Saint: GERMANOS I, PATRIARCH OF CONSTANTINOPLE
Edition: L.Lamza, Patriarch Germanos I. von Konstantinopel (715730) (Würzburg, 1975).

[p. 200]

Βίος καὶ πολιτεία καὶ μερικὴ θαυμάτων διήγησις τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γερμανοῦ, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ ὁμολογητοῦ

1. τὰ τῶν ἐπ᾿ ἀρετῇ διαβοήτων ἀνδρῶν ἀξιέπαινα καὶ εὐκλείας ἀνάμεστα κατορθώματα μεγάλων ἐπιδέονται καὶ τῶν ἐπαινετῶν, οὐ φυσικῷ τινι φημὶ σώματος ὄγκῳ οὐδ᾿ ἀμέτροις μελῶν ἐπιδόσεσι τῶν ἄλλων ἀνδρῶν καθυπερτερούντων, εὐσεβείᾳ δὲ πάσῃ καὶ τῷ κατὰ θεὸν βίῳ διαπρέπων. οὐκοῦν ἡμεῖς ὡς εὐμοιρηκότες τούτων τινὸς ἢ ποσῶς μετεσχηκότες κατατολμῶμεν τῶν ἀνεφίκτων, ὃ δὴ λέγεται ἀλλ᾿ οὐδ᾿ ἐπιστήμῃ λογογραφίας ἢ πολυμαθείας εἰδήσει φενακίζοντες ἑαυτοὺς εἰς τοσοῦτο θράσους ἐπιδεδώκαμεν· ἥκιστα γὰρ μετειληχέναι τούτων πιστεύομεν· ἀλλ᾿ ὑπακοὴν ἐκτελοῦντες ἀδελφοῦ φιλτάτου ἢ μᾶλλον εἰπεῖν ἠγαπημένου πατρὸς ἐπιτιθεμένου ἡμῖν ἑκάστοτε καὶ οὐκ ἀνήσειν φάσκοντος ἕως ἂν τῇ τοῦ ἀνεπιλήπτου βίου τοῦ παμμάκαρος Γερμανοῦ διηγήσει ἑαυτοὺς ἐπαφέντες, ὡς οἷόν τέ ἐστι τὰ τῷ δικαίῳ κατορθωθέντα πατρὶ διὰ τῆς τοῦ ἁγίου πνεύματος συνεργίας διεκβατικώτερον ἐπεξέλθωμεν, εἰς δόξαν τοῦ τῶν θαυμασίων θεοῦ καὶ ζῆλον καὶ μίμησιν τῶν ἀκροατῶν. ἀρωγὸν τοίνυν ἐπικαλεσάμενοι τὴν τοῦ ἁγίου συμπάθειαν καὶ τὴν εὐχὴν τῶν ἐντυγχανόντων, ὡδί πως ἐναρξόμεθα τῆς ὑποθέσεως, ἐκεῖνο πρῶτον ἀξιοῦντες ὡς, εἰ καὶ κατόπιν ὁ λόγος εὑρεθήσεται τῶν τοῦ ἀνδρὸς ὑπερκειμένων νοῦν ἀνθρώπινον ἐγκωμίων ἔργῳ τὴν ἧτταν ἔχειν ἐλεγχόμενος, συγγνώμην ἀπονεῖμαι τῷ καὶ πρὸ πείρας τὴν ἐν λόγοις ἀσθένειαν ἀνομολογήσαντι.

2. οὗτος τοίνυν ὁ ὅσιος καὶ ἀοίδιμος καὶ μακάριος πατὴρ ἡμῶν Γερμανὸς ὁ μέγας ὁμολογητὴς καὶ μάρτυς, ὁ τὴν τιμίαν καὶ ἁγίαν
[p. 202] αὐτοῦ ψυχὴν τὴν καὶ ἀγγέλοις πεποθημένην ὑπὲρ τῆς σεβασμίας καὶ ἁγίας εἰκόνος Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν προσκυνήσεως τεθεικώς, ὁ βίῳ μὲν ἀνεπίληπτος, λόγῳ δὲ πίστεως ὀρθοδοξότατος καὶ πάντων τῶν κατὰ τὴν αὐτοῦ γενεὰν ἁγίων ἁγιώτατος, ὁ κατ᾿ ἄμφω ἐπίσημος καὶ τῇ μὲν γνώσει λογιώτατος, τιμιώτατος δὲ τῇ ἀρετῇ, ὁ πάσαις πράξεσι καὶ ἀρεταῖς λελαμπρυσμένος, υἱὸς ὑπῆρχεν Ἰουστινιανοῦ τοῦ τὸ ἀξίωμα πατρικίου, ἀνδρὸς τ᾿ ἄλλα μὲν περιφανοῦς καὶ λίαν περιδόξου καὶ δημοσίας ἀρχὰς ὅτι πλείστας ἐπί τε τοῦ βασιλέως Ἡρακλείου καὶ τῶν αὐτοῦ τέκνων διῳκηκότος, οὐχ ἧττον δὲ καὶ τῇ περὶ θεὸν εὐσεβείᾳ πάνυ σπουδαιοτάτου, ὡς ἔνεστι καὶ ἐκ τοῦ καρποῦ τὸ δένδρον καταμαθεῖν· ὅντινα περίδοξον Ἰουστινιανὸν Κωνσταντῖνος ὁ Πωγωνάτος ἐπίκλησιν, ἅμα τῷ μετὰ νίκης ἐκ Σικελίας ἐπαναζεῦξαι, τὸν τοῦ πατρὸς ἀνελόντα φονέα σὺν τοῖς ἐκεῖσε στασιασταῖς, ὑπὸ τῆς συγκλήτου τε καὶ πάσης τῆς πόλεως ἐντίμως ὑποδεχθῆναι διαβληθέντα παρὰ μισοχρίστων τινῶν ὡς βασιλιῶντα διὰ τὸ ἐξ ἀπείρου καλοκἀγαθίας ἀγαπᾶσθαι ὑπὸ τοῦ στρατοπέδου παντὸς καὶ τῆς συγκλήτου καὶ τοῦ πλήθους τῆς πόλεως, ἀπέκτεινε· τὴν μὲν οὐσίαν αὐτοῦ παρευθὺ τῷ βασιλικῷ προσκυρώσας ταμείῳ, Γερμανὸν δὲ τὸν φίλτατον τούτου υἱόν, εἴκοσι χρόνων οὐ πλέον ὄντα, τὰ γεννητικὰ ὄργανα ἐκτμηθῆναι προστάξας, κληρικὸν πεποίηκε τῆς ἁγίας τοῦ θεοῦ μεγάλης καὶ καθολικῆς ἐκκλησίας· καὶ ὁ μὲν ἀνηλεῶς ἐπῆγε τῷ δικαίῳ ταῦτα, ὁ δὲ τοῦ τῷ θεῷ διηνεκῆ προσφέρειν εὐχαριστίαν πρόξενον αὐτὸ λογισάμενος ἐθελοντὴς ὡς δῶρον ἀφιερώθη ταύτῃ τιμαλφέστατον.

3. ὅτου δὲ χάριν Κώνστας ὁ ἀνοσιώτατος Κωνσταντίνου πατὴρ ἐπὶ ἔτεσιν εἴκοσι καὶ ἑπτὰ βεβασιλευκώς, ἐν Σικελίᾳ πέφευγε μισηθεὶς ὑπὸ τοῦ λαοῦ διὰ τὸ τὸν ἴδιον ἀδελφὸν ἀνελεῖν Θεοδόσιον καὶ διὰ
[p. 204] Μαρτῖνον καὶ Μάξιμον τοὺς ὁμολογητάς, οὓς καὶ διαφόρως τιμωρησάμενος πεφόνευκε σὺν ἑτέροις πλείστοις ἀνδράσιν ὁσιωτάτοις, καὶ τίνος ἕνεκα καιρίαν ἐκεῖσε λαβὼν ἐν τῷ λοετρῷ κατὰ κεφαλῆς ἐν κακοῖς καταστρέφει τὸν βίον, ὡς οὐ κατά τι συνοίσοντα τῷ τοῦ ἐπαινομένου βίου [λεγε· βίῳ] παροπτέα ἐλογισάμεθα· διὸ ἐπανιτέον πρὸς τὴν περὶ τοῦ πανθαυμάστου πατρὸς ὑφήγησιν.

4. ὁ τοίνυν πανάγαστος τὴν τῆς τύχης ἐπήρειαν ὠφελείας ψυχικῆς ἀφορμὴν λογισάμενος, εἰδὼς δὲ καὶ σοφίας ὄργανον εἶναι τρόπον θεοειδῆ· καθαρτικὸς γὰρ ἐννοιῶν ὁ τοιοῦτος καὶ πρὸς ὑψηλοτέραν σοφίαν τὸν οὕτως ἔχοντα μεταβιβάζει, μετέωρος ὅλως ἔρωτι ζήλου θείου γίνεται, πᾶσαν τῷ ὄντι μέριμναν εἰς ἀρετῶν ἐπίδοσιν καὶ μαθημάτων συλλογὴν προσαπασχολήσας· ἐξ ὧν καὶ βίον ἐρρύθμισε πρὸς τὰ κρείττονα καὶ λόγον ἐπλούτησε πρὸς δογμάτων ἀκρότητα καὶ πλεῖστον ἐν βραχεῖ συνήθροισε γνώσεως, ἐν οἷς ἀδιαλείπτως ἐμφιλοχωρῶν ἑκάστοτε πάσας ἐν ψυχῇ τὰς ἀρετὰς ἐθησαύρισεν, εἷς καὶ αὐτὸς τῶν οἰκειοτάτων τῷ θεῷ πεφηνώς· ὑφ᾿ οὗ συγκροτούμενος εἰσαεὶ καὶ δυναμούμενος ἢ μᾶλλον εἰπεῖν κατευθυνόμενος, ἅπαντα μὲν ἐκκλησιαστικὸν εὐσεβῶς μετῆλθε βαθμόν, ὑπερκειμένως δὲ τούτοις ἐνδιαπρέπων καὶ πάντων ἀνώτερος ἐν ἑκάστῳ δεικνύμενος ἐπέραστος ἅπασι καὶ ποθεινὸς κατεφαίνετο.

