[p. 141]
τοῦ αὐτοῦ λόγος ἐπελευστικὸς βίου τοῦ κατὰ τὸν ἅγιον Φιλόθεον τὸν Ὀψικιανόν, ἐκ
προσώπου Φιλοθέου τοῦ μοναχοῦ, ἀνδρὸς ἀξίου λόγου, τοῦ καὶ προκαλεσαμένου εἰς ταύτην
τὴν γραφήν.
1. αἱ πρὸς αἴσθησιν μέλισσαι, ὅτε λύουσαι τὰ πτερὰ φοιτῶσιν εἰς λειμῶνας, οὔτε πᾶσαι
τοῖς ἄνθεσιν ὅλοις ἐνασχολοῦνται, οὐδὲ μὴν εἶδος ἕν τι ἀπολεξάμεναι, τὴν σκευωρίαν
ἐκεῖθεν τοῦ μέλιτος ἐρανίζονται, ἀλλὰ καὶ πᾶσιν ἄνθεσιν ἐμμελετῶσι· καὶ αἱ μὲν ἐντεῦθεν,
αἱ δ᾿ ἐκεῖθεν τὸ χρήσιμον ἐπιλέγονται, φιληδοῦσαι μὲν τῇ πάντοθεν ἀνθολογίᾳ, συνάγουσαι
δὲ ἄλλη ἄλλο, καὶ οὕτω ποικίλως πονούμεναι. τὸν αὐτὸν δὴ λόγον καὶ αἱ πρὸς νόησιν
μέλισσαι, αἱ τὸν ἀληθῶς ἔλλογον ἐργάτην τοῦ θεοῦ μὴ ψευδόμεναι, σιμβλοποιοῦνται
τὴν κατὰ πνεῦμα γλυκύτητα ἑαυτοῖς πανταχόθεν, τοὺς ἱεροὺς λειμῶνας περιπετόμεναι,
καὶ τὸ καλὸν ἀπανθίζουσιν, οὐχ ὅπη τύχῃ, λόγῳ ζωϊκῆς φαντασίας ῥεμβόμενοι, ἀλλὰ
κατὰ σκέψιν σταθερὰν καὶ διάρθρωσιν δέουσαν ἀκριβοῦντες τὸ ἀνθολόγημα. καὶ οὕτω
κατεργάζονται μελίσσειον κηρίον, ὃ φιλεῖ μὲν καὶ θεὸς αὐτός, ἀποστολικῶς αὐτῷ παρατιθέμενον,
φιλοῦσι δὲ καὶ ἄνθρωποι θεοφιλεῖς, εἰς ὑγίειαν προσφερόμενοι, βασιλεῖς τε καὶ ἄλλως
ἄρχοντες καὶ μὴν καὶ πένητες· οὗτοι μέν, ὅσοι ἀπεριουσιάστως ἔχουσι τοῦ θείως γλυκάζεσθαι
διὰ τὸ κατὰ νοῦν ἀπέριττον, ἀρκούμενοι ἀκροθιγῶς αὐτοὶ μέλιτος τοιοῦτοι γεύεσθαι,
ὃ πρόχειρον μὲν καὶ εὔωνον, ἄλλως δὲ πολυτίμητον· ἄρχοντες δέ γε καὶ βασιλεῖς, οἷς
καὶ ἄλλα μὲν πρόσεστι γλυκάσματα διὰ πολυμάθειαν καὶ περιουσίαν γνώσεως, ὁποίαν
ἡ συχνὴ μάθησις αὐτοῖς θησαυρίζει ἐς δαψιλές. ποθεῖται δὲ ὅμως ὑπερμάλιστα τὸ εὐαγγελικὸν
μέλι, τὸ καὶ ἀξιέραστον, καὶ βασιλείας ἄξιον τῆς ὄντως, ἐπεὶ καὶ ἡ κατ᾿ αὐτὸ ὑγίεια
καὶ εὐπάθεια εἰς βασιλείαν οὐράνιον ῥώννυσι.
2. πρὸς ὁμοιότητα γοῦν μελίσσης ἐκείνης καὶ ἐγώ, τῆς τοῦτο καὶ ἐκεῖνο συναγούσης
ἄνθος, καὶ ἀπασχολούσης ἑαυτὴν εἰς ἄλλοτε ἄλλο, καὶ οὕτω σιμβλοποιουμένης ἑαυτῇ
τε καὶ ἑτέροις μέλι, οὗ κεφαλαιωδέστατον ἴδιον τὸ καὶ ὑγιάζειν καὶ φῶς παρίσχεσθαι
ἄλυπον, καὶ τρέφειν πρός τε ἡδονὴν καὶ ἀβλαβῶς, ἔκρινα ἐκ τοῦ κατὰ πνεῦμα λειμῶνος
καὶ τῶν ἐκεῖ μυρίων ἀνθέων, οἷς, καθὰ φίλον θεῷ, ἐνεαρίζομεν οἱ ἀγαθοὶ Χριστιανοί,
φυτὸν ἐπιλέξασθαι βρύον καλοῖς, εἴ τί που καὶ δυναίμην· καὶ μέλι σκευάσας, παραθήσειν
τοῖς φιλοκάλοις πρὸς ἥδυσμα τὸ κατὰ ἰσχύν· ἀξιώσας ἐμαυτὸν θέσθαι εἰς τοιαύτην μέλισσαν
διὰ μόνην πρόθεσιν ἔνθεον φιλεργόν, οὐ μὴν πρὸς αὔχημα καὶ φιλενδειξίαν, ἧς οὐκ
ἔχω ἐφικέσθαι.
3. ἔστι δέ μοι τὸ φυτόν, ἐξ οὗ σιμβλοποιΐαν θείαν
[p. 144] ἀποδρέψομαι, ὁ μέγας Φιλόθεος, οὗ τὴν κλῆσιν βαστάζων ἐγώ, καὶ τοῦτό γε
καὶ μόνον σεμνυνόμενος (ἔργοις γὰρ τίς ἂν εἴη τούτῳ ἐνάμιλλος) εἰς τὸν λόγον τοῦτον
ἐμαυτὸν καθῆκα· Φιλόθεος, ὁ τὴν ἐπωνυμίαν τῷ ὄντι ἐπαληθεύων· Φιλόθεος, ὁ ἐγγράψας
μὲν ἑαυτὸν εἰς πιστὸν δοῦλον θεοῦ καὶ ἀγαθὸν θεράποντα, κληρονομήσας δὲ φίλος θεῷ
κληθῆναι πρὸς ἰσοκληρίαν ἀποστολικήν, καὶ ἀκούσας καὶ αὐτὸς ἐκεῖθεν τό· Ϡ οὐκέτι
δοῦλόν σε καλῶ ἀλλὰ φίλον, ὡς καὶ εἰδότα πᾶν ὅπερ ἐγὼ ποιῶ, καὶ ἄλλους εἰς ἐμὴν
καταρτίζοντα μίμησιν, καὶ τὰ ἐμὰ διδασκαλικῶς ἐγκαλύπτοντα μυστήρια·Ϡ ὅτι μηδὲ ἔστι
φθόνος τῷ κρείττονι τὸν αὐτοῦ νοῦν προάγειν ἐκφαντορικῶς ἐν τῷ διανοίγειν Γραφάς.
Φιλόθεος τὸ ἐμὸν θαῦμα καὶ μέλημα, μᾶλλον μὲν οὖν τὸ κοινόν. οὐ γὰρ ἄν τις, οὐκ
ἂν πάντως οὐδείς, μαθὼν τὰ ἐκείνου, ἀπόσχοιτο ἂν τοῦ θαυμάζειν τὸν ἅγιον τοῦτον,
εἴ τι χρὴ καὶ ἐκ τῶν περὶ γῆν χαρακτηρίσαι τὸν ταῖς ἀρεταῖς οὐράνιον.
4. ἤνεγκε μὲν Ἀσιανὴ χώρα, ἣν ἤρεσε τοῖς ὕστερον ὀνομάζουσι καλὸν Ὀψίκιον, γῆ πολυτενὴς
εἰς μιλιασμοὺς καὶ πολυτελὴς καὶ εὐδαίμων, πάλαι μὲν καὶ λίαν περίπυστος, φέρουσα
δὲ καὶ εἰσέτι νῦν τοῦ πρωτοθέτου ἐκείνου καλοῦ χαρακτῆρας πολλοὺς καὶ οὐδὲ ἀγεννεῖς,
καὶ μάλιστα τὸ τῶν ἐγχωρίων ἐμπειροπόλεμον. καὶ οὕτω μέν, ὡς ἐν στενῷ δηλῶσαι, σεμνότητα
ὁ ἅγιος ἐπισύρεταί τινα καὶ διὰ τὴν κατ᾿ ἔθνος ἀρετήν, δι᾿ ἣν οἱ ἐκεῖ ἀπολεοντιοῦσθαι
δόξαιεν ἄν, ὅτε οἱ τῆς Ἄγαρ κύνες ἐπιτρέχειν τοῖς τοῦ θεοῦ ποιμνίοις προτίθενται.
