτηρίαν· ὁρῶ γὰρ ὅτι πολλοὶ ἐξ αὐτῶν γενήσονται τῆς σῆς ποίμνης.» ταῦτα τοῦ ἁγίου εὐξαμένου, εὐθέως ὁ κλύδων ἐλώφησε, καὶ ἐπιτηδείου ἀνέμου πνεύσαντος δι᾿ ὀλίγων ἡμερῶν κατήντησαν εἰς Δαμασκόν, αὐτοῦ μόνου τοῦ πλοίου διασωθέντος ἀκινδύνως· ὁ δὲ τοῦ πλοί[ου] ναύκληρος, Ἀσὴρ ὄνομα τῷ ἀνδρί, μετὰ καὶ ἑτέρων δύο τῶν ἐν τῇ πρύμνῃ κυβερνώντων ἔλεγον φωνῆς ἀοράτως ἀκοῦσαι, ὅτι «καὶ ὑμεῖς σὺν τῷ πλοίῳ ὑμῶν ἐμέλλετε τῷ βυθῷ παραπεμφθῆναι διὰ τὰς ἀνομίας ὑμῶν δίκην ἀποτινύντες ὑπὲρ τοῦ λαοῦ, ὃν ἀδίκως κατεφονεύσατε· ἀλλὰ διὰ τὸ μὴ συναπολέσθαι τὸν δίκαιον μεθ᾿ ὑμῶν τῶν ἀσεβῶν, φιλανθρωπίας καὶ ὑμεῖς ἐτύχετε, ὥστε μετὰ τοῦ δικαίου καὶ τοὺς σὺν αὐτῷ κακουχουμένους καὶ ὑμᾶς σωθῆναι. ἐστὲ οὖν τοῦ λοιποῦ μερίμνης ἐκτὸς καὶ φόβου.» ταῦτα λέγοντες ἐπίστευσαν τῷ σώσαντι θεῷ αὐτούς, καὶ κατηχηθέντες παρὰ τοῦ τρισμάκαρος Κοσμᾶ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τῆς ζωαρχικῆς τριάδος. τοῦτο πρῶτον θαῦμα τοῦ ἁγίου, ὁ δὲ λόγος προτρέπεται καὶ τὰς κατὰ Δαμασκὸν ἀριστείας διηγήσασθαι τοῦ ἀνδρός.

4. τῇ οὖν Δαμασκῷ ἐπιστὰς ὁ θεῖος οὗτος ἀνὴρ εὐθὺς δῆλος πᾶσιν ἐγένετο καὶ καταφανὴς τρόπῳ τοιῷδε· τῷ γὰρ Μανσούρ, ἄρχοντι ὄντι τῆς Δαμασκοῦ τῷ τηνικαῦτα καιρῷ, ὃν καὶ ἀμηρᾶν ἐκάλουν οἱ ἐγχώριοι, δεδώκασιν ὡς ἀπαρχὴν τὸν ὅσιον οἱ Ἀγαρηνοί, καὶ τοῦ ἁγίου πρὸς τοῦτο ἐπινεύσαντος· προεώρα γὰρ τοῖς νοεροῖς ὀφθαλμοῖς οἷα προφή[τη]ς ὁ δίκαιος καὶ προέγνω οἷον θήραμα ζωγρῆσαι μέλλει ἐν τῇ τοῦ ἄρχοντος οἰκίᾳ· ὁ γὰρ δηλωθεὶς ἄρχων, ὁ καὶ κύριος ὀνομασθείς, φεῦ, τοῦ ὁσίου εἶχεν
[p. 273] υἱὸν ὡσεὶ χρόνων δώδεκα καὶ μικρόν τι πρός (παρήσω τὸ ἐθνικὸν αὐτοῦ ὄνομα, τὸ δὲ ἐκ τῆς ἁγίας κολυμβήθρας), τὸν τίμιον Ἰωάννην τὸν ποιητήν, ᾧ ἐπώνυμον Δαμασκηνός· ἕτεροι δὲ τοῦτον Ἁγιοπολίτην καλοῦσιν, ὡς καὶ τὸν ὅσιον Κοσμᾶν. οὗτος ὁ Ἰωάννης ἐν τοιαύτῃ ὢν ἡλικίᾳ ἀρετῆς ἐπεμελεῖτο ἁπάσης καὶ πρὸ τοῦ βαπτίσματος· φιλόπτωχος γὰρ ἦν καὶ ἐλεήμων ἄκρως, καὶ χριστιανοῖς συλλαλεῖν σφόδρα ἐπεθύμει, καὶ τὰς περὶ τοῦ Χριστοῦ ἐμφερομένας διδασκαλίας ἐν τοῖς ἁγίοις Εὐαγγελίοις ἐνωτίζεσθαι πάνυ ἡδέως καὶ διὰ σπουδῆς εἶχεν. ὡς δὲ καὶ τὸν διδάσκαλον ἔνδον εὕρηκεν, ἱκέτης γίνεται τοῦ ἰδίου πατρὸς μαθητὴς γενέσθαι τοῦ δικαίου, «ἵνα μὴ μόνον» φησί «τὰς τῶν Σαρακηνῶν βίβλους ἀλλὰ καὶ τὰς τῶν Ἑλλήνων παρὰ τοῦ διδασκάλου μάθοιμι.» οὕτως εἶπε καὶ ὁ πατὴρ ἀσμένως κατένευσε πρὸς τὴν αἴτησιν, δίκαια τῷ παιδὶ καὶ λυσιτελῆ λέγοντι, καὶ ὑπεραγασθεὶς οὐκ εἶχεν ὅ τι καὶ γένοιτο ἐκ τῆς ἀπείρου χαρᾶς. προσκαλεσάμενος οὖν τὸν σοφώτατον Κοσμᾶν εἶπεν αὐτῷ· «τὸν παῖδα τοῦτον, ὃν ὁρᾷς, οὐχ ὡς κυρίου σου υἱὸν ἢ κύριον βλέπε, ἀλλ᾿ ὡς τέκνον, ἵν᾿ εἴπω, καὶ δοῦλόν σου· δι᾿ ἐμοῦ γὰρ γεννηθεὶς εἰς τόνδε τὸν βίον προήχθη καὶ ζῇ, τὸ δὲ καλῶς καὶ πεπαιδευμένως ζῆν καὶ δεόντως παρὰ σοῦ διδαχθεὶς ἕξει· θέλω δέ, χωρὶς τοῦ γενέσθαι χριστιανόν, τἄλλα πάντα ποιῆσαι καὶ διδάξαι αὐτὸν κατὰ σὲ γενέσθαι.» οὕτως οἶδε τιμᾶν ἀρετὴ τοὺς κτωμένους αὐτήν· οὕτω δοξάζει θεὸς τοὺς ἀγαπῶντας αὐτὸν ἐξ ὅλης ψυχῆς, ὥστε κυρίους εἶναι τῶν κυρίων μᾶλλον, ἢ δούλους.

5. παραλαμβάνει τοίνυν τὸν μέγαν Ἰωάννην μαθητὴν ὁ μέγας Κοσμᾶς, καὶ ἦν ἰδεῖν τὸν διδάσκαλον εὐκλεῆ, τοῦ μαθητοῦ τυγχάνοντος εὐπειθοῦς· τότε γὰρ μαθητὴς διδασκάλου γνῶσιν δέχεται καὶ διδάσκαλος τὸν ἔπαινον μᾶλλον, ὅτε τὴν διατριβὴν ὁ παῖς ἀσπάζεται ποθεινότατα, τῷ τῆς φιλομαθείας ἐλαίῳ καταρδόμενος· οὐκ ἔστι γὰρ ἄλλως προκόψαι μαθητήν, εἰ μὴ τοὺς ὀχετοὺς τῆς σοφίας ὁ διδάσκαλος ἐκχέοι φιλοτίμως, ὃ δὲ δέχοιτο χαριέντως· δεῖται δὲ καὶ δρόμου καὶ σπουδῆς ἑκάτερα τὰ μέρη πρός
[p. 274] τὴν οἰκοδομὴν τῆς βελτιώσεως, ἵνα ὁ μὲν τὸν λόγον ὀξύνῃ, ὁ δὲ τὴν ἀκοὴν εὐτρεπίζῃ. ὁ δὲ θαυμάσιος Ἰωάννης οὐ μόνον ἐν τοῖς σωματικοῖς, ἀλλὰ καὶ ἐν τοῖς πνευματικοῖς παιδεύμασι μᾶλλον ἐξεπαιδεύθη· «σπουδῇ γάρ,» ὥς που φησί τις, «εὐφυῒᾳ συνέδραμεν,» ὡς ἐν βραχεῖ χρόνῳ κατὰ πάντα ἴσος γενέσθαι τῷ διδασκάλῳ· οὐκ ἐπαύετο γὰρ μελετῶν τὸν νόμον κυρίου ἡμέρας καὶ νυκτός, ἐπαγρυπνῶν καὶ σπουδάζων πλεῖον ἐν τοῖς πνευματικοῖς διδάγμασιν, ἐξ ὧν τι γίνεται θαύματος ἄξιον. ἐπαγρυπνῶν γάρ ποτε ὁ Ἰωάννης καὶ τὰ τοῦ θεοπάτορος Δαυὶδ μελετῶν λόγια καὶ ἐνηδόμενος αὐτοῖς, ὕπαρ, οὐκ ὄναρ, αὐτὸν τὸν προφήτην ἑώρακε καὶ βασιλέα, βασιλικὴν πορφύραν καὶ διάδημα φοροῦντα· ὃς καὶ τὸν Ἰωάννην πρὸς ὄνομα καλέσας εἶπεν· «ἰδού, παιδίον, ἀπέσταλκέ με ὁ παμβασιλεὺς Χριστὸς ὑποδεῖξαί σοι ὅπως ὀφείλεις ὑποδέξασθαι τὴν τοῦ πνεύματος χάριν. ἀνάπτυξον οὖν τὴν βίβλον, ἣν ἐν χερσὶν ἔχεις, ἧς αὐτουργὸς ἐγεγόνειν ἐγώ, καὶ εὑρήσεις χάριν ἐκ θεοῦ· τοῦτο δὲ τρισσῶς ποίησον.» ὁ δὲ Ἰωάννης, μὴ φέρων τὴν θαυμαστὴν ἐκείνην καὶ ἔνδοξον ὄψιν, πεσὼν ἐπὶ τὴν γῆν πρὸς τοῖς ποσὶ τοῦ ἀοιδίμου βασιλέως ἐκυλινδοῦτο καὶ ἐδέετο τῆς αὐτοῦ ἀντιλήψεως· οὐκ ἔφερε γὰρ βλέπειν τὴν ἀστράπτουσαν αἴγλην ἐξ αὐτοῦ· ὁ δὲ κρατήσας τῆς χειρὸς ἀνέστησεν αὐτὸν τρέμοντα ὁμοῦ καὶ χαίροντα, καὶ ἐνώπιον αὐτοῦ τὴν εἰρημένην διανοίξας βίβλον εὗρεν οὕτως· Ϡτὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ·Ϡ εἶτα τὸ δεύτερον· Ϡπνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου·Ϡ καὶ τὸ τρίτον· Ϡτῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.Ϡ ταύτης τῆς ὀπτασίας ἀξιωθεὶς ὁ Ἰωάννης, ἐπεὶ ἔμελλεν ἀναχωρεῖν ὁ φανείς, ἠξίου καὶ ἕτερόν τι παρ᾿ αὐτοῦ ἀκοῦσαι καὶ μαθεῖν, καὶ τῶν τιμίων καὶ ἁγίων ποδῶν ἁπτόμενος παρεκάλει αὐτὸν ὑπὲρ αὑτοῦ εὔξασθαι. ὁ δὲ ἐπήκουσε τοῦ νέου καὶ πρὸς αὐτὸν ἔφη· «ἡ ἐν ἐμοὶ γενομένη τοῦ ἁγίου πνεύματος ἐπιφοίτησις ἔσται καὶ ἐν σοί, τέκνον· ἀλλὰ σπούδασον ταχὺ γενέσθαι πιστός· τὰ πρωτεῖα γὰρ δοθήσεταί σοι τῆς Χριστοῦ Ἀναστάσεως· ἅμα γὰρ τῷ σῷ καθηγητῇ ἐλλαμφθήσῃ καὶ
[p. 275] λαληθήσεται ἐν ὅλῃ τῇ οἰκουμένῃ ἡ διδασκαλία καὶ ποίησις ὑμῶν.»

6. ταῦτα πρὸ τοῦ βαπτίσματος τοῦ σοφοῦ Ἰωάννου τὰ ἐκ θεοῦ δωρήματα. τὴν οὖν φρικτὴν ταύτην καὶ φανερὰν ἰδέαν ἰδὼν εὐθὺς δήλην κατὰ μέρος τῷ διδασκάλῳ πεποίηκε, καὶ τοῖς ποσὶν αὐτοῦ προσπεσὼν καὶ ἀσπασάμενος ἠξίου καὶ ἐδυσώπει ἀναγεννηθῆναι δι᾿ ὕδατος καὶ πνεύματος· ὁ δὲ θεῖος Κοσμᾶς τὴν συντριβὴν καὶ θερμοτάτην πίστιν τοῦ θαυμαστοῦ θεασάμενος Ἰωάννου, κατηχήσας αὐτὸν καὶ διδάξας τὰ περὶ τῆς πίστεως, ἃ δεῖ ποιεῖν ὑπετίθει, καὶ νηστεύειν παρῄνεσε καὶ τῆς τῶν ἀπίστων συναυλίας ἀπέχεσθαι· ἀνεμίμνησκε δὲ καὶ τὴν τοῦ πατρὸς αὐτοῦ βουλὴν καὶ γνώμην καὶ ὡς, εἰ γνωστὸν γένηται, τὸν κίνδυνον ἀμφοτέροις ἴσον ἐπελθεῖν. αὐτὸς δὲ διεβεβαίου λαθεῖν τὸν πατέρα τρόπῳ τοιῷδε· νόσον γὰρ προσποιησάμενος μὴ συνεστιᾶσθαι τούτῳ, μέχρις ἂν τελεσθῶσιν αἱ τοῦ φωτίσματος ἡμέραι, τὰ δὲ ἄλλα πάντα ῥᾷον κατωρθωκέναι δυνατῶς ἔχειν καὶ μὴ δεδιέναι τὸν ἀμηρᾶν ἀνέπειθε τὸν διδάσκαλον· οὐκέτι γὰρ ἠξίου πατέρα καλεῖν, ἀντὶ πατρὸς καὶ πάντων προκρίνων τὸν διδάσκαλον, ὡς κηδεμόνα καὶ προνοητὴν ψυχῆς ὁμοῦ καὶ σώματος. ὁ δὲ μέγας Κοσμᾶς ἐδίδασκεν αὐτὸν πιστεύειν εἰς μίαν θεότητα, τὴν ἐν τρισὶ προσώποις νοουμένην καὶ γνωριζομένην, ἥ ἐστι πατήρ, υἱὸς καὶ ἅγιον πνεῦμα, καὶ τὴν ἔνσαρκον οἰκονομίαν, εἰδέναι δὲ καὶ τὴν θεοτόκον καὶ κατὰ σάρκα μητέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἑνὸς τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, καὶ τιμὴν καὶ προσκύνησιν ἀπονέμειν ταῖς σεβασμίαις εἰκόσι, καὶ ἁπλῶς εἰπεῖν κατὰ τὸν ὅρον τῶν ἁγίων πατέρων, τῶν θεσπισάντων τὴν πίστιν, ἔχειν τε ψυχὴν καθαρὰν καὶ ἁγνότατον σῶμα καὶ ἀγάπην πρὸς πάντας ἀνθρώπους, συμπάθειαν πρὸς τοὺς δεομένους καὶ ἐλεημοσύνην πολλήν, τιμὴν μεγίστην εἰς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς τὸν μονήρη βίον ἀσπασαμένους· αὐτοὶ γάρ εἰσιν ὁπλῖται καὶ στρατιῶται Χριστοῦ καὶ ἀντίτυποι τῶν ἁγίων ἀγγέλων. οὕτως οὖν αὐτὸν κατηχήσας καὶ τὰ νενομισμένα πάντα, κατὰ τὸν ἐξ ἀρχῆς τῇ ἐκκλησιαστικῇ καταστάσει διορισθέντα τύπον παρὰ τῶν ἁγίων καὶ θεοφόρων πατέρων, τελέσας
[p. 276] ὁ ἀοίδιμος Κοσμᾶς, μηδὲν εἰδότος τοῦ ἀμηρᾶ, θεοῦ συνευδοκοῦντος ἐβάπτισε τὸν Ἰωάννην εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.