5. χρόνος εἱστήκει πρὸς τοῖς ἑπτὰ καὶ τριακοστὸς ἐν τῷ μέσῳ τῆς ἐκ μητρικῶν ὠδίνων ἁπάσης ζωῆς Γερμανοῦ, καὶ Ἰουστινιανοῦ μὲν τοῦ Ῥινοτμήτου, υἱοῦ Κωνσταντίνου τοῦ Πωγωνάτου, ἤδη μετὰ τὴν ἐξορίαν ὑποστρέψαντος καὶ τὴν ἰδίαν ἀπολαβόντος βασιλείαν, Κύρου δὲ τοῦ ἐγκλείστου μετασταλέντος ἐξ Ἀμάστριδος, ὅθεν ἀλλήλοις ἄμφω κεχρηματίκασι, κατὰ ταὐτὸν ἐκκλησίαν [λεγε· ἐκκλεσίας] κατάσχεσιν καὶ βασιλείας ἀνάκλησιν, καὶ τῷ θρόνῳ τῆς βασιλίδος ἐγκαθιδρυθέντος, οἱ τῆς Κυζικηνῶν ἐκκλησίας ἐλλόγιμοι ποιμένα ἑαυτοῖς αἰτήσοντες ἀνῄεσαν εἰς τὸ Βυζάντιον.
[p. 206] ἄλλων οὖν περὶ ἄλλου λεγόντων, εἰς μέσον ἀπροόπτως ἤχθη καὶ τὸ τοῦδε τοῦ σεβασμίου πατρὸς ὄνομα· καὶ παρευθὺ θείᾳ πάντως οἰκονομίᾳ πάντες ὁμονοήσαντες εἰς ποιμένα τῆς προλεχθείσης ἐκκλησίας αὐτὸν προχειρισάμενοι ἐξαποστέλλουσιν· ὃς ἅμα τῷ κατειληφέναι τὴν κεκληρωμένην αὐτῷ μητρόπολιν ἅπαντα πᾶσι κατὰ τὸν εἴποντα γίνεται· ῥαθύμοις ἐγρήγορσις καταπεσοῦσιν ἐπανόρθωσις, ἱσταμένοις βεβαίωσις, κατερραγμένοις ἀνύψωσις, συντετριμμένοις ἀνάπλασις, καταπονουμένοις ἄνεσις, ἀσθενοῦσιν ἐπίσκεψις, νοσοῦσιν ἴασις, ὀδυνωμένοις παράκλησις, ἀτάκτοις ἐπιτίμησις, καχεκτοῦσι συγκρότησις, λυπουμένοις ἀνάφυσις [λεγε· ανάψυξις?], εὐφραινομένοις ἀγαλλίασις, χήραις ἐπικουρία, ὀρφανοῖς παρηγορία, ἀρρωστοῦσι θεραπεία, στηριγμὸς παρειμένοις, πεινῶσι τροφὴ, διφῶσι πόσις, σκέπη γυμνητεύουσι, χειμαζομένοις ὁρμητήριον, κινδυνεύουσι καταφύγιον, πολεμουμένοις ἀμυντήριον, πεπεδημένοις λυτήριον, θλιβομένοις παραμύθιον, ἔλεγχος παρανομίας, ἔκδικος θεοσεβείας, ὀρθοδόξων ὑπερασπιστής, ὁσίων ζηλωτής, ἀγαμίας πτερωτής, συζυγίας συναρμοστής, παθῶν ὀλοθρευτής, ἁμαρτωλῶν ἐγγυητής, ἑνὶ λόγῳ τοῖς ἀντιθέοις τέμνων εὑρίσκεται πέλεκυς, τοῖς ὀρθοδόξοις ἀπόρθητον ὀχύρωμα καὶ δυσάλωτον φρούριον, καὶ τοῖς μὲν ἀδάμας, τοῖς δὲ μαγνήτης ἀναφαίνεται. τί ἂν ἢ πῶς εἰπὼν ἐφικέσθαι ποσῶς δυνηθῶ κἂν τὸ πολλοστὸν ἀναμετρήσασθαι τῶν τῆς ἀλήπτου ψυχῆς ἐγκωμίων ἀλλ᾿ ἐν τούτοις αὐτοῦ διατρίβοντος, ἐφ᾿ ὕδωρ τε ἀναπαύσεως καὶ τόπον χλόης τὸ ποίμνιον καταρτίζοντος, καὶ τῇ σύριγγι τῶν ὀρθοδόξων δογμάτων εἰς σωτηρίους ἐπαύλεις συνέχοντος, ἐκκήρυκτος ἁπανταχοῦ γῆς καὶ θαλάσσης ἀπὸ περάτων ἄχρι περάτων ἡ φήμη γίνεται τῶν αὐτοῦ κατορθωμάτων· ὧν αὐτήκοος γεγονὼς καὶ Ἀρτέμιος ὁ μετονομασθεὶς Ἀναστάσιος, ὁ ἐκ πρωτασηκρητικῆς ψήφῳ θεοῦ καὶ παντὸς
[p. 208] τοῦ λαοῦ τὸ τῆς Ῥωμαίων βασιλείας κράτος περιζωσάμενος, ὠδίνων ἔκπαλαι τοιούτῳ προστάτῃ τὸν Κωνσταντινουπόλεως ἐγχειρίσαι θρόνον, αὐτίκα διὰ σπουδῆς ἁπάσης ἐτίθετο τὴν ἐκ Κυζίκου τοῦ ποιμένος μετάθεσιν· ὀρθοδοξότατος γὰρ ὢν ὁ ἀνὴρ τὴν τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἐπιμέλειαν ἁπάντων ἥγητο τῶν λοιπῶν τὸ κάλλιστον εἶναι καὶ κυριώτατον.

6. εὐθὺς οὖν ὅ τε βασιλεὺς καὶ πᾶσα ἡ σύγκλητος καὶ τὸ τῆς ἐκκλησίας ἔκκριτον σύστημα καὶ πάντες οἱ ἐν τέλει καὶ πᾶς ὁ τῆς πόλεως ὄχλος ἀπό τε νεωτέρων ἄχρι πρεσβυτέρων κατὰ συστήματα διαμερισθέντες, ἐζήτουν ἑαυτοῖς εἰς πατριάρχην Γερμανὸν ἐν μιᾷ φωνῇ· καὶ οἱ μὲν εἰς Ῥώμην σὺν βασιλικοῖς ἀπέπλεον γράμμασι πρὸς τὸν κατὰ καιροὺς τότε πάπαν Λεόντιον συναίνεσιν αἰτησόμενοι πρὸς τὸ μετάθεσιν ἐκ Κυζίκου ποιήσασθαι, ἀνυψῶσαί τε καὶ τιμῆσαι τῷ τῆς βασιλίδος ὑψηλῷ θρόνῳ Γερμανόν· οἱ δὲ τὴν τῶν Κυζικηνῶν ἀμοιβαδὸν κατελάμβανον μητρόπολιν προσπίπτοντες, δυσωποῦντες, παραβιαζόμενοι, καταναγκάζοντες· καὶ τί μὲν οὐ λέγοντες, τί δὲ οὐ πράττοντες τῶν ὅσα κλᾶν οἶδεν ἀνθρώπου ψυχήν, ἕως ἀνῆξαν, καὶ μὴ βουλόμενον, ἀποστείλαντος τοῦ βασιλέως εἰς περισσοτέραν τοῦ δικαίου τιμὴν τοὺς τῆς συγκλήτου προὔχοντας μετὰ τριήροις καὶ ἑορτὴν εὐφρόσυνον τὴν τούτου παρουσίαν ἐπιτελέσαντος· ἐφ᾿ ᾧ τῇ τούτου εἰσόδῳ καὶ Ῥωμαίων οἰκονομίᾳ κρείττονι παρευθὺ κατὰ ταὐτὸν συνδραμόντων ἱεραρχῶν ἅμα Μιχαὴλ τῷ ὁσιωτάτῳ πρεσβυτέρῳ καὶ ἀποκρισιαρίῳ τοῦ ἀποστολικοῦ θρόνου καὶ πάσης τῆς ἱερᾶς συμψηφιζομένης ἐκκλησίας, ἐπ᾿ οἰκοδομῇ πλειόνων συντιθέασι ψυχῶν κιτατώριον μεταθέσεως, ὡς ἔθος ἐστίν, ἐκφωνήσαντες.

7. οὕτω Γερμανὸς ὁ ἐν ἀρχιερεῦσι τρισμακάριστος καὶ ἐν ὁσίοις ἀοίδιμος καὶ ἐν βίῳ περίβλεπτος εὐθυμώτατα παρὰ τῆς ἐκκλησίας ἁπάσης ὑπτίαις ὑπεδέχθη χερσὶ καὶ μετὰ τοιούτων ἐπεισοδίων, ὥσπέρ τις
[p. 210] παναγλάϊστος ἐπὶ τὴν ἐνεγκαμένην λυχνίαν, προσετέθη τοῦ λάμπειν ὡς ἐν οἰκίᾳ πάσῃ τῇ οἰκουμένῃ· ἡ γὰρ τοῦ ἀνδρὸς ἐνάρετος πολιτεία καὶ ὁ ἀκηλίδωτος βίος, οὐ μὴν ἀλλὰ καὶ αἱ ἐξ ἐπιπνοίας θείου πνεύματος προαγορεύσεις εἰς τὸν ἐκείνου πόθον ἄπλετον ἐφεῖλκον ἅπαντας. ὅτι δὲ τοιούτου χαρίσματος ἔμπλεως ἦν, ἐκ πολλῶν μὲν καὶ ἄλλων, ἐξαιρέτως δὲ πρό γε πάντων ἐκ τῆς κατὰ τὸν ὁσιομάρτυρα Στέφανον ὑποθέσεως εἰς τοὐμφανὲς ἅπασι δηλωθήσεται, τοιάνδε τὴν διήγησιν ἐχούσης.