ἐὰν δὲ ἡ προενεγκοῦσα τοῦτον κώμη ἑτεροῖόν τι φαντάζῃ, Μύρμηξ ἐπικαλουμένη, καὶ
διὰ τὸ τοιοῦτον ὄνομα ὑποβάλλῃ κατὰ τῶν πατριωτῶν μυρμηκολέοντος νόημα, ἀλλὰ τοῦτο
μὲν ἐρεῖ τις ἕτερος κατὰ τὸ παρατυχόν· ἐμοὶ δὲ ὁ Μύρμηξ κώμη τὸ τοῦ ἁγίου πάτριον
ἔδαφος εἰς σύμβολον τέθειται πάνυ σεμνόν. δοκῶ γὰρ ἐνταῦθα ὑποφωνοῦντος ἀκούειν
κἀμοὶ τοῦ πανσόφου Σολομῶντος· Ϡἴθι πρὸς τὸν τοιοῦτον μύρμηκα, ὦ ὀκνηρέ,Ϡ καὶ τὸν
ἐκεῖσε Φιλόθεον ἱστορήσας καὶ τὴν ἐν ἐκείνῳ χρυσῖτιν μυρμηκιάν, μετάλλευε πλοῦτον
θεῷ φίλον καὶ γίνου μακαριστὸς ἔμπορος· καὶ συλλέξας ἐκεῖθεν πλουτοποιόν τι καλὸν
διαδίδου τοῖς χρῇζουσιν, οὐ μυρμηκίζων τὰ εἰς ὁδόν, ἀλλὰ ταχὺς τρέχων εἰς τὸ εὐκταῖον
κατάντημα τοῖς ἐμπορευομένοις τὰ σπουδαιότατα· ὅπως καὶ αὐτὸς πλοῦτον κερδήσῃς,
ὃν ὁ ἀγαθὸς οἰκοδεσπότης θεὸς θησαυρίζεσθαι φιλεῖ, καὶ τοῖς ἀγοράζουσι πωλήσῃς τὰ
πρόσφορα.
5. καὶ τοιαύτη μὲν τῷ θεοφιλτάτῳ Φιλοθέῳ καὶ ἡ πατριῶτις γῆ, μνήμων αὐτῷ γινομένη
τοῦ φιλοπόνως ἐργάζεσθαι τὰ πνευματικά· γεννήτωρ δέ, οὐκ ἂν εἴποι τις, ὡς οὐκ ἦν
αὐτῷ κατὰ λόγον τοιούτου γεννήματος. εἰ γάρ ποτε καὶ ἐξ οὐκ ἀγαθῶν ἀγαθοὶ φύονται,
ἀλλ᾿ ἐνταῦθα οὐκ ἂν διέλαθε τὴν τῆς ἱστορίας ἀκρίβειαν πατὴρ ἀνόμοιος προαπεκβὰς
υἱῷ οὕτω καλῷ· ἀλλὰ ἔπεσεν ἂν εἰς παράδειγμα καὶ ἐκεῖνος, καὶ παρεσημάνθη ὁποῖος
αὐτὸς ὤν, ὁποῖον ἀπέτεκεν, ἄκανθα δηλαδὴ ῥόδον, ὑοσκύαμος
[p. 145] ἀνεμώνην, θὴρ ἄγριος ἄνθρωπον ἱλαρόν, νὺξ ἡμέραν, καὶ εἴ τι τοιοῦτον σεμνὸν
ἀντίθετον.
6. νῦν δὲ ἡ τῆς παλαιᾶς ἱστορίας ἐπιδρομάδην ἐπέλευσις ἀποσιωπήσασα τὸν πατέρα,
νοεῖν ἡμῖν ἀφῆκεν ἐκ τῆς γεννησαμένης μητρὸς καὶ τὸν ἄνδρα. καλὴ γὰρ ἐν γυναιξὶν
ἐκείνη, καὶ ὁποίαν διατυποῖ Σολομῶν, ἐν οἷς τὴν ἀνδρείαν γυναῖκα διαζωγραφεῖ. κάλλος
μὲν οὖν αὐτῆς ἱστορῆσαι καὶ δεξιότητα τὴν εἰς ἔργα, οἰκωφέλειαν, καὶ τὸ φίλανδρον,
καὶ τὸ ἀκόλουθον σῶφρον, καὶ ὅσα ἕτερα γυναῖκα κοσμίαν ἀπαρτίζει, πλατὺν ἂν διαπετάσοι
λόγον, ἀποκναίοντα τὴν ἀκρόασιν· ἀρκεῖ δέ μοι, τὰ πάντα κεφαλαιώσασθαι, εἰπόντι
συνεπτυγμένως ὅτι πάντα, ὅσα θεῷ φίλα, προεχειρίζετο· καὶ ἦν τρόπῳ τοιούτῳ φιλεργός,
ταὐτὸν δὲ φάναι, ἀγαθουργός. ἀμέλει, καὶ κατά τι θεῖον τοιαύτην ἔλαχε κλῆσιν. Θεοφίλαν
γὰρ οἱ τεκόντες αὐτὴν ὠνόμασαν, μεταδόντες τῇ θυγατρὶ τέως μὲν ὀνόματος προσφυοῦς
αὐτοῖς, ἐξ ὧν εἰργάζοντο· ὕστερον δὲ καὶ πράγματι τῷ ἐξ αὐτῆς τὸ τοιοῦτον ἐπισφραγίσαντες
ὄνομα, οἷς τὴν παῖδα τρέφοντες θεοφιλῶς ἐξεπαίδευον. τοιαύτη δὴ ἐκτραφεῖσα ἡ μήτηρ,
καὶ ὡς θεῷ φίλον διεσκευασμένη ταῖς ἀρεταῖς, καὶ τὸν τοῦ θεοῦ φόβον ἐν γαστρὶ λαβοῦσα,
πρότερον ἐκ διδασκαλικοῦ σπόρου, εἶτα καὶ ὠδινήσασα, οἷς ἐπονεῖτο κατὰ ἐγκράτειαν,
καὶ ἐπὶ τούτοις τεκοῦσα πνεῦμα σωτηρίας, καὶ ἄλλως δὲ φύσεως ἀκολουθίᾳ παῖδα συλλαβομένη
ἐν γαστρὶ ἐκείνη καθηγνισμένη πνευματικῶς, προήγαγεν ἀκολούθως καὶ παιδίον, πνεύματι
ἁγίῳ πρέπον εἰς ἐνοίκησιν. διὸ προσφυῶς καὶ αὐτὸ Φιλόθεον παρωνόμασεν ἐξ ἑαυτῆς,
ἐντεῦθεν ἀρξαμένη τὸν καθήκοντα μητρόθεν κλῆρον ἀποδιδόναι τῷ υἱῷ, ἵνα τοῦ κατὰ
γῆς ἕρπειν ἀνασφήλας, καὶ τὴν ἀνθρωπίνην διάλεκτον κατορθώσας, καὶ γνοὺς οἵου μετείληχεν
ἐκποδῶν ὀνόματος, ἀποξέῃ φερωνύμως τὸν φυσικὸν ἀνδριάντα πρὸς τὸ θειότερον, αἰδούμενος
ὄνομα οὕτω καλὸν καὶ θεῖον ἀχρειοῦν φαυλότητι πράξεων.