7. γέγονε δέ τι καὶ περὶ αὐτοὺς θαῦμα μέγιστον· ἀμφότεροι γὰρ ἑωράκεισαν, ὅ τε βαπτίζων καὶ ὁ βαπτιζόμενος, ἐν τῇ τοῦ ὕδατος κολυμβήθρᾳ παιδίον ὑπὲρ τὰς ἡλιακὰς ἀστράπτον λαμπηδόνας· ὅπερ καλέσαν αὐτοὺς ἐξ ὀνόματος εἴρηκε πρὸς ἀμφοτέρους, διδάσκον τὸν μὲν μέγαν Κοσμᾶν τὸ Ϡἡ τὸ ἄσχετον κρατοῦσα καὶ ὑπέρροον ἐν αἰθέρι ὕδωρ,Ϡ τὸν δὲ θεῖον Ἰωάννην τὸ Ϡἐν τάφῳ σωματικῶς, ἐν Ἅιδῃ δὲ μετὰ ψυχῆς, ὡς θεός.Ϡ οὕτως ὁ χρηματίζων προσειπών, ὡς ἐν εἴδει πυρὸς ἀστραπῆς ἀπῆλθεν ἀπ᾿ αὐτῶν, καὶ εὐωδίας ἀπείρου οὐ μόνον τὸ οἴκημα καὶ πᾶσαν τὴν περιοικίδα πεπλήρωκεν, ἀλλὰ καὶ ὅλην τὴν Δαμασκόν. ταῦτα τῆς δι᾿ ὕδατος καὶ πνεύματος ἀναγεννήσεως τοῦ τιμίου Ἰωάννου τὰ προτερήματα τῶν τοῦ θεοῦ δωρεῶν· οὕτως ἐβεβαίωσεν ὁ θεὸς τῷ γλυκυτάτῳ Ἰωάννῃ τὴν ἀληθινὴν πίστιν· προειδὼς γὰρ τὸ καθαρὸν αὐτοῦ καὶ ἔνθεον καὶ πιστὸν ἐξ αὐτῶν τῶν προοιμίων θεολόγον ἀνέδειξε, διδάξας ἐν λόγῳ τὰ τῆς θεολογίας αἱρεῖν μυστήρια. ὦ μακαρία καὶ ἁγία δυάς, πάτερ Κοσμᾶ καὶ σοφίας Ἰωάννη δοχεῖον θεῖον, ἡ μέλος ἀνακρουσαμένη θεῖον, ἐν ᾧ θέλγεται πᾶσα ψυχὴ χριστιανῶν, οὐδεὶς πρὸ ὑμῶν οὔτε μεθ᾿ ὑμᾶς τοιαῦτα μελισταγῆ ποιήματα τῇ ἐκκλησίᾳ ἐμυσταγώγησεν, ἢ μᾶλλον εἰπεῖν ἐκαρποφόρησεν· ὑμεῖς κατηρδεύσατε----

8. ------- καὶ πηγὰς δακρύων ἐκχέοντος, καὶ ἴσως τοῖς κολαζομένοις φωνὰς ἀφιέντος οἰκτρῶς, ἐπιβλέψας ὁ θεὸς ἄγγελον φωτὸς ἐξαπέστειλέ μοι, δρόσον ἐπιφερόμενον καὶ ὡς φῶς λάμποντα· ὃς καὶ ἐκ τοῦ τόπου με μεταστήσας ἐκείνου πρὸς ἄλλον
[p. 277] ἀπήνεγκεν, ἐν ᾧπερ εἶδον κυπάριττον βρίθουσαν καρποῖς, ὧν τὸ εἶδος οὐκ ἰσχύω διηγήσασθαι· καὶ ὁ ἄγγελος, ὁ ἐν τούτῳ τῷ τόπῳ διαγαγών με, προσεῖπεν· «οὗτος ὁ τόπος τῶν ἐλεημόνων ἐστί, καὶ σὺ μέν, εἰ καὶ ἄπιστος, ἀλλὰ τοῖς δεομένοις ἱλαρὸν ὄμμα παρεῖχες· καί εἰ κατὰ ἄγνοιαν ἐναπέθανες τῇ ἀπιστίᾳ, ἀλλ᾿ οἱ τοῦ Χριστοῦ δοῦλοι Κοσμᾶς καὶ Ἰωάννης, ὁ σὸς υἱός, πρὸς τὸν θεὸν δεηθέντες τῆς κολάσεως ἐρρύσαντό σε, καὶ ἀπεστάλην, ὡς ὁρᾷς, ἐξαιρούμενός σε τῆς τιμωρίας καὶ καθιστῶν σε εἰς τόπον ἀναπαύσεως.»

9. οὕτω πρὸς τοὺς πόδας κείμενος ἐκεῖνος τοῦ ὁσίου Κοσμᾶ καὶ ὀδυρόμενος ἔλεγεν ὁ τῆς βασάνου ῥυσθεὶς ἀμηρᾶς· ὁ δὲ μακαρίτης Κοσμᾶς εὐχὴν ἐπ᾿ αὐτῷ ποιήσας ἐξανέστησεν αὐτὸν ἀπὸ τῆς εἰς γῆν κατακλίσεως καὶ ἔστησεν ὄρθιον, καὶ λαβὼν χάρτην ἔγραψεν οἰκειοχείρως οὕτως· «οἱ ἀνάξιοι δοῦλοί σου Κοσμᾶς καὶ Ἰωάννης, κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ θεοῦ, δεόμεθα τῆς εὐσπλαγχνίας σου· εἰσάγαγε τὸν Μανσοὺρ ἐν αὐλῇ φωτός. ἡ ἐλπὶς ἡμῶν τῶν σῶν δούλων, ἐπικάμφθητι ταῖς ἱκεσίαις ἡμῶν.» καὶ ἐπιδεδωκότες αὐτὸν τῷ Μανσοὺρ ἐξαίφνης φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι, μεσούσης τῆς νυκτός, ὑπὲρ τὴν τοῦ ἡλίου λαμπηδόνα, καὶ φωνὴ ἐκ τοῦ φανέντος φωτὸς ἐξηκούετο, «ἡ δέησις ὑμῶν» λέγουσα «εἰσῆλθεν ἐνώπιον τοῦ θεοῦ,» καὶ ὁ ὁρώμενος ἀφανὴς ἐγένετο σὺν τῇ φωνῇ. ἀληθῶς οὖν Ϡθέλημα τῶν φοβουμένων καὶ ἀγαπώντων αὐτὸν ἐποίησεν ὁ κύριος καὶ τῆς δεήσεως αὐτῶν ἐπήκουσε·Ϡ καιρὸς δὲ λοιπὸν ἐκβοῆσαι καὶ τὸ Ϡμέγας ὁ κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ·Ϡ Ϡἐλεήμων καὶ οἰκτίρμων καὶ πολυέλεοςϠ καὶ Ϡτίς ἱκανὸς ἐξειπεῖν τὰς δυναστείας αὐτοῦ, ἢ τὰς αἰνέσεις ἀκουστὰς ποιῆσαιϠ ἐνταῦθα γὰρ ἔσχε τέλος καὶ τὸ Ϡἔτι σου λαλοῦντος ἐρεῖ ἰδοὺ πάρειμι.Ϡ τὸ δὲ φανὲν ἐκεῖνο φῶς τὸν οἶκον ὅλον εὐωδίας ἀρρήτου πεπλήρωκεν, ὡς πάντας τῇ οἰκίᾳ προσδραμεῖν, ἐν ᾗ ὑπῆρχον οἱ ἅγιοι, καὶ γὰρ ἐκεῖθεν ὡς ἐκ παραδείσου λίαν εὐώδεις ὀδμαὶ ἐξεπορεύοντο. καὶ τούτῳ μὲν μὴ διαπιστείτω
[p. 278] τις· οὐκ ἔστι γὰρ ἁμαρτία νικῶσα τὴν τοῦ θεοῦ φιλανθρωπίαν. καὶ αὐτὸς Χριστὸς ὁ σωτὴρ ἡμῶν ἐν τοῖς ἁγίοις εὐαγγελίοις εἴρηκεν, ὅτι Ϡἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι καὶ μεταβήσεται·Ϡ πρὸς δὲ τοὺς ἀπιστοῦντας ἱστορίαν ἀρχαίαν οὐ παραιτήσομαι διηγήσασθαι.

10. Τραϊανὸς ὁ βασιλεὺς διώκτης χριστιανῶν ἦν καὶ πολλοὺς μάρτυρας ἀνέδειξε, τιμωρῶν αὐτοῦς διὰ τὸ τὸν Χριστὸν κηρύττειν· Ἕλλην δὲ τυγχάνων τὸν βίον κατέστρεψεν· ἀλλ᾿ εὐχὴ δικαίου τοῦτον ἐρρύσατο τῆς ἐν τῷ Ἅδῃ κατακρίσεως· φασὶ γὰρ τὸν μέγαν Γρηγόριον τὸν Διάλογον πορευόμενον ἐκ Ῥώμης πρὸς τὸ Βυζάντιον, χειμῶνος ὄντος πολλοῦ καὶ πλημμύρας τῶν ποταμῶν πολλῆς, ἰδεῖν τὸν διερχόμενον λαὸν διανύοντα τὴν ὁδὸν ἀκωλύτως καὶ διαπεραιούμενον ἀταράχως ἄνωθεν τοῦ πλακώματος, ὅπερ αὐτὸς Τραϊανὸς κατεσκεύασε, καὶ ὑπερθαυμάσαι τῆς σπουδῆς αὐτὸν καὶ ὑπερεύξασθαι καὶ τρεῖς ἡμέρας νῆστιν διατελέσαι καὶ πρὸς θεὸν ἱκέτιδας αἴρειν χεῖρας, ὡς ἵλεως γένηται τῷ ἀνδρί, δι᾿ οὗ τοσοῦτος λαὸς ἀλύπως διαβαίνει διασῳζόμενος ἐκ τοῦ βιαίου ῥοίζου τῶν ὑδάτων διὰ τῆς γεφύρας καὶ τῶν πλακωμάτων, ὧν εἰργάσατο. ταῦτα προσευχομένῳ πρὸς τὸ τέλος τῆς τρίτης ἡμέρας ἐπέστη ἄγγελος λέγων πρὸς αὐτόν· «παῦσαι, Γρηγόριε, τοῦ αἰτεῖσθαι ὑπὲρ ἀσεβῶν·» ὁ δὲ οὐ μόνον οὐκ ἐπαύσατο, ἀλλὰ καὶ ἐκτενέστερον προσηύχετο, καὶ ἔτι δὶς τοῦ ἀγγέλου ἐπιστάντος καὶ τὸν δίκαιον ἐπιστομίζοντος, οὐδ᾿ οὕτως ἔληξε τῆς εὐχῆς, ἀλλ᾿ ἐπέμενε κράζων· «οὐ μὴ κατάγω τὰς χεῖράς μου ἀπὸ τοῦ ὕψους τοῦ οὐρανοῦ, ἕως εἰσακούσει κύριος ὁ θεὸς τῆς μετὰ δακρύων κραυγῆς καὶ δεήσεώς μου καὶ ἐλεήσει αὐτόν.» οὕτω δι᾿ ὅλης ηὔχετο τῆς ἡμέρας· ὅτε δὲ ἤγγιζε πρὸς τὸ Βυζάντιον, εὐηγγελίσατο αὐτῷ ὁ ἄγγελος, ὅτι «ἰδού, Γρηγόριε, εἰσηκούσθη ἡ δέησίς σου καὶ ἐρρύσθη ἀπὸ τῶν βασάνων Τραϊανός· πλὴν ὅρα μηκέτι εὔξῃ ὑπὲρ ἄλλων τινῶν ἀσεβῶν, ἐπεὶ οὐκ εἰσακουσθήσῃ.» εἰ τοίνυν πιστεύομεν, ὅτι εἰσακούει ὁ θεὸς δεήσεως δικαίων, πιστεύσωμεν καὶ τοῖς
[p. 279] διηγήμασι τούτοις καὶ δοξάσωμεν τὸν θεόν. ἀλλ᾿ ἐπὶ τὸν εἱρμὸν τὸν λόγον ἀγάγωμεν.

11. ὁ τοίνυν σοφώτατος Ἰωάννης μετὰ τοῦ ὁσίου Κοσμᾶ τὰ χρήματα πάντα καὶ εἴ τι ἄλλο ἦν τῷ ἀποιχομένῳ Μανσοὺρ πένησι διανείμας ἐν Δαμασκῷ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, καὶ μέχρι τῶν Ἱεροσολύμων ἐλθόντες, εἴς τε τοὺς ἐκεῖσε ἁγίους ναοὺς ὄντας περινοστήσαντες καὶ τοὺς Ἁγίους Τόπους, καὶ ἐκ τῶν ἐν αὐτοῖς ὄντων τιμίων πατέρων πλείστην ὠφέλειαν καρπωσάμενοι, τῶν ἄλλων ὑπεριδόντες ἁπάντων, διατρίβειν μετ᾿ αὐτῶν ᾑρετίσαντο καὶ ἐνταῦθα πρῶτον γράφειν ἀπήρξαντο καὶ τὰ ποιήματα μελῳδεῖν· ἐδόθη δὲ μεγίστη χάρις αὐτοῖς καὶ ἐπεφοίτησεν ἡ τοῦ ἁγίου πνεύματος δύναμις ἐπ᾿ αὐτούς, καὶ ἤρξαντο συγγράφειν τὴν νῦν τελουμένην τοῦ Λυχνικοῦ καὶ Ὄρθρου ποίησιν καὶ τὰς ἑορτὰς τοῦ σωτῆρος κοσμεῖν καὶ τὴν θεοτόκον μεγαλύνειν καὶ τοὺς ἁγίους πάντας ἐγκωμιάζειν ἐν μελίσμασιν, ὡς ἔστι τοῖς φιλοπόνοις ἐξετάζειν καὶ τοῖς φιλαρέτοις εὑρίσκειν τὰ τοιαῦτα συγγράμματα τῶν ἀοιδίμων καὶ μακαρίων τούτων ἀνδρῶν· καὶ ὁ μὲν ὁσιώτατος Κοσμᾶς ἐξ ἑῴας πρὸς δύσιν παρεγένετο (τὴν γὰρ Κωνσταντινούπολιν καταλαβὼν εἶτα μέχρι καὶ Ῥώμης αὐτῆς ἐπεφοίτησε), περὶ οὗ λέξομεν ὕστερον· νῦν δὲ πρὸς τὸν πάνσοφον Ἰωάννην τρέψομαι, μερικῶς διιῶν τὰ τοῦ παμμάκαρος κατορθώματα.