8. ἐγένετο τῆς θείας ἐπιτελουμένης λειτουργίας ἐν τῷ τὸν θεσπέσιον ποιμένα καὶ νέον ἀρχιεράρχην ἐν πρώτοις κατὰ τὴν ἐκκλησιαστικὴν ἀκολουθίαν καὶ τάξιν ποιεῖσθαι τὴν εἴσοδον ἅπασιν ὁραθῆναι τοῖς ἀξίοις ὡσεὶ φλόγα πυρός, μεθ᾿ ὧν καὶ τῇ χαριτωνύμῳ μητρὶ τοῦ ἐξ ἐπαγγελίας καρποῦ· ἣ ἅμα τῷ προσβλέψαι ταύτης ἀξιωθέντα τῆς ἐκπλήκτου παραδοξοποιίας τὸν ἱερώνυμον, οὐχ ἡσυχῆ τοῦτο παρόψεσθαι κατὰ τοὺς πολλοὺς ἐκεκρίκει, μεγάλῃ δὲ καὶ δυσωπητικῇ τοῦτον φωνῇ καθικέτευσεν εὐλογῆσαι τὸν ἐν τῇ κοιλίᾳ αὐτῆς καρπόν· ὃς αὐτίκα τῇ τῆς γυναικὸς ἀπλέτῳ πίστει προσχὼν ἐλλάμψει θείου πνεύματος, ὅστις εἴη μεμύηται, καὶ τῇ προγνωστικῇ χάριτι σκεῦος ἐκλογῆς εἰδὼς γενήσεσθαι τὸν ταύτης θαυμαστότατον γόνον, ἠρέμα πρὸς αὐτὴν ἐπιστραφείς, ὠδίνων λύσιν ἐν ταὐτῷ καὶ κλῆσιν καὶ ἀγωγὴν ἀθλοφορικοῖς ἀγῶσι τελειουμένην προϋπηγόρευσε.

9. φέρε οὖν εἰ δοκεῖ τινι τῶν ἐν τῇ Παλαιᾷ τοῦτο παρεξετάσαντες εἰσόμεθα τὴν ὑπεροχὴν ἐκ τῆς συγκρίσεως· ἀγέσθω τοίνυν εἰς μέσον ὁ τοῦ θεοπτικωτάτου καὶ μεγαλωνύμου προφήτου τῆς μηλωτῆς καὶ χάριτος ἐπὶ διπλῷ κληρονόμος, οὗ τῇ γεννήσει τὴν πάντων γλυπτῶν καὶ χωνευτῶν θραῦσιν τὸ ἐν Γαλγάλοις χρυσότευκτον εἴδωλον ἐλεεινολογούμενον
[p. 212] ἀπωδύρετο· ὃς μετὰ πολλοῦ χρόνου παρολκὴν ὑπέσχετο τῇ Σωμανίτιδι τέκνου σύλληψιν εἰς φιλοξενίας ἀντίδοσιν· ἀλλ᾿ εἰ μὴ τῷ δοκεῖ τολμηρὸς ὁ λόγος ὑπερκειμένην ἔχων εὑρίσκεται τὴν ὑπερβολήν· ὁ μὲν γὰρ οὐδὲν ἕτερον ἢ τέκνου μητέρα γενήσεσθαι ταύτην ὑπέφαινεν, ἀλυσιτελὲς ἡγούμενος ὁποῖος ἀποβήσεται προσθεῖναι· ὁ δὲ περιοδικῶς ἅπαντα μετὰ καὶ τοῦ ἐπαινετοῦ καὶ μακαρίου προεφήτευσε τέλους, ἀξίαν καταρχὴν τῆς ἡδίστης αὐτοῦ καὶ μελισταγοῦς γλώττης ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τρανῶς εἰς ἐπήκοον πάντων προιέμενος τὴν ἐκφώνησιν· ὅμως, εἰ καὶ κατὰ πολὺ κέκτηται τὸ ἀσύγκριτον ἐσχηκός, ὧδε τεταμιεύσθω, τῆς πτωχονοίας ἡμῶν οὐκ ἐξαρκούσης πρὸς τοῦτο προσήκοντα τῷ πατρὶ καθυφάναι τὸν ἔπαινον, ἀλλ᾿ ἐπειγομένης ἐσμῷ μυρίων κατορθωμάτων ἐξ ἑτέρου μεταβαίνειν εἰς ἕτερα.

10. ἐκεῖ γοῦν τῶν τῆς ἐκκλησίας οἰάκων ἐδράξατο, ἔδειξεν εὐθύς, οἷον εἶναι δεῖ τὸν λαοῦ προστησόμενον· οὐ γὰρ καθυφῆκε ποσῶς τῆς ἐναρέτου διαγωγῆς ἢ μικρὸν γοῦν ἐνέδωκε τῆς ἐκκλησιαστικῆς ἐπιμελείας, ὡς οἱ πολλοί, τῇ δόξῃ φυσιωθεὶς ἢ τοῖς ἁπάντων ἐπαίνοις μαλακισθείς· ἀλλ᾿ ὡς νεωστὶ μᾶλλον τῶν τῆς ἀρετῆς βαθμίδων ἀρξάμενος, ἐναγώνιος ἦν ἑκάστοτε δεδιὼς μήπου τινὰ θηράσας τῶν ἐκ τῆς ποίμνης ὁ τῶν δικαίων ἀντίπαλος, αὐτῷ προσάψοι ῥαθυμίας ἔγκλημα. διὰ τοῦτο οὐκ ἐδίδου τοῖς ὀφθαλμοῖς ὕπνον, οὐ νυσταγμὸν τοῖς βλεφάροις, οὐκ ἀνάπαυσιν τοῖς κροτάφοις, ἀλλὰ καὶ νουθεσίᾳ συχνῇ καὶ παραινέσει διηνεκεῖ καὶ καθημερινῇ παρακλήσει καὶ ἀδιαλείπτῳ διδασκαλίᾳ καταρτίζων ἐπιμελῶς ἅπαντας οὐκ ἐνέλιπεν, ἑρμηνεύων μὲν τὰ δυσεπίλυτα τῆς γραφῆς εὐσυνόπτοις λέξεσιν εἰς ὠφέλειαν τῶν ἀκουόντων, ἡδύνων δὲ τὰ τῆς ψυχῆς αἰσθητήρια τῇ κατανύξει καὶ συμπαθείᾳ καὶ μακαρίᾳ ταπεινώσει καὶ τοῖς ἀδιαλείπτοις δάκρυσιν, ἅπερ ἀποχρώντως ἦσαν αὐτῷ· καὶ
[p. 214] τύπος μὲν ἀρετῆς ἐμπράκτου, κανὼν δὲ ταπεινοφροσύνης ἐγκρατείας τε καταγώγιον ἱερὸν καὶ σωφροσύνης κειμήλιον ἀκηλίδωτον, οὐ μὴν ἀλλὰ καὶ παρθενίας παστὰς καὶ ὀρθοδοξίας λαμπὰς ἄσβεστος καὶ συνέσεως θησαυρὸς ὅση τε τὰ ἀνθρώπινα ῥυθμίζει, οὐδὲ γὰρ ταύτης ἀπελιμπάνετο, καὶ ὅση τούτων ὑπεραναβαίνουσα διερευνᾷ τὰ οὐράνια, πᾶσι γνωριζόμενος.

11. ὁμολογητὴς δὲ τῆς ἀληθείας ἔργῳ καὶ λόγῳ γενέσθαι καὶ μάλα πρὸ τῆς τοῦ καιροῦ κλήσεως προαιρούμενός τε καὶ πιστευόμενος, ἐραστὴς τοῦ δικαίου τοσοῦτον ὡς μόνον τοῦτο ἀναπνεῖν ζηλωτὴς τῶν ἁγίων ὡς τοῖς αὐτῶν ἀεννάως ἐμφιλοχωρεῖν ὑπομνήμασι, πληρωτὴς εὐσεβείας ὡς καὶ θανάτου διὰ ταύτην καταφρονεῖν, παιδευτὴς ἡσυχίας ὡς πάντα τιθέναι δεύτερα τοῦ μόνως μόνῳ θεῷ διὰ τῆς ἐπιπόνου καὶ ἐμμόνου συγγίνεσθαι προσευχῆς, θρόνος διακρίσεως καὶ ὢν καὶ δεικνύμενος ὡς ἅπαν ὕψωμα κατὰ τῆς τοῦ Χριστοῦ γνώσεως ἐπαιρόμενον ἐν τῷ λογισμῷ καθαιρεῖν καὶ ἀντεισοικίζειν τὰ τοῦ Χριστοῦ δικαιώματα εἰς τὸ λαμπρύνειν τὰ τοῦ νοὸς αἰσθητήρια πρὸς οἷς φυλαὶ καὶ γλώσσαι καὶ πάσα ἡλικία καὶ γένος ἅπαν καὶ ἐπιτήδευμα, ὡς ἐκ τῶν ἔργων ἐπέγνωσαν ἔμπρακτον αὐτὸν εἶναι τοῦ θείου πνεύματος καταγώγιον, πανδημεὶ προσέτρεχον αὐτῷ· οἱ μὲν ἐπιφερόμενοι τοὺς ἰδίους ἀρρώστους, οἷς ὁ τῶν Χριστοῦ λογικῶν προβάτων ἀρχιποίμην ὁσίους χεῖρας ἐπιτιθεὶς ὑγιεῖς ἀπέλυεν οἱῳδήποτε κατείχοντο νοσήματι πάντας, οἱ δὲ τὴν τῶν ἐπταισμένων ἄφεσιν ἐξαιτούμενοι καὶ δι᾿ εὐπροσδέκτων εὐχῶν αὐτοῦ συγχωρήσεως ἀξιούμενοι παρὰ τοῦ θεοῦ μηκέτι τῶν αὐτῶν ἔχεσθαι πρὸς τοῦ ἁγίου νουθετούμενοι, οἴκαδε ἤεσαν εὐρωστοῦντες ἀμφοτέρωθεν· οἳ καὶ τῶν αὐτοῦ σωστικῶν εὐχῶν ἐπαπολαύοντες, ἐκαρποφόρουν τῷ θεῷ κατὰ δύναμιν ἕκαστος τοὺς τῶν οἰκείων πόνων καρποὺς ἀνεπιλήπτως βιοῦντες ἐν εἰρηναίῳ καταστήματι.