7. καὶ τοίνυν οὐκ ἐνέλειπεν ἐξομοιῶν τῇ κλήσει τὴν πρᾶξιν, καὶ σπεύδων θειότητος
εἶναι κατ᾿ ἄμφω, καὶ ὥσπερ ὀνόματι, οὕτω καὶ πράγματι φιλοσοφῶν τὴν θειότητα, καὶ
ἐπιγραφόμενος οὕτως εἰς θείαν εἰκόνα, καὶ θεῷ εἰς τὸ πᾶν ἀνακείμενος· οὗ πρὸς μίμησιν
ἀνωφορεῖσθαι θέλων, καὶ τὸν κάτω ὑπεραναβαίνειν ἄνθρωπον, καὶ οὐράνιος εἶναι εἶχε
μὲν αὐτό, καὶ διὰ θεωρίας ἰδίᾳ τε, πᾶσαν ἀγαθότητα τιθαιβώσσων δίκην μελίσσης, καὶ
διὰ συνεχοῦς δὲ μαθήσεως καὶ ἀναγνώσεως κειμηλιούμενος ἀρετὴν ἅπασαν. οὐκ ἔφερε
γὰρ μὴ συχνὰ ταῖς ἱεραῖς Γραφαῖς ἐντρίβεσθαι, καὶ ἀδολεσχεῖν ἐν τοῖς τοῦ θεοῦ δικαιώμασι,
τὰ πολλὰ καὶ εἰς τὸ κοινὸν θαμίζων τῆς ἀρετῆς διδασκαλεῖον, καὶ ταῖς ἐθίμοις τῶν
πανηγύρεων συγγινόμενος, καὶ ταῖς ἐκεῖ πανδαισίαις ἐντρυφῶν κατὰ πνεῦμα εἰς κόρον,
καὶ τὰ μὲν σιτιζόμενος αὐτός, τὰ δὲ καὶ ἑτέροις ἀποφερόμενος, καθὰ καὶ ἐν εὐαγγελικῇ
σπυρίδι περισσευμάτων, ἅπερ ὁ θεὸς εὐλογεῖ. συνεπελαμβάνετο δὲ εἰς πλέον αὐτῷ τοῦ
κατὰ θεωρίαν, ὡς ἐρρέθη, φιλοσοφεῖν καὶ ἀνάγεσθαι εἰς τὸν ὕψιστον, καὶ τὸ εὐεπήβολον
ἔμπρακτον, οὗ μέρος εὐεργὸν καὶ τὸ τῆς γαστρὸς ὑπόκενον. ἐξαντλῶν γὰρ
[p. 148] ἀεὶ τοῦ κατὰ σῶμα κεραμείου πᾶν, ὅσον ἔνικμον καὶ ὑγρόν, δι᾿ οὗ πλαδαροῦται
ἄνθρωπος, καὶ οὕτω κουφίζων τὸ γήϊον βρῖθος νηστείαις, ἐφιλονείκει τῆς γῆς ἀγγελικῶς
ὑπερίπτασθαι, ἀνάξιον ἑαυτοῦ κρίνων ἐγγράφεσθαι μὲν εἰς φίλον θεοῦ, τοῦ τῶν φώτων
ὑψίστου πατρός, προστετηκέναι δὲ τῇ μητρὶ γῇ καὶ τοῦ αἰθερίου ἀνθαιρεῖσθαι τὸ πεδινόν
τε καὶ ταπεινόν.
8. ὁ δὲ οὕτω τὴν γῆν περιφρονῶν, καὶ πρὸς μηδέν τι τῶν κατ᾿ αὐτὴν κεκυφώς, πῶς οὐκ
ἂν καὶ δι᾿ εὐχῶν εἰς τὸ ὅμοιον εὐοδοῖτο καλόν ἐσχόλαζε τοίνυν καὶ ποδῶν ὀρθίᾳ στάσει
ἐφ᾿ ἱκανόν, καὶ χειρῶν ἀνατάσει πρὸς τὸν ἄνω δυνάμενον ἕλκειν τὸν καὶ ἀσφαλῶς βεβηκότα
καὶ στερεῶς ἑστῶτα, καὶ χεῖρας ἅμα καὶ ψυχὴν ὅλην πρὸς αὐτὸν ἀνατείνοντα. καὶ οὕτω
μὲν ὅλος ἦν τῆς ἀνωτάτω ὑψώσεως· εἰ δέ που καὶ τῆς γῆς διὰ τὸ φυλετικὸν συγγενές,
ἐποίει μὲν καὶ αὐτὸ οὐχ ὥστε μὴν καὶ ἀχρειῶσαι τὸ ἀνθρωπικὸν ὄρθιον, ἀλλὰ καὶ αὐτὸ
φυλάξαι, καὶ τῇ μητρὶ γῇ χαρίσασθαι. ἤνυε δὲ αὐτό, γόνατα κλίνων συνεχῶς καὶ ταχὺ
ἐξανιστάμενος, ἐκεῖνο μὲν γῆς καὶ εἰς γῆν, τοῦτο δὲ οἷα καὶ φυτὸν πεφιλοσοφημένος
οὐράνιον. καὶ εἶχον αὐτὸν ἡ τοιαύτη πυκνὴ εὐκταία πτῶσίς τε καὶ ἀνάστασις καὶ σχεδόν
τι καὶ δίχα πόνου· τὸ γὰρ ἐξ ἐγκρατείας ὑπέρισχνον τῆς σαρκὸς ταχὺ τῆς γῆς ἀπανίστα
τὸν ἅγιον, ὡς εὐπετέστερον εἶναι τοῦ κατακλιθῆναι τὸ ἀνανεῦσαι, καθά που καὶ θάλος
εὐφυὲς βραχύ τι κύψαν ἐκ καταπνοῆς, εἶτα θᾶττον ἀνατρέχει πρὸς τὸ εὐθύ.
9. τί δὲ ἀλλὰ τὴν σάρκα ὑποκενῶν, καὶ εἰς λαγαρὰν ἀποκαθιστῶν, ἐχρηματίζετο ἄλλως
ἐντεῦθεν κατὰ τοὺς κίμβικας, καὶ τὴν σύμφυτον ἀποθήκην διάκενον ἀφιεὶς ἀνεπλήρου
τὴν ἔξω καὶ πρόσθετον, καί που καὶ καθελεῖν αὐτὴν ἐμελέτα καὶ ἀνεγεῖραι μείζονα
οὔμενουν. ἀλλ᾿ ἡ μὲν γῆ καὶ ὁ ἐξ αὐτῆς πλοῦτος καὶ ἡ λοιπὴ κατὰ βίον μέθοδος, εὐλογουμένη
παρὰ θεοῦ, μεστὸν αὐτὸν ἐποίει πάντων, ὅσα μακαριστὰ τοῖς περὶ γῆν· τὸ δὲ κοινωνικὸν
καὶ φιλάλληλον καὶ φιλάνθρωπον τῇ εὐαγγελικῇ παραγγελίᾳ προσαυξόμενον, δι᾿ ἧς προκαλεῖται
ὁ ἐχέφρων ἄνθρωπος ἀποτίθεσθαι τὸν περιττὸν ἐν βίῳ φόρτον καὶ ἀνατιθέναι πτωχοῖς,
καὶ οὕτω γινόμενον εὔζωνον εἰς ὁδὸν θείαν καὶ ἀληθῶς εὐθεῖαν, εἰ καὶ ἄλλον τρόπον
τραχεῖαν, τὰ κατ᾿ ἀρχὴν τοῖς ἑλομένοις ἀκολουθεῖν προηγουμένῳ τῷ θεῷ εἰς τὰ κρείττονα,
ἔπειθον τὸν ἅγιον ἐξ αὐτοῦ κλίνειν εἰς ἑτέρους τὸ ἀγαθόν, καὶ τὸ ἐκ θεοῦ φιλοτίμημα
μετάγειν εἰς τὸ ὁμόφυλον, καὶ τοιαύταις ἀποθήκαις (γαστέρες δὲ αὗται πενήτων) πιστεύειν
ὅσα ὁ θεὸς ἐνεδαψιλεύετο. καὶ ἦν τοῦτο πηγῆς ἀεννάου καὶ ἀπορρύτου μίμημα. ἀνέβλυζε
μὲν γὰρ τῷ ἁγίῳ ἐκ τῶν ἀβύσσων τοῦ θεοῦ ταμείων τὰ λῷονα· ὁ δὲ ὀλίγα τῇ περὶ αὐτὸν
γῇ, τῇ σαρκί, ἐπιχέας εἰς ὅσον ὑγράνασθαι τὸ ἱκανὸν καὶ χλόην ἀναθῆλαι, ὁποίαν καὶ
ὁ μακάριος Δαυῒδ ἀγαπᾷ, σκηνοῦντος αὐτὸν τοῦ θεοῦ εἰς τόπον τοιοῦτον χλοερόν, τὸ
λοιπὸν τῆς πηγῆς ἐξέπεμπε πιαίνειν τὰ ἐφεξῆς καὶ λύειν αὐχμὸν ὁποῖον ἡ πενία τοῖς
ἐνδεέσιν ἐπιψηφίζεται. καὶ ἡ τοιαύτη δόσις αὐτῷ ἐγίνετο οὔτε ὑποκριτικῶς (εἰ μή
τις καὶ τὸν ἐξελθόντα σπείραι τὸν
[p. 149] σπόρον αὐτοῦ εἰς ἐπόψιον ἐλπίδι συγκομιδῆς πλείονος τῆς διὰ θεοῦ, προφάσει
λέξει σπείρειν), οὐδὲ μὴν πεφεισμένῃ χειρί. οὐκ ἐφίλει γὰρ οὐδὲ φλέβιον γῆς ἢ πέτρας
ἰσχνόν, εἰς ὅσον μὴ προρρέει θεραπείαν δίψους. ἀπῆν δὲ ἐκείνου καὶ τὸ ἐν τοῖς τοιούτοις
ἄγριον. μετεδίδου γὰρ μετὰ ἱλαρότητος, ὁποίαν φιλεῖ θεὸς ὁ καὶ ἐλεημοσύνην ἀγαπῶν
καὶ δότην οὐ τὸν ἁπλῶς ἀλλὰ τὸν ἱλαρόν. καὶ ἦν καὶ αὐτὸς οὕτω ποταμὸς ἐλεημοσύνης,
κροτῶν χειρὶ κατὰ τὸν ψαλμῳδόν. ἔχαιρε γὰρ ἐλεῶν, καὶ ὡς οἷον ἐκρότει χαρμόσυνον,
οὐ δαπανᾷν δοκῶν, καὶ τὸ ταμιεῖον ἀφιέναι κενόν, ἀλλὰ πλουτίζεσθαι καὶ μεστὸς εἶναι,
οἷα ἀναπληροῖ τοὺς χρῄζοντας, τὸ δὲ μεῖζον εἰπεῖν, θεὸς γίνεσθαι, εἴπερ ὁ εὐεργετῶν
θεὸν μιμεῖται εἰς δύναμιν. μᾶλλον μὲν οὖν αὐτὸς ἠγαλλιᾶτο διδούς, ἤπερ ἄλλος τις
λαμβάνων· καὶ ἦν ὅρος αὐτῷ πλούτου τὸ δανείζειν θεῷ, οὗ μυριότοκος ἡ ἀνταπόδοσις.