12. οὗτος οὖν ὁ ἀξιάγαστος πλοῦτον καὶ περιφάνειαν καταλιπὼν καὶ ὅλος γενόμενος τοῦ πρὸς θεὸν ἔρωτος, τὴν ἐνεγκαμένην ἀφεὶς καὶ τὰ Ἱεροσόλυμα καταλαβών, καθάπερ εἴπομεν, καὶ τὸν πατρικὸν ὅλον σκορπίσας πλοῦτον, διήρχετο κατὰ τὴν φιλεργὸν μέλισσαν ζητῶν τὰ τῶν λόγων ἄνθη καὶ τοὺς λειμῶνας τῶν ἀρετῶν δρεπόμενος· περιτυχὼν δὲ σοφοῖς ἀνδράσι καὶ συλλεξάμενος εἴ τι κάλλιστον καὶ εἰς ἄκρον σοφίας ἐληλακώς, εἶτα καὶ μοναχὸς γενόμενος καὶ ἱερεὺς ὕστερον καὶ ἄκων χειροτονηθεὶς Ϡἐν καθέδρᾳ πρεσβυτέρωνϠ αἰνεῖ τὸν κύριον, οὐχ ἁρπάσας τὴν τιμήν, ἀλλ᾿ ὑπ᾿ αὐτῆς ζητηθείς, καὶ ἀσκήσει διαλάμψας τῇ τῶν λόγων δυνάμει τὴν ἐκκλησίαν ἐφαίδρυνε καὶ πολλὰ συγγράμματα πεφιλοπόνηκε,
[p. 280] δι᾿ ὧν σχεδὸν παντὸς τοῦ ζητουμένου γνῶσις ἐναργὴς εὑρίσκεται· τελευταῖον δὲ καὶ τὴν δυσσεβῆ τῶν εἰκονομάχων αἵρεσιν, ἀλλὰ καὶ πάσας αἱρέσεις, ἐστηλίτευσε ταῖς τῶν γραφῶν σοφαῖς ἀποδείξεσι. καὶ ὡς ἦν πρέπον ἐνδόξως καὶ ὁσίως τιμηθεὶς ἐκ Συρίας καὶ τῆς Αἰγύπτου μέχρι Περσῶν ἀφίκετο κηρύσσων καὶ βαπτίζων εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ ἦν θαυμαζόμενος παρὰ πάντων, ὥστε τὴν αὐτοῦ φήμην καὶ ἕως Χοσρόου τοῦ Περσῶν βασιλέως πεφθακέναι, ὅστις καὶ σπουδὴν ἔθετο τοῦτον ἰδεῖν, καὶ δεξάμενος αὐτὸν ἐφίλει καὶ κατησπάζετο καὶ ἡδέως αὐτοῦ ἤκουε· καὶ ἕως Κωνσταντίνου τοῦ Κοπρωνύμου, τοῦ τυραννήσαντος μᾶλλον ἢ βασιλεύσαντος, διῆγεν ἐν Περσίδι πολλοὺς συνετίζων καὶ στηρίζων καὶ τῇ θεοσεβείᾳ προσάγων.

13. ἐπεὶ δὲ ὁ δυσώνυμος οὗτος Κωνσταντῖνος ἐλύττησε πλέον τοῦ ἰδίου πατρὸς κατὰ τῶν ἁγίων καὶ σεβασμίων εἰκόνων, καὶ πολλοὶ παρ᾿ αὐτοῦ τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσαντο, περιφανῶς ἐλέγξαντες τὴν ματαιόφρονα γνώμην τοῦ τυράννου, μετὰ τούτων καὶ ὁ παμμέγιστος οὗτος καὶ σοφώτατος ἐν στηλιτευτικοῖς λόγοις ἐθριάμβευσε τὴν κακόνοιαν αὐτοῦ τοῦ παρανόμου Κωνσταντίνου· καὶ διατρίβων ἐν Περσίδι τῆς ἀληθείας ὑπερήθλει, τοῖς τῆς εὐσεβείας βέλεσιν ἀνδρικῶς κατατιτρώσκων τὸν ὑπερήφανον· καὶ πόρρωθεν ὢν ἀγχεμάχοις ὅπλοις κατηγωνίζετο τὸν τῆς εὐσεβείας ἐχθρόν, γράφων, νουθετῶν, νομοθετῶν, ἄλλος Μωϋσῆς γενόμενος, θεοχαράκτους χαράττων νομοθεσίας, ὑφ᾿ ὧν ὁ δυσσεβὴς καὶ θεομάχος ἀνατρεπόμενος Κωνσταντῖνος καὶ μὴ φέρων τὴν ἐκείνου ἔνθεον παρρησίαν καὶ ἄμαχον ὡς εἰπεῖν δύναμιν, καὶ μᾶλλον τῶν ἐγγὺς καὶ εἰς χεῖρας ὄντων τὸν μακρόθεν ὄντα δεδιὼς Ϡπάντα κάλων ἐκίνησεϠ, τὸ τοῦ λόγου, τὸν γενναῖον ἀμύνασθαι, τὸν ἔλεγχον οὐχ ὑπομένων, καὶ λοιδορίαις αὐτὸν ἔβαλλεν ἀπόντα Μανσοὺρ ὀνομάζων. ἀλλ᾿ οὐ μέχρι τούτων ἔστη τὸ τῆς ἡδυπαθείας ἀνδράποδον, ὁ Κοπρώνυμος, ἀλλὰ καὶ δόλον ἐμελέτησε κατὰ τοῦ ἁγίου δεινότατον· συνέλαβε γὰρ πόνον καὶ ἔτεκεν ἀνομίαν ὁ ἀλιτήριος,
[p. 281] καὶ σκοπεῖτε οἷον εἰργάσατο καὶ οἷον ἀπετέλεσε θεοῦ συγχωροῦντος.

[τηε εδιτιον ηασ αν ερρορ ιν παραγραπη νυμερατιον ωηιχη ωε ηαᾳε ρεπροδυχεδ ηερε]

13. ἐπεὶ γὰρ οὐκ εἶχεν ὁ ἄνομος τὸν ἀριστέα τιμωρήσασθαι, διατρίβοντα κατὰ χώραν ἀλλοδαπὴν καὶ βασιλεῖ Περσῶν ὑποκειμένην, τί ποιεῖ καὶ τί βουλεύεται καὶ ὁποίαν τὴν διαβολὴν συντίθησι καὶ οἷα τῇ πανουργίᾳ δολιεύεται μαθὼν γάρ, ὡς τὰ πρωτεῖα φέρει παρὰ τῷ βασιλεῖ τῶν Περσῶν ὁ ἅγιος καὶ παρὰ πᾶσι Πέρσαις ἐστὶ θαυμαζόμενος καὶ τῆς αὐτοῦ πάντες ἐξέχονται γλώττης καὶ γραφῆς καὶ διδαχῆς, κενὰ κατὰ τῆς ἁγίας [αὐτοῦ] ψυχῆς ἐμελέτησε καὶ συκοφαντεῖν ἐσπούδασε τὸν ἄληπτον· καὶ πλασάμενος τὸ φιλίως διακεῖσθαι πρὸς Χοσρόην ἔγραψε πρὸς αὐτόν, ὡς δῆθεν κηδόμενος τῆς αὐτοῦ βασιλείας, ὁ πάντας μισῶν καὶ πᾶσιν ἐπιβουλεύων, ὁ τῆς πονηρίας δοῖδυξ, ὁ Αἰγύπτιος Πρωτεύς, καὶ κατεῖπεν ἐν τοῖς γράμμασιν ὡς ἐπιβούλου Περσῶν καὶ τοῦ βασιλέως αὐτῶν τῆς ἀλήπτου ψυχῆς Ἰωάννου· καὶ γραφὴν καττύσας, ὡς ἐκ προσώπου τοῦ ἁγίου πρὸς αὐτὸν γραφεῖσαν καὶ πεμφθεῖσαν, ὢ τῆς σκαιωρίας, μεμεστωμένην πάσης διαβολῆς, διήγειρε τὸν Χοσρόην καὶ δεινῶς θυμωθῆναι παρεσκεύασε κατὰ τοῦ ἀναιτίου, ὡς καὶ πρὸς τιμωρίαν ἐκείνου τραπῆναι καὶ πολλὰς κακώσεις ἐπαγαγεῖν, εἱρκτῇ τε συγκλεῖσαι καὶ ἀνηλεῶς μαστῖξαι, καὶ τελευταῖον καὶ τῆς δεξιᾶς χειρὸς ἐκκοπὴν ἐνεργῆσαι· τοιοῦτον γὰρ ἡ βάρβαρος γνώμη, καὶ ἀσύνετος καὶ θυμώδης. ὁ δὲ τοῦ θεοῦ ἄνθρωπος τοιούτοις ἐναποληφθεὶς κακοῖς οὐκ ἀπενάρκησεν, οὐ κατέπεσεν, ἀλλὰ τὰ τῆς εὐχαριστίας ἀναπέμπων τῷ ποθουμένῳ θεῷ δι᾿ ὑπομονῆς ἔτρεχε τὸν καλὸν ἀγῶνα, πάσχων καὶ αὐτὸς ὑπὲρ τῆς προσκυνήσεως τῶν σεβασμίων εἰκόνων καὶ δεήσεις προσάγων τῷ δι᾿ ἡμᾶς παθόντι Χριστῷ· ὅτε καὶ λέγεται συνεχόμενος ταῖς ἀνυποίστοις ταύταις κολάσεσι καὶ ἀφορήτοις ὀδύναις καὶ τοῦτον τὸν εἱρμὸν ἐκθέσθαι τοῦ λόγου· Ϡτὴν δέησιν ἐκχεῶ πρὸς κύριον καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή
[p. 282] μου ἐπλήσθη καὶ ἡ ζωή μου τῷ Ἅδῃ προσήγγισε·Ϡ καὶ σὺν τούτῳ καὶ τὸ Ϡἱλάσθητί μοι, σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε, δέομαι.Ϡ πλὴν ὁ θεὸς ἐπικαμφθεὶς διὰ τῆς αὐτὸν τεκούσης πανάγνου μητρός, ὡς ὁ τῶν πολλῶν ἔχει λόγος, αὖθις ἀποκατέστησε τὴν τοῦ ἀθλοθέτου καὶ στεφανίτου χεῖρα σῴαν. τοῦτο τὸ θαῦμα πολλοὺς ἐστήριξε καὶ τὸν πολύαθλον ὄντως ἐθαυμάστωσε, καὶ Χοσρόην ἔπεισε καὶ Πέρσας πολλὰ μεταμέλεσθαι, ἐφ᾿ οἷς εἰς τὸν μεγὰν δεινοῖς ἐνεδείξαντο, γράψαι δὲ καὶ πρὸς τὸν Κοπρώνυμον Κωνσταντῖνον, ὀνειδίζοντας αὐτὸν τῆς πρὸς τὸν ἅγιον συκοφαντίας καὶ ὡς ψευδῆ διαβάλλοντας καὶ ἄθεον καὶ τῆς τῶν χριστιανῶν πίστεως ἀλλότριον· τὸν δὲ θεῖον Ἰωάννην οὕτως ἐσεβάσθησαν, ὡς καὶ πολλοὺς αὐτῶν προσελθεῖν τῷ Χριστῷ, τὴν πλάνην ἀπολιπόντας.

14. οὗτος ὁ βίος τοῦ παμμάκαρος, τοιαῦτα τὰ κατορθώματα καὶ οὗτοι οἱ ἐν Χριστῷ ἀγῶνες, καὶ οὕτω τῷ ἐνδόξῳ καὶ μαρτυρικῷ στέφει κοσμηθεὶς συμβασιλεύει τῷ ἀθλοθέτῃ καὶ νικοποιῷ δεσπότῃ, καταλύσας τὸν βίον ἐν γήρᾳ πίονι· ὃς δι᾿ οἰκείων πόνων καὶ συγγραμμάτων καὶ μελισμάτων τοὺς πιστοὺς λαμπρύνας καὶ τῆς ἐκκλησίας φωτίσας τὸ πλήρωμα, τοὺς ἀναστασίμους τε κανόνας ἐκθέμενος καὶ στιχηρὰ πανσόφως εἰς τὰς δεσποτικὰς ἑορτὰς καὶ τὴν ὑπερένδοξον θεοτόκον καὶ τοὺς λοιποὺς ἁγίους, καὶ οὐ μόνον εἰς τὰς ἑορτασίμους πανηγύρεις, ἀλλὰ καὶ κατανυκτικὰ καὶ μαρτυρικὰ καὶ κανόνας ὁμοίως παρακλητικοὺς καὶ πανηγυρικούς, ἐγκωμιάζων τὴν παναμώμητον νύμφην καὶ τοὺς ψάλλοντας εὐφραίνων τοῖς ποιήμασι ψυχωφελὴς θυμηδία ταῖς τῶν πιστῶν ὁμηγύρεσι πρόκειται. ἀλλ᾿ ὅ με διέλαθε τοῦ θαυμαστοῦ τούτου ἀνδρὸς κατόρθωμα, δεικνύον αὐτοῦ τὴν μετριοφροσύνην καὶ ὑψοποιὸν ταπείνωσιν (ὅπερ οὐ δίκαιον παραλιπεῖν καὶ ζημιῶσαι τοὺς ἡδέως ἀκροωμένους τῶν ἀνδραγαθημάτων τοῦ μεγάλου) καὶ εἰ πρότερον ἔδει γραφῆναι πλείστην ἐμποιοῦν τὴν ὄνησιν τοῖς μιμεῖσθαι προῃρημένοις, τοῦτο δώσω τῷ λόγῳ.