[p. 216]
12. ἀλλὰ τίς ἂν ἐξαριθμῆσαι ψάμμον θαλάσσης ἢ πέλαγος ἀτλαντικὸν ἐξαντλῆσαι κυάθῳ δυνήσεται ταὐτὸν γὰρ ἐμοὶ δοκεῖ τούτων τε κατατολμᾶν καὶ τοσοῦτον ὄγκον κατορθωμάτων ἐκφράζειν κατ᾿ ἀξίαν πειρᾶσθαι· οὐδὲ γὰρ τοσαῦτα διεξελθόντες ἀρχὴν ἐπιθεῖναι τοῖς ἐναρέτοις δεδυνήμεθα κατορθώμασιν. ἐβουλόμην ἐνταῦθα τοῦ λόγου γενόμενος ἐμαυτὸν ἐπιδοῦναι διεξοδικωτέρᾳ ἐπεξηγήσει κατατρυφήσοντα ποσῶς τῆς ἐναρέτου Γερμανοῦ πολιτείας· ἀλλ᾿ ἡ κατὰ τοῦ βασιλέως Ἀναστασίου συσκευὴ καὶ ἡ τοῦ Ἀδραμυττηνοῦ Θεοδοσίου ἐξαπίνης ἀναγόρευσις καὶ πρὸς Λέοντα τὸν καὶ Κόνωνα ταχινὴ τῆς βασιλείας μετέλευσις καὶ ἄκοντα τὸν λόγον ἐκεῖ γενέσθαι παραβιάζονται· καὶ γὰρ ἀπεχθάνεται μὲν Ἀναστάσιος ὑπὸ τῶν ἐκ τοῦ Ὀψικίου θέματος ταξεωτῶν, ἀναγορεύεται δὲ Θεοδόσιος ὑπ᾿ αὐτῶν εἰς ὄρος ἐπ᾿ αὐτὸ τοῦτο διαδρὰς καὶ κρυβείς· ὃς ἵνα τὰ ἐν μέσῳ συντέμω, ἐπεὶ μὴ οἷός τε ἦν ἑλεπόλεων εἴδεσι παντοίως ἐπὶ μήκιστον χρόνον ἐπιτιθέμενος ἄρξαι τῶν ἀνακτόρων, διὰ τὸ τοῖς ὑπασπισταῖς Ἀναστασίου κατωχυρῶσθαι τὴν Κωνσταντινούπολιν, ὑπερεπέκεινα γὰρ τῶν ἑκατὸν ὀγδοήκοντα φασὶν ἡμερῶν παρεκταθῆναι τὴν διαμάχην κατὰ ξηρᾶς καὶ θαλάσσης ἐν ἀμυντηρίοις ὀργάνοις, ἐκ προδοσίας εἰσελθὼν διὰ τῆς πόρτης τῶν Βλαχερνῶν αὐτὸν τὸν περὶ οὗ ἡμῖν ὁ λόγος ἀρχιεράρχην Γερμανὸν ἅμα πλείοσιν ἄρχουσιν εἰς πίστωσιν ἀποστέλλει πρὸς τὴν Νίκαιαν τὸν Ἀναστάσιον κατασφαλισόμενον ἀδεῶς τὴν Θεσσαλονίκην οἰκεῖν ἀποκειράμενον μοναχόν. ἐγένετο ταῦτα καὶ Ἀναστάσιος μὲν μοναχός, Θεοδόσιος δὲ βασιλεὺς ἀναδείκνυται.

13. τούτων κατήκοος γεγονὼς Λέων ὁ καὶ Κόνων στρατηγὸς ὢν τότε τῶν Ἀνατολικῶν ἐκ τῆς τῶν Ἰσαύρων χώρας ὁρμώμενος ὑπερμαχῶν δῆθεν Ἀναστασίου μετ᾿ ἐνιαυτὸν ἕνα στρατοπεδευσάμενος εἰς Νικομήδειαν ἀφίκετο, ἔνθα μετὰ τῆς βασιλικῆς ὑπουργίας τὸν τοῦ βασιλέως υἱὸν καὶ τῶν ἐν τέλει τοῦ παλατίου τινὰς ἐξάπινα χειρωσάμενος εἰς Χρυσόπολιν
[p. 218] ἔρχεται καὶ παρευθὺ τῆς βασιλείας ἀντιλαμβάνεται, Θεοδοσίου τούτῳ ταύτης παραχωρήσαντος, ἀποκειραμένου τε σὺν τῷ υἱῷ κληρικοῦ καὶ μετὰ ταῦτα μητροπολίτου χειροτονηθέντος εἰς Ἔφεσον.

14. οὗτος τοίνυν ὁ Λέων πρὸ τὰ σκῆπτρα τῆς βασιλείας μεταχειρίσασθαι τὴν τέχνην βάναυσος ὤν, δυσὶ συναντιθεὶς [λεγε· συναντηθεὶς] ἑβραίοις κατὰ πάροδον, μανικαῖς μᾶλλον ἢ μαντικαῖς τερατείαις ἐσχολακόσι, χρησμοδοτεῖται βασιλεὺς ὑπ᾿ αὐτῶν, ὑποσχομένων αὐτῷ τῶν παλαμναίων ἐκείνων εὐτυχῶς βασιλεῦσαι μετὰ τῆς γενεᾶς εἰς ἑκατὸν ἐτῶν περιόδους εἴ γε τὴν εἰκόνα Χριστοῦ καὶ τῆς Θεοτόκου προσεπὶ τούτοις καὶ πάντων ἁγίων ἀπαλείψας τῆς ἐκκλησίας ἐκποδὼν εἰς τὸ παντελὲς ποιήσεται· οἷς καὶ καταπεισθεὶς ὁ ἀνόητος καὶ τρισάθλιος πολλῶν καὶ χαλεπῶν κακῶν αἴτιος γέγονε πᾶσι τοῖς ὀρθοδόξοις, ἐξαιρέτως τῷ μεγάλῳ τῆς οἰκουμένης φωστῆρι Γερμανῷ.

15. καὶ πρῶτον μὲν ἐν ἀρχῇ τῆς αὐτοῦ βασιλείας εἰρήνην ἀσπάζεσθαι καὶ πραότητα προσποιούμενος, εἷς εἶναι τῶν πιστῶν ὑπωπτεύετο· μικροῦ δὲ χρόνου διϊππεύσαντος, εἰς προὖπτον ἅπασι τέθεικε τὴν τῆς πονηρᾶς αὐτοῦ καὶ κακογνώμονος βουλῆς φληναφώδη λέσχην, ἣν ἐξ ὑποβολῆς τοῦ πρώτου εἰκονομάχου Σατᾶν καὶ τῶν αὐτοῦ ἐκείνου μυστῶν ἐκ μανικῆς μᾶλλον ἢ μαντικῆς τερατείας ἐνδομυχοῦσαν ἔφερεν ἐν καρδίᾳ τὸ πλαστὸν καὶ ἐπίθετον χρῶμα τῆς χριστολογίας παρωσάμενος, ὅτε μετ᾿ ἐπίτασιν ἀνάγκης ἀπλέτου καὶ βιαίων κολάσεων πολλοὺς μὴ καταδεχομένους ἐξάρνους γενέσθαι τῆς πίστεως μάρτυρας ἀπετέλεσεν. ἀλλὰ τί τούτων τελουμένων ὁ τοῦ θεοῦ πεποίηκεν ἀρχιερεύς

16. ἐν πρώτοις μὲν εἰς θεὸν καταφεύγει καὶ τοῦτον τῆς περὶ τὴν πίστιν ἀδίκου καινοτομίας ἀεννάως ἐκλιπαρεῖ γενέσθαι προστάτην· ἔπειτα καὶ τοῖς ἀνὰ πάντα κόσμου [λεγε· κόσμον?] ἀρχιεράρχαις καὶ ἱερεῦσι σὺν τοῖς ἁπανταχοῦ γῆς καὶ θαλάσσης λογάσιν εἰσηγεῖται μὴ προδοῦναι τὴν εἰς θεὸν εὐσέβειαν ὁποιασοῦν προφάσεως ἕνεκα, μᾶλλον μὲν οὖν
[p. 220] ἐπιστολαῖς δογματικαῖς ἀποτρέψασθαι τοὺς περὶ τὸν τύραννον τῆς κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων ἀλογίστου καὶ θεομάχου κενοφωνίας, οὐκ ὀλίγα καὶ αὐτὸς ἐφ᾿ ἑκάστης ἰδίᾳ τε καὶ δημοσίᾳ πρὸς ἀποτροπὴν διεξιὼν ἀναμφιλέκτοις ἀποδείξεσι τὸ βέβαιον ἐχούσαις.

17. ἀλλ᾿ οὐκ ἦν ἄρα γνώμης ἐθελοκώφου πείθεσθαι πατρικαῖς παραινέσεσι, ποικίλαις δὲ μεθοδείαις ἐνεδρεύων οὐκ ἐπαύετο πάγας ἱστῶν τῷ δικαίῳ ἵνα τοῦτον ὡς λοίδορον καὶ οὐχ ὡς ὁμολογητὴν κατενέγκῃ τοῦ θρόνου, πολλοὺς μὲν εἰς τοῦτο καὶ ἄλλους ἐξανδραποδισάμενος τῶν τοῦ ἁγίου θεραπόντων, ἐξαιρέτως δὲ τὸν ἀνοσιώτατον Ἀναστάσιον ἐν πρώτοις ἤδη τῶν τοῦ πατριάρχου τελοῦντα οἰκειοτάτων, ᾧ καὶ μισθὸν τῆς τοῦ διδασκάλου προδοσίας τότε μὲν τὴν τοῦ συγκέλλου τιμήν, εἰς ὕστερον δὲ καὶ τὴν πατριαρχίαν παρέσχετο. καὶ ταῦτα μὲν ὕστερον εἱρμῷ καὶ τάξει κατὰ τὸ παρακολουθῆσαν εἰρήσεται.