10. καὶ οὕτω μὲν αὐτὸς βίου πορισμὸν τὸ ἀποβιοῦν τοῖς ἀδελφοῖς ἔκρινεν, εἰς θεοῦ
κρίνον ἀποκαθιστᾷν ἑαυτὸν γνωματεύων, εἴπερ ἐνδύει γυμνούς, καὶ πόδας εὐθετίζειν
εἰς Εὐαγγελίου ὁδὸν μεθοδεύων, εἰ τοὺς ἀνυποδέτους περιστέλλει, καὶ βρῶμα λογιζόμενος
οἰκεῖον, εἰ χορηγεῖ τοῖς δεομένοις τὰ χρήσιμα, καὶ οὕτως ἐκπληρῶν καὶ αὐτὸς ἀποστολικῶς
τὸ πᾶσι τὰ πάντα γίνεσθαι. ἐπεὶ δὲ πολλαὶ ὁδοὶ πρὸς τὴν τῆς ἀρετῆς ἀκρόπολιν, εἰς
ἣν ὁποῖα καὶ θεοῦ ὅρος ὁ μέγας Φιλόθεος ἀνατείνων τοὺς ὀφθαλμούς, καὶ τὴν ἐκεῖθεν
βοήθειαν προκαλούμενος, αὐτῆς ἐγλίχετο, καὶ τὴν ἐκεῖ ἀνάβασιν διὰ πάντων ἐπραγματεύετο
(δοκεῖ δὲ τοῖς πλείοσιν ὑπερέχειν τῶν ἄλλων ὁ μονήρης καὶ ἀπέριττος βίος, καὶ τὸ
μηδὲν ἔχειν, ἀλλ᾿ ἕκαστον ἄνθρωπον μόνον ἑαυτὸν ἐπισκέπτεσθαι· καὶ διὰ τοῦτο οἱ
ἀνακεχωρηκότες τόποι ζητοῦνται καὶ ἐρημάζονται, πολλοὶ δὲ καὶ σπηλαίοις διὰ τοῦτο
ἑαυτοὺς παραβύουσι, κρυπτόμενοι τὸν ἄνθρωπον καὶ εἰς γῆς ὀπὰς παραδύονται καὶ ἄλλα
ποιοῦσι δι᾿ ὧν ἐκφευξοῦνται τὰς ἀγορὰς καὶ τὸν ἐν βίῳ φανητιασμὸν καὶ τὴν σύγχυσιν,
τὸ πολιτικὸν καὶ σύμβιον ὀκνοῦντες φιλεῖν ὡς μὴ δυνάμενον προσάγειν θεῷ), αὐτὸς
καὶ τἄλλα μὲν πολλὰ σκεψάμενος ἐπέκρινε καὶ ἀπεδέξατο, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ
διατιθεμένας εἶναι, καὶ αὐτὰ πρὸς τὴν ὕψιστον ἀρετὴν ἐθεώρησεν· οὐκ ἐξουδένωσε δὲ
οὐδὲ τὴν προγονικὴν ζωήν, καθ᾿ ἣν πατέρας ἔσχομεν τοὺς ἀρχεγόνους προπάτορας. συνελογίσατο
γὰρ θέατρον εἶναί τι καὶ τὸν καθ᾿ ἡμᾶς βίον, θεαταῖς μὲν συγκροτούμενον τοῖς καθ᾿
ἕκαστον τῶν βιούντων ἀνθρώπων, ἀγωνοθέτῃ δὲ βραβευτῇ τῶν ἄθλων πρυτανευόμενον τῷ
μεγάλῳ θεῷ, ἀεθλευταῖς δὲ πονούμενον τοῖς ὅσοι ζῶσι κατ᾿ ἀρετήν, οἷς ὁ ἀγὼν οὐ πρὸς
σάρκας ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὧν σπούδασμα προσβάλλειν ἀνθρώποις
καὶ καταβάλλειν, καὶ οὕτως αὐτοῖς ἀεὶ καθίστασθαι εἰς ἀντίπαλον. διὸ καλὸν μὲν εἶναι,
καὶ εἰ καταμόνας ἀποδυσάμενός τις πυγμαχεῖ καὶ νικᾷ κατὰ τοῦ δαιμονίου φύλου, μόνου
τοῦ παμβασιλέως ἐφορῶντος θεοῦ, εἰς ὃν ἅπας ἀθλητὴς ἀνατείνει τὸν νοῦν, τὸ πάντιμον
στέφος ἐκεῖθεν ἐκδεχόμενος, ὃ
[p. 152] τοὺς τοιούτους νικηφόρους κοσμεῖ· χρῆναι δὲ ἄλλως, καὶ ἐπὶ θεατῶν πάνυ
πολλῶν παγκρατιάζειν τε, καὶ τοὺς λοιποὺς ἐξανύειν ἀγῶνας κατὰ πνεῦμα. οὕτω γὰρ
ὁ ἐπ᾿ ὄψεσι μυρίαις καταρριπτῶν τὸν ἀντίμαχον οὐκ ἂν ἐντρέποιτο τὸν μονάζοντα, ὑπεραναβαίνοι
δὲ ἂν οἶμαι τῷ κατορθώματι. ὁ μὲν γὰρ μονάζων ὡς ἐπὶ σταδίου λείου καὶ μηδὲν τὸ
συμποδίζον ἔχοντος, καὶ παλαίει, καὶ θέει, καὶ πὺξ πονεῖται, καὶ τἄλλα τοῦ ἀγῶνος
ποιεῖ· ὁ δὲ περὶ μέσας ἀγυιὰς κόσμου θεῖος ἀγωνιστής, τριβόλων ὑπεστρωμένων, ἃς
καὶ ἀναφύει καὶ ὀξύνει συρφετώδης βίος, ἔτι δὲ καὶ λίθων ὑποκειμένων μυρίων προσκόμματος,
ἀεθλεύει· διὸ καὶ νικήσας ἔχει τι καὶ πλέον ἐπικόσμημα, τά τε ἄλλα, καὶ ὅτι καὶ
ἄλλους εἰς τὸν ὅμοιον προκαλεῖται ζῆλον, καὶ οὕτω πληθύνει τοὺς κατὰ θεὸν ἀριστεῖς.