15. μετὰ γὰρ τὴν τοῦ πατρὸς αὐτοῦ τελευτὴν καὶ τὴν τοῦ
[p. 283] παντὸς πλούτου διανομὴν πρὸς τοὺς ἠπορημένους διερχόμενος τὰ ἐν Αἰγύπτῳ μοναστήρια καὶ τοὺς ἀσκητὰς ἀνερευνῶν, ὡς προέφημεν, ὥσπερ μέλισσα ἐκ πάντων τῶν χρησιμωτάτων ἀνδρῶν τὰ τῶν ἀνθέων ἀνέλεγε κάλλιστα. ἐν τούτοις περινοστῶν εὗρε τινὰ τῶν πατέρων ἐν πάσαις μὲν ἀρεταῖς ἐπίσημον, τῷ θυμῷ δὲ ἡττώμενον, δι᾿ ἣν αἰτίαν οὔτε μοναχός τις ἠδύνατο συνεῖναι τῷ γέροντι, ἢ ἕτερός τις πρὸς ὑπουργίαν καὶ ὑπακοήν. τοῦτο κατιδὼν ὁ εὐκλεὴς οὗτος, καὶ βουλόμενος ἔτι μᾶλλον ἑαυτὸν ταπεινοῦν, ὥστε πλεῖον ὠφεληθῆναι καὶ μᾶλλον κατακρατῆσαι τῶν παθῶν, ὅλος γέγονε τοῦ βιάσασθαι ἑαυτὸν εὐγνωμόνως καὶ ἐν πάσῃ θεραπείᾳ δουλεῦσαι τῷ γέροντι καὶ τὸν θυμὸν αὐτοῦ ὑποφέρειν. τοίνυν καὶ προσελθὼν τούτῳ καὶ πεσὼν ἐπὶ τὴν γῆν ἐδέετο τοῦ γέροντος συνεῖναι καὶ καθυπηρετεῖν αὐτῷ. βαλὼν οὖν τὴν συνήθη μετάνοιαν πραείᾳ φησὶ τῇ φωνῇ· «δέομαί σου, πάτερ ἐλεῆμον· ἐλέησόν με τὸν ἰδιώτην καὶ ταπεινόν· θέλω γὰρ δουλεῦσαί σοι - καθορῶ σε τίμιον καὶ ἅγιον πατέρα καὶ γέροντα - καὶ γενέσθαι σου μαθητής, εἴ γε καὶ θεοῦ πέφυκε θέλημα, οὐ μόνον τὰς τιμίας σου ζηλῶν, ὡς δυνατόν, ἀρετάς, ἀλλὰ καὶ τὰ ἱερὰ γράμματα διδασκόμενος παρὰ τῆς θεοσόφου καὶ ἁγίας ψυχῆς σου.» ὁ δὲ γέρων σχῆμα καὶ ἦθος ταπεινὸν θεασάμενος καὶ παρ᾿ αὐτοῦ μαθών, ὡς οὐκ ἔστιν ἐνθάδιος, ἀλλὰ ξένος, ἀσμένως τοῦτον προσεδέξατο, καὶ ἦν αὐτῷ καθάπερ ὑπηρέτῃ χρώμενος καὶ ἐπιτάσσων ποιεῖν πᾶσαν ὑπηρεσίαν εἴς τε τὸν ἅγιον ναὸν καὶ εἰς τὸ ξηροκήπιον, ὃ μακρόθεν ἠρδεύετο κατὰ τὸν θερινὸν καιρὸν παρὰ τοῦ Ἰωάννου· παρεκάλει δὲ τὸν θεὸν ὁ ἅγιος δοῦναι αὑτῷ βοήθειαν ἐξ ὕψους καὶ ὁδηγῆσαι πρὸς τὸ αὐτοῦ εὐάρεστον θέλημα καὶ εἰς θεραπείαν εἶναι τοῦ γέροντος καὶ ἀποδοχήν. καὶ ὁ κύριος ὁ ποιῶν τὸ θέλημα τῶν φοβουμένων αὐτὸν οὐ παρεῖδε τὴν τοῦ δούλου δέησιν, ἀλλ᾿ ἦν ἀοράτως ἐπαρήγων καὶ ἀντιλαμβανόμενος, καὶ κατάκοπον αὐτὸν γινόμενον ἐκ τῆς μετακομιδῆς τοῦ ὕδατος παρεμυθεῖτο ἀγγέλου χειρὶ τὸν πόνον ἐπικουφίζων, συμβαστάζοντος καὶ συναχθοφοροῦντος τούτῳ καὶ ταῖς ἄλλαις πάσαις δουλείαις
[p. 284] συνεργοῦντος. διὰ τοῦτο μετὰ πάσης σπουδῆς καὶ προθυμίας ἐξεπλήρου πάντα τὰ τοῦ γέροντος, μὴ ἀπολειπόμενος ποτὲ τῆς ἐν τῇ ἐκκλησίᾳ συνάξεως, νηστείαις τε διηνεκῶς καὶ προσευχαῖς σχολάζων· καὶ ἦν ἰδεῖν τὸν ὀργίλον ἐκεῖνον καὶ θυμώδη γέροντα θεραπευόμενον τῇ δουλείᾳ τοῦ θεομάκαρος, μεταβαλόντος τοῦ θεοῦ τὴν αὐτοῦ ἀγριότητα εἰς ἡμερότητα προβάτου, καὶ ἐπὶ τούτῳ ποθεινὸς ἦν ὁ Ἰωάννης τῷ γέροντι καὶ ὡς υἱὸς γνήσιος φιλούμενος. ὁ δὲ ἀοίδιμος, καίπερ ὢν ἐν πολλῷ κόπῳ, μᾶλλον ἔχαιρεν, εἰ καὶ παρὰ τοῦ γέροντος ἐν ἀτιμίᾳ διῆγε· κἂν οὐχ ὕβριζεν αὐτὸν ἢ ἔτυπτεν ὁ γέρων, ἐλυπεῖτο, καθάπερ ὁ μηδέν τι κερδαίνων ἔμπορος. ἠξίου τοίνυν τὸν γέροντα καὶ γράμματα διδάσκειν αὐτόν, καὶ πρὸς τὴν αἴτησιν ἐπινεύσας ὁ γέρων ἔγραψεν αὐτῷ τὸν ἀλφάβητον· καὶ ὁ φιλόσοφος ὁ παιδευθεὶς πᾶσαν τὴν ἐγκύκλιον ἑλληνικὴν εἰς ἄκρον παίδευσιν ἐδιδάσκετο συλλαβίζειν καὶ πληγὰς ἐδέχετο, δεικνύων ἑαυτὸν ἑκουσίως ἀγράμματον καὶ ἀφυῆ· καὶ μαστιζόμενος ἥδετο, καίπερ τοῦ σώματος αὐτοῦ δεινῶς τεταριχευμένου παρά τε τῆς ἄγαν ἐγκρατείας καὶ τοῦ πολλοῦ κόπου καὶ τῆς παννύχου στάσεως καὶ τῶν προσευχῶν καὶ τῶν τῆς ἡμέρας δουλειῶν, ἐν αἷς ἀόκνως ἐξυπηρέτει τῷ γέροντι· τοσοῦτον δὲ κατέτηξε τὸ σῶμα ταῖς ἀγρυπνίαις καὶ ἀσιτίαις, ὡς μόνην σκιὰν αὐτὸν φαίνεσθαι. πρῶτος δὲ ὁ γέρων ὠνόμασεν αὐτὸν Δαμασκηνόν, εἴτε διὰ τὸ ἐν τῷ κήπῳ πολὺ δαμάσαι τὸ σκῆνος αὐτοῦ, εἴτε διὰ τὸ ἐκ Δαμασκοῦ πρὸς αὐτὸν φοιτῆσαι, ὥσπερ εὑρήσομεν καὶ τὸν ἅγιον ἐν διαφόροις αὑτοῦ λόγοις καὶ ὑπομνήμασι γράψαντα, «Ἰωάννου τοῦ Δαμασκηνοῦ» ταῦτα καλοῦντα· φυλάττων γὰρ ἦν τὸ τοῦ γέροντος ἐπώνυμον ὡς θησαυρὸν παρ᾿ ἑαυτῷ.

16. χρόνοι διῆλθον δύο καὶ ἦν ὑπηρετῶν ἐν πάσῃ δουλείᾳ, τοῦτο λαβεῖν μισθὸν αἰτούμενος ὑπὲρ τῆς ὑπηρεσίας, τὰς εὐχὰς τοῦ γέροντος, κατὰ πάντα διὰ ταπεινοφροσύνην μιμούμενος ὁ σοφὸς τῳόντι τὸν ἑαυτοῦ δεσπότην, ὃς θεὸς ὢν ἄνθρωπος γέγονε καὶ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου. τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ μακάριος οὗτος πέλαγος ἔχων σοφίας καὶ γνώσεως ἑκουσίως ἑαυτὸν ἰδιώτην ἐποίησε καὶ ἀγράμματον, ἵνα ἐνταῦθα
[p. 285] ταλαιπωρήσας ἀδοξίᾳ μᾶλλον ἐν τῷ μέλλοντι παρὰ τῷ θεῷ εὐδοξήσῃ, δεσποτικὴν πληρῶν ἐντολήν· πρῶτος γὰρ ὢν ἑκουσίως ἠθέλησεν γενέσθαι ἔσχατος καὶ διακονεῖν καὶ μανθάνειν, ἤπερ διδάσκειν καὶ διακονεῖσθαι. πληρώσαντος δὲ αὐτοῦ τὸν δεύτερον χρόνον παρὰ τῷ γέροντι, ὡς ἡ τοῦ Ἁγίου Πάσχα πανσεβάσμιος πέφθακεν ἑορτή, τὸν εἰς τὴν αὐτὴν ἑορτὴν λόγον τοῦ μεγάλου Γρηγορίου τοῦ καὶ Θεολόγου διδάξας ὡσανεὶ τὸν μέγαν ὁ γέρων παρεσκεύασεν ἀναγνῶναι· λίαν δὲ τυγχάνων τῆς ἔξω γραφῆς ἀμέτοχος ὁ γέρων, καὶ μήτε τόνους εἰδώς, ἢ πνεύματα, ἢ ἀντίστοιχα, τὴν ϠβραδυτῆταϠ βραδύτητα τὸν σοφὸν ἐδίδασκε λέγειν. ὡς δὲ τῆς ἀναγνώσεως ὁ καιρὸς ἐπέστη, συναθροισθέντων πολλῶν μοναστῶν ἐν τῷ κυριακῷ, καὶ λογίων καὶ μὴ τοιούτων, προετράπη τὴν ἀνάγνωσιν ποιήσασθαι ὁ πανάγαστος Ἰωάννης, οἷα μαθητὴς τοῦ γέροντος. ὁ δὲ τὴν βίβλον ἀναπτύξας, ὡς μόνον ἤρξατο καὶ εἶπε τὴν ἐπιγραφὴν καὶ ἀντὶ τῆς Ϡβραδύτητος,Ϡ ὡς ἐδιδάσκετο παρὰ τοῦ μυσταγωγοῦ, προεῖπε Ϡβραδυτῆτα,Ϡ θυμοῦ πλησθεὶς ὁ γέρων, ἀναστὰς μετὰ τῆς ῥάβδου, ἣν ἐν χερσὶν ἔφερε, κατὰ κεφαλῆς ἔτυπτε τὸν σοφώτατον ἀφειδῶς, ἕως καὶ αἷμα ἐκ τῆς κεφαλῆς αὐτοῦ κατερρύη μέχρις ἐδάφους. κωλυόμενος δὲ παρὰ τῶν πατέρων ὁ γέρων ἔλεγε πρὸς αὐτούς· «ὁρᾶτε τουτονὶ τὸν ἀφυέστατον καὶ ἀμαθῆ μοναχόν ἔχω ἡμέρας τριάκοντα τὸν λόγον τοῦτον αὐτῷ καταλέγων καὶ οὐκ ἔδει αὐτὸν κἂν εἰς αὐτὴν τὴν ἀρχὴν σφαλῆναι καὶ ϠβραδυτῆταϠ προσειπεῖν.» οἱ δὲ πατέρες καὶ μᾶλλον οἱ γνῶσιν ἔχοντες καὶ γραφῶν ἔμπειροι τὸν γέροντα τῆς ἀμουσίας ἐπιπλήττοντες χάριν ἔλεγον· «κρεῖττον ὑπὲρ σὲ τὸν διδάσκαλον τὸ ῥῆμα διεσάφησεν ὁ μαθητὴς καὶ παραλόγως ἔτυψας αὐτόν.» ὁ δὲ θαυμαστὸς Ἰωάννης βαλὼν τῷ γέροντι μετάνοιαν παρεκάλει λέγων· «συγχώρησον, πάτερ, τῇ ἰδιωτείᾳ καὶ ἀμαθία τοῦ δούλου σου· κέλευσον δέ με ἀναγνῶναι τὸν λόγον καὶ ἡ ἁγία εὐχή σου εὐοδώσει με σὺν θεῷ καὶ μὴ ὀργίζου.» ἐπεὶ δὲ καὶ προσετάγη τὴν ἀνάγνωσιν πληρῶσαι, λέγειν ἀρξάμενος οὕτω διεσάφησε τὸν λόγον, ὥσπερ εἰ αὐτὸς παρῆν ὁ μέγας ἐν θεολογία
[p. 286] Γρηγόριος· πολλὰ δὲ καὶ διερωτώμενος παρὰ τῶν πατέρων πάνυ σοφῶς διηρμήνευσε καὶ τὴν ὑπόθεσιν ὅλην διεσαφήνισε τοῦ λόγου καὶ τὰς λέξεις, ὥστε πάντας θαυμάσαι καὶ ἐπαινέσαι μὴ μόνον τὴν γνῶσιν, ἀλλὰ πολλῷ μᾶλλον τὴν ὑποταγὴν καὶ ταπείνωσιν τοῦ ἁγίου, καὶ εἰπεῖν πρὸς τὸν γέροντα· «μακάριος εἶ, πάτερ κύρι Θεόδωρε», τοῦτο γὰρ ὄνομα τῷ γέροντι, «ὅτι τοιοῦτον εὗρες μαθητήν, σοφὸν καὶ ἐπιεικῆ καὶ μέτριον·» πρὸς οὓς ἀπεκρίνατο· «πιστεύσατέ μοι, πατέρες· ὅταν πρός με ἦλθεν, ἀναλφάβητος ἦν καὶ ἐγὼ αὐτὸν ἐδίδαξα συλλαβίζειν· ἐξίσταμαι δὲ κἀγὼ νῦν, πῶς οὕτως ἀθρόως τοιοῦτος ὤφθη σοφός.» οὕτως εἰπὼν εἰς ἔκστασιν ἑαυτόν τε κἀκείνους ἤγαγε. πληρωθείσης οὖν τῆς ὑμνῳδίας τοῦ ὄρθρου καὶ τῆς δοξολογίας τελεσθείσης, ὡς ἡμέρα διέφαυσεν, ἐγνωρίσθη παρά τινος τῶν συνελθόντων, ὡς ὁ πάνσοφος Ἰωάννης ὁ ποιητής ἐστιν· ὅστις καὶ προσελθὼν τῷ γέροντι «πάτερ,» εἶπεν, «ἀγνοεῖς οἷον θησαυρὸν ἔχεις ἐνταῦθα·» ὁ δὲ «ποῖον» εἴρηκε· κἀκεῖνος «τοῦτον, ὃν λέγεις» ἔφη «ἀμαθῆ καὶ ἀφυῆ, καλεῖς δὲ αὐτὸν καὶ ὀψιμαθῆ, ὡς παρὰ σοῦ διδαχθέντα συλλαβίζειν· οὗτός ἐστιν ὁ μέγας Ἰωάννης ὁ Ἁγιοπολίτης·» ἦν γὰρ πᾶσι γνωστὸς ἐκ τῶν ποιημάτων.

17. γνοὺς δὲ ὁ ἅγιος, ὅτι γνώριμος κατέστη καὶ ὅτι μέλλει παρ᾿ αὐτῶν καταναγκάζεσθαι φανεροῦν ἑαυτὸν καὶ πάντα διασαφῆσαι καὶ μηδὲν ἀποκρύψαι τῆς ἀληθείας, λαθὼν πάντας, τοῦ κυρίου συνεργοῦντος ἐξῆλθε τῆς μονῆς, φεύγων τὸ κενὸν δοξάριον καὶ θεῷ μόνῳ γνωρίζεσθαι βουλόμενος· καὶ τὰ Ἱεροσόλυμα καταλαβὼν καὶ προσκυνήσας τὸν Ἅγιον Τάφον, κἀκεῖθεν ἀπάρας παρὰ τοῦ ὁδηγοῦντος αὐτὸν ἁγίου πνεύματος τοὺς Περσικοὺς εἰσέδυ μυχούς, ἔνθα γενόμενος καὶ πολλοὺς ἀγῶνας ἀγωνισάμενος, καθὼς δεδηλώκαμεν, πρὸς τὰς οὐρανίους μετέβη κατοικίας, τοῖς πατράσιν ὁ πατὴρ συναγαλλόμενος, τοῖς διδασκάλοις ὁ διδάσκαλος, τοῖς θεολόγοις ὁ θεολόγος, τοῖς μάρτυσιν ὁ μάρτυς, τοῖς ἀγγέλοις ὁ ἰσάγγελον ἐν βίῳ πολιτείαν κτησάμενος, καὶ νῦν μετ᾿ αὐτῶν πρέσβυς ἐστὶν ὑπὲρ ἡμῶν πρὸς τὸν φιλάγαθον θεόν, δι᾿ ὃν τῶν γηίνων ἁπάντων καταφρονήσας τῆς αὐτοῦ βασιλείας ἐπέτυχεν.

[p. 287]

18. ὁ δὲ ὁσιώτατος Κοσμᾶς γεγονὼς ἐπίσκοπος Μαϊουμᾶ καὶ ποιμαίνων θεοπειθῶς τὸ τοῦ Χριστοῦ ποίμνιον - δεῖ γὰρ καὶ τὰ ἐπίλοιπα τῆς αὐτοῦ διαγράψασθαι πολιτείας - διερχόμενος πόλιν ἐκ πόλεως καὶ πάντας στηρίζων καὶ τῇ πίστει προσάγων κατήντησε καὶ πρὸς τὴν μεγάλην Ἀντιοχείαν· καὶ ξενισθεὶς παρὰ τῷ καθηγουμένῳ τῆς μονῆς τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου κατ᾿ αὐτὴν τὴν ἑορτὴν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, ἐπεὶ τὸν κανόνα τῆς ἑορτῆς ἔψαλλον, οὗ ποιητὴς αὐτὸς ἦν, οὐκ ὀρθῶς δὲ τοὺς λόγους ᾖδον, ὁ μὲν ἅγιος ἠγανάκτει καὶ ἔλεγεν οὐχ οὕτως ἔχειν καὶ ἐσφάλθαι τὸ βιβλίδιον· ὁ ἡγούμενος δὲ κατ᾿ αὐτοῦ λυπεῖσθαι σφοδρότερον ἤρξατο καὶ ὀνειδιστικοῖς ῥήμασιν ἐπέπληττε τὸν ἅγιον, «σὺ τίς εἶ» λέγων «καὶ τοιούτου ποιητοῦ βούλει λόγους ἀνατρέπεσθαι» ὁ δὲ ὅσιος, θέλων ψάλλεσθαι τὸν κανόνα καθὼς γέγονε καὶ μὴ ἐσφαλμένως, δεῖν ᾠήθη φανερὸν ἑαυτὸν καταστῆναι· καὶ δὴ κατ᾿ ἰδίαν προσιὼν τῷ ἡγουμένῳ μηδενὶ δῆλον παρεκάλεσεν αὑτὸν ποιῆσαι, μήτε φανερῶσαι τὸ μυστήριον· καὶ τὸ πιστὸν εἰληφώς «ἐγώ» φησίν, «ὦ πάτερ, ὁ μικρός, ὃν λέγεις, εἰμὶ ὁ τόνδε πεποιηκὼς τὸν κανόνα.» καὶ ὃς «οὐ πιστεύσω» ἔφη, «εἰ μὴ καὶ ἕτερόν μοι τοιοῦτον ἔχοντα χαρακτῆρα ποιήσεις.» ὁ δὲ ἅγιος εἰς τὴν ἐννάτην ᾠδὴν ἀπὸ τοῦ «μυστικὸς εἶ, θεοτόκε,» μετὰ τὸ τελειωθῆναι τὴν ἀκροστιχίδα τοῦ ὅλου κανόνος, ἐποίησε καὶ ἑτέραν ᾠδήν «ὁ διὰ βρώσεως τοῦ ξύλου,» καὶ οὕτω τοὺς μοναχοὺς καὶ τὸν ἡγούμενον βεβαιωσάμενος καὶ ὅλον ἀνορθώσας τὸν κανόνα καὶ συνταξάμενος αὐτοῖς τὴν ἐπὶ Κωνσταντινούπολιν πορείαν ἐποιεῖτο.