18. τότε δὲ τῆς πατριαρχικῆς ἀπόπειραν γνώμης ποιούμενος, ἤρξατο τὰς ἱερὰς εἰκόνας ἀτίμως ἐξουθενεῖν· πρὸς ὃν ὁ ἱερὸς ἀποκρινόμενος Γερμανός· «ἐπὶ Κόνωνος» ἔφησεν, «ἔσεσθαι τὴν τῶν σεπτῶν εἰκόνων ἀκούομεν γενέσθαι καθαίρεσιν.» καὶ ὃς ἐπὶ τούτῳ λίαν ἀγασθείς, «ἀληθῶς ἐγώ εἰμι» φησί, «Κόνων, οὕτω κληθεὶς παιδόθεν.» καὶ πάλιν ὁ τοῦ θεοῦ σχετλιάσας ἀρχιερεὺς εἶπεν, «ἀθεμίτου πάντη καὶ θεοστυγοῦς ὄντος τοῦ ἐγχειρήματος, ἀντιβολῶ καὶ ἱκετεύω τὴν σὴν ἐπιείκειαν ἐρήμην τοῦ τολμηροῦ μᾶλλον ἢ πονηροῦ ἔργου καταψηφίσασθαι, τοῦ ἀντιχρίστου γὰρ πρόδρομος καὶ τῆς τοῦ θεοῦ λόγου οἰκονομίας ἀντίδικός ἐστιν ὁ μέλλων τοῦτο ποιεῖν.» ὁ δὲ σφόδρα χαλεπήνας καὶ ὀργισθεὶς ἐπ᾿ αὐτῷ ταῖς ἰδίαις κατὰ κόρρης χερσὶ σφοδρῶς ἐρράπισεν εἰδωλολάτρην ἀποκαλῶν, καὶ ἀτίμως τὸν δίκαιον ὁ ἄδικος τῶν βασιλείων ἀπήλασε καὶ ἐξώθησε· τάς τε βίβλους, ἃς περὶ τῆς ὀρθοδόξου συνέταξε πίστεως, ἅμα πλείοσιν ἑτέροις αὐτοῦ λόγοις κατέκαυσεν ὡς μόλις διασωθῆναι βραχέα τῶν αὐτοῦ ποιημάτων.

[p. 222]
19. ἔτι δὲ θυμομαχοῦντος τοῦ θηριωνύμου καὶ ὠρυομένου τὸν ποιμένα τῶν Χριστοῦ λογικῶν προβάτων εἰ δυνατὸν καταπιεῖν, αὐτὸς ὅρῳ καὶ νόμῳ θεοσοφίας εὐαγγελικῆς καὶ ἀποστολικῆς ἀγόμενος, ἔδωκε τόπον τῇ ὀργῇ τὸν διωγμὸν ἐκκλίνας καὶ φυγὼν ἐν τοῖς κλίμασι Κυζίκου· ὅπου δὴ κατακρυβεὶς ἐν παρθενῶνι μεγάλῳ κατεμηνύθη τοῖς κακοσχόλοις, οἵτινες ἑκάστην τῶν ἱερῶν γυναίων ἐξάγοντες, ἐν μέσῳ τούτων διερχόμενον τὸν ὅσιον οὐκ ἐπέγνωσαν τῷ τε τοῦ ἐνδύματος, τῷ τε τοῦ προσώπου ὁμοιοειδεῖ πρὸς τὰ ἱερὰ γραῒδια διὰ τὴν ἐκτομὴν τὰς ὄψεις τῶν διωκόντων φενακίσαντα.

20. μετὰ δὲ ταῦτα τῆς πολλῆς κατ᾿ αὐτοῦ μανίας ὑπολωφησάσης, εἰσελθὼν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ συναθροίσας ἅπαν τὸ τίμιον καὶ ἱερὸν αὐτοῦ ποίμνιον ἤρξατο παραινετικῶς ἅπαντας νουθετεῖν· καὶ φησὶ πρὸς αὐτούς· «ἰδοὺ δή, ὦ φίλτατοι ποιμένες καὶ συμποίμενες καὶ ποίμνιον ἱερὸν καὶ τέκνα περιπόθητα, ἀγώνων καὶ βραβείων ἐλήλυθε καιρός, ὡς εἴπερ ἀγωνιούμεθα στεφανούμεθα· διὸ παρακαλῶ καὶ δέομαι πάντων ὑμῶν, μὴ προδῶμεν τὸν καλὸν καὶ ἔντιμον μαργαρίτην τῆς πίστεως ἡμῶν· ἀλλὰ γενναίως στῶμεν ἀνταγωνιζόμενοι κατὰ τοῦ σκολίου καὶ παλαμναίου ἐχθροῦ καὶ τῶν ἐκείνου πονηρῶν καὶ βεβήλων ὑπασπιστῶν, λέγω δὴ τοῦ κατὰ συγχώρησιν θεοῦ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐφ᾿ ἡμᾶς βασιλεύοντος καὶ τῶν συμμάχων αὐτοῦ τῶν ἑτεροδόξων, ὅπως καὶ ἡμεῖς οἱ ταπεινοὶ κληρονόμοι τῶν τοῦ Κυρίου ἀγαθῶν γενώμεθα μετὰ πάντων αὐτοῦ τῶν ἁγίων.»

21. τούτοις τοῖς ἱεροῖς τῆς θεοσοφίας λόγοις τοῦ πανολβίου ποιμένος πάντας μυσταγωγοῦντος, ἄχρι θανάτου πρὸς τὴν νεωτεροποιὸν κακοδοξίαν ἀντικαθίστασθαι, γενναίως τε πᾶσαν βασάνων ὑπομένειν ἐπιφορὰν καὶ μὴ μολύνειν τὸν χιτῶνα τῆς πίστεως, ἀλλὰ τοὺς τῶν ἁγίων μαρτύρων πόνους ἐπιλογίζεσθαι καὶ σπεύδειν μὴ ἐλλάτους [λεγε· ἐλάττους?] τούτων [p. 224] ὀφθῆναι· πρὸ τῶν ἄλλων δὲ πάντων ἐπίσης καταφρονεῖν διὰ τὴν τοῦ ποιήσαντος ἡμᾶς ἀγάπην καὶ τὴν ἡτοιμασμένην ἡμῖν βασιλείαν αὐτοῦ ὡς ἂν καὶ συγκληρονόμοι τῆς τοῦ Χριστοῦ καὶ θεοῦ δόξης εὑρεθείημεν. οὐκ ὀλίγους μὲν τοῦ λαοῦ συμβέβηκε ταῖς τοιαύταις παραινέσεσιν εὑρωθέντας, ἐν ἑτοιμασίᾳ γενέσθαι τοῦ τοιούτου ἀγῶνος· πάσης δὲ τῆς λογικῆς ἐπιστήμης τοὺς προύχοντας ἑκουσίως ἑαυτοὺς ἐπιδοῦναι τότε παρευθὺ τῷ θανάτῳ πέπεικε διὰ τὴν πρὸς τὸν κύριον καὶ θεὸν ἡμῶν καὶ σωτῆρα Ἰησοῦν Χριστὸν εἰλικρινῆ καὶ ἀμώμητον πίστιν· οἷς πάλαι πρὸς τὸ παλάτιον τῆς βασιλικῆς λεγομένης κιγστέρνης [λεγε· κινστέρνης?] ἀφώριστο κατοικεῖν, ἐν ᾧ κατὰ τύπον ἀρχαῖον οἰκονομικῶς [οἰκονομικὸς χς. Λεμερλε, πεχκ] ἐπενοήθη καθῆσθαι διδάσκαλος ἔχων ὑφ᾿ ἑαυτὸν μαθητὰς καὶ βίῳ σεμνοὺς καὶ λόγῳ σοφοὺς καὶ πάντων ἐν πᾶσιν ὑπερέχοντας ἐγχωρίων ἐπηλύδων καὶ πολιτῶν, τὸν ἀριθμὸν δεκαδύο· ὧν τῆς γνώμης χωρὶς οὐ θεμιτόν τι ποιεῖν ἐξῆν οὐδὲ τοῖς βασιλεῦσιν αὐτοῖς. ἐκ τούτων εἴ τινα συμβέβηκε τελευτᾶν, συναθροιζόμενοι πάντες ἐπὶ τὸ αὐτὸ κατὰ πᾶσαν γῆν τὴν ὑπὸ Ῥωμαίους ἀπέστελλον ὡς ἑαυτοὺς μεταπέμπτους ποιούμενοι τοὺς εἰς ἄκρον ἅπασαν γνῶσιν τῆς τε θύραθεν καὶ τῆς καθ᾿ ἡμᾶς μετιόντας φιλοσοφίας, ἐξ ὧν ἀκριβεστάτῃ ἐρεύνῃ τὸν εἰδήμονα καὶ κρείττονα κατ᾿ ἐκλογὴν τῶν λοιπῶν ἑαυτοῖς ἐποιοῦντο συναρίθμιον.

22. οὗτοι τῷ Κόνωνι μετὰ μεγάλης ὅσης προσελθόντες τῆς παρρησίας, μὴ συγκατατίθεσθαι τῇ ἀσεβείᾳ τῆς αἱρέσεως ἔλεγον, μήθ᾿ ὅλως αἱρεῖσθαι τὴν ἄτοπον αὐτοῦ βουλὴν εἰς πέρας ἀγαγεῖν, μήτε μὴν καταδέχεσθαι παραχαραχθῆναί τι τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν καὶ πατρικῶν παραδόσεων ἢ ποσῶς ἐνδοῦναι νομοθετηθῆναι κατὰ κοινοῦ τὸν νεαρῶς ἐκτεθέντα νεωτεροποιὸν ὅρον τῆς πίστεως, μᾶλλον μὲν οὖν ἀσπάζεσθαι τὴν ὀρθοδοξίαν, ἣν ὁ πατριάρχης πρεσβεύει Γερμανός, εἶναί τε τούτου σύμφρονες εἰσαεὶ μεγάλαις ἀνωμολόγουν φωναῖς.