εἰ δὲ ὁ τὸν μονάζοντα ἀθλητὴν βλέπων ἐν τῷ κρυπτῷ ἀποδίδωσιν ἐν τῷ φανερῷ, οὐκ ἂν
τὸν ἐν τῷ φανερῷ ἀθλοῦντα καὶ οὕτω διεκφυγόντα τό, Ϡοὐαὶ τῷ ἑνί,Ϡ καὶ τὸ ἀνέγερτον
ἐν τῷ καταπεσεῖν, ἀφήσει δικαίας ἔξω ἀνταποδόσεως οὕτω καὶ ἥλιος καλὸς μέν (ἐπεὶ
καὶ ἥλιος), ὅτε ὑπὸ γῆν ὁδεύει καὶ οὐδεὶς αὐτῷ ἐπιβάλλειν ἔχει τὴν ὄψιν· τῷ παντὶ
δὲ καλλίων, ὅτε ἀνατείλας ποιεῖ τὰ κατ᾿ αὐτὸν καλά, οἷς αὐτὸν ὁ θεὸς ἐνέλαμψε μέχρι
καὶ δύσεως. εἰσὶ δὲ καὶ θεοῦ ἀόρατα· ἡμῖν δὲ ἀλλ᾿ ἀκατάληπτα καὶ θαυμαζόμενα τὰ
ὁρατὰ τούτου, εἴτ᾿ οὖν θεωρητά.
11. ταῦτα καὶ ἕτερα (εἰσὶ δὲ ἀληθῶς πολλὰ τοιαῦτα) καθ᾿ ἑαυτὸν διαλογιζόμενος ὁ
ἐκ παίδων τὰ θεῖα σεσοφισμένος Φιλόθεος, ἐπόθει μὲν καὶ τὴν ἀναχώρησιν, καὶ τὴν
τοὺς πηλοὺς λανθάνουσαν ἄσκησιν· ταλαντεύσας δὲ ὅμως ἐν ἀκριβεῖ σταθμώματι τὸν μονίαν
βίον καὶ τὸν πολιτικόν, τοὺς κατὰ θεόν, ὡς αὐτὸς διεῖλε, καὶ διελὼν ἐπέκρινεν, ἐγένετο
τοῦ κατὰ βίον ἐναρέτου πολιτεύματος· ὃ καὶ ὁ μακαριώτατος Ἰὼβ προελόμενος εὐδοκίμησεν,
ὡς οὐκ οἶδ᾿ εἴ τις τῶν πώποτε. καὶ δὴ μεθοδεύσας ἐγκώμια γάμου μυρία ὅσα, καὶ ἐθελήσας,
ὥσπερ αὐτὸν οἱ γεννήσαντες, οὕτω καὶ αὐτὸς ἀφεῖναι καλὸν ὅμοιον ἐν τῷ κόσμῳ, διαδοχὴν
τιμίαν, ἐπιγονὴν μακαρίαν, εὐλογητὸν σπέρμα, κοινοῦται τὸ σκέμμα τοῖς γειναμένοις·
καὶ αὐτοὶ ἄσμενοι τὸν τοῦ υἱοῦ λόγον προσίενται, μεμφόμενοι μὲν ἑαυτοὺς ὅτι μὴ προήρπασαν
τὴν βουλήν, χαίροντες δὲ ὅτι καὶ ἐνταῦθα πατρώζει ὁ παῖς. καὶ αὐτίκα μελετῶσι τὴν
ἐκπεφωνημένην σύζευξιν· καὶ τὸν μόσχον αὐτοὶ ἔχοντες, ὃς ὑπὸ εὐλογημένον ἔσται ζυγόν,
ἐπεζήτουν τὴν δάμαλιν· καὶ ταχὺ εὑρηκότες, συνήγαγον τοῦτόν τε καὶ ἐκείνην ἀλλήλων
ἀξίους· καὶ ζεῦγος θεοῦ δι᾿ αὐτῶν ἀπετέλεσαν, δεξιὸν καὶ ἀροῦν καὶ σπείρειν καὶ
φορτηγεῖν τὰ σωτήρια. θεὸς δὲ ὁ τούτους ἐπιλεξάμενος, καὶ φυτὰ παραδείσῳ πρέποντα
ἐνθέμενος τῇ τῶν Ὀψικιανῶν γῇ, οὐκ ἀφῆκε μὴ τελεσφορῆσαι αὐτὰ καὶ ῥίζωμα στερέμνιον,
καὶ πρέμνου ἀναδρομήν, καὶ βλάστην ἁδράν, καὶ καρποὺς ἐν καιρῷ εὐγενεῖς· ἀλλὰ θέλημα
τῶν φοβουμένων αὐτὸν κἀνταῦθα ποιῶν, ἐπλήθυνε τὸν οἶκον τῷ Φιλοθέῳ ταῖς διὰ τέκνων
[p. 153] ἐπιγοναῖς, καὶ αὐτῶν οἵων ἐπισπᾶσθαι πατρός τε ἀγαθοῦ εὐλογίαν καὶ μητρὸς
ἐπὶ τέκνοις εὐφραινομένης.
12. τὸ δὲ ἐντεῦθεν (ἵνα μὴ τῷ καλῷ τῆς πρώην ἀρετῆς παραμιχθείη τι τῆς ἐν βίῳ φαυλότητος,
μηδὲ ὁ κατὰ κόσμον κάματος τοῦ καλοῦ τούτου ζεύγους τὸν πρῶην σῖτον ἀχρειώσῃ ζιζανίου
παραφυάδι), ἄλλη μέθοδος ἀρετῆς τῷ ἁγίῳ ἦν περισπούδαστος. ἑαυτόν τε γὰρ ἐπὶ τοῖς
προτέροις ἀγαθοῖς ἐτήρει, ὁ αὐτὸς ὢν τὰ εἰς ἀρετήν, καὶ μὴ ἀλλοιούμενος, καὶ τὴν
ὁμόζυγα εἰς ὅμοια εὔθυνε· καὶ κατώρθουν ἐπίσης τὸ τοῦ θεοῦ ἔργον ἀμφότεροι. καὶ
οὐκ ἦν ζυγομαχεῖν αὐτούς, πολλῷ δὲ πλέον οὐδὲ παροιστρεῖν. ἐνεθυμοῦντο γὰρ τὰς παλαιὰς
συζυγίας τῶν τοῦ θεοῦ ἀνθρώπων, οἳ βοηθοὶ πρὸς θεοῦ δεδομένοι ἀλλήλοις, ἐργάται
ἦσαν ἐκείνου ἄξιοι.
13. ὡς δὴ ταῦθ᾿ οὕτως εἶχε, καὶ ἐχρῆν τὸν τοῦ θεοῦ πελάτην ἐγγυτάτω πλέον ἐκείνου
γενέσθαι (ἔδει δὲ καὶ ἄλλως τὸν ἀεὶ θεωρητικὸν ἐπιτεῖναι τὴν διόρασιν, καὶ ἀντὶ
νοεροῦ νοῦν ὡς ἐξὸν ἀποτελεσθῆναι, καὶ εἰς ἀγγελοειδὲς ἀναχθῆναι), γίνεται πρὸς
ἐπιθυμίας αὐτῷ καὶ εἰς ἱερωσύνης ὕψος ἀναπτῆναι, καὶ οὕτως ἐγκαταμίξαι τοῖς τοῦ
θεοῦ παραστάταις ἑαυτόν, τεχνησάμενος τὴν ἀρχὴν μὲν πρὸ πυλῶν ῥιπτεῖσθαι θεοῦ,
ὅτε τὰ κατ᾿ ἀρετὴν εἰσαγωγικὰ ἐπονεῖτο· εἶτα καὶ ζητήσας εὐαγγελικῶς εἰς εὕρεσιν,
καὶ κρούσας εἰς ἄνοιξιν, μετὰ δὲ εἰσελθὼν καὶ ἰδὼν τὸν ποθούμενον, καὶ ἀκολούθως
ἐγγίσας, καὶ ἐπὶ πᾶσιν ἑνωθείς, εἴτε καὶ ἀνακραθεὶς ὥσπερ τῷ πόθῳ αὐτοῦ, οὕτω καὶ
ταῖς ἐκεῖθεν ἐλλάμψεσιν.