19. φθάσας δὲ εἰς Νικομήδειαν καὶ τῷ ἐπισκόπῳ τῆς αὐτῆς πόλεως Εὐσεβίῳ ἐντυχών, καὶ πολλὰ διαλεχθεὶς αὐτῷ περὶ τῶν ἁγίων καὶ σεβασμίων εἰκόνων (ἦν γὰρ καὶ οὗτος τῶν εἰκονομάχων), ὡς εἶδεν αὐτὸν ἀπειθοῦντα προεῖπε διαρρήδην· «ὦ Εὐσέβιε, κακὸς ὢν κακῷ τέλει καταλύσεις τὸν βίον.» καὶ μετὰ τρίτην
[p. 288] ἡμέραν ἐξῆλθεν εἰς τὸ κυνήγιον ὁ ἀρχιερεὺς ἀναξίως θηρεῦσαι καὶ δὴ παρὰ τῶν κυνηγῶν ἄρκου διεγερθείσης καὶ τρεχούσης ἐπὶ τὸ μέρος ἐν ᾧπερ ὁ Εὐσέβιος ἵστατο, συνταραχθέντος αὐτῷ τοῦ ἵππου καὶ συμποδισθέντος καὶ πρὸς τῇ ἄρκῳ συμπεσόντος, ὁ ἐπιβάτης ὑπ᾿ αὐτῆς διεσπαράχθη καὶ οὕτως ἀθλίως ἀπεστέρηται τῆς ζωῆς ὁ ἐπίσκοπος· ἡμεῖς δὲ ἐφ᾿ ἕτερον θαῦμα τοῦ παμμάκαρος τραπώμεθα, παράδοξον ὄντως. ὅτε γὰρ τῆς Νικομηδείας ἀπαίρειν ἔμελλε, χήρας υἱὸς ἐξεκομίζετο θανών, ὡς ἂν ἔξω τῆς πόλεως τῇ ταφῇ παραδοθῇ, καὶ ἦν θρῆνος τῇ χήρᾳ πολὺς καὶ ὀδυρμός, ἐπιβοωμένης αὐτῆς καὶ μετ᾿ ὀδυρμῶν ὀλολυζούσης καὶ λεγούσης μὴ ἔχειν ἄλλην παραμυθίαν ἢ βακτηρίαν τοῦ γήρως «καὶ τί ποιήσω ἡ δυστυχὴς ἐγώ» ταῦτα καὶ ἕτερά τινα οἰκτρῶς ἀπολοφυρομένη πρὸς συμπάθειαν ἐκίνησε τὴν συμπαθῆ ψυχὴν τοῦ ὁσίου, καὶ ὡς ἐθεάσατο τὸ τῆς ὀδύνης πάθος ἀφόρητον, στὰς εἰς εὐχὴν εἶπε, πάντων ἀκουόντων· «Ἰησοῦ Χριστέ, υἱὲ τοῦ θεοῦ, ὁ δι᾿ εὐσπλαγ<χ>νίαν πολλὴν τὴν ἡμῶν φορέσας σάρκα καὶ εἰδὼς πάντα τὰ τῆς ἀνθρωπότητος, ὁ ἐπὶ Λαζάρῳ τῷ σῷ φίλῳ δακρύσας καὶ τετραήμερον ἐκ νεκρῶν ἀναστήσας, ἐπικάμφθητι τῇ δεήσει τοῦ δούλου σου καὶ σπλαγχνίσθητι ἐπὶ τῇ ἀπροστατεύτῳ καὶ πενιχρᾷ γραῒδι χήρᾳ, τῇ μὴ ἐχούσῃ τινὰ βακτηρίαν ἄλλην τοῦ γήρως· καὶ ὡς πάλαι τὸν τῆς χήρας υἱὸν ἀνέστησας, ἀνάστησον καὶ ταύτης τὸν φίλτατον καὶ μονογενῆ υἱόν, ἵνα μὴ τῇ λύπῃ καὶ τῇ πενίᾳ πιεζομένη κακῷ μόρῳ ἡ γραῦς ἀποθάνῃ.» ταῦτα εἰπὼν προσέταξε τοῖς τὴν κλίνην βαστάζουσιν ἐν τῇ γῇ στῆσαι ταύτην, τῶν δὲ τοῦτο ποιησάντων ὁ ὅσιος στενάξας ἐδάκρυσεν· εἶτα κρατήσας τῆς χειρὸς τοῦ τεθνηκότος ἔφη· «ὁ κύριός μου Ἰησοῦς Χριστός, ὁ νεκρῶν καὶ ζώντων ἐξουσιάζων, ἀναστήσειέ σε·» καὶ κράξας εἶπε μεγάλῃ τῇ φωνῇ· «ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τέκνον, ἀνάστηθι.» καὶ σὺν τῷ λόγῳ εὐθὺς ἀνέστη ὁ τεθνηκὼς καὶ ἐκάθισεν ἀπὸ τῆς κλίνης, καὶ περιβλεπόμενος πάντας, ὡς εἶδε τὸν ἅγιον μέσον ἱστάμενον, ἀναστὰς ἔπεσε
[p. 289] πρὸς τοὺς αὐτοῦ πόδας· ὁ δὲ πραείᾳ τῇ φωνῇ φησὶ πρὸς αὐτόν· «μὴ ἐμοὶ τῷ συνδούλῳ, τέκνον, ἀλλὰ τῷ δεσπότῃ καὶ θεῷ τὴν εὐχαριστίαν ἀπόνεμε, τῷ καὶ σὲ νῦν ἀναστήσαντι καὶ αὖθις ἐν τῇ μελλούσῃ ζωῇ, καθώς περ πάντας ἡμᾶς, οὕτω καὶ σὲ ἀναστήσοντι. σπούδασον οὖν ἄξιος εὑρεθῆναι καὶ μᾶλλον ἐν τῇ ἐσχάτῃ ἀναστάσει τῆς μετὰ δικαίων ὁμηγύρεως.» ὁ δὲ παῖς κείμενος ἐν τοῖς ποσὶ τοῦ δικαίου παρεκάλει τὸν ἅγιον εἶναι μετ᾿ αὐτοῦ καὶ συνακολουθεῖν αὐτῷ καὶ συνέπεσθαι καὶ συνδιάγειν ὅπου ἂν καὶ εἴη καὶ ἐν ᾗ ἂν ὁδῷ πορεύηται, καὶ μὴ ἀφίστασθαι ἀπ᾿ αὐτοῦ μηδόλως ἀπὸ τῆς ἡμέρας ταύτης καὶ δουλεύειν αὐτῷ· ὁ δὲ ἅγιος περὶ δουλείας ἀκούσας ἐμειδίασε μικρὸν καὶ ἠρέμα πρὸς αὐτὸν ἔφη· «ἐμοὶ οὐκ ἔστι ἄλλο τι, ὡς ὁρᾷς, ἢ τὸ ῥάκος, ὅπερ ἐνδέδυμαι, καὶ ταῦτα τὰ σανδάλια· τροφὴ δὲ οἵαν ὁ Χριστὸς παράσχοι, κλίνη δὲ ἡ γῆ, στρωμνὴ τὸ παλλίον ἐν καιρῷ ψύχους· ἐν τούτοις ὄντι οὐ δεῖ ὑπηρετεῖσθαι· ἀλλ᾿ ἐπεί περ βούλει, τέκνον, εἶναι σὺν ἐμοὶ καὶ εἵλου συγκακοπαθεῖν καὶ συμβαδίζειν μοι μεθ᾿ ἡδονῆς, ἀκολούθει μοι καὶ ὁ κύριος θρέψοι ἡμᾶς καὶ ὁδηγήσοι ἀμφοτέρους εἰς τὸ αὑτοῦ ἅγιον θέλημα. πλὴν φροντίσωμεν ἄμφω τῆς σῆς μητρός, ἵνα μὴ πρόσκομμά σοι καὶ ἐμποδὼν ἡ εὐχὴ γένηται, ἡ τῶν χρειῶν αὐτῆς σπάνις.» καὶ ὡς εἶχεν εὐθὺς ἅμα τῷ τῆς χήρας υἱῷ καὶ αὐτῇ τῇ χήρᾳ, ἐπιστηριζομένῃ παρὰ τοῦ υἱοῦ, εἰς τὸν σκευοφύλακα Παῦλον τῆς ἐκεῖσε οὔσης ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀφίκετο, καὶ παρακαλέσας αὐτὸν παρέδωκε τὸ γραῒδιον, ὡς ὑπ᾿ ἐκείνου τρέφοιτο καὶ πάντα τὰ πρὸς τὴν χρείαν ἔχοι καὶ ὡς μητέρα δι᾿ αἰδοῦς περιάγοι ἁπάσης· ἡ δὲ τιμία ἐκείνη γραῦς εὐχαριστηρίους πρὸς τὸν ἅγιον ἠφίει φωνάς, τέλος δὲ πάντων καὶ βουλῇ τοῦ σκευοφύλακος τὸν μονήρη βίον ἀσπασαμένη θεοφιλῶς ἔζησε, χρόνους ἑκατὸν καὶ μῆνας ἓξ διαβιώσασα καὶ πρὸς τῷ τέλει τῆς ζωῆς ἀξιωθεῖσα καὶ θείων ἀποκαλύψεων.

20. Γεώργιος δὲ ὁ νεκρέγερτος καὶ ταύτης υἱὸς σὺν τῷ ἁγίῳ πλοίου ἐπιβάντες κατέλαβον τὸ Βυζάντιον, καὶ προσκυνήσαντες ἐν ταῖς ἁγίαις πάσαις ἐκκλησίαις καὶ ἐν τοῖς μοναστηρίοις εἰς ἓν τῶν πλησιαζόντων σεμνείων τῇ Χρυσῇ λεγομένῃ πόρτῃ, Σπάρτη καλούμενον,
[p. 290] εἰσδεχθέντες διῆγον· κἀκεῖσε τὸν Γεώργιον ὁ μακάριος τὸ μοναδικὸν ἀμφιέννυσι σχῆμα, μετονομάσας Γρηγόριον· γέγονε δὲ τοῖς ἐκεῖσε πατράσι πᾶσιν ὑπήκοος, ἐξυπηρετῶν καὶ δουλεύων ἐν οἷς ἐπέταττον αὐτῷ· κεκοσμημένος δὲ πάσῃ συνέσει καθωρᾶτο καὶ ἀνεγίνωσκε καὶ ἔψαλλεν ἀόκνως, μαθητευθεὶς παρὰ τοῦ ὁσίου· χρόνον δὲ διατρίψας ἐν τῇ μονῇ ποθεινὸς κατέστη πᾶσι. καὶ τὸν ἅγιον δὲ διὰ τιμῆς ἅπαντες ἦγον· διεφημίσθη γὰρ ἡ τούτου πολιτεία τοῖς ἐν τῇ πόλει κατοικοῦσι καὶ ἄρχουσι καὶ ἀρχιερεῦσι καὶ μοναχοῖς, καὶ θαῦμα προύκειτο τοῖς ὀφθαλμοῖς ἁπάντων ἡ τοῦ ἀνδρὸς ἀρετὴ νοουμένη τε καὶ βλεπομένη, καὶ πρὸς αὐτὸν ἔσπευδον καὶ οἱ μετέχοντες γνώσεως, καὶ ἕκαστος ὡς ἐκ πηγῆς ἀεννάου οὐχ ὕδωρ ἁλλόμενον, ἀλλὰ ζῶντα λόγον ἐν καρδίαις ἀπαρ{ρ}υόμενοι γηθοσύνως ὑπέστρεφον· ὁ δὲ λοιπὸς λαός, ἄνδρες τε καὶ γυναῖκες, μυρμήκων δίκην τὰς λεωφόρους ἐπλήρουν, τῶν μὲν εἰσερχομένων ἀκοῦσαι παρ᾿ αὐτοῦ λόγον καὶ ὠφεληθῆναι, τῶν δὲ καὶ εὐλογίας ἀξιωθῆναι σπουδαζόντων, ἑτέρων εὐλογηθέντων καὶ ὠφεληθέντων καὶ μετὰ πολλῆς χαρμονῆς ὑποστρεφόντων εἰς τοὺς ἰδίους οἴκους. εἷλκε δὲ πρὸς αὐτὸν τοὺς πλείονας καὶ μᾶλλον τοὺς σοφίας ἐραστὰς καὶ τὰ τούτου ποιήματα· καὶ γὰρ εὐρύθμως ἐμελῴδει ῥυθμίζων τὰς ᾠδὰς καὶ μέλος ἐναρμόνιον ἐδίδασκεν ἄιδειν· ἐπεφέρετο δὲ καὶ τὰ τοῦ μακαρίου Ἰωάννου σοφώτατα λόγια καὶ τὰ μελῳδήματα καὶ τοὺς κανόνας αὐτοῦ καὶ τὰ τῆς λεγομένης Ὀκτωήχου στιχηρὰ καὶ τὰ κληθέντα πάλιν Ἀνατολικά· καὶ γὰρ οὔπω τινὲς ἐγίνωσκον ἐμμελῶς καὶ ᾀσματικῶς ψάλλειν.