[p. 226]
23. τοῦτον τὸν τρόπον στερεῶς πρὸς τὰς αὐτοῦ φληναφώδεις προτάσεις ἀντιπίπτοντας ὁ ἐμβρόντητος τοὺς ἐλλογίμους θεασάμενος, ἀτίμως συρῆναι καὶ κατακλεισθῆναι τούτους ἐκεῖ διε{σ}κελεύσατο· καὶ διὰ τῆς νυκτὸς πῦρ κυκλόθεν ὁ τοῦ αἰωνίου πυρὸς κληρονόμος δι᾿ ἐπιτάγματος ὑφάψας, αὐτοῖς οἰκήμασιν ἅμα καὶ βίβλοις πολλαῖς καὶ καλαῖς καὶ πᾶσι σκεύεσι τιμίοις τοὺς ἱεροὺς ὁ μιαρώτατος ἄνδρας ἐπυρπόλησέ τε καὶ ὡλοκαύτωσεν. ἔτος ἦν ὅτε ταῦτα τῷ τολμητῇ τῶν τοιούτων ἐδεδραματούργητο, μικρόν τι πλεῖστον ἢ ἔλαττον, ἔνατον ἐξ ὅτου τυραννικῶς τῆς βασιλείας ἐδράξατο. τῷ αὐτῷ ἔτει γεννᾶται τούτῳ τῷ θηριωνύμῳ καὶ μισοχρίστῳ τυράννῳ Κωνσταντῖνος ὁ μετὰ ταῦτα δυσσεβῶς βασιλεύσας, ὃν ὑπὸ τοῦ ἁγιωτάτου Γερμανοῦ βαπτιζόμενον ἐν τῷ μεγάλῳ καὶ ἱερωτάτῳ βαπτιστηρίῳ συμβέβηκεν ἀφοδεῦσαι καὶ οἱ παρόντες ἐκεῖ τὸ τοῦ μύσους αἶσχος ἐνδιαβάλλοντες ἁπανταχοῦ τὴν τοῦ πράγματος φήμην ἐβεβαίωσαν· διὸ δὴ καὶ τὸ γεγονὸς οἱ ἀκούσαντες ἐπισκώπτοντες Καβαλλῖνον ἀστείως ἐπωνόμασαν. ὁ μέντοι θεῖος ἱεράρχης ὡς ἐνεστὼς ἤδη τὸ ἀποβησόμενον διορατικῷ κατιδὼν ὄμματι· «μεγάλου κακοῦ τοῦτο σημεῖον,» ἔφη, «καὶ τῆς τοῦ θεοῦ ἐκκλησίας ὕβριν καὶ ὄνειδος γενέσεσθαι [λεγε· γενήσεσθαι] τὸν τοῦ θηριωνύμου σκύμνον,» προφητικῶς ἀπεφήνατο. καὶ ταῦτα μὲν ὁ πατριάρχης.

24. ὁ δὲ δολιογνώμων καὶ ψευδώνυμος Ἀναστάσιος ἐκ τῶν ἀμφὶ τὸν ἀλιτήριον συνουσιῶν ὠδίνων τὸ κατὰ τοῦ διδασκάλου μῖσος, ἱμειρόμενος δὲ καὶ τῆς πατριαρχίας ὡς οὐκ ἄλλος τις, εὐθέτου καιροῦ δραξάμενος ὥστε καὶ μὴ βουλόμενον ἐξωσθῆναι τὸν διδάσκαλον τοῦ θρόνου τῆς ἀρχιερωσύνης, αὐτῷ δὲ προσχωρῆσαι τὰ τῆς ἐξουσίας ὡς ἡ ὑπόσχεσις· ᾗ τάχους εἶχεν εὐθὺς εἰσεκώμασε τοῖς βασιλείοις ἅπαντα δῆλα τῷ ἐχθρῷ Κόνωνι κατὰ μίμησιν Ἰοῦδα ποιῶν· ὃς ὑπερζέσας τῷ θυμῷ θᾶττον ἀνθυπονοστῆσαι κελεύει πρὸς τὸν διδάσκαλον τὸν ἀνοσιουργότατον ὡς ἂν μὴ τῆς πάγης [λεγε· πηγῆς?] ἐκεῖθεν εἶναι πᾶσι διαγνωσθείη, εἰς ὕστερον
[p. 228] αὐτὸν ὑποθέμενος ἅμα τῷ θείῳ ποιμένι παραγενήσεσθαι, καὶ ταῦτα κατειπεῖν ἀναδιδάξας ὅσα πρὸς τὴν αὐτοῦ ἐκείνου τυγχάνει ἀρέσκειαν.

25. καὶ παρευθὺ κατὰ πόδας ἐν τῷ τριβουναλίῳ τῶν δεκαεννέα ἀκουβίτων σελέντιον ποιησάμενος, μετακαλεῖται τὸν ἁγιώτατον πατριάρχην Γερμανόν· οὗ εἰσιόντος πρὸς τὰ βασίλεια κατ᾿ ἀμφοῖν εἰδὼς ὁ μιαρώτατος τό τε τοῦ ποιμένος εὐπαρρησίαστον καὶ πρὸς τὸν θάνατον αὐτὸν εὐπρόθυμον, τό τε τοῦ τυράννου θηριότροπον καὶ ἀνήμερον, ὡς ἤδη τῶν ἐλπισθέντων δραξάμενος πατεῖ τὸ τοῦ ὁσίου ἱμάτιον ἐκ τῶν ὄπισθεν ὁ ἀνόσιος, ὀλισθῆσαι τοῦτον καὶ διαπεσεῖν εἰς γῆν συντριβέντα βουλόμενος· πρὸς ὃν ἐπιστραφεὶς ὁ πραότατος, εἰρηνικῇ καταστάσει καὶ ἠρεμαίᾳ φωνῇ τὰ περὶ τῆς προδοσίας ὑπεμίμνησκεν· ὁ δὲ μᾶλλον τῶν τοῦ θεομάχου βασιλέως ὑποσχέσεων ἢ τῶν τοῦ ἁγίου ῥημάτων φροντίζων τὸ σύνολον, ἀσχέτῳ θράσει φερόμενος, οὐ τὸ ἱμάτιον ἀλλὰ καὶ τὸ τοῦ ὁσίου ὠμοφόριον τοῖν ποδοῖν πατῆσαι οὐκ ἔφριζεν [λεγε· ἔφριξεν]. ὁ δὲ ἁγιώτατος ἀρχιερεὺς τὸ μακάριον αὐτοῦ καὶ ὅσιον ἀνοίξας στόμα ἡμέρως καὶ χθαμαλῶς ἔφη πρὸς αὐτόν· «τί τοῦτο μὴ σπεῦδε πρὸς τὸ ἐγχείρημα· ἤδη γὰρ φθάνεις εἰς τὸ Διίππιον.» τοῦτο τὸ ῥῆμα τότε μὲν εἰκῆ οὕτως ἔδοξεν εἰρῆσθαι· μετὰ δὲ πεντεκαιδέκατον χρόνον εἰς προφητείαν ἐλογίσθη· καὶ γὰρ μετὰ τὴν τοῦ ὁσίου ἐξορίαν χειροτονηθεὶς ὁ παμβέβηλος Ἀναστάσιος, συναίρει μετὰ θάνατον Λέοντος ἅμα καὶ ἄλλοις τῶν ἐκ τῆς συγκλήτου τισὶν Ἀρταυάσδῳ τῷ ἐπ᾿ ἀδελφῇ Κωνσταντίνου γαμβρῷ ὀρθοδόξῳ ὄντι, καὶ μεθιστῶσι τῆς ἀρχῆς τὸν Κοπρώνυμον οὐ μόνον ἰδιώτην ἐκ βασιλέως ἀλλὰ καὶ δραπέτην γεγονότα πρὸς τὸ Ἀμόριον· οὗ κατοχυρωθεὶς ἐκεῖνος τοῖς Ἀνατολικοῖς [λεγε· ἀνατολικοῖς] θέμασι καὶ διὰ γῆς καὶ θαλάσσης τὴν βασιλίδα πολιορκήσας καὶ λιμῷ καταπιέσας ἐν δυσὶν ἔτεσιν, Ἀρταυάσδον μὲν ἅμα τοῖς αὐτοῦ δυσὶν υἱοῖς ἐξετύφλωσεν, Ἀναστάσιον δὲ μετὰ τὸ τύψαι ἀφειδῶς γυμνὸν ἐπ᾿ ὄνον καθήμενον ἐπ᾿ οὐρὰν ἐν τῷ Ἱπποδρομίῳ
[p. 230] διὰ τοῦ Διϊππίου θεατρίσων εἰσήγαγε· καὶ πάλιν ὡς ὁμόφρονα τοῦτον ἱεραρχεῖν ἀφῆκεν ὁ ἀνίερος, πάντας τοὺς λοιποὺς ἐν διαφόροις τρόποις θανατώσας.