14. ὡς οὖν καὶ τοῦτο καλὸν ἦλθεν αὐτῷ ἐπὶ νοῦν καὶ ἐξεφάνθη, καὶ ἐκτελεῖσθαι ἤρξατο,
καὶ ὁ ἱερὸς κανὼν ἐζήτει τὴν ἐκ μαρτυριῶν σύστασιν· ἦν ἰδεῖν ἐνταῦθα οὐ προσκαλουμένους
τοὺς μαρτυρήσοντας ἀρετὴν παντοίαν αὐτῷ, οὐδὲ πρὸς ἀξίωσιν λαλοῦντας, ἢ ἄλλο τι
ἐφολκόν, ὁποῖα πολλὰ ἐν τοῖς τοιούτοις τεχνάζονται οἱ μὴ κατ᾿ ἀρετὴν αὐτόθεν προλάμποντες,
ἀλλὰ νόθον φῶς ἐπικτώμενοι. οὐ τοίνυν κλητοὶ καὶ ὡρισμένοι παρήγοντό τινες μάρτυρες·
ἀλλὰ ἅμα περιῆλθε φήμη τοὺς ἐγχωρίους, ὡς ὁ τοῦ Θεοφίλου βίος πολυπραγμονεῖται,
εἰ ἐκλάμπει, καὶ προφανῆναι ζητεῖται εἰς ἱερωσύνην προκαλουμένου· καὶ ὡς εἰς γλῶσσαν
μίαν συντακέντες ἅπαντες καὶ ἐνθεάζοντες ἐμεγάλυνον τὸν ἄνδρα, οὐκ ἀγνοούμενον οὐδὲ
τοῖς ἐρωτῶσι τὰ κατ᾿ αὐτόν. κανόνος γὰρ εὐθυτάτου ἐκεῖνοι ἐπλήρουν παράγγελμα· οὐ
μὴν ἄλλως ἠκριβοῦντο πρὸς ἄγνοιαν. ἐτελέσθη γοῦν καὶ τὸ ἱερώτατον οὕτως ἐπ᾿ αὐτῷ
χρίσμα, καὶ εἰς ἱερέα καταστάς, οἷα καὶ φωτὸς ἄγγελος καὶ φλόγεος λειτουργὸς οὐκέτι
μιμητὸς ἦν, οὐδὲ οἷος ἔχειν ἀνθάμιλλον· ἀλλὰ διπλασιάσας τήν, ὡς ἄν τις εἴπῃ, διὰ
πασῶν ἀρετὴν μολπῶν, καὶ τὸ ὑπέρτονον ἁρμοσάμενος, ἀγγελικὴν ἐμμέλειαν ἀνεβάλλετο,
ταῖς ἱεραῖς παραμένων εἰς πλέον συνάξεσι, θείοις ψαλμοῖς καὶ ὕμνοις προστετηκώς,
ἀναγινώσκων τὰ μὲν ἐπ᾿ ὠφελείᾳ τῶν ἀκροωμένων, τὰ δὲ καὶ καταμόνας εἰς θησαύρισμα
ψυχῆς, νῦν μὲν ἑαυτῷ ἀποτιθέμενον ταμιευτικῶς,
[p. 156] αὔριον δὲ προβλησόμενον καὶ τοῖς ἀπολαύειν ἐθέλουσιν.
15. οἶκος δὲ αὐτῷ ἦν ὡς τὰ πολλὰ ὁ τοῦ θεοῦ οἶκος, ἐν ᾧ οἷον πεφυτευμένος κάρπιμον
ἔθαλλεν. ὀλίγα οὖν ὁ ἥλιος αὐτὸν ἑώρα ἐμφιλοχωροῦντα τοῖς πρώην συνήθεσιν, ὁπότε
τυχὸν ἐπισκέψασθαί τι ἔδει τῶν ὅσα τοῖς κατὰ κόσμον ἀναγκαιότατα· ὁποῖον δή τι καὶ
ἡ περὶ γῆν αὐτῷ ἐργασία. ἠγάπα γὰρ οὐ μόνον θητικαῖς χερσὶν ἀνασκάλλειν τὴν γῆν
εἰς παντοδαπὸν φύτευμα, ἀλλὰ καὶ χερσὶ πονεῖσθαι περὶ αὐτήν, εὐγενὲς τοῦτο ἐπικρίνας
ἔργον εἶναι καὶ ἀνθρώπῳ προσῆκον. δυεῖν γὰρ τούτων, γῆς τε καὶ θαλάσσης, ταύτης
μὲν ἡ ἐργασία ἐπείσακτος ὕστερον χρόνου, καὶ οὐδὲ πεφιλημένη τοῖς ἐθέλουσι μακρά
τε ζῆν καὶ ἀκίνδυνα· γῆ δὲ ποθουμένη, ὅσα καὶ μήτηρ, φιλεῖ τε καὶ ἀσπάζεται τοὺς
κυπτάζοντας περὶ αὐτήν, καὶ τὸν Ἀσφάλιον προϊσχομένη συντηρεῖ τοὺς γεηπονοῦντας
εἰς καίριον. καὶ ἔστιν ἡ γεωργία ἡ ὁπωσοῦν ἀγαθὸν ἀρχέγονον, πλουτοποιὸν ἔργον,
ἀκίνδυνον καλόν, τέχνη συγγενὴς ἀνθρώποις.
16. ταῦτά τε οὖν καὶ ὅσα τοιαῦτα σεμνὰ τῆς γεωργικῆς, καθεῖλκε τὸν Φιλόθεον εἰς
αὐτήν, καὶ ὅτι τοῦ κατὰ σῶμα πηλοῦ ἐξικμάζει, καὶ οὕτω στεγανὸν ἐκεῖνον ποιεῖ καὶ
καρτερικὸν εἰς ἔργα. ἐφιλοσόφησε τοίνυν, δέον εἶναι κἀνταῦθα ἐπικρῖναι τὸ κρεῖττον·
καὶ εἰδὼς ὁπόσον ἱδρῶτα εἰς δέον ἐκβλύζει τῶν σαρκῶν ὁ γεωπονῶν, καθότι καὶ ἐν ἱδρῶτι
προσώπου φαγεῖν τὸν ἄρτον ἡμῶν κατακεκρίμεθα, καὶ ταλαντεύσας πρὸς ἐκεῖνον τὰ ἐξ
αὐτοῦ καλά, καὶ καθέλκειν αὐτὰ ῥοπῆς λόγῳ διαγνούς, γίνεται τῆς τέχνης ταύτης εἰς
βίου τε πορισμὸν καὶ τῆξιν σαρκῶν· καὶ ἀρετὴν ἐν ταυτῷ καὶ βίον τεχνώμενος, καὶ
οὕτω ποριζόμενος τὰ ἐκ γῆς ἀγαθὰ διαβαίνοντα καὶ ἐς ψυχήν, τοῖς τε οἰκείοις ἐπεμέτρει
τὸ ἀρκοῦν, καὶ τοῖς δεομένοις ἐκ δικαίων πονημάτων ἐσιτομέτρει τὰ δέοντα. οὐδέποτε
γὰρ ἀνίει ἐξαντλῶν τὴν παρ᾿ αὐτῷ περιούσιον δεξαμενὴν τοῖς διψῶσιν αὐτῆς, οὐ τοσοῦτον
ἑαυτῷ καὶ τοῖς αὐτοῦ πονούμενος εἰς ὅσον τοῖς ἐν Χριστῷ ἀδελφοῖς.
17. ἦσαν δὲ ἄρα πάντα ταῦτα τῷ ἁγίῳ οὐ μόνον αἴτια τοῦ ἁπλῶς ἐν βίῳ σεμνύνεσθαι,
καὶ εὐκλείαις ἐλλάμπεσθαι, καὶ ἐν λόγοις καὶ ἐν ἔργοις εἶναι περίβλεπτον, δι᾿ ὧν
θεωρία κατορθοῦται καὶ πρᾶξις· ἀλλὰ καί τις μεγίστη προσθήκη ἐκ θεοῦ, ὁποίαν
αὐτὸς οἶδεν ἐπιμετρεῖν τοῖς ἄκρως ποθοῦσιν αὐτόν, ἐξαριθμούμενος τὸν πόθον καὶ
ἀντάλλαγμα διδοὺς τὸ μεγαλεῖον τῆς δόσεως. δίχα γὰρ τοῦ ἄλλως βοηθεῖν τοῖς
χρῄζουσι διά τε εὐχῶν καὶ ἀλοιφῆς (ἐλαίου ἀγαλλιάσεως, κατὰ τὸν ψαλμῳδόν), καὶ
χειρῶν ἐπιθέσεως, καὶ τεράστια κατειργάζετο θαύματα, ἄρτους τε καὶ λοιπὰ σῖτα ἐξ
ἀφορμῶν ὀλιγίστων εἰς πολὺν ἀριθμὸν πληθύνων, κατὰ τὸν ἀψευδῶς ἐπαγγειλάμενον
κύριον, ὡς οἱ αὐτὸν θεραπεύσαντες, ἃ ἐκεῖνος ποιεῖ καὶ αὐτοὶ ποιήσουσι, καί που
καὶ μείζονα·
[p. 157] καὶ ταμιείων οὐδὲν ἐχόντων, ἀλλὰ παντελῶς διακένων, ἐκφορῶν τοῖς ἐν ἐνδείᾳ
τὰ χρήσιμα, καὶ οὐ μόνον αὐτό, ἀλλὰ καὶ οἶνον σχεδιάζων κατὰ τὸ ἐν Κανᾷ θαῦμα τὸ
εὐαγγελικόν, καὶ οὕτως ἄρτῳ μὲν στηρίζων, οἴνῳ δὲ εὐφραίνων τὰς τῶν δεδεημένων καρδίας.