21. ἐκ δὲ τῆς φήμης τοῦ ἀνδρὸς καὶ τῆς ἀρετῆς καὶ ὁ φιλόχριστος βασιλεὺς Κωνσταντῖνος, ὁ ἔγγονος τοῦ Κοπρωνύμου - καὶ γὰρ ἐκεῖνος κακιγκάκως ἀπέρρηξε τὴν ἀθλίαν αὑτοῦ ψυχήν - ἀλλὰ μὴν καὶ ὁ πατριάρχης Ταράσιος συχνοτέρως πρὸς αὐτὸν παρέβαλλον ὠφελείας χάριν· καὶ δὴ τοῦ βασιλέως πρὸς τὸν ἅγιον ὁδεύοντος, βουλόμενος ὁ ἀρχέκακος διάβολος ἐγκόψαι τῆς προθυμίας αὐτὸν καὶ ἀπεῖρξαι τῆς καλλίστης ὁδοιπορίας, τοιοῦτόν τι τῆς αὑτοῦ πονηρίας παρεσκεύασεν ἄξιον. ἐν μιᾷ γοῦν τῶν ἡμερῶν
[p. 291] παραγενομένου τοῦ βασιλέως ἐφ᾿ ἵππου πρὸς τὸν ὅσιον, ὁ ἵππος, ἐν ᾧπερ ἐπωχεῖτο, περὶ τὸν τόπον τοῦ Βοὸς αἰφνίδιον ταραχθεὶς καὶ χρεμετίσας μέγα τοὺς ἐμπροσθίους πόδας εἰς ὕψος ἦρε καὶ ὡρᾶτο φερόμενος οὕτως ἀλογίστως ὡς ἐπὶ μιᾶς ὥρας διαστήματι, ὡς προσδοκᾶν πάντας ὑπτίως πεσεῖν τὸν βασιλέα καὶ συντριβῆναι· καὶ ὁ μὲν ἵππος ὁ ὁρώμενος ἔδρα τοιαῦτα, ὁ δὲ ἀόρατος θὴρ ἔσπευδε τὸ οἰκεῖον πράττειν, κωλύσαι μηχανώμενος, ὥστε μὴ προσφοιτᾶν τὸν βασιλέα πρὸς τὸν ἅγιον. ἀλλ᾿ ἔμεινε λύκος, τὸ τοῦ λόγου, χαίνων διακενῆς· ἐπὶ γὰρ τῇ ἀπροσδοκήτῳ ταύτῃ συμφορᾷ τὴν ψυχὴν ὁ βασιλεὺς ἐκπλαγεὶς τέως ἦν ἄφωνος· μόλις δὲ εἰς συναίσθησιν ἐλθὼν καὶ τὸν ἅγιον ἐν νῷ λαβὼν μεγάλῃ προσεῖπε τῇ φωνῇ· «ἅγιε Κοσμᾶ, ταῖς πρὸς Κύριον πρεσβείαις σου βοήθει μοι· πρὸς σὲ γὰρ ταύτην ποιουμένῳ τὴν πορείαν τάφος ἡ ὁδὸς καὶ θάνατος ὁ ἵππος μοι γίνεται.» καὶ ἅμα τῷ λόγῳ τῷ βασιλεῖ κατεφάνη ὁ ἅγιος καὶ τὸν χαλινὸν τοῦ ἵππου κατασχὼν ἤρεισε καὶ τοὺς ἐμπροσθίους πόδας τῇ γῇ, προσειπών «μὴ καθάπερ πτηνὸν ἐκ τῆς ἐπιβουλῆς γίνου τοῦ πονηροῦ, ἀλλὰ τετράπους ὅδευε καὶ σὺν ἡμερότητι καὶ τῷ ἡνιοχοῦντι βάδιζε καθυπείκων δεσπότῃ·» καὶ εὐθὺς ὁ ἵππος πραότατος γέγονε καὶ συνήθως ἥπτετο τῆς πορείας. ταύτῃ τῇ θέᾳ καὶ τῷ θαύματι καταπλαγεὶς ὁ βασιλεὺς ἀνεβόησε, «μέγας ὁ κύριος ἡμῶν καὶ θαυμαστὸς ἐν πᾶσι τοῖς ἁγίοις αὑτοῦ, ὅτι ἐν βουλῇ ἁγίων δοξαζόμενός ἐστι,» καὶ διηγεῖτο τοῖς παροῦσι τὸ ξένον, ὑποδεικνύων τῇ χειρὶ τὸν ἅγιον, ὃς παρ᾿ αὐτῷ μόνῳ φαινόμενος ἦν ἀοράτως· βουληθεὶς δὲ καὶ ἀποβῆναι τοῦ ἵππου διὰ τὸν ἅγιον, κατείχετο μηδόλως ἰσχύων. φθάσας δὲ τὸν τοῦ Προδρόμου ναὸν καὶ ἀποβὰς τοῦ ἵππου, κἀκεῖθεν γὰρ ὡρᾶτο καὶ ὁ ἅγιος, εἰσελθὼν καὶ ἔνδον γενόμενος εὗρε τὸν ὅσιον ἱστάμενον πρὸς τῇ ἐσωτέρᾳ πύλῃ καὶ τὸν λαὸν ἑρμηνεύοντα τὸ παρὰ τοῦ κυρίου εἰρημένον· Ϡἂν ἔχητε πίστιν ὡς κόκκον σινάπεωςϠ καὶ τὰ ἑξῆς.

22. καὶ μετὰ τὴν πλήρωσιν τῆς διδασκαλίας ἐπιστραφεὶς καὶ
[p. 292] ἑωρακὼς τὸν βασιλέα ὑπήντησεν αὐτῷ καὶ τὴν προσήκουσαν ἀπένειμε τιμήν. ὁ δὲ βασιλεὺς πρὸς τοὺς πόδας πεσὼν τοῦ ἁγίου τὸ γεγονὸς διηγεῖτο θαῦμα· ὃ δὲ ἀνέστησεν αὐτὸν καὶ διεκώλυσε λέγων «εὐχαριστεῖν σε δεῖ τῷ θεῷ, βασιλεῦ, καὶ μὴ θεῖα μυστήρια ὡς παρ᾿ ἀνθρώπου πραχθέντα τοῖς παροῦσιν ἐκδιηγεῖσθαι· καὶ γὰρ ἐγώ, καθὼς ὁρᾷς, τῷ λαῷ διαλέγομαι. μαρτυρήσουσι τοῦτο καὶ πολλοὶ καὶ μᾶλλον οἱ παρόντες, ἐν οἷς καὶ τὴν διδαχὴν ἐποιησάμην· σὲ δέ, ἄναξ, ἡ πίστις σου καὶ ἡ πρὸς τὸν θεὸν πεποίθησις ἐξ ὅλης σου τῆς ψυχῆς σέσωκεν.» ἐπαναλαβὼν δὲ αὖθις τὸν τῆς διδασκαλίας εἱρμὸν εἴρηκεν, «ὅτι βασιλεὺς ἡμᾶς ἐστι διὰ τιμῆς ἄγων θαυμάσει μηδείς, καὶ γὰρ ὁ τιμῶν προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται· καὶ σὺ δέ, βασιλεῦ, μὴ τοῦτο σκόπει μόνον, ὅτι νῦν ἐρρύσθης ἐκ τοῦ ἀλόγου ζῴου, ἀλλ᾿ ὅτι διεφυλάχθης ἀβλαβὴς ἐκ τοῦ νοητοῦ δράκοντος, καὶ τὸν σώσαντά σε κύριον δόξαζε κἀκείνῳ τὴν χάριν ὁμολόγει καὶ ἐπ᾿ αὐτὸν ἀνάφερε τὸ πᾶν, οὗπερ ἡμεῖς ἀχρεῖοι δοῦλοι καὶ ἐπιδεεῖς πάντες ἐσμέν, κἂν ἄλλος ἄλλου προέχειν δοκῶμεν. εἰδὼς οὖν, ὦ εὐσεβέστατε βασιλεῦ, τὴν γενομένην εἰς σὲ τοῦ θεοῦ φιλανθρωπίαν καὶ ὅπως ταχέως τῆς δεήσεώς σου ἐπήκουσεν, οὕτω καὶ σὺ ἕτοιμος ἐν ἐλέει τοῖς ὑπηκόοις ἔσο καὶ τοῖς ὑπὸ τὴν χεῖρα τελοῦσι τὴν σὴν εὐμενὴς καὶ φιλάνθρωπος, καὶ εἴ τι ἥμαρτεν εἰς σέ τις, ἢ χρεωστεῖν ὁμολογεῖται, ἀπόλυε τοῦ χρέους συμπαθῶς, καὶ τοὺς ἐκ πλούτου πτωχεύσαντας ἀνακτῶν, λαμπρῶς τε καὶ φιλοτίμως καὶ βασιλικῶς ἀποκαθίστα αὐτοὺς ἐν τῷ προτέρῳ βίῳ, ποιῶν εὐπόρους ἐξ ἀπόρων· κἂν πένης ᾖ καὶ ἄοικος, ἢ καὶ λύπῃ καὶ ἄλλῃ περιπέσῃ συμφορᾷ, τὸ πιέζον τοῦτον καὶ συνέχον εἰς εὐθυμίαν μετάβαλε, καί, ἵνα συνελὼν εἴπω, τὸν ἄνω θεὸν καὶ βασιλέα μιμούμενος ἐν πᾶσιν ὁ ἐπὶ γῆς βασιλεύων πᾶσαν ἀγαθωσύνην ἐπιτέλει· καὶ γὰρ αὐτὸς ἐπὶ δικαίους καὶ ἀδίκους βρέχει καὶ τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς· ἀλλὰ καὶ τοὺς ἐχθροὺς ἀγαπᾶν καὶ τοὺς ἐπηρεάζοντας ὡς εὐεργέτας ἔχειν παρεγγυᾷ,
[p. 293] δόξης ἀπείρου καὶ ἀνεκδιηγήτου ἀξιῶν τοὺς τὴν τοιαύτην ἀρετὴν μετιόντας, ἧς εὐχόμεθα καὶ σὲ τυχεῖν, ποιοῦντα τὰ αὐτῷ εὐάρεστα.Ϡ ὁ δὲ βασιλεὺς ἐκ τοῦ περὶ αὐτὸν θαύματος καὶ τῶν τοῦ ὁσίου παραινέσεων, λίαν ψυχωφελῶν οὐσῶν, ὑπεραγασθεὶς πάλιν προσέπεσε τοῖς αὐτοῦ ποσί, δεόμενος εὔχεσθαι διατηρεῖσθαι θεοῦ συνεργίᾳ τὰ αὐτῷ διαγγελθέντα βέβαια καὶ ἀνόθευτα, καὶ πρὸς τὸν ἅγιον εἴρηκεν· «ἐγὼ μέν, ὦ τίμιε πάτερ, ἀπὸ τοῦ νῦν οὕτω ποιεῖν, ὡς ἐκέλευσας, σπουδάσω· ἀλλ᾿ ὁ πολέμιος τοῦ γένους ἡμῶν διάβολος, εἰ μὴ κύριος βοηθήσει μοι, φοβοῦμαι μὴ παρεμποδίσῃ μοι καὶ ἐκκλῖναι ποιήσῃ τῆς εὐθείας ὁδοῦ, εἰς τὸ κατασπάσαι τὴν ἐμὴν ἀθλιότητα εἰς βυθὸν ἅιδου.» τοιούτοις ἤθεσι καὶ λόγοις καὶ πράγμασιν ἐκοσμεῖτο ὁ ἀοίδιμος καὶ φιλόχριστος βασιλεὺς Κωνσταντῖνος ὁ ἐξ ἀκάνθης φυεὶς ῥόδον· πρὸς ὃν ὁ τιμιώτατος φησὶ Κοσμᾶς· «ἐὰν τὴν πρόθεσίν σου θεάσηται ὁ κύριος, ἐξ ὅλης ψυχῆς καὶ ἐν ὅλῃ καρδίᾳ καὶ διανοίᾳ ἐπ᾿ ἔργοις ἀγαθοῖς μετ᾿ ἐξομολογήσεως καὶ ταπεινώσεως γενομένην, οὐκ ἐάσει τοὺς κύκλῳ συνεπιτιθεμένους καὶ κατὰ τὸ ὕψος περιπατοῦντας ἀσεβεῖς ἀδικεῖσθαί τε καὶ διαφθεῖραι τὰ κατὰ θεόν σε διαβήματα.»

23. τούτων τῶν παραινετικῶν λόγων τοῦ μάκαρος καὶ εἰς εὐσέβειαν προτρεπτικῶν συμπαρῆσαν ἀκροαταὶ πολλοὶ καὶ ἄλλοι τῶν μεγιστάνων, σὺν τούτοις καὶ δύο τινὲς βικάριοι, τῆς αἱρέσεως ὄντες τῶν εἰκονομάχων. Μάξιμος καὶ Φλωρέντιος τούτοις τὰ ὀνόματα· οὗτοι γὰρ ὁρῶντες τὴν τοῦ βασιλέως πρὸς τὸν ἅγιον διὰ τὸν θεὸν ταπείνωσιν καὶ πίστιν, καθ᾿ ἑαυτοὺς διεπρίοντο, καὶ ὡς ἐν πυρὶ καὶ ὕλῃ μεγίστῃ πνεῦμα βίαιον ἀναρριπίζει τὴν φλόγα, τὸν αὐτὸν κἀνταῦθα τρόπον ἐν ταῖς ἀσεβέσι ψυχαῖς αὐτῶν ὁ θυμὸς ἀνήπτετο, καὶ συλλαμβάνοντες πόνον ἔτικτον ἀνομίαν, καὶ ὑποψιθυρίζοντες πρὸς ἀλλήλους ἔλεγον· «ἴδε παρρησίαν, ἣν ἔλαβον οἱ σκοτένδυτοι· θεάσασθε τοῦτον· πῶς οὐκ ἐρυθριᾷ ὁ ῥακοδύτης πρὸς τοῖς ποσὶν αὑτοῦ κείμενον ὁρῶν τὸν πορφύραν βασιλικὴν ἠμφιεσμένον ἀληθῶς ὡς ἀνδράποδον λελόγισται παρ᾿ αὐτοῦ. φεῦ τῆς ἀβελτηρίας. τίς ὢν ποίους πόδας περιπτύσσεται ὁ μικροῦ δεῖν κοσμοκράτωρ.
[p. 294] τῷ μονοχίτωνι, καὶ αὐτῷ ῥακώδει καὶ διερρωγότι καὶ ὀδωδότι, προσέρχεται καὶ τὰ ἴχνη τούτου κατασπάζεται. ποῦ νῦν ἐστιν ὁ κράτιστος ἐκεῖνος Κωνσταντῖνος (τὸν Κοπρώνυμον παραδηλοῦντες), ὁ περίδοξος, ὁ περίβλεπτος ἐν βασιλεῦσιν ἦ γὰρ ἂν καὶ τοῦτον κακῶς οὐκ ἐνάρκησεν ἀποκτεῖναι, καθάπερ τὸν τοῦ Αὐξεντίου Στέφανον καὶ τοὺς λοιπούς.» ταῦτα οἱ ἀλαζόνες καὶ ἀναιδεῖς ἠρέμα πρὸς ἀλλήλους διωμίλουν, μή τινος ἑτέρου τούτων ἀκούοντος. ὁ δὲ πραότατος Κοσμᾶς, πλησθεὶς ἁγίου πνεύματος, ταῦτα διέγνω, καίπερ ἀφεστὼς μακρόθεν, καὶ προσεγγίσας εἶπε μεγάλῃ τῇ φωνῇ· «ὦ δυὰς ἀσεβεστάτη, Μάξιμε καὶ Φλωρέντιε, τί καθ᾿ ἑαυτοὺς ἀνομίαν στρέφετε καὶ τὸν ὁμόφρονα ὑμῶν καὶ παράνομον ἐκθειάζετε τύραννον, τὸν ἀλάστορα καὶ δυσσεβῆ Καβαλῖνον, ὃς ἐτόλμησεν ἐμπαροινῆσαι κατὰ τῆς τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰκόνος καὶ εἴδωλον αὐτήν, ὡς τοῦ Διός, ἀποκαλέσαι διὸ καὶ τῷ ἀσεβεστάτῳ καὶ διαιωνίζοντι παρεδόθη πυρί. τοίνυν, ἐπεὶ καὶ ὑμεῖς θέλετε σὺν αὐτῷ παραπολαῦσαι τῆς ἀφορήτου βασάνου, ὡς αὐτοῦ ὁμόφρονες καὶ μῦσται καὶ ὀπαδοί, σήμερον ταύτης ἐκ μέρους πειραθήσεσθε, εἴπερ καὶ ἐπαινέται τούτου τυγχάνετε καὶ τῶν αὐτοῦ πάντων ἐπιθυμεῖτε βακχευμάτων καὶ ἀσέμνων πράξεων, καὶ γνώσεσθε τίνος ἀντιποιεῖσθε.» καὶ πρὸς τούτους ἐνιδὼν καταπληκτικῶς ὁ ἀεὶ προσηνὴς καὶ μέτριος ἔφη· «εἴπερ ἐγὼ Χριστοῦ δοῦλος ἀληθὴς καὶ θεὸς ἀληθὴς ὁ Χριστός, ἐκ τοῦ πυροῦ [λεγε· πυρός], οὗ παραπολαύειν κατεκρίθη ὁ ἀσεβὴς αὐτῶν συμμύστης Κωνσταντῖνος ὁ δυσσεβὴς καὶ Κοπρώνυμος, ὁ ἀτίμως τὸ διάδημα ποτὲ ἀναδησάμενος, μέρος τι κυκλωσάτω τὸν Μάξιμον καὶ Φλωρέντιον.» καὶ ἅμα τῷ λόγῳ ζοφῶδες πῦρ, ὡς πίσσης καὶ θείου ἀναπεμπομένου βαρεῖαν ὀδμὴν καὶ ἀηδῆ, περιεκύκλωσε τοὺς ἀθλίους, καὶ εὑρέθησαν ἐν μέσῳ τῆς αὐλῆς τοῦ μοναστηρίου οἱ δείλαιοι ἐν σκότει καὶ πυρὶ καιόμενοι, καὶ ἤρξαντο ὀλολύζειν, τρίζειν τε τοὺς ὀδόντας καὶ κράζειν· «ἐλέησον ἡμᾶς, δοῦλε τοῦ θεοῦ τοῦ ὑψίστου· οὐ φέρομεν τὰς ὀδύνας.» πάντες οὖν
[p. 295] συμπαραγενόμενοι σὺν τῷ βασιλεῖ, καὶ οἱ μοναχοὶ μετὰ τοῦ προεστῶτος τῆς μονῆς, καὶ οἱ ἐν τέλει καὶ ἕτερον ἄπειρον πλῆθος, ἑώρων τὸ ζοφῶδες ἐκεῖνο πῦρ καὶ τὰς φωνὰς αὐτῶν ἤκουον, οὐδαμῶς δὲ τοὺς κολαζομένους ἔβλεπον. μετὰ φόβου τοίνυν πολλοῦ τό «κύριε ἐλέησον» ἔλεγον· ὁ δὲ συμπαθέστατος Κοσμᾶς ὑπὸ συμπαθείας κινηθεὶς ἐδάκρυσεν· εἶτα πρὸς αὐτοὺς ἐπιστραφεὶς εἴρηκεν· «ὦ κακότροπος δυάς, ᾔσθου τῆς βασάνου ἐπέγνωτε, ἄθλιοι καὶ ταλαίπωροι, τί πεπόνθατε, πρὸς θεὸν ἀσεβήσαντες μᾶλλον, ἢ πρὸς ἐμέ καλῶς καὶ ἀξίως τὰς ὕβρεις ἐπέμψατε καταφρονήσαντές μου ὡς εὐτελοῦς καὶ ἁμαρτωλοῦ· πῶς δὲ καὶ κατὰ τοῦ Χριστοῦ καὶ τῶν ἁγίων τὴν γλῶτταν κεκινήκατε, κατ᾿ αὐτῶν εἰρωνευόμενοι κἀγὼ δὲ παρὰ τοῦτο τὴν ἐνταῦθα διήνυον ὁδόν - αὐτή μοι μαρτυρεῖ ἡ ἀλήθεια - γλιχόμενος ὑπὲρ τῶν τιμίων καὶ ἁγίων εἰκόνων τοῖς μάρτυσι καὶ πατράσι, τῷ τε μακαρίῳ Στεφάνῳ καὶ τοῖς λοιποῖς, συνοδεῦσαι καὶ τὸν ἴσον αὐτοῖς ὑπελθεῖν τοῦ μαρτυρίου δρόμον, ἐνδυναμοῦντός με πρὸς τοῦτο τοῦ καὶ τὰς παρειμένας χεῖρας ἐνισχύοντος. ἀλλ᾿ ὁ ποιῶν πάντα καὶ μετασκευάζων ἐπὶ τὸ βέλτιον κύριος, ὡς ἠθέλησεν ἐποίησε, καὶ οὐχ ὑπερεῖδεν ἐπὶ πολὺ τὸν λαὸν αὑτοῦ κακουχεῖσθαι, ἀλλ᾿ ἤγειρε φιλανθρωπευσάμενος ἕτερον βασιλέα καὶ τὸν μὲν ἀποστάτην, τὸν ὑπερήφανον, τὴν βδελυρὰν κόπρον, Κωνσταντῖνον φημὶ τὸν Καβαλῖνον, ἐκποδὼν ποιήσας ἐν πυρὶ Γεέννης κατεδίκασε διηνεκῶς καὶ αἰωνίως, ἀναστήσας ἀντ᾿ αὐτοῦ βασιλέα πιστόν, ὃς πορεύεται κατὰ τὰς ἐντολὰς αὐτοῦ.»