26. ἀλλ᾿ εἰ δοκεῖ καὶ αὖθις ἐπανίωμεν ὅθεν ἐξήλθομεν. τοῦ τοίνυν ἐν ἁγίοις Γερμανοῦ τοῦ πατριάρχου τοῖς βασιλείοις ἐνδημήσαντος ὁ λαθροδήκτης ὄφις ἢ θεομάχος τύραννος ἐπεγκαλὼν αὐτῷ τάδε φησί· «τίσι παραδόσεσιν ἢ ὅροις ἑπόμενος εἰδωλολατρεῖν τοὺς ἀνθρώπους διδάσκεις ἐναντίως τῆς ἡμῶν διατάξεως, ἔτι καὶ νῦν ἐγχαράττεσθαι νομοθετῶν τὴν τῶν εἰκόνων στηλογραφίαν, ἢ πάντως τῆς ἡμῶν εὐμενείας κατειρωνευόμενος ὀψὲ γοῦν ποτὲ μεταβουλευσάμενος, παῦσαι τῆς αὐτῶν προσκυνήσεως ἐκθέσθαι τοῦτο πᾶσι μὴ παραιτούμενος, εἴ γε καὶ ἀφεθῆναί σε βούλει τῆς ἐξ ὑπογύου καθοσιώσεως ὡς ἀνέγκλητον· οὐ γὰρ διέλαθεν ἡμᾶς ὡς οὐ παύῃ τυρεύων εἰς ἀεὶ καθ᾿ ἡμῶν καὶ παροτρύνων τοὺς ὑπὸ χεῖρα κατὰ τῆς ἡμετέρας ζωῆς. δυοῖν τοίνυν ἔκλεξαι θάτερον, ἢ πεῖσον τοὺς ἀπατηθέντας χριστιανοὺς καλουμένους εἰδώλοις μὴ προσκυνεῖν καὶ νεκροῖς ὀστέοις μὴ προσνέμειν σέβας, μήτε μὴν ἔχειν ἐν αὐτοῖς ὡς ἐπὶ Θεῷ τὴν ἐλπίδα, ἢ πειραθήσῃ τῆς ἐξ ἡμῶν δικαίας ἀγανακτήσεως ἐξορίᾳ διηνεκεῖ παραπεμπόμενος.» πρὸς ταῦτα ὁ τοῦ Χριστοῦ μέγας ἀρχιερεὺς ἀπεκρίνατο· «μὴ οὕτως, ὦ βασιλεῦ, διάκεισο χωλεύειν ἡμᾶς περὶ τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν οἰόμενος, ὅτι οὐχ ὡς οἱ τὴν ὕλην σεβόμενοι καὶ ἀψύχοις εἰδώλοις σέβας προσνέμοντες Ἕλληνες, τῇ κτίσει λατρεύομεν τοῦ πάντων κτίστου ἀφέμενοι· ἀλλὰ διὰ τῆς ὕλης καὶ τῶν κτισμάτων τὸν πλάστην πάντων καὶ ποιητὴν γινώσκομεν, εἰδότες ἀκριβῶς τὴν τῆς εἰκόνος τιμὴν ἐπὶ τὸ πρωτότυπον διαβαίνειν κατὰ τὸν μακάριον καὶ μέγαν Βασίλειον· στηλογραφοῦμεν γὰρ τὴν εἰκόνα τοῦ Κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τῶν χρωμάτων τῶν ὑλικῶν, τὸ δὲ σέβας οὐ τῇ ὕλῃ ἀλλὰ τῷ διὰ τῆς ὕλης ἐγχαραχθέντι προσάπτομεν·
[p. 232] ὥσπερ καὶ χρυσῷ οἱ προσέχοντες εἰκόνα φέροντι τῶν βασιλέων, οὐ τῇ τῆς ὕλης εὐχροίᾳ ἀφέντες τὸν βασιλέα πρόσκεινται, διὰ δὲ τὴν τοῦ βασιλέως εἰκονα τῷ χρυσῷ ἐναβρύνονται. μὴ δ᾿ αὖ ἴσθι πώποτε μεμελετηκέναι κατὰ τῆς ὑμετέρας ζωῆς, οὔτ᾿ οὖν ἡμᾶς οὔτε τῶν τοῦ δεσποτικοῦ ποιμνίου τινά, μὴ τοῦτο κελευούσης ἡμῖν τῆς ἐντολῆς ἀλλ᾿ ἀγαπᾶν τοὺς ἐχθροὺς καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων εὔχεσθαι. διὸ παρακαλῶ παύσασθαί σε, δέσποτα, τοῦ κατ᾿ ἄμφω περὶ τῶν τοιούτων ἀλλοκότου σκοποῦ· τῆς γὰρ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων ἕνεκα προσκυνήσεως οὐ μόνον ἑτοίμως ἐξορίαν ἄτιμον ἀλλὰ καὶ θάνατον οἴκτιστον ἡδέως ὑπομενῶ.»

27. ταῦτα εἰπών, καὶ τούτοις προσθεὶς ὡς ἀδυνάτως ἔχει μετακινεῖν ὅρια πατέρων ἢ τοὺς οἴακας ἔχειν ἔτι τοῦ θρόνου Κωνσταντινουπόλεως, αὐτοῦ βασιλεύοντος, ἔξεισι τοῦ παλατίου δρομαίως καὶ πρὸς τὴν ἐκκλησίαν παρεγένετο, ἔνθα καὶ τεθεικὼς τὸ ἑαυτοῦ ὠμοφόριον ἐν τῇ θείᾳ καὶ ἱερᾷ τραπέζῃ πρὸς τὸν πατρικὸν οἶκον ἡσύχασε πορευθείς, οὐδὲν ἕτερον ἢ τὸν τίμιον καὶ δεσποτικὸν χαρακτῆρα μεθ᾿ ἑαυτοῦ συνεπαγόμενος ἐν σανίδι ψηφίσι κεκοσμημένον. ὧν κατήκοος ὁ δισσεβέστατος [λεγε· δυσσεβέστατος] τύραννος γεγονὼς πάνυ θυμωθείς, ὑπερορίᾳ τὸν δίκαιον κατεδίκασεν· ὁ δὲ μηδὲν μελ<λ>ήσας τὸ τελευταῖον καὶ συντακτήριον πάντας κατασπασάμενος, ἀντὶ παντὸς δὲ πλούτου τὸ τοιοῦτον τοῦ Χριστοῦ σεβάσμιον ἐναγκαλισάμενος ἀφομοίωμα, κατῄει μετὰ χαρᾶς πρὸς τὸν τῆς θαλάσσης αἰγιαλόν, τοῦ Ἀμαντίου προσαγορευόμενον· ἐν ᾧ γενόμενος οἰκείαις ἔγραψεν ἐν γραμματίῳ χερσὶ τήν τε ὥραν καὶ τὴν ἡμέραν· ἐν τῷ τῆς σεβασμίας εἰκόνος μετώπῳ κολλήσας αὐτὸ καὶ κατασπασάμενος ἐνέβαλε κατ᾿ ὀρθὸν τοῖς θαλαττίοις ὕδασι· προσκλαύσας τε καὶ προσκυνήσας ἐξεβόησε τελευταῖον· «Ἰησοῦ ἐπιστάτα, σῶσον σεαυτὸν καὶ ἡμᾶς, ὅτι ἀπολλύμεθα καὶ ἡ ψυχὴ ἡμῶν παρὰ βραχὺ τῷ Ἅδῃ προσήγγισεν.» καὶ ταῦτα εἰπών,
[p. 234] εἴχετο τῆς ὑπερορίας. αὐθημερὸν δὲ κατὰ τὸν ἐν τῇ μεγαλοπόλει Ῥώμῃ ποταμὸν ὦπται Θύμβριν, ἔνθα γέφυραν κτίσας ὁ υἱὸς Οὐεσπασιανοῦ Τιβέριος τὴν οἰκείαν ἐν τούτῳ καταλέλοιπε προσηγορίαν, ἅπασαν τὴν τῶν Αὐσονίων γῆν ἀκτῖσι φωτὸς διὰ πάσης τῆς νυκτὸς καταυγάζων, δήλης γενομένης τῆς αὐτοῦ παρουσίας διὰ θείας ἀποκαλύψεως τῷ κατὰ τὸν τότε καιρὸν ὄντι τρισμακαρίστῳ καὶ ἁγιωτάτῳ πάπᾳ, Γρηγόριος δὲ οὗτος ἦν ὁ Διάλογος ἐπικληθείς· ὃς εὐθὺς ἐν πολλῇ σπουδῇ τῆς κοίτης ἐξαναστὰς καὶ τὸν πιστότατον λαὸν συναθροίσας, πανδημεὶ μετὰ λιτανείας τὸν προρρηθέντα ποταμὸν κατέλαβεν, ἁπάντων λαμπαδηφορούντων καὶ μύροις καὶ θυμιάμασι τὸν ἀέρα πληρούντων, σχεδίαις τε καὶ λέμβοις τὸ ὕδωρ κατακαλυπτόντων. ὡς οὖν ἐνέβη τῷ πλοιαρίῳ καὶ αὐτὸς ὁ τοῦ θεοῦ ἄνθρωπος, εἶδε τε ταύτην καὶ πλησίον ἐγεγόνει τῇ θείᾳ προνοίᾳ πορθμευόμενος.

28. ἐνωτίσθητε λοιπόν, ἀγαπητοί, τὸ τοῦ τεραστίου παράδοξον· μόνον γὰρ ἠθέλησεν ἐκτεῖναι τὰς χεῖρας εἰς τὸ ἀναλαβέσθαι τοῦ ὕδατος τὸ δεσποτικὸν τοῦ Σωτῆρος καὶ ἄχραντον ἀπεικόνισμα· καὶ παρευθὺ κουφισθὲν ὕπτιον, ὥσπερ ὑπ᾿ ἀνθρωπίνων χειρῶν τῶν ποταμίων ὑπεράνω ῥείθρων, ἐν ταῖς ἀγκάλαις ἀπετέθη τοῦ ἀξίου αὐτοῦ λάτρου καὶ ποιμένος ἱσταμένου κατὰ τὸ μέσον τοῦ πλοιαρίου καὶ τὰς χεῖρας ἀκμὴν ἐκτεταμένας ὡς πρὸς ἐκεῖνο τὸ ἅγιον ἔχοντος. τότε φρίκη καὶ φρενῶν ἔκστασις ἔλαβεν ἅπαντας τοὺς ἐκεῖσε τότε παρατυχόντας Ῥωμαίους ἐπὶ τοῖς τοῦ θεοῦ μεγαλείοις· καὶ γνόντες ἐκ τῆς Γερμανοῦ τοῦ ἁγιωτάτου πατριάρχου γραφῆς τὰ ἐν τῇ Νέᾳ Ῥώμῃ παρακολουθήσαντα, ἔκραζον ὁμοθυμαδὸν ἐκ καταπλήξεως φωνὴν ἱλαστήριον. εἶτα στοιχηδὸν ἅπαντας ὁ τοῦ Χριστοῦ πιστότατος συντάξας θεραπευτής, αὐτὸς ἐν μέσῳ περιῄει τὸ θεῖον ἐκτύπωμα μετὰ χεῖρας κρατῶν, καὶ οὕτως ἐν ὁσίαις ᾠδαῖς καὶ δοξολογίαις τὴν ἐκκλησίαν κατέλαβε. καὶ πρῶτον μὲν ἐπὶ ἄμβονος ἀνελθὼν ἀναθεματίζει τὴν ψυχοφθόρον καὶ νεωτεροποιὸν αἵρεσιν καὶ τοὺς
[p. 236] ψυχοβλαβεῖς ταύτης προστάτας· εἶθ᾿ οὕτως ἀποτίθησιν ἐν τῷ κειμηλιαρχείῳ τὸ θεῖον ἐκτύπωμα μετὰ τὸ καλῶς ὁμοῦ πάντας προσκυνῆσαι τοῦτο καὶ περιπτύξασθαι· καὶ νῦν ἐστὶν ἐκεῖσε κείμενον ἰάσεων ἐνεργοῦν ἀεννάως χάριτας φέρον ἔτι καὶ νῦν τὴν ἀπὸ τῆς θαλάσσης νοτίδα.