λέγεται γὰρ καὶ πιστεύεται, ὅτι καιρός τις ἦν τότε, καὶ οἶνος οὐκ ἦν τοῖς αὐτοῦ
ἐπιδεέσι. καὶ αὐτοὶ μὲν ἐλάλουν τὰ πρὸς ἱκεσίαν, ὑπὲρ οὗ ἐλείποντο· ὁ δὲ θεὸς ἐπήκουε,
καὶ τῷ αὐτοῦ θεράποντι Φιλοθέῳ ἐπιτάξας, κατεπράξατο δι᾿ αὐτοῦ τὸ καλόν. ποτάμιον
γάρ τι αὐτοῦ που παραρρέον, ἔνθα ἡ δέησις, εἰς οἶνον μετέβαλε, σταυρὸν τυπώσας καὶ
ἐπευξάμενος. εἰ δὲ πέτρα παλαιτάτη ἐκείνη ῥάβδῳ πληγεῖσα ὕδωρ ἐξέρρηξε, καί τις
γῆ μέλι καὶ γάλα θαυμασίαν ἔφηνε σύρροιαν, καὶ ποταμοὶ δέ, οἱ καὶ αὐτοὶ γραφικοί,
εἰς αἷμα μετετράπησαν· παραπηκτέον ταῖς μεταβολαῖς ἐκείναις καὶ οἶνον τοῦτον ποταμῷ
ῥεύσαντα, οὐ σταφυλῆς αὐτὸν αἷμα, εἴποι ἂν ὁ μωσαϊκῶς ληνοβατῶν, δεξιᾶς δὲ ὑψίστου
βροχὴν ἑκούσιον, ἀφωρισμένην τοῖς δεομένοις αὐτοῖς. καὶ δὴ θεωρητέον ἐνταῦθα, ὅτι
θεοῦ δεδωκότος, τοῦ τῶν θαυμασίων, τοῦ τῶν τεράτων, τοῦ τῶν δυνάμεων, τοῦ τῆς ἀληθείας,
ἰδοὺ θαῦμα τοῦτο μεῖζόν τι τοῦ ἐν Κανᾷ, καθάπερ αὐτὸς ἐπηγγείλατο. οὐ πίθοι γάρ,
οὐδὲ πιθάκναι, οὐδὲ ἀμφορεῖς, οὐδὲ λάγυνοι, οὐδὲ βίκοι, ποτάμιον δὲ ὅλον οἴνῳ βλύζον
διὰ τοῦ Φιλοθέου, προρρέει τοῖς ἠξιωμένοις τοιούτου τέρατος. καὶ τοῦτο μὲν οὕτω
πρὸς χρηστότητα συμποσιακήν.
18. ἐπεὶ δὲ πολλὴ καὶ ἐν ταῖς θαυματουργίαις διαφορὰ ταῖς ἐκ τῶν τοῦ θεοῦ ἁγίων
(αἱ μὲν γὰρ αὐτῶν ὑγιάζουσιν, αἱ δὲ τρέφουσι, τινὲς δὲ καὶ τὸ ἄλλως ἐνδέον ἀναπληροῦσιν,
ὅτε τινὲς δέονται, τὰ μὲν ἀπάγουσαι, τὰ δὲ παράγουσαι, ἔστι δ᾿ ὅτε ἀποτελούμεναι
καὶ πρὸς φόβον καὶ ἔκπληξιν, ὁποία καὶ ἡ τῆς κατηραμένης συκῆς, δι᾿ ἧς τὸ Ἰουδαϊκὸν
φῦλον, καὶ ὅσον δὲ ἄλλο τοιοῦτον, τὴν τοῦ θεοῦ ἐξεπλάγη δύναμιν, ὡς μὴ μόνον ζωογονοῦντος,
ἀλλὰ καὶ θανατοῦν δυναμένου, μηδὲ μόνον τὸ κατὰ ὑγίειαν ὑγρὸν χορηγοῦντος, ἀλλὰ
καὶ ἀποξηραίνοντος), ἐνήργησε καιροῦ λαλοῦντος καὶ ὁ Φιλόθεος θαῦμα, σκοποῦ τινος
τοιούτου ἐχόμενον· λίθον γὰρ οὔτε χερσὶ ληπτόν, οὔτε ὤμοις φορητόν, οὔτε οἷον κυλίεσθαι,
ἀλλὰ γῆς ἄχθος εἶναι, καί τι καὶ βλάπτειν, ὁποῖα πολλὰ γίνεται, λόγον ἐπιπέμψας,
ὅσα καὶ μοχλὸν εὐμήχανον, οὐ μόνον διώχλισεν ὑποσαλεύσας, ἀλλὰ καὶ μετέθηκε. καὶ
ἦν ἀναλάξευμά τι καὶ τοῦτο θαῦμα ἐκείνου, ὃ δίδωσιν ὁ θεὸς τοῖς αὐτοῦ μαθηταῖς,
ἐπαγγειλάμενος, καὶ ὄρη μετακινεῖν αὐτοὺς ἐπιτάσσοντας, καὶ μεταβιβάζειν ἐκ τῆσδε
βάσεως εἰς ἄλλην ἑλκόμενα πίστεως πείσμασι. τίς οὐκ ἂν ἐνταῦθα ἐξεπλάγη τὸν μέγαν
Φιλόθεον, οὕτω καὶ τοῖς ἀψύχοις ἐπιτάττειν δυνάμενον, καὶ τὴν ἐπιταγὴν βλέπων εἰς
ἔργον προβαίνουσαν ἐγκοπὴ παντὸς κακοῦ τὸ τοιοῦτον θαῦμα. οὐκ ἂν ὡρογλύφησεν, οὐκ
ἂν οἰκίαν πρὸς οἰκίαν ἥνωσεν, οὐδε ἀγρὸν πρὸς ἀγρόν εἰ οὕτω δύναται ὁ Φιλόθεος διασπᾷν
καὶ μεταβιβάζειν ἄχθη βαρύτατα, ἐν χρῷ γῆς κείμενα, καί, ἀκριβῶς εἰπεῖν, ἀμετάθετα.
τὸ δὲ ὅλον φάναι ἄλλως οὐδεὶς τοιοῦτον
[p. 160] ἰδὼν ἐνδύναμον ἀπειλητῆρα, ἐθρασύνατο ἂν ἁμαρτίαις ἐπιβαλεῖν, αἵτινες εἰς
ἀκοὴν τῷ ἐκδικητῇ Φιλοθέῳ ἐλεύσονται.
19. ὅσα δὲ καὶ ἄλλα ἔτι ζῶν ἀπετέλεσε, θαῦμα προκαλούμενα, ἔστιν ἐκ τῶν ἐκεῖσε κατὰ
χώραν πορίζεσθαι τοὺς ἐναρέτως φιλακροάμονας, καὶ τὰ ἐς ψυχικὴν ἐμπορευομένους ὠφέλειαν,
τὰ μὲν ἐξ ἱστορίας ἀναλεγομένων, τὰ δὲ καὶ εἰσέτι πειρωμένων τῆς τούτων θαυμασιότητος.
ἡμῖν γὰρ οὐ καιρὸς ἐνδιατρίβειν αὐτοῖς ἐπὶ πλέον, προθεμένοις ἐκ βραχυτάτων τινῶν
ἐμφῆναι τὸ μεγαλεῖον τοῦ κατὰ τὸν Φιλόθεον πολιτεύματος. διόπερ ἑνός τινος ἢ καὶ
δευτέρου τῶν τούτου ποιησάμενοι μνείαν, καὶ αὐτῶν οὐχ οἵων ἐξ ἐπὶ ζωῆς τοῦ μεγάλου,
ἀλλὰ μετὰ ἀποβίωσιν, δι᾿ ἧς ἀμέσως τῷ παμβασιλεῖ παρέστη θεῷ, ψυχὴ ἀκραιφνής, νοῦς
αὐτόχρημα, καταλύσομεν τὸν λόγον συμμετρίας ἐστοχασμένοι ὁποίαν προεθέμεθα.