24. κατιδόντες οὖν τὸν ὅσιον ὅ τε βασιλεὺς καὶ οἱ ἐν τέλει καὶ ὁ λοιπὸς ὄχλος, ὁ παραγεγονὼς πρὸς τὴν τοιαύτην θέαν, πρὸς δάκρυα κατενηνεγμένον, καὶ γνόντες τὴν τοῦ δικαίου συμπάθειαν, εἶπον ἐν ἑαυτοῖς· «ὄντως, εἰ μὴ ἐσπλαγχνίσθη, οὐκ ἂν ἐκ τῶν τιμίων ὀφθαλμῶν αὐτοῦ κατέσταζε δάκρυα.» καὶ παραχρῆμα καθικέτευον, ἠντιβόλουν, τῶν ποδῶν αὐτοῦ τῶν ἁγίων ἥπτοντο, σπλαγχνισθῆναι καὶ ῥύσασθαι τῆς δεινῆς κολάσεως τοὺς ἀθλίους καὶ τῆς ζοφώδους λυτρώσασθαι φλογός· καὶ οἱ μὲν οὕτως
[p. 296] ἐξελιπάρουν τὸν ἅγιον, ὁ δὲ συμπαθέστατος ἐκεῖνος ἀνὴρ μηδοτιοῦν ἀναβαλόμενος σύνδακρυς πρὸς τὸν βασιλέα καὶ τοὺς λοιποὺς ἔφη· «τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ δεῖ καὶ ἡμᾶς μιμεῖσθαι τὴν ἀγαθότητα· καὶ [γὰρ] οὗτος ἐλθὼν εἰς ἡμᾶς, ὡς τὸ καθ᾿ ἡμᾶς μορφωθείς, εὐεργεσίας καὶ ἰάσεις πολλὰς ἐνεδείξατο καὶ οὔ τινα τετιμώρηκεν, εἰ μὴ τὴν συκῆν ἐξήρανε, δεικνὺς τοῖς ἀποστόλοις, ὅτι οὐ μόνον ἰσχύει ἀγαθοποιεῖν καὶ θεραπεύειν καὶ ἰᾶσθαι τὰς ψυχικὰς καὶ σωματικὰς ἀσθενείας, ἀλλὰ δυνατός ἐστι καὶ τιμωρεῖν, εἴπερ καὶ βουληθείη. τοῦτον οὖν τὸν δυνατὸν πάντα ποιεῖν κοινῇ πάντες ἐπικαλεσώμεθα, καὶ αὐτὸς ὁ πλούσιος ἐν ἐλέει καὶ φιλανθρωπίᾳ παράσχοι ἡμῖν ἑτοίμως τὸ πλούσιον αὑτοῦ ἔλεος, καθάπερ ἐλπίζομεν ἐπ᾿ αὐτόν· οὐ γὰρ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.» καὶ ποιήσας εὐχὴν σὺν τοῖς πατράσιν ἔψαλε τὸ «ἅγιος ὁ θεός,» εἶθ᾿ οὕτω καὶ τὸν πεντηκοστόν <ψαλμόν>· καὶ γενομένης ἐκτενοῦς εὐχῆς παρὰ τοῦ θεομάκαρος Κοσμᾶ, πάντες σὺν τῷ βασιλεῖ μεγάλῃ τῇ φωνῇ τὸ «κύριε ἐλέησον» ἐξεβόησαν, καὶ μετὰ ταῦτα στραφεὶς ὁ ὅσιος ἐσφράγισε τῇ χειρὶ τὸ ζοφῶδες ἐκεῖνο καὶ ἀφεγγὲς πῦρ, καὶ ἤρξατο μικρὸν ὑποχωρεῖν, ἕως παντελῶς ἀπέστη ἀπὸ τῶν ἀθλίων ἐκείνων. ἐφάνησαν οὖν οἱ ἄνδρες παντελῶς ἀγνώριστοι, μηδὲ λείψανον περιβολῆς ἐν τῇ σαρκὶ φέροντες αὑτῶν, γυμνοὶ καὶ κατῃθαλωμένοι δεινῶς ὑπὸ τοῦ πυρός. ἀνανεύσαντες γοῦν καὶ τὸν ὅσιον ἰδόντες ἐπὶ τοὺς πόδας αὐτοῦ κατέπεσον καὶ ἐξωμολογοῦντο πάντα μετὰ δακρύων, ἃ κατὰ τῶν ἁγίων εἶπον καὶ σεπτῶν εἰκόνων καὶ κατὰ τοῦ βασιλέως καὶ τοῦ ὁσίου τούτου Κοσμᾶ καὶ τῶν λοιπῶν μοναχῶν· ἐδέοντο δὲ λέγοντες πρὸς τὸν ἅγιον· «τίμιε πάτερ, συγχώρησον ἡμῖν τοῖς εἰς τὸν θεὸν καὶ σὲ τὸν αὐτοῦ λάτριν ἠσεβηκόσιν.» ὁ δὲ πρὸς αὐτοὺς ἔφη· «πῶς ᾐσθάνθητε τοῦ πυρὸς καὶ ὅθεν ἐλθὸν περιεκύκλωσεν ὑμᾶς, εἴπατε πάντων ἔμπροσθεν.» οἱ δὲ προσεῖπον· «ἐκ τοῦ κακίστου βασιλέως Καβαλίνου τῆς βασάνου ῥανὶς ἐξελθοῦσα μόνη περιεκύκλωσεν
[p. 297] ἡμᾶς.» τότε φρίκη πάντας κατέλαβε καὶ ἔκστασις, καὶ καθυπέβαλον ἀναθέματι πάντας τοὺς μὴ τιμῶντας καὶ προσκυνοῦντας καὶ σεβομένους τὰς σεβασμίας καὶ ἁγίας εἰκόνας· πρῶτοι δὲ οὗτοι, οἱ περὶ Μάξιμον καὶ Φλωρέντιον, ὅσους ἐγίνωσκον τῆς τοιαύτης ὄντας αἱρέσεως, ἀνεθεμάτιζον· πολλοὶ δὲ καὶ ἑκόντες ἤρχοντο καὶ ἐξωμολογοῦντο, τῆς κακοπιστίας ἀφιστάμενοι, καὶ τοὺς γενομένους αἱρεσιάρχας τῷ ἀναθέματι τρανῶς ἐδίδοσαν. οἱ δὲ διὰ τῆς θείας μάστιγος παιδευθέντες Μάξιμος καὶ Φλωρέντιος ἐφ᾿ ἱκαναῖς ἡμέραις συνεῖναι τῷ ἁγίῳ δυσωπήσαντες κατηχήθησαν ὑπ᾿ αὐτοῦ καὶ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· ἔλεγον γὰρ μὴ τοῦ ἁγίου βαπτίσματος ἐν μετοχῇ γενέσθαι, τῶν πατέρων αὐτῶν βαρβάρων ὄντων καὶ σύντροφον ἐχόντων τὴν τοιαύτην αἵρεσιν. βαπτισθέντες οὖν εἰς τὴν ἀρχαίαν αὑτῶν ἀποκατέστησαν ἰδέαν, ἰαθέντες αὐτίκα καὶ ἀπὸ τῶν φλυκτίδων, ὧν ἀπὸ τοῦ πυρὸς ἐπεφέροντο, καὶ γεγόνασιν ὀρθόδοξοι καὶ προσκυνηταὶ τῶν ἁγίων εἰκόνων πανοικεσίᾳ, καὶ σωτηρίας ἠξιώθησαν.

25. ταῦτα ὁ τῶν ἁγίων θεὸς καὶ τοῖς αὑτοῦ δούλοις ἐπικαμπτόμενος καὶ δοξάζων αὐτοὺς καὶ μεγαλύνων· ὁ δὲ μακάριος Κοσμᾶς καὶ ἕτερα πλεῖστα θαύματα ἐν Κωνσταντινουπόλει πεποιηκώς, καὶ λόγους διδασκαλικοὺς συγγραψάμενος καὶ βίους πατέρων καὶ στιχηρὰ ποιήσας καὶ κανόνας καὶ τριῴδια, νουθετήσας τε καὶ πάντας ἐπιστηρίξας καὶ διδάξας περὶ ἀκτημοσύνης καὶ τοῦ καταφρονεῖν πλούτου καὶ δόξης, μόνης δὲ ἀρετῆς ἀντιποιεῖσθαι καὶ φροντίζειν τῶν ἑστώτων καὶ μενόντων καὶ μὴ τῶν ῥευστῶν καὶ παρερχομένων, καὶ παραινέσας τὰς τοῦ Χριστοῦ τηρεῖν ἐντολάς, δι᾿ ὧν ὁ βιοτεύων τῆς τῶν οὐρανῶν καταξιοῦται βασιλείας, ἐπεὶ καὶ ἀποδημεῖν ἐβούλετο καὶ τὴν βασιλίδα καταλιπεῖν τῶν πόλεων, ἀφίκετο πρὸς τὸν βασιλέα συντάξασθαι αὐτῷ καὶ οὕτως ἀπιέναι· ὁ δὲ βασιλεὺς μαθὼν ὅτου χάριν πρὸς αὐτὸν ἐληλύθει, καὶ ἀδημονήσας καὶ συγχυθεὶς καὶ ὑπεραλγήσας, «ὦ πάτερ» ἔφη «τίμιε, διατί μέλλεις ἐντεῦθεν ἀναχωρεῖν, τῶν ἐμῶν ὀφθαλμῶν φῶς ὑπάρχων ἀλλὰ δός τι παρηγόρημα τῇ ἐμῇ ψυχῇ, καὶ
[p. 298] μὴ ἐάσῃς ἀπαραμύθητον· χρῄζω γὰρ τῆς σῆς πρὸς θεὸν μεσιτείας, μέσον θορύβων πολλῶν συστρεφόμενος.» ταῦτα λέγων καὶ δακρύων ὀχετοὺς τῶν ὀφθαλμῶν ἀπέρρεε· ὡς δὲ τὸν ἅγιον εἶδε τὴν ἀποδημίαν προσεπισπεύδοντα καὶ τὴν γνώμην ἀμετάθετον ἔχοντα, μόλις εἴασε τοῦτον καὶ μὴ βουλόμενος, δεδιώς, μήπως ἀπᾷδόν τι ποιήσηται κατέχων αὐτὸν καὶ κωλύων τοῦ σκοποῦ καὶ τῆς πρὸς τὴν πορείαν ὁρμῆς. ὁ δὲ ἅγιος τοῦτο μόνον ἐπιφθεγξάμενος τῷ βασιλεῖ, «τέκνον, Χριστὸν ἔχων βοηθὸν ἀνθρωπίνην οὐ πτοηθήσῃ βλάβην, καὶ τὴν ἡμῶν μετριότητα μηδαμῶς ἀπείργων ἔσο· σὺν σοὶ γάρ ἐσμεν καὶ μὴ παρόντες, καὶ ὑπερευχόμεθα, καὶ μᾶλλον, ἐὰν εἰς τέλος ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ μείνῃς καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῇς καὶ τὴν τῶν ἁγίων καὶ σεβασμίων εἰκόνων τιμᾷς προσκύνησιν· μέλλουσι γὰρ καὶ ἔτι λύκοι ἄγριοι τὸ τίμιον τοῦ Χριστοῦ σπαράττειν καὶ βλάπτειν ποίμνιον, ἀλλ᾿ οὐδαμῶς κατισχύσουσι.»
26. ταῦτα εἰπὼν καὶ κατασπασάμενος ἐξῆλθε τῶν βασιλείων· ὁ δὲ βασιλεὺς χρήματα ἱκανὰ πέμπει τῷ ἁγίῳ τῶν βασιλείων ἐξιόντι, ὁ δὲ οὐδὲ ὀφθαλμοῖς ἐπείσθη θεάσασθαι, εἰρήκει δὲ πρὸς τοὺς φέροντας· «εἴπατε τῷ βασιλεῖ ταῦτα δοῦναι τοῖς δεομένοις καὶ μὴ τοῖς μηδενὸς τούτων χρῄζουσιν ἡμῖν, οἷς ἀρκεῖ καὶ χιτώνιον ἓν δι᾿ ὅλης τῆς ζωῆς·» καὶ γὰρ ἦν μονοχίτων, καὶ τὸ τρίχινον ἱμάτιον, ὅπερ ἐκ τῆς Δαμασκοῦ φορῶν ἐξῆλθεν, εἰς εἴκοσι καὶ τρεῖς χρόνους διήρκεσεν αὐτῷ, μὴ ἐκδυσαμένῳ τοῦτο, μηδὲ ἀλλάξαντι, καὶ τὸ δὴ θαυμαστὸν οὐδόλως ἐφαίνετο παλαιωθέν, ἀλλ᾿, ὡς χθὲς γεγονός, καινότατον ἦν· πέδιλα δὲ μόνα διὰ τὸ τελείως διαρραγῆναι ἅπερ ἐφόρει λαβὼν ἕτερα ὑπεδήσατο. προσιὼν δὲ τῷ ἁγιωτάτῳ πατριάρχῃ περὶ τῶν μελλόντων καταλαβεῖν τὴν ἐκκλησίαν προφητικῷ διεσάφησεν ὄμματι καὶ τέλος ἀνεῖπε, περιπτυξάμενος αὐτόν, ὅτι «τοὺς ἀγρίους θῆρας τοὺς κατὰ τῆς ἐκκλησίας κινεῖσθαι μέλλοντας, πνευματικὲ καὶ ἅγιε πάτερ, οὐκ ὄψει· ἔτι γὰρ δύο χρόνοι καὶ ἐκ τούτου τοῦ βίου πορεύσῃ πρὸς κύριον ἐκδημήσας·» ὃ καὶ γέγονε, κατὰ τὴν τοῦ ὁσίου πρόρρησιν. συνταξάμενος δὲ καὶ τῷ τῆς ἐκκλησίας κλήρῳ καὶ τῷ πιστοτάτῳ
[p. 299] λαῷ, καὶ λόγοις προσηνέσι καὶ μειλιχίοις χρησάμενος καὶ πρὸς αὐτοὺς εἰπών «ὦ φυτὰ τῆς εὐσεβείας ἀειθαλῆ καὶ τῆς ἀληθινῆς πίστεως ἐρασταί, χαίρετε φυλάττοντες καλῶς τὸ τάλαντον, τὴν εἰς θεὸν εὐσέβειαν,» καὶ παρακαλέσας εὔχεσθαι περὶ αὑτοῦ, καὶ πάντων ὑπερευξάμενος καὶ βαλὼν μετάνοιαν καὶ κατασπασάμενος, τῆς πόλεως ἐξῄει. τὸν δὲ μοναχὸν Γρηγόριον, ὃν ἤγειρεν ἐκ νεκρῶν, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, διδάξας καὶ τοῖς θείοις καὶ ἱεροῖς ἐνασκήσας γράμμασι, καὶ πρὸς ἄκρον ἀρετῆς πεφθακέναι ποιήσας, παρέθετο τῷ ἡγιασμένῳ πατριάρχῃ Ταρασίῳ· τοῦτον δὲ προθύμως ὁ ἀρχιερεὺς δεξάμενος καὶ πεῖραν εἰληφὼς τῆς αὐτοῦ γνώσεως καὶ χρηστῆς διαγωγῆς, προεχειρίσατο χαρτοφύλακα, τοῖς πᾶσιν ἀξιόλογον εὑρών.