29. ἔπειτα κρατύνει τὴν ὀρθοδοξίαν δογματικαῖς ἐπιστολαῖς ἐπ᾿ αὐτῷ τούτῳ πέμψας ἀγγελίας ἀξιολόγους ἐν Κωνσταντινουπόλει πρὸς τοὺς κρατοῦντας μετὰ τῶν ἀποκρισιαρίων· οἱ μετὰ τὸ τὰς ἐπιστολὰς ἀναγνωσθῆναι τυφθέντες οὐ μικρῶς ἐν τῇ τοῦ πραιτωρίου φυλακῇ παρεπέμφθησαν, ἐξ ὧν ὁ εἷς ὡς γενναῖος ὁμολογητὴς ἀνδρείως ἐν ταῖς βασάνοις ἐξέλιπε, Θεοφάνης ὄνομα τούτῳ, καὶ οἱ λοιποὶ μόλις ἀπέδρασαν.

30. ἀλλὰ πρὸ τοῦ τὸ τέλος ὑπογράψαι τοῦ ἀριστέως ὑπὸ τῆς ὑπερκειμένης μεγαλειότητος τῆς θαυματοβρύτου Χριστοῦ εἰκόνος ἐκνενίκημαι τῇ οἰκείᾳ τε ἀμαθίᾳ καὶ τοῖς ἀπείροις Γερμανοῦ θαυμασίοις ἐκνικηθείς· καὶ ταὐτὸν πέπονθα τῷ σπεύδοντι τελειοῦν τὴν μήπω ἐναρχθεῖσαν ὁδόν· πλὴν ἐπεὶ καὶ ἀθλητῇ κατὰ τὴν πάλην ὀκλάσαντι μεταγωνιεῖσθαι ἔνεστιν, εὔδηλον ὡς ἀτονήσαντι κἀμοὶ μεταλαχεῖν ἔξεστι τοῦ σκοποῦ θαρραλεώτερον. διά τοι τοῦτο πολλῶν ὑπομνησθεὶς τοῦ θεσπεσίου πατρὸς θαυμάτων καὶ τεραστίων ἄλλοτε κατ᾿ ἄλλους καιροὺς παρὰ τὸν βίον τε τούτῳ γενομένων καὶ μετὰ θάνατον, οὐχ ὅσιον κέκρικα καὶ ταῦτα λήθης παραπέμψαι βύθῳ, διδάξαι δὲ πάντας τοὺς ἐντυγχάνοντας οἵας ὁ ὅσιος ὑπὸ θεοῦ τῆς χάριτος ἔλαχεν. ἀλλ᾿ ἵνα μὴ τούτοις ἐνδιατρίβοντες ἀπληστίας γραφῇ περιπέσοιμεν, ὧδε ταῦτα ταμιευσάμενοι τοῖς συγγράφειν ἐθέλουσι παραχωρήσομεν ὅση δύναμις ἐπειγόμενοι τὸν λόγον ἰθύνειν εἰς τὸ ἐπαινετὸν αὐτοῦ τέλος καὶ μακάριον. ἄγε δὲ οὖν λοιπὸν ἀνακεφαλαιωσώμεθα τὴν ὑπόθεσιν ἐκεῖ παλινδρομοῦντες, ὅθεν ἐξήλθομεν.

[p. 238]
31. ὁ τοίνυν χριστιανοκατήγορος βασιλεὺς κἀν τούτῳ φθονήσας τὸν πραότατον ὡς ἂν διαπεσεῖται τῆς μαρτυρικῆς εὐκλείας, ὃ τοῖς αὐτοῦ κακοσχόλοις ὁμόφροσιν εἰσέτι δοκεῖ, παλιμβουλίᾳ χρησάμενος ἀνακαλεῖται τῆς ἐξορίας καὶ ἐν τῷ Πλατωνίῳ τοῦτον τῇ χώρᾳ περιορίσας, ἀπρόϊτον ἐκέλευσε πάντῃ διαμένειν· ἔνθα καὶ ἱερατικῶς καὶ ὁσίως ἄχρις ἐσχάτης ἀναπνοῆς ἐν πάσῃ εὐλαβείᾳ καὶ ἀρετῇ διαβιούς, νοσήσας μικρόν, ἀνεπαύσατο ἐν γήρᾳ βαθεῖ, τῶν τῇδε μεταστὰς δωδεκάτην ἐπέχοντος τοῦ μαΐου μηνός. καὶ νῦν ὁ μὲν ἀμέσως ἐντυγχάνει θεῷ σὺν ἀσωμάτων τάξεσι παριστάμενος, ἡμῖν δὲ κατέλιπε τὴν θείαν αὐτοῦ λάρνακα παντοίων εἰσέτι καὶ νῦν ἀρρωστημάτων ἀλεξητήριον.

32. ἀλλ᾿ ὦ θεράπον πιστότατε καὶ ὑπουργὲ δραστικώτατε, ὁ τῇ πρὸς θεὸν εὐσεβείᾳ τὴν ἀνέκφραστον χάριν ἐγκολπωσάμενος· ὦ πάτερ εὔσπλαγχνε καὶ ποιμὴν εὐσυμπάθητε, ὁ τῇ τοῦ δόγματος καθαρότητι τὴν ψυχοβλαβῆ τῶν κακοδόξων λύμην ἀπωσάμενος· ὦ πραέων σύσκηνε καὶ δικαίων συνόμιλε, ὁ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ τὴν πνοὴν καὶ τὸν λόγον τῷ δεσπότῃ προσαναθέμενος· ὦ μαρτύρων ἑδραίωμα καὶ τῶν ἀθλοφόρων ἔρεισμα, ὁ τῇ τοῦ λόγου ἀστραπῇ φωσφόρου δίκην αὐγάσας τὴν θεοσέβειαν εἰσάξας τε δι᾿ ἐπιγνώσεως αὐτῆς ὅτι πλείστους εἰς τὴν βασιλείαν τὴν ἐπουράνιον· ὦ συμπρεσβευτὰ προφητῶν καὶ συγχορευτὰ ἀποστόλων, ὁ τῇ τοῦ καθαρότητι τὴν τῶν ἀρετῶν ποικιλίαν συνάψας, ὑφ᾿ ὧς ἀνδρικῶς ἀναγόμενος διὰ βίου παντὸς ὅλος διόλου θεῷ προσωμίλησας· ὦν ἱεραρχῶν ὡράϊσμα καὶ ὁσίων ἀγλάϊσμα, ἀσκητῶν ἐγκαλλώπισμα καὶ μοναστῶν σεμνολόγημα, ὁ τῷ φόβῳ Κυρίου τὴν σάρκα καθηλώσας καὶ πέρα τοῦ μέτρου τοῖς αὐτοῦ κρίμασι νηπιόθεν ἀδολεσχῶν, ὁ τῇ τῶν μελιρρύτων λόγων σου προτροπῇ χρηστὰς ἀφορμὰς ἐνθέων ἀρετῶν ἅπασι
[p. 240] πιστοῖς ὑποθέμενος, αἷς οἱ προσεχῶς ἐμφιλοχωροῦντες ἱερώτατα τῆς ἁγίας τριάδος γινόμενοι καταγώγια τῶν ἀκηράτων γερῶν εἰς αἰῶνας ἐπαπολαύουσιν· ὦ μύστα λαμπρότατε καὶ μυσταγωγέ, συντονώτατε ὁ τῇ εὐσπλάγχνῳ χρηστότητι καὶ τῇ πρὸς πένητας ἱλαρότητι πάλαι καὶ νῦν ἐν συμπαθείᾳ πάντας ἀποκρυψάμενος, εὐηκόοις ὠσὶ δέχοιο εὐμενῶς τουτὶ τὸ πονηθὲν ἡμῖν ὑπόμνημα καὶ εἰ τοῦ δέοντος ἔλαττον πέφυκε· καὶ ὡς τῷ χορηγῷ τῶν καλῶν παριστάμενος ἑκάστῳ κατάλληλον μὴ ἐλλίποις αἰτεῖν ἑκάστοτε τὸ προσφερόμενον συμπέρασμα, τῷ προτρεψαμένῳ μὲν ὡς τὴν ὁμονυμίαν [λεγε· ὁμωνυμίαν] οὕτω δὴ καὶ τὴν ὁμοψυχίαν πρὸς θεοῦ παρασχεθῆναι πρέσβευε· τοῖς ἐντυγχάνουσι δὲ τὴν τῶν σῶν ἀνδραγαθημάτων εἰσαεὶ μίμησιν, ἡμῖν δὲ τὴν τῶν ἀντικειμένων ἐχθρῶν καὶ παθῶν ἀπολύτρωσιν καὶ διὰ μετανοίας εἰλικρινοῦς ἐλευθερίαν μὲν τῶν αἰωνίων κολαστηρίων, ἐπιτυχίαν δὲ τῆς ἀϊδίου ζωῆς, κἂν μέγα ἐστὶ τὸ ἐξαιτούμενον· ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ᾿ οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, τιμὴ καὶ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

*************************************************************