20. ἤδη μὲν ὁ κατὰ δαιμονίων πτηνῶν μέγας ἀετὸς ὁ Φιλόθεος ἐπτερύξατο πρὸς τὸν ὕψιστον,
εἰς πολλὰς κεφαλὰς τοιούτων ἀνόμων βαλὼν θάνατον. καὶ εἶχεν αὐτοῦ τὸ μὲν θειότατον
ὁ τοῦ θεοῦ θρόνος, τὸ δὲ μὴ τοιοῦτον, ἀλλ᾿ ἐκ τῶν κάτω καὶ γῆς αὐτῆς ἡ γῆ, ἐξ ἧς
εἴληπτο, χαίρουσα τῇ καταθέσει αὐτοῦ, καὶ οὐκ ἐπιχειροῦσα εἰς φθοράν, εἴτ᾿ οὖν διαφθοράν,
ἀλλὰ συντηροῦσα, καὶ θέλουσα μὲν ὅλον ἐκεῖνον δέξασθαι καὶ ἀμφέπειν ἀείζωον, ὅτι
δὲ μὴ εἶχε περισχεῖν τὸ ἀκατακράτητον, ἀρκουμένη τῷ καθεκτῷ σώματι οὐκ ἀχρειοῦντι
τὴν μητέρα δυσώδεσιν ἀποφοραῖς καὶ σηπεδόνος δριμύτησιν, ἀλλ᾿ εὐωδιάζοντι καὶ μυροῦντι,
ὡς εἰ καὶ ἀρωμάτων καὶ θυμιαμάτων ἦν θήκη· ἵνα, οὗ ζῶντος αἱ εὐχαὶ εἰς θεὸν κατευθύνοντο
ὡς θυμίαμα, ἐκείνου καὶ τὸ σῶμα καθὰ καὶ θυτήριον, ταὐτὸν δ᾿ εἰπεῖν, θυμιατήριον
ὀδμῆς πεπλησμένον εἴη, ὁποίᾳ χαίρειν οἶδε θεός. ἦν τοῦτο εἰς ὅλον ἐνιαυτόν· καὶ
ἐθαυμάζετο καὶ μετάμελος ἦν τοῖς τότε τὸν ἅγιον κρύψασιν ὑπὸ γῆν, ὅτι μὴ τῷ θησαυρῷ
ἀνάλογον πεφιλοτίμηται θησαυροφυλάκιον, ὅτι μὴ κατὰ τὸ μύρον τιμία ἡ μυροθήκη, ὅτι
μὴ καὶ τὸ ἀλάβαστρον ἄξιον τοῦ πολυτιμήτου ἐλαίου. καὶ τοίνυν μελέτην ἔθεντο μεταθέσθαι
τὸν ἅγιον, ὅποι μᾶλλον ἐχρῆν, καὶ μνημεῖον αὐτῷ πρὸς ἀξίαν τεχνήσασθαι. καὶ ὡς ἐγίνετο
τοῦτο, καὶ ὁ πλοῦτος ἐκεῖνος μετεκομίζετο εἰς ἕτερον τιμιώτερον γαζοφυλάκιον, ἤρεσε
τῷ τῶν Χριστιανῶν παμβασιλεῖ, τῷ τοῦ Φιλοθέου θεῷ, αὐτόν τε ἀποσεμνύναι θαυμασιώτερον,
καὶ τύπον ἀναστάσεως καὶ αὐτῷ ἐνσημήνασθαι. καί, ὢ θαύματος ἀρρήτου, καὶ οἵου ὑπερανίστασθαι
συγκρίσεως. οἱ μὲν τῆς μεταθέσεως ἱεροὶ κηδεμόνες ἠρέμα τὰς χεῖρας ὑπέβαλλον, καὶ
πεφεισμένως τοῦ ἱεροῦ ἐδράττοντο σώματος, καὶ ἐμφρόνως αὐτὸ ὑπολαμβάνοντες, ἐπιμελῶς
ἀνεῖχον, εὐλαβούμενοι, μήποτέ τι συντριβὲν διαιρεθῇ τῆς ἱερᾶς ἐκείνου διαρτίας.
ὁ δὲ δεικνύς, ὡς οὐ διαλέλυται, ἀλλ᾿ ἐν θεῷ ζῇ, ζῶντα δὲ οὐκ ἔστι παθεῖν συντριβήν,
ἄμφω τὼ χεῖρε διαπετάσας, ὡς εἴπερ ἔζη, ἔπειτα καμπύλας αὐτὰς σχηματίσας, ὥστε περιλαβεῖν,
καὶ τῶν ὤμων καταπετάσας αὐτὰς ἱερέων ἐκείνων δύο
[p. 161] μετατιθέντων, καὶ στερεῶς δραξάμενος, καὶ οὕτως σπερεισάμενος [λεγε· ἐπερεισάμενος?],
ἀνέστη τε εἰς ὄρθιον, καὶ βήματα τρία διαβάς, καὶ τρισὶ ταύταις βάσεσι μετρήσας
τὴν κίνησιν, εἶτα κατέπεσε, τεθεὶς ὅποι πεσεῖν κεκύρωτο. καὶ οἵαν μὲν ἔπαθον ἔκπληξιν
οἱ τηνικαῦτα παρόντες, καὶ μάλιστα ἡ μακαριστὴ δυὰς ἱερατικὴ ἐκείνη (μακάριος γὰρ
πάντως καὶ ὁ τοιοῦτον ἐπάρας βάσταγμα, καθὰ καί τι φορτίον εὐαγγελικόν), οἴδασιν
οἱ τότε περιτετυχηκότες τῷ θαύματι. ἐμὲ δὲ ἐκπλήττει, πῶς ποτε οὐ παρελύθησαν φόβῳ
οἱ βαστάσαντες, πῶς δὲ οὐκ ἐξέστησαν ἄλλως ἐπὶ οὕτω καινοτάτου πείρᾳ πράγματος.
ἔγωγ᾿ οὖν, εἰ παρῆν, οὐκ ἂν κατέσχον ἐμαυτὸν τοῦ ἐνεὸς μεῖναι, εἰ μή τι ἄρα καὶ
διεφώνησα. καὶ ἴσως μὲν ἐκεῖνοι ἔπαθον ἄν τι τοιοῦτον. τί γὰρ ἀπεικός, οὕτω συμβῆναι,
εἰ μὴ ὁ φερόμενος ἅγιος ἀνεζώου ἐκείνους, καὶ κατὰ φύσιν ἔχειν ἐδίδου ἐγὼ δὲ θαυμάζω,
καὶ ὅτι μετατεθεὶς ἐπλημμύρει τοῖς μύροις εἰς πλέον, ἤπερ πρότερον, δεικνὺς ἐντεῦθεν
τοῖς φιλοθέοις, οἷον ἡ πρὸς τοὺς ἁγίους τοῦ θεοῦ τιμή, καὶ ὅπως δι᾿ αὐτῆς ἐπαύξεται
ἡμῖν τὰ ἐκ θεοῦ ἀγαθά. τιμωμένου γὰρ ἁγίου καὶ χαίροντος, ὡς τετίμηται, πλεονάζει
καὶ τὸ ἐν ἐκείνοις θαῦμα, καὶ παραμένει διηνεκὲς εἰς ἰατρείαν ψυχῆς τε τῆς ποθούσης,
καὶ σώματος τοῦ δεομένου. οἴδαμεν γὰρ τὰς ἐπὶ τοῖς ἁγίοις ἐκ τοῦ θεοῦ χάριτας εἰς
ἡμᾶς διαβαίνειν. οὐκ ἀγνοοῦμεν, ἀλλ᾿ ἠκριβώμεθα, ὡς ἐκείνων καταντλουμένων τοῖς
ἐκ θεοῦ καλοῖς, ἀπορρέει αὐτὰ καὶ εἰς ἡμᾶς, ἐπειδὴ καὶ ἄλλως οὐδέν τι τῶν τοιούτων
οἱ τοῦ θεοῦ θεράποντες δέονται, ὅτι μὴ δι᾿ ἡμᾶς αὐτούς. θαυματουργεῖν γὰρ συγκεχωρημένοι
τιμῶνται· τιμώμενοι δὲ ἀμείβονται ἡμᾶς τῶν χαρίτων. ἀμειβόμενοι δὲ σωτηρίαν ἡμῖν
ἐκ θεοῦ πρεσβεύουσι, καὶ ἡ πρεσβεία εἰσακούεται, καὶ τὰ ποθούμενα καταπράττεται
ἀγαθά· ὧν εἴημεν μετέχοντες ἐνταῦθά τε καὶ εἰς τὴν ἐκεῖσε ζωήν, ἱκεσίαις μὲν τοῦ
ὑμνηθέντος μεγάλου Φιλοθέου, θεοῦ δὲ ἐπινεύσει, ᾧ ὕμνος καὶ δόξα εἰς τοὺς αἰῶνας
τῶν αἰώνων· ἀμήν.