27. ὁ δὲ ἅγιος μόνος ὥδευε διὰ Θρᾴκης ἐπὶ Μακεδονίαν, καὶ διαπεραιωσάμενος ἐκεῖθεν εἰς Ῥώμην ἀφίκετο, ὥσπερ ἥλιος ἐξ ἑῴας πρὸς δύσιν διαδραμὼν καὶ ὅλην τὴν ἑσπέραν, μᾶλλον δὲ τὴν οἰκουμένην κύκλῳ μικροῦ περιλαβών, κατὰ τὸν μέγαν ἐν ἀποστόλοις Παῦλον, οὗπερ ζηλωτὴς ἐχρημάτισε, στηρίζων πανταχοῦ τὰς ἐκκλησίας καὶ τὸν λόγον κατασπείρων τῆς πίστεως καὶ θαύματα τῇ τοῦ ἁγίου πνεύματος ἐνεργῶν χάριτι· δι᾿ ὧν γνώριμος ἐν πάσῃ Ῥώμῃ καὶ ταῖς πλησιαζούσαις χώραις καὶ πόλεσι γενόμενος ἔκρινε δεῖν κἀκεῖθεν ἀναχωρῆσαι, τὴν ματαίαν ἐκφεύγων τῶν ἀνθρώπων δόξαν, καὶ πλοίου ἐπιβὰς ἀπῆρεν εἰς Αἴγυπτον. εἶτα τὰ Ἱεροσόλυμα κατέλαβε, καὶ προσκυνήσας τὸν ζωοποιὸν Τάφον τοῦ Σωτῆρος εὗρεν ἐκεῖσε τὸν τίμιον Στέφανον, ἀδελφιδοῦν τοῦ μακαρίου Ἰώαννου τοῦ Δαμασκηνοῦ (φυτεία δὲ καὶ αὐτὸς ὑπῆρχε τοῦ ὁσίου πατρὸς ἐν τοῖς μαθήμασιν), ὃς καὶ ἐν τῇ ἀθλήσει τοῦ θείου αὑτοῦ καὶ ἀοιδίμου Ἰωάννου συμπαρῆν καὶ τὸ μαρτυρικὸν αὐτοῦ καὶ πολύαθλον σῶμα ἐντίμως ἔθαψεν ἐν τῇ τῶν Περσῶν χώρᾳ· οὗ τὸν τάφον ὁ μέγας Κοσμᾶς ἰδών, ὁπότε πρὸς Πέρσας ἧκεν ἐξ Ἰβήρων, ἐδομήσατο ναὸν ἐπ᾿ ὀνόματι τούτου τοῦ ἁγίου καὶ μάρτυρος ὄντως Ἰωάννου. ἦν δὲ καὶ αὐτὸς ὁ Στέφανος τὸν μοναδικὸν ἐπανῃρημένος βίον καὶ τῆς τοῦ Σαββαΐτου μονῆς προεστώς· ὃς ἰδὼν τὸν ἅγιον, εὔθυμος γεγονώς, πεσὼν εἰς τοὺς
[p. 300] πόδας αὐτοῦ ᾔτει εὐχήν· ὁ δὲ εἰρηκώς «ἡ χάρις τοῦ ἁγίου πνεύματος διατηρήσοι πάντας ἡμᾶς ἀβλαβεῖς ἀπὸ τῶν τοῦ πονηροῦ σκανδάλων,» ἀνίστησί τε αὐτὸν καὶ κατησπάσατο, καὶ πρῶτον μὲν περὶ τοῦ παμμάκαρος Ἰωάννου ἐπήρετο καὶ οἵῳ τέλει τὸν βίον ἀπέλιπε καὶ πῶς μαρτυρικῶς ἐναθλήσας δόξαν ἀπέλαβεν ἀμάραντον. καὶ μαθών, τῷ δεσπότῃ Χριστῷ τὴν εὐχαριστίαν ἀναπέμψας, ἠκολούθησε τῷ Στεφάνῳ καὶ πρὸς τὴν αὐτοῦ μονὴν κατήντησεν· οἱ δὲ μοναχοὶ πάντες τοῦ Σαββαΐτου διακούσαντες εἰς συνάντησιν ἐξῆλθον, καὶ προσιόντες εὐλογηθῆναι παρ᾿ αὐτοῦ παρεκάλουν καὶ τυχόντες εὐλογίας μετὰ πολλῆς χαρᾶς ἐδέξαντο τὸν μακάριον εἰς τὴν αὐτῶν μονήν.

28. ἰδὼν δὲ τὸν τόπον ὁ ἅγιος, μέγα στενάξας, «οὗτός ἐστιν» ἔφη «τῶν πολλῶν κόπων καὶ τῶν ἀπείρων ἱδρώτων ἡ ἀνάπαυσίς μου σὺν θεῷ, καὶ ἐνθάδε κατοικήσω,» ζήσας ἀπό γε τοῦ νῦν χρόνον σὺν τρισὶ μησί. ζητήσας δὲ δίκελλαν, ταῖς οἰκείαις χερσὶν ἤρξατο διορύττειν τὴν γῆν καὶ τὸν ἑαυτοῦ τάφον ποιεῖν, λέγων· «σπεῦδε, ταπεινὲ Κοσμᾶ, ὅπως θεοφιλῶς βιώσας ἀποδώσῃς ἐνταῦθα τὸν χοῦν τῷ χοῒ καὶ τὴν ψυχὴν τῷ κυρίῳ.» κατὰ γοῦν τὴν αὑτοῦ πρόρρησιν, μετὰ τὴν περαίωσιν τοῦ ἑνὸς χρόνου καὶ τῶν τριῶν μηνῶν, μεταβαίνει πρὸς τὰς οὐρανίους μονάς, ὁ τούτων ἄξιος καὶ πρὶν ἂν μετασταίη τοῦ φθαρτοῦ τούτου βίου· καὶ πρὸς τὸν δεσπότην ἐκδημήσας, ὃν ἁπάντων προέκρινε ταῖς ἀγγελικαῖς χορείαις ὁ ἰσάγγελος καὶ πρὸ τῆς ἐκδημίας σύνεστι, τῷ τῆς ἁγίας τριάδος φωτὶ καταλαμπόμενος· κοιμηθεὶς τὸν ἥδιστον ὕπνον καὶ τοῖς ἁγίοις πρέποντα, προστεθεὶς τοῖς πατράσι καὶ διδασκάλοις καὶ ἀρχιερεῦσιν ὁ πατὴρ καὶ διδάσκαλος καὶ ἀρχιερεύς, ὁ ἐπίγειος ἄγγελος καὶ οὐράνιος ἄνθρωπος, καὶ πρὸς σκηνὰς μεταβαίνει τὰς οὐρανίους, τῇ γῇ παραδοὺς τὸ σῶμα, τὴν δὲ ψυχὴν τῷ θεῷ. ὁ δὲ τιμιώτατος Στέφανος καὶ καθηγούμενος τοῦ Σαββαΐτου μετὰ τῶν αὑτοῦ μαθητῶν τὰ ἐπικήδεια τῶν ᾀσμάτων ἄισαντες, καὶ προσκυνήσαντες καὶ ἁγιασμοῦ ἀξιωθέντες ἐκ τῆς
[p. 301] ἐπαφῆς τῆς τοῦ ὁσίου σώματος, κατέθεντο τοῦτο πρὸς τὸν τάφον, καθὼς ἔτι ζῶν ὁ μακαριώτατος παρήγγειλεν, ὃν αὐτὸς οἰκείαις χερσὶν ἀνώρυξε. σεβασμίως γοῦν ἐνταφιάσαντες, στίχους ἰαμβικοὺς ἄνωθεν τῆς τιμίας αὐτοῦ σοροῦ διεχάραξαν, οὑτωσί πως ἔχοντας·

ἔχειν σε τύμβος κἂν δοκῇ κεκρυμμένον,
λέληθεν· οὐρανὸς γὰρ ὄντως νῦν φέρει
τὸν ὡς ἀληθῶς ἥλιον φαεσφόρον·
οὐ γὰρ κάτω σε σὺν νεκροῖς ὥραν μίαν
ἀφῆκεν ἡ πρόνοια, Κοσμᾶ παμμάκαρ,
ἀλλ᾿ οὐρανὸς φέρει σε σὺν τοῖς ἀγγέλοις.

οὕτως ὁ μακάριος βιώσας καὶ οὕτως εὐαρεστήσας θεῷ, παρ᾿ ἐκείνου τοῦ δοξάζοντος τοὺς δοξάζοντας αὐτὸν ἀξίως ἐδοξάσθη, προσμείνας τῷ βίῳ καὶ τῷ σαρκίῳ ὁ ἄσαρκος, ὡς εἰπεῖν, καὶ μετὰ σαρκὸς ἔξω ταύτης πολιτευσάμενος ἔτη ὀκτὼ πρὸς τοῖς ἑβδομήκοντα· καὶ γὰρ ὅτε τῆς Κρητῶν αἰχμάλωτος ἀπηνέχθη νήσου, χρόνων ἦν τριάκοντα καὶ τριῶν, καὶ ἐν τῇ Δαμασκῷ καὶ πᾶσι τοῖς ὁρίοις αὐτῆς ἔτη διέτριψεν εἴκοσι καὶ ἕξ, ἐν δὲ ταῖς τῶν πόλεων καὶ χωρῶν περιόδοις διήνυσεν ἔτη δέκα καὶ ὀκτὼ καὶ χρόνον ἐν τῇ μονῇ, παρ᾿ ᾗ μετέστη πρὸς τὸν ποθούμενον.

29. ταῦτα τοῦ σεβασμιωτάτου πατρὸς τὰ ἐν τῷ βίῳ κατορθώματα καὶ κατὰ τῶν παθῶν τρόπαια καὶ ἀριστεύματα καὶ μέγιστα θαύματα καὶ ἀνδραγαθήματα· καὶ οὕτω κοσμήσας τὴν ἐκκλησίαν, οἷς ἐποίησε καὶ οἷς ἐπόνησε καὶ οἷς ἐδίδαξε, περιπόθητος ὤφθη τοῖς φιλαρέτοις καὶ ἀριδείκετος βασιλεῦσι καὶ μεγιστᾶσι καὶ ἄρχουσι καὶ ἀρχιερεῦσι καὶ ἱερεῦσι καὶ μονάζουσι καὶ πᾶσι πιστοῖς. τοῦτον καὶ ἡμεῖς ἅπαντες ζηλώσωμεν καὶ μιμησώμεθα, καὶ ποιμένες καὶ ποίμνιον, ἐν διανοίᾳ τὰς αὐτοῦ κατέχοντες ἀρετάς, εἴ γε καὶ τῶν ἴσων στεφάνων ἱμειρόμεθα τυχεῖν καὶ συγκληρονόμοι Χριστοῦ γενέσθαι καὶ ἀκοῦσαι ποθοῦμεν τῆς εὐκταίας ἐκείνης φωνῆς, Ϡδεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.Ϡ

[p. 302]

30. ταῦτά σοι παρ᾿ ἡμῶν, ὦ παμμακάριστε πάτερ, καὶ εἰ μὴ κατ᾿ ἀξίαν, ἀλλ᾿ οὖν κατὰ δύναμιν· σὺ δὲ ἄνωθεν ἐποπτεύοις ἡμᾶς, εἰ καὶ ὀλίγα ἐκ τῶν πολλῶν καὶ μεγίστων σου θαυμάτων ἐρανισάμενοι τοῖς σπουδαίοις ὡς ἐντρύφημα παρεθήκαμεν. ἀλλ᾿, ὦ τρισόλβιε πάτερ, μὴ τὸ τοῦ λόγου ἀσθενές, ἀλλὰ τὸ πρὸς σὲ φίλτρον ὁρῶν πρόσδεξαι τὸ παρ᾿ ἡμῶν εὐτελὲς πόνημα. κατὰ τὸν σὸν δεσπότην - ἐκεῖνος γὰρ καὶ τὰ δύο λεπτὰ τῆς χήρας ὑπὲρ τὰ τῶν ἀφνειῶν προσεδέξατο δῶρα - καὶ σὺ τὸ βραχὺ τοῦτο δεξάμενος ἀντιμέτρησον ταῖς ἱκεσίαις σου, παριστάμενος τῇ ζωαρχικῇ τριάδι, πταισμάτων ἡμῖν ἄφεσιν, καὶ δὸς ἀναψυχὴν εὑρέσθαι τῶν παρόντων δεινῶν, καὶ ἀνακωχὴν τῶν περιεχουσῶν θλίψεων, ὀδυνῶν τε καὶ στενώσεων καὶ νόσου παντοίας ἀποτροπὴν καὶ τῶν ἐπηρεαζόντων ἐχθρῶν ἀπαλλαγήν. εἰ δὲ χρεία περισσοτέρας δεήσεως, πρὸς ἡμετέραν διόρθωσιν, συμπαράλαβε διδασκάλους, ἀρχιερεῖς, ὁσίους πατέρας καὶ τὸν χορὸν τῶν μαρτύρων καὶ ἀποστόλων καὶ πάντων τῶν ἁγίων σου ταῖς ἄνω δυνάμεσι, καὶ κοινῇ δεήθητι τοῦ φιλανθρώπου καὶ ἐλεήμονος θεοῦ κατοικτειρῆσαι καὶ διασώσασθαι λαὸν ἀπεγνωσμένον καὶ ἐν αὐτῷ μόνῳ τὴν ἐλπίδα σαλεύοντα, καὶ εἰρήνην ταῖς ἐκκλησίαις καὶ τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ καταξιῶσαι τῆς τῶν σῳζομένων μερίδος καὶ τάξεως, πρεσβευούσης συνήθως καὶ τῆς ἀχράντου καὶ παναμώμου θεοτόκου πρὸς τὸν αὑτῆς υἱὸν καὶ βασιλέα Χριστόν· ᾧ πρέπει σὺν τῷ ἀνάρχῳ πατρὶ τῷ ζωοποιῷ πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.

*************************************